Σελίδα:Ésope - Fables - Émile Chambry.djvu/229

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
89
AESOPI FABVLAE

τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. Προσμείνας δὲ μικρὸν χρόνον, ὡς ἐθεάσατο αὐτὸν ἀπὸ τῆς λίμνης ἐξελθόντα, προσελθὼν καταπάτησεν εἰπών· «Εἶτα τηλικοῦτος ὢν τηλικαῦτα βοᾷς;»

Πρὸς ἄνδρα γλωσσαλγίαν οὐδὲν πλέον τοῦ λαλεῖν δυνάμενον ὁ λόγος εὔκαιρος.

202
Λέων καὶ δελφίς.

Λέων ἐπί τινι αἰγιαλῷ πλαζόμενος, ὡς ἐθεάσατο δελφῖνα παρακύψαντα, [ὡς] ἐπὶ συμμαχίαν τοῦτον παρεκάλεσε λέγων ὅτι ἁρμόττει μάλιστα φίλους αὐτοὺς καὶ βοηθοὺς γενέσθαι· ὁ μὲν γὰρ τῶν θαλαττίων ζῴων, αὐτὸς δὲ τῶν χερσαίων βασιλεύει. Τοῦ δὲ ἀσμένως ἐπινεύσαντος, ὁ λέων ἐπὶ πολὺν χρόνον μάχην ἔχων πρὸς ταῦρον ἄγριον ἐπεκαλεῖτο τὸν δελφῖνα ἐπὶ βοήθειαν. Ὡς δὲ ἐκεῖνος καίπερ βουλόμενος ἐκβῆναι τῆς θαλάσσης οὐκ ἠδύνατο, ᾐτιᾶτο αὐτὸν ὁ λέων ὡς προδότην. Ὁ δὲ ὑποτυχὼν εἶπεν· «Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὴν φύσιν, ἥτις με θαλάττιον ποιήσασα γῆς οὐκ ἐᾷ ἐπιβαίνειν.»

Οὕτως καὶ ἡμᾶς δεῖ φιλίαν σπενδομένους τοιούτους ἐπιλέγεσθαι συμμάχους οἳ ἐν κινδύνοις παρεῖναι ἡμῖν δύνανται.

203
Λέων καὶ κάπρος.

Θέρους ἐν ὥρᾳ, ὅτε τὸ καῦμα δίψαν ἐμποιεῖ, εἰς μικρὰν πηγὴν λέων καὶ κάπρος ἦλθον πιεῖν. Ἤριζον δὲ τίς πρῶτος αὐτῶν πίῃ· ἐκ τούτου δὲ πρὸς φόνον ἀλλήλων διηγέρθησαν. Ἄφνω δὲ ἐπιστραφέντες πρὸς τὸ ἀναπνεῦσαι, εἶδον γῦπας ἐκδεχομένους ὃς ἂν αὐτῶν πέσῃ, τοῦτον καταφαγεῖν. Διὰ