Σελίδα:Ésope - Fables - Émile Chambry.djvu/213

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
81
AESOPI FABVLAE

Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν α̣νθρώπων, ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο φυλάττονται.

185
Κύων κρέας φέρουσα.

Κύων κρέας ἔχουσα ποταμὸν διέβαινε· θεασαμένη δὲ τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ὑπέλαβεν ἑτέραν κύνα εἶναι μεῖζον κρέας ἔχουσαν. Διόπερ ἀφεῖσα τὸ ἴδιον ὥρμησεν ὡς τὸ ἐκείνης ἀφαιρησομένη. Συνέβη δὲ αὐτῇ ἀμφοτέρων στερηθῆναι, τοῦ μὲν μὴ ἐφικομένῃ, διότι οὐδὲ ἦν, τοῦ δὲ, ὅτι ὑπὸ τοῦ ποταμοῦ παρεσύρη.

Πρὸς ἄνδρα πλεονέκτην ὁ λόγος εὔκαιρος.

186
Κύων κωδωνοφορῶν.

Λάθρᾳ κύων ἔδακνε. Τούτῳ δὲ ὁ δεσπότης κώδωνα ἐκρέμασεν, ὥστε πρόδηλον εἶναι τοῖς πᾶσι. Οὗτος δὲ τὸν κώδωνα σείων ἐν τῇ ἀγορᾷ ἠλαζονεύετο. Γραῦς δὲ κύων εἶπεν αὐτῷ· «Τί φαντάζῃ; οὐ δι’ ἀρετὴν τοῦτον φορεῖς, ἀλλὰ δι’ ἔλεγχον τῆς κεκρυμμένης σου κακίας.»

Ὅτι οἱ τῶν ἀλαζόνων κενόδοξοι τρόποι πρόδηλοί εἰσι δηλοῦντες τὴν ἀφανῆ κακίαν.

187
Κύων ⟨λέοντα διώκων⟩ καὶ ἀλώπηξ.

Κύων θηρευτικὸς λέοντα ἰδών, τοῦτον ἐδίωκεν. Ὡς δὲ ἐπιστραφεὶς ὁ λέων ἐβρυχήσατο, φοβηθεὶς εἰς τοὐπίσω ἔφυγεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη· «Ὦ κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες, οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας;»