Σελίδα:Ésope - Fables - Émile Chambry.djvu/201

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
75
AESOPI FABVLAE

αὐτῶν μαρτυρεῖσθαι, ἐβουλήθη τῶν αὐτῶν ἐφικέσθαι· καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους παριόντας ἧκεν ἐπί τινος δένδρου, καὶ στᾶσα μεγάλα ἐκεκράγει. Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, εἷς τις ὑποτυχὼν ἔφη· «Ἀλλ’ ἀπίωμεν, ὦ φίλοι· κορώνη γάρ ἐστιν, ἥτις κεκραγυῖα οἰωνὸν οὐκ ἔχει.»

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν.

171
Κορώνη καὶ κύων.

Κορώνη Ἀθηνᾷ θύουσα κύνα ἐφ’ ἑστίασιν ἐκάλεσεν. Ὁ δὲ ἔφη πρὸς αὐτήν· «Τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι.» Καὶ ἡ κορώνη ἀπεκρίνατο· «Ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ .»

Οὕτω πολλοὶ διὰ φόβον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.

172
Κοχλίαι.

Γεωργοῦ παῖς κοχλίας ὤπτα· ἀκούσας δὲ αὐτῶν τριζόντων ἔφη· «Ὦ κάκιστα ζῷα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων, αὐτοὶ ᾄδετε.»

Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπονείδιστον.

173
Κύκνος <ἀντὶ χηνὸς ἀπαχθείς>.

Ἀνὴρ εὐπορῶν χῆνά τε ἅμα καὶ κύκνον ἔτρεφεν, οὐκ ἐπὶ τοῖς αὐτοῖς μέντοι· τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ τραπέζης