Σελίδα:Ésope - Fables - Émile Chambry.djvu/175

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
62
AESOPI FABVLAE

ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας· ἥτις ἐπιστραφεῖσα δῆξιν εἰς αὐτὸν ἀνῆκεν. Ὁ δὲ λιποψυχῶν ἔφη πρὸς ἑαυτόν· «Ἄθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βουλόμενος ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον.»

Οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες.

138
Ἵππος γέρων.

Γέρων ἵππος ἐπράθη πρὸς τὸ ἀλήθειν. Ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι στενάζων εἶπεν· «Ἐκ ποίων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον.»

Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη.

139
Ἵππος καὶ βοῦς καὶ κύων καὶ ἄνθρωπος.

Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν. Ὁ δὲ τῇ ἑαυτοῦ συνέσει χρώμενος, ὅτε ἐνίστατο ὁ χειμών, οἶκον ἑαυτῷ κατεσκεύαζε καὶ ἐνταῦθα διέτριβε. Καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη ὅπως σκέπῃ αὐτόν. Ὁ δ’ οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, ἐὰν μὴ τῶν οἰκείων ἐτῶν μέρος αὐτῷ δῷ. Τοῦ δὲ ἀσμένως παραχωρήσαντος, παρεγένετο μετ’ οὐ πολὺ καὶ βοῦς, οὐδ’ αὐτὸς δυνάμενος ὑπομένειν τὸν χειμῶνα. Ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξεσθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη. Τὸ δὲ τελευταῖον κύων ψύχει διαφθειρόμενος ἧκε, καὶ τοῦ ἰδίου