Προς Ηράκλειον τον βασιλέα επανέλθοντα από Αφρικής και Βασιλεύσαντα κατά Φωκά βασιλέως

Από Βικιθήκη



Πρὸς Ἡράκλειον τὸν βασιλέα ἐπανελθόντα ἀπὸ Ἀφρικῆς καὶ βασιλεύσαντα καὶ κατὰ Φωκᾶ βασιλέως



Λόγος μὲν ὑμᾶς οὐ κατισχύει φράσαι, αὐτοῦ τεθεικότος σε τοῦ Θεοῦ Λόγου, ὑπερτετάχθαι τῶνδε τῶν ῥευστῶν λόγων· ὁρῶ δὲ πολλοὺς ὑμνολογοῦντας, δέσποτα, ἱππεῖς ἐνόπλους, θηρολέτας <κατ>ευστόχους, οἷς πάνσοφος νοῦς οὐ χαρακτηρίζεται καὶ θεῖον ἦθος οὐκ ἐνωραΐζεται· ἡμᾶς δὲ τῶν σῶν ψυχικῶν κινημάτων τὴν ἔνθεον φρόνησιν ὑμνεῖν εὐπρεπές· ἥν πως ἀφ' ὕψους προσλαβὼν πανοπλίαν τὸν νοῦν φυλάττεις ταῖς θεοπνεύστοις Γραφαῖς· μνήμῃ γὰρ αὐτὰς καὶ τάχει θηρώμενος τέρπῃ δι' αὐτῶν πρὸς Θεὸν πτερούμενος. σὺ πᾶσαν ὀργὴν ὡς ἀνημέρους ἀεὶ θῆρας διώκεις ἐκ πανημέρου σκοποῦ, σὺ θηρολετεῖσθαι τὴν κακουργίαν θέλεις, δι' ἧς τὸ κοινὸν τῆς παροικίας γένος ἐκ τῶν ἐπιβούλων σκανδάλων θηρεύεται· τῇ σῇ φύσει, κράτιστε, καὶ τὰ θηρία ἐξημεροῦσθαι πολλάκις διδάσκεται· Μῆδοι δὲ τούτων εἰκόνες καὶ βάρβαροι, οἳ πολλάκις ζέσαντες ἀγρίῳ τρόπῳ τῷ σῷ κατεσβέσθησαν ἡμέρῳ λόγῳ. ἵππος δέ σοι πάρεστιν ὀξέως τρέχων ὁ σὸς λογισμὸς πανταχοῦ κινούμενος, πληρῶν τε τὴν γῆν καὶ πρὸς οὐρανὸν φέρων· καὶ τόξα τείνεις ἐκ φιλανθρώπου ῥοπῆς ἀεὶ προπέμπων τοὺς μελισταγεῖς λόγους, ὑφ' ὧν ἕκαστος ἡδέως τιτρώσκεται. πράττεις δὲ ταῦτα καὶ βιάζῃ τὸν χρόνον, ὅταν τοσαύταις συμπλοκαῖς τὰ πράγματα τὴν γῆν ἐπικλύζωσι ῥευμάτων δίκην. ἀλλ' ἔστιν ἐλπὶς τῶν παρόντων δυσκόλων ἐκ σοῦ πεπαῦσθαι πανταχοῦ τὰς φροντίδας· εἰ γὰρ τὸ κοινὸν πολλάκις διώλετο ταῖς τῶν κρατούντων ἀπροσεξίαις πεσόν, καὶ νῦν τὸ κοινὸν ἐκ Θεοῦ σωθήσεται ταῖς τοῦ κρατοῦντος εὐσεβῶς εὐπραξίαις. καὶ πρὶν γὰρ ἡμᾶς ἠθλιωμένους βλέπων, ἡνίκα τὰ πικρὰ τοῦ τυράννου τραύματα νομὴν λαβόντα τῶν μελῶν καθήπτετο, καιρὸν μὲν εἶχες τοῦ μένειν χωρὶς πόνων, ὡς μὴ πεφυκὼς τῶν κακῶν παραίτιος· ἀλλ' οὐκ ἐπέσχες οὐδὲν ἧττον, δέσποτα, τῶν εἰς ἀπείρους συμφορὰς πεπλεγμένων, δι' ὧν ἕκαστος ἀγρίως ἐδάκνετο ἐκ τοῦ κρατοῦντος θηρίου τῶν πραγμάτων· καὶ πρὸς τοσούτους ἡδέως δραμὼν πόνους τοῦ σοῦ κατεφρόνησας αἵματος μόνος ἐξ αἱμάτων ἅπαντας ἁρπάσαι θέλων· οὐ γὰρ θαλάττης μακρὸν ἔτρεμες πόρον, οὐδὲ πρὸς οἶκτον μητρὸς ἀνθείλκου τότε· ἔρως δέ τίς σε πρὸς Θεὸν πυρούμενον κατεῖχεν ὥστε τὴν καταιγίδα σβέσαι, δι' ἧς τὸ κοινὸν εἰς ὄλεθρον ἤρχετο. οὐκ ἐσφάλης δὲ τῆς τοσαύτης ἐλπίδος, ἀλλ' ὡς ὁ πιστὸς Φινεὲς τῷ πνεύματι τὴν πίστιν ἔσχες τῶν φόνων φονεύτριαν. ἀφ' οὗ γὰρ ἡμᾶς τῆς τυραννικῆς βλάβης ἐλευθερώσας ἐκ Θεοῦ δούλους ἔχεις, τῶν αἱμάτων ἤργησεν ἡ δεινὴ χύσις, ἐξ ἧς τὸ ῥεῦμα τῶν κακῶν ἐτίκτετο. τούτων ἔχων, κράτιστε, τὴν μνήμην ἀεὶ ἄνω τε ῥίψας πρὸς Θεὸν τὰς ἐλπίδας ὄψει τὸν αὐτὸν ἐν τάχει Θεὸν πάλιν σωτῆρα τῆς σῆς ἐλπίδος τὸ δεύτερον. αὐτὸς γὰρ ἡμῖν τὰς πρὸς εἰρήνην θύρας τοῖς σοῖς ἀνοίξει πανταχοῦ σπουδάσμασιν δεικνὺς ἐκείνην τῷ κράτει σου σύνθρονον. πρώην γάρ, οἶμαι, σωφρόνως ἐκρύπτετο ἐρυθριῶσα τοὺς νόθους βλέπειν φόνους. ἀλλ', ὦ χορηγὲ τῶν καλῶν χαρισμάτων, τῶν μὴ φερόντων εἰς ῥέοντα πράγματα, ἀλλ' εἰς μένουσαν εἰσαγόντων οὐσίαν, δέχου τὰ μικρὰ καὶ δίδασκε μείζονα. ὁ γὰρ πλάτος σοι καρδίας δωρούμενος, ὡς πᾶσιν ἀρκεῖς μηδαμῶς στενούμενος, δείξει κυβερνᾶν καὶ τὰ νῦν ἐκ τῆς ζάλης πρὸς τὴν γαλήνην, ἣν ἔχεις, τὰ πράγματα, ὅπως μερίμνης λοιπὸν ἐστερημένοι τὸ ψυχικόν σου κάλλος ὡς ἐν εἰκόνι ἐν ταῖς ἑαυτῶν ἐκτυποῦντες καρδίαις ἀνεξάλειπτον ἱστορήσωμεν χάριν δεικνύντες οἷον ἄνθος εὐλογημένον ταῖς τῶν ἀκανθῶν συμπλοκαῖς ἐκρύπτετο. τούτοις ἀνυμνήσας σε τοῖς μικροῖς λόγοις φανείς τε πάντως ἐνδεὴς τῆς ἀξίας τὸ «γνῶθι σαυτὸν» εἰκότως παιδεύομαι κἀγὼ μετὰ πάντων τὴν καλὴν ἧτταν ποθῶν.