Περι επικυησιος

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
                                        Περι επικυησιος
                                        Ιπποκρατης
       Οκοταν επικθισκηται γυνη,ην μεν εν τω μεσω της μητρης το πρωτον εχη παιδιον,το επικυημα προσπιπτει υπο αρχαιου εξωθευμενον'ην δε εν τω κερατι τω ετερω το κυημα εχη,επιτικτει υστερον ου γονιμον,επην χαλαση η μητρη και υγρανθη,του γονιμου απολυθεισα.Ην δε μη αυτικα αποχωρεη το επικυημα,οδυνας τε παρεχει και ρευμα δυσωδες και πυρετον,και οιδει το πρωσοπον και τας κνημας και τους ποδας και την νηδυν,και ασιτεει εως αν εκπεση.Επικυισκονται δε των γυναικων ων αν ο στομαχος μετα το πρωτον κυημα ξυμμεμυκη ου καρτα η μη επιφαινομενων των σημηιων ξυμμεμυκη.Τα δε επικυηματα τα επιτικτομενα υστερον ην μηπω διακρισιν εχη,αλλα σαρξ η,οιδεει μεν ου, αλλα κατασηπεται μεχρι αν εξελθη της μητρης.