Περι εγκατατομης εμβρυου

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση


                                     Περι εγκατατομης εμβρυου
                                       Ιπποκρατης
     Περι δε των μη κατα τροπον κυισκομενων,αλλ'εγκατατεμνομενων ουτως΄΄πρωτον μεν επι την μεν γυναικα σινδονα επιβαλων καταζωσον ανωτερω των μαζων,και την κεφαλην κατακαλυψαι χρη τη σινδονι,οκως μη ορωσα φοβηται οτι αν ποιησης.Ην ουν εξισχη την χειρα το εμβρυον πλαγιον παραπεσον.της χειρος επιλαβομενος προαγειν εξω επιχειρη ως μαλιστα,παραδειραι δε τον βραχιονα,και αποψιλωσας το οστεον,ιχθυην περιδησον περι τους δακτυλους της χειρος τους δυο,οκως μη απολισθανοι η σαρξ΄΄ μετα δε ταυτα τον ωμον περισαρκισον και αφελε κατα το αρθρον΄΄επειτα την κεφαλην κατα φυσιν παρωσας,υπεξαγειν εξω την κεφαλην του εμβρυου΄΄τω δε δακτυλω το εμβρυον εισω απωσαι΄΄η μαχαιριω δια των πλευρεων η δια της κληιδος,οκως την φυσαν αφη και ξυμπεση το εμβρυον και η εξοδος αυτεω ευπετεστερη η΄΄την δε κεφαλην,ην μεν δυνησαι κατα φυσιν εξω ωσαι΄΄ην δε μη ,ξυμφλασαι,και ουτως υπεξαγαγειν εξω το εμβρυον.Επειτα θερμω πολλω καταχεας και αλειψας ελαιω κατακεισθαι κελευειν επαλλαξασαν τω ποδε,και μεταπισαι οινον γλυκυν και λευκον κερασας ευζωροτερον,και ρητινην,μελιτι διατριψας,μιξας τω οινω διδοναι πιειν΄΄τα δ'αλλα  θεραπευειν ωσπερ λεχω κατα τα ειρημενα._