Μετάβαση στο περιεχόμενο

Περί φόβου ψυχών

Από Βικιθήκη
Περὶ φόβου ψυχῶν
Συγγραφέας:
CPG-3925


ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ
ΠΕΡΙ ΦΟΒΟΥ ΨΥΧΩΝ.

Ἐγὼ Ἐφραῒμ ἁμαρτωλός, χαῦνος καὶ ῥᾴθυμος εἰς ἀγῶνα πνευματικόν, πλὴν λέγω ὑμῖν, ἀγωνισταί, φιλόθεοι ἀδελφοί μου, εἰς ὃ ἐγὼ νικῶμαι διηνεκῶς δι' ἐμὴν χαυνότητα τοῦ λογισμοῦ. Θέλω ὑμῖν ἐξαγγεῖλαι, ἀγαπητοί μου, φόβον μέγαν καὶ τρόμον τῆς ψυχῆς μου, ὃς γέγονεν ἐν ἡμέρᾳ μιᾷ ἐμοὶ τῷ ἀθλίῳ καὶ μετεώρῳ.

Ἐκαθήμην καταμόνας ἐν τόπῳ ἀθορύβῳ καὶ ἡσύχῳ καὶ ὑψηλῷ, καὶ ἐνενόουν ἐν ἑαυτῷ, καὶ ἔλεγον τὰ τοῦ βίου τούτου, τὴν μέριμναν, τὴν σύγχυσιν, τὸν θόρυβον· καὶ δακρύσας διελεγόμην πρὸς ἐμαυτόν· «Πῶς ὁ βίος οὗτος ὥσπερ σκιὰ παράγεται, καὶ ὡς δρομεὺς ὀξύτατος παρατρέχει, καὶ ὡς ἄνθος πρωϊνὸν μαραίνεται;» Καὶ ἔλεγον λυπούμενος καὶ στενάζων· «Πῶς ἐκτρέχει ὁ αἰὼν οὗτος ἀγνοοῦμεν· διατί ἐσμεν δεδεμένοι διὰ τὴν χαυνότητα ἡμῶν ἐν πράγμασι καὶ λογισμοῖς ἀπρεπέσι;»

Ταῦτα ὡς εἰς ἐμαυτὸν ἐμελέτων, ἄφνω ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανόν, καὶ γέγονα ὥσπερ ἐν ἐκστάσει· καὶ φόβος μέγας ἐπέπεσεν ἐπ' ἐμὲ καὶ ἐθεώρουν ἐν ὀφθαλμοῖς τῆς καρδίας μου τὸν Κύριον μετὰ πολλῆς δόξης καθήμενον καὶ λέγοντα πρὸς τὴν ἐμὴν ψυχὴν οὕτως· «∆ιατί, ψυχή, τὸν παστόν σου τὸν οὐράνιον τὸν πλήρη φωτὸς δόξης ἐβδελύξω; ∆ιατί, ψυχή, νύμφη μου, μισεῖς τὸν ἄχραντον Νυμφίον καὶ ἀθάνατον; ∆ιατί, ψυχή, ἐβδελύξω τὰ ἀγαθὰ ἅπερ ἐγὼ ἡτοίμασά σοι ἐν φωτὶ ζωῆς; ∆ιατί, ψυχή, ἀλλοτρία μου γέγονας ἐν πράγμασι καὶ λογισμοῖς ἀπρεπέσι; ∆ιατί, ψυχή, οὐ σπουδάζεις εὑρεθῆναι εἰς τὴν παρουσίαν μου; ∆ιατί, ψυχή, οὐ κατέχεις τὴν λαμπάδα σου, προσμένουσα εἰς τὴν κραυγὴν τὴν λέγουσαν, ἰδοὺ ἦλθεν ὁ Νυμφίος, ἐξέλθετε εἰς τὴν ἀπάντησιν αὐτοῦ μετὰ χαρᾶς; ∆ιατί, ψυχή, οὐκ ἔσπευσας ἑτοιμάσαι τὸ ἄξιον ἔνδυμα εἰς τοὺς γάμους; ∆ιατί, ψυχή, οὐκ εἰσέρχῃ μετὰ χαρᾶς εἰς τὸν παστὸν τὸν οὐράνιον καὶ ἅγιον; ∆ιατί, ψυχή, ἐμὲ μισεῖς τὸν Ἀγαθόν, τὸν λυτρωσάμενον τὴν ζωήν σου ἐκ θανάτου; Ἐγώ, ψυχή, τῷ θανάτῳ ὡμίλησα ἕνεκέν σου, ἵνα νύμφην σε ἐμαυτῷ ἁρμόσωμαι. Ἐγώ, ψυχή, βασιλείαν σοι ἀφθόνως παρέσχον εἰς τὸν κλῆρόν σου. Ἐγώ, ψυχή, πάντα μου τὰ ἀγαθὰ παρέσχον σοι ὡς βασιλεύς. Ἐγώ, ψυχή, καὶ ἄνθρωπος ἐγενόμην διὰ σέ, βουλόμενος λυτρώσασθαι τὴν ζωήν σου ἐκ φθορᾶς. Ἐγώ, ψυχή, ὑπὲρ πάντα τὰ ἔργα μου ἐτίμησα καὶ ὕψωσα τὴν ζωήν σου. Ἐγώ, ψυχή, παστὸν ἐν οὐρανοῖς ἡτοίμασά σοι, καὶ ἀγγέλους ἐποίησα λειτουργῆσαι ἔμπροσθέν σου ἐν τῷ παστῷ ᾧπερ ἐγὼ ἡτοίμασα τοῦ εἰσελθεῖν σε ἐκεῖ μετὰ χαρᾶς. Σὺ δέ, ψυχή, ἐβδελύξω τὸν οὐράνιον Νυμφίον καὶ τὰ ἄρρητα ἀγαθὰ ἃ ἡτοίμασά σοι. Καὶ τίς ἄρα ἐστὶ ποθούμενος ὑπὲρ ἐμὲ τὸν σῴζοντα πᾶσαν τὴν κτίσιν ἐν τοῖς οἰκείοις οἰκτιρμοῖς; Ποῖος πατὴρ ζωὴν δίδωσιν ὥσπερ ἐγώ, ὅτι ἐμὲ κατέλιπες, ψυχή, ποθήσασα τὸν ἀλλότριον καὶ μισητόν.»

Ἐφοβήθην, ἀδελφοί, φόβον μέγαν ἐν τῇ ὥρᾳ ἐκείνῃ, κατανοῶν ἐν ὀφθαλμοῖς τῆς διανοίας μου τοῦ Κυρίου τὰ ῥήματα τὰ φοβερὰ καὶ τῆς ψυχῆς μου τὴν αἰσχύνην τὴν μεγάλην, ἐπτοήθην, ἐτρόμασα. Ἐξέλιπον ἀπὸ τοῦ φόβου καὶ τῆς μεγάλης ἐντροπῆς· «ἐνενόουν τὸ ποῦ ἀποκρυβήσομαι, μὴ φέρων τὸ ὄνειδος τῆς αἰσχύνης ἐκείνης.» Καὶ ἔλεγον· «δεῦτε ὄρη, καλύψατε ἁμαρτωλὸν καὶ ἀσεβῆ.» Καὶ ἐπάρας τὴν φωνήν, ἔκλαυσα κλίνας κάτω τὴν κεφαλήν μου αἰδούμενος, καὶ θρηνήσας ἐμαυτὸν εἶπον οὕτως· «διατί ἐγὼ ἐκ κοιλίας ἐξῆλθον παροξῦναι τὸν Κύριον τὸν ἅγιον καὶ ἀγαθὸν καὶ εὔσπλαγχνον; Ἠθέτησα τῆς γαστρὸς τὴν σύλληψιν καὶ τὴν αὔξησιν τοῦ σώματος· ἠθέτησα οὐράνια χαρίσματα καὶ ἅγια ἰάματα τῆς χάριτός σου.»

Ὅμως κλαίων προσέπεσον· ἐδεήθην μετ' ὀδύνης καὶ ὀδυρμοῦ τῆς καρδίας μου, καὶ ἐβόησα ἐν δάκρυσι λέγων οὕτως· «Εἰσάκουσον, ὦ ∆έσποτα, τοῦ κλαυθμοῦ μου, καὶ πρόσδεξαι τῆς δεήσεώς μου τὰ ῥήματα, ἃ προσφέρει ὁ ἁμαρτωλὸς αἰδούμενός σε, μακρόθυμε, ἐλεῆμον καὶ οἰκτίρμον· μὴ ποιήσῃς κατὰ πάντα τὰ ἔργα μου, μηδὲ μνησθῇς τῶν κακίστων παροξυσμῶν μου, ὧν ἐγὼ παρώξυνα τὴν χάριν σου, ὦ ∆έσποτα ἀγαθέ· ἀλλὰ μᾶλλον δώρησαί μοι τῷ ἁμαρτωλῷ χρόνον μικρόν, ἵνα εὕρω καιρὸν μετανοίας, φιλάνθρωπε ἀγαθέ. Ἐβάστασεν ἡ χάρις σου νεότητος ἀνομίας πλῆθος πολύ· καὶ τοῦ γήρως νῦν βαστάσει ἡ χάρις σου ἀθέτησιν, παροξυσμόν, προπέτειαν. Ἐγὼ αὐτὸς ἐπίσταμαι, μακρόθυμε, τὸν ὅρκον σου ὃν ὤμοσας κατὰ σεαυτοῦ λέγων· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ καὶ ἀσεβοῦς, 38 ἀλλὰ μᾶλλον τοῦ σωθῆναι ἁμαρτωλὸν ἀπὸ πασῶν ἀνομιῶν ὧν ἔπραξε. ∆έσποτα οἰκτίρμον, φιλάνθρωπε, ἀγαθέ, ὤμοσας ἐν τοῖς σοῖς οἰκτιρμοῖς μὴ θελῆσαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Οἰκτίρησόν με τὸν ἁμαρτωλὸν ὁρκίζοντά σε ἐν τῇ εὐσπλαγχνίᾳ σου· ἱλάσθητί μοι, οἰκτίρησον, συγχώρησον· καὶ μὴ λογίζου προπέτειαν τῶν ὅρκων μου, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς τῶν ἀνθρώπων, ἔτι δὲ καὶ τὰς ἐνθυμήσεις ἁπάσας. Αὐτὸς οἶδας, ὦ ∆έσποτα, ἀπὸ πικροῦ πόνου τῆς ψυχῆς ἐτόλμησα ταῦτα φθέγξασθαι ἐνώπιόν σου. Ἴδε, Χριστὲ σῶτερ, πηγὰς δακρύων ἐμῶν καὶ συντρίμματα καὶ στεναγμοὺς τῆς ἀναξίας ψυχῆς μου· καὶ ἔλθῃ τὸ πρόσταγμα τὸ φοβερὸν καὶ σκεπάσῃ με, πρὸ τοῦ ἐλθεῖν τὸ πρόσταγμα τὸ φοβερὸν καὶ λάβῃ με ἀνέτοιμον καὶ ᾐσχυμμένον. Ἀλλὰ μᾶλλον ἡ χάρις σου παράσχῃ μοι χρόνον μικρὸν μετανοίας ἀληθινῆς. Οὐ δύναται ἡ χάρις σου, πολυεύσπλαγχνε, ὑπεριδεῖν ἁμαρτωλὸν δακρύοντα, πάσῃ ψυχῇ προσελθούσῃ καὶ αἰτούσῃ συγχώρησιν διδοῦσα ἁμαρτιῶν, ὧν ἔπραξεν. Εἰσήκουσεν ὁ Ἅγιος καὶ Ἀγαθὸς τῆς φωνῆς μου καὶ τοῦ κλαυθμοῦ τῶν δακρύων μου, καὶ ἠλέησέ με. Καὶ νῦν ἴδε, Μακρόθυμε, ὡς ἀγαθός, ἵνα κἀγὼ ποιήσω καρπὸν μετανοίας. ∆ιὰ τοῦτο ἱκετεύω σε χαρισθῆναί μοι χρόνον μετανοίας. Ὑπομιμνήσκει πάντοτε ὁ Σωτήρ, καὶ ἕλκει με πάντοτε εἰς τὴν ζωήν, ἵνα σωθῶ.»

Ὅταν μνησθῶ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης, ἐν ᾗ γέγονεν ὁ φόβος οὗτος αἰφνίδιος, δειλιῶ καὶ δακρύω ἐν στεναγμοῖς.

Πάλιν εὐθὺς λανθάνω πάντα ὁμοῦ, τὴν δέησιν, τὰ δάκρυα, τὸν φόβον καὶ τὸν χρόνον τῆς μετανοίας τὸν δοθέντα μοι χάριτι Θεοῦ. ∆ιατί ἄρα συμβαίνει μοι ταῦτα, σκληρότης καὶ ἀμέλεια καὶ λησμοσύνη; Καὶ γίνομαι αἰφνιδίως ἀναίσχυντος καὶ ἄφοβος, μετέωρος καὶ ὀργίλος, μὴ ἔχων ὁλοσχερῶς πρὸ ὀφθαλμῶν μήτε φόβον, μήτε κρίσιν τὴν μέλλουσαν. Μὴ ἄδικος ὁ Θεός, εἰ βούλεται ὑπεξελθεῖν τοῖς ἔργοις μου; Μὴ γένοιτο.

Πάντας ὑμᾶς παρακαλῶ, φιλόθεοί μου φίλοι, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἐλαχίστου πρὸς τὸν οἰκτίρμονα καὶ φιλάνθρωπον Θεόν. Τούτου χάριν ἀνήγγειλα τὸ συμβάν μοι, ὅπως ἂν ἐπιτύχω τοῦ ἐλέους τοῦ Θεοῦ. Ἐπίσταμαι ὅτι, ἐὰν βουληθῆτε, δυνήσεσθε συνελθεῖν ἁμαρτωλῷ ἐν πρεσβείαις καὶ ἱκεσίαις πρὸς τὸν Θεόν. Οἶδα ἐγὼ τῶν πολλῶν τὴν δέησιν δυναμένην καὶ ἀποστόλους ῥύσασθαι ἐκ φυλακῆς καὶ δεσμῶν καὶ θανάτου. Πόσῳ μᾶλλον ἁμαρτωλὸν καὶ ἀσεβῆ δυνήσεσθε ῥύσασθαι ἐκ θανάτου! Συνέλθετε οἱ φοβούμενοι τὸν Κύριον· ἐκχέατε τὴν δέησιν ὑμῶν ὑπὲρ ἐμοῦ, ἵνα λάμψῃ ἡ θεία χάρις ἐν τῇ ψυχῇ μου, καὶ φωτίσῃ σκοτισθεῖσαν διάνοιαν, καὶ γένωμαι εὐχῶν ὑμῶν συνεργίᾳ εὐπρόθυμος καὶ ἄξιος μετανοίας· καὶ πᾶσά μου ἡ πικρότης γλυκανθῇ γενομένης τῆς χάριτος ἐν τῇ ψυχῇ μου· χάριτος γὰρ παρουσία φέρει γλυκάσματα, ἡσυχίαν καὶ κατάνυξιν.

Καὶ ἡδύνονται ἐν τῇ καρδίᾳ τὰ κύματα τῆς χάριτος καὶ τοῦ φωτισμοῦ τοῦ Ἁγίου Πνεύματος, καὶ λανθάνει ἄφνω ψυχὴν τὰ γήϊνα καὶ τὰ πάθη τὰ σαρκικὰ καὶ βλαβερά. Καὶ λοιπὸν θάλπουσι τὰ κύματα τῆς χάριτος τὴν ἔννοιαν καὶ τὴν ψυχήν. Ἐοίκασι τὰ κύματα τῆς χάριτος ἐν τῇ ψυχῇ παραδείσῳ βασιλικῷ πλήρει ὄντι καρπῶν καλῶν καὶ φυτῶν καρποφόρων, ἐχόντων δὲ καὶ τὰς γεύσεις διαφόρους, εὐωδίαν καὶ τερπνότητα, καὶ τοῖς ὀφθαλμοῖς ἡδύτητα καὶ τῷ στόματι καὶ τῇ ὀσφρήσει ἐράσμια. Οὕτως εἰσὶ τὰ κύματα τῆς χάριτος· φωτίζουσι, γλυκαίνουσιν, εὐφραίνουσι. Μακάρια τὰ ἔργα τῆς ψυχῆς ἐκείνης τῆς ἐχούσης τὰ κύματα τῆς χάριτος ἐν αὐτῇ· φωτίζεται, γλυκαίνεται, εὐφραίνεται, θεωρίας καὶ εὐωδίας ἐμπιμπλᾶται. Πάλιν ἐρῶ· μακαρία ἡ ψυχὴ ἡ ἔχουσα πάντα τὰ χαρίσματα· οὐδὲν ὁρᾷ ἡ τοιαύτη ἐπὶ τῆς γῆς, ἀλλ' ἔστιν αἰχμάλωτος πρὸς τὸν Θεόν· οὐ γὰρ ἀφίησιν αὐτὴν τοῦ ῥέμβεσθαι ἡ ἡδύτης καὶ ἡ χάρις τοῦ νυμφῶνος.

Ἰδοὺ πάλιν προσπίπτω ἐπὶ θύραις τοῦ ἐμοῦ ∆εσπότου, ἱκετεύων, παρακαλῶν, προσκυνῶν καὶ λέγων ἀεί· συγχώρησόν μοι τὰ πλημμελήματά μου, Μακρόθυμε· συμφέρει γὰρ τῷ οἰκέτῃ μὴ ἐκφυγεῖν τὰς χεῖρας τοῦ δεσπότου αὑτοῦ, ὅταν αὐτῷ ἁμάρτῃ, ἀλλὰ μᾶλλον παραμένειν ἐν πάσῃ ταπεινοφροσύνῃ τῆς καρδίας αὑτοῦ. Οὕτω γὰρ καὶ ἄνθρωποι εἰώθασι συγχωρεῖν τοῖς οἰκέταις τὰ παραπτώματα. Εἰ δὲ ἄνθρωποι θνητοὶ ὄντες καὶ πονηροὶ συγχωροῦσι τοῖς συνδούλοις τὰ σφάλματα, πόσῳ μᾶλλον ὁ ∆εσπότης ὁ ἅγιος καὶ ἀγαθός, πάντων ἡμῶν δημιουργὸς καὶ Κύριος, ὁ πολυεύσπλαγχνος καὶ οἰκτίρμων, ὁ μακρόθυμος καὶ πολυέλεος, συγχωρήσει ἀνομίας καὶ ἁμαρτίας τοῖς πάντοτε προσπίπτουσιν αὐτῷ ἁμαρτωλοῖς; Καὶ γὰρ αὐτὸς ὁ θησαυρὸς τοῦ ἐλέους τὴν παρ' ἡμῶν ζητεῖ μικρὰν προθυμίαν, καὶ εὐθέως χαρίζεται καὶ πλουτίζει τοὺς ζητοῦντας αὐτὸν μετὰ παντὸς συντρίμματος. Ἔοικε γὰρ ὁ θησαυρὸς πηγῇ πλήρει, εὐθηνούσῃ ἐν βλύσμασι καὶ ἀφθόνως παρεχούσῃ τοῖς θέλουσιν ὑδρεύεσθαι. Πρέπον ἐστὶ τοῖς περὶ πηγῆς λέγειν, ὅ τι ἔοικε τοῖς οἰκτιρμοῖς τοῦ Θεοῦ. Ὥσπερ γὰρ ἡ πηγὴ οὐ κωλύει τὸν θέλοντα, οὕτως πάλιν ὁ θησαυρὸς τῆς χάριτος οὐ κωλύει τοῦ μετασχεῖν αὐτῆς τινα ἐν ἀνθρώποις. Οὐκοῦν ἐστιν ἡ βούλησις τοῦ λαβεῖν τὴν χάριν; Μικρὸν ἐὰν ποθῇ τις λαβεῖν τοῦ θησαυροῦ, ὅλος ὁ θησαυρὸς τῆς χάριτος εὑρίσκεται τῷ ζητοῦντι. Ὑδρεύσασθε, ἀγαπητοί, χαρίσματα ἐκ τῆς πηγῆς, οὐράνια νάματα βρυούσης. Καιρὸς γὰρ καὶ ἡμέρα ἐλεύσεται, ὅτε οὐκέτι δυνήσεταί τις παντελῶς πιεῖν ἐξ αὐτῆς.

∆ιό, ∆έσποτα ἅγιε, δεόμεθα τῆς ἀμέτρου σου φιλανθρωπίας πάντες ἄνθρωποι, παράσχου ἡμῖν μετανοίας καιρὸν καὶ συγχώρησιν ἁμαρτιῶν, πρὸς τὸ δουλεῦσαί σοι ἐν καθαρᾷ καρδίᾳ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, ἵνα ἀξιωθῶμεν, εὐαρεστήσαντές σοι ἐν ἔργοις ἀγαθοῖς, διελθεῖν τὸν βίον ἡμῶν καὶ εἰσελθεῖν εἰς τὴν αἰώνιόν σου ἀπόλαυσιν, ἣν ἡτοίμασας πᾶσι τοῖς ἁγίοις σου τοῖς καθ' ἑκάστην γενεὰν εὐαρεστήσασί σοι.

Μέμνησθέ μου, κληρονόμοι Θεοῦ, ἀδελφοὶ τοῦ Χριστοῦ, ἐκτενῶς ὑπὲρ ἐμοῦ τὸν Σωτῆρα δυσωπήσατε, ἵνα ῥυσθῶ διὰ τοῦ Χριστοῦ ἀπὸ τοῦ πολεμοῦντός με καθ' ἑκάστην ἡμέραν· ὅτι τῇ Ἁγίᾳ Τριάδι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.