Μετάβαση στο περιεχόμενο

Περί των αρχαίων ρητόρων υπομνηματισμοί/Ισοκράτης

Από Βικιθήκη
Ἰσοκράτης
Συγγραφέας:
Περὶ τῶν ἀρχαίων ῥητόρων ὑπομνηματισμοί
Examen critique des plus célèbres écrivains de la Grèce: Denys d'Halicarnasse. Paris: Libraire de l'Université Royales Quai des Augustins, n. 33, 1826.


IΣΟΚΡΑΤΗΣ ΑΘΗΝΑΙΟΣ

[1] Ἰσοκράτης Ἀθηναῖος ἐγεννήθη μὲν ἐπὶ τῆς ὀγδοηκοστῆς καὶ ἕκτης Ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Λυσιμάχου, πέμπτῳ πρότερον ἔτει τοῦ Πελοποννησιακοῦ πολέμου, δυσὶ καὶ εἴκοσιν ἔτεσι νεώτερος Λυσίου. Πατρὸς δὲ ἦν Θεοδώρου τινὸς τῶν μετρίων πολιτῶν, θεράποντας αὐλοποιοὺς κεκτημένου, καὶ τὸν βίον ἀπὸ ταύτης ἔχοντος τῆς ἐργασίας. Ἀγωγῆς δὲ τυχὼν εὐσχήμονος, καὶ παιδευθεὶς οὐδενὸς Ἀθηναίων χεῖρον, ἐπειδὴ τάχιστα ἀνὴρ ἐγένετο, φιλοσοφίας ἐπεθύμησε. Γενόμενος δὲ ἀκουστὴς Προδίκου τε τοῦ Κείου, καὶ Γοργίου τοῦ Λεοντίνου, καὶ Τισίου τοῦ Συρακουσίου, τῶν τότε μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν ἐχόντων ἐπὶ σοφίᾳ, ὡς δέ τινες ἱστοροῦσι, καὶ Θηραμένους τοῦ ῥήτορος, ὃν οἱ τριάκοντα ἀπέκτειναν, δημοτικὸν εἶναι δοκοῦντα· σπουδὴν μὲν ἐποιεῖτο πράττειν τε καὶ λέγειν τὰ πολιτικά· ὡς δὲ ἡ φύσις ἠναντιοῦτο, τὰ πρῶτα καὶ κυριώτατα τοῦ ῥήτορος ἀφελομένη, τόλμαν τε καὶ φωνῆς μέγεθος, ὧν χωρὶς οὐχ οἷόν τε ἦν ἐν ὄχλῳ λέγειν, ταύτης μὲν ἀπέστη τῆς προαιρέσεως· ἐπιθυμῶν δὲ δόξης, καὶ τοῦ πρωτεῦσαι παρὰ τοῖς Ἕλλησιν ἐπὶ σοφίᾳ, καθάπερ αὐτὸς εἴρηκεν, ἐπὶ τὸ γράφειν ἃ διανοηθείη κατέφυγεν· οὐ περὶ μικρῶν τὴν προαίρεσιν ποιούμενος, οὐδὲ περὶ τῶν ἰδίων συμβολαίων, οὐδὲ ὑπὲρ ὧν ἄλλοι τινὲς τῶν τότε σοφιστῶν· περὶ δὲ τῶν Ἑλληνικῶν καὶ βασιλικῶν πραγμάτων, ἐξ ὧν ὑπελάμβανε τάς τε πόλεις ἄμεινον οἰκήσεσθαι, καὶ τοὺς ἰδιώτας ἐπίδοσιν ἕξειν πρὸς ἀρετήν. Ταῦτα γὰρ ἐν τῷ Παναθηναϊκῷ λόγῳ περὶ αὑτοῦ γράφει. Πεφυρμένην τε παραλαβὼν τὴν ἄσκησιν τῶν λόγων ὑπὸ τῶν περὶ Γοργίαν καὶ Πρωταγόραν σοφιστῶν, πρῶτος ἐχώρησεν ἀπὸ τῶν ἐριστικῶν τε καὶ φυσικῶν ἐπὶ τοὺς πολιτικοὺς, καὶ περὶ αὐτὴν σπουδάζων τὴν ἐπιστήμην διετέλεσεν, ἐξ ἧς, ὥς φησιν αὐτός, τὸ βουλεύεσθαι καὶ λέγειν καὶ πράττειν τὰ συμφέροντα παραγίνεται τοῖς μαθοῦσιν. Ἐπιφανέστατος δὲ γενόμενος τῶν κατὰ τὸν αὐτὸν ἀκμασάντων χρόνον, καὶ τοὺς κρατίστους τῶν Ἀθήνησί τε καὶ ἐν τῇ ἄλλῃ Ἑλλάδι νέων παιδεύσας, ὧν οἳ μὲν, ἐν τοῖς δικανικοῖς ἐγένοντο ἄριστοι λόγοις, οἳ δ´, ἐν τῷ πολιτεύεσθαι καὶ τὰ κοινὰ πράττειν διήνεγκαν, καὶ ἄλλοι δὲ τὰς κοινὰς τῶν Ἑλλήνων τε καὶ βαρβάρων πράξεις ἀνέγραψαν· καὶ τῆς Ἀθηναίων πόλεως εἰκόνα ποιήσας τὴν ἑαυτοῦ σχολὴν, κατὰ τὰς ἀποικίας τῶν λόγων, πλοῦτον ὅσον οὐδεὶς τῶν ἀπὸ φιλοσοφίας χρηματισαμένων περιποιησάμενος, ἐτελεύτα τὸν βίον ἐπὶ Χαιρωνίδου ἄρχοντος, ὀλίγαις ἡμέραις ὕστερον τῆς ἐν Χαιρωνείᾳ μάχης, δυοῖν δέοντα βεβιωκὼς ἑκατὸν ἔτη, γνώμῃ χρησάμενος, ἅμα τοῖς ἀγαθοῖς τῆς πόλεως συγκαταλῦσαι τὸν ἑαυτοῦ βίον, ἀδήλου ἔτι ὄντος πῶς χρήσεται τῇ τύχῃ Φίλιππος παραλαβὼν τὴν τῶν Ἑλλήνων ἀρχὴν. Τὰ μὲν οὖν ἱστορούμενα περὶ αὐτοῦ, κεφαλαιωδῶς ταῦτ´ ἐστίν.

[2] Ἡ δὲ λέξις ᾗ κέχρηται, τοιοῦτόν τινα χαρακτῆρα ἔχει. Καθαρὰ μέν ἐστιν οὐχ ἧττον τῆς Λυσίου, καὶ οὐδὲν εἰκῇ τιθεῖσα ὄνομα. Τήν τε διάλεκτον ἀκριβοῦσα ἐν τοῖς πάνυ τὴν κοινὴν καὶ συνηθεστάτην. Καὶ γὰρ αὕτη πέφευγεν ἀπηρχαιωμένων καὶ σημειωδῶν ὀνομάτων τὴν ἀπειροκαλίαν. (Κατὰ δὲ τὴν τροπικὴν φράσιν, ὀλίγον τι διαλλάττει τῆς Λυσίου) καὶ κέκραται συμμέτρως· τό τε σαφὲς ἐκείνῃ παραπλήσιον ἔχει, καὶ τὸ ἐναργές. Ἠθική τέ ἐστι καὶ πιθανὴ. Καὶ στρογγύλη δὲ οὐκ ἔστιν, ὥσπερ ἐκείνη, καὶ συγκεκροτημένη, καὶ πρὸς ἀγῶνας δικανικοὺς εὔθετος· ὑπτία δέ ἐστι μᾶλλον καὶ κεχυμένη πλουσίως. Οὐδὲ δὴ σύντομος οὕτως, ἀλλὰ καὶ κατασκελὴς καὶ βραδυτέρα τοῦ μετρίου· δι´ ἣν δὲ αἰτίαν τοῦτο πάσχει, μετὰ μικρὸν ἐρῶ. Οὐδὲ τὴν σύνθεσιν ἐπιδείκνυται τὴν φυσικὴν καὶ ἀφελῆ καὶ ἐναγώνιον, ὥσπερ ἡ Λυσίου, ἀλλὰ πεποιημένην μᾶλλον εἰς σεμνότητα ποιητικὴν καὶ ποικίλην, καὶ πῇ μὲν εὐπρεπεστέραν ἐκείνης, πῇ δὲ περιεργοτέραν. Ὁ γὰρ ἀνὴρ οὗτος τὴν εὐέπειαν ἐκ παντὸς διώκει, καὶ τοῦ γλαφυρῶς λέγειν στοχάζεται μᾶλλον ἢ τοῦ ἀφελῶς. Τῶν τε γὰρ φωνηέντων τὰς παραλλήλους θέσεις, ὡς ἐκλυούσας τὰς ἁρμονίας τῶν ἤχων, καὶ τὴν λειότητα τῶν φθόγγων λυμαινομένας, παραιτεῖται· περιόδῳ τε καὶ κύκλῳ περιλαμβάνειν τὰ νοήματα πειρᾶται ῥυθμοειδεῖ πάνυ καὶ οὐ πολὺ ἀπέχοντι τοῦ ποιητικοῦ μέτρου· ἀναγνώσεώς τε μᾶλλον οἰκειότερός ἐστιν ἢ χρήσεως. Τοιγάρτοι τὰς μὲν ἐπιδείξεις τὰς ἐν ταῖς πανηγύρεσι, καὶ τὴν ἐκ χειρὸς θεωρίαν φέρουσιν αὐτοῦ οἱ λόγοι· τοὺς δὲ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις ἀγῶνας οὐχ ὑπομένουσι. Τούτου δὲ αἴτιον, ὅτι πολὺ τὸ παθητικὸν ἐν ἐκείνοις εἶναι δεῖ· τοῦτο δὲ ἥκιστα δέχεται περίοδος. Αἵ τε παρομοιώσεις καὶ παρισώσεις καὶ τὰ ἀντίθετα, καὶ πᾶς ὁ τῶν τοιούτων σχημάτων κόσμος πολύς ἐστι παρ´ αὐτῷ, καὶ λυπεῖ πολλάκις τὴν ἄλλην κατασκευὴν, προσιστάμενος ταῖς ἀκοαῖς.

[3] Καθόλου δὲ τριῶν ὄντων, ὥς φησι Θεόφραστος, ἐξ ὧν γίνεται τὸ μέγα καὶ σεμνὸν καὶ περιττὸν ἐν λέξει, τῆς τε ἐκλογῆς τῶν ὀνομάτων, καὶ τῆς ἐκ τούτων ἁρμονίας, καὶ τῶν περιλαμβανόντων αὐτὰ σχημάτων, ἐκλέγει μὲν εὖ πάνυ, καὶ τὰ κράτιστα τῶν ὀνομάτων τίθησιν· ἁρμόττει δὲ αὐτὰ περιέργως, τὴν εὐφωνίαν ἐντείνων μουσικήν· σχηματίζει τε φορτικῶς, καὶ τὰ πολλὰ γίνεται ψυχρὸς, ἢ τῷ πόρρωθεν λαμβάνειν, ἢ τῷ μὴ πρέποντα εἶναι τὰ σχήματα τοῖς πράγμασι, διὰ τὸ μὴ κρατεῖν τοῦ μετρίου. Ταῦτα μέντοι καὶ μακροτέραν αὐτῷ ποιεῖ τὴν λέξιν πολλάκις· λέγω δὲ τό τε εἰς περιόδους ἐναρμόττειν ἅπαντα τὰ νοήματα, καὶ τὸ τοῖς αὐτοῖς τύποις τῶν σχημάτων τὰς περιόδους περιλαμβάνειν, καὶ τὸ διώκειν ἐκ παντὸς τὴν εὐρυθμίαν. Οὐ γὰρ ἅπαντα δέχεται οὔτε μῆκος τὸ αὐτὸ, οὔτε σχῆμα τὸ παραπλήσιον, οὔτε ῥυθμὸν τὸν ἴσον. Ὥστε ἀνάγκη παραπληρώμασι λέξεων οὐδὲν ὠφελουσῶν χρῆσθαι, καὶ ἀπομηκύνειν πέρα τοῦ χρησίμου τὸν λόγον. Λέγω δὲ οὐχ ὡς διαπαντὸς αὐτοῦ ταῦτα ποιοῦντος· οὐχ οὕτως μαίνομαι· καὶ γὰρ συντίθησί ποτε ἀφελῶς τὰ ὀνόματα, καὶ λύει τὴν περίοδον εὐγενῶς, καὶ τὰ περίεργα σχήματα καὶ φορτικὰ φεύγει, καὶ μάλιστα ἐν τοῖς συμβουλευτικοῖς τε καὶ δικανικοῖς λόγοις· ἀλλ´ ὡς ἐπὶ πολὺ τῷ ῥυθμῷ δουλεύοντος, καὶ τῷ κύκλῳ τῆς περιόδου, καὶ τὸ κάλλος τῆς ἀπαγγελίας ἐν τῷ περιττῷ τιθεμένου, κοινότερον εἴρηκα περὶ αὐτοῦ. Κατὰ δὴ ταῦτά φημι τὴν Ἰσοκράτους λέξιν λείπεσθαι τῆς Λυσίου, καὶ ἔτι κατὰ τὴν χάριν. Καίτοι γε ἀνθηρός ἐστιν, εἰ καί τις ἄλλος, καὶ ἐπαγωγὸς ἡδονῇ τῶν ἀκροωμένων Ἰσοκράτης· ἀλλ´ οὐκ ἔχει τὴν αὐτὴν χάριν ἐκείνῳ. Τοσοῦτον δὲ αὐτοῦ λείπεται κατὰ ταύτην τὴν ἀρετήν, ὅσον τῶν φύσει καλῶν σωμάτων τὰ συνερανιζόμενα κόσμοις ἐπιθέτοις. Πέφυκε γὰρ ἡ Λυσίου λέξις ἔχειν τὸ χαρίεν· ἡ δὲ Ἰσοκράτους, βούλεται. Ταύταις μὲν δὴ ταῖς ἀρεταῖς ὑστερεῖ Λυσίου, κατὰ γοῦν τὴν ἐμὴν γνώμην· προτερεῖ δέ γε ἐν ταῖς μελλούσαις λέγεσθαι. Ὑψηλότερός ἐστιν ἐκείνου κατὰ τὴν ἑρμηνείαν, καὶ μεγαλοπρεπέστερος μακρῷ, καὶ ἀξιωματικώτερος. Θαυμαστὸν γὰρ δὴ καὶ μέγα τὸ τῆς Ἰσοκράτους κατασκευῆς ὕψος, ἡρωϊκῆς μᾶλλον ἢ ἀνθρωπίνης φύσεως οἰκεῖον. Δοκεῖ δή μοι μὴ ἄπο σκοποῦ τις ἂν εἰκάσαι τὴν μὲν Ἰσοκράτους ῥητορικὴν, τῇ Πολυκλείτου τε καὶ Φειδίου τέχνῃ, κατὰ τὸ σεμνὸν καὶ μεγαλότεχνον καὶ ἀξιωματικόν· τὴν δὲ Λυσίου, τῇ Καλάμιδος καὶ Καλλιμάχου, τῆς λεπτότητος ἕνεκα καὶ τῆς χάριτος. Ὥσπερ γὰρ ἐκείνων οἳ μὲν, ἐν τοῖς ἐλάττοσι καὶ ἀνθρωπικοῖς ἔργοις εἰσὶν ἐπιτυχέστεροι τῶν ἑτέρων, οἳ δ´, ἐν τοῖς μείζοσι καὶ θειοτέροις δεξιώτεροι, οὕτως καὶ τῶν ῥητόρων ὃ μὲν, ἐν τοῖς μικροῖς ἐστι σοφώτερος, ὃ δ´, ἐν τοῖς μεγάλοις περιττότερος. Τάχα μὲν γὰρ καὶ τῇ φύσει μεγαλόφρων τις ὤν· εἰ δὲ μή, τῇ γε προαιρέσει πάντως τὸ σεμνὸν καὶ θαυμαστὸν διώκων. Ταῦτα μὲν οὖν περὶ τῆς λέξεως τοῦ ῥήτορος.

[4] Τὰ δὲ ἐν τῷ πραγματικῷ τόπῳ θεωρήματα, τὰ μὲν, ὅμοια τοῖς Λυσίου· τὰ δὲ, κρείττονα. Ἡ μὲν εὕρεσις ἡ τῶν ἐνθυμημάτων, ἡ πρὸς ἕκαστον ἁρμόττουσα πρᾶγμα, πολλὴ καὶ πυκνὴ καὶ οὐδὲν ἐκείνης λειπομένη· καὶ κρίσις ὡσαύτως ἀπὸ μεγάλης φρονήσεως γινομένη· τάξις δὲ καὶ μερισμοὶ τῶν πραγμάτων, καὶ ἡ κατ´ ἐπιχείρημα ἐξεργασία, καὶ τὸ διαλαμβάνεσθαι τὴν ὁμοείδειαν ἰδίαις μεταβολαῖς, καὶ ξένοις ἐπεισοδίοις, τά τε ἄλλα ὅσα περὶ τὴν πραγματικὴν οἰκονομίαν ἔστιν ἀγαθὰ, πολλῷ μείζονά ἐστι παρ´ Ἰσοκράτει καὶ κρείττονα· μάλιστα δ´ ἡ προαίρεσις ἡ τῶν λόγων, περὶ οὓς ἐσπούδαζε, καὶ τῶν ὑποθέσεων τὸ κάλλος, ἐν αἷς ἐποιεῖτο τὰς διατριβάς· ἐξ ὧν οὐ λέγειν δεινοὺς μόνον ἀπεργάσαιτ´ ἂν τοὺς προσέχοντας αὐτῷ τὸν νοῦν, ἀλλὰ καὶ τὰ ἤθη σπουδαίους, οἴκῳ τε καὶ πόλει καὶ ὅλῃ τῇ Ἑλλάδι χρησίμους. Κράτιστα γὰρ δὴ παιδεύματα πρὸς ἀρετὴν ἐν τοῖς Ἰσοκράτους ἔστιν εὑρεῖν λόγοις. Καὶ ἔγωγέ φημι χρῆναι τοὺς μέλλοντας οὐχὶ μέρος τι τῆς πολιτικῆς δυνάμεως, ἀλλ´ ὅλην αὐτὴν κτήσασθαι, τοῦτον ἔχειν τὸν ῥήτορα διὰ χειρός· καὶ εἴ τις ἐπιτηδεύει τὴν ἀληθινὴν φιλοσοφίαν, μὴ τὸ θεωρητικὸν αὐτῆς μόνον ἀγαπῶν, ἀλλὰ καὶ τὸ πρακτικόν, μηδ´ ἀφ´ ὧν αὐτὸς ἄλυπον ἕξει βίον, ταῦτα προαιρούμενος, ἀλλ´ ἐξ ὧν πολλοὺς ὠφελήσει, παρακελευσαίμην ἂν αὐτῷ τὴν ἐκείνου τοῦ ῥήτορος μιμεῖσθαι προαίρεσιν.

[5] Τίς γὰρ οὐκ ἂν γένοιτο φιλόπολίς τε καὶ φιλόδημος; ἢ τίς οὐκ ἂν ἐπιτηδεύσειε τὴν πολιτικὴν καλοκἀγαθίαν, ἀναγνοὺς αὐτοῦ τὸν Πανηγυρικόν; ἐν ᾧ διεξιὼν τὰς τῶν ἀρχαίων ἀρετὰς, φησίν, ὡς οἱ τὴν Ἑλλάδα ἐλευθερώσαντες ἀπὸ τῶν βαρβάρων, οὐ τὰ πολέμια δεινοὶ μόνον ἦσαν, ἀλλὰ καὶ τὰ ἤθη γενναῖοι, καὶ φιλότιμοι καὶ σώφρονες· οἵ γε τῶν μὲν κοινῶν μᾶλλον ἐφρόντιζον ἢ τῶν ἰδίων, τῶν δὲ ἀλλοτρίων ἧττον ἐπεθύμουν ἢ τῶν ἀδυνάτων· καὶ τὴν εὐδαιμονίαν οὐ πρὸς ἀργύριον ἔκρινον, ἀλλὰ πρὸς εὐδοξίαν· μέγαν οἰόμενοι τοῖς παισὶ καταλείψειν πλοῦτον, καὶ ἀνεπίφθονον, τὴν παρὰ τοῖς πλήθεσι τιμήν. Κρείττονα δὲ ἡγοῦντο τὸν εὐσχήμονα θάνατον, ἢ τὸν ἀκλεῆ βίον· ἐσκόπουν δὲ οὐχ ὅπως οἱ νόμοι καλῶς καὶ ἀκριβῶς αὐτοῖς ἕξουσιν, ἀλλ´ ὡς ἡ τῶν καθ´ ἡμέραν ἐπιτηδευμάτων μετριότης μηθὲν ἐκβήσεται τῶν πατρίων. Οὕτως δὲ εἶχεν αὐτοῖς τὰ πρὸς ἀλλήλους φιλοτίμως καὶ πολιτικῶς, ὥστε καὶ τὰς στάσεις ἐποιοῦντο πρὸς ἀλλήλους, πότεροι πλείω τὴν πόλιν ἀγαθὰ ποιήσουσιν, οὐχ οἵτινες τοὺς ἑτέρους ἀπολέσαντες, τῶν λοιπῶν αὐτοὶ ἄρξουσι· τῇ δὲ αὐτῇ προθυμίᾳ χρώμενοι καὶ πρὸς τὴν Ἑλλάδα, τῷ θεραπεύειν προσήγοντο τὰς πόλεις, καὶ τῷ πείθειν ταῖς εὐεργεσίαις μᾶλλον ἢ τῷ βιάζεσθαι τοῖς ὅπλοις κατεῖχον· πιστοτέροις χρώμενοι τοῖς λόγοις ἢ νῦν τοῖς ὅρκοις, καὶ ταῖς συνθήκαις ἀξιοῦντες μᾶλλον ἐμμένειν, ἢ ταῖς ἀνάγκαις. Τοιαῦτα δὲ περὶ τῶν ἡττόνων ἀξιοῦντες γινώσκειν, οἷα περὶ σφῶν αὐτῶν τοὺς κρείττους ἂν ἠξίωσαν φρονεῖν· οὕτω δὲ παρεσκευασμένοι τὰς γνώμας, ὡς ἰδίᾳ μὲν ἔχοντες τὰς ἑαυτῶν πόλεις, κοινὴν δὲ πατρίδα τὴν Ἑλλάδα οἰκοῦντες.

[6] Τίς δ´ οὐκ ἂν ἀγαπήσειε μέγεθος ἔχων ἀνὴρ καὶ δυνάμεώς τινος ἡγούμενος, ἃ πρὸς Φίλιππον αὐτῷ τὸν Μακεδόνα γέγραπται; ἐν οἷς ἀξιοῖ στρατηγὸν ἄνδρα καὶ τηλικαύτης ἐξουσίας κύριον, διαλλάττειν μὲν τὰς διαφερομένας πόλεις, ἀλλὰ μὴ συγκρούειν πρὸς ἀλλήλας, τὴν δὲ Ἑλλάδα μεγάλην ἐκ μικρᾶς ποιεῖν· ὑπεριδόντα δὲ τῆς περὶ τὰ μικρὰ φιλοτιμίας τοῖς τοιούτοις ἐπιχειρεῖν ἔργοις, ἐξ ὧν κατορθώσας τε, πάντων ἡγεμόνων ἐπιφανέστατος ἔσται, καὶ ἀποτυχὼν, τήν γε εὔνοιαν τὴν παρὰ τῶν Ἑλλήνων κτήσεται· ἧς οἱ τυχόντες, πολλῷ μᾶλλόν εἰσι ζηλωτότεροι τῶν μεγάλας πόλεις καὶ πολλὰς χώρας καταστρεψαμένων· ἔτι δὲ παρακελεύεται μιμεῖσθαι τὴν Ἡρακλέους τε προαίρεσιν, καὶ τῶν ἄλλων ἡγεμόνων, ὅσοι μετὰ τῶν Ἑλλήνων ἐπὶ τοὺς βαρβάρους ἐστράτευσαν. Καί φησι χρῆναι τοὺς ἑτέρων διαφέροντας, προαιρεῖσθαι μὲν τὰς μέγεθος ἐχούσας πράξεις, ἐπιτελεῖν δὲ αὐτὰς μετ´ ἀρετῆς, ἐνθυμουμένους ὅτι τὸ μὲν σῶμα θνητὸν ἔχομεν, ἀθάνατοι δὲ γιγνόμεθα δι´ ἀρετήν· καὶ τοῖς μὲν πρὸς ἄλλο τι τῶν ἀγαθῶν ἀπλήστως διακειμένοις ἀχθόμεθα, τοὺς δὲ τιμὴν μείζω τῆς ὑπαρχούσης ἀεὶ κτωμένους ἐπαινοῦμεν· καὶ ὅτι τῶν μὲν ἄλλων, ἐφ´ οἷς εἰσιν οἱ πολλοὶ, τοῦ τε πλούτου καὶ ἀρχῆς καὶ δυναστείας, πολλάκις τοὺς ἐχθροὺς συμβαίνει γίγνεσθαι κυρίους, τῆς δὲ ἀρετῆς καὶ τῆς παρὰ τοῖς πλήθεσιν εὐνοίας, τοὺς οἰκείους ἑκάστου κληρονομεῖν. Πολλὴ γὰρ ἀνάγκη τοὺς ἀναγιγνώσκοντας ταῦτα δυνάστας φρονήματός τε μείζονος ὑποπίμπλασθαι καὶ μᾶλλον ἐπιθυμεῖν τῆς ἀρετῆς.

[7] Τίς δὲ ἂν μᾶλλον ἐπὶ τὴν δικαιοσύνην καὶ τὴν εὐσέβειαν προτρέψαιτο, καθ´ ἕκαστόν τε ἄνδρα ἰδίᾳ καὶ κοινῇ τὰς πόλεις ὅλας, τοῦ Περὶ τῆς εἰρήνης λόγου; ἐν γὰρ δὴ τούτῳ πείθει τοὺς Ἀθηναίους, τῶν μὲν ἀλλοτρίων μὴ ἐπιθυμεῖν, ἐπὶ δὲ τοῖς παροῦσι στέργειν· καὶ τῶν μὲν μικρῶν πόλεων ὡσπερανεὶ κτημάτων φείδεσθαι, τοὺς δὲ συμμάχους εὐνοίᾳ τε καὶ εὐεργεσίαις πειρᾶσθαι κατέχειν, ἀλλὰ μὴ ταῖς ἀνάγκαις μηδὲ ταῖς βίαις· τῶν δὲ προγόνων μιμεῖσθαι μὴ τοὺς πρὸ τῶν Δεκελεικῶν γενομένους, οἳ μικροῦ ἐδέησαν ἀπολέσαι τὴν πόλιν, ἀλλὰ τοὺς πρὸ τῶν Περσικῶν, οἳ καλοκἀγαθίαν ἀσκοῦντες διετέλεσαν. Ἐπιδείκνυταί τε ὡς οὐχ αἱ πολλαὶ τριήρεις, οὐδ´ οἱ μετὰ βίας ἀρχόμενοι Ἕλληνες μεγάλην ποιοῦσι τὴν πόλιν, ἀλλ´ αἱ δίκαιαί τε προαιρέσεις, καὶ τὸ τοῖς ἀδικουμένοις βοηθεῖν· παρακαλεῖ τε τὴν τῶν Ἑλλήνων εὔνοιαν οἰκείαν ποιεῖν τῇ πόλει, μεγίστην ἡγουμένους μερίδα πρὸς εὐδαιμονίαν· καὶ πολεμικοὺς μὲν εἶναι ταῖς παρασκευαῖς καὶ ταῖς μελέταις, εἰρηνικοὺς δὲ τῷ μηδένα μηδὲν ἀδικεῖν· διδάσκων ὡς οὔτε πρὸς πλοῦτον, οὔτε πρὸς δόξαν, οὔθ´ ὅλως πρὸς εὐδαιμονίαν οὐθὲν ἂν συμβάλοιτο τηλικαύτην δύναμιν, ὅσην ἀρετὴ καὶ τὰ μέρη ταύτης· καὶ τοῖς μὴ ταῦτα ὑπειληφόσιν ἐπιτιμῶν, οἳ τὴν μὲν ἀδικίαν κερδαλέαν ἡγοῦντο, καὶ πρὸς τὸν βίον τὸν καθ´ ἡμέραν συμφέρουσαν. τὴν δὲ δικαιοσύνην ἀλυσιτελῆ καὶ μᾶλλον ἑτέροις ἢ τοῖς ἔχουσιν ὠφέλιμον. Τούτων γὰρ οὐκ οἶδ´ εἴ τις ἂν ἢ βελτίους, ἢ ἀληθεστέρους, ἢ μᾶλλον πρέποντας φιλοσοφίᾳ δύναιτο λόγους εἰπεῖν.

[8] Τίς δὲ τὸν Ἀρεοπαγιτικὸν ἀναγνοὺς λόγον, οὐκ ἂν γένοιτο κοσμιώτερος; ἢ τίς οὐκ ἂν θαυμάσειε τὴν ἐπιβολὴν τοῦ ῥήτορος; ὃς ἐτόλμησε διαλεχθῆναι περὶ πολιτείας Ἀθηναίοις, ἀξιῶν μεταθέσθαι μὲν τὴν τότε καθεστῶσαν δημοκρατίαν, ὡς μεγάλα βλάπτουσαν τὴν πόλιν, ὑπὲρ ἧς τῶν δημαγωγῶν οὐθεὶς ἐπεχείρει λέγειν· θεωρῶν εἰς τοσαύτην αὐτὴν προεληλυθυῖαν ἀκοσμίαν, ὥστε μηδὲ τοὺς ἄρχοντας ἔτι τῶν ἰδιωτῶν κρατεῖν, ἀλλ´ ἕκαστον ὅ, τι καθ´ ἡδονὴν αὐτῷ γίνοιτο, καὶ ποιοῦντα καὶ λέγοντα, καὶ τὴν ἄκαιρον παρρησίαν, δημοτικὴν ἐξουσίαν ὑπὸ πάντων νομιζομένην· ἀνασώσασθαι δὲ τὴν ὑπὸ Σόλωνός τε καὶ Κλεισθένους κατασταθεῖσαν πολιτείαν· ἧς τὴν προαίρεσιν καὶ τὰ ἤθη διεξιὼν, δεινότερον μὲν ἡγεῖσθαί φησι τοὺς τότε ἀνθρώπους τὸ τοῖς πρεσβυτέροις ἀντειπεῖν, ἢ τὴν τάξιν λύειν· δημοκρατίαν δὲ αὐτοὺς νομίζειν οὐ τὴν ἀκολασίαν, ἀλλὰ τὴν σωφροσύνην· τὸ δὲ ἐλεύθερον, οὐκ ἐν τῷ καταφρονεῖν τῶν ἀρχόντων, ἀλλ´ ἐν τῷ τὰ κελευόμενα ποιεῖν τίθεσθαι· ἐξουσίαν τε οὐθενὶ τῶν ἀκολάστων ἐπιτρέπειν, ἀλλὰ τοῖς βελτίστοις ἀνατιθέναι τὰς ἀρχάς, τοιούτους ἔσεσθαι τοὺς ἄλλους ὑπολαμβάνοντας οἷοί περ ἂν ὦσιν οἱ τὴν πόλιν διοικοῦντες· ἀντὶ δὲ τοῦ τὰς ἰδίας οὐσίας ἐκ τῶν δημοσίων ἐπανορθοῦν, τοὺς ἰδίους πλούτους εἰς τὰ κοινὰ καταχορηγεῖν. Χωρὶς δὲ τούτων, πλείω τὴν ἐπιμέλειαν ποιεῖσθαι τοὺς πατέρας τῶν υἱῶν ἀνδρῶν γενομένων ἢ παίδων ὄντων ἐποιοῦντο· ἐνθυμουμένους ὡς οὐκ ἐξ ἐκείνης τῆς παιδείας, ἀλλ´ ἐκ ταύτης τῆς σωφροσύνης μᾶλλον ὠφελεῖται τὸ κοινόν· κρείττονά τε ὑπολαμβάνειν τὰ χρηστὰ ἐπιτηδεύματα τῆς ἀκριβοῦς νομοθεσίας, σκοποῦντας οὐχ ὅπως ταῖς τιμωρίαις τοὺς ἁμαρτάνοντας ἀνείρξουσιν, ἀλλ´ ὡς μηδὲν ἄξιον ζημίας ἕκαστον ἐπιτηδεύειν· καὶ τὴν μὲν πατρίδα δεῖν οἰομένους ἐν ἐξουσίᾳ διάγειν μεγάλῃ, τοῖς δ´ ἰδιώταις μηδὲν ἐξεῖναι ποιεῖν ὅ, τι ἂν οἱ νόμοι κωλύωσι· καρτερεῖν δὲ τὰ δεινὰ, καὶ μὴ ἐκπλήττεσθαι ταῖς συμφοραῖς.

[9] Τίς δ´ ἂν μᾶλλον πείσειε καὶ πόλιν καὶ ἄνδρας τοῦ ῥήτορος, πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δ´ ἐν τῷ πρὸς Λακεδαιμονίους γραφέντι λόγῳ ὃς ἐπιγράφεται μὲν Ἀρχίδαμος, ὑπόθεσιν δὲ περιείληφε τὴν περὶ τοῦ μὴ προέσθαι Μεσσήνην Βοιωτοῖς, μηδὲ ποιεῖν τὸ προσταττόμενον ὑπὸ τῶν ἐχθρῶν; ἠτύχητο γὰρ δὴ τοῖς Λακεδαιμονίοις ἥ τε περὶ Λεῦκτρα μάχη, καὶ πολλαὶ μετ´ ἐκείνην ἕτεραι· καὶ τὰ μὲν Θηβαίων πράγματα ἤνθει τε καὶ εἰς μέγεθος ἀρχῆς προεληλύθει· τὰ δὲ τῆς Σπάρτης, ταπεινὰ καὶ ἀνάξια τῆς ἀρχαίας ἡγεμονίας γεγόνει. Τελευτῶσα γοῦν ἵνα τύχῃ τῆς εἰρήνης ἡ πόλις, ἐβουλεύετο εἰ χρὴ Μεσσηνίας ἀποστῆναι, ταύτην ἐπιτιθέντων αὐτῇ Βοιωτῶν τὴν ἀνάγκην. Ὁρῶν οὖν αὐτὴν ἀνάξια πράττειν μέλλουσαν τῶν προγόνων, τόνδε τὸν λόγον συνετάξατο Ἀρχιδάμῳ, νέῳ μὲν ὄντι καὶ οὔπω βασιλεύοντι, ἐλπίδας δὲ πολλὰς ἔχοντι ταύτης τεύξεσθαι τῆς τιμῆς. Ἐν ᾧ διεξέρχεται πρῶτον μέν ὡς δικαίως ἐκτήσαντο Μεσσήνην Λακεδαιμόνιοι, παραδόντων τε αὐτὴν τῶν Κρεσφόντου παίδων, ὅτε ἐξέπεσον ἐκ τῆς ἀρχῆς, καὶ τοῦ θεοῦ προστάξαντος δέχεσθαι καὶ τιμωρεῖν τοῖς ἀδικουμένοις· πρὸς δὲ τούτοις ἐπικυρώσαντος μὲν τὴν κτῆσιν τοῦ πολέμου, κάτοχον δὲ καὶ βέβαιον πεποιηκότος τοῦ χρόνου. Διδάσκει δέ ὡς οὐ Μεσσηνίοις τοῖς οὐκέτ´ οὖσιν, ἀλλὰ δούλοις καὶ εἵλωσιν ὁρμητήριον καὶ καταφυγὴν παρέξουσι τὴν πόλιν. Διεξέρχεταί τε τοὺς κινδύνους τῶν προγόνων, οὓς ὑπέμειναν ἕνεκα τῆς ἡγεμονίας· καὶ τῆς δόξης ὑπομιμνήσκει τῆς παρὰ τοῖς Ἕλλησιν ὑπαρχούσης περὶ αὐτῶν Παραινεῖ τε μὴ συγκαταπίπτειν ταῖς τύχαις, μηδ´ ἀπογιγνώσκειν τὰς μεταβολάς· ἐνθυμουμένους ὅτι πολλοὶ μὲν ἤδη μείζω δύναμιν ἔχοντες ἢ Θηβαῖοι, ὑπὸ τῶν ἀσθενεστέρων ἐκρατήθησαν· πολλοὶ δὲ εἰς πολιορκίαν κατακλεισθέντες καὶ δεινότερα ἢ Λακεδαιμόνιοι πάσχοντες, διέφθειραν τοὺς ἐπιστρατεύσαντας· καὶ παράδειγμα ποιεῖται τὴν Ἀθηναίων πόλιν, ἥτις ἐκ πολλῆς εὐδαιμονίας ἀνάστατος γενομένη, τοὺς ἐσχάτους ὑπέστη κινδύνους, ἵνα μὴ τοῖς βαρβάροις ποιῇ τὸ προσταττόμενον. Παρακελεύεται δὲ καὶ καρτερεῖν ἐπὶ τοῖς παροῦσι, καὶ θαρρεῖν περὶ τῶν μελλόντων· ἐπισταμένους ὅτι τὰς τοιαύτας συμφορὰς αἱ πόλεις ἐπανορθοῦνται πολιτείᾳ χρηστῇ, καὶ πολέμων ἐμπειρίαις· ἐν οἷς προεῖχεν ἡ Σπάρτη τῶν ἄλλων πόλεων. Οἴεται δὲ δεῖν οὐ τοὺς κακῶς πράττοντας εἰρήνης ἐπιθυμεῖν, οἷς ἐκ τῆς καινουργίας ἐπὶ τὸ κρεῖττον μεταβάλλειν τὰ πράγματα ἐλπίς, ἀλλὰ τοὺς εὐτυχοῦντας. Ἐν γὰρ τῷ κινδύνῳ τὴν τῶν παρόντων ἀγαθῶν εἶναι φυλακήν. Πολλὰ δὲ καὶ ἄλλα πρὸς τούτοις διεξελθών ὅσα καὶ κοινῇ καὶ ἰδίᾳ τοῖς ἐπιφανεστάτοις αὐτῶν ἐπράχθη κατὰ τοὺς πολέμους λαμπρὰ ἔργα, καὶ ὅσης αἰσχύνης ἄξια δράσουσι, καὶ ὡς καὶ διαβληθήσονται παρὰ τοῖς Ἕλλησιν ἐπιλογισάμενος, καὶ ὅτι πάντοθεν αὐτοῖς ἐπικουρία τις ἔσται τὸν ἀγῶνα ποιουμένοις, καὶ παρὰ θεῶν, καὶ παρὰ συμμάχων, καὶ παρὰ πάντων ἀνθρώπων, οἷς ἐπίφθονος ἡ Θηβαίων δύναμις αὐξομένη· καὶ τὴν κατέχουσαν ἀκοσμίαν καὶ ταραχὴν τὰς πόλεις ἐπιτροπευόντων τῆς Ἑλλάδος Βοιωτῶν ἐπιδειξάμενος, τελευτῶν εἰ καὶ μηθὲν τούτων μέλλοι γίνεσθαι, μηδ´ ὑπολείποιτό τις ἄλλη σωτηρίας ἐλπίς, ἐκλιπεῖν κελεύει τὴν πόλιν, διδάσκων αὐτούς, ὡς χρὴ παῖδας μὲν καὶ γυναῖκας, καὶ τὸν ἄλλον ὄχλον εἴς τε Σικελίαν ἐκπέμψαι καὶ Ἰταλίαν, καὶ τἄλλα χωρία τὰ φίλια· αὐτοὺς δὲ καταλαβομένους τόπον ὅστις ἂν ὀχυρώτατος ᾖ, καὶ πρὸς τὸν πόλεμον ἐπιτηδειότατος, ἄγειν καὶ φέρειν τοὺς πολεμίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. Οὐδεμίαν γὰρ ἀξιώσειν δύναμιν ὁμόσε χωρεῖν ἀνδράσι κρατίστοις μὲν τὰ πολέμια τῶν Ἑλλήνων, ἀπονενοημένως δὲ πρὸς τὸ ζῆν διακειμένοις, δικαίαν δὲ ὀργὴν καὶ πρόφασιν εὐπρεπῆ τῆς ἀνάγκης ἔχουσι. Ταῦτα γὰρ οὐ Λακεδαιμονίοις συμβουλεύειν φαίην ἂν αὐτὸν ἔγωγε, ἀλλὰ καὶ τοῖς ἄλλοις Ἕλλησι καὶ πᾶσιν ἀνθρώποις, πολλῷ κρεῖττον ἁπάντων φιλοσόφων, οἳ τέλος ποιοῦνται τοῦ βίου τὴν ἀρετὴν καὶ τὸ καλόν.

[10] Ἔχων δὲ πολλοὺς αὐτοῦ καὶ ἄλλους διεξιέναι λόγους πρὸς πόλεις τε καὶ δυνάστας καὶ ἰδιώτας γραφέντας, ὧν οἳ μὲν εἰς ὁμόνοιαν καὶ σωφροσύνην τὰ πλήθη παρακαλοῦσιν, οἳ δὲ εἰς μετριότητα καὶ νόμιμον ἀρχὴν τοὺς δυνάστας προάγουσιν, οἳ δὲ κοσμίους τῶν ἰδιωτῶν ἀπεργάζονται τοὺς βίους, ἃ δεῖ πράττειν ἕκαστον ὑποτιθέμενοι, δεδοικὼς μὴ πέρα τοῦ δέοντος ὁ λόγος ἐκμηκυνθῇ μοι, ταῦτα μὲν ἐάσω. Τοῦ δ´ εὐπαρακολούθητα γενέσθαι μοι μᾶλλον τὰ πρόσθεν εἰρημένα, καὶ τοῦ διαφορᾶς ἕνεκα ᾗ διαλλάττει Λυσίου, τὰς ἀρετὰς αὐτῶν εἰς βραχύτερον συναγαγὼν λόγον ἐπὶ τὰ παραδείγματα μεταβήσομαι.

[11] Πρώτην μὲν τοίνυν ἔφην ἀρετὴν εἶναι λόγων, τὴν καθαρὰν ἑρμηνείαν, ἐν ᾗ διαλλαγὴν οὐδεμίαν εὕρισκον παρ´ οὐδετέρῳ. Ἔπειτα, τὴν ἀκρίβειαν τὴν διαλέκτου τοῦ τότε συνήθους· καὶ ταύτην ἑώρων ὁμοίαν παρ´ ἀμφοτέροις. Μετὰ ταῦτα ἐπελογιζόμην ὅτι τοῖς κυρίοις καὶ συνήθεσι καὶ κοινοῖς ὀνόμασιν ἀμφότεροι κέχρηνται· ἡ δὲ Ἰσοκράτους λέξις προσλαβοῦσά τι τῆς τροπικῆς κατασκευῆς, μέχρι τοῦ μὴ λυπῆσαι προῆλθεν. Τῆς σαφηνείας καὶ τῆς ἐναργείας ἀμφοτέρους κρατεῖν ἀπεφηνάμην. Ἐν δὲ τῷ συντόμως ἐκφέρειν τὰ νοήματα, Λυσίαν μᾶλλον ἡγούμην ἐπιτυγχάνειν. Περὶ τὰς αὐξήσεις Ἰσοκράτην κατορθοῦν ἄμεινον ἐδόκουν. Ἐν τῷ συστρέφειν τὰ νοήματα καὶ στρογγύλως ἐκφέρειν ὡς πρὸς ἀληθινοὺς ἀγῶνας ἐπιτήδειον Λυσίαν ἀπεδεχόμην. Ἐν ταῖς ἠθοποιίαις ἀμφοτέρους εὕρισκον δεξιούς. Τῆς δὲ χάριτος καὶ τῆς ἡδονῆς ἀναμφιλόγως ἀπεδίδουν τὰ πρωτεῖα Λυσίᾳ. Τὸ μεγαλοπρεπὲς ἑώρων παρ´ Ἰσοκράτει. Τοῦ πιθανοῦ καὶ πρέποντος οὐδέτερον ἐδόκουν ἀπολείπεσθαι. Ἐν τῇ συνθέσει τῶν ὀνομάτων Λυσίαν μὲν ἀφελέστερον ἔκρινον, Ἰσοκράτην δὲ περιεργότερον. Καὶ τὸν μὲν, τῆς ἀληθείας πιθανώτερον εἰκαστήν, τὸν δὲ, τῆς κατασκευῆς ἀθλητὴν ἰσχυρότερον.

[12] Ταῦτα ἔφην περὶ τῆς λέξεως τῆς ἑκατέρου. Τῶν δὲ πραγμάτων ποιούμενος ἐξέτασιν, τὴν μὲν εὕρεσιν θαυμαστὴν παρ´ ἀμφοῖν κατελαβόμην, καὶ ἔτι τὴν κρίσιν· τῇ δὲ τάξει τῶν ἐνθυμημάτων, καὶ τοῖς μερισμοῖς τῶν ἐπιχειρημάτων, καὶ τῇ καθ´ ἕκαστον εἶδος ἐξεργασίᾳ, τοῖς τε ἄλλοις ἅπασι τοῖς ἐν τῷ πραγματικῷ τόπῳ θεωρήμασι, παρὰ πολὺ προτερεῖν ἡγούμην Ἰσοκράτην Λυσίου. Κατὰ δὲ τὴν λαμπρότητα τῶν ὑποθέσεων, καὶ τὸ φιλόσοφον τῆς προαιρέσεως, πλεῖον διαφέρειν ἢ παιδὸς ἄνδρα, ὡς ὁ Πλάτων εἴρηκεν· εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, καὶ τῶν ἄλλων ἁπάντων ῥητόρων, ὅσοι φιλοσόφως τοῦ μαθήματος τούτου προέστησαν. Τῆς μέντοι ἀγωγῆς τῶν περιόδων τὸ κύκλιον καὶ τῶν σχηματισμῶν τῆς λέξεως τὸ μειρακιῶδες, οὐκ ἐδοκίμαζον. Δουλεύει γὰρ ἡ διάνοια πολλάκις τῷ ῥυθμῷ τῆς λέξεως, καὶ τοῦ κομψοῦ λείπεται τὸ ἀληθινόν. Κράτιστον δὲ ἐπιτήδευμα ἐν διαλέκτῳ πολιτικῇ καὶ ἐναγωνίῳ, τὸ ὁμοιότατον τῷ κατὰ φύσιν· βούλεται δὲ ἡ φύσις τοῖς νοήμασιν ἕπεσθαι τὴν λέξιν, οὐ τῇ λέξει τὰ νοήματα. Συμβούλῳ δὲ δὴ περὶ πολέμου καὶ εἰρήνης λέγοντι, καὶ ἰδιώτῃ τὸν περὶ ψυχῆς τρέχοντι κίνδυνον ἐν δικασταῖς, τὰ κομψὰ καὶ θεατρικὰ καὶ μειρακιώδη ταῦτα οὐκ οἶδα ἥντινα δύναιτο ἂν παρασχεῖν ὠφέλειαν· μᾶλλον δὲ οἶδα ὅτι καὶ βλάβης ἂν αἴτια γένοιτο. Χαριεντισμὸς γὰρ πᾶς ἐν σπουδῇ, καὶ καλῶς γινόμενος, ἄωρον πρᾶγμα καὶ πολεμιώτατον ἐλέῳ.

[13] Οὗτος δὲ οὐκ ἐμὸς ὁ λόγος πρώτου μὰ Δία· ἐπεὶ πολλοὶ καὶ τῶν παλαιῶν ταύτην εἶχον ὑπὲρ αὐτοῦ τὴν δόξαν. Φιλόνικος μὲν γὰρ ὁ διαλεκτικὸς, τὴν ἄλλην κατασκευὴν τῆς λέξεως ἐπαινῶν τἀνδρὸς, μέμφεται τῆς καινότητος· ταυτῆς καὶ τοῦ φορτικοῦ· ἐοικέναι τέ φησιν αὐτὸν ζωγράφῳ ταῖς αὐταῖς ἐσθῆσι καὶ τοῖς αὐτοῖς σχήμασι πάσας ἐπικοσμοῦντι τὰς γραφάς. « Ἅπαντες γοῦν, φησὶν, εὕρισκον τοὺς λόγους αὐτοῦ τοῖς αὐτοῖς τρόποις τῆς λέξεως κεχρημένους· ὥστ´ ἐν πολλοῖς τεχνικῶς τὰ καθ´ ἕκαστα ἐξεργαζόμενον, τοῖς ὅλοις ἀπρεπῆ παντελῶς φαίνεσθαι, διὰ τὸ μὴ προσηκόντως τοῖς ὑποκειμένοις τῶν ἠθῶν φράζειν ». Ἱερώνυμος δὲ ὁ φιλόσοφός φησιν, ἀναγνῶναι μὲν ἄν τινα δυνηθῆναι τοὺς λόγους αὐτοῦ καλῶς, δημηγορῆσαι δὲ τήν τε φωνὴν καὶ τὸν τόνον ἐπάραντα, καὶ ἐν ταύτῃ τῇ κατασκευῇ, μετὰ τῆς ἁρμοττούσης ὑποκρίσεως εἰπεῖν, οὐ παντελῶς. Τὸ γὰρ μέγιστον καὶ κινητικώτατον τῶν ὄχλων, παρατεῖσθαι, τὸ παθητικὸν καὶ ἔμψυχον· δουλεύειν γὰρ αὐτὸν τῇ λειότητι διὰ παντός. Τὸ δὲ κεκραμένον καὶ παντοδαπὸν ἐπιτάσει τε καὶ ἀνέσει, καὶ τὸ ταῖς παθητικαῖς ὑπερθέσεσι διειλημμένον, ἀποβεβληκέναι. Καθόλου δέ φησιν αὐτὸν εἰς ἀναγνώστου παιδὸς φωνὴν καταδύντα, μήτε τόνον, μήτε πάθος, μήτε ὑπόκρισιν δύνασθαι φέρειν. Πολλοῖς δὲ καὶ ἄλλοις ταῦτα καὶ παραπλήσια τούτοις εἴρηται, περὶ ὧν οὐδὲν δέομαι γράφειν. Ἐξ αὐτῆς γὰρ ἔσται τῆς Ἰσοκράτους λέξεως τεθείσης καταφανὴς ὅ, τε τῶν περιόδων ῥυθμὸς, ἐκ παντὸς διώκων τὸ γλαφυρὸν, καὶ τῶν σχημάτων τὸ μειρακιῶδες περὶ τὰς ἀντιθέσεις, καὶ παρισώσεις καὶ παρομοιώσεις κατατριβόμενον. Καὶ οὐ τὸ γένος μέμφομαι τῶν σχημάτων. Πολλοὶ γὰρ αὐτοῖς ἐχρήσαντο καὶ συγγραφεῖς καὶ ῥήτορες, ἀνθίσαι βουλόμενοι τὴν λέξιν·, ἀλλὰ τὸν πλεονασμόν.

[14] Τῷ γὰρ μὴ ἐν καιρῷ γίνεσθαι, μηδὲ ἐν ὥρᾳ, προσίστασθαί φημι ταῖς ἀκοαῖς. Ἐν γοῦν τῷ Πανηγυρικῷ τῷ περιβοήτῳ λόγῳ, πολύς ἐστιν. Ἐν τοῖς τοιούτοις· « Πλείστων μὲν οὖν ἀγαθῶν αἰτίους, καὶ μεγίστων ἐπαίνων ἀξίους ἡγοῦμαι. » Ἐνταῦθα γὰρ οὐ μόνον τῷ κώλῳ τὸ κῶλον ἴσον, ἀλλὰ καὶ τὰ ὀνόματα τοῖς ὀνόμασι· τῷ μὲν Πλείστων, τὸ Μεγίστων· τῷ δ´ Ἀγαθῶν τὸ Ἐπαίνων· τῷ δὲ Αἰτίους τὸ Ἀξίους. Καὶ αὖθις· « Οὐδὲ ἀπέλαυον μὲν ὡς ἰδίων, ἠμέλουν δὲ ὡς ἀλλοτρίων »· τό τε γὰρ κῶλον τὸ δεύτερον τῷ κώλῳ πάρισον· καὶ τῶν ὀνομάτων τῷ μὲν Ἀπέλαυον, τὸ Ἠμέλουν ἀντίθετον· τῷ δὲ Ἰδίων τὸ Ἀλλοτρίων. Οἷς ἐπιτίθησιν· « Ἀλλὰ ἐκήδοντο μὲν ὡς οἰκείων, ἀπείχοντο δὲ ὥσπερ χρὴ τῶν μηδὲν προσηκόντων. » Ἀντίκειται γὰρ δὴ πάλιν κἀνταῦθα, τῷ μὲν Ἐκήδοντο τὸ Ἀπείχοντο, τῷ δὲ Οἰκείων, τὸ Μηδὲν προσηκόντων. Καὶ οὔπω ταῦθ´ ἱκανά· ἀλλ´ ἐν τῇ μετὰ ταῦτα περιόδῳ πάλιν ἀντιστρέφει, τῷ μὲν « Αὐτός τε μέλλοι μάλιστα εὐδοκιμήσειν», τὸ ἐπιφερόμενον. « Καὶ τοῖς παισὶ μεγάλην δόξαν καταλείψειν. » Τῷ δὲ· « Οὐδὲ τὰς θρασύτητας τὰς ἀλλήλων ἐζήλουν v, τὸ συναπτόμενον αὐτῷ· « ‘Οὐδὲ τὰς τόλμας τὰς αὑτῶν ἤσκουν ». Καὶ οὐδὲ μικρὸν διαλιπὼν ἐπιφέρει τούτοις· « Ἀλλὰ δεινότερον μὲν ἐνόμιζον εἶναι, κακῶς ὑπὸ τῶν πολιτῶν ἀκούειν ἢ καλῶς ὑπὲρ τῆς πατρίδος ἀποθνῄσκειν. » Οὐκοῦν καὶ δεύτερον τῷ μὲν Καλῶς, τὸ Κακῶς ἀντίστροφον· τῷ δὲ Ἀκούειν τὸ Ἀποθνῄσκειν πάρισον. Εἰ μέτριος εἴη, μέχρι δεῦρο, ἀνεκτός, ἀλλ´ οὐκ ἀνήσει. Πάλιν γοῦν ἐν τῇ μετ´ αὐτὴν περιόδῳ τίθησιν· « Ὅτι τοῖς ἀγαθοῖς τῶν ἀνθρώπων οὐδὲν δεήσει πολλῶν γραμμάτων, ἀλλ´ ὀλίγων συνθημάτων, καὶ περὶ τῶν κοινῶν καὶ περὶ τῶν ἰδίων ὁμονοήσουσιν. » Οὐκοῦν τὸ Γραμμάτων καὶ Συνθημάτων πάρισον· καὶ τὸ Πολλῶν καὶ Ὀλίγων καὶ Κοινῶν καὶ Ἰδίων, ἀντίθετα. Ἔπειθ´ ὥσπερ οὐδὲν εἰρηκὼς τοιοῦτον, ἀθρόαις ἐπικλύσει ταῖς παρισώσεσιν, ἐπιφέρων αὐτίκα· « Καὶ τὰ τῶν ἄλλων διῴκουν θεραπεύοντες, ἀλλ´ οὐχ ὑβρίζοντες τοὺς Ἕλληνας· καὶ στρατηγεῖν οἰόμενοι δεῖν αὐτῶν, ἀλλὰ μὴ τυραννεῖν αὐτῶν· καὶ μᾶλλον ἐπιθυμοῦντες ἡγεμόνες ἢ δεσπόται προσαγορεύεσθαι, καὶ σωτῆρες, ἀλλὰ μὴ λυμεῶνες ἀποκαλεῖσθαι· τῷ ποιεῖν εὖ προσαγόμενοι τὰς πόλεις, ἀλλ´ οὐ βίᾳ καταστρεφόμενοι· πιστοτέροις μὲν τοῖς λόγοις, ἢ νῦν τοῖς ὅρκοις χρώμενοι· ταῖς δὲ συνθήκαις ὥσπερ ἀνάγκαις ἐμμένειν ἀξιοῦντες. » Καὶ τί δεῖ τὰ καθ´ ἕκαστα διεξιόντα μηκύνειν; ὀλίγου γὰρ ἅπας ὁ λόγος ὑπὸ τῶν τοιούτων αὐτῷ κεκόμψευται σχημάτων. Οἱ μέντοι γε ἐπὶ τελευτῇ τοῦ βίου γραφέντες λόγοι, ἧττόν εἰσι μειρακιώδεις, ὡς ἂν οἶμαι, τελείαν ἀπειληφότες τὴν φρόνησιν παρὰ τοῦ χρόνου. Καὶ περὶ μὲν τούτων ἱκανὰ ταῦτα.

[15] Ὥρα δὲ ἂν εἴη καὶ τῶν παραδειγμάτων ἅψασθαι, καὶ δεῖξαι τούτοις τίς ἐστιν ἡ τοῦ ῥήτορος ἰσχύς. Ἅπαντα μὲν οὖν τὰ γένη τῶν προβλημάτων, καὶ πάσας τὰς ἰδέας τῶν λόγων, ἀμήχανον ἐν ὀλίγῳ δηλῶσαι· ἀρκεῖ τε μία τε δημηγορία παραληφθεῖσα, καὶ λόγος εἷς ἐκ δικανικῶν. Ὁ μὲν οὖν συμβουλευτικὸς λόγος ἔστιν ἐν ᾧ παρακαλεῖ τοὺς Ἀθηναίους διαλύσασθαι μὲν τὸν συμμαχικὸν κληθέντα πόλεμον, ὃν ἐπολέμουν πρὸς αὐτοὺς Χῖοί τε καὶ Ῥόδιοι καὶ οἱ τούτων σύμμαχοι· παύσασθαι δὲ πλεονεκτοῦντας καὶ τῆς κατὰ γῆν καὶ κατὰ θάλατταν ἐπιθυμοῦντας ἀρχῆς· διδάσκων ὡς ἔστιν οὐ μόνον κρείττων ἡ δικαιοσύνη τῆς ἀδικίας ἀλλὰ καὶ ὠφελιμωτέρα. Τὸ μὲν οὖν ὕπτιον καὶ ἀναβεβλημένον τῆς ἀγωγῆς, καὶ τῶν περιόδων ὁ χαριεντισμὸς, ἔνεστι κἀν τούτοις· τὰ δὲ θεατρικὰ τῶν σχημάτων τεταμιευμένως παρείληπται. Ταῦτα μὲν δὴ παρορᾶν δεῖ τοὺς ἀναγιγνώσκοντας, καὶ μὴ ἄξια ἡγεῖσθαι σπουδῆς, ὥσπερ κατ´ ἀρχὰς ἔφην· τοῖς δὲ ἄλλοις πάνυ προσέχειν τὸν νοῦν. Ἄρχεται δὲ ὁ λόγος ἐνθένδε.

[16] « Ἅπαντες μὲν εἰώθασιν οἱ παριόντες ἐνθάδε, ταῦτα μέγιστα φάσκειν εἶναι, καὶ μάλιστα σπουδῆς ἄξια τῇ πόλει, περὶ ὧν αὐτοὶ μέλλουσι συμβουλεύειν. Οὐ μὴν ἀλλ´ εἰ καὶ περὶ ἄλλων τινῶν πραγμάτων ἥρμοζε τοιαῦτα προειπεῖν, δοκεῖ μοι πρέπειν καὶ περὶ τῶν νῦν παρόντων ἐντεῦθεν ποιήσασθαι τὴν ἀρχήν. Ἥκοιμεν γὰρ ἐκκλησιάσοντες περί τε πολέμου καὶ εἰρήνης· ἃ μεγίστην ἔχει δύναμιν ἐν τῷ βίῳ τῷ τῶν ἀνθρώπων, καὶ περὶ ὧν ἀνάγκη τοὺς ὀρθῶς βουλευσαμένους, ἄμεινον τῶν ἄλλων πράττειν. Τὸ μὲν οὖν μέγεθος ὑπὲρ ὧν συνεληλύθαμεν, τηλικοῦτόν ἐστιν. Ὁρῶ δὲ ὑμᾶς οὐκ ἐξ ἴσου τῶν λεγόντων τὴν ἀκρόασιν ποιουμένους, ἀλλὰ τοῖς μὲν προσέχοντας τὸν νοῦν, τῶν δὲ οὐδὲ τῆς φωνῆς ἀνεχομένους. Καὶ θαυμαστὸν οὐδὲν ποιεῖτε. Καὶ γὰρ τὸν ἄλλον χρόνον εἰώθατε τοὺς ἄλλους ἅπαντας ἐκβάλλειν, πλὴν τοὺς συναγορεύοντας ταῖς ἐπιθυμίαις ὑμῶν· οἷς καὶ δικαίως ἄν τις ἐπιτιμήσειεν, ὅτι συνειδότες πολλοὺς καὶ μεγάλους οἴκους ὑπὸ τῶν κολακευόντων ἀναστάτους γεγενημένους, καὶ μισοῦντες ἐπὶ τῶν ἰδίων τοὺς ταύτην ἔχοντας τὴν τέχνην, ἐπὶ τῶν κοινῶν οὐχ ὁμοίως διάκεισθε πρὸς αὐτούς, ἀλλὰ κατηγοροῦντες τῶν προσιεμένων καὶ χαιρόντων τοῖς τοιούτοις, αὐτοὶ μᾶλλον φαίνεσθε τούτοις πιστεύοντες, ἢ τοῖς ἄλλοις πολίταις. Καὶ γάρ τοι πεποιήκατε τοὺς ῥήτορας μελετᾶν καὶ φιλοσοφεῖν οὐ τὰ μέλλοντα τῇ πόλει συνοίσειν, ἀλλ´ ὅπως ἀρέσκοντας ὑμῖν λόγους ἐροῦσιν· ἐφ´ οὓς καὶ νῦν τὸ πλῆθος αὐτῶν ἐρρύηκεν· ἅπασι γὰρ ἦν φανερόν, ὅτι μᾶλλον ἡσθήσεσθε τοῖς παρακαλοῦσιν ὑμᾶς ἐπὶ τὸν πόλεμον, ἢ τοῖς περὶ τῆς εἰρήνης συμβουλεύουσιν. Οἳ μὲν γὰρ προσδοκίαν ἐμποιοῦσιν, ὡς τὰς κτήσεις τὰς ἐν ταῖς πόλεσι κομιούμεθα, καὶ τὴν δύναμιν ἀναληψόμεθα πάλιν, ἣν πρότερον ἐτυγχάνομεν ἔχοντες· οἳ δ´ οὐδὲν τοιοῦτον ὑποτείνουσιν, ἀλλ´ ὡς ἡσυχίαν ἔχειν δεῖ, καὶ μὴ μεγάλων ἐπιθυμεῖν παρὰ τὸ δίκαιον, ἀλλὰ στέργειν τὸ ἴσον· ὃ χαλεπώτατον πάντων τοῖς πλείστοις τῶν ἀνθρώπων ἐστίν. Οὕτω γὰρ ἐξηρτήμεθα τῶν ἐλπίδων, καὶ πρὸς τὰς δοκούσας εἶναι πλεονεξίας ἀπλήστως ἔχομεν, ὥστ´ οὐδὲ οἱ κεκτημένοι τοὺς μεγίστους πλούτους, μένειν ἐπὶ τούτοις ἐθέλουσιν, ἀλλ´ ἀεὶ τοῦ πλείονος ὀρεγόμενοι, περὶ τῶν ὑπαρχόντων κινδυνεύουσι. Διόπερ ἄξιόν ἐστι δεδιέναι, μὴ καὶ νῦν ἡμεῖς ἔνοχοι γενώμεθα ταύταις ταῖς ἀνοίαις. Λίαν γάρ τινές μοι δοκοῦσιν ὡρμῆσθαι πρὸς τὸν πόλεμον, ὥσπερ οὐ τῶν τυχόντων συμβεβουλευκότων, ἀλλὰ τῶν θεῶν ἀκηκοότες ὅτι κατορθώσομεν ἅπαντα, καὶ ῥᾳδίως κρατήσομεν τῶν ἐχθρῶν. Χρὴ δὲ τοὺς νοῦν ἔχοντας περὶ μὲν ὧν ἴσασι μὴ βουλεύεσθαι· περίεργον γάρ· ἀλλὰ πράττειν ὡς ἐγνώκασι· περὶ ὧν δ´ ἂν βουλεύωνται, μὴ νομίζειν εἰδέναι τὸ συμβησόμενον, ἀλλ´ ὡς δόξῃ μὲν χρωμένους, ὅ, τι δὲ ἂν τύχῃ γενησόμενον, οὕτω διανοεῖσθαι περὶ αὐτῶν. Ὧν ὑμεῖς οὐδέτερον τυγχάνετε ποιοῦντες, ἀλλ´ ὡς οἷόν τε ταραχωδέστατα διάκεισθε· συνεληλύθατε γὰρ ὡς δέον ὑμᾶς ἐξ ἁπάντων τῶν ῥηθέντων ἐκλέξασθαι τὸ βέλτιον· ὥσπερ δ´ ἤδη σαφῶς εἰδότες ὃ πρακτέον ἐστὶν, οὐ θέλετε ἀκούειν, πλὴν τῶν πρὸς ἡδονὴν δημηγορούντων. Καίτοι προσῆκεν ὑμᾶς, εἴπερ ἐβούλεσθε ζητεῖν τὸ τῇ πόλει συμφέρον, μᾶλλον τοῖς ἐναντιουμένοις ταῖς ὑμετέραις γνώμαις προσέχειν τὸν νοῦν ἢ τοῖς χαριζομένοις, εἰδότας ὅτι τῶν ἐνθάδε παριόντων οἱ μὲν ἃ βούλεσθε λέγοντες, ῥᾳδίως ἐξαπατᾶν δύνανται. Τὸ γὰρ πρὸς χάριν ῥηθὲν, ἐπισκοτεῖ τῷ καθορᾶν τὸ βέλτιστον. Ὑπὸ δὲ τῶν μὴ πρὸς ἡδονὴν συμβουλευόντων, οὐδὲν ἂν πάθοιτε τοιοῦτον. Οὐ γὰρ ἔστιν ὅπως ἂν μεταπεῖσαι δυνηθεῖεν [ὑμᾶς, μὴ φανερὸν τὸ συμφέρον ποιήσαντες. Χωρὶς δὲ τούτων, πῶς ἂν ἄνθρωποι δυνηθεῖεν καλῶς] ἢ κρῖναι περὶ τῶν γεγενημένων, ἢ βουλεύεσθαι περὶ τῶν μελλόντων, εἰ μὴ τοὺς μὲν λόγους τοὺς τῶν ἐναντιουμένων παρ´ ἀλλήλους ἐξετάζοιεν, αὐτοὶ δ´ αὑτοὺς κοινοὺς ἀμφοτέροις ἀκροατὰς παράσχοιεν; Θαυμάζω δὲ τὰ τῶν πρεσβυτέρων, εἰ μηκέτι μνημονεύουσι, καὶ τῶν νεωτέρων, εἰ μηδενὸς ἀκηκόασιν, ὅτι διὰ μὲν τοὺς παραινοῦντας ἀντέχεσθαι τῆς εἰρήνης, οὐθὲν πώποτε κακὸν ἐπάθομεν· διὰ δὲ τοὺς ῥᾳδίως πολεμεῖν αἱρουμένους, μεγάλαις συμφοραῖς περιεπέσομεν. Ὧν ἡμεῖς οὐδεμίαν ποιούμεθα μνείαν, ἀλλ´ ἑτοίμως ἔχομεν μηδὲν εἰς τὸ πρόσθεν ἡμῖν αὐτοῖς πράττοντες, τριήρεις πληροῦν, καὶ χρημάτων εἰσφορὰς ποιεῖσθαι, καὶ βοηθεῖν, καὶ πολεμεῖν οἷς ἂν τύχωμεν, ὥσπερ ἐν ἀλλοτρίᾳ πόλει κινδυνεύοντες. Τούτων δ´ αἴτιόν ἐστιν, ὅτι προσῆκον ὑμᾶς ὁμοίως τῶν κοινῶν ὥσπερ τῶν ἰδίων σπουδάζειν, οὐ τὴν αὐτὴν γνώμην ἔχετε περὶ αὐτῶν· ἀλλ´ ὅταν μὲν ὑπὲρ τῶν ἰδίων βουλεύησθε, ζητεῖτε συμβούλους τοὺς ἄμεινον φρονοῦντας ὑμῶν αὐτῶν, ὅταν δ´ ὑπὲρ τῆς πόλεως ἐκκλησιάζητε, τοῖς μὲν τοιούτοις ἀπιστεῖτε, καὶ φθονεῖτε· τοὺς δὲ πονηροτάτους τῶν ἐπὶ τὸ βῆμα παριόντων, ἐπαινεῖτε· καὶ νομίζετε δημοτικωτέρους εἶναι τοὺς μεθύοντας τῶν νηφόντων, καὶ τοὺς νοῦν οὐκ ἔχοντας τῶν εὖ φρονούντων, καὶ τοὺς τὰ τῆς πόλεως διανεμομένους, τῶν ἐκ τῆς ἰδίας οὐσίας ὑμῖν λειτουργούντων. Ὥστ´ ἄξιον θαυμάζειν, εἴ τις ἐλπίζει τὴν πόλιν τοιούτοις συμβούλοις χρωμένην, ἐπὶ τὸ βέλτιον ἐπιδώσειν. Ἐγὼ δ´ οἶδα μέν ὅτι πρόσαντές ἐστιν ἐναντιοῦσθαι ταῖς ὑμετέραις διανοίαις, καὶ διότι δημοκρατίας οὔσης οὐκ ἔστι παρρησία, πλὴν ἐνθάδε μὲν, τοῖς ἀφρονεστάτοις καὶ μηδὲν ὑμῶν φροντίζουσιν, ἐν δὲ τοῖς θεάτροις, τοῖς κωμῳδοδιδασκάλοις· ὃ καὶ πάντων ἐστὶ δεινότατον, ὅτι τοῖς μὲν ἐκφέρουσιν εἰς τοὺς ἄλλους Ἕλληνας τὰ τῆς πόλεως ἁμαρτήματα, τοσαύτην ἔχετε χάριν, ὅσην οὐδὲ τοῖς εὖ ποιοῦσι· πρὸς δὲ τοὺς ἐπιπλήττοντας καὶ νουθετοῦντας ὑμᾶς, οὕτω διατίθεσθε δυσκόλως, ὥσπερ πρὸς τοὺς κακόν τι τὴν πόλιν ἐργαζομένους. Ὅμως δὲ καὶ τούτων ὑπαρχόντων, οὐκ ἂν ἀποσταίην ὧν διενοήθην. Παρελήλυθα γὰρ οὐ χαριούμενος ὑμῖν, οὐδὲ χειροτονίαν μνηστεύσων, ἀλλ´ ἀποφανούμενος ἃ τυγχάνω γιγνώσκων· πρῶτον μὲν, περὶ ὧν ὁ πρύτανις προτίθησιν· ἔπειτα καὶ περὶ τῶν ἄλλων τῶν τῆς πόλεως πραγμάτων. Οὐδὲν γὰρ ὄφελος ἔσται τῶν περὶ τῆς εἰρήνης γνωσθέντων, ἂν μὴ περὶ τῶν τούτων ὀρθῶς λοιπὸν βουλευσώμεθα. Φημὶ δ´ οὖν χρῆναι ποιεῖσθαι τὴν εἰρήνην μὴ μόνον πρὸς Χίους τε καὶ Ῥοδίους καὶ Βυζαντίους καὶ Κῴους, ἀλλὰ πάντας ἀνθρώπους κεχρῆσθαι ταῖς συνθήκαις, μὴ ταύταις αἷς νῦν τινες γεγράφασιν, ἀλλὰ ταῖς γενομέναις μὲν πρὸς βασιλέα καὶ Λακεδαιμονίους, προσταττούσαις δὲ τοὺς Ἕλληνας αὐτονόμους εἶναι, καὶ τὰς φρουρὰς ἐκ τῶν ἀλλοτρίων πόλεων ἐξεἷναι, καὶ τὴν αὑτῶν ἔχειν ἑκάστους. Τούτων γὰρ οὔτε δικαιοτέρας εὑρήσομεν, οὔτε μᾶλλον τῇ πόλει συμφερούσας. »

[17] Ταῦτα προειπὼν, καὶ οὕτω διαθεὶς τοὺς ἀκούοντας πρὸς τὸν μέλλοντα λόγον ἐπιτηδείως, ἐγκώμιόν τε κάλλιστον τῆς δικαιοσύνης διαθέμενος, καὶ τὰ καθεστηκότα πράγματα μεμψάμενος, ἐπιτίθησι τούτοις τὴν σύγκρισιν τῶν τότε ἀνθρώπων πρὸς τοὺς προγόνους· « Τούτου δὲ ἕνεκα ταῦτα προεῖπον, ὅτι περὶ τῶν λοιπῶν οὐδὲν ὑποστειλάμενος, ἀλλὰ παντάπασιν ἀνειμένως μέλλω τοὺς λόγους ποιεῖσθαι πρὸς ὑμᾶς. Τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν, καὶ μὴ συνδιεφθαρμένος ἡμῖν, ἀλλ´ ἐξαίφνης ἐπιστὰς τοῖς γινομένοις, οὐκ ἂν μαίνεσθαι καὶ παραφρονεῖν ἡμᾶς νομίσειεν, οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις, καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν, ἀλλὰ πᾶν τοὐναντίον; οἳ μὲν γὰρ, ὑπὲρ τῶν Ἑλλήνων τοῖς βαρβάροις πολεμοῦντες διετέλεσαν· ἡμεῖς δὲ, τοὺς ἐκ τῆς Ἀσίας τὸν βίον ποριζομένους ἐκεῖθεν ἀναστήσαντες, ἐπὶ τοὺς Ἕλληνας ἠγάγομεν. Κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας, καὶ βοηθοῦντες αὐταῖς, τῆς ἡγεμονίας ἠξιώθησαν· ἡμεῖς δὲ, καταδουλούμενοι, καὶ τἀναντία τοῖς τότε πράττοντες, ἀγανακτοῦμεν εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἕξομεν, οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ τοῖς ἔργοις καὶ ταῖς διανοίαις, τῶν κατ´ ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἳ μὲν ὑπὲρ τῆς Ἑλλήνων σωτηρίας. » Καὶ ἑξῆς «Οὕτως ὀλίγου αὐτῶν φροντίζομεν· Ἓν γὰρ ἀκούσαντες γνώσεσθε καὶ περὶ τῶν ἄλλων· ὡς θανάτου τῆς ζημίας ἐπικειμένης, ἤν τις ἁλῷ δεκάζων, τοὺς τοῦτο φανερώτατα ποιοῦντας, στρατηγοὺς χειροτονοῦμεν, καὶ τὸν πλείστους διαφθεῖραι δυνηθέντα τῶν πολιτῶν, τοῦτον ἐπὶ τὰ μέγιστα τῶν πραγμάτων καθίσταμεν. Σπουδάζοντες δὲ περὶ τὴν πολιτείαν οὐχ ἧττον ἢ περὶ τὴν σωτηρίαν ὅλης τῆς πόλεως, καὶ τὴν δημοκρατίαν εἰδότες ἐν μὲν ταῖς ἡσυχίαις καὶ ταῖς ἀσφαλείαις αὐξομένην καὶ διαμένουσαν, ἐν δὲ τοῖς πολέμοις δὶς ἤδη καταλυθεῖσαν, πρὸς μὲν τοὺς τῆς εἰρήνης ἐπιθυμοῦντας, ὡς πρὸς ὀλιγαρχικοὺς ὄντας, δυσκόλως ἔχομεν· τοὺς δὲ τὸν πόλεμον ἀγαπῶντας, ὡς τῆς δημοκρατίας κηδομένους εὔνους εἶναι νομίζομεν. Ἐμπειρότατοι δὲ λόγων καὶ πραγμάτων ὄντες, οὕτως ἀλογίστως ἔχομεν, ὥστε περὶ τῶν αὐτῶν τῆς αὐτῆς ἡμέρας οὐ ταὐτὰ γινώσκομεν, ἀλλ´ ὧν πρὶν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι, κατηγοροῦμεν, ταῦτα συνελθόντες χειροτονοῦμεν· οὐ πολὺν δὲ χρόνον διαλιπόντες, τοῖς ἐνταῦθα ψηφισθεῖσιν, ἐπειδὰν ἀπίωμεν πάλιν, ἐπιτιμῶμεν. Προσποιούμενοι δὲ σωφρονέστατοι τῶν Ἑλλήνων εἶναι, τοιούτοις χρώμεθα συμβούλοις, ὧν οὐκ ἔστιν ὅστις οὐκ ἂν καταφρονήσειε· καὶ τοὺς αὐτοὺς τούτους κυρίους ἁπάντων τῶν κοινῶν καθίσταμεν, οἷς οὐδεὶς οὐδὲν ἂν τῶν ἰδίων ἐπιτρέψειε. »

[18] Τοιοῦτος μὲν δή τις ἐν τοῖς συμβουλευτικοῖς λόγοις ὁ ἀνήρ. ἐν δὲ τοῖς δικανικοῖς τὰ μὲν ἄλλα πάνυ ἀκριβὴς καὶ ἀληθινὸς καὶ τῷ Λυσίου χαρακτῆρι ἔγγιστα μὲν προσεληλυθώς, ἐν δὲ τῇ συνθέσει τῶν ὀνομάτων τὸ λεῖον ἐκεῖνο καὶ εὐπρεπὲς ἔχων, ἔλαττον μὲν ἢ ἐν τοῖς ἄλλοις λόγοις, οὐ μὴν ἀλλὰ ἔχων γε.

Μηθεὶς δ´ ἀγνοεῖν 〈μ´〉 ὑπολάβῃ μήθ´ ὅτι Ἀφαρεὺς ὁ πρόγονός τε καὶ εἰσποίητος Ἰσοκράτει γενόμενος ἐν τῷ πρὸς Μεγακλείδην περὶ τῆς Ἀντιδόσεως λόγῳ διορίζεται μηδεμίαν ὑπὸ τοῦ πατρὸς ὑπόθεσιν εἰς δικαστήριον γεγράφθαι, μήθ´ ὅτι δέσμας πάνυ πολλὰς δικανικῶν λόγων Ἰσοκρατείων περιφέρεσθαί φησιν ὑπὸ τῶν βυβλιοπωλῶν Ἀριστοτέλης. Ἐπίσταμαι γὰρ ταῦτα ὑπὸ τῶν ἀνδρῶν ἐκείνων λεγόμενα, καὶ οὔτε Ἀριστοτέλει πείθομαι ῥυπαίνειν τὸν ἄνδρα βουλομένῳ οὔτ´ Ἀφαρεῖ τούτου γ´ ἕνεκα λόγον εὐπρεπῆ πλαττομένῳ συντίθεμαι. Ἱκανὸν δὲ ἡγησάμενος εἶναι τῆς ἀληθείας βεβαιωτὴν τὸν Ἀθηναῖον Κηφισόδωρον, ὃς καὶ συνεβίωσεν Ἰσοκράτει, καὶ γνησιώτατος ἀκουστὴς ἐγένετο, καὶ τὴν ἀπολογίαν τὴν ὑπὲρ αὐτοῦ τὴν πάνυ θαυμαστὴν ἐν ταῖς πρὸς Ἀριστοτέλην ἀντιγραφαῖς ἐποιήσατο,

πιστεύω γεγράφθαι λόγους τινὰς ὑπὸ τοῦ ἀνδρὸς εἰς δικαστήρια, οὐ μέντοι πολλούς· καὶ χρῶμαι παραδείγματι ἐξ αὐτῶν ἑνί· οὐ γὰρ ἐγχωρεῖ πλείοσι· τῷ Τραπεζιτικῷ λεγομένῳ, ὃν ἔγραψε ξένῳ τινὶ τῶν μαθητῶν κατὰ Πασίωνος τοῦ τραπεζίτου. Ἔστι δὲ ὁ λόγος οὗτος·

[19] « Ὁ μὲν ἀγών μοι μέγας ἐστίν, ὦ ἄνδρες δικασταί. Οὐ γὰρ μόνον περὶ πολλῶν χρημάτων κινδυνεύω, ἀλλὰ καὶ περὶ τοῦ μὴ δοκεῖν ἀδίκως τῶν ἀλλοτρίων ἐπιθυμεῖν· ὃ ἐγὼ περὶ πλείστου ποιοῦμαι. Οὐσία γάρ μοι ἱκανὴ καταλειφθήσεται καὶ τούτων στερηθέντι. Εἰ δὲ δόξαιμι, μηδὲν προσῆκον, αὐτὰ τὰ χρήματα ἐγκαλέσαι, διαβληθείην ἂν τὸν ἅπαντα βίον. Ἔστι δέ, ὦ ἄνδρες δικασταί, πάντων χαλεπώτατον, τοιούτων ἀντιδίκων τυχεῖν. Τὰ μὲν γὰρ συμβόλαια πρὸς τοὺς ἐπὶ ταῖς τραπέζαις ἄνευ μαρτύρων γίνεται· τοῖς ἀδικουμένοις δὲ, πρὸς τοιούτους ἀνάγκη κινδυνεύειν, οἳ καὶ φίλους πολλοὺς κέκτηνται, καὶ χρήματα πολλὰ διαχειρίζουσι, καὶ πιστοὶ διὰ τὴν τέχνην δοκοῦσιν εἶναι. Ὅμως δὲ καὶ τούτων ὑπαρχόντων, ἡγοῦμαι φανερὸν πᾶσι ποιήσειν ὅτι ἀποστεροῦμαι τοσούτων χρημάτων ὑπὸ Πασίωνος. Ἐξ ἀρχῆς δὲ ὑμῖν ὅπως ἂν δύνωμαι, διηγήσομαι τὰ πεπραγμένα. Ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, πατὴρ μέν ἐστι Σινωπεύς· ὃν οἱ πλέοντες εἰς τὸν Πόντον ἅπαντες ἴσασιν οὕτως οἰκείως πρὸς Σάτυρον διακείμενον, ὥστε πολλῆς μὲν χώρας ἄρχειν, ἁπάσης δὲ τῆς δυνάμεως ἐπιμελεῖσθαι τῆς ἐκείνου. Πυνθανόμενος δὲ καὶ περὶ τῆσδε τῆς πόλεως καὶ περὶ τῆς ἄλλης Ἑλλάδος, ἐπεθύμησα ἀποδημῆσαι. Γεμίσας δὲ ὁ πατήρ μου δύο ναῦς σίτου, καὶ χρήματα δοὺς, ἐξέπεμψεν ἅμα κατ´ ἐμπορίαν καὶ θεωρίαν. Συστήσαντος δέ μοι Πυθοδώρου τοῦ Φοίνικος Πασίωνα, ἐχρώμην τῇ τούτου τραπέζῃ· χρόνῳ δ´ ὕστερον διαβολῆς πρὸς Σάτυρον γενομένης, ὡς καὶ ὁ πατὴρ οὑμὸς ἐπιβουλεύοι τῇ ἀρχῇ, κἀγὼ τοῖς φυγάσι συγγενοίμην, τὸν μὲν πατέρα μου συλλαμβάνει· ἐπιστέλλει δὲ τοῖς ἐνθάδε ἐπιδημοῦσιν ἐκ τοῦ Πόντου, τὰ χρήματα παρ´ ἐμοῦ παραλαβεῖν, καὶ αὐτὸν εἰσπλεῖν κελεύειν· ἐὰν δὲ τούτων μηδὲν ποιῶ, παρ´ ὑμῶν ἐξαιτεῖν.

Ἐν τοσούτοις δὲ κακοῖς ὤν, ὦ ἄνδρες δικασταί, λέγω πρὸς Πασίωνα τὰς ἐμαυτοῦ συμφοράς. Οὕτω γὰρ οἰκείως πρὸς αὐτὸν διεκείμην, ὥστε μὴ μόνον περὶ τῶν χρημάτων, ἀλλὰ καὶ περὶ τῶν ἄλλων τούτῳ μάλιστα πιστεύειν. Ἡγούμην δέ, εἰ μὲν προοίμην ἅπαντα τὰ χρήματα, κινδυνεύσειν, εἴ τι πάθοι ἐκεῖνος, στερηθεὶς καὶ τῶν ἐνθάδε καὶ τῶν ἐκεῖ, πάντων ἐνδεὴς γενήσεσθαι· εἰ δ´ ὁμολογῶν εἶναι, ἐπιστείλαντος Σατύρου, μὴ παραδοίην, εἰς τὰς μεγίστας διαβολὰς ἐμαυτὸν καὶ τὸν πατέρα καταστήσειν πρὸς Σάτυρον. Βουλευομένοις οὖν ἡμῖν ἐδόκει βέλτιστον εἶναι, τὰ μὲν φανερὰ τῶν χρημάτων παραδοῦναι, περὶ δὲ τῶν παρὰ τούτῳ κειμένων, μὴ μόνον ἔξαρνον εἶναι, ἀλλὰ καὶ ὀφείλοντά με καὶ ἑτέροις ἐπὶ τόκῳ φαίνεσθαι, καὶ πάντα ποιεῖν, ἐξ ὧν ἐκεῖνοι μάλιστα ἤμελλον πεισθήσεσθαι μὴ εἶναί μοι χρήματα. Τότε μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐνόμιζόν μοι Πασίωνα δι´ εὔνοιαν ἅπαντα ταῦτα συμβουλεύειν. Ἐπειδὴ δὲ ταῦτα πρὸς τοὺς περὶ Σάτυρον διεπραξάμην, ἔγνων αὐτὸν ἐπιβουλεύοντα τοῖς ἐμοῖς. Βουλομένου γὰρ ἐμοῦ κομίσασθαι τἀμαυτοῦ, καὶ πλεῖν εἰς Βυζάντιον, ἡγησάμενος οὗτος κάλλιστον καιρὸν αὑτῷ παραπεπτωκέναι· τὰ μὲν γὰρ χρήματα, πολλὰ εἶναι, τὰ παρ´ αὐτῷ κείμενα, καὶ ἄξια ἀναισχυντίας· ἐμὲ δὲ πολλῶν ἀκουόντων ἔξαρνον γεγενῆσθαι μηδὲν κεκτῆσθαι, πᾶσί τε φανερὸν ἀπαιτούμενον καὶ ἑτέροις ὁμολογοῦντα ὀφείλειν· καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, νομίζων, εἰ μὲν αὐτοῦ μένειν ἐπιχειροίην, ἐκδοθήσεσθαί με ὑπὸ τῆς πόλεως Σατύρῳ· εἰ δ´ ἄλλοσέ ποι τραποίμην, οὐδὲν αὐτῷ μελήσειν τῶν ἐμῶν λόγων· εἰ δ´ εἰσπλευσοίμην εἰς τὸν Πόντον, ἀποθανεῖσθαί με μετὰ τοῦ πατρός· ταῦτα διαλογιζόμενος, διενοεῖτό με ἀποστερεῖν τὰ χρήματα, καὶ πρὸς μὲν ἐμὲ προσεποιεῖτο ἀπορεῖν ἐν τῷ παρόντι, καὶ οὐκ ἂν ἔχειν ἀποδοῦναι. Ἐπειδὴ δ´ ἐγώ βουλόμενος εἰδέναι τὸ πρᾶγμα, προσπέμπω Φιλόμηλον αὐτῷ καὶ Μενέξενον ἀπαιτήσοντας, ἔξαρνος γίνεται πρὸς αὐτοὺς μηδὲν ἔχειν τῶν ἐμῶν. Πανταχόθεν δέ μοι τοσούτων κακῶν προσπεπτωκότων, τίνα οἴεσθέ με γνώμην ἔχειν, ᾧ γε ὑπῆρχε σιωπῶντι μὲν, ὑπὸ τούτου ἀπεστερῆσθαι τῶν χρημάτων, λέγοντι δὲ, μηδὲν μᾶλλον κομίσασθαι· πρὸς Σάτυρον δὲ εἰς τὴν μεγίστην διαβολὴν ἐμαυτὸν καὶ τὸν πατέρα καταστῆσαι; Κράτιστον οὖν ἡγησάμην ἡσυχίαν ἄγειν. Μετὰ ταῦτα, ὦ ἄνδρες δικασταί, ἀφικνοῦνταί μοι ἀπαγγέλλοντες ὅτι ὁ πατὴρ ἀφεῖται, καὶ Σατύρῳ οὕτως ἁπάντων μεταμέλει τῶν πεπραγμένων, ὥστε πίστεις τε τὰς μεγίστας αὐτῷ δεδωκὼς εἴη, καὶ τὴν ἀρχὴν ἔτι μείζω πεποιηκὼς ἧς εἶχε πρότερον, καὶ τὴν ἀδελφὴν τὴν ἐμὴν γυναῖκα τῷ ἑαυτοῦ υἱεῖ εἰληφώς. Πυθόμενος δὲ ταῦτα Πασίων, καὶ εἰδὼς ὅτι φανερῶς ἤδη πράξω περὶ τῶν ἐμαυτοῦ, ἀφανίζει τὸν παῖδα ὃς συνῄδει περὶ τῶν χρημάτων. Ἐπειδὴ δὲ ἐγὼ προσελθὼν ἐπεζήτουν αὐτόν, ἡγούμενος ἔλεγχον ἂν τοῦτον σαφέστατον γενέσθαι περὶ ὧν ἐνεκάλουν, λέγει λόγον δεινότατον, ὡς ἐγὼ καὶ Μενέξενος διαφθείραντες καὶ πείσαντες αὐτόν, ἐπὶ τῇ τραπέζῃ καθήμενον, ἓξ τάλαντα ἀργυρίου λάβοιμεν παρ´ αὐτοῦ. Ἵνα δὲ μηδεὶς ἔλεγχος μηδὲ βάσανος γένοιτο περὶ αὐτῶν, ἔφασκεν ἡμᾶς ἀφανίσαντας τὸν παῖδα, ἀντεγκαλεῖν αὐτῷ, καὶ ἐξαιτεῖν τοῦτον ὃν αὐτοὶ ἠφανίσαμεν. Καὶ ταῦτα λέγων καὶ ἀγανακτῶν καὶ δακρύων, εἷλκέ με πρὸς τὸν πολέμαρχον, ἐγγυητὰς αἰτῶν, καὶ οὐ πρότερον ἀφῆκεν, ἕως αὐτῷ κατέστησα ἓξ ταλάντων ἐγγυητάς. Καί μοι ἀνάβητε τούτων μάρτυρες. »

[20] Ταῦθ´ ὅτι μὲν ὅλῳ τῷ γένει διαφέρει τῶν ἐπιδεικτικῶν τε καὶ συμβουλευτικῶν κατὰ τὸν χαρακτῆρα τῆς λέξεως, οὐθείς ἐστιν ὃς οὐκ ἂν ὁμολογήσειεν· οὐ μέντοι παντάπασί γε τὴν Ἰσοκράτειον ἀγωγὴν ἐκβέβηκεν· ἀκαρῆ δέ τινα διασῴζει τῆς κατασκευῆς τε καὶ σεμνολογίας ἐκείνης ἐνθυμήματα, καὶ ποιητικώτερα μᾶλλόν ἐστιν ἢ ἀληθινώτερα. Οἷον ὅταν φῇ· « Ἡγούμην δέ, εἰ μὲν προείμην τὰ χρήματα, κινδυνεύσειν. » Τὸ γὰρ ἀποίητόν τε καὶ ἀφελὲς, τοιοῦτον· « Ἡγούμην δὲ μὴ παραδοὺς τὰ χρήματα, κινδυνεύσειν. » Ἔτι ἐκεῖνο· « Καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, νομίζων, εἰ μὲν αὐτοῦ μένειν ἐπιχειροίην, ἐκδοθήσεσθαί με ὑπὸ τῆς πόλεως Σατύρῳ· εἰ δὲ ἄλλοσέ ποι τραποίμην, οὐδὲν αὐτῷ μελήσειν τῶν ἐμῶν λόγων· εἰ δὲ εἰσπλευσοίμην εἰς τὸν Πόντον, ἀποθανεῖσθαί με μετὰ τοῦ πατρός. » Ἥ τε γὰρ περίοδος ἐκμηκύνεται, πέρα τοῦ δικανικοῦ τρόπου, καὶ ἡ σύνθεσις ἔχει τι τοῦ ποιητικοῦ τό τε σχῆμα τῆς λέξεως ἐκ τῶν ἐπιδεικτικῶν εἴληπται παρισώσεων καὶ παρομοιώσεων. Τό τε οὖν Ἐπιχειροίην, καὶ Τραποίμην, καὶ Εἰσπλευσοίμην, ἐν ἑνὶ χωρίῳ κείμενα καὶ τῶν κώλων τριῶν ὄντων, τὸ μῆκος ἴσον ὑπάρχον, τεκμήρια τῆς Ἰσοκράτους κατασκευῆς ἐστι. Καὶ τὰ τούτοις ἐπιφερόμενα· « Διενοεῖτό με ἀποστερεῖν τὰ χρήματα, καὶ πρὸς μὲν ἐμὲ προσεποιεῖτο ἀπορεῖν καὶ οὐκ ἂν ἔχειν », παρόμοιά τε καὶ παραπλήσια ἀλλήλοις ἐστίν. Καὶ πρὸς τούτοις, ἃ μετ´ ὀλίγον ἐπιτίθησιν· « Ὥστε πίστεις τε μεγίστας αὐτῷ δεδωκὼς εἴη, καὶ τὴν ἀρχὴν ἔτι μείζω πεποιηκὼς ἧς εἶχε πρότερον, καὶ τὴν ἀδελφὴν τὴν ἐμὴν γυναῖκα τῷ ἑαυτοῦ υἱεῖ εἰληφώς. » Καὶ γὰρ ἐνταῦθα πάλιν τὸ Δεδωκὼς, καὶ Πεποιηκὼς, καὶ Εἰληφὼς, παρόμοιον, καὶ Τὴν ἀρχὴν, καὶ Τὴν ἀδελφήν. Ἔχοι δὲ ἄν τις καὶ ἄλλα πρὸς τούτοις λέγειν, ἐξ ὧν ὁ χαρακτὴρ τοῦ ῥήτορος ἔσται καταφανής. Ἀνάγκη δὲ ἴσως στοχάζεσθαι τοῦ χρόνου.