Περί των αρχαίων ρητόρων υπομνηματισμοί/Ισαίος

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ἰσαῖος
Συγγραφέας: Διονύσιος ο Αλικαρνασσεύς
Περὶ τῶν ἀρχαίων ῥητόρων ὑπομνηματισμοί
Examen critique des plus célèbres écrivains de la Grèce: Denys d'Halicarnasse. Paris: Libraire de l'Université Royales Quai des Augustins, n. 33, 1826.


ΙΣΑΙΟΣ ΑΘΗΝΑΙΟΣ

[1] Ἰσαῖος δὲ, ὁ Δημοσθένους καθηγησάμενος, καὶ διὰ τοῦτο μάλιστα γενόμενος περιφανής, ὡς μέν τινες ἱστοροῦσιν, Ἀθηναῖος ἦν τὸ γένος· ὡς δ´ ἕτεροι γράφουσι, Χαλκιδεύς. Ἤκμασε δὲ μετὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἐκ λόγων αὐτοῦ τεκμαίρομαι· καὶ μέχρι τῆς Φιλίππου δυναστείας παρεξέτεινε. Γενέσεως δὲ καὶ τελευτῆς τοῦ ῥήτορος ἀκριβῆ χρόνον εἰπεῖν οὐκ ἔχω· οὐδὲ δὴ περὶ τοῦ βίου τἀνδρός, οἷός τις ἦν· οὐδὲ περὶ τῆς προαιρέσεως τῶν πολιτευμάτων· οὐδέ ἀρχὴν εἰ προείλετό τινα, ἢ πολιτείαν· οὐδ´ ὅλως περὶ τῶν τοιούτων οὐδενὸς διὰ τὸ μηδεμιᾷ τοιαύτῃ περιτυγχάνειν ἱστορίᾳ. Οὐδὲ γὰρ ὁ τοὺς Ἰσοκράτους μαθητὰς ἀναγράψας Ἕρμιππος, ἀκριβὴς ἐν τοῖς ἄλλοις γενόμενος, ὑπὲρ τοῦδε τοῦ ῥήτορος οὐδὲν εἴρηκεν, ἔξω δυεῖν τούτων, ὅτι διήκουσε μὲν Ἰσοκράτους, καθηγήσατο δὲ Δημοσθένους, συνεγένετο δὲ τοῖς ἀρίστοις τῶν φιλοσόφων.

[2] Λείπεται δὴ περὶ τῆς προαιρέσεως καὶ δυνάμεως αὐτοῦ, καὶ τίνι κέχρηται χαρακτῆρι, λέγειν. Γένους μὲν δὴ λόγων ἑνὸς ἀσκητὴς ἐγένετο, τοῦ δικανικοῦ· καὶ περὶ τοῦτο μάλιστα ἐσπούδασε. Χαρακτῆρα δὲ τὸν Λυσίου κατὰ τὸ πλεῖστον ἐζήλωσε. Καὶ εἰ μή τις ἔμπειρος πάνυ τῶν ἀνδρῶν εἴη, καὶ τριβὰς ἀξιολόγους ἀμφοῖν ἔχων, οὐκ ἂν διαγνοίη ῥᾳδίως πολλοὺς τῶν λόγων, ὁποτέρου τῶν ῥητόρων εἰσίν· ἀλλὰ παρακρούσεται ταῖς ἐπιγραφαῖς, οὕτως ἀκριβῶς ἐχούσαις, ὡς διὰ μιᾶς δηλοῦταί μοι γραφῆς. Οὐ μὴν ἀπαράλλακτός γέ ἐστιν ἡ τοῦ χαρακτῆρος ὁμοιότης, ἀλλὰ ἔχουσα διαφοράς τινας, οὐ μικρὰς, οὐδὲ ὀλίγας, καὶ κατὰ τὴν ἑρμηνείαν, καὶ κατὰ τὰ πράγματα· περὶ ὧν καιρὸς ἂν εἴη λέγειν, ὡς ἡμεῖς ὑπειλήφαμεν. Ἐπειδὴ δὲ κατὰ τὴν λέξιν μᾶλλον ἔοικε τῷ Λυσίᾳ, τὴν ἀρχὴν ἀπὸ ταύτης ποιησάμενος, τὰς ὁμοιότητάς τε καὶ τὰς διαφοράς, ἃς ἔχει πρὸς ἐκείνην, ἐρῶ.

[3] Καθαρὰ μὲν καὶ ἀκριβὴς, καὶ σαφὴς, κυρία τε, καὶ ἐναργὴς, καὶ σύντομος· πρὸς δὲ τούτοις, πιθανή τε, καὶ πρέπουσα τοῖς ὑποκειμένοις. Στρογγύλη δὲ, καὶ δικανικὴ, φανεροῦσα τοὺ δικανικοὺς ἀγῶνας, οὐχ ἧττόν ἐστιν ἡ Ἰσαίου λέξις τῆς Λυσίου. Καὶ κατὰ μὲν ταῦτα οὐκ ἄν τις αὐτὴν διαγνοίη. Διαφέρειν δὲ ἐκείνης δόξειεν ἂν ἐν τοῖσδε· ἣ μὲν γὰρ, ἀφελής τε καὶ ἠθικὴ μᾶλλόν ἐστι· σύγκειταί τε φυσικώτερον, καὶ ἐσχημάτισται ἁπλούστερον, ἡδονῇ τε καὶ χάριτι πολλῇ κεχορήγηται. Ἡ δὲ Ἰσαίου τεχνικωτέρα δόξειεν ἂν εἶναι καὶ ἀκριβεστέρα τῆς Λυσίου· τήν τε σύνθεσιν περιεργοτέρα τις, καὶ σχηματισμοῖς διειλημμένη ποικίλοις· ὅσον τε ἀπολείπεται τῆς χάριτος ἐκείνης, τοσοῦτον ὑπερέχει τῇ δεινότητι τῆς κατασκευῆς· καὶ πηγή τις ὄντως ἐστὶ τῆς Δημοσθένους δυνάμεως. Τὴν μὲν οὖν λέξιν οὕτως ἄν τις διαγνοίη. Ἐν δὲ τοῖς πράγμασι, τοιαύτας τινὰς εὑρήσει διαφοράς. Παρὰ Λυσίᾳ μὲν, οὐ πολλὴν τὴν ἐπιτέχνησιν, οὔτ´ ἐν μερισμοῖς τῶν πραγμάτων, οὔτ´ ἐν τῇ τάξει τῶν ἐνθυμημάτων, οὔτ´ ἐν ταῖς ἐξεργασίαις αὐτῶν ὄψεται· ἁπλοῦς γὰρ ὁ ἀνήρ. Παρ´ Ἰσαίῳ δὲ, καὶ τεχνικώτερον ἤδη γινόμενα ταῦτα εὑρήσει· καὶ γὰρ ἐφόδοις χρῆται καὶ προκατασκευαῖς, καὶ μερισμοῖς τεχνικωτέροις· καὶ τίθησιν ἐν οἷς δίδωσι χρῆσιν ἕκαστον· καὶ μέχρι πολλοῦ προάγει τὰς τῶν ἐπιχειρημάτων ἐξεργασίας, σχημάτων τε μεταβολαῖς ἐναγωνίων καὶ παθητικῶν ποικίλλει τοὺς λόγους. Καὶ πρὸς μὲν τὸν ἀντίδικον διαπονηρεύεται, τοὺς δὲ δικαστὰς καταστρατηγεῖ· τοῖς δὲ πράγμασιν, ὑπὲρ ὧν ὁ λόγος, ἐκ παντὸς πειρᾶται βοηθεῖν.

[4] Ἵνα δὲ μᾶλλον ἡ διαφορὰ τῶν ἀνδρῶν γένηται καταφανής, εἰκόνι χρήσομαι τῶν ὁρατῶν τινι. Εἰσὶ δή τινες ἀρχαῖαι γραφαί, χρώμασι μὲν εἰργασμέναι ἁπλῶς καὶ οὐδεμίαν ἐν τοῖς μίγμασιν ἔχουσαι ποικιλίαν, ἀκριβεῖς δὲ ταῖς γραμμαῖς καὶ πολὺ τὸ χαρίεν ἐν ταύταις ἔχουσαι. Αἱ δὲ μετ´ ἐκείνας εὔγραμμοι μὲν ἧττον, ἐξειργασμέναι δὲ μᾶλλον, σκιᾷ τε καὶ φωτὶ ποικιλλόμεναι καὶ ἐν τῷ πλήθει τῶν μιγμάτων τὴν ἰσχὺν ἔχουσαι. Τούτων μὲν δὴ ταῖς ἀρχαιοτέραις ἔοικεν ὁ Λυσίας κατὰ τὴν ἁπλότητα καὶ τὴν χάριν, ταῖς δὲ ἐκπεπονημέναις τε καὶ τεχνικωτέραις ὁ Ἰσαῖος. Ἦν δὲ περὶ αὐτοῦ δόξα παρὰ τοῖς τότε γοητείας καὶ ἀπάτης, ὡς δεινὸς ἁνὴρ τεχνιτεῦσαι λόγους ἐπὶ τὰ πονηρότερα, καὶ εἰς τοῦτο διεβάλλετο. Δηλοῖ δὲ τοῦτο τῶν ἀρχαίων τις ῥητόρων ἐν τῇ Δημοσθένους κατηγορίᾳ Πυθέας, ὡς ἐμοὶ δοκεῖ. Πονηρίαν γὰρ τῷ Δημοσθένει καὶ κακίαν τὴν ἐξ ἀνθρώπων πᾶσαν ἐνοικεῖν φήσας, κατὰ τόδε τὸ μέρος οἷον εἰς διαβολὴν ἐπιτίθησιν, ὅτι τὸν Ἰσαῖον ὅλον καὶ τὰς τῶν λόγων ἐκείνου τέχνας σεσίτισται. Καὶ μὰ Δία οὐκ ἄπο σκοποῦ τὴν διαβολὴν ταύτην εἶχεν ἑκάτερος. Ἐμοὶ γοῦν οἱ μὲν Ἰσαίου τε καὶ Δημοσθένους λόγοι, κἂν περὶ ἀληθεῖς καὶ δικαίας συνταχθῶσιν ὑποθέσεις, ὕποπτοι δοκοῦσιν εἶναι τῆς πολλῆς ἐπιτεχνήσεως ἕνεκα, οἱ δὲ Ἰσοκράτους καὶ Λυσίου παντὸς μάλιστα δίκαιοί τε καὶ ἀληθεῖς, κἂν μὴ τοιαῦτα τὰ πράγματα ἐν αὐτοῖς, ὅτι κακοῦργον οὐδὲν ἐπιφαίνουσιν ἐπὶ τῆς κατασκευῆς, ἀλλ´ εἰσὶν ἐλεύθεροί τινες καὶ ἀφελεῖς.

[5] Ταυτί μοι τὰ διαλλάττοντα ἔδοξεν εἶναι, ἐξ ὧν ἄν τις οὐ χαλεπῶς διαγνῶναι τοὺς Λυσίου τε καὶ Ἰσαίου λόγους δυνηθείη. Εἰ δὲ ὀρθῶς ὑπείληφα, ἐξέσται τῷ βουλομένῳ σκοπεῖν 〈ἐπ´ αὐτῶν τῶν παραδειγμάτων ποιουμένῳ〉 τὴν ἐξέτασιν. Ἄρξομαι δὲ ἀπὸ τῶν περὶ τὴν λέξιν θεωρημάτων. Ἔστι δή τις Ἰσαίου λόγος ὑπὲρ Εὐμάθους, μετοίκου τινὸς τῶν τραπεζιτευόντων Ἀθήνησιν, ὃν εἰς δουλείαν ἀγόμενον ὑπὸ τοῦ κληρονομήσαντος τὸν ἀπηλευθερωκότα τῶν ἀστῶν τις ἀφαιρεῖται καὶ τὴν ἀπολογίαν ποιεῖται περὶ αὐτοῦ. Τὸ προοίμιον δέ ἐστι τοῦ λόγου τοιόνδε· ‘Ἄνδρες δικασταί, ἐγὼ καὶ πρότερον Εὐμάθει τούτῳ ἐγενόμην χρήσιμος δικαίως καὶ νῦν, εἴ τι ἔστι κατ´ ἐμέ, πειράσομαι συσσῴζειν αὐτὸν μεθ´ ὑμῶν. Μικρὰ δέ μου ἀκούσατε, ἵνα μηδεὶς ὑπολάβῃ ὑμῶν, ὡς ἐγὼ προπετείᾳ ἢ ἄλλῃ τινὶ ἀδικίᾳ πρὸς τὰ Εὐμάθους πράγματα προσῆλθον. Τριηραρχοῦντος γάρ μου ἐπὶ Κηφισοδότου ἄρχοντος καὶ λόγου ἀπαγγελθέντος πρὸς τοὺς οἰκείους, ὡς ἄρα τετελευτηκὼς εἴην ἐν τῇ ναυμαχίᾳ, οὔσης μοι παρακαταθήκης παρ´ Εὐμάθει τούτῳ, μεταπεμψάμενος τοὺς οἰκείους καὶ φίλους τοὺς ἐμοὺς Εὐμάθης ἐνεφάνισε τὰ χρήματα, ἃ ἦν μοι παρ´ αὐτῷ, καὶ ἀπέδωκε πάντα ὀρθῶς καὶ δικαίως. Ἀνθ´ ὧν ἐγὼ σωθεὶς ἐχρώμην τε αὐτῷ ἔτι μᾶλλον καὶ κατασκευαζομένῳ τὴν τράπεζαν εἰσευπόρησα ἀργυρίου. Καὶ μετὰ ταῦτα ἄγοντος αὐτὸν Διονυσίου ἐξειλόμην εἰς ἐλευθερίαν εἰδὼς ἀφειμένον ἐν τῷ δικαστηρίῳ ὑπὸ Ἐπιγένους. Ἀλλὰ περὶ μὲν τούτων ἐπισχήσω.’

[6] Ἔστι δὴ καὶ παρὰ τῷ Λυσίᾳ τις ὑπὲρ ἀνδρὸς ξένου δίκην φεύγοντος περὶ κλήρου ποιούμενος τὴν ἀπολογίαν. Τοῦτον ἐπιγράφει τὸν λόγον Καλλίμαχος ‘περὶ Φερενίκου ὑπὲρ τοῦ Ἀνδροκλείδου κλήρου’ καὶ ἔστι πολλοῖς πρότερον ἠγωνισμένος ἔτεσι θατέρου. Ἐν ᾧ τὴν αἰτίαν πρώτως ἐπιδείκνυσιν ὁ περὶ τοῦ ξένου ποιούμενος τοὺς λόγους ὥσπερ ὁ τὸν μέτοικον ἐξαιρούμενος εἰς ἐλευθερίαν. Ἔστι δὲ τὸ προοίμιον τοῦ λόγου τόδε· ‘Ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς, ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς ὑμῶν πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νυνὶ λέγω. Ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος ὁ τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις παρ´ ἐκείνῳ κατηγόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων ὁ βουλόμενος, καὶ πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπ´ αὐτοῦ εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν. Ἐπεὶ δ´ οὖν οὗτοι ταῖς αὐταῖς τύχαις ἐχρήσαντο καὶ φυγάδες Ἀθήναζε ἀφίκοντο, ἡγούμενος τὴν μεγίστην αὐτοῖς ὀφείλειν χάριν οὕτως οἰκείως αὐτοὺς ὑπεδεξάμην, ὥστε μηδένα γνῶναι τῶν εἰσιόντων, εἰ μή τις πρότερον ἠπίστατο, ὁπότερος ἡμῶν ἐκέκτητο τὴν οἰκίαν. Οἶδε μὲν οὖν καὶ Φερένικος, ὦ ἄνδρες δικασταί, ὅτι πολλοὶ λέγειν εἰσὶν ἐμοῦ δεινότεροι καὶ μᾶλλον τοιούτων πραγμάτων ἔμπειροι, ἀλλ´ ὅμως ἡγεῖται τὴν ἐμὴν οἰκειότητα πιστοτάτην εἶναι. Αἰσχρὸν οὖν μοι δοκεῖ εἶναι κελεύοντος τούτου καὶ δεομένου τὰ δίκαια αὐτῷ βοηθῆσαι περιιδεῖν αὐτόν, καθ´ ὅσον οἷός τ´ εἰμὶ ἐγώ, τῶν ὑπ´ Ἀνδροκλείδου δεδομένων στερηθῆναι.’

[7] Τί δὴ ταῦτα τὰ προοίμια ἀλλήλων διαφέρει; παρὰ Λυσίᾳ μὲν ἡδεῖά ἐστιν ἡ εἰσβολὴ καὶ δι´ οὐδὲν ἄλλο μᾶλλον ἢ ὅτι φυσικῶς πως εἴρηται καὶ ἀφελῶς· ‘ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς.’ καὶ τὸ ἐπιλεγόμενον τούτῳ ἔτι μᾶλλον ἀκατάσκευον φαίνεται εἶναι καί, ὡς ἂν ἰδιώτης τις εἰπεῖν δύναιτο, [τὸ] εἰρημένον· ‘ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς 〈ὑμῶν〉 πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νῦν λέγω.’ παρὰ δὲ Ἰσαίῳ κατεσκεύασται τὸ δοκοῦν εἶναι ἀφελὲς καὶ οὐ λέληθεν, ὅτι ἐστὶ ῥητορικόν· ‘ἐγὼ καὶ πρότερον Εὐμάθει τούτῳ ἐγενόμην χρήσιμος δικαίως καὶ νῦν, εἴ τι ἔστι κατ´ ἐμέ, πειράσομαι συσσῴζειν αὐτόν.’ ὑψηλότερά 〈τε γάρ〉 ἐστι καὶ ἧττον ἐκείνων ἀφελέστερα, καὶ ἔτι μᾶλλον τὰ ἐπιφερόμενα· ‘μικρὰ δέ μου ἀκούσατε, ἵνα μηδεὶς ὑπολάβῃ ὑμῶν, ὡς ἐγὼ προπετείᾳ ἢ ἄλλῃ τινὶ ἀδικίᾳ πρὸς τὰ Εὐμάθους πράγματα προσῆλθον.’ ἥ τε γὰρ προπέτεια καὶ ἡ ἀδικία καὶ τὸ πρὸς τὰ Εὐμάθους πράγματα προσελθεῖν πεποιημένοις μᾶλλον ἔοικεν ἢ αὐτοφυέσι. Καὶ αὖθίς γε παρὰ μὲν τῷ Λυσίᾳ ἡ πρόφασις λέγεται ἀνεπιτηδεύτως· ‘ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος ὁ τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις παρ´ ἐκείνῳ κατηγόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων ὁ βουλόμενος.’ ἡδέως τε καὶ ἀφοριστικῶς τὰ μετὰ ταῦτα ἐπιτίθεται· ‘καὶ πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπ´ αὐτοῦ εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν.’ παρὰ δὲ τῷ Ἰσαίῳ πέφρασται περιεργότερον καὶ οὐ μακρὰν ἀπέχει τῆς Δημοσθένους κατασκευῆς· ‘τριηραρχοῦντος γάρ 〈μου〉 ἐπὶ Κηφισοδότου ἄρχοντος καὶ λόγου ἀπαγγελθέντος πρὸς τοὺς οἰκείους, ὡς ἄρα τετελευτηκὼς εἴην ἐν τῇ ναυμαχίᾳ, οὔσης μοι παρακαταθήκης παρ´ Εὐμάθει τούτῳ.’ τό τε γὰρ λόγου ἀπαγγελθέντος καὶ τὸ ὡς ἄρα τετελευτηκὼς εἴην καὶ τὸ οὔσης ἐμοὶ παρακαταθήκης οὐκ ἂν φαίην ἔγωγε ἀφελῶς εἰρῆσθαι. Ἐκείνως γὰρ λεγόμενα μᾶλλον ἀποίητα· ‘ὅτε γὰρ ἐτριηράρχουν καὶ ἀπηγγέλη τοῖς ἐνθάδε, ὡς ἄρα τετελευτηκὼς εἴην, ἔχων μου παρακαταθήκην Εὐμάθης οὑτοσί.’

[8] Καὶ τὰ λοιπὰ δὲ τῶν προοιμίων μέρη παρ´ ᾧ μὲν ἀφελέστερον ἄν τις εὕροι λεγόμενα, παρ´ ᾧ δὲ ῥητορικώτερον. Ἐν ἑτέρῳ δὲ ἀγῶνι πάλιν ὁ μὲν Ἰσαῖος ἐπιτρόπῳ τινὶ συντάξας ἀπολογίαν ὑπὸ τοῦ ἰδίου ἀδελφιδοῦ κρινομένῳ τοιαύτῃ κέχρηται 〈τῇ〉 ἀρχῇ· ‘Ἐβουλόμην μέν, ὦ ἄνδρες δικασταί, μὴ λίαν οὕτως Ἁγνόθεον πρὸς χρήματ´ ἔχειν αἰσχρῶς, ὥστε τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν καὶ δίκας τοιαύτας λαγχάνειν, ἀλλ´ ὄντα γε οὖν ἀδελφιδοῦν ἐμὸν καὶ κύριον τῆς πατρῴας οὐσίας οὐ μικρᾶς ἀλλ´ ἱκανῆς ὥστε καὶ λειτουργεῖν, ὑφ´ ἡμῶν αὐτῷ παραδοθείσης, ταύτης ἐπιμελεῖσθαι, τῶν δ´ ἐμῶν μὴ ἐπιθυμεῖν· ἵνα βελτίων τ´ ἐδόκει πᾶσιν εἶναι σῴζων αὐτὴν καὶ πλείω ποιῶν χρησιμώτερον ὑμῖν πολίτην παρεῖχεν ἑαυτόν. Ἐπεὶ δὲ τὴν μὲν ἀνῄρηκε καὶ πέπρακε καὶ αἰσχρῶς καὶ κακῶς διολώλεκεν, ὡς οὐκ ἂν ἐβουλόμην, πιστεύων δ´ ἑταιρίαις καὶ λόγων παρασκευαῖς ἐπὶ τὴν ἐμὴν ἐλήλυθεν, ἀνάγκη, ὡς ἔοικε, συμφορὰν μὲν εἶναι νομίζειν, ὅτι τοιοῦτός ἐστιν οἰκεῖος ὤν, ἀπολογεῖσθαι δὲ περὶ ὧν ἐγκέκληκε καὶ ἔξω με τοῦ πράγματος διαβέβληκεν ὡς ἂν οὖν δυνώμεθα προθυμότατα πρὸς ὑμᾶς.’ ὁ δὲ Λυσίας ἀνδρὶ ὑπὸ τῶν ἀδελφῶν τῆς ἑαυτοῦ γυναικὸς ἐγκαλουμένῳ κακῆς ἐπιτροπῆς συγγράψας λόγον τοιούτῳ κέχρηται τῷ προοιμίῳ· ‘Οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις, ὅσα πράγματα διὰ τὴν ἐπιτροπείαν ἔχουσιν, ἀλλὰ καὶ διασῴζοντες τὰς τῶν φίλων οὐσίας συκοφαντοῦνται ὑπὸ τῶν ὀρφανῶν πολλοί. Ὅπερ κἀμοὶ νῦν συμβέβηκεν. Ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καταλειφθεὶς ἐπίτροπος τῶν Ἱπποκράτους χρημάτων καὶ διαχειρίσας ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν καὶ παραδοὺς τοῖς υἱοῖς δοκιμασθεῖσι τὰ χρήματα, ὧν ἐπίτροπος κατελείφθην, συκοφαντοῦμαι νῦν ὑπ´ αὐτῶν ἀδίκως.’

[9] Οὐ πολλῶν οἶμαι δεῖν λόγων, ὅτι τοῦτο μὲν ἀφελῶς καὶ ἡδέως εἴρηται ἦθός τε οὐ πεπλασμένον ἀλλὰ φυσικὸν ἐπιφαίνει. Τὸ γάρ· ‘οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις, ὅσα πράγματα διὰ τὴν ἐπιτροπείαν ἔχουσιν’ οὐδεὶς ἂν εἴποι ῥήτορος εἶναι, ἀλλὰ παντὸς ἰδιώτου καταστάντος εἰς ἀγῶνα ἄδικον. Τὸ δ´ Ἰσαίου πεποιῆσθαι ῥητορικῶς καὶ κεκαλλιλογῆσθαι σεμνότερον ἅπαντες ἂν φήσειαν, τὸ γάρ· ‘ἐβουλόμην μέν, ὦ ἄνδρες δικασταί, μὴ λίαν οὕτως Ἁγνόθεον πρὸς χρήματα ἔχειν αἰσχρῶς, ὥστε τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν.’ καὶ ἔτι μᾶλλον παρὰ Λυσίᾳ μὲν χαριέντως πάνυ καὶ ἀφελῶς εἰρῆσθαι τὸ· ‘ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καταλειφθεὶς ἐπίτροπος τῶν Ἱπποκράτους χρημάτων καὶ διαχειρίσας ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν καὶ παραδοὺς τοῖς υἱοῖς δοκιμασθεῖσι τὰ χρήματα.’ θάτερον δὲ τρανότερον καὶ οὐχ ὡς ἂν ἰδιώτης συνέθηκεν· ‘ἀλλ´ ὄντα γε οὖν ἀδελφιδοῦν ἐμὸν καὶ κύριον τῆς πατρῴας οὐσίας οὐ μικρᾶς ἀλλ´ ἱκανῆς, ὥστε καὶ λειτουργεῖν, ὑφ´ ἡμῶν αὐτῷ παραδοθείσης, ταύτης ἐπιμελεῖσθαι.’ ἑνὸς δ´ ἔτι μνησθήσομαι γένους, ἐξ οὗ μάλιστα ἡ διαφορὰ τῶν ἀνδρῶν ἔσται καταφανής.

[10] Ὑποτίθεται δὲ ἑκάτερος ἰδιώτην ἄνδρα καὶ ἀπράγμονα καὶ νέον παρὰ τὴν ἑαυτοῦ προαίρεσίν τε καὶ φύσιν ἠναγκασμένον ἐν δικαστηρίῳ λέγειν, ὁ μὲν Λυσίας ἐν τῷ πρὸς Ἀρχεβιάδην λόγῳ τὸν τρόπον τοῦτον· ‘Ἐπειδὴ τάχιστα ἔλαχέ μοι ταύτην τὴν δίκην Ἀρχεβιάδης, ὦ ἄνδρες δικασταί, προσῆλθον αὐτῷ λέγων, ὅτι νέος καὶ ἄπειρος εἴην πραγμάτων καὶ οὐδὲν δεόμενος εἰσιέναι εἰς δικαστήριον. Ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρεμα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν, ἀλλὰ παραλαβόντα τοὺς ἐμοὺς φίλους καὶ τοὺς σαυτοῦ διηγήσασθαι περὶ τοῦ χρέως, ὅθεν γεγένηται. Κἂν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ. Δίκαιος δὲ εἶ μηδὲν παραλιπεῖν, ἀλλ´ εἰπεῖν ἅπαντα, ἐπειδὴ νεώτερός εἰμι τοῦ συμβολαίου, ἵνα ἀκούσαντες, περὶ ὧν οὐκ ἴσμεν, βουλευσώμεθα περὶ ὧν σὺ λέγεις· ἐάν πως φανερὸν γένηται, πότερον ἀδίκως τῶν ἐμῶν ἐφίεσαι ἢ δικαίως τὰ σεαυτοῦ ζητεῖς κομίσασθαι. Ταῦτ´ ἐμοῦ προκαλουμένου οὐδεπώποτ´ ἠθέλησε συνελθεῖν οὐδὲ λόγον περὶ ὧν ἐνεκάλει ποιήσασθαι οὐδὲ δίαιταν ἐπιτρέψαι, ἕως ὑμεῖς τὸν νόμον τὸν περὶ τῶν διαιτητῶν ἔθεσθε.’ ὁ δὲ Ἰσαῖος ἐν ἀμφισβητήσει χωρίου τοῦ ὑπὸ τῶν δημοτῶν κατεσχημένου, οἷς τὸ χωρίον ὑπέκειτο, ταύτῃ χρώμενον εἰσάγει τῇ ἀρχῇ· ‘Μάλιστα μὲν ἐβουλόμην, ὦ ἄνδρες δικασταί, μηδ´ ὑφ´ ἑνὸς ἀδικεῖσθαι τῶν πολιτῶν, εἰ δὲ μή, τοιούτων ἀντιδίκων τυχεῖν, πρὸς οὓς οὐδὲν ἂν ἐφρόντιζον διαφερόμενος. Νῦν δέ μοι πάντων πραγμάτων λυπηρότατον συμβέβηκεν. Ἀδικοῦμαι γὰρ ὑπὸ τῶν δημοτῶν, οὓς περιορᾶν μὲν ἀποστεροῦντας οὐ ῥᾴδιον, ἀπέχθεσθαι δὲ ἀηδές, μεθ´ ὧν ἀνάγκη καὶ 〈συνθύειν καὶ〉 συνουσίας κοινὰς ποιεῖσθαι. Πρὸς μὲν οὖν πολλοὺς χαλεπὸν ἀντιδικεῖν· μέγα γὰρ μέρος συμβάλλεται 〈τὸ〉 πλῆθος αὐτοῖς πρὸς τὸ δοκεῖν ἀληθῆ λέγειν· ὅμως δὲ διὰ τὸ πιστεύειν τοῖς πράγμασι, πολλῶν μοι καὶ δυσκόλων συμπιπτόντων οὐχ ἡγούμην δεῖν κατοκνῆσαι δι´ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων. Δέομαι οὖν ὑμῶν συγγνώμην ἔχειν, εἰ καὶ νεώτερος ὢν λέγειν ἐπὶ δικαστηρίου τετόλμηκα· διὰ γὰρ τοὺς ἀδικοῦντας ἀναγκάζομαι παρὰ τὸν ἐμαυτοῦ τρόπον τοιοῦτόν τι ποιεῖν. Πειράσομαι δ´ ὑμῖν ἐξ ἀρχῆς, ὡς ἂν δύνωμαι, διὰ βραχυτάτων εἰπεῖν περὶ τοῦ πράγματος.’

[11] Τίς ἂν οὖν οὐκ ἂν ὁμολογήσειε τὸν μὲν Λυσίου νέον καὶ ἰδιώτην καὶ ἀπράγμονα ἀρχέτυπόν τινα εἶναι τῆς ἀληθείας διαφέροντα ἐκείνης οὐδ´ ὁτιοῦν, τὸν ἕτερον δὲ ἀπόγραφόν τινα καὶ οὐ λανθάνοντα ὅτι πέπλασται ῥητορικῇ τέχνῃ; καὶ γὰρ αἱ λέξεις καὶ τὰ νοήματα παρ´ ἐκείνῳ μὲν τὸ αὐτοφυές, παρὰ δὲ τούτῳ τὸ κατασκευαστὸν ἀποφαίνουσιν. Ὃ μέν γε ἀρχῇ κέχρηται, ὅτι νέος τε καὶ ἄπειρος εἴη πραγμάτων καὶ οὐδὲν δεόμενος εἰς δικαστήριον εἰσιέναι. Καὶ ἐπιφέρει πάνυ ἠθικῶς· ‘ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρεμα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν.’

Καὶ τὸ μετὰ τοῦτο, ὡς φύσιν εἶχε γενέσθαι τε καὶ ῥηθῆναι, λέγει· ὡς ἐπὶ διαιτητὰς ἠξίουν 〈τοὺς〉 κοινοὺς ἐλθεῖν φίλους ‘κἂν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ.’ καὶ τὰ λοιπὰ ἐν ἤθει χρηστῷ διεξελθὼν τελευτῶν ἐπιτίθησι· ‘ταῦτ´ ἐμοῦ προκαλουμένου οὐδεπώποτε ἠθέλησε συνελθεῖν.’ ὁ δὲ Ἰσαῖος τουτὶ μὲν τὸ μέρος τὸ· ‘παρὰ τὴν ἑαυτοῦ γνώμην ἠναγκάσθαι λέγειν ἐν δικαστηρίῳ νέον ὄντα’ ἐπὶ τελευτῇ τοῦ προοιμίου τίθησιν. Ἄρχεται δὲ ἀπὸ διανοίας οὐ φαύλης μὰ Δία οὐδὲ ἰδιωτικῆς, ἀνιαρότερον εἶναι λέγων πρὸς τοιούτους ἀπέχθεσθαι, μεθ´ ὧν ἀνάγκην εἶναι τῶν τιμιωτάτων κοινωνεῖν. Ἔπειτα ἀπολύεταί τι τῶν μελλόντων αὐτὸν λυπεῖν, τὸ δὴ πολλοὺς ὄντας τοὺς δημότας πρὸς αὐτὸν ἀντιδικεῖν. Συντίθησί τε τὰ ὀνόματα οὐ φαύλως μὰ Δία οὐδ´ ὡς ἂν ἰδιώτης· ‘ἀδικοῦμαι γὰρ ὑπὸ τῶν δημοτῶν’, φησίν, ‘οὓς περιορᾶν μὲν οὐ ῥᾴδιον ἀποστεροῦντας, ἀπέχθεσθαι δ´ ἀηδές, μεθ´ ὧν ἀνάγκη καὶ 〈συνθύειν καὶ〉 συνουσίας κοινὰς ποιεῖσθαι.’ ἡ γὰρ ἀηδὴς ἀπέχθεια καὶ αἱ κοιναὶ συνουσίαι τεχνικώτερον σύγκεινται μᾶλλον ἢ ἀφελέστερον, καὶ ἔτι τὸ ‘πολλῶν μοι καὶ δυσκόλων συμπιπτόντων οὐχ ἡγούμην δεῖν κατοκνῆσαι δι´ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων.’ ἥκιστα γὰρ ἰδιώτης ἂν οὕτως· ‘οὐχ ἡγούμην δεῖν κατοκνῆσαι’ οὐδέ γε τὸ ‘δι´ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων’, ἀλλ´ ἐκείνως πως μᾶλλον· ‘τοσούτων γέ μοι συμπιπτόντων δυσκόλων ἐφ´ ὑμᾶς ἠνάγκασμαι καταφυγεῖν, ἵνα τῶν δικαίων τύχω δι´ ὑμῶν.’

[12] Oἶμαι μὲν οὖν καὶ ἐκ τούτων οὐκ ἄδηλον εἶναι τὴν τῶν ἀνδρῶν διαφοράν. Οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν μελλόντων λέγεσθαι μᾶλλον ἔσται καταφανὴς καὶ μάλιστα ἐκ τῶν ἀποδεικτικῶν καὶ παθητικῶν λόγων, ἐν οἷς ὁ μὲν Λυσίας ἁπλούστερός τίς ἐστι καὶ κατὰ τὴν σύνθεσιν τῶν ὀνομάτων καὶ κατὰ τὴν κοινότητα τῶν σχημάτων, οὑτοσὶ δὲ ποικιλώτερος. Πολλὰ γὰρ ἄν τις ἰδὼν εὕροι παρ´ αὐτῷ .... Ὡς ἐν τούτῳ· ‘πόθεν χρὴ πιστεύεσθαι τὰ εἰρημένα πρὸς θεῶν; οὐκ ἐκ τῶν μαρτύρων; οἴομαί γε. Πόθεν δὲ τοὺς μάρτυρας; οὐκ ἐκ τῶν βασάνων; εἰκός γε. Πόθεν δέ γε ἀπιστεῖσθαι τοὺς λόγους τοὺς τούτων; οὐκ ἐκ τοῦ φεύγειν τοὺς ἐλέγχους; ἀνάγκη μεγάλη. Φαίνομαι τοίνυν ἐγὼ μὲν διώκων ταῦτα καὶ τὰ πράγματα εἰς βασάνους ἄγων, οὗτος δὲ ἐπὶ διαβολὰς καὶ λόγους καθιστάς, ὅπερ ἄν τις πλεονεκτεῖν βουλόμενος ποιήσειεν. Ἐχρῆν δὲ αὐτόν, εἴπερ τι δίκαιον ἐφρόνει καὶ μὴ παρακρούσασθαι τὰς ὑμετέρας γνώμας ἐζήτει, μὴ μὰ Δία ταῦτα ποιεῖν, ἀλλ´ ἐπὶ τὸν λογισμὸν μετὰ μαρτύρων ἐλθεῖν καὶ ἐξετάζειν ἕκαστα τῶν ἐν τῷ λόγῳ τοῦτον τὸν τρόπον παρ´ ἐμοῦ πυνθανόμενον· εἰσφορὰς λογίζῃ πόσας; τόσας· κατὰ πόσον ἀργύριον εἰσενηνεγμένας; κατὰ τόσον καὶ τόσον· κατὰ ποῖα ψηφίσματα; ταυτί· ταύτας εἰλήφασι τίνες; οἵδε· καὶ ταῦτα μαρτυρόμενον σκέψασθαι τὰ ψηφίσματα, τὸ πλῆθος τῶν εἰσφορῶν, τὰ εἰσενηνεγμένα, τοὺς λαβόντας, καὶ εἰ μὲν εὐτε ...., τῷ λόγῳ πιστεύειν, εἰ δὲ μή, νῦν παρασχέσθαι μάρτυρας, εἴ τι ψεῦδος ἦν ὧν ἐλογισάμην αὐτοῖς.’

[13] Ταυτὶ μὲν διαλελυμένα καὶ ἐξ ἐπερωτήσεως. Οἷς ὁ Λυσίας μὲν ἥκιστα κέχρηται, Δημοσθένης δὲ ὁ παρὰ τουτουὶ τὰς ἀφορμὰς λαβὼν ἀφειδέστερον, οἷον· ‘οὐκ οὖν σὺ μισθοφορὰν λέγεις; φήσει τις. Καὶ παραχρῆμά γε τὴν αὐτὴν σύνταξιν ἁπάντων, ὦ 〈ἄνδρες〉 Ἀθηναῖοι, ἵνα τῶν κοινῶν τὸ μέρος λαμβάνων ἕκαστος, ὅτου δέοιτο ἡ πόλις, τοῦτο παρέχοι. Ἔξεστιν ἄγειν ἡσυχίαν· οἴκοι μένων βελτίων εἶ, τοῦ δι´ ἔνδειαν ἀνάγκῃ τι ποιεῖν αἰσχρὸν ἀπηλλαγμένος. Συμβαίνει τι τοιοῦτον, οἷα καὶ τὰ νῦν· στρατιώτης αὐτὸς ὑπάρχων ἀπὸ τῶν αὐτῶν τούτων λημμάτων, ὥσπερ ἐστὶ δίκαιον ὑπὲρ τῆς πατρίδος. Ἔστι τις ἔξω τῆς ἡλικίας ἡμῶν· ὅσα οὗτος ἀτάκτως νῦν λαμβάνων οὐκ ὠφελεῖ, ταῦτα ἐν ἴσῃ τάξει παραλαμβάνων πάντ´ ἐφορῶν καὶ διοικῶν, ἃ χρὴ πράττεσθαι. Ὅλως δὲ οὔτε ἀφελὼν οὔτε προσθεὶς πλήν τι μικρῷ τὴν ἀταξίαν ἀνελών, εἰς τάξιν ἤγαγον τὴν πόλιν, τὴν αὐτὴν τοῦ λαβεῖν, τοῦ στρατεύεσθαι, τοῦ δικάζειν, τοῦ ποιεῖν τοῦθ´, ὅ τι καθ´ ἡλικίαν ἕκαστος ἔχοι καὶ ὅτου καιρὸς εἴη, τάξιν ποιήσας.’ ἐκεῖνα δὲ κατὰ συστροφὴν καὶ παρακεκινδυνευμένα τῷ τε βραχέως καὶ ἀγκύλως καὶ ἐκ παραδόξου συντίθεσθαι, καὶ οὐχ ἅπασιν οὐδὲ ἐκ προχείρου γνωριζόμενα· ‘καὶ οὗτος ὁ πάντων ἀνθρώπων σχετλιώτατος, οὐ παρεχομένων αὐτῶν μάρτυρας [δοῦναι], ὧν ἐναντίον ἡμῖν ἀποδοῦναι φασίν, [ὡς] ἐκείνοις πιστεύειν προσποιεῖται μᾶλλον, ὡς ἀποδεδώκασιν ἡμῖν, ἢ 〈ἡμῖν〉, ὡς οὐκ ἀπειλήφαμεν. Καίτοι πᾶσι φανερόν, ὡς ἔοικεν, 〈οἳ καὶ〉 τὸν τούτου πατέρα ἀπεστέρουν ὄντα ἐπίτιμον, ὅτι ἡμῖν ἑκόντες οὐκ ἂν ἀπέδοσαν, εἰσπράξασθαι 〈δὲ〉 οὕτως ἔχοντες οὐκ ἂν ἐδυνήθημεν.’ καὶ γὰρ τοῦτό ἐστι τὸ σχῆμα, ᾧ πολλάκις Δημοσθένης κέχρηται· ‘εἶτ´ οἴεσθε, οἳ μὲν αὐτὸν οὐδὲν 〈ἂν〉 ἠδυνήθησαν ποιῆσαι κακόν, αὐτοὶ δὲ μὴ παθεῖν ἐφυλάξαντ´ ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι, ὑμῖν δὲ ἐκ προρρήσεως πολεμῆσαι;’ καὶ ἔτι γε τὰ τοιαῦτα· ‘ᾧ γάρ, ἃ μὲν ὑπῆρχεν ἔξω τῶν ἀποτιμηθέντων, κατελελειτούργητο, δανειζομένῳ δ´ οὐδεὶς ἂν ἔδωκεν ἐπ´ αὐτοῖς ἔτι πλέον οὐδέν, ἀποδεδωκότι τὰς μισθώσεις ἔχειν ἐμοὶ προσῆκον ἀναμφισβητήτως, οὗτοι τηλικαύτην δίκην λαχόντες καὶ σφέτερα αὐτῶν εἶναι φάσκοντες ἐκώλυσάν μ´ ἐξ αὐτῶν ποιήσασθαι τὴν ἐπισκευήν.’ καὶ τί δεῖ τὰ πλείω παρατιθέντα μηκύνειν; πολλὰ γὰρ ἄν τις εὕροι τῶν Ἰσαίου 〈καὶ〉 κατὰ τὴν σύνθεσιν καὶ κατὰ τοὺς σχηματισμοὺς ἐξηλλαγμένα μὲν τῆς Λυσίου λέξεως, ἐοικότα δὲ τῇ Δημοσθένους δεινότητι.

[14] Εἰρηκὼς δὲ καὶ περὶ τῶν πραγμάτων ὅτι δεινότερός ἐστιν οἰκονομῆσαι Λυσίου καὶ ὅλους τοὺς λόγους καὶ τὰ μέρη αὐτῶν καὶ οὐδὲν ἔξω ποιῶν τῆς τέχνης, ᾗ μετὰ ταῦτα πολλῇ ὁ Δημοσθένης ἐχρήσατο, βούλομαι καὶ τὰς ὑπὲρ τούτων παρασχέσθαι πίστεις. Ἔσται δὲ κεφαλαιώδης τε καὶ ὡς πρὸς ἀνεγνωκότας τὸν ἄνδρα ὁ λόγος· οὐ γὰρ ἐγχωρεῖ παραδείγματα πάντων τιθέναι. Αὐτίκα τὰς διηγήσεις τότε μὲν ἀπροκατασκευάστους καὶ συντόμους καὶ οὐδὲν προκαταλαμβανούσας τῶν ἀποδεικτικῶν ἐν τῇ προσηκούσῃ τίθησι χώρᾳ, καθάπερ ἐν τῷ πρὸς Μέδοντα ποιεῖ λόγῳ καὶ ἐν τῷ πρὸς Ἁγνόθεον καὶ ἐν τῇ πρὸς τοὺς δημότας ἀμφισβητήσει περὶ τοῦ χωρίου καὶ ἐν ἄλλοις συχνοῖς. Τότε δὲ μερίσας αὐτὰς κατὰ κεφάλαια καὶ παρ´ ἕκαστον αὐτῶν τὰς πίστεις παρατιθεὶς ἐκμηκύνει τε μᾶλλον καὶ ἐκβαίνει τὸ τῆς διηγήσεως σχῆμα, τῷ συμφέροντι χρώμενος. Ταύτης ἐστὶ τῆς ἰδέας ἥ τε πρὸς Ἕρμωνα ὑπὲρ τῆς ἐγγύης ἀπολογία καὶ ἡ πρὸς Εὐκλείδην ἀμφισβήτησις ὑπὲρ τῆς τοῦ χωρίου λύσεως καὶ ἡ ὑπὲρ Εὐφιλήτου πρὸς τὸν Ἐρχιέων δῆμον ἔφεσις. Ἐν γὰρ δὴ τοῖς λόγοις τούτοις μακροτέρας τὰς διηγήσεις οὔσας οὐχ ἅμα τίθησιν ὅλας, ἀλλὰ κατὰ μέρη διαλαμβάνων ἐφ´ ἑκάστῳ κεφαλαίῳ τούς τε μάρτυρας ἐπάγεται καὶ τὰς ἄλλας παρέχεται πίστεις, δεδοικώς, παρ´ ὅσα γοῦν ἐμοὶ δοκεῖ, μὴ δυσπαρακολούθητος γένηται διὰ τὸ πλῆθος τῶν κεφαλαίων ὁ λόγος καὶ πελαγίσῃ, αἵ τε πίστεις εἰς ἓν χωρίον ἅπασαι συναχθεῖσαι, πολλαὶ καὶ περὶ πολλῶν οὖσαι πραγμάτων, μὴ συνταράξωσι τὴν σαφήνειαν. Τοιγάρτοι μετὰ τὰς διηγήσεις τὰς οὕτως ᾠκονομημένας οὐκ ἔτι τὰς προηγουμένας ἀποδείξεις πολλοῖς βεβαιοῦται λόγοις οὐδ´ ἔστιν ὅμοιος τοῖς νέοις τεχνογράφοις, ἀλλὰ τὰς τῶν ἀντιδίκων πίστεις ἀναιρεῖν οἴεται δεῖν.

[15] Τότε δὲ προκατασκευάζεταί τινα πρὸ τῶν διηγήσεων πράγματα καὶ προλαμβάνει τὰ μέλλοντα πιστοτέρας αὐτὰς ἢ κατ´ ἄλλο τι χρησιμωτέρας ποιήσειν [οἰόμενος], ὡς ἐν τῇ λήξει τῇ πρὸς Ἀριστογείτονα καὶ Ἄρχιππον εὑρίσκεται πεποιηκώς, ἐν ᾗ κλήρου τις ἀμφισβητῶν, ἀδελφὸς ὢν τοῦ τελευτήσαντος, προκαλεῖται τὸν ἔχοντα τἀφανῆ χρήματα εἰς ἐμφανῶν κατάστασιν, ὁ δὲ τοῦ κλήρου κρατῶν παραγράφεται τὴν κλῆσιν, δεδόσθαι λέγων ἑαυτῷ τὰ χρήματα κατὰ διαθήκας. Διττῆς δὲ τῆς ἀμφισβητήσεως ὑπαρχούσης, τῆς μὲν περὶ τοῦ γεγονέναι τὰς διαθήκας ἢ μή, τῆς δέ, τῶν διαθηκῶν ἀμφισβητουμένων ἤδη, τίνα δεῖ τοῦ κλήρου κρατεῖν, πρῶτον ἀποδοὺς τὸν ὑπὲρ τῶν νόμων λόγον καὶ 〈κατὰ〉 τοῦτο ἀποδείξας τὸ μέρος, ὡς οὐ δεῖ τὸν ἐπίδικον κρατεῖσθαι κλῆρον πρὸ δίκης, οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται, δι´ ἧς ἀποδείκνυσιν οὐδὲ γεγενημένας ὑπὸ τοῦ τετελευτηκότος τὰς διαθήκας. Καὶ οὐδὲ ταύτην τὴν διήγησιν ἁπλῶς πως συστρέψας καὶ ἀκατασκευάστως τίθησιν, ἀλλὰ καὶ ταύτην μακροτέραν οὖσαν ἀποτομαῖς τισι διαλαμβάνει καὶ καθ´ ἕκαστον εἶδος μάρτυρας ἀναβιβάζεται καὶ προκλήσεις ἀναγινώσκει καὶ συνθήκας παρέχεται τεκμηρίοις τε καὶ σημείοις καὶ τοῖς ἐκ τῶν εἰκότων ἐλέγχοις ἅπασι χρῆται. Πολλὰς δ´ ἂν ἔχοιμι καὶ ἄλλας παρασχέσθαι διηγήσεις, πρὸς τὸ συμφέρον ᾠκονομημένας ὑπὸ τοῦ ῥήτορος προκατασκευαῖς, παρασκευαῖς, μερισμοῖς, χωρίων ἀλλαγαῖς, πραγμάτων μεταγωγαῖς, τῷ τὰ κεφάλαια ἀνεστράφθαι, τῷ μὴ κατὰ τοὺς χρόνους τὰ πραχθέντα εἰρῆσθαι, τῷ [ὡς] μὴ πάντα μηδ´ ἅμ´ ὡς φύσιν εἶχε πραχθῆναι μηδ´ ὡς ἂν ἰδιώτης τις εἴποι λέγεσθαι, μυρίοις ἄλλοις τοιούτοις τρόποις. Ἀλλ´ οὔτε χρόνον ἱκανὸν ἔχω περὶ πασῶν λέγειν, ἐκδιηγούμενος εὐθὺς ἐφ´ ἑκάστης τὴν τέχνην, ὡς ἐβουλόμην ἄν, οὔθ´ ὁ πρὸς τοὺς ἐπισταμένους τὰ πράγματα λόγος ἐν τῷ πλήθει τῶν παραδειγμάτων τὸ πιστὸν ἔχει ἀλλ´ ἀρκεῖ τοῖς τοιούτοις καὶ ἡ βραχεῖα δήλωσις.

[16] Ἐρῶ δὲ καὶ κεφαλαιωδῶς περὶ ταύτης τῆς ἰδέας ἣν ἐγὼ δόξαν ἔχω καὶ τίνι διαφέρειν οἴομαι τὸν Ἰσαῖον τοῦ Λυσίου. Τοῦ Λυσίου μὲν δή τις ἀναγινώσκων τὰς διηγήσεις οὐδὲν ἂν ὑπολάβοι λέγεσθαι κατὰ τέχνην ἢ πονηρίαν, ἀλλ´ ὡς ἡ φύσις καὶ ἡ ἀλήθεια φέρει, αὐτὸ τοῦτο ἀγνοῶν τῆς τέχνης, ὅτι τὸ μιμήσασθαι τὴν φύσιν αὐτῆς μέγιστον ἔργον ἦν. Ἐπὶ δὲ τῶν Ἰσαίου διηγημάτων τοὐναντίον ἂν πάθοι, μηδὲν ὑπολαβεῖν αὐτοφυῶς καὶ ἀπραγματεύτως λέγεσθαι μηδ´ εἴ τινα ὡς ἔτυχε γενόμενα εἴρηται, ἐκ κατασκευῆς δὲ πάντα καὶ μεμηχανημένα πρὸς ἀπάτην ἢ ἄλλην τινὰ κακουργίαν. Καὶ τῷ μὲν ἂν καὶ τὰ ψευδῆ λέγοντι πιστεύσειεν ἄν, τῷ δὲ μηδ´ ἂν ἀληθεύῃ, χωρὶς ὑποψίας προσέξει. Ἐν δὲ τοῖς ἀποδεικτικοῖς διαλλάττειν ἂν δόξειεν Ἰσαῖος Λυσίου τῷ τε μὴ κατ´ ἐνθύμημά τι λέγειν ἀλλὰ κατ´ ἐπιχείρημα καὶ τῷ μὴ βραχέως ἀλλὰ διεξοδικῶς μηδὲ ἁπλῶς ἀλλ´ ἀκριβῶς αὔξειν τε μᾶλλον καὶ δεινότερα ποιεῖν τὰ πράγματα καὶ τὰ πάθη ποιεῖν γεννικώτερα. Ἐν γὰρ δὴ τούτοις οὐχ ἧττόν ἐστι φανερὸς τῇ Δημοσθένους τέχνῃ τὰς ἀφορμὰς δεδωκώς, ἀλλ´ οὐ τὴν Λυσίου διώκων ἀφέλειαν, ὡς ἐκ πολλῶν ἔστι λόγων, μᾶλλον δὲ ἐκ πάντων τῶν γραφέντων ὑπ´ αὐτοῦ τεκμήρασθαι. Εἰ δέ τι δεῖ καὶ παραδείγμασι χρῆσθαι, μή τις ἀναπόδεικτα δόξῃ λέγειν ἡμᾶς, ποιήσω καὶ τοῦτο, προχειρισάμενος τὸν ὑπὲρ Εὐφιλήτου λόγον, ἐν ᾧ τὸν Ἐρχιέων δῆμον εἰς τὸ δικαστήριον προσκαλεῖταί τις τῶν ἀποψηφισθέντων ὡς ἀδίκως τῆς πολιτείας ἀπελαυνόμενος. Ἐγράφη γὰρ δή τις ὑπὸ τῶν Ἀθηναίων νόμος ἐξέτασιν γενέσθαι τῶν πολιτῶν κατὰ δήμους, τὸν δὲ ἀποψηφισθέντα ὑπὸ τῶν δημοτῶν τῆς πολιτείας μὴ μετέχειν, τοῖς δὲ ἀδίκως ἀποψηφισθεῖσιν ἔφεσιν εἰς τὸ δικαστήριον εἶναι, προσκαλεσαμένοις τοὺς δημότας, καὶ ἐὰν τὸ δεύτερον ἐξελεγχθῶσι, πεπρᾶσθαι αὐτοὺς καὶ τὰ χρήματα εἶναι δημόσια. Κατὰ τοῦτον τὸν νόμον ὁ Εὐφίλητος προσκαλεσάμενος τοὺς Ἐρχιέας ὡς ἀδίκως καταψηφισαμένους αὐτοῦ τὸν ἀγῶνα τόνδε διατίθεται. Προείρηται μὲν δὴ τὰ πράγματα ταῦτ´ ἀκριβῶς καὶ πεπίστωται διὰ τῶν μαρτύρων, οἷς δὲ βεβαίας βούλεται ποιῆσαι τὰς μαρτυρίας, τάδε ἐστίν, ὡς μὲν ἐγὼ δόξης ἔχω, πάντ´ ἀκριβῶς ἐξειργασμένα. Κρινέτω δὲ ὁ βουλόμενος, εἰ τὰ προσήκοντα ἔγνωκα περὶ αὐτῶν·

[17] Ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἀδελφὸς ἡμῖν ἐστιν οὑτοσὶ Εὐφίλητος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τῶν συγγενῶν ἁπάντων ἀκηκόατε μαρτυρούντων. Σκέψασθε δὲ πρῶτον τὸν πατέρα ἡμῶν, τίνος ἕνεκεν ἂν ψεύδοιτο καὶ τοῦτον μὴ ὄντα αὐτοῦ υἱὸν εἰσεποιεῖτο. Πάντας γὰρ εὑρήσετε τοὺς τὰ τοιαῦτα πράττοντας ἢ οὐκ ὄντων αὐτοῖς γνησίων παίδων ἢ διὰ πενίαν ἀναγκαζομένους ξένους ἀνθρώπους εἰσποιεῖσθαι, ὅπως ὠφελῶνταί τι ἀπ´ αὐτῶν δι´ αὐτοὺς Ἀθηναίων γεγονότων. Τῷ τοίνυν πατρὶ τούτων οὐδέτερον ὑπάρχει. Γνήσιοι μὲν γὰρ αὐτῷ ἡμεῖς δύο υἱεῖς ἐσμεν· ὥστε οὐκ ἄν γε δι´ ἐρημίαν τοῦτον εἰσεποιεῖτο. Ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος. Ἔστι γὰρ αὐτῷ 〈βίος〉 ἱκανὸς καὶ χωρὶς τούτου μεμαρτύρηται ὑμῖν τοῦτον ἐκ παίδων τρέφων καὶ ἀσκῶν καὶ εἰς 〈τοὺς〉 φράτερας εἰσάγων· καὶ ταῦτα οὐ μικρὰ δαπανήματά ἐστιν. Ὥστε τόν τε πατέρα ἡμῶν οὐκ εἰκός ἐστιν, ὦ ἄνδρες δικασταί, μηδὲν ὠφελούμενον οὕτως ἀδίκῳ πράγματι ἐπιχειρῆσαι. Ἀλλὰ μὴν οὐδ´ ἐμέ γε οὐθεὶς ἀνθρώπων οὕτως τελέως ἂν ἄφρονα ὑπολάβοι, ὥστε τούτῳ μαρτυρεῖν τὰ ψευδῆ, ὅπως τὰ πατρῷα διὰ πλειόνων διανείμωμαι. Καὶ γὰρ οὐδ´ ἀμφισβητῆσαί μοι ἐξουσία γένοιτ´ ἂν ὕστερον, ὡς οὐκ ἔστιν ἀδελφὸς οὗτος. Ἐμοῦ γὰρ οὐθεὶς ἂν ὑμῶν τὴν φωνὴν ἀνάσχοιτ´ ἂν ἀκούων, 〈εἰ〉 νῦν μὲν ὑπόδικον ἐμαυτὸν καθιστὰς μαρτυρῶ, ὡς ἔστιν ἀδελφὸς ἡμέτερος, ὕστερον δὲ φαινοίμην τούτοις ἀντιλέγων. Οὐ μόνον τοίνυν ἡμᾶς, ὦ ἄνδρες δικασταί, εἰκός ἐστι τἀληθῆ μεμαρτυρηκέναι ἀλλὰ καὶ τοὺς ἄλλους συγγενεῖς. Ἐνθυμήθητε γὰρ πρῶτον μέν, ὅτι οἱ τὰς ἀδελφὰς ἡμῶν ἔχοντες οὐκ ἄν ποτε ἐμαρτύρουν περὶ τούτου τὰ ψευδῆ. Μητρυιὰ γὰρ ἡ τούτου μήτηρ ἐγεγένητο ταῖς ἡμετέραις ἀδελφαῖς. Εἰώθασι δέ πως ὡς ἐπὶ τὸ πολὺ διαφέρεσθαι ἀλλήλαις αἵ τε μητρυιαὶ καὶ αἱ πρόγονοι. Ὥστε εἰ οὗτος ἐξ ἄλλου τινὸς ἀνδρὸς ἦν τῇ μητρυιᾷ καὶ οὐκ ἐκ τοῦ ἡμετέρου πατρός, οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, τοὺς ἑαυτῶν ἄνδρας αἱ ἀδελφαὶ μαρτυρεῖν ..... Ἐπέτρεψαν. Καὶ μὴν οὐδ´ ἂν ὁ θεῖος πρὸς μητρὸς ἡμῖν ὤν, τούτῳ δὲ οὐδὲν προσήκων δήπου τῇ τούτου μητρὶ ἠθέλησεν ἄν, ὦ ἄνδρες δικασταί, μαρτυρῆσαι ψευδῆ μαρτυρίαν, δι´ ἣν ἡμῖν γίνεται βλάβη περιφανής, εἴπερ ξένον ὄντα τοῦτον εἰσποιοῦμεν ἀδελφὸν ἡμῖν αὐτοῖς. Ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς τούτοις 〈πῶς〉 ἄν τις ὑμῶν καταγνοίη ψευδομαρτυριῶν Δημαράτου τουτουὶ καὶ Ἡγήμονος καὶ Νικοστράτου; οἳ πρῶτον μὲν οὐδὲν αἰσχρὸν οὐδέποτε φανήσονται ἐπιτηδεύσαντες, εἶτα δ´ οἰκεῖοι ὄντες ἡμῖν καὶ εἰδότες ἡμᾶς ἅπαντας μεμαρτυρήκασιν Εὐφιλήτῳ τούτῳ τὴν αὑτοῦ συγγένειαν ἕκαστος. Ὥστε ἡδέως κἂν τῶν ἀντιδικούντων ἡμῖν τοῦ σεμνοτάτου πυθοίμην, εἰ ἄλλοθέν ποθεν ἔχοι ἂν ἐπιδεῖξαι αὑτὸν Ἀθηναῖον ἢ ἐκ τούτων, ὧν καὶ ἡμεῖς Εὐφίλητον ἐπιδείκνυμεν. Ἐγὼ μὲν γὰρ οὐκ οἶμαι ἄλλο τι ἂν αὐτὸν 〈εἰπεῖν〉 ἢ ὅτι ἡ μήτηρ ἀστή τέ ἐστι καὶ 〈γαμετὴ καὶ ἀστὸς〉 ὁ πατήρ· καὶ ὡς ταῦτ´ ἀληθῆ λέγει, παρέχοιτ´ ἂν αὑτῷ τοὺς συγγενεῖς μάρτυρας· εἶτα, ὦ ἄνδρες δικασταί, εἰ μὲν οὗτοι ἐκινδύνευον, ἠξίουν ἂν τοῖς αὑτῶν οἰκείοις ὑμᾶς πιστεύειν μαρτυροῦσι μᾶλλον ἢ τοῖς κατηγόροις. Νυνὶ δὲ ἡμῶν πάντα ταῦτα παρεχομένων ἀξιώσουσιν ὑμᾶς τοῖς αὑτῶν πείθεσθαι λόγοις μᾶλλον ἢ τῷ πατρὶ τῷ Εὐφιλήτου καὶ ἐμοὶ καὶ τῷ ἀδελφῷ καὶ τοῖς φράτορσι καὶ πάσῃ τῇ ἡμετέρᾳ συγγενείᾳ; καὶ μὴν οὗτοι μὲν οὐδὲν οὐδενὶ κινδυνεύοντες ἰδίας ἔχθρας ἕνεκα 〈ταῦτα〉 ποιοῦσιν, ἡμεῖς δὲ πάντας ὑποδίκους ἡμᾶς αὐτοὺς καθιστάντες μαρτυροῦμεν. Καὶ πρὸς ταῖς μαρτυρίαις, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ἡ τοῦ Εὐφιλήτου μήτηρ, ἣν οὗτοι ὁμολογοῦσιν ἀστὴν εἶναι, ὅρκον ὀμόσαι ἐπὶ τοῦ διαιτητοῦ ἐβούλετο ἐπὶ Δελφινίῳ, ἦ μὴν τουτονὶ Εὐφίλητον εἶναι ἐξ αὑτῆς καὶ τοῦ ἡμετέρου πατρός. Καίτοι τίνα προσῆκε μᾶλλον αὐτῆς ἐκείνης τοῦτ´ εἰδέναι; ἔπειτα, ὦ ἄνδρες δικασταί, ὁ πατὴρ ὁ ἡμέτερος, ὃν εἰκός ἐστι μετὰ τὴν τούτου μητέρα ἄριστα τὸν αὑτοῦ υἱὸν γινώσκειν, οὗτος καὶ τότε καὶ νυνὶ βούλεται ὀμόσαι, ἦ μὴν Εὐφίλητον τοῦτον υἱὸν εἶναι αὑτοῦ ἐξ ἀστῆς καὶ γαμετῆς γυναικός. Πρὸς τούτοις τοίνυν, ὦ ἄνδρες δικασταί, ἐγὼ ἐτύγχανον μὲν τρισκαιδεκαετὴς ὤν, ὥσπερ καὶ πρότερον εἶπον, ὅτε οὗτος ἐγένετο, ἕτοιμος δέ εἰμι ὀμόσαι, ἦ μὴν Εὐφίλητον τουτονὶ ἀδελφὸν εἶναι ἐμαυτοῦ ὁμοπάτριον. Ὥστε, ὦ ἄνδρες δικασταί, δικαίως ἂν καὶ τοὺς ἡμετέρους ὅρκους πιστοτέρους νομίζοιτε ἢ τοὺς τούτων λόγους. Ἡμεῖς μὲν γὰρ ἀκριβῶς εἰδότες ὀμόσαι περὶ αὐτοῦ θέλομεν, οὗτοι δὲ ταῦτα ἀκηκοότες παρὰ τῶν τούτου διαφόρων ἢ αὐτοὶ πλάττοντες λέγουσι. Πρὸς δὲ τούτοις, ὦ ἄνδρες δικασταί, ἡμεῖς μὲν τοὺς συγγενεῖς μάρτυρας καὶ ἐπὶ τῶν διαιτητῶν καὶ ἐφ´ ὑμῶν παρεχόμεθα, οἷς οὐκ ἄξιον ἀπιστεῖν, οὗτοι δέ, ἐπειδὴ ἔλαχεν Εὐφίλητος τὴν δίκην τὴν προτέραν τῷ κοινῷ τῶν δημοτῶν καὶ τῷ τότε δημαρχοῦντι, ὃς νῦν τετελεύτηκε, δύο ἔτη τοῦ διαιτητοῦ τὴν δίαιταν ἔχοντος οὐκ ἠδυνήθησαν οὐδεμίαν μαρτυρίαν εὑρεῖν, ὡς οὑτοσὶ ἄλλου τινὸς πατρός ἐστιν ἢ τοῦ ἡμετέρου. Τοῖς δὲ διαιτῶσι μέγιστα 〈ταῦτα〉 σημεῖα ἦν τοῦ ψεύδεσθαι τούτους καὶ κατεδιῄτησαν αὐτῶν ἀμφότεροι. Καί μοι λαβὲ τῆς προτέρας διαίτης τὴν μαρτυρίαν.

<...Μαρτυρία...>

Ὡς μὲν τοίνυν καὶ τότε ὦφλον τὴν δίαιταν, ἀκηκόατε. Ἀξιῶ δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ οὗτοι μέγα τοῦτ´ ἂν ἔφασαν εἶναι σημεῖον, ὡς οὐκ ἔστιν Ἡγησίππου, εἰ οἱ διαιτηταὶ αὐτῶν ἀπεδιῄτησαν, οὕτω τὸ νῦν ἡμῖν τοιοῦτον εἶναι μαρτύριον ὅτι ἀληθῆ λέγομεν, ἐπεὶ ἔδοξαν αὐτοὶ ἀδικεῖν τοῦτον Ἀθηναῖον ὄντα καὶ κυρίως πρῶτον ἐγγραφέντα ὕστερον ἐξαλείψαντες. Ὅτι μὲν οὖν ἀδελφὸς ἡμῶν ἐστιν οὑτοσὶ Εὐφίλητος καὶ πολίτης ὑμέτερος καὶ ἀδίκως ὑβρίσθη ὑπὸ τῶν ἐν τῷ δήμῳ συστάντων, ἱκανῶς οἴομαι ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀκηκοέναι.’

[18] Οὗτος ὁ χαρακτὴρ τῶν Ἰσαίου λόγων καὶ ταῦτα τὰ διαλλάττοντα παρὰ τὴν Λυσίου ἀγωγήν. Οὐθὲν δὲ κωλύει καὶ κεφαλαιωδῶς περιλαβόντα δι´ ἐλαχίστης δηλώσεως τὰ φανερώτατα εἰπεῖν, ὅτι μοι δοκεῖ Λυσίας μὲν τὴν ἀλήθειαν διώκειν μᾶλλον, Ἰσαῖος δὲ τὴν τέχνην, καὶ ὃ μὲν στοχάζεσθαι τοῦ χαριέντως, ὃ δὲ τοῦ δεινῶς. Εἰ δέ τις παραθεωροίη ταῦτα ὡς μικρὰ καὶ φαῦλα, οὐκ ἂν ἔτι γένοιτο ἱκανὸς αὐτῶν κριτής. Ἀλλὰ γὰρ αἱ ὁμοιότητες συνταράξουσιν αὐτοῦ τὴν γνώμην, ὥστε μὴ διαγνῶναι τὸν ἴδιον ἑκατέρου χαρακτῆρα. Καὶ περὶ μὲν τούτων ὡς ἔχω δόξης δεδήλωταί μοι.

[19] Βούλομαι δὲ ἤδη καὶ περὶ τῶν ἄλλων ῥητόρων ἀποδοῦναι τὸν λόγον, ἵνα μή τις ἀγνοίᾳ με δόξῃ παραλιπεῖν αὐτοὺς ἐπιφανεῖς ὄντας καὶ ὀνόματος ἠξιωμένους οὐ μετρίου ἢ φυγῇ τοῦ πόνου τὸ ῥᾷστον αἱρούμενον τῶν ἔργων τὴν περὶ αὐτῶν ἀφεικέναι σκέψιν. Ἐγὼ γὰρ οὔτε ἠγνόουν, οὓς ἅπαντες ἴσασιν, οὔτε ὤκνουν 〈ἂν〉 ὑπὲρ αὐτῶν γράφειν, εἴ τι χρήσιμον ἔμελλεν ἐξοίσειν ἡ γραφή. Ἐνθυμούμενος δέ, ὅτι τὴν μὲν ποιητικὴν κατασκευὴν καὶ τὸ μετέωρον δὴ τοῦτο καὶ πομπικὸν εἰρημένον οὐδεὶς Ἰσοκράτους ἀμείνων ἐγένετο, παρέλιπον ἑκών, οὓς ᾔδειν ἧττον ἐν ταῖς ἰδέαις ταύταις κατορθοῦντας, Γοργίαν μὲν τὸν Λεοντῖνον ἐκπίπτοντα τοῦ μετρίου καὶ πολλαχοῦ παιδαριώδη γιγνόμενον ὁρῶν, Ἀλκιδάμαντα δὲ τὸν ἀκουστὴν αὐτοῦ παχύτερον ὄντα τὴν λέξιν καὶ κενότερον, Θεόδωρον δὲ τὸν Βυζάντιον ἀρχαῖόν τινα καὶ οὔτε ἐν ταῖς τέχναις ἀκριβῆ οὔτε ἐξέτασιν ἱκανὴν ἐν τοῖς ἐναγωνίοις δεδωκότα λόγοις, Ἀναξιμένην δὲ τὸν Λαμψακηνὸν ἐν ἁπάσαις μὲν ταῖς ἰδέαις τῶν λόγων τετράγωνόν τινα εἶναι βουλόμενον (καὶ γὰρ ἱστορίας γέγραφε καὶ περὶ τοῦ ποιητοῦ συντάξεις καταλέλοιπε καὶ τέχνας ἐξενήνοχεν, ἧπται δὲ καὶ συμβουλευτικῶν καὶ δικανικῶν ἀγώνων), οὐ μέντοι τέλειόν γε ἐν οὐδεμιᾷ τούτων τῶν ἰδεῶν ἀλλ´ ἀσθενῆ καὶ ἀπίθανον ὄντα ἐν ἁπάσαις θεωρῶν. Οὐ δὴ δεῖν ᾠόμην Ἰσοκράτους ἐν ἅπασι πάντων τούτων ὑπερέχοντος λόγον τινὰ ποιεῖσθαι περὶ ἐκείνων οὐδέ γε περὶ τῶν συμβιωσάντων Ἰσοκράτει καὶ τὸν χαρακτῆρα τῆς ἑρμηνείας ἐκείνου ἐκμιμησαμένων οὐθενός, Θεοδέκτου λέγω καὶ Θεοπόμπου καὶ Ναυκράτους Ἐφόρου τε καὶ Φιλίσκου καὶ Κηφισοδώρου καὶ ἄλλων συχνῶν. Οὐδὲ γὰρ ἐκεῖνοι κρίνεσθαι πρὸς τὴν Ἰσοκράτους δύναμίν εἰσιν ἐπιτήδειοι.

[20] Τῶν μὲν δὴ κατὰ ταύτην τὴν ἀγωγὴν κοσμουμένων ἐκεῖνον τὸν ἄνδρα διαφορώτατον ἡγησάμενος, οὐκ ἔτι περὶ τῶν ἄλλων ἠξίωσα μακρολογεῖν καὶ δαπανᾶν εἰς οὐδὲν ἀναγκαῖον τὸν χρόνον. Τῶν δὲ τοὺς ἀκριβεῖς προαιρουμένων λόγους καὶ πρὸς τὴν ἐναγώνιον ἀσκούντων ῥητορικήν, ὧν ἐγένετο Ἀντιφῶν τε ὁ Ῥαμνούσιος καὶ Θρασύμαχος ὁ Καλχηδόνιος καὶ Πολυκράτης ὁ Ἀθηναῖος Κριτίας τε ὁ τῶν τριάκοντα ἄρξας καὶ Ζωΐλος ὁ τὰς καθ´ Ὁμήρου συντάξεις καταλιπὼν καὶ ἄλλοι τοιοῦτοί τινες, οὐδένα ἡγούμενος οὔτε ἀκριβέστερον οὔτε χαριέστερον γεγονέναι Λυσίου· Ἀντιφῶν γε μὴν τὸ αὐστηρὸν ἔχει μόνον καὶ ἀρχαῖον, ἀγωνιστὴς δὲ λόγων οὔτε συμβουλευτικῶν οὔτε δικανικῶν ἐστι, Πολυκράτης δὲ κενὸς μὲν ἐν τοῖς ἀληθινοῖς, ψυχρὸς δὲ καὶ φορτικὸς ἐν τοῖς ἐπιδεικτικοῖς, ἄχαρις δὲ ἐν τοῖς χαριεντισμοῦ δεομένοις ἐστί, Θρασύμαχος δὲ καθαρὸς μὲν καὶ λεπτὸς καὶ δεινὸς εὑρεῖν τε καὶ εἰπεῖν στρογγύλως καὶ περιττῶς, ὃ βούλεται, πᾶς δέ ἐστιν ἐν τοῖς τεχνογραφικοῖς καὶ ἐπιδεικτικοῖς, δικανικοὺς δὲ [ἢ συμβουλευτικοὺς] οὐκ ἀπολέλοιπε λόγους, τὰ δὲ αὐτὰ καὶ περὶ Κριτίου καὶ περὶ Ζωΐλου τις ἂν εἰπεῖν ἔχοι πλὴν ὅσον τοῖς χαρακτῆρσι τῆς ἑρμηνείας διαλλάττουσιν ἀλλήλων· τούτων δή, φημί, τῶν ἀνδρῶν καὶ τῶν παραπλησίων τούτοις διαφέρειν οἰόμενος Λυσίαν καὶ ὥσπερ ἀρχέτυπον ἀπογράφων ὑπερέχειν, ἐκεῖνον τὸν ἄνδρα ταύτης τῆς προαιρέσεως τῶν λόγων ἐποιησάμην κανόνα. Τὸν δὲ δὴ τρίτον Ἰσαῖον εἴ τις ἔροιτό με τίνος ἕνεκα προσεθέμην, Λυσίου δὴ ζηλωτὴν ὄντα, ταύτην ἂν αὐτῷ φαίην τὴν αἰτίαν, ὅτι μοι δοκεῖ τῆς Δημοσθένους δεινότητος, ἣν οὐθείς ἐστιν ὃς οὐ τελειοτάτην ἁπασῶν οἴεται γενέσθαι, τὰ σπέρματα καὶ τὰς ἀρχὰς οὗτος ὁ ἀνὴρ παρασχεῖν. Διὰ μὲν δὴ ταύτας τὰς αἰτίας τούσδε τοὺς ἄνδρας μόνους παρέλαβον. Εεἰ δὲ περὶ πάντων ἠξίουν γράφειν, εἰς κενότητας ἄν μοι ὁ λόγος ἐξέπιπτε καὶ πρὸς τῷ μηθὲν ἢ μὴ πολὺ τὸ χρήσιμον ἔχειν εἰς ἀπέραντόν τινα καὶ οὐ σύμμετρον ἐξεμηκύνθη γραφήν. Καὶ περὶ τούτων μὲν ἅλις. Ἑτέραν δὲ ἀρχὴν ποιήσομαι τοῦ λόγου περί τε Δημοσθένους καὶ Ὑπερείδου καὶ τρίτου λέγων Αἰσχίνου. Ἡ γὰρ δὴ τελειοτάτη ῥητορικὴ καὶ τὸ κράτος τῶν ἐναγωνίων λόγων ἐν τούτοις τοῖς ἀνδράσιν ἔοικεν εἶναι.