Περί του ακούειν

Από Βικιθήκη
Περὶ τοῦ ἀκούειν
Συγγραφέας:
Ηθικά


[1] Τὴν γενομένην μοι σχολὴν περὶ τοῦ ἀκούειν, ὦ Νίκανδρε, ἀπέσταλκά σοι γράψας, ὅπως εἰδῇς τοῦ πείθοντος ὀρθῶς ἀκούειν, ὅτε τῶν προσταττόντων ἀπήλλαξαι τὸ ἀνδρεῖον ἀνειληφὼς ἱμάτιον. Ἀναρχία μὲν γάρ, ἣν ἔνιοι τῶν νέων ἐλευθερίαν ἀπαιδευσίᾳ νομίζουσι, χαλεπωτέρους ἐκείνων τῶν ἐν παισὶ διδασκάλων καὶ παιδαγωγῶν δεσπότας ἐφίστησι τὰς ἐπιθυμίας ὥσπερ ἐκ δεσμῶν λυθείσας· καὶ καθάπερ Ἡρόδοτός φησιν ἅμα τῷ χιτῶνι συνεκδύεσθαι τὴν αἰδῶ τὰς γυναῖκας, οὕτως ἔνιοι τῶν νέων ἅμα τῷ τὸ παιδικὸν ἱμάτιον ἀποθέσθαι συναποθέμενοι τὸ αἰδεῖσθαι καὶ φοβεῖσθαι καὶ λύσαντες τὴν κατασχηματίζουσαν αὐτοὺς περιβολὴν εὐθὺς ἐμπίπλανται τῆς ἀναγωγίας. Σὺ δὲ πολλάκις ἀκηκοὼς ὅτι ταὐτόν ἐστι τὸ ἕπεσθαι θεῷ καὶ τὸ πείθεσθαι λόγῳ, νόμιζε τὴν εἰς ἄνδρας ἐκ παίδων ἀγωγὴν οὐκ ἀρχῆς εἶναι τοῖς εὖ φρονοῦσιν ἀποβολήν, ἀλλὰ μεταβολὴν ἄρχοντος, ἀντὶ μισθωτοῦ τινος ἢ ἀργυρωνήτου θεῖον ἡγεμόνα τοῦ βίου λαμβάνουσι τὸν λόγον, ᾧ τοὺς ἑπομένους ἄξιόν ἐστι μόνους ἐλευθέρους νομίζειν. Μόνοι γὰρ ἃ δεῖ βούλεσθαι μαθόντες, ὡς βούλονται ζῶσι· ταῖς δ ´ ἀπαιδεύτοις καὶ παραλόγοις ὁρμαῖς καὶ πράξεσιν ἀγεννὲς ἔνεστί τι καὶ μικρὸν ἐν πολλῷ τῷ μετανοοῦντι τὸ ἑκούσιον.

[2] Ἐπεὶ δ´ ὥσπερ τῶν ἐγγραφομένων εἰς τὰς πολιτείας οἱ μὲν ἀλλοδαποὶ καὶ ξένοι κομιδῇ πολλὰ μέμφονται καὶ δυσκολαίνουσι τῶν γιγνομένων, οἱ δ´ ἐκ μετοίκων σύντροφοι καὶ συνήθεις τῶν νόμων ὄντες οὐ χαλεπῶς προσδέχονται τὰ ἐπιβάλλοντα καὶ στέργουσιν, οὕτω σε δεῖ πολὺν χρόνον ἐν φιλοσοφίᾳ παρατρεφόμενον καὶ πᾶν μάθημα καὶ ἄκουσμα παιδικὸν ἀπ´ ἀρχῆς ἐθισθέντα προσφέρεσθαι λόγῳ φιλοσόφῳ μεμιγμένον, εὐμενῆ καὶ οἰκεῖον ἥκειν εἰς φιλοσοφίαν, ἣ μόνη τὸν ἀνδρεῖον καὶ τέλειον ὡς ἀληθῶς ἐκ λόγου τοῖς νέοις περιτίθησι κόσμον.

Οὐκ ἂν ἀηδῶς δ´ οἶμαί σε προακοῦσαι περὶ τῆς ἀκουστικῆς αἰσθήσεως, ἣν ὁ Θεόφραστος παθητικωτάτην εἶναί φησι πασῶν. Οὔτε γὰρ ὁρατὸν οὐδὲν οὔτε γευστὸν οὔθ´ ἁπτὸν ἐκστάσεις ἐπιφέρει καὶ ταραχὰς καὶ πτοίας τηλικαύτας ἡλίκαι καταλαμβάνουσι τὴν ψυχὴν κτύπων τινῶν καὶ πατάγων καὶ ἤχων τῇ ἀκοῇ προσπεσόντων. Ἔστι δὲ λογικωτέρα μᾶλλον ἢ παθητικωτέρα. Τῇ μὲν γὰρ κακίᾳ πολλὰ χωρία καὶ μέρη τοῦ σώματος παρέχει δι´ αὐτῶν ἐνδῦσαν ἅψασθαι τῆς ψυχῆς, τῇ δ´ ἀρετῇ μία λαβὴ τὰ ὦτα τῶν νέων ἐστίν, ἂν ᾖ καθαρὰ καὶ ἄθρυπτα κολακείᾳ καὶ λόγοις ἄθικτα φαύλοις ἀπ´ ἀρχῆς φυλάττηται. Διὸ καὶ Ξενοκράτης τοῖς παισὶ μᾶλλον ἢ τοῖς ἀθληταῖς ἐκέλευε περιάπτειν ἀμφωτίδας, ὡς ἐκείνων μὲν τὰ ὦτα ταῖς πληγαῖς, τούτων δὲ τοῖς λόγοις τὰ ἤθη διαστρεφομένων, οὐκ ἀνηκοΐαν οὐδὲ κωφότητα προμνώμενος, ἀλλὰ τῶν λόγων τοὺς φαύλους φυλάττεσθαι παραινῶν, πρὶν ἑτέρους χρηστούς, ὥσπερ φύλακας ἐντραφέντας ὑπὸ φιλοσοφίας τῷ ἤθει, τὴν μάλιστα κινουμένην αὐτοῦ καὶ ἀναπειθομένην χώραν κατασχεῖν. Καὶ Βίας ὁ παλαιὸς Ἀμάσιδι, κελευσθεὶς τὸ χρηστότατον ὁμοῦ καὶ φαυλότατον ἐκπέμψαι κρέας τοῦ ἱερείου, τὴν γλῶτταν ἐξελὼν ἀπέπεμψεν, ὡς καὶ βλάβας καὶ ὠφελείας τοῦ λέγειν ἔχοντος μεγίστας. Οἵ τε πολλοὶ τὰ μικρὰ παιδία καταφιλοῦντες αὐτοί τε τῶν ὤτων ἅπτονται κἀκεῖνα τοῦτο ποιεῖν κελεύουσιν, αἰνιττόμενοι μετὰ παιδιᾶς ὅτι δεῖ φιλεῖν μάλιστα τοὺς διὰ τῶν ὤτων ὠφελοῦντας.

Ἐπεὶ ὅτι γε πάσης ἀκροάσεως ἀπειργόμενος ὁ νέος καὶ λόγου μηδενὸς γευόμενος οὐ μόνον ἄκαρπος ὅλως καὶ ἀβλαστὴς διαμένει πρὸς ἀρετήν, ἀλλὰ καὶ διαστρέφοιτ´ ἂν πρὸς κακίαν, ὥσπερ ἐκ χώρας ἀκινήτου καὶ ἀργῆς ἄγρια πολλὰ τῆς ψυχῆς ἀναδιδούς, δῆλόν ἐστι. Τὰς γὰρ ἐφ´ ἡδονὴν ὁρμὰς καὶ πρὸς πόνον ὑποψίας (οὐ θυραίους οὐδ´ ὑπὸ λόγων ἐπεισάκτους, ἀλλ´ ὥσπερ αὐτόχθονας οὔσας μυρίων παθῶν καὶ νοσημάτων πηγάς) ἂν ἐᾷ τις ἀφέτους ᾗ πεφύκασι χωρεῖν καὶ μὴ λόγοις χρηστοῖς ἀφαιρῶν ἢ παρατρέπων καταρτύῃ τὴν φύσιν, οὐκ ἔστιν ὃ τῶν θηρίων οὐκ ἂν ἡμερώτερον ἀνθρώπου φανείη.

[3] Διὸ δὴ μεγάλην μὲν ὠφέλειαν οὐκ ἐλάττω δὲ κίνδυνον τοῖς νέοις τοῦ ἀκούειν ἔχοντος, οἶμαι καλῶς ἔχειν καὶ πρὸς αὑτὸν ἀεὶ καὶ πρὸς ἕτερον διαλέγεσθαι περὶ τοῦ ἀκούειν. Ἐπεὶ καὶ τούτῳ κακῶς τοὺς πλείστους χρωμένους ὁρῶμεν, οἳ λέγειν ἀσκοῦσι πρὶν ἀκούειν ἐθισθῆναι· καὶ λόγων μὲν οἴονται μάθησιν εἶναι καὶ μελέτην, ἀκροάσει δὲ καὶ τοὺς ὁπωσοῦν χρωμένους ὠφελεῖσθαι. Καίτοι τοῖς μὲν σφαιρίζουσιν ἅμα τοῦ βαλεῖν καὶ τοῦ λαβεῖν τὴν σφαῖραν ἡ μάθησις· ἐν δὲ τῇ τοῦ λόγου χρείᾳ τὸ δέξασθαι καλῶς τοῦ προέσθαι πρότερόν ἐστιν, ὥσπερ τοῦ τεκεῖν τὸ συλλαβεῖν καὶ κατασχεῖν τι τῶν γονίμων. Ταῖς μὲν οὖν ὄρνισι τὰς ὑπηνεμίους λοχείας καὶ ὠδῖνας ἀτελῶν τινων καὶ ἀψύχων ὑπολειμμάτων ὀχείας λέγουσιν εἶναι· τῶν δ´ ἀκούειν μὴ δυναμένων νέων μηδ´ ὠφελεῖσθαι δι´ ἀκοῆς ἐθισθέντων ὑπηνέμιος ὄντως ὁ λόγος ἐκπίπτων ἀκλειὴς ἀίδηλος ὑπαὶ νεφέεσσι κεδάσθη. Τὰ μὲν γὰρ ἀγγεῖα πρὸς τὴν ὑποδοχὴν τῶν ἐγχεομένων ἐπικλίνουσι καὶ συνεπιστρέφουσιν, ἵν´ ἔγχυσις ἀληθῶς, μὴ ἔκχυσις γένηται, αὑτοὺς δὲ τῷ λέγοντι παρέχειν καὶ συναρμόττειν τῇ προσοχῇ τὴν ἀκρόασιν, ὡς μηδὲν ἐκφύγῃ τῶν χρησίμως λεγομένων, οὐ μανθάνουσιν, ἀλλ´ ὃ πάντων καταγελαστότατόν ἐστιν, ἂν μέν τινι προστύχωσι διηγουμένῳ δεῖπνον ἢ πομπὴν ἢ ὄνειρον ἢ λοιδορίαν γεγενημένην αὐτῷ πρὸς ἄλλον, ἀκροῶνται σιωπῇ καὶ προσλιπαροῦσιν· ἂν δέ τις αὐτοὺς ἐπισπασάμενος διδάσκῃ τι τῶν χρησίμων ἢ παραινῇ τῶν δεόντων ἢ νουθετῇ πλημμελοῦντας ἢ καταπραΰνῃ χαλεπαίνοντας, οὐχ ὑπομένουσιν, ἀλλ´ ἂν μὲν δύνωνται, περιγενέσθαι φιλοτιμούμενοι διαμάχονται πρὸς τὸν λόγον· εἰ δὲ μή, φεύγοντες ἀπίασι πρὸς ἑτέρους λόγους καὶ φλυάρους, ὡς ἀγγεῖα φαῦλα καὶ σαθρὰ τὰ ὦτα πάντων μᾶλλον ἢ τῶν ἀναγκαίων ἐμπιπλάντες. Τοὺς μὲν οὖν ἵππους οἱ καλῶς τρέφοντες εὐστόμους τῷ χαλινῷ, τοὺς δὲ παῖδας εὐηκόους τῷ λόγῳ παρέχουσι, πολλὰ μὲν ἀκούειν μὴ πολλὰ δὲ λέγειν διδασκομένους. Καὶ γὰρ τὸν Ἐπαμεινώνδαν ὁ Σπίνθαρος ἐπαινῶν ἔφη μήτε πλείονα γιγνώσκοντι μήτ´ ἐλάττονα φθεγγομένῳ ῥᾳδίως ἐντυχεῖν ἑτέρῳ. Καὶ τὴν φύσιν ἡμῶν ἑκάστῳ λέγουσι δύο μὲν ὦτα δοῦναι, μίαν δὲ γλῶτταν, ὡς ἐλάττονα λέγειν ἢ ἀκούειν ὀφείλοντι.

[4] Πανταχοῦ μὲν οὖν τῷ νέῳ κόσμος ἀσφαλής ἐστιν ἡ σιωπή, μάλιστα δ´ ὅταν ἀκούων ἑτέρου μὴ συνταράττηται μηδ´ ἐξυλακτῇ πρὸς ἕκαστον, ἀλλὰ κἂν ὁ λόγος ᾖ μὴ λίαν ἀρεστός, ἀνέχηται καὶ περιμένῃ παύσασθαι τὸν διαλεγόμενον, καὶ παυσαμένου μὴ εὐθέως ἐπιβάλλῃ τὴν ἀντίρρησιν, ἀλλ´ ὡς Αἰσχίνης φησί, διαλείπῃ χρόνον, εἴτε προσθεῖναί τι βούλοιτο τοῖς λελεγμένοις ὁ εἰρηκώς, εἴτε μεταθέσθαι καὶ ἀφελεῖν. Οἱ δ´ εὐθὺς ἀντικόπτοντες, οὔτ´ ἀκούοντες οὔτ´ ἀκουόμενοι λέγοντες δὲ πρὸς λέγοντας, ἀσχημονοῦσιν· ὁ δ´ ἐγκρατῶς καὶ μετ´ αἰδοῦς ἀκούειν ἐθισθεὶς τὸν μὲν ὠφέλιμον λόγον ἐδέξατο καὶ κατέσχε, τὸν δ´ ἄχρηστον ἢ ψευδῆ μᾶλλον διεῖδε καὶ κατεφώρασε, φιλαλήθης φανείς, οὐ φιλόνεικος οὐδὲ προπετὴς καὶ δύσερις. Ὅθεν οὐ κακῶς ἔνιοι λέγουσιν ὅτι δεῖ τῶν νέων μᾶλλον ἐκπνευματοῦν τὸ οἴημα καὶ τὸν τῦφον ἢ τῶν ἀσκῶν τὸν ἀέρα τοὺς ἐγχέαι τι βουλομένους χρήσιμον· εἰ δὲ μή, γέμοντες ὄγκου καὶ φυσήματος οὐ προσδέχονται.

[5] Φθόνος τοίνυν μετὰ βασκανίας καὶ δυσμενείας οὐδενὶ μὲν ἔργῳ παρὼν ἀγαθόν, ἀλλὰ πᾶσιν ἐμπόδιος τοῖς καλοῖς, κάκιστος δ´ ἀκροωμένῳ πάρεδρος καὶ σύμβουλος, ἀνιαρὰ καὶ ἀηδῆ καὶ δυσπρόσδεκτα ποιῶν τὰ ὠφέλιμα διὰ τὸ πᾶσι μᾶλλον ἥδεσθαι τοὺς φθονοῦντας ἢ τοῖς εὖ λεγομένοις. Καίτοι πλοῦτος μὲν ὅντινα δάκνει καὶ δόξα καὶ κάλλος, ἑτέροις ὑπάρχοντα, φθονερός ἐστι μόνον· ἄχθεται γὰρ ἄλλων εὐτυχούντων· ὁ δὲ λόγῳ καλῶς λεγομένῳ δυσχεραίνων ὑπὸ τῶν ἰδίων ἀγαθῶν ἀνιᾶται. Ὡς γὰρ τὸ φῶς τῶν βλεπόντων, καὶ ὁ λόγος τῶν ἀκουόντων ἀγαθόν ἐστιν, ἂν βούλωνται δέχεσθαι. Τὸν μὲν οὖν ἐφ´ ἑτέροις φθόνον ἄλλαι τινὲς ἀπαίδευτοι καὶ κακαὶ διαθέσεις ἐμποιοῦσιν, ὁ δὲ πρὸς τοὺς λέγοντας ἐκ φιλοδοξίας ἀκαίρου καὶ φιλοτιμίας ἀδίκου γεννώμενος οὐδὲ προσέχειν ἐᾷ τοῖς λεγομένοις τὸν οὕτω διακείμενον, ἀλλὰ θορυβεῖ καὶ περισπᾷ τὴν διάνοιαν, ἅμα μὲν τὴν ἑαυτῆς ἕξιν ἐπισκοποῦσαν εἰ λείπεται τῆς τοῦ λέγοντος, ἅμα δὲ τοὺς ἄλλους ἐπιβλέπουσαν εἰ ἄγανται καὶ θαυμάζουσιν, ἐκπληττομένην τε ὑπὸ τῶν ἐπαίνων καὶ ἀγριαίνουσαν πρὸς τοὺς παρόντας ἂν ἀποδέχωνται τὸν λέγοντα, τῶν δὲ λόγων τοὺς μὲν εἰρημένους ἐῶσαν καὶ προϊεμένην, ὅτι λυποῦσι μνημονευόμενοι, πρὸς δὲ τοὺς λείποντας ταραττομένην καὶ τρέμουσαν μὴ τῶν εἰρημένων βελτίονες γένωνται, σπεύδουσαν δὲ τάχιστα παύσασθαι τοὺς λέγοντας ὅταν κάλλιστα λέγωσι, λυθείσης δὲ τῆς ἀκροάσεως πρὸς οὐδενὶ τῶν εἰρημένων οὖσαν ἀλλὰ τὰς φωνὰς καὶ διαθέσεις τῶν παρόντων ἐπιψηφίζουσαν, καὶ τοὺς μὲν ἐπαινοῦντας ὥσπερ ἐμμανῆ φεύγουσαν καὶ ἀποπηδῶσαν, προστρέχουσαν δὲ καὶ συναγελαζομένην τοῖς ψέγουσι τὰ εἰρημένα καὶ διαστρέφουσιν· ἂν δὲ μηδὲν ᾖ διαστρέψαι, παραβάλλουσαν ἑτέρους τινὰς ὡς ἄμεινον εἰρηκότας εἰς ταὐτὸ καὶ δυνατώτερον, ἕως διαφθείρασα καὶ λυμηναμένη τὴν ἀκρόασιν ἀχρεῖον ἑαυτῇ καὶ ἀνόνητον ἀπεργάσηται.

[6] Διὸ δεῖ τῇ φιληκοΐᾳ πρὸς τὴν φιλοδοξίαν σπεισάμενον ἀκροᾶσθαι τοῦ λέγοντος ἵλεων καὶ πρᾶον, ὥσπερ ἐφ´ ἑστίασιν ἱερὰν καὶ θυσίας ἀπαρχὴν παρειλημμένον, ἐπαινοῦντα μὲν ἐν οἷς ἐπιτυγχάνει τὴν δύναμιν, ἀγαπῶντα δὲ τὴν προθυμίαν αὐτὴν τοῦ φέροντος εἰς μέσον ἃ γιγνώσκει καὶ πείθοντος ἑτέρους δι´ ὧν αὐτὸς πέπεισται. Τοῖς μὲν οὖν κατορθουμένοις ἐπιλογιστέον ὡς οὐκ ἀπὸ τύχης οὐδ´ αὐτομάτως ἀλλ´ ἐπιμελείᾳ καὶ πόνῳ καὶ μαθήσει κατορθοῦνται, καὶ μιμητέον γε ταῦτα θαυμάζοντάς γε δὴ καὶ ζηλοῦντας· τοῖς δ´ ἁμαρτανομένοις ἐφιστάναι χρὴ τὴν διάνοιαν, ὑφ´ ὧν αἰτιῶν καὶ ὅθεν ἡ παρατροπὴ γέγονεν. Ὡς γὰρ ὁ Ξενοφῶν φησι τοὺς οἰκονομικοὺς καὶ ἀπὸ τῶν φίλων ὀνίνασθαι καὶ ἀπὸ τῶν ἐχθρῶν, οὕτω τοὺς ἐγρηγορότας καὶ προσέχοντας οὐ μόνον κατορθοῦντες ἀλλὰ καὶ διαμαρτάνοντες ὠφελοῦσιν οἱ λέγοντες· καὶ γὰρ διανοήματος εὐτέλεια καὶ ῥήματος κενότης καὶ σχῆμα φορτικὸν καὶ πτόησις μετὰ χαρᾶς ἀπειροκάλου πρὸς ἔπαινον καὶ ὅσα τοιαῦτα μᾶλλον ἀκροωμένοις ἐφ´ ἑτέρων ἢ λέγουσιν ἐφ´ ἑαυτῶν καταφαίνεται. Διὸ δεῖ μεταφέρειν τὴν εὔθυναν ἐφ´ ἑαυτοὺς ἀπὸ τοῦ λέγοντος, ἀνασκοποῦντας εἴ τι τοιοῦτο λανθάνομεν ἁμαρτάνοντες. Ῥᾷστον γάρ ἐστι τῶν ὄντων τὸ μέμψασθαι τὸν πλησίον, ἀχρήστως τε καὶ κενῶς γιγνόμενον, ἂν μὴ πρός τινα διόρθωσιν ἢ φυλακὴν ἀναφέρηται τῶν ὁμοίων. Καὶ τὸ τοῦ Πλάτωνος οὐκ ὀκνητέον ἀεὶ πρὸς αὑτὸν ἐπὶ τῶν ἁμαρτανόντων ἀναφθέγγεσθαι,

« Μή που ἄρ´ ἐγὼ τοιοῦτος; »

ὡς γὰρ ἐν τοῖς ὄμμασι τῶν πλησίον ἐλλάμποντα τὰ ἑαυτῶν ὁρῶμεν, οὕτως ἐπὶ τῶν λόγων δεῖ τοὺς ἑαυτῶν ἐνεικονίζεσθαι τοῖς ἑτέρων, ἵνα μήτ´ ἄγαν θρασέως καταφρονῶμεν ἄλλων, αὑτοῖς τε προσέχωμεν ἐν τῷ λέγειν ἐπιμελέστερον. Χρήσιμον δὲ πρὸς τοῦτο καὶ τὸ τῆς παραβολῆς, ὅταν γενόμενοι καθ´ αὑτοὺς ἀπὸ τῆς ἀκροάσεως καὶ λαβόντες τι τῶν μὴ καλῶς ἢ μὴ ἱκανῶς εἰρῆσθαι δοκούντων ἐπιχειρῶμεν εἰς ταὐτὸ καὶ προάγωμεν αὑτοὺς τὰ μὲν ὥσπερ ἀναπληροῦν, τὰ δ´ ἐπανορθοῦσθαι, τὰ δ´ ἑτέρως φράζειν, τὰ δ´ ὅλως ἐξ ὑπαρχῆς εἰσφέρειν πειρώμενοι πρὸς τὴν ὑπόθεσιν. Ὃ καὶ Πλάτων ἐποίησε πρὸς τὸν Λυσίου λόγον. Τὸ μὲν γὰρ ἀντειπεῖν οὐ χαλεπὸν ἀλλὰ καὶ πάνυ ῥᾴδιον εἰρημένῳ λόγῳ· τὸ δ´ ἕτερον ἀνταναστῆσαι βελτίονα παντάπασιν ἐργῶδες. Ὥσπερ ὁ Λακεδαιμόνιος ἀκούσας ὅτι Φίλιππος Ὄλυνθον κατέσκαψεν

« Ἀλλ´ οὐκ ἀναστῆσαί γε τοιαύτην » ἔφη « πόλιν ἐκεῖνος ἂν δυνηθείη. »

Ὅταν οὖν ἐν τῷ διαλέγεσθαι πρὸς τὴν τοιαύτην ὑπόθεσιν μὴ πολὺ φαινώμεθα τῶν εἰρηκότων διαφέροντες, πολὺ τοῦ καταφρονεῖν ἀφαιροῦμεν, καὶ τάχιστα κολούεται τὸ αὔθαδες ἡμῶν καὶ φίλαυτον ἐν ταῖς τοιαύταις ἐλεγχόμενον ἀντιπαραβολαῖς.

[7] Τῷ τοίνυν καταφρονεῖν τὸ θαυμάζειν ἀντικείμενον εὐγνωμονεστέρας μέν ἐστι δήπου καὶ ἡμερωτέρας φύσεως, δεῖταί γε μὴν οὐδ´ αὐτὸ μικρᾶς εὐλαβείας, τάχα δὲ καὶ μείζονος· οἱ μὲν γὰρ καταφρονητικοὶ καὶ θρασεῖς ἧττον ὠφελοῦνται ὑπὸ τῶν λεγόντων, οἱ δὲ θαυμαστικοὶ καὶ ἄκακοι μᾶλλον βλάπτονται, καὶ τὸν Ἡράκλειτον οὐκ ἐλέγχουσιν εἰπόντα

« Βλὰξ ἄνθρωπος ἐπὶ παντὶ λόγῳ ἐπτοῆσθαι φιλεῖ. »

Δεῖ δὲ τὸν μὲν ἔπαινον ἀφελῶς τοῖς λέγουσι τὴν δὲ πίστιν εὐλαβῶς προΐεσθαι τοῖς λόγοις, καὶ τῆς μὲν λέξεως καὶ προφορᾶς τῶν ἀγωνιζομένων εὐμενῆ καὶ ἁπλοῦν εἶναι θεατήν, τῆς δὲ χρείας καὶ τῆς ἀληθείας τῶν λεγομένων ἀκριβῆ καὶ πικρὸν ἐξεταστήν, ἵν´ οἱ μὲν λέγοντες μὴ μισῶσιν, οἱ δὲ λόγοι μὴ βλάπτωσιν· ὡς πολλὰ ψευδῆ καὶ πονηρὰ δόγματα λανθάνομεν εὐνοίᾳ καὶ πίστει τῇ πρὸς τοὺς λέγοντας ἐνδεχόμενοι. Οἱ μὲν οὖν Λακεδαιμονίων ἄρχοντες ἀνδρὸς οὐκ εὖ βεβιωκότος γνώμην δοκιμάσαντες ἑτέρῳ προσέταξαν εἰπεῖν εὐδοκιμοῦντι περὶ τὸν βίον καὶ τὸ ἦθος, ὀρθῶς πάνυ καὶ πολιτικῶς ἐθίζοντες τὸν δῆμον ὑπὸ τοῦ τρόπου μᾶλλον ἢ τοῦ λόγου τῶν συμβουλευόντων ἄγεσθαι. Τοὺς δ´ ἐν φιλοσοφίᾳ λόγους ἀφαιροῦντα χρὴ τὴν τοῦ λέγοντος δόξαν αὐτοὺς ἐφ´ ἑαυτῶν ἐξετάζειν. Ὡς γὰρ πολέμου, καὶ ἀκροάσεως πολλὰ τὰ κενά ἐστι. Καὶ γὰρ πολιὰ τοῦ λέγοντος καὶ πλάσμα καὶ ὀφρῦς καὶ περιαυτολογία, μάλιστα δ´ αἱ κραυγαὶ καὶ οἱ θόρυβοι καὶ τὰ πηδήματα τῶν παρόντων συνεκπλήττει τὸν ἄπειρον ἀκροατὴν καὶ νέον ὥσπερ ὑπὸ ῥεύματος παραφερόμενον. Ἔχει δέ τι καὶ ἡ λέξις ἀπατηλόν, ὅταν ἡδεῖα καὶ πολλὴ καὶ μετ´ ὄγκου τινὸς καὶ κατασκευῆς ἐπιφέρηται τοῖς πράγμασιν. Ὡς γὰρ τῶν ὑπ´ αὐλοῖς ᾀδόντων αἱ πολλαὶ τοὺς ἀκούοντας ἁμαρτίαι διαφεύγουσιν, οὕτω περιττὴ καὶ σοβαρὰ λέξις ἀντιλάμπει τῷ ἀκροατῇ πρὸς τὸ δηλούμενον. Ὁ μὲν γὰρ Μελάνθιος, ὡς ἔοικε, περὶ τῆς Διογένους τραγῳδίας ἐρωτηθεὶς οὐκ ἔφη κατιδεῖν αὐτὴν ὑπὸ τῶν ὀνομάτων ἐπιπροσθουμένην· αἱ δὲ τῶν πολλῶν διαλέξεις καὶ μελέται σοφιστῶν οὐ μόνον τοῖς ὀνόμασι παραπετάσμασι χρῶνται τῶν διανοημάτων, ἀλλὰ καὶ τὴν φωνὴν ἐμμελείαις τισὶ καὶ μαλακότησι καὶ παρισώσεσιν ἐφηδύνοντες ἐκβακχεύουσι καὶ παραφέρουσι τοὺς ἀκροωμένους, κενὴν ἡδονὴν διδόντες καὶ κενοτέραν δόξαν ἀντιλαμβάνοντες. Ὥστ´ αὐτοῖς συμβαίνει τὸ ὑπὸ Διονυσίου ῥηθέν. Ἐκεῖνος γάρ, ὡς ἔοικεν, εὐδοκιμοῦντι κιθαρῳδῷ παρὰ τὴν θέαν ἐπαγγειλάμενος δωρεάς τινας μεγάλας ὕστερον οὐδὲν ἔδωκεν ὡς ἀποδεδωκὼς τὴν χάριν·

« Ὅσον γάρ, » ἔφη, « χρόνον εὔφραινες ᾄδων, τοσοῦτον ἔχαιρες ἐλπίζων. »

Τοῦτον δὲ τὸν ἔρανον αἱ τοιαῦται πληροῦσιν ἀκροάσεις τοῖς λέγουσι· θαυμάζονται γὰρ ἐφ´ ὅσον τέρπουσιν, εἶθ´ ἅμα τῆς ἀκοῆς ἐξερρύη τὸ ἡδὺ κἀκείνους προλέλοιπεν ἡ δόξα, καὶ μάτην τοῖς μὲν ὁ χρόνος τοῖς δὲ καὶ ὁ βίος ἀνάλωται.

[8] Διὸ δεῖ τὸ πολὺ καὶ κενὸν ἀφαιροῦντα τῆς λέξεως αὐτὸν διώκειν τὸν καρπὸν καὶ μιμεῖσθαι μὴ τὰς στεφανηπλόκους ἀλλὰ τὰς μελίττας. Αἱ μὲν γὰρ ἐπιοῦσαι τὰ ἀνθηρὰ καὶ εὐώδη τῶν φύλλων συνείρουσι καὶ διαπλέκουσιν ἡδὺ μὲν ἐφήμερον δὲ καὶ ἄκαρπον ἔργον· αἱ δὲ πολλάκις ἴων καὶ ῥόδων καὶ ὑακίνθων διαπετόμεναι λειμῶνας ἐπὶ τὸν τραχύτατον καὶ δριμύτατον θύμον καταίρουσι καὶ τούτῳ προσκάθηνται

« - - - ξανθὸν μέλι μηδόμεναι, »

καὶ λαβοῦσαί τι τῶν χρησίμων ἀποπέτονται πρὸς τὸ οἰκεῖον ἔργον. Οὕτως οὖν δεῖ τὸν φιλότεχνον καὶ καθαρὸν ἀκροατὴν τὰ μὲν ἀνθηρὰ καὶ τρυφερὰ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων τὰ δραματικὰ καὶ πανηγυρικὰ κηφήνων βοτάνην σοφιστιώντων ἡγούμενον ἐᾶν, αὐτὸν δὲ τῇ προσοχῇ καταδυόμενον εἰς τὸν νοῦν τοῦ λόγου καὶ τὴν διάθεσιν τοῦ λέγοντος ἕλκειν ἀπ´ αὐτῆς τὸ χρήσιμον καὶ ὠφέλιμον, μεμνημένον ὡς οὐκ εἰς θέατρον οὐδ´ ᾠδεῖον ἀλλ´ εἰς σχολὴν καὶ διδασκαλεῖον ἀφῖκται, τῷ λόγῳ τὸν βίον ἐπανορθωσόμενος. Ὅθεν δὴ καὶ ποιητέον ἐπίσκεψιν καὶ κρίσιν τῆς ἀκροάσεως ἐξ αὑτοῦ καὶ τῆς περὶ αὑτὸν διαθέσεως, ἀναλογιζόμενον εἴ τι τῶν παθῶν γέγονε μαλακώτερον, εἴ τι τῶν ἀνιαρῶν κουφότερον, εἰ θάρσος εἰ φρόνημα βέβαιον, εἰ πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἐνθουσιασμός. Οὐ γὰρ ἐκ κουρείου μὲν ἀναστάντα δεῖ τῷ κατόπτρῳ παραστῆναι καὶ τῆς κεφαλῆς ἅψασθαι, τὴν περικοπὴν τῶν τριχῶν ἐπισκοποῦντα καὶ τῆς κουρᾶς τὴν διαφοράν, ἐκ δὲ ἀκροάσεως ἀπιόντα καὶ σχολῆς οὐκ εὐθὺς ἀφορᾶν χρὴ πρὸς ἑαυτόν, καταμανθάνοντα τὴν ψυχὴν εἴ τι τῶν ὀχληρῶν ἀποτεθειμένη καὶ περιττῶν ἐλαφροτέρα γέγονε καὶ ἡδίων.

« Οὔτε γὰρ βαλανείου, » φησὶν ὁ Ἀρίστων, « οὔτε λόγου μὴ καθαίροντος ὄφελός ἐστιν. »

[9] Ἡδέσθω μὲν οὖν ὑπὸ λόγων ὠφελούμενος ὁ νέος· οὐ δεῖ δὲ τὸ ἡδὺ τῆς ἀκροάσεως ποιεῖσθαι τέλος, οὐδ´ οἴεσθαι δεῖν ἐκ σχολῆς ἀπιέναι φιλοσόφου μινυρίζοντα καὶ γεγανωμένον, οὐδὲ ζητεῖν μυρίζεσθαι δεόμενον ἐμβροχῆς καὶ καταπλάσματος, ἀλλὰ χάριν ἔχειν, ἄν τις ὥσπερ καπνῷ σμῆνος λόγῳ δριμεῖ τὴν διάνοιαν ἀχλύος πολλῆς καὶ ἀμβλύτητος γέμουσαν ἐκκαθήρῃ. Καὶ γὰρ εἰ τοῖς λέγουσι προσήκει μὴ παντάπασιν ἡδονὴν ἐχούσης καὶ πιθανότητα λέξεως παραμελεῖν, ἐλάχιστα τούτου φροντιστέον τῷ νέῳ, τό γε πρῶτον. Ὕστερον δέ που, καθάπερ οἱ πίνοντες, ὅταν παύσωνται διψῶντες, τότε τὰ τορεύματα τῶν ἐκπωμάτων ὑποθεωροῦσι καὶ στρέφουσιν, οὕτως ἐμπλησθέντι δογμάτων καὶ ἀναπνεύσαντι δοτέον τὴν λέξιν εἴ τι κομψὸν ἔχει καὶ περιττὸν ἐπισκοπεῖν. Ὁ δ´ εὐθὺς ἐξ ἀρχῆς μὴ τοῖς πράγμασιν ἐμφυόμενος ἀλλὰ τὴν λέξιν Ἀττικὴν ἀξιῶν εἶναι καὶ ἰσχνὴν ὅμοιός ἐστι μὴ βουλομένῳ πιεῖν ἀντίδοτον, ἂν μὴ τὸ ἀγγεῖον ἐκ τῆς Ἀττικῆς κωλιάδος ᾖ κεκεραμευμένον, μηδ´ ἱμάτιον περιβαλέσθαι χειμῶνος, εἰ μὴ προβάτων Ἀττικῶν εἴη τὸ ἔριον, ἀλλ´ ὥσπερ ἐν τρίβωνι Λυσιακοῦ λόγου λεπτῷ καὶ ψιλῷ καθήμενος ἄπρακτος καὶ ἀκίνητος. Ταῦτα γὰρ τὰ νοσήματα πολλὴν μὲν ἐρημίαν νοῦ καὶ φρενῶν ἀγαθῶν, πολλὴν δὲ τερθρείαν καὶ στωμυλίαν ἐν ταῖς σχολαῖς πεποίηκε, τῶν μειρακίων οὔτε βίον οὔτε πρᾶξιν οὔτε πολιτείαν φιλοσόφου παραφυλαττόντων ἀνδρός, ἀλλὰ λέξεις καὶ ῥήματα καὶ τὸ καλῶς ἀπαγγέλλειν ἐν ἐπαίνῳ τιθεμένων, τὸ δ´ ἀπαγγελλόμενον εἴτε χρήσιμον εἴτ´ ἄχρηστον εἴτ´ ἀναγκαῖον εἴτε κενόν ἐστι καὶ περιττὸν οὐκ ἐπισταμένων οὐδὲ βουλομένων ἐξετάζειν.

[10] Ἀκολουθεῖ δὲ τούτοις τὸ περὶ τῶν προβλημάτων παράγγελμα. Δεῖ γὰρ τὸν ἐπὶ δεῖπνον ἥκοντα τοῖς παρακειμένοις χρῆσθαι καὶ μηδὲν αἰτεῖν ἄλλο μηδ´ ἐξελέγχειν· ὁ δ´ ἐπὶ λόγων ἀφιγμένος ἑστίασιν, ἂν μὲν ἐπὶ ῥητοῖς, ἀκροάσθω σιωπῇ τοῦ λέγοντος (οἱ γὰρ εἰς ἄλλας ὑποθέσεις ἐξάγοντες καὶ παρεμβάλλοντες ἐρωτήματα καὶ προσδιαποροῦντες, οὐχ ἡδεῖς οὐδ´ εὐσυνάλλακτοι πρὸς ἀκρόασιν ὄντες, ὠφελοῦνται μὲν οὐδέν, τὸν δὲ λέγοντα καὶ τὸν λόγον ὁμοῦ συνταράττουσιν)· ὅταν δὲ τοὺς ἀκούοντας ὁ λέγων ἐρωτᾶν καὶ προβάλλειν κελεύσῃ, χρήσιμόν τι δεῖ καὶ ἀναγκαῖον ἀεὶ προβάλλοντα φαίνεσθαι. Ὁ μὲν γὰρ Ὀδυσσεὺς καταγελᾶται παρὰ τοῖς μνηστῆρσιν

Αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·

μεγαλοψυχίας γὰρ ἡγοῦνται σημεῖον, ὡς τὸ διδόναι τι τῶν μεγάλων, καὶ τὸ αἰτεῖν. Μᾶλλον δ´ ἄν τις ἀκροατοῦ καταγελάσειεν εἰς μικρὰ καὶ γλίσχρα προβλήματα τὸν διαλεγόμενον κινοῦντος, οἷα τερθρευόμενοί τινες τῶν νέων καὶ παρεπιδεικνύμενοι διαλεκτικὴν ἢ μαθηματικὴν ἕξιν εἰώθασι προβάλλειν περὶ τῆς τῶν ἀορίστων τομῆς, καὶ τίς ἡ κατὰ πλευρὰν ἢ κατὰ διάμετρον κίνησις. Πρὸς οὓς ἔστιν εἰπεῖν τὸ ὑπὸ Φιλοτίμου πρὸς τὸν ἔμπυον καὶ φθισιῶντα ῥηθέν. Ἐπεὶ γὰρ ἐλάλησεν αὐτῷ φαρμάκιον αἰτῶν πρὸς παρωνυχίαν, αἰσθόμενος ἀπὸ τῆς χρόας καὶ τῆς ἀναπνοῆς τὴν διάθεσιν

« Οὐκ ἔστι σοι, » φησίν, « ὦ βέλτιστε, περὶ παρωνυχίας ὁ λόγος. »

Οὐδὲ σοὶ τοίνυν, ὦ νεανία, περὶ τοιούτων ζητημάτων ὥρα σκοπεῖν, ἀλλὰ πῶς οἰήματος καὶ ἀλαζονείας ἐρώτων τε καὶ φλυαρίας ἀπολυθεὶς εἰς βίον ἄτυφον καὶ ὑγιαίνοντα καταστήσεις σαυτόν.

[11] Εὖ μάλα δὲ χρὴ καὶ πρὸς τὴν τοῦ λέγοντος ἐμπειρίαν ἢ φυσικὴν δύναμιν ἡρμοσμένον, ἐν οἷς αὐτὸς ἑαυτοῦ κράτιστός ἐστι, ποιεῖσθαι τὰς ἐρωτήσεις, καὶ μὴ παραβιάζεσθαι τὸν μὲν ἠθικώτερον φιλοσοφοῦντα φυσικὰς ἐπάγοντα καὶ μαθηματικὰς ἀπορίας, τὸν δὲ τοῖς φυσικοῖς σεμνυνόμενον εἰς συνημμένων ἐπικρίσεις ἕλκοντα καὶ ψευδομένων λύσεις. Ὡς γὰρ ὁ τῇ κλειδὶ τὰ ξύλα σχίζειν τῇ δ´ ἀξίνῃ τὴν θύραν ἀνοίγειν πειρώμενος οὐκ ἐκεῖνα δόξειεν ἂν ἐπηρεάζειν, ἀλλ´ αὑτὸν ἀποστερεῖν τῆς ἑκατέρου χρείας καὶ δυνάμεως, οὕτως οἱ παρὰ τοῦ λέγοντος ὃ μὴ πέφυκε μηδ´ ἤσκηκεν αἰτοῦντες, ὃ δ´ ἔχει καὶ δίδωσι μὴ δρεπόμενοι μηδὲ λαμβάνοντες, οὐ τοῦτο βλάπτονται μόνον ἀλλὰ καὶ κακοήθειαν καὶ δυσμένειαν προσοφλισκάνουσι.

[12] Φυλακτέον δὲ καὶ τὸ πολλὰ καὶ πολλάκις αὐτὸν προβάλλειν· ἔστι γὰρ καὶ τοῦτο τρόπον τινὰ παρεπιδεικνυμένου. Τὸ δ´ ἑτέρου προτείνοντος ἀκροᾶσθαι μετ´ εὐκολίας φιλόλογον καὶ κοινωνικόν, ἂν μή τι τῶν ἰδίων ἐνοχλῇ καὶ κατεπείγῃ πάθος ἐπισχέσεως δεόμενον ἢ νόσημα παρηγορίας. τάχα μὲν γὰρ οὐδ´

« Ἀμαθίην κρύπτειν ἄμεινον, »

ὥς φησιν Ἡράκλειτος, ἀλλ´ εἰς μέσον τιθέναι καὶ θεραπεύειν. Ἂν δ´ ὀργή τις ἢ προσβολὴ δεισιδαιμονίας ἢ διαφορὰ πρὸς οἰκείους σύντονος ἢ περιμανὴς ἐξ ἔρωτος ἐπιθυμία κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν ἐπιταράξῃ τὴν διάνοιαν, οὐ φευκτέον εἰς ἑτέρους λόγους ἀποδιδράσκοντας τὸν ἔλεγχον, ἀλλὰ περὶ αὐτῶν τούτων ἀκουστέον ἐν ταῖς διατριβαῖς, καὶ μετὰ τὰς διατριβὰς ἰδίᾳ προσιόντας αὐτοὺς καὶ προσανακρίνοντας. Ἀλλὰ μὴ τοὐναντίον, ὥσπερ οἱ πολλοὶ χαίρουσι τοῖς φιλοσόφοις περὶ ἄλλων διαλεγομένοις καὶ θαυμάζουσιν· ἂν δὲ τοὺς ἄλλους ἐάσας ὁ φιλόσοφος αὐτοῖς ἐκείνοις ἰδίᾳ παρρησιάζηται περὶ τῶν διαφερόντων καὶ ὑπομιμνήσκῃ, δυσχεραίνουσι καὶ περίεργον νομίζουσιν. Ἐπιεικῶς γάρ, ὥσπερ τῶν τραγῳδῶν ἐν τοῖς θεάτροις, καὶ τῶν φιλοσόφων ἐν ταῖς σχολαῖς οἴονται δεῖν ἀκούειν, ἐν δὲ τοῖς ἔξω πράγμασιν οὐδὲν αὐτοὺς ἑαυτῶν διαφέρειν ἡγοῦνται, πρὸς μὲν τοὺς σοφιστὰς εἰκότως τοῦτο πεπονθότες (ἀναστάντες γὰρ ἀπὸ τοῦ θρόνου καὶ ἀποθέμενοι τὰ βιβλία καὶ τὰς εἰσαγωγὰς ἐν τοῖς ἀληθινοῖς τοῦ βίου μέρεσι μικροὶ καὶ ὑπὸ χεῖρα φαίνονται τοῖς πολλοῖς), πρὸς δὲ τοὺς ὄντως φιλοσόφους οὐ καλῶς, ἀγνοοῦντες ὅτι καὶ σπουδὴ καὶ παιδιὰ καὶ νεῦμα καὶ μειδίαμα καὶ σκυθρωπασμὸς αὐτῶν, μάλιστα δ´ ὁ πρὸς ἕκαστον ἰδίᾳ περαινόμενος λόγος ἔχει τινὰ καρπὸν ὠφέλιμον τοῖς ὑπομένειν καὶ προσέχειν ἐθισθεῖσι.

[13] Δεῖται δὲ καὶ τὸ περὶ τοὺς ἐπαίνους καθῆκον εὐλαβείας τινὸς καὶ μετριότητος διὰ τὸ μήτε τὴν ἔλλειψιν αὐτοῦ μήτε τὴν ὑπερβολὴν ἐλευθέριον εἶναι. Βαρὺς μὲν γὰρ ἀκροατὴς καὶ φορτικὸς ὁ πρὸς πᾶν ἄτεγκτος καὶ ἀτενὴς τὸ λεγόμενον, οἰήματος ὑπούλου καὶ περιαυτολογίας ἐνδιαθέτου μεστός, ὡς ἔχων τι τῶν λεγομένων βέλτιον εἰπεῖν, μήτ´ ὀφρῦν κατασχηματίζων μήτε φωνὴν εὐγνώμονος μάρτυρα φιληκοΐας προϊέμενος, ἀλλὰ σιγῇ καὶ βαρύτητι καταπλάστῳ καὶ σχηματισμῷ θηρώμενος δόξαν εὐσταθοῦς καὶ βάθος ἔχοντος ἀνδρός, ὥσπερ χρημάτων τῶν ἐπαίνων ὅσον ἄλλῳ μεταδίδωσιν αὑτοῦ δοκῶν ἀφαιρεῖσθαι.

Πολλοὶ γάρ εἰσιν οἱ κακῶς καὶ παρὰ μέλος τὴν Πυθαγόρου φωνὴν ὑπολαμβάνοντες. Ἐκεῖνος μὲν γὰρ ἐκ φιλοσοφίας ἔφησεν αὑτῷ περιγεγονέναι τὸ μηδὲν θαυμάζειν· οὗτοι δὲ τὸ μηδὲν ἐπαινεῖν μηδὲ τιμᾶν, ἐν τῷ καταφρονεῖν τιθέμενοι καὶ τὸ σεμνὸν ὑπεροψίᾳ διώκοντες. Ὁ γὰρ φιλόσοφος λόγος τὸ μὲν ἐξ ἀπορίας καὶ ἀγνοίας θαῦμα καὶ θάμβος ἐξαιρεῖ γνώσει καὶ ἱστορίᾳ τῆς περὶ ἕκαστον αἰτίας, τὸ δ´ εὔκολον καὶ μέτριον καὶ φιλάνθρωπον οὐκ ἀπόλλυσι. Τοῖς γὰρ ἀληθινῶς καὶ βεβαίως ἀγαθοῖς τιμή τε καλλίστη τὸ τιμῆσαί τινα τῶν ἀξίων, καὶ κόσμος εὐπρεπέστατος τὸ ἐπικοσμῆσαι, περιουσίᾳ δόξης καὶ ἀφθονίᾳ γιγνόμενον. Οἱ δὲ γλίσχροι περὶ τοὺς ἑτέρων ἐπαίνους ἔτι πένεσθαι καὶ πεινῆν ἐοίκασι τῶν ἰδίων. Ὁ δ´ ἐναντίος αὖ πάλιν τούτων, μηδὲν ἐπικρίνων ἀλλὰ κατὰ ῥῆμα καὶ συλλαβὴν ἐφιστάμενος καὶ κεκραγώς, ἐλαφρός τις ὢν καὶ ὀρνεώδης, πολλάκις μὲν οὐδ´ αὐτοῖς ἀρέσκει τοῖς ἀγωνιζομένοις, ἀεὶ δὲ λυπεῖ τοὺς ἀκροωμένους, ἀνασοβῶν καὶ συνεξανιστὰς παρὰ γνώμην, οἷον ἑλκομένους βίᾳ δι´ αἰδῶ καὶ συνεπηχοῦντας. Οὐδὲν δ´ ὠφεληθεὶς διὰ τὸ ταραχώδη καὶ πολυπτόητον αὐτῷ περὶ τοὺς ἐπαίνους γεγονέναι τὴν ἀκρόασιν ἀπέρχεται τῶν τριῶν ἓν φερόμενος· εἴρων γὰρ ἢ κόλαξ ἢ περὶ λόγους ἀπειρόκαλος ἔδοξεν εἶναι. Δίκην μὲν οὖν δικάζοντα δεῖ μήτε πρὸς ἔχθραν τινὰ μήτε πρὸς χάριν ἀκούειν ἀλλ´ ἀπὸ γνώμης πρὸς τὸ δίκαιον· ἐν δὲ ταῖς φιλολόγοις ἀκροάσεσιν οὔτε νόμος οὐδεὶς οὔθ´ ὅρκος ἡμᾶς ἀπείργει μὴ μετ´ εὐνοίας ἀποδέχεσθαι τὸν διαλεγόμενον. Ἀλλὰ καὶ τὸν Ἑρμῆν ταῖς Χάρισιν οἱ παλαιοὶ συγκαθίδρυσαν, ὡς μάλιστα τοῦ λόγου τὸ κεχαρισμένον καὶ προσφιλὲς ἀπαιτοῦντος. Οὐδὲ γὰρ οἷόν τε παντελῶς οὕτως ἐκβόλιμον εἶναι τὸν λέγοντα καὶ διημαρτημένον, ὥστε μήτε νοῦν τινα παρασχεῖν ἄξιον ἐπαίνου μήτ´ ἀπομνημόνευσιν ἑτέρων μήτ´ αὐτὴν τὴν ὑπόθεσιν τοῦ λόγου καὶ προαίρεσιν, ἀλλὰ μηδὲ λέξιν ἢ διάθεσιν τῶν λεγομένων, ὡς ἀν´ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν φύονται μαλακῶν ἄνθεα λευκοΐων.

Ὅπου γὰρ ἐμέτου τινὲς ἐγκώμια καὶ πυρετοῦ καὶ νὴ Δία χύτρας ἐπιδεικνύμενοι πιθανότητος οὐκ ἀμοιροῦσιν, ἦ που λόγος ὑπ´ ἀνδρὸς ἁμωσγέπως δοκοῦντος ἢ καλουμένου φιλοσόφου περαινόμενος οὐκ ἂν ὅλως ἀναπνοήν τινα καὶ καιρὸν ἀκροαταῖς εὐμενέσι καὶ φιλανθρώποις παράσχοι πρὸς ἔπαινον; οἱ γοῦν ἐν ὥρᾳ πάντες, ὥς φησιν ὁ Πλάτων, ἁμηγέπη δάκνουσι τὸν ἐρωτικόν, καὶ λευκοὺς μὲν θεῶν παῖδας ἀνακαλῶν μέλανας δ´ ἀνδρικούς, καὶ τὸν γρυπὸν βασιλικὸν καὶ τὸν σιμὸν ἐπίχαριν τὸν δ´ ὠχρὸν μελίχρουν ὑποκοριζόμενος ἀσπάζεται καὶ ἀγαπᾷ· δεινὸς γάρ ἐστιν ὁ ἔρως ὥσπερ κιττὸς αὑτὸν ἐκ πάσης ἀναδῆσαι προφάσεως. Πολὺ δὴ μᾶλλον ὁ φιλήκοος καὶ φιλόλογος ἀεί τινος αἰτίας εὑρετικὸς ἔσται, δι´ ἣν οὐκ ἀπὸ τρόπου τῶν λεγόντων ἕκαστον ἐπαινῶν φανεῖται. Καὶ γὰρ ὁ Πλάτων τὸν Λυσίου λόγον οὔτε κατὰ τὴν εὕρεσιν ἐπαινῶν καὶ τῆς ἀταξίας αἰτιώμενος ὅμως αὐτοῦ τὴν ἀπαγγελίαν ἐπαινεῖ, καὶ ὅτι

« Τῶν ὀνομάτων σαφῶς καὶ στρογγύλως ἕκαστον ἀποτετόρνευται. »

Μέμψαιτο δ´ ἄν τις Ἀρχιλόχου μὲν τὴν ὑπόθεσιν, Παρμενίδου δὲ τὴν στιχοποιίαν, Φωκυλίδου δὲ τὴν εὐτέλειαν, Εὐριπίδου δὲ τὴν λαλιάν, Σοφοκλέους δὲ τὴν ἀνωμαλίαν, ὥσπερ ἀμέλει καὶ τῶν ῥητόρων ἐστὶν ὁ μὲν οὐκ ἔχων ἦθος, ὁ δὲ πρὸς πάθος ἀργός, ὁ δ´ ἐνδεὴς χαρίτων· ἕκαστός γε μὴν ἐπαινεῖται κατὰ τὸ ἴδιον τῆς δυνάμεως, ᾧ κινεῖν καὶ ἄγειν πέφυκεν. Ὥστε καὶ τοῖς ἀκούουσιν εὐπορίαν εἶναι καὶ ἀφθονίαν τοῦ φιλοφρονεῖσθαι τοὺς λέγοντας. Ἐνίοις γὰρ ἐξαρκεῖ, κἂν μὴ διὰ φωνῆς ἐπιμαρτυρῶμεν, ὄμματος πραότητα καὶ γαλήνην προσώπου καὶ διάθεσιν εὐμενῆ καὶ ἄλυπον ἐμπαρασχεῖν. Ἐκεῖνα μὲν γὰρ ἤδη καὶ πρὸς τοὺς ὅλως ἀποτυγχάνοντας ὥσπερ ἐγκύκλια καὶ κοινὰ πάσης ἀκροάσεώς ἐστι, καθέδρα τέ τις ἄθρυπτος καὶ ἀκλινὴς ἐν ὀρθῷ σχήματι καὶ πρόσβλεψις αὐτῷ τῷ λέγοντι καὶ τάξις ἐνεργοῦ προσοχῆς, καὶ προσώπου κατάστασις καθαρὰ καὶ ἀνέμφαντος οὐχ ὕβρεως οὐδὲ δυσκολίας μόνον ἀλλὰ καὶ φροντίδων ἄλλων καὶ ἀσχολιῶν· ὡς ἐν ἔργῳ γε παντὶ τὸ μὲν καλὸν ἐκ πολλῶν οἷον ἀριθμῶν εἰς ἕνα καιρὸν ἡκόντων ὑπὸ συμμετρίας τινὸς καὶ ἁρμονίας ἐπιτελεῖται, τὸ δ´ αἰσχρὸν ἐξ ἑνὸς τοῦ τυχόντος ἐλλείποντος ἢ προσόντος ἀτόπως εὐθὺς ἑτοίμην ἔχει τὴν γένεσιν, ὥσπερ ἐπ´ αὐτῆς τῆς ἀκροάσεως οὐ μόνον βαρύτης ἐπισκυνίου καὶ ἀηδία προσώπου καὶ βλέμμα ῥεμβῶδες καὶ περίκλασις σώματος καὶ μηρῶν ἐπάλλαξις ἀπρεπὴς ἀλλὰ καὶ νεῦμα καὶ ψιθυρισμὸς πρὸς ἕτερον καὶ μειδίαμα χάσμαι τε ὑπνώδεις καὶ κατήφειαι καὶ πᾶν εἴ τι τούτοις ἔοικεν ὑπεύθυνόν ἐστι καὶ δεῖται πολλῆς εὐλαβείας.

[14] Οἱ δὲ τοῦ μὲν λέγοντος οἴονταί τι ἔργον εἶναι, τοῦ δ´ ἀκούοντος οὐδέν, ἀλλ´ ἐκεῖνον μὲν ἀξιοῦσιν ἥκειν πεφροντικότα καὶ παρεσκευασμένον, αὐτοὶ δ´ ἄσκεπτοι καὶ ἀφρόντιδες τῶν καθηκόντων ἐμβαλόντες καθέζονται καθάπερ ἀτεχνῶς ἐπὶ δεῖπνον ἥκοντες, εὖ παθεῖν πονουμένων ἑτέρων. Καίτοι καὶ συνδείπνου τι χαρίεντος ἔργον ἐστί, πολὺ δὲ μᾶλλον ἀκροατοῦ. Κοινωνὸς γάρ ἐστι τοῦ λόγου καὶ συνεργὸς τοῦ λέγοντος, καὶ οὐ τὰ μὲν ἐκείνου πλημμελήματα πικρῶς ἐξετάζειν ὀφείλει κατὰ ῥῆμα καὶ πρᾶγμα προσάγων τὴν εὔθυναν, αὐτὸς δ´ ἀνευθύνως ἀσχημονεῖν καὶ πολλὰ σολοικίζειν περὶ τὴν ἀκρόασιν, ἀλλ´ ὥσπερ ἐν τῷ σφαιρίζειν τῷ βάλλοντι δεῖ συγκινούμενον εὐρύθμως φέρεσθαι τὸν δεχόμενον, οὕτως ἐπὶ τῶν λόγων ἔστι τις εὐρυθμία καὶ περὶ τὸν λέγοντα καὶ περὶ τὸν ἀκροώμενον, ἂν ἑκάτερος τὸ προσῆκον αὑτῷ φυλάττῃ.

[15] Δεῖ δὲ μηδὲ ταῖς φωναῖς τῶν ἐπαίνων ὡς ἔτυχε χρῆσθαι. Καὶ γὰρ Ἐπίκουρος ἐπὶ τοῖς τῶν φίλων ἐπιστολίοις κροτοθορύβους γίγνεσθαι παρ´ αὐτῶν λέγων ἀηδής ἐστιν. Οἱ δὲ τὰς ξένας φωνὰς τοῖς ἀκροατηρίοις νῦν ἐπεισάγοντες οὗτοι, καὶ « θείως » καὶ « θεοφορήτως » καὶ « ἀπροσίτως » ἐπιλέγοντες, ὡς οὐκέτι τοῦ « καλῶς » καὶ τοῦ « σοφῶς » καὶ τοῦ « ἀληθῶς » ἐξαρκοῦντος, οἷς οἱ περὶ Πλάτωνα καὶ Σωκράτη καὶ Ὑπερείδην ἐχρῶντο σημείοις τῶν ἐπαίνων, ὑπερασχημονοῦσι καὶ διαβάλλουσι τοὺς λέγοντας ὡς ὑπερηφάνων τινῶν καὶ περιττῶν δεομένους ἐπαίνων. Σφόδρα δ´ ἀηδεῖς εἰσι καὶ οἱ μεθ´ ὅρκου τοῖς λέγουσιν ὥσπερ ἐν δικαστηρίῳ τὰς μαρτυρίας ἀποδιδόντες. Οὐχ ἧττον δὲ τούτων οἱ περὶ τὰς ποιότητας ἀστοχοῦντες, ὅταν φιλοσόφῳ μὲν ἐπιφωνῶσι « δριμέως, » γέροντι δ´ « εὐφυῶς » ἢ « ἀνθηρῶς, » τὰς τῶν παιζόντων καὶ πανηγυριζόντων ἐν ταῖς σχολαστικαῖς μελέταις φωνὰς ἐπὶ τοὺς φιλοσόφους μετακομίζοντες καὶ λόγῳ σωφρονοῦντι προσφέροντες ἔπαινον ἑταιρικόν, ὥσπερ ἀθλητῇ κρίνων ἢ ῥόδων στέφανον, οὐ δάφνης οὐδὲ κοτίνου περιτιθέντες. Εὐριπίδης μὲν οὖν ὁ ποιητής, ὡς ὑπολέγοντος αὐτοῦ τοῖς χορευταῖς ᾠδήν τινα πεποιημένην ἐφ´ ἁρμονίας εἷς ἐγέλασεν,

« Εἰ μή τις ἦς ἀναίσθητος » εἶπε « καὶ ἀμαθής, οὐκ ἂν ἐγέλασας ἐμοῦ μιξολυδιστὶ ᾄδοντος. »

Ἀνὴρ δ´ ἂν οἶμαι φιλόσοφος καὶ πολιτικὸς ἀκροατοῦ διακεχυμένου τρυφὴν ἐκκόψειεν εἰπών

« Δύ μοι δοκεῖς ἀνόητος εἶναι καὶ ἀνάγωγος· οὐ γὰρ ἂν ἐμοῦ διδάσκοντος ἢ νουθετοῦντος ἢ διαλεγομένου περὶ θεῶν ἢ πολιτείας ἢ ἀρχῆς ἐτερέτιζες καὶ προσωρχοῦ τοῖς λόγοις. »

Ὅρα γὰρ ἀληθῶς οἷόν ἐστι φιλοσόφου λέγοντος ἀπορεῖν τοὺς ἔξωθεν ὑπὸ τῶν ἔνδον βοώντων καὶ ἀλαλαζόντων πότερον αὐλοῦντος ἢ κιθαρίζοντος ἢ ὀρχουμένου τινὸς ὁ ἔπαινός ἐστι.

[16] Καὶ μὴν τῶν γε νουθεσιῶν καὶ τῶν ἐπιπλήξεων οὔτ´ ἀναλγήτως οὔτ´ ἀνάνδρως ἀκουστέον. Οἱ γὰρ εὐκόλως καὶ ὀλιγώρως τὸ κακῶς ἀκούειν ὑπὸ τῶν φιλοσόφων φέροντες, ὥστε γελᾶν ἐλεγχόμενοι καὶ τοὺς ἐλέγχοντας ἐπαινεῖν, ὥσπερ οἱ παράσιτοι τοὺς τρέφοντας, ὅταν ὑπ´ αὐτῶν λοιδορῶνται, παντάπασιν ἰταμοὶ καὶ θρασεῖς ὄντες, οὐ καλὴν οὐδ´ ἀληθῆ διδόασιν ἀπόδειξιν ἀνδρείας τὴν ἀναισχυντίαν. Σκῶμμα μὲν γὰρ ἀνύβριστον ἐν παιδιᾷ τινι μετ´ εὐτραπελίας ἀφειμένον ἐνεγκεῖν ἀλύπως καὶ ἱλαρῶς οὐκ ἀγεννὲς οὐδ´ ἀπαίδευτον ἀλλ´ ἐλευθέριον πάνυ καὶ Λακωνικόν ἐστιν· ἐπαφῆς δὲ καὶ νουθεσίας πρὸς ἐπανόρθωσιν ἤθους ὥσπερ φαρμάκῳ δάκνοντι λόγῳ χρωμένης ἐλέγχοντι μὴ συνεσταλμένον ἀκούειν μηδ´ ἱδρῶτος καὶ ἰλίγγου μεστόν, αἰσχύνῃ φλεγόμενον τὴν ψυχήν, ἀλλ´ ἄτρεπτον καὶ σεσηρότα καὶ κατειρωνευόμενον, ἀνελευθέρου τινὸς δεινῶς καὶ ἀπαθοῦς πρὸς τὸ αἰδεῖσθαι νέου διὰ συνήθειαν ἁμαρτημάτων καὶ συνέχειαν, ὥσπερ ἐν σκληρᾷ σαρκὶ καὶ τυλώδει τῇ ψυχῇ μώλωπα μὴ λαμβάνοντος. Τούτων δὲ τοιούτων ὄντων οἱ τὴν ἐναντίαν διάθεσιν ἔχοντες νέοι κἂν ἅπαξ ποτὲ ἀκούσωσι κακῶς, φεύγοντες ἀνεπιστρεπτὶ καὶ δραπετεύοντες ἐκ φιλοσοφίας, καλὴν ἀρχὴν πρὸς τὸ σωθῆναι τὸ αἰδεῖσθαι παρὰ τῆς φύσεως ἔχοντες, ἀπολλύουσι διὰ τρυφὴν καὶ μαλακίαν, οὐκ ἐγκαρτεροῦντες τοῖς ἐλέγχοις οὐδὲ τὰς ἐπανορθώσεις δεχόμενοι γεννικῶς, ἀλλ´ ἐπὶ τὰς προσηνεῖς καὶ ἁπαλὰς ἀποστρέφοντες ὁμιλίας τὰ ὦτα κολάκων τινῶν ἢ σοφιστῶν ἀνωφελεῖς καὶ ἀνονήτους ἡδείας δὲ φωνὰς κατᾳδόντων. Ὥσπερ οὖν ὁ μετὰ τὴν τομὴν φεύγων τὸν ἰατρὸν καὶ τὸν ἐπίδεσμον μὴ προσιέμενος τὸ μὲν ἀλγεινὸν ἀνεδέξατο, τὸ δ´ ὠφέλιμον οὐχ ὑπέμεινε τῆς θεραπείας, οὕτως ὁ τῷ χαράξαντι καὶ τρώσαντι λόγῳ τὴν ἀβελτερίαν ἀπουλῶσαι καὶ καταστῆσαι μὴ παρασχὼν ἀπῆλθε δηχθεὶς καὶ ἀλγήσας ἐκ φιλοσοφίας, ὠφεληθεὶς δὲ μηδέν.

Οὐ γὰρ μόνον, ὡς Εὐριπίδης φησί, τὸ Τηλέφου τραῦμα πριστοῖσι λόγχης θέλγεται ῥινήμασιν, ἀλλὰ καὶ τὸν ἐκ φιλοσοφίας ἐμφυόμενον εὐφυέσι νέοις δηγμὸν αὐτὸς ὁ τρώσας λόγος ἰᾶται. Διὸ δεῖ πάσχειν μέν τι καὶ δάκνεσθαι, μὴ συντρίβεσθαι δὲ μηδ´ ἀθυμεῖν τὸν ἐλεγχόμενον, ἀλλ´ ὥσπερ ἐν τελετῇ κατηργμένης αὐτοῦ φιλοσοφίας τοὺς πρώτους καθαρμοὺς καὶ θορύβους ἀνασχόμενον ἐλπίζειν τι γλυκὺ καὶ λαμπρὸν ἐκ τῆς παρούσης ἀδημονίας καὶ ταραχῆς. Καὶ γὰρ ἂν ἀδίκως ἡ ἐπιτίμησις γίγνεσθαι δοκῇ, καλὸν ἀνασχέσθαι καὶ διακαρτερῆσαι λέγοντος· παυσαμένῳ δ´ αὐτὸν ἐντυχεῖν ἀπολογούμενον καὶ δεόμενον τὴν παρρησίαν ἐκείνην καὶ τὸν τόνον, ᾧ νῦν κέχρηται πρὸς αὐτόν, εἴς τι τῶν ἀληθῶς ἁμαρτανομένων φυλάττειν.

[17] Ἔτι τοίνυν ὥσπερ ἐν γράμμασι καὶ περὶ λύραν καὶ παλαίστραν αἱ πρῶται μαθήσεις πολὺν ἔχουσι θόρυβον καὶ πόνον καὶ ἀσάφειαν, εἶτα προιόντι κατὰ μικρὸν ὥσπερ πρὸς ἀνθρώπους συνήθεια πολλὴ καὶ γνῶσις ἐγγενομένη πάντα φίλα καὶ χειροήθη καὶ ῥᾴδια λέγειν τε καὶ πράττειν παρέσχεν, οὕτω δὴ καὶ φιλοσοφίας ἐχούσης τι καὶ γλίσχρον ἀμέλει καὶ ἀσύνηθες ἐν τοῖς πρώτοις ὀνόμασι καὶ πράγμασιν οὐ δεῖ φοβηθέντα τὰς ἀρχὰς ψοφοδεῶς καὶ ἀτόλμως ἐγκαταλιπεῖν, ἀλλὰ πειρώμενον ἑκάστου καὶ προσλιπαροῦντα καὶ γλιχόμενον τοῦ πρόσω τὴν πᾶν τὸ καλὸν ἡδὺ ποιοῦσαν ἀναμένειν συνήθειαν. Ἥξει γὰρ οὐ διὰ μακροῦ πολὺ φῶς ἐπιφέρουσα τῇ μαθήσει καὶ δεινοὺς ἔρωτας ἐνδιδοῦσα πρὸς τὴν ἀρετήν, ὧν ἄνευ πάνυ τλήμονος ἀνδρός ἐστιν ἢ δειλοῦ τὸν ἄλλον ὑπομένειν βίον, ἐκπεσόντα δι´ ἀνανδρίαν φιλοσοφίας. Ἴσως μὲν οὖν ἔχει τι καὶ τὰ πράγματα τοῖς ἀπείροις καὶ νέοις ἐν ἀρχῇ δυσκατανόητον· οὐ μὴν ἀλλὰ τῇ γε πλείστῃ περιπίπτουσιν ἀσαφείᾳ καὶ ἀγνοίᾳ δι´ αὑτούς, ἀπ´ ἐναντίων φύσεων ταὐτὸν ἁμαρτάνοντες. Οἱ μὲν γὰρ αἰσχύνῃ τινὶ καὶ φειδοῖ τοῦ λέγοντος ὀκνοῦντες ἀνερέσθαι καὶ βεβαιώσασθαι τὸν λόγον, ὡς ἔχοντες ἐν νῷ συνεπινεύουσιν, οἱ δ´ ὑπὸ φιλοτιμίας ἀώρου καὶ κενῆς πρὸς ἑτέρους ἁμίλλης ὀξύτητα καὶ δύναμιν εὐμαθείας ἐπιδεικνύμενοι, πρὶν ἢ λαβεῖν ἔχειν ὁμολογοῦντες, οὐ λαμβάνουσιν. Εἶτα συμβαίνει τοῖς μὲν αἰδήμοσι καὶ σιωπηλοῖς ἐκείνοις, ὅταν ἀπέλθωσι, λυπεῖν αὑτοὺς καὶ ἀπορεῖσθαι, καὶ τέλος αὖθις ὑπ´ ἀνάγκης ἐλαυνομένους σὺν αἰσχύνῃ μείζονι τοῖς εἰποῦσιν ἐνοχλεῖν ἀναπυνθανομένους καὶ μεταθέοντας, τοῖς δὲ φιλοτίμοις καὶ θρασέσιν ἀεὶ περιστέλλειν καὶ ἀποκρύπτειν συνοικοῦσαν τὴν ἀμαθίαν.

[18] Πᾶσαν οὖν ἀπωσάμενοι τὴν τοσαύτην βλακείαν καὶ ἀλαζονείαν καὶ πρὸς τὸ μαθεῖν ἰόντες καὶ περὶ τὸ λαβεῖν τῇ διανοίᾳ τὸ χρησίμως λεγόμενον ὄντες, ὑπομένωμεν τοὺς τῶν εὐφυῶν δοκούντων γέλωτας, ὥσπερ ὁ Κλεάνθης καὶ ὁ Ξενοκράτης βραδύτεροι δοκοῦντες εἶναι τῶν συσχολαστῶν οὐκ ἀπεδίδρασκον ἐκ τοῦ μανθάνειν οὐδ´ ἀπέκαμνον, ἀλλὰ φθάνοντες εἰς ἑαυτοὺς ἔπαιζον, ἀγγείοις τε βραχυστόμοις καὶ πινακίσι χαλκαῖς ἀπεικάζοντες, ὡς μόλις μὲν παραδεχόμενοι τοὺς λόγους, ἀσφαλῶς δὲ καὶ βεβαίως τηροῦντες.

Οὐ γὰρ μόνον, ὥς φησι Φωκυλίδης, πόλλ´ ἀπατηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν,

ἀλλὰ καὶ γελασθῆναι δεῖ πολλὰ καὶ ἀδοξῆσαι, καὶ σκώμματα καὶ βωμολοχίας ἀναδεξάμενον ὤσασθαι παντὶ τῷ θυμῷ καὶ καταθλῆσαι τὴν ἀμαθίαν. Οὐ μὴν οὐδὲ τῆς πρὸς τοὐναντίον ἁμαρτίας ἀμελητέον, ἣν ἁμαρτάνουσιν οἱ μὲν ὑπὸ νωθείας, ἀηδεῖς καὶ κοπώδεις ὄντες· οὐ γὰρ ἐθέλουσι γενόμενοι καθ´ αὑτοὺς πράγματα ἔχειν, ἀλλὰ παρέχουσι τῷ λέγοντι, πολλάκις ἐκπυνθανόμενοι περὶ τῶν αὐτῶν, ὥσπερ ἀπτῆνες νεοσσοὶ κεχηνότες ἀεὶ πρὸς ἀλλότριον στόμα καὶ πᾶν ἕτοιμον ἤδη καὶ διαπεπονημένον ὑπ´ ἄλλων ἐκλαμβάνειν ἐθέλοντες. Ἕτεροι δὲ προσοχῆς καὶ δριμύτητος ἐν οὐ δέοντι θηρώμενοι δόξαν ἀποκναίουσι λαλιᾷ καὶ περιεργίᾳ τοὺς λέγοντας, ἀεί τι προσδιαποροῦντες τῶν οὐκ ἀναγκαίων καὶ ζητοῦντες ἀποδείξεις τῶν οὐ δεομένων·

οὕτως ὁδὸς βραχεῖα γίγνεται μακρά,

ὥς φησι Σοφοκλῆς, οὐκ αὐτοῖς μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις. Ἀντιλαμβανόμενοι γὰρ ἑκάστοτε κεναῖς καὶ περιτταῖς ἐρωτήσεσι τοῦ διδάσκοντος, ὥσπερ ἐν συνοδίᾳ, τὸ ἐνδελεχὲς ἐμποδίζουσι τῆς μαθήσεως, ἐπιστάσεις καὶ διατριβὰς λαμβανούσης. Οὗτοι μὲν οὖν κατὰ τὸν Ἱερώνυμον ὥσπερ οἱ δειλοὶ καὶ γλίσχροι σκύλακες τὰ δέρματα δάκνοντες οἴκοι καὶ τὰ τίλματα τίλλοντες τῶν θηρίων αὐτῶν οὐχ ἅπτονται·

τοὺς δ´ ἀργοὺς ἐκείνους παρακαλῶμεν, ὅταν τὰ κεφάλαια τῇ νοήσει περιλάβωσιν, αὐτοὺς δι´ αὑτῶν τὰ λοιπὰ συντιθέναι, καὶ τῇ μνήμῃ χειραγωγεῖν τὴν εὕρεσιν, καὶ τὸν ἀλλότριον λόγον οἷον ἀρχὴν καὶ σπέρμα λαβόντας ἐκτρέφειν καὶ αὔξειν. Οὐ γὰρ ὡς ἀγγεῖον ὁ νοῦς ἀποπληρώσεως ἀλλ´ ὑπεκκαύματος μόνον ὥσπερ ὕλη δεῖται, ὁρμὴν ἐμποιοῦντος εὑρετικὴν καὶ ὄρεξιν ἐπὶ τὴν ἀλήθειαν. Ὥσπερ οὖν εἴ τις ἐκ γειτόνων πυρὸς δεόμενος, εἶτα πολὺ καὶ λαμπρὸν εὑρὼν αὐτοῦ καταμένοι διὰ τέλους θαλπόμενος, οὕτως εἴ τις ἥκων λόγου μεταλαβεῖν πρὸς ἄλλον οὐκ οἴεται δεῖν φῶς οἰκεῖον ἐξάπτειν καὶ νοῦν ἴδιον, ἀλλὰ χαίρων τῇ ἀκροάσει κάθηται θελγόμενος, οἷον ἔρευθος ἕλκει καὶ γάνωμα τὴν δόξαν ἀπὸ τῶν λόγων, τὸν δ´ ἐντὸς εὐρῶτα τῆς ψυχῆς καὶ ζόφον οὐκ ἐκτεθέρμαγκεν οὐδ´ ἐξέωκε διὰ φιλοσοφίας. Εἰ δεῖ τινος οὖν πρὸς ἀκρόασιν ἑτέρου παραγγέλματος, δεῖ καὶ τοῦ νῦν εἰρημένου μνημονεύοντας ἀσκεῖν ἅμα τῇ μαθήσει τὴν εὕρεσιν, ἵνα μὴ σοφιστικὴν ἕξιν μηδ´ ἱστορικὴν ἀλλ´ ἐνδιάθετον καὶ φιλόσοφον λαμβάνωμεν, ἀρχὴν τοῦ καλῶς βιῶναι τὸ καλῶς ἀκοῦσαι νομίζοντες.