Περί παρασίτου ότι τέχνη η παρασιτική

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Περί παρασίτου ότι τέχνη η παρασιτική (Abdicatus)
Συγγραφέας: Λουκιανός
{ Ρητορικά) -Δις αποκηρυττόμενος ή περί αχαριστίας


1 τί ποτε ἀρα, ὠ Σίμων, οἱ μὲν ἄλλοι ἀνθρωττοι καὶ βχβνθβροι καὶ δοῦλοι τέχνην ἔκαστός τινα βττίστανται δι᾽ ἧς αὑτοῖς τὲ εἰσιν καὶ ἄλλῳ χρήσιμοι, σὺ δέ, ὡς ἔοικεν, ἔργον οὐδὲν ἔχεις δι᾽ οὗ ἄν τι ἢ αὐτὸς ἀπόναιο ἢ ἄλλῳ μεταδοίης; Σίμων πῶς τοῦτο ἐρωτᾷς, ὦ Τυχιάδη; οὐδέπω οἶδα. πειρῶ δὴ σαφέστερον ἐρωτᾶν.

Τυχιάδης ἔστιν ἥντινα τυγχάνεις ἐπιστάμενος τέχνην, οἷον μουσικήν; :

Σίμων μὰ Δία.

Τυχιάδης λ ^ ι ^ Τί δέ, ἰατρικήν; οὐδὲ ταύτην.

Τυχιάδης ἀλλὰ γεωμετρίαν;

Σίμων οὐδαμῶς. [p. 238]

Τυχιάδης τί δέ, ῥητορικήν; φιλοσοφίας μὲν γὰρ τοσοῦτον ἀπέχεις ὅσον καὶ ἡ κακία.

Σίμων ἐγὼ Ἐγὼ μέν, εἰ οἷόν τε εἶναι, καὶ πλεῖον. ὥστε μὴ δόκει ^ τοῦτο καθάπερ ἀγνοοῦντι ὀνειδίσαι: φημὶ γὰρ κακὸς εἶναι καὶ χείρων ἢ σὺ δοκεῖς.

Τυχιάδης ναί. ἀλλὰ ταύτας μὲν ἴσως τὰς τέχνας οὐκ ἐξέμαθες διὰ μέγεθος αὐτῶν καὶ δυσκολίαν, τῶν δὲ δημοτικῶν τινα, τεκτονικὴν ἢ σκυτοτομικήν; καὶ γὰρ οὐδὲ τἄλλα οὕτως ἔχει σοι, ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης.

Σίμων ὀρθῶς λέγεις, ὦ Τυχιάδη: ἀλλ᾽ οὐδὲ γὰρ τούτων οὐδεμιᾶς ἐπιστήμων εἰμί.

Τυχιάδης τίνος οὖν ἑτέρας;

Σίμων τίνος; ὡς ἐγὼ οἶμαι, γενναίας: ἣν εἰ μάθοις, καὶ σὲ ἐπαινέσειν οἴομαι. ἔργῳ μὲν οὖν κατορθοῦν φημι ἤδη, εἰ δέ σοι καὶ λόγῳ,^ οὐκ ἔχω εἰπεῖν.

Τυχιάδης τίνα ταύτην;

Σίμων οὔπω μοι δοκῶ τοὺς περὶ ταύτην ἐκμεμελετηκέναι λόγους. ὥστε ὅτι τέχνην μέν τινα [p. 240] ἐπίσταμαι, ὑπάρχει ἤδη σοι γιγνώσκειν καὶ μὴ διὰ τοῦτο χαλεπῶς μοι ἔχειν ἥντινα δέ, αὖθις ἀκούσῃ.

Τυχιάδης ἀλλ᾽ οὐκ ἀνέξομαι.

Σίμων τό γε τῆς τέχνης παράδοξον ἴσως φανεῖταί σοι ἀκούσαντι.

Τυχιάδης καὶ μὴν διὰ τοῦτο σπουδάζω μαθεῖν.

Σίμων εἰσαῦθις, ὦ Τυχιάδη.

Τυχιάδης μηδαμῶς, ἀλλ᾽ ἤδη λέγε, εἰ μή περ ἄρα αἰσχύνῃ.

Σίμων ἡ παρασιτική.

Τυχιάδης