Περί Στωικών εναντιωμάτων (Πλούταρχος)

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Περὶ Στωικῶν ἐναντιωμάτων
Συγγραφέας: Πλούταρχος
Ηθικά


ΠΕΡΙ ΣΤΩΙΚΩΝ ΕΝΑΝΤΙΩΜΑΤΩΝ


(1033a) Πρῶτον ἀξιῶ τὴν τῶν δογμάτων ὁμολογίαν ἐν τοῖς βίοις θεωρεῖσθαι· δεῖ γὰρ οὐχ οὕτως τὸν ῥήτορα κατ´ (1033b) Αἰσχίνην τὸ αὐτὸ φθέγγεσθαι καὶ τὸν νόμον ὡς τὸν βίον τοῦ φιλοσόφου τῷ λόγῳ σύμφωνον εἶναι. Ὁ γὰρ λόγος τοῦ φιλοσόφου νόμος αὐθαίρετος καὶ ἴδιός ἐστιν, εἴ γε δὴ μὴ παιδιὰν καὶ εὑρησιλογίαν ἕνεκα δόξης ἀλλ´ ἔργον ἄξιον σπουδῆς τῆς μεγίστης, ὥσπερ ἔστιν, ἡγοῦνται φιλοσοφίαν.

Ἐπεὶ τοίνυν πολλὰ μὲν ὡς ἐν ὀλίγοις αὐτῷ Ζήνωνι πολλὰ δὲ Κλεάνθει πλεῖστα δὲ Χρυσίππῳ γεγραμμένα τυγχάνει περὶ πολιτείας καὶ τοῦ ἄρχεσθαι καὶ ἄρχειν καὶ δικάζειν καὶ ῥητορεύειν, ἐν δὲ τοῖς βίοις οὐδενὸς ἔστιν εὑρεῖν οὐ στρατηγίαν οὐ νομοθεσίαν οὐ πάροδον εἰς βουλὴν (1033c) οὐ συνηγορίαν ἐπὶ δικαστῶν οὐ στρατείαν ὑπὲρ πατρίδος οὐ πρεσβείαν οὐκ ἐπίδοσιν, ἀλλ´ ἐπὶ ξένης ὥσπερ τινὸς λωτοῦ γευσάμενοι σχολῆς τὸν πάντα βίον οὐ βραχὺν ἀλλὰ παμμήκη γενόμενον διήγαγον ἐν λόγοις καὶ βιβλίοις καὶ περιπάτοις, οὐκ ἄδηλον ὅτι τοῖς ὑφ´ ἑτέρων γραφομένοις καὶ λεγομένοις μᾶλλον ἢ τοῖς ὑφ´ αὑτῶν ὁμολογουμένως ἔζησαν, ἣν Ἐπίκουρος ἡσυχίαν ἐπαινεῖ καὶ Ἱερώνυμος,

ἐν ταύτῃ τὸ παράπαν καταβιώσαντες. Αὐτὸς γοῦν Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ Βίων οὐδὲν οἴεται τὸν σχολαστικὸν βίον τοῦ ἡδονικοῦ διαφέρειν· αὐτὰς (1033d) δὲ παραθήσομαι τὰς λέξεις·

«Ὅσοι δ´ ὑπολαμβάνουσι φιλοσόφοις ἐπιβάλλειν μάλιστα τὸν σχολαστικὸν βίον, ἀπ´ ἀρχῆς τί μοι δοκοῦσι διαμαρτάνειν, ὑπονοοῦντες διαγωγῆς τινος ἕνεκεν δεῖν τοῦτο ποιεῖν ἢ ἄλλου τινὸς τούτῳ παραπλησίου καὶ τὸν ὅλον βίον οὕτω πως διελκύσαι· τοῦτο δ´ ἐστίν, ἂν σαφῶς θεωρηθῇ, ἡδέως· οὐ γὰρ δεῖ λανθάνειν τὴν ὑπόνοιαν αὐτῶν, πολλῶν μὲν σαφῶς τοῦτο λεγόντων οὐκ ὀλίγων δ´ ἀδηλότερον.»

Τίς οὖν μᾶλλον ἐν τῷ σχολαστικῷ βίῳ τούτῳ κατεγήρασεν ἢ Χρύσιππος καὶ Κλεάνθης καὶ Διογένης καὶ Ζήνων καὶ Ἀντίπατρος, οἵ γε καὶ τὰς αὑτῶν κατέλιπον πατρίδας, οὐδὲν ἐγκαλοῦντες ἀλλ´ ὅπως (1033e) καθ´ ἡσυχίαν ἐν τῷ Ὠιδείῳ καὶ ἐπὶ Ζωστῆρος σχολάζοντες καὶ φιλολογοῦντες διάγωσιν; Ἀριστοκρέων γοῦν ὁ Χρυσίππου μαθητὴς καὶ οἰκεῖος εἰκόνα χαλκῆν ἀναστηλώσας ἐπέγραψε τόδε τὸ ἐλεγεῖον

«Τὸν νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε,
τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα.»

Τοῦτ´ οὖν ὁ Χρύσιππος, ὁ γέρων, ὁ φιλόσοφος, ὁ τὸν βασιλικὸν καὶ πολιτικὸν ἐπαινῶν βίον, τὸν δὲ σχολαστικὸν οὐδὲν οἰόμενος τοῦ ἡδονικοῦ διαφέρειν.

Ὅσοι γε μὴν ἄλλοι πολιτείᾳ προσίασιν, ἔτι μᾶλλον ἐναντιοῦνται τοῖς αὑτῶν (1033f) δόγμασι· καὶ γὰρ ἄρχουσι καὶ δικάζουσι καὶ συμβουλεύουσι καὶ νομοθετοῦσι καὶ κολάζουσι καὶ τιμῶσιν, ὡς πόλεων μὲν οὐσῶν ἐν αἷς πολιτεύονται, βουλευτῶν δὲ καὶ δικαστῶν ἀεὶ τῶν λαγχανόντων, στρατηγῶν δὲ τῶν χειροτονουμένων, νόμων δὲ τῶν Κλεισθένους καὶ Λυκούργου καὶ Σόλωνος, οὓς φαύλους καὶ ἀνοήτους γεγονέναι λέγουσιν. Ὥστε καὶ πολιτευόμενοι μάχονται.

(1034a) Καὶ μὴν Ἀντίπατρος ἐν τῷ περὶ τῆς Κλεάνθους καὶ Χρυσίππου διαφορᾶς ἱστόρηκεν, ὅτι Ζήνων καὶ Κλεάνθης οὐκ ἠθέλησαν Ἀθηναῖοι γενέσθαι, μὴ δόξωσι τὰς αὑτῶν πατρίδας ἀδικεῖν. Ὅτι μέν, εἰ καλῶς οὗτοι, Χρύσιππος οὐκ ὀρθῶς ἐποίησεν ἐγγραφεὶς εἰς τὴν πολιτείαν, παρείσθω· πολλὴν δὲ μάχην καὶ παράλογον ἔχει τὸ τὰ σώματα καὶ τοὺς βίους οὕτω μακρὰν ἀποξενώσαντας τὰ ὀνόματα ταῖς πατρίσι τηρεῖν, ὥσπερ εἴ τις τὴν γαμετὴν ἀπολιπών, ἑτέρᾳ δὲ συζῶν καὶ συναναπαυόμενος καὶ παιδοποιούμενος ἐξ ἑτέρας, μὴ συγγράφοιτο γάμον, ὅπως ἀδικεῖν μὴ δοκῇ τὴν προτέραν. (1034b) Χρύσιππος δὲ πάλιν ἐν τῷ περὶ Ῥητορικῆς γράφων οὕτω ῥητορεύσειν καὶ πολιτεύσεσθαι τὸν σοφόν, ὡς καὶ τοῦ πλούτου ὄντος ἀγαθοῦ καὶ τῆς δόξης καὶ τῆς ὑγιείας, ὁμολογεῖ τοὺς λόγους αὐτῶν ἀνεξόδους εἶναι καὶ ἀπολιτεύτους καὶ τὰ δόγματα ταῖς χρείαις ἀνάρμοστα καὶ ταῖς πράξεσιν.

Ἔτι δόγμα Ζήνωνός ἐστιν

«Ἱερὰ θεῶν μὴ οἰκοδομεῖν· ἱερὸν γὰρ μὴ πολλοῦ ἄξιον καὶ ἅγιον οὐκ ἔστιν· οἰκοδόμων δ´ ἔργον καὶ βαναύσων οὐδέν ἐστι πολλοῦ ἄξιον.»

Οἱ δὲ ταῦτ´ ἐπαινοῦντες ὡς εὖ ἔχοντα μυοῦνται μὲν ἐν ἱεροῖς, ἀναβαίνουσι δ´ εἰς ἀκρόπολιν, προσκυνοῦσι δὲ τὰ ἕδη καὶ (1034c) στεφανοῦσι τοὺς ναούς, οἰκοδόμων ὄντας ἔργα καὶ βαναύσων ἀνθρώπων· εἶτα τοὺς Ἐπικουρείους ἐλέγχεσθαι δοκοῦσι θύοντας θεοῖς, αὐτοὶ δὲ μᾶλλον ἐλέγχονται θύοντες ἐπὶ τῶν βωμῶν καὶ τῶν ἱερῶν, ἃ μήτ´ εἶναι μήτ´ οἰκοδομεῖσθαι δεῖν ἀξιοῦσιν.

Ἀρετὰς ὁ Ζήνων ἀπολείπει πλείονας κατὰ διαφοράς, ὥσπερ ὁ Πλάτων, οἷον φρόνησιν ἀνδρείαν σωφροσύνην δικαιοσύνην, ὡς ἀχωρίστους μὲν οὔσας ἑτέρας δὲ καὶ διαφερούσας ἀλλήλων. Πάλιν δ´ ὁριζόμενος αὐτῶν ἑκάστην τὴν μὲν ἀνδρείαν φησὶν εἶναι φρόνησιν *** ἐνεργητέοις τὴν δὲ δικαιοσύνην φρόνησιν ἐν ἀπονεμητέοις, ὡς μίαν οὖσαν ἀρετὴν ταῖς δὲ πρὸς τὰ πράγματα σχέσεσι κατὰ τὰς ἐνεργείας διαφέρειν δοκοῦσαν. (1034d) Οὐ μόνον δ´ ὁ Ζήνων περὶ ταῦτα φαίνεται αὑτῷ μαχόμενος, ἀλλὰ καὶ Χρύσιππος Ἀρίστωνι μὲν ἐγκαλῶν ὅτι μιᾶς ἀρετῆς σχέσεις ἔλεγε τὰς ἄλλας εἶναι, Ζήνωνι δὲ συνηγορῶν οὕτως ὁριζομένῳ τῶν ἀρετῶν ἑκάστην. Ὁ δὲ Κλεάνθης ἐν Ὑπομνήμασι Φυσικοῖς εἰπὼν ὅτι

«Πληγὴ πυρὸς ὁ τόνος ἐστί, κἂν ἱκανὸς ἐν τῇ ψυχῇ γένηται πρὸς τὸ ἐπιτελεῖν τὰ ἐπιβάλλοντα, ἰσχὺς καλεῖται καὶ κράτος»

ἐπιφέρει κατὰ λέξιν

«Ἡ δ´ ἰσχὺς αὕτη καὶ τὸ κράτος, ὅταν μὲν ἐπὶ τοῖς φανεῖσιν ἐμμενετέοις ἐγγένηται, ἐγκράτειά ἐστιν, ὅταν δ´ ἐπὶ τοῖς ὑπομενετέοις, ἀνδρεία· περὶ τὰς ἀξίας δὲ δικαιοσύνη· (1034e) περὶ δὲ τὰς αἱρέσεις καὶ ἐκκλίσεις σωφροσύνη.»

Πρὸς τὸν εἰπόντα

«Μηδὲ δίκην δικάσῃς, πρὶν ἄμφω μῦθον ἀκούσῃς»

ἀντέλεγεν ὁ Ζήνων τοιούτῳ τινὶ λόγῳ χρώμενος

«Εἴτ´ ἀπέδειξεν ὁ πρότερος εἰπών, οὐκ ἀκουστέον τοῦ δευτέρου λέγοντος (πέρας γὰρ ἔχει τὸ ζητούμενον), εἴτ´ οὐκ ἀπέδειξεν (ὅμοιον γὰρ ὡς εἰ μηδ´ ὑπήκουσε κληθεὶς ἢ ὑπακούσας ἐτερέτισεν). Ἤτοι δ´ ἀπέδειξεν ἢ οὐκ ἀπέδειξεν· οὐκ ἀκουστέον ἄρα τοῦ δευτέρου λέγοντος.»

Τοῦτον δὲ τὸν λόγον ἐρωτήσας αὐτὸς ἀντέγραφε μὲν πρὸς τὴν Πλάτωνος Πολιτείαν, ἔλυε δὲ σοφίσματα, καὶ τὴν διαλεκτικὴν ὡς τοῦτο ποιεῖν δυναμένην ἐκέλευε παραλαμβάνειν (1034f) τοὺς μαθητάς. Καίτοι ἢ ἀπέδειξε Πλάτων ἢ οὐκ ἀπέδειξε τὰ ἐν τῇ Πολιτείᾳ, κατ´ οὐδέτερον δ´ ἦν ἀναγκαῖον ἀντιγράφειν ἀλλὰ πάντως περιττὸν καὶ μάταιον. Τὸ δ´ αὐτὸ καὶ περὶ τῶν σοφισμάτων ἔστιν εἰπεῖν.

(1035a) Ὁ Χρύσιππος οἴεται δεῖν τῶν λογικῶν πρῶτον ἀκροᾶσθαι τοὺς νέους δεύτερον δὲ τῶν ἠθικῶν μετὰ δὲ ταῦτα τῶν φυσικῶν, ὡς ἂν τέλος δὲ τούτοις τὸν περὶ θεῶν λόγον ἔσχατον παραλαμβάνειν. Πολλαχοῦ δὲ τούτων ὑπ´ αὐτοῦ λεγομένων ἀρκέσει παραθέσθαι τὰ ἐν τῷ τετάρτῳ περὶ Βίων ἔχοντα κατὰ λέξιν οὕτως·

«Πρῶτον μὲν οὖν δοκεῖ μοι κατὰ τὰ ὀρθῶς ὑπὸ τῶν ἀρχαίων εἰρημένα τρία γένη τῶν τοῦ φιλοσόφου θεωρημάτων εἶναι, τὰ μὲν λογικὰ τὰ δ´ ἠθικὰ τὰ δὲ φυσικά· εἶτα τούτων δεῖν τάττεσθαι πρῶτα μὲν τὰ λογικὰ δεύτερα δὲ τὰ ἠθικὰ τρίτα δὲ τὰ φυσικά· τῶν δὲ φυσικῶν ἔσχατος εἶναι ὁ περὶ τῶν θεῶν λόγος· (1035b) διὸ καὶ τελετὰς 〈προς〉ηγόρευσαν τὰς τούτου παραδόσεις.»

Ἀλλὰ τοῦτόν γε τὸν λόγον, ὃν ἔσχατόν φησι δεῖν τάττεσθαι, 〈τὸν〉 περὶ θεῶν, ἔθει προτάττει καὶ προεκτίθησι παντὸς ἠθικοῦ ζητήματος· οὔτε γὰρ περὶ τελῶν οὔτε περὶ δικαιοσύνης οὔτε περὶ ἀγαθῶν καὶ κακῶν οὔτε περὶ γάμου καὶ παιδοτροφίας οὔτε περὶ νόμου καὶ πολιτείας φαίνεται τὸ παράπαν φθεγγόμενος, εἰ μή, καθάπερ οἱ τὰ ψηφίσματα ταῖς πόλεσιν εἰσφέροντες προγράφουσιν Ἀγαθὴν Τύχην, οὕτως καὶ αὐτὸς προγράψειε τὸν Δία, τὴν Εἱμαρμένην, τὴν Πρόνοιαν, τὸ συνέχεσθαι μιᾷ δυνάμει τὸν κόσμον ἕνα ὄντα καὶ πεπερασμένον· ὧν οὐθὲν ἔστι (1035c) πεισθῆναι μὴ διὰ βάθους ἐγκραθέντα τοῖς φυσικοῖς λόγοις. Ἄκουε δ´ ἃ λέγει περὶ τούτων ἐν τῷ τρίτῳ περὶ Θεῶν·

«Οὐ γὰρ ἔστιν εὑρεῖν τῆς δικαιοσύνης ἄλλην ἀρχὴν οὐδ´ ἄλλην γένεσιν ἢ τὴν ἐκ τοῦ Διὸς καὶ τὴν ἐκ τῆς κοινῆς φύσεως· ἐντεῦθεν γὰρ δεῖ πᾶν τὸ τοιοῦτον τὴν ἀρχὴν ἔχειν, εἰ μέλλομεν ὀρθῶς τι ἐρεῖν περὶ ἀγαθῶν καὶ κακῶν.»

Πάλιν ἐν ταῖς Φυσικαῖς Θέσεσιν

«Οὐ γὰρ ἔστιν ἄλλως οὐδ´ οἰκειότερον ἐπελθεῖν ἐπὶ τὸν τῶν ἀγαθῶν καὶ κακῶν λόγον οὐδ´ ἐπὶ τὰς ἀρετὰς οὐδ´ ἐπ´ εὐδαιμονίαν, ἀλλ´ 〈ἢ〉 ἀπὸ τῆς κοινῆς φύσεως καὶ ἀπὸ τῆς τοῦ κόσμου διοικήσεως.»

Προελθὼν δ´ αὖθις·

(1035d) «Δεῖ γὰρ τούτοις συνάψαι τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον, οὐκ οὔσης ἄλλης ἀρχῆς αὐτῶν ἀμείνονος οὐδ´ ἀναφορᾶς, οὐδ´ ἄλλου τινὸς ἕνεκεν τῆς φυσικῆς θεωρίας παραληπτῆς οὔσης ἢ πρὸς τὴν περὶ ἀγαθῶν ἢ κακῶν διάστασιν.»

Γίνεται τοίνυν ἅμα πρόσω καὶ ὀπίσω τῶν ἠθικῶν ὁ φυσικὸς λόγος κατὰ Χρύσιππον· μᾶλλον δ´ ὅλως ἄπορος ἡ περιτροπὴ τῆς τάξεως, εἰ μετὰ ταῦτα τακτέον ἐκεῖνον, ὧν καταλαβεῖν οὐθὲν ἐκείνου χωρὶς ἔστιν· καὶ πρόδηλος ἡ μάχη τοῦ τὸν φυσικὸν λόγον ἀρχὴν μὲν εἶναι τοῦ περὶ ἀγαθῶν καὶ κακῶν τιθεμένου κελεύοντος δὲ μὴ πρότερον ἀλλ´ ὕστερον ἐκείνων παραδίδοσθαι.

(1035e) Εἰ δέ τις ἐρεῖ γεγραφέναι τὸν Χρύσιππον ἐν τῷ περὶ Λόγου Χρήσεως, ὡς

«Οὐ καθάπαξ ἀφεκτέον ἐστὶ τῶν ἄλλων τῷ τὴν λογικὴν ἀναλαμβάνοντι πρώτην, ἀλλὰ κἀκείνων μεταληπτέον κατὰ τὸ διδόμενον,»

ἀληθῆ μὲν ἐρεῖ βεβαιώσει δὲ τὴν αἰτίαν· μάχεται γὰρ πρὸς ἑαυτόν, ὅπου μὲν ἔσχατον τὸν περὶ θεῶν λόγον ἀναλαμβάνειν κελεύων καὶ τελευταῖον, ὡς διὰ τοῦτο καὶ τελετὴν προσαγορευόμενον, ὅπου δὲ πάλιν ἐν πρώτοις ἅμα καὶ τούτου μεταληπτέον εἶναι λέγων· οἴχεται γὰρ ἡ τάξις, εἰ πάντων ἐν πᾶσι μεταλαμβάνειν δεήσει. Τὸ δὲ μεῖζον, ὅτι τοῦ περὶ ἀγαθῶν (1035f) καὶ κακῶν λόγου τὸν περὶ θεῶν ἀρχὴν πεποιημένος οὐκ ἀπὸ τούτου κελεύει τὸν ἠθικὸν ἀρξαμένους ἀναλαμβάνειν, ἀλλ´ ἐκεῖνον ἀναλαμβάνοντας τούτου μεταλαμβάνειν κατὰ τὸ διδόμενον, εἶτα μεταβαίνειν ἐπὶ τοῦτον ἀπ´ ἐκείνων, οὗ χωρὶς οὐδεμίαν ἀρχὴν [ἀπ´] ἐκείνων οὐδ´ ἔφοδον εἶναί φησι.

Τὸ πρὸς τὰ ἐναντία διαλέγεσθαι καθόλου μὲν οὔ φησιν ἀποδοκιμάζειν, χρῆσθαι δὲ οὕτω παραινεῖ, μετ´ εὐλαβείας ὥσπερ ἐν τοῖς δικαστηρίοις, μὴ μετὰ συνηγορίας (1036a) ἀλλὰ διαλύοντας αὐτῶν τὸ πιθανόν·

«Τοῖς μὲν γὰρ ἐποχὴν ἄγουσι περὶ πάντων ἐπιβάλλει» φησί «τοῦτο ποιεῖν καὶ συνεργόν ἐστι πρὸς ὃ βούλονται· τοῖς δ´ ἐπιστήμην ἐνεργαζομένοις καθ´ ἣν ὁμολογουμένως βιωσόμεθα, τὰ ἐναντία, στοιχειοῦν καὶ καταστοιχίζειν τοὺς εἰσαγομένους ἀπ´ ἀρχῆς μέχρι τέλους· ἐφ´ ὧν καιρός ἐστι μνησθῆναι καὶ τῶν ἐναντίων λόγων, διαλύοντας αὐτῶν τὸ πιθανόν, καθάπερ καὶ ἐν τοῖς δικαστηρίοις·»

ταυτὶ γὰρ αὐταῖς λέξεσιν εἴρηκεν. Ὅτι μὲν οὖν ἄτοπός ἐστι τοὺς φιλοσόφους τὸν ἐναντίον λόγον οἰόμενος δεῖν τιθέναι μὴ μετὰ (1036b) συνηγορίας ἀλλ´ ὁμοίως τοῖς δικολόγοις κακοῦντας, ὥσπερ οὐ πρὸς τὴν ἀλήθειαν ἀλλὰ περὶ νίκης ἀγωνιζομένους, εἴρηται πρὸς αὐτὸν δι´ ἑτέρων. Ὅτι δ´ αὐτὸς οὐκ ἐν ὀλίγοις ἀλλὰ πολλαχοῦ τοὺς ἐναντίους οἷς δοκιμάζει λόγους κατεσκεύακεν ἐρρωμένως καὶ μετὰ σπουδῆς καὶ φιλοτιμίας τοσαύτης, ὥστε μὴ παντὸς εἶναι καταμαθεῖν τὸ ἀρέσκον, αὐτοὶ δήπου λέγουσι, τὴν δεινότητα θαυμάζοντες τοῦ ἀνδρὸς καὶ τὸν Καρνεάδην οὐθὲν οἰόμενοι λέγειν ἴδιον, ἀλλ´ ἐξ ὧν ἐπεχείρησε Χρύσιππος εἰς τοὐναντίον, ὁρμώμενον ἐπιτίθεσθαι τοῖς λόγοις αὐτοῦ καὶ πολλάκις παραφθέγγεσθαι·

«Δαιμόνιε, φθίσει σε τὸ σὸν μένος,»

ὡς (1036c) μεγάλας ἀφορμὰς καθ´ ἑαυτοῦ διδόντα τοῖς κινεῖν τὰ δόγματα καὶ διαβάλλειν βουλομένοις. Ἐπὶ δὲ τοῖς κατὰ Συνηθείας ἐκδοθεῖσιν οὕτω κομῶσι καὶ μεγαληγοροῦσιν, ὥστε τοὺς πάντων ὁμοῦ τῶν Ἀκαδημαϊκῶν λόγους εἰς ταὐτὸ συμφορηθέντας οὐκ ἀξίους εἶναι παραβαλεῖν οἷς Χρύσιππος ἔγραψεν εἰς διαβολὴν τῶν αἰσθήσεων. Καὶ τοῦτο μὲν ἀπειρίας τῶν λεγόντων ἢ φιλαυτίας σημεῖόν ἐστιν· ἐκεῖνο δ´ ἀληθές, ὅτι βουληθεὶς αὖθις συνειπεῖν τῇ συνηθείᾳ καὶ ταῖς αἰσθήσεσιν ἐνδεέστερος γέγονεν αὑτοῦ καὶ τὸ σύνταγμα τοῦ συντάγματος μαλακώτερον. Ὥστ´ αὐτὸν (1036d) ἑαυτῷ μάχεσθαι, κελεύοντα μὲν ἀεὶ τὰ ἐναντία μὴ μετὰ συνηγορίας ἀλλὰ μετ´ ἐνδείξεως τοῦ ὅτι ψευδῆ ἐστι παρατίθεσθαι, τῶν δ´ αὑτοῦ δογμάτων κατήγορον ὄντα δεινότερον ἢ συνήγορον, καὶ φυλάττεσθαι μὲν ἑτέροις παραινοῦντα τοὺς εἰς τὰ ἐναντία λόγους ὡς περισπῶντας τὴν κατάληψιν, αὐτὸν δὲ τῶν βεβαιούντων τὴν κατάληψιν λόγων φιλοτιμότερον συντιθέντα τοὺς ἀναιροῦντας. Καίτοι αὐτὸς ὅτι τοῦτ´ αὐτὸ φοβεῖται, σαφῶς ὑποδείκνυσιν ἐν τῷ τετάρτῳ περὶ Βίων, ταῦτα γράφων·

«Οὐχ ὡς ἔτυχε δ´ οὐδὲ τοὺς ἐναντίους ὑποδεικτέον λόγους οὐδὲ 〈τὰ〉 πρὸς (1036e) τὰ ἐναντία πιθανὰ ἀλλ´ εὐλαβουμένους μὴ καὶ περισπασθέντες ὑπ´ αὐτῶν τὰς καταλήψεις ἀφῶσιν, οὔτε τῶν λύσεων ἱκανῶς ἂν ἀκοῦσαι δυνάμενοι καταλαμβάνοντές τ´ εὐαποσείστως· ἐπεὶ καὶ οἱ κατὰ τὴν συνήθειαν καταλαμβάνοντες καὶ τὰ αἰσθητὰ καὶ τὰ ἄλλα ἐκ τῶν αἰσθήσεων ῥᾳδίως προΐενται ταῦτα, καὶ ὑπὸ τῶν Μεγαρικῶν ἐρωτημάτων περισπώμενοι καὶ ὑπ´ ἄλλων πλειόνων καὶ δυναμικωτέρων ἐρωτημάτων.»

Ἡδέως ἂν οὖν πυθοίμην τῶν Στωικῶν, εἰ τὰ Μεγαρικὰ ἐρωτήματα δυναμικώτερα νομίζουσιν εἶναι τῶν ὑπὸ Χρυσίππου κατὰ τῆς συνηθείας ἐν ἓξ βιβλίοις γεγραμμένων· (1036f) ἢ τοῦτο παρ´ αὐτοῦ Χρυσίππου δεῖ πυνθάνεσθαι; Σκόπει γὰρ οἷα περὶ τοῦ Μεγαρικοῦ λόγου γέγραφεν ἐν τῷ περὶ Λόγου Χρήσεως οὕτως·

«Οἷόν τι συμβέβηκε καὶ ἐπὶ τοῦ Στίλπωνος λόγου καὶ Μενεδήμου· σφόδρα γὰρ ἐπὶ σοφίᾳ γενομένων αὐτῶν ἐνδόξων, νῦν εἰς ὄνειδος αὐτῶν ὁ λόγος περιτέτραπται, ὡς τῶν μὲν παχυτέρων τῶν δ´ ἐκφανῶς σοφιζομένων.»

(1037a) Εἶτα τούτους μέν, ὦ βέλτιστε, τοὺς λόγους, ὧν καταγελᾷς καὶ καλεῖς ὀνείδη τῶν ἐρωτώντων ὡς ἐμφανῆ τὴν κακίαν ἔχοντας, ὅμως δέδιας μή τινας περισπάσωσιν ἀπὸ τῆς καταλήψεως· αὐτὸς δὲ τοσαῦτα βιβλία γράφων κατὰ τῆς συνηθείας, οἷς, ὅ τι ἀνεῦρες, προσέθηκας ὑπερβαλέσθαι φιλοτιμούμενος τὸν Ἀρκεσίλαον, οὐδένα τῶν ἐντυγχανόντων ἐπιταράξειν προσεδόκησας; Οὐδὲ γὰρ ψιλοῖς χρῆται τοῖς κατὰ τῆς συνηθείας ἐπιχειρήμασιν, ἀλλ´ ὥσπερ ἐν δίκῃ μετὰ βάθους τινὸς συνεπιπάσχων μωρολογεῖν τε πολλάκις λέγει καὶ κενοκοπεῖν. Ἵνα τοίνυν μηδ´ ἀντίρρησιν (1037b) ἀπολίπῃ τοῦ τὰ ἐναντία λέγειν, ἐν μὲν ταῖς Φυσικαῖς Θέσεσι ταῦτα γέγραφεν·

«Ἔσται δὲ καὶ καταλαμβάνοντάς τι πρὸς τὰ ἐναντία ἐπιχειρεῖν, τὴν ἐνοῦσαν συνηγορίαν ποιουμένους· ποτὲ δ´ οὐδέτερον καταλαμβάνοντας εἰς ἑκάτερον τὰ ὄντα λέγειν.»

Ἐν δὲ τῷ περὶ τῆς τοῦ Λόγου Χρήσεως εἰπών, ὡς οὐ δεῖ τῇ τοῦ λόγου δυνάμει πρὸς τὰ μὴ ἐπιβάλλοντα χρῆσθαι καθάπερ οὐδ´ ὅπλοις, ταῦτ´ ἐπείρηκε·

«Πρὸς μὲν γὰρ τὴν τῶν ἀληθῶν εὕρεσιν δεῖ χρῆσθαι αὐτῇ καὶ πρὸς τὴν τούτων συγγυμνασίαν, εἰς τἀναντία δ´ οὔ, πολλῶν ποιούντων τοῦτο,»

πολλοὺς [δὲ] λέγων ἴσως (1037c) τοὺς ἐπέχοντας. Ἀλλ´ ἐκεῖνοι μὲν οὐδέτερον καταλαμβάνοντες εἰς ἑκάτερον ἐπιχειροῦσιν, ὡς εἴ τι καταληπτόν ἐστιν οὕτως ἂν μόνως ἢ μάλιστα κατάληψιν ἑαυτῆς τὴν ἀλήθειαν παρέχουσαν· σὺ δ´, ὁ κατηγορῶν ἐκείνων, αὐτὸς τἀναντία γράφων οἷς καταλαμβάνεις περὶ τῆς συνηθείας ἑτέρους τε τοῦτο ποιεῖν μετὰ συνηγορίας προτρεπόμενος ἐν ἀχρήστοις καὶ βλαβεροῖς ὁμολογεῖς τῇ τοῦ λόγου δυνάμει χρώμενος ὑπὸ φιλοτιμίας νεανιεύεσθαι.

Τὸ κατόρθωμά φασι νόμου πρόσταγμα εἶναι, τὸ δ´ ἁμάρτημα νόμου ἀπαγόρευμα, διὸ τὸν νόμον πολλὰ τοῖς (1037d) φαύλοις ἀπαγορεύειν προστάττειν δὲ μηθέν· οὐ γὰρ δύνανται κατορθοῦν. Καὶ τίς οὐκ οἶδεν ὅτι τῷ μὴ δυναμένῳ κατορθοῦν ἀδύνατόν ἐστι μὴ ἁμαρτάνειν; Αὐτὸν οὖν αὑτῷ μαχόμενον ποιοῦσι τὸν νόμον, προστάττοντα μὲν ἃ ποιεῖν ἀδυνατοῦσιν ἀπαγορεύοντα δ´ ὧν ἀπέχεσθαι μὴ δύνανται· ὁ γὰρ μὴ δυνάμενος σωφρονεῖν ἄνθρωπος οὐ δύναται μὴ ἀκολασταίνειν, καὶ ὁ μὴ δυνάμενος φρονεῖν οὐ δύναται μὴ ἀφραίνειν. Αὐτοί γε μὴν λέγουσι τοὺς ἀπαγορεύοντας ἄλλο μὲν λέγειν ἄλλο δ´ ἀπαγορεύειν ἄλλο δὲ προστάττειν· ὁ γὰρ λέγων «μὴ κλέψῃς» λέγει μὲν αὐτὸ τοῦτο «μὴ κλέψῃς», ἀπαγορεύει δὲ 〈κλέπτειν, προστάττει (1037e) δὲ〉 μὴ κλέπτειν· οὐδὲν οὖν ἀπαγορεύσει τοῖς φαύλοις ὁ νόμος, εἰ μηδὲ προστάξει. Ἔτι καὶ τὸν ἰατρὸν τῷ μαθητῇ προστάττειν λέγουσι τεμεῖν καὶ καῦσαι, κατὰ παράλειψιν τοῦ εὐκαίρως καὶ μετρίως, καὶ τὸν μουσικὸν λυρίσαι καὶ ᾆσαι, κατὰ παράλειψιν τοῦ ἐμμελῶς καὶ συμφώνως· δι´ ὃ τοὺς ταῦτα ποιήσαντας ἀτέχνως καὶ κακῶς κολάζουσιν, ὡς προσετάχθη μὲν ὀρθῶς, οἱ δ´ οὐκ ὀρθῶς ἐποίησαν. Οὐκοῦν καὶ ὁ σοφὸς τῷ θεράποντι προστάττων εἰπεῖν τι καὶ πρᾶξαι, κἂν μὴ εὐκαίρως τοῦτο πράξῃ μηδ´ ὡς δεῖ, κολάζων δῆλός ἐστι μέσον προστάττων οὐ κατόρθωμα·

(1037f) εἰ δὲ μέσα προστάττουσιν οἱ σοφοὶ τοῖς φαύλοις, τί κωλύει καὶ τοῦ νόμου προστάγματα τοιαῦτ´ εἶναι; Καὶ μὴν ἡ ὁρμὴ κατά γ´ αὐτὸν τοῦ ἀνθρώπου λόγος ἐστὶ προστακτικὸς αὐτῷ τοῦ ποιεῖν, ὡς ἐν τῷ περὶ Νόμου γέγραφεν. Οὐκοῦν καὶ ἡ ἀφορμὴ λόγος ἀπαγορευτικὸς καὶ ἡ ἔκκλισις *** εὔλογος ἔκκλισις· (1038a) καὶ ἡ εὐλάβεια τοίνυν λόγος ἐστὶν ἀπαγορευτικὸς τῷ σοφῷ· τὸ γὰρ εὐλαβεῖσθαι σοφῶν ἴδιον οὐ φαύλων ἐστίν. Εἰ μὲν οὖν ἕτερόν ἐστιν ὁ τοῦ σοφοῦ λόγος καὶ ἕτερον ὁ νόμος, μαχόμενον τῷ νόμῳ λόγον οἱ σοφοὶ τὴν εὐλάβειαν ἔχουσιν· εἰ δ´ οὐκ ἄλλο τι νόμος ἐστὶν ἢ ὁ τοῦ σοφοῦ λόγος, εὕρηται νόμος ἀπαγορευτικὸς τοῖς σοφοῖς τοῦ ποιεῖν ἃ εὐλαβοῦνται.

Τοῖς φαύλοις οὐδὲν εἶναι χρήσιμον ὁ Χρύσιππός φησιν οὐδ´ ἔχειν χρείαν τὸν φαῦλον οὐδενὸς οὐδὲ δεῖσθαι. Ταῦτα δ´ εἰπὼν ἐν τῷ πρώτῳ τῶν Κατορθωμάτων αὖθις λέγει καὶ τὴν εὐχρηστίαν καὶ τὴν χάριν εἰς τὰ μέσα διατείνειν, (1038b) ὧν οὐδέν ἐστι χρήσιμον κατ´ αὐτούς. Καὶ μὴν οὐδ´ οἰκεῖον οὐδ´ ἁρμόττον οὐδὲν εἶναι τῷ φαύλῳ φησὶν ἐν τούτοις·

«Κατὰ ταὐτὰ δὲ τῷ μὲν ἀστείῳ ἀλλότριον οὐδὲν τῷ δὲ φαύλῳ οὐδὲν οἰκεῖόν ἐστιν, ἐπειδὴ τὸ μὲν ἀγαθὸν τὸ δὲ κακόν ἐστιν αὐτῶν.»

Πῶς οὖν ἀποκναίει πάλιν ἐν παντὶ βιβλίῳ φυσικῷ 〈τὰ〉 ἴδια καὶ ἠθικῷ γράφων ὡς

«Οἰκειούμεθα πρὸς αὑτοὺς εὐθὺς γενόμενοι καὶ τὰ μέρη καὶ τὰ ἔκγονα τὰ ἑαυτῶν;»

Ἐν δὲ τῷ πρώτῳ περὶ Δικαιοσύνης καὶ τὰ θηρία φησὶ συμμέτρως τῇ χρείᾳ τῶν ἐκγόνων ᾠκειῶσθαι πρὸς αὐτά, πλὴν τῶν ἰχθύων·

«αὐτὰ γὰρ τὰ κυήματα τρέφεται δι´ αὑτῶν.»

Ἀλλ´ οὔτ´ αἴσθησίς ἐστιν οἷς μηδὲν αἰσθητὸν οὔτ´ οἰκείωσις οἷς μηδὲν οἰκεῖον· (1038c) ἡ γὰρ οἰκείωσις αἴσθησις ἔοικε τοῦ οἰκείου καὶ ἀντίληψις εἶναι.

Καὶ τὸ δόγμα τοῦτο τοῖς κυριωτάτοις ἑπόμενόν ἐστι, καὶ Χρύσιππος, εἰ καὶ πολλὰ πρὸς τοὐναντίον γέγραφε, δῆλός ἐστι προστιθέμενος τῷ μήτε κακίαν κακίας ἢ ἁμαρτίαν ἁμαρτίας ὑπερέχουσαν εἶναι μήτ´ ἀρετὴν ἀρετῆς ἢ κατόρθωσιν κατορθώσεως· ὅς γέ φησιν ἐν τῷ τρίτῳ περὶ Φύσεως

«ὥσπερ τῷ Διὶ προσήκει σεμνύνεσθαι ἐφ´ αὑτῷ τε καὶ τῷ βίῳ καὶ μέγα φρονεῖν καί, εἰ δεῖ οὕτως εἰπεῖν, ὑψαυχενεῖν καὶ κομᾶν καὶ μεγαληγορεῖν, ἀξίως (1038d) βιοῦντι μεγαληγορίας, οὕτω τοῖς ἀγαθοῖς πᾶσι ταῦτα προσήκει, κατ´ οὐθὲν προεχομένοις ὑπὸ τοῦ Διός.»

Ἀλλ´ αὐτός γε πάλιν ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης φησὶν ὅτι τὴν δικαιοσύνην ἀναιροῦσιν οἱ τέλος ὑποτιθέμενοι τὴν ἡδονήν, οἱ δὲ μόνον ἀγαθὸν εἶναι λέγοντες οὐκ ἀναιροῦσιν· ἔστι δὲ ταυτὶ τὰ κατὰ λέξιν·

«Τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή, τῶν δὲ δι´ αὑτῶν αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς ἡδονῆς.»

Ἀλλ´ εἴπερ μόνον τὸ καλὸν ἀγαθόν ἐστιν, ἁμαρτάνει μὲν ὁ τὴν ἡδονὴν ἀγαθὸν ἀποφαίνων, ἧττον δ´ ἁμαρτάνει τοῦ (1038e) καὶ τέλος αὐτὴν ποιοῦντος· ἀναιρεῖ γὰρ οὗτος τὴν δικαιοσύνην ἐκεῖνος δὲ σῴζει· καὶ κατὰ τοῦτον ἡ κοινωνία φροῦδός ἐστι καὶ ἀπόλωλεν, ὁ δὲ χρηστότητι καὶ φιλανθρωπίᾳ χώραν δίδωσιν. Ἔτι τὸ μὲν λέγειν αὐτὸν ἐν τῷ περὶ τοῦ Διὸς

«αὔξεσθαι τὰς ἀρετὰς καὶ διαβαίνειν»

ἀφίημι μὴ δόξω τῶν ὀνομάτων ἐπιλαμβάνεσθαι, καίτοι πικρῶς ἐν τῷ γένει τούτῳ καὶ Πλάτωνα καὶ τοὺς ἄλλους τοῦ Χρυσίππου δάκνοντος· ἐπαινεῖν δὲ μὴ πᾶν τὸ πραττόμενον κατ´ ἀρετὴν κελεύων ἐμφαίνει τινὰ τῶν κατορθωμάτων διαφοράν· λέγει (1038f) δ´ οὕτως ἐν τῷ περὶ τοῦ Διός·

«Ἔργων γὰρ κατὰ τὰς ἀρετὰς ὄντων οἰκείων ἐστί τιν´ ἀποπροαχθέντα καὶ τούτων, οἷον ἀνδρείως τὸν δάκτυλον ἐκτεῖναι καὶ ἐγκρατῶς ἀποσχέσθαι δυσθανατώσης γραὸς καὶ ἀπροπτώτως ἀκοῦσαι τοῦ τὰ τρία τέσσαρα [μὴ] εἶναι, τελέως 〈τέ〉 τιν´ ἐμφαίνει ψυχρίαν ὁ διὰ τῶν τοιούτων ἐπαινεῖν τινας ἐγχειρῶν καὶ ἐγκωμιάζειν·»

(1039a) ὅμοια δ´ εἴρηται τούτοις ἐν τῷ τρίτῳ περὶ Θεῶν·

«ἔτι γὰρ οἶμαι» φησί «τοὺς ἐπαίνους ἀλλοτριώσεσθαι κατὰ τὰ τοιαῦτα τῶν συμβαινόντων ἀπ´ ἀρετῆς, οἷον δυσθανατώσης γραὸς ἀποσχέσθαι καὶ καρτερῶς ὑπομεῖναι μυίας δηγμόν.»

Τίν´ οὖν οὗτος ἄλλον κατήγορον περιμένει τῶν αὑτοῦ δογμάτων; Εἰ γὰρ ψυχρός ἐστιν ὁ ταῦτ´ ἐπαινῶν, πολλῷ δήπου ψυχρότερος ὁ τούτων ἕκαστον ἂν κατόρθωμα καὶ μέγα καὶ μέγιστον εἶναι τιθέμενος· εἰ γὰρ ἴσον ἐστὶ τῷ *** ἀνδρείως δῆγμα μυίας ἐνεγκεῖν καὶ τὸ σωφρόνως ἀποσχέσθαι τῆς γραός, οὐδὲν οἶμαι διαφέρει τὸν σπουδαῖον ἀπὸ τούτων ἢ ἀπ´ ἐκείνων ἐπαινεῖσθαι. Ἔτι τοίνυν (1039b) ἐν τῷ δευτέρῳ περὶ Φιλίας διδάσκων ὡς οὐκ ἐπὶ πᾶσι δεῖ τοῖς ἁμαρτήμασι τὰς φιλίας διαλύεσθαι, ταύταις κέχρηται ταῖς λέξεσι·

«Προσήκει γὰρ τὰ μὲν ὅλως παραπέμπεσθαι τὰ δὲ μικρᾶς ἐπιστροφῆς τυγχάνειν, τὰ δὲ καὶ ἐπὶ μεῖζον, τὰ δ´ ὅλως διαλύσεως ἀξιοῦσθαι.»

Ὃ δὲ τούτου μεῖζόν ἐστιν, ἐν τῷ αὐτῷ φησιν ὅτι

«τοῖς μὲν ἐπὶ πλεῖον τοῖς δ´ ἐπ´ ἔλαττον συμβαλοῦμεν, ὥστε τοὺς μὲν μᾶλλον τοὺς δ´ ἧττον φίλους εἶναι· ἐπὶ πολὺ δὲ τῆς τοιαύτης παραλλαγῆς γινομένης (οἱ μὲν γὰρ τοσαύτης οἱ δὲ τοσαύτης γίγνονται φιλίας ἄξιοι), καὶ οἱ μὲν ἐπὶ τοσοῦτον 〈οἱ δ´ ἐπὶ (1039c) τοσοῦτον〉 πίστεως καὶ τῶν ὁμοίων καταξιωθήσονται.»

Τί γὰρ ἄλλο πεποίηκεν ἐν τούτοις ἢ καὶ τούτων μεγάλας διαφορὰς ἀπολέλοιπε; Καὶ μὴν ἐν τῷ περὶ Καλοῦ πρὸς ἀπόδειξιν τοῦ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι τοιούτοις λόγοις κέχρηται·

«Τὸ ἀγαθὸν αἱρετόν, τὸ δ´ αἱρετὸν ἀρεστόν, τὸ δ´ ἀρεστὸν ἐπαινετόν, τὸ δ´ ἐπαινετὸν καλόν»

καὶ πάλιν·

«Τὸ ἀγαθὸν χαρτόν, τὸ δὲ χαρτὸν σεμνόν, τὸ δὲ σεμνὸν καλόν.»

Οὗτοι δ´ οἱ λόγοι μάχονται πρὸς ἐκεῖνον· εἴτε γὰρ πᾶν ἀγαθὸν ἐπαινετόν ἐστι, καὶ τὸ σωφρόνως ἀποσχέσθαι τῆς γραὸς ἐπαινετὸν ἂν εἴη· εἴτε *** πᾶν ἀγαθὸν οὔτε σεμνὸν οὔτε χαρτόν· ἀλλ´ οἴχεται ὁ λόγος· πῶς γὰρ οἷόν (1039d) τε τὸ μὲν ἄλλους ἀπὸ τῶν τοιούτων ἐπαινεῖν ψυχρὸν εἶναι, τὸ δ´ αὐτὸν ἐπὶ τοῖς τοιούτοις χαίρειν καὶ σεμνύνεσθαι μὴ καταγέλαστον;

Πολλαχοῦ μὲν τοιοῦτός ἐστιν· ἐν δὲ ταῖς πρὸς ἑτέρους ἀντιλογίαις ἥκιστα φροντίζει τοῦ μηδὲν εἰπεῖν ἐναντίον ἑαυτῷ καὶ διάφωνον. Ἐν γοῦν τοῖς περὶ τοῦ Προτρέπεσθαι τοῦ Πλάτωνος ἐπιλαμβανόμενος λέγοντος ὅτι τῷ μηδὲ μαθόντι μηδ´ ἐπισταμένῳ ζῆν λυσιτελεῖ μὴ ζῆν, ταῦτ´ εἴρηκε κατὰ λέξιν·

«Ὁ γὰρ τοιοῦτος λόγος καὶ ἑαυτῷ μάχεται καὶ ἥκιστ´ ἐστὶ προτρεπτικός. Πρῶτον γὰρ παραδεικνύων ὅτι κράτιστον ἡμῖν ἐστι τὸ μὴ ζῆν καὶ τρόπον τινὰ ἀποθνήσκειν ἀξιῶν, πρὸς ἕτερά τινα μᾶλλον ἡμᾶς (1039e) προτρέψεται ἢ τὸ φιλοσοφεῖν· οὐ γὰρ ἔστι μὴ ζῶντα φιλοσοφεῖν οὐδὲ μὴν πολὺν χρόνον ἐπιζήσαντα κακῶς καὶ ἀπείρως φρόνιμον γενέσθαι.»

Καὶ προελθὼν δέ φησιν ὅτι καὶ τοῖς φαύλοις καθήκει μένειν ἐν τῷ ζῆν· εἶτα κατὰ λέξιν·

«Πρῶτον γὰρ ἡ ἀρετὴ ψιλῶς οὐδέν ἐστι πρὸς τὸ ζῆν ἡμᾶς, οὕτως δ´ οὐδ´ ἡ κακία οὐδέν ἐστι πρὸς τὸ δεῖν ἡμᾶς ἀπιέναι.»

Καὶ μὴν οὐχ ἕτερα δεῖ βιβλία διειλῆσαι τοῦ Χρυσίππου τὴν πρὸς αὑτὸν ἐνδεικνυμένους μάχην, ἀλλ´ ἐν αὐτοῖς τούτοις ποτὲ μὲν τοῦ Ἀντισθένους ἐπαινῶν προφέρεται τὸ δεῖν κτᾶσθαι νοῦν ἢ βρόχον καὶ τοῦ Τυρταίου τὸ

«Πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου·»

καίτοι (1039f) τί ταῦτα βούλεται δηλοῦν ἄλλο πλὴν ὅτι τὸ μὴ ζῆν λυσιτελέστερόν ἐστι τοῦ ζῆν τοῖς κακοῖς καὶ ἀνοήτοις; Ποτὲ δὲ τὸν Θέογνιν ἐπανορθούμενος

«Οὐκ ἔδει» φησίν «εἰπεῖν
χρὴ πενίην φεύγοντα,»

μᾶλλον δέ

«Χρὴ κακίαν φεύγοντα καὶ ἐς βαθυκήτεα πόντον
ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ´ ἠλιβάτων.»

(1040a) Τί οὖν ἄλλο δόξειεν ἂν ποιεῖν ἢ ταὐτὰ πράγματα καὶ δόγματα παρεγγράφειν αὐτός, ἑτέρων δὲ γραφόντων ἐξαλείφειν, Πλάτωνι μὲν ἐγκαλῶν ὅτι τοῦ κακῶς ζῆν καὶ ἀμαθῶς τὸ μὴ ζῆν ἀποδείκνυσι λυσιτελέστερον, Θεόγνιδι δὲ συμβουλεύων κατακρημνίζειν καὶ καταποντίζειν ἑαυτὸν ὑπὲρ τοῦ φυγεῖν τὴν κακίαν; Ἀντισθένη μὲν γὰρ ἐπαινῶν ὅτι τοὺς μὴ νοῦν ἔχοντας εἰς βρόχον συνήλαυνεν, 〈αὑτὸν〉 αὐτὸς ἔψεγεν εἰπόντα μηδὲν εἶναι τὴν κακίαν πρὸς τὸ ἐκ τοῦ ζῆν ἡμᾶς ἀπαλλάττειν.

Ἐν δὲ τοῖς πρὸς αὐτὸν Πλάτωνα περὶ Δικαιοσύνης εὐθὺς ἐξ ἀρχῆς ἐνάλλεται τῷ περὶ θεῶν λόγῳ καί φησιν (1040b) οὔτ´ ὀρθῶς ἀποτρέπειν τῷ ἀπὸ τῶν θεῶν φόβῳ τῆς ἀδικίας τὸν Κέφαλον, εὐδιάβλητόν τ´ εἶναι καὶ πρὸς τοὐναντίον ἐξάγ〈ειν ἔχ〉οντα πολλοὺς περισπασμοὺς καὶ πιθανότητας ἀντιπιπτούσας τὸν περὶ τῶν ὑπὸ τοῦ θεοῦ κολάσεων λόγον, ὡς οὐδὲν διαφέροντα τῆς Ἀκκοῦς καὶ τῆς Ἀλφιτοῦς, δι´ ὧν τὰ παιδάρια τοῦ κακοσχολεῖν αἱ γυναῖκες ἀνείργουσιν.

Οὕτω δὲ διασύρας τὰ τοῦ Πλάτωνος ἐπαινεῖ πάλιν ἐν ἄλλοις καὶ προφέρεται τὰ τοῦ Εὐριπίδου ταυτὶ πολλάκις·

«Ἀλλ´ ἔστιν, κεἴ τις ἐγγελᾷ λόγῳ,
Ζεὺς καὶ θεοὶ βρότεια λεύσσοντες πάθη·»

(1040b) καὶ ὁμοίως ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης τὰ Ἡσιόδεια ταυτὶ προενεγκάμενος

«Τοῖσιν δ´ οὐρανόθεν μέγ´ ἐπήλασε πῆμα Κρονίων,
λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί»

ταῦτά φησι τοὺς θεοὺς ποιεῖν, ὅπως τῶν πονηρῶν κολαζομένων οἱ λοιποὶ παραδείγμασι τούτοις χρώμενοι ἧττον ἐπιχειρῶσι τοιοῦτόν τι ποιεῖν. Πάλιν ἐν μὲν τοῖς περὶ Δικαιοσύνης ὑπειπὼν ὅτι τοὺς ἀγαθὸν ἀλλὰ μὴ τέλος τιθεμένους τὴν ἡδονὴν ἐνδέχεται σῴζειν καὶ τὴν δικαιοσύνην, θεὶς τοῦτο κατὰ λέξιν εἴρηκε·

«Τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή, τῶν δὲ δι´ αὑτῶν αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς (1040d) ἡδονῆς.»

Ταῦτα μὲν ἐν τούτοις περὶ τῆς ἡδονῆς. Ἐν δὲ τοῖς πρὸς Πλάτωνα κατηγορῶν αὐτοῦ δοκοῦντος ἀγαθὸν ἀπολιπεῖν τὴν ὑγίειαν, οὐ μόνον τὴν δικαιοσύνην φησὶν ἀλλὰ καὶ τὴν μεγαλοψυχίαν ἀναιρεῖσθαι καὶ τὴν σωφροσύνην καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, ἂν ἢ τὴν ἡδονὴν ἢ τὴν ὑγίειαν ἤ τι τῶν ἄλλων, ὃ μὴ καλόν ἐστιν, ἀγαθὸν ἀπολίπωμεν. Ἃ μὲν οὖν ῥητέον ὑπὲρ Πλάτωνος, ἐν ἄλλοις γέγραπται πρὸς αὐτόν· ἐνταῦθα δ´ ἡ μάχη καταφανής ἐστιν, ὅπου μέν, ἂν μετὰ τοῦ καλοῦ τις ὑποθῆται καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι, σῴζεσθαι δικαιοσύνην λέγοντος, ὅπου δὲ πάλιν τοὺς μὴ μόνον τὸ καλὸν 〈ἀγαθὸν〉 ἀπολιπόντας (1040e) αἰτιωμένου τὰς ἀρετὰς ἁπάσας ἀναιρεῖν. Ἵνα δὲ μηδ´ ἀπολογίαν ὑπολίπῃ τοῖς ἐναντιώμασιν, Ἀριστοτέλει περὶ δικαιοσύνης ἀντιγράφων οὔ φησιν αὐτὸν ὀρθῶς λέγειν, ὅτι τῆς ἡδονῆς οὔσης τέλους ἀναιρεῖται μὲν ἡ δικαιοσύνη, συναναιρεῖται δὲ τῇ δικαιοσύνῃ καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστη· τὴν μὲν γὰρ δικαιοσύνην ὑπ´ αὐτῶν ὡς ἀληθῶς ἀναιρεῖσθαι, τὰς δ´ ἄλλας ἀρετὰς οὐδὲν κωλύειν ὑπάρχειν, εἰ καὶ μὴ δι´ αὑτὰς αἱρετὰς ἀλλ´ ἀγαθὰς γοῦν καὶ ἀρεστὰς ἐσομένας· εἶθ´ ἑκάστην ἐξ ὀνόματος προσαγορεύει. βέλτιον δὲ τὰς ἐκείνου λέξεις ἀναλαβεῖν·

(1040f) «Τῆς γὰρ ἡδονῆς» φησίν «ἐμφαινομένης τέλους κατὰ τὸν τοιοῦτον λόγον τὸ μὲν τοιοῦτο πᾶν μοι δοκεῖ οὐκ ἐμπεριλαμβάνεσθαι, δι´ ὃ ῥητέον μήτε τῶν ἀρετῶν τινα δι´ αὑτὴν αἱρετὴν εἶναι μήτε τῶν κακιῶν φευκτήν, ἀλλὰ πάντα ταῦτα δεῖν ἀναφέρεσθαι πρὸς τὸν ὑποκείμενον σκοπόν· οὐδὲν μέντοι κωλύσει κατ´ αὐτοὺς τὴν ἀνδρείαν μὲν καὶ τὴν φρόνησιν καὶ τὴν ἐγκράτειαν καὶ τὴν καρτερίαν καὶ τὰς ὁμοίας ταύταις ἀρετὰς εἶναι τῶν ἀγαθῶν, τὰς δ´ ἐναντίας 〈κακίας〉 ὑπάρχειν φευκτάς.»

(1041a) Τίς οὖν τούτου πρὸς λόγους ἰταμώτερος γέγονεν, ὃς δυεῖν τῶν ἀρίστων φιλοσόφων ἐγκέκληκε τῷ μὲν ὅτι πᾶσαν ἀρετὴν ἀναιρεῖ μὴ μόνον τὸ καλὸν ἀγαθὸν ἀπολιπών, τῷ δ´ ὅτι τῆς ἡδονῆς τέλους οὔσης οὐ πᾶσαν ἀρετὴν ἄνευ τῆς δικαιοσύνης σῴζεσθαι νομίζει; Θαυμαστὴ γὰρ ἡ ἐξουσία περὶ τῶν αὐτῶν πραγμάτων διαλεγόμενον, ἃ τίθησιν αὐτὸς ἐγκαλῶν Ἀριστοτέλει, ταῦτ´ ἀναιρεῖν πάλιν Πλάτωνος κατηγοροῦντα. Καὶ μὴν ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσι λέγει ῥητῶς ὅτι «πᾶν κατόρθωμα καὶ εὐνόμημα καὶ δικαιοπράγημά ἐστι· τὸ δέ γε (1041b) κατ´ ἐγκράτειαν ἢ καρτερίαν ἢ φρόνησιν ἢ ἀνδρείαν πραττόμενον κατόρθωμά ἐστιν· ὥστε καὶ δικαιοπράγημα.» Πῶς οὖν, οἷς ἀπολείπει φρόνησιν καὶ ἀνδρείαν καὶ ἐγκράτειαν, οὐκ ἀπολείπει δικαιοσύνην; Εὐθὺς αὐτῶν ὅσα κατορθοῦσιν ἐν ταῖς εἰρημέναις ἀρεταῖς καὶ δικαιοπραγούντων;

Τοῦ δὲ Πλάτωνος εἰπόντος τὴν ἀδικίαν ὡς διαφορὰ ψυχῆς οὖσα καὶ στάσις οὐδ´ ἐν αὐτοῖς τοῖς ἔχουσιν ἀποβάλλει τὴν δύναμιν ἀλλ´ αὐτὸν ἑαυτῷ συμβάλλει καὶ 〈συγ〉κρούει [ταράττει] τὸν πονηρόν, ἐγκαλῶν Χρύσιππος ἀτόπως φησὶ λέγεσθαι τὸ ἀδικεῖν ἑαυτόν· εἶναι γὰρ πρὸς ἕτερον οὐ πρὸς ἑαυτὸν τὴν ἀδικίαν· ἐπιλαθόμενος δὲ τούτων (1041c) αὖθις ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσιν ἀδικεῖσθαί φησιν ὑφ´ ἑαυτοῦ τὸν ἀδικοῦντα καὶ αὑτὸν ἀδικεῖν, ὅταν ἄλλον ἀδικῇ, γενόμενον ἑαυτῷ τοῦ παρανομεῖν αἴτιον καὶ βλάπτοντα παρ´ ἀξίαν ἑαυτόν. Ἐν μὲν τοῖς πρὸς Πλάτωνα ταῦτ´ εἴρηκε περὶ τοῦ τὴν ἀδικίαν λέγεσθαι μὴ πρὸς ἑαυτὸν ἀλλὰ πρὸς ἕτερον·

«† Οἱ γὰρ κατ´ ἰδίαν ἄδικοι συνεστήκασιν ἐκ πλειόνων τοιούτων τἀναντία λεγόντων, καὶ ἄλλως τῆς ἀδικίας λαμβανομένης ὡς ἂν ἐν πλείοσι πρὸς ἑαυτοὺς οὕτως ἔχουσιν εἰς δὲ τὸν ἕνα μηδενὸς διατείνοντος τοιούτου, καθ´ ὅσον δὲ πρὸς τοὺς πλησίον ἔχει οὕτως.»

(1041d) Ἐν δὲ ταῖς Ἀποδείξεσι τοιούτους ἠρώτηκε λόγους περὶ τοῦ τὸν ἄδικον καὶ ἑαυτὸν ἀδικεῖν·

«Παραίτιον γενέσθαι παρανομήματος ἀπαγορεύει ὁ νόμος· καὶ τὸ ἀδικεῖν ἐστι παρανόμημα· ὁ τοίνυν παραίτιος γενόμενος αὑτῷ τοῦ ἀδικεῖν παρανομεῖ εἰς ἑαυτόν· ὁ δὲ παρανομῶν εἰς ἕνα καὶ ἀδικεῖ ἐκεῖνον· ὁ ἄρα καὶ ὁντινοῦν ἀδικῶν καὶ ἑαυτὸν ἀδικεῖ.»

Πάλιν

«Τὸ ἁμάρτημα τῶν βλαμμάτων ἐστί, καὶ πᾶς ἁμαρτάνων παρ´ ἑαυτὸν ἁμαρτάνει· πᾶς ἄρ´ ὁ ἁμαρτάνων βλάπτει ἑαυτὸν παρὰ τὴν ἀξίαν· εἰ δὲ τοῦτο, καὶ ἀδικεῖ ἑαυτόν.»

Ἔτι καὶ οὕτως

«Ὁ βλαπτόμενος ὑφ´ ἑτέρου ἑαυτὸν βλάπτει (1041e) καὶ παρὰ τὴν ἀξίαν ἑαυτὸν βλάπτει· τοῦτο δ´ ἦν τὸ ἀδικεῖν· ὁ ἄρ´ ἀδικούμενος καὶ ὑφ´ ὁτουοῦν πᾶς ἑαυτὸν ἀδικεῖ.»

Τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον, ὃν αὐτὸς εἰσάγει καὶ δοκιμάζει, συμφωνότατον εἶναί φησι τῷ βίῳ καὶ μάλιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων. Ταυτὶ γὰρ ἐν τῷ τρίτῳ τῶν Προτρεπτικῶν εἴρηκεν· ἐν δὲ τῷ πρώτῳ τοῦτον τὸν λόγον φησὶν ἀπὸ τῶν ἄλλων ἁπάντων ἀφέλκειν τὸν ἄνθρωπον ὡς οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδὲ συνεργούντων πρὸς εὐδαιμονίαν οὐδέν. Ὅρα τοίνυν, πῶς αὑτῷ σύμφωνός ἐστι, τὸν ἀφέλκοντα τοῦ ζῆν καὶ τῆς ὑγιείας καὶ τῆς ἀπονίας καὶ τῆς τῶν αἰσθητηρίων ὁλοκληρίας καὶ μηδὲν (1041f) εἶναι ταῦτα φάσκοντα πρὸς ἡμᾶς, ἃ παρὰ τῶν θεῶν αἰτούμεθα, μάλιστα συμφωνεῖν τῷ βίῳ καὶ ταῖς κοιναῖς προλήψεσιν ἀποφαινόμενος. Ἀλλ´ ἵνα μηδ´ ἄρνησις ᾖ τοῦ τἀναντία λέγειν, ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης ταῦτ´ εἴρηκε·

«Διὸ καὶ διὰ τὴν ὑπερβολὴν τοῦ τε μεγέθους καὶ τοῦ κάλλους πλάσμασι δοκοῦμεν ὅμοια λέγειν καὶ οὐ κατὰ τὸν ἄνθρωπον καὶ τὴν ἀνθρωπίνην φύσιν.»

(1042a) Ἔστιν οὖν ὅπως ἄν τις ἐξομολογήσαιτο σαφέστερον τἀναντία λέγειν αὐτὸς πρὸς ἑαυτὸν ἢ οὗτος, ἃ δι´ ὑπερβολήν φησι πλάσματα δοκεῖν εἶναι καὶ ὑπὲρ τὸν ἄνθρωπον καὶ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν λέγεσθαι, ταῦτα συμφωνεῖν τῷ βίῳ φάσκων καὶ μάλιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων;

Οὐσίαν κακοδαιμονίας ἀποφαίνει τὴν κακίαν, ἐν παντὶ βιβλίῳ φυσικῷ καὶ ἠθικῷ γράφων καὶ διατεινόμενος ὅτι «τὸ κατὰ κακίαν ζῆν τῷ κακοδαιμόνως ζῆν ταὐτόν ἐστιν·» ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως ὑπειπὼν ὅτι

«λυσιτελεῖ ζῆν ἄφρονα μᾶλλον ἢ 〈μὴ〉 βιοῦν, κἂν μηδέποτε μέλλῃ φρονήσειν»

(1042b) ἐπιλέγει

«τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ τὰ κακὰ τῶν ἀνὰ μέσον προτερεῖν.»

Ὅτι μὲν οὖν εἰρηκὼς ἐν ἑτέροις μηδὲν εἶναι τοῖς ἄφροσι λυσιτελὲς ἐνταῦθά φησι λυσιτελεῖν τὸ ἀφρόνως ζῆν, ἀφίημι· τῶν δ´ ἀνὰ μέσον λεγομένων παρὰ τοῖς Στωικοῖς μήτε κακῶν ὄντων μήτ´ ἀγαθῶν τὰ κακὰ προτερεῖν λέγων οὐδὲν ἄλλο λέγει πλὴν τῶν μὴ κακῶν τὰ κακὰ προτερεῖν καὶ τὸ κακοδαιμονεῖν λυσιτελέστερον εἶναι τοῦ μὴ κακοδαιμονεῖν, καὶ τοῦ κακοδαιμονεῖν ἀλυσιτελέστερον ἡγεῖται τὸ μὴ κακοδαιμονεῖν· εἰ δ´ ἀλυσιτελέστερον, καὶ βλαβερώτερον· τὸ μὴ κακοδαιμονεῖν ἄρα βλαβερώτερον τοῦ κακοδαιμονεῖν. Βουλόμενος οὖν ταύτην ἐπιλεαίνειν τὴν ἀτοπίαν ἐπιλέγει περὶ τῶν κακῶν·

(1042c) «Ἔστι δ´ οὐ ταῦτα προτεροῦντα, ἀλλ´ ὁ λόγος, μεθ´ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, καὶ εἰ ἄφρονες ἐσόμεθα.»

Πρῶτον μὲν οὖν τὰ κακὰ κακίαν λέγει καὶ τὰ μετέχοντα κακίας, ἄλλο δ´ οὐθέν· ἡ δὲ κακία λογικόν ἐστι μᾶλλον δὲ λόγος ἡμαρτημένος· οὐδὲν οὖν ἕτερόν ἐστι τὸ μετὰ λόγου βιοῦν ἄφρονας ὄντας ἢ τὸ μετὰ κακίας βιοῦν· ἔπειτα τὸ βιοῦν ἄφρονας ὄντας βιοῦν ἐστι κακοδαίμονας ὄντας. Πρὸς τί οὖν προτερεῖ τοῦτο τῶν ἀνὰ μέσον; Οὐ γὰρ πρός γε τὸ εὐδαιμονεῖν φήσει προτερεῖν τὸ κακοδαιμονεῖν. Ἀλλ´ οὐδ´ ὅλως, φασίν, οἴεται δεῖν Χρύσιππος (1042d) οὔτε μονὴν ἐν τῷ βίῳ τοῖς ἀγαθοῖς οὔτ´ ἐξαγωγὴν τοῖς κακοῖς παραμετρεῖν ἀλλὰ τοῖς μέσοις κατὰ φύσιν· διὸ καὶ τοῖς εὐδαιμονοῦσι γίνεταί ποτε καθῆκον ἐξάγειν ἑαυτοὺς καὶ μένειν αὖθις ἐν τῷ ζῆν τοῖς κακοδαιμονοῦσιν.

Εἶτα τί τούτου μεῖζόν ἐστιν ὑπεναντίωμα πρὸς αἵρεσιν καὶ φυγήν, εἰ τοῖς ἐπ´ ἄκρον εὐδαιμονοῦσιν ἀπουσίᾳ τῶν ἀδιαφόρων ἀφίστασθαι τῶν ἀγαθῶν παρόντων καθήκει; Καίτοι τῶν ἀδιαφόρων οὐθὲν αἱρετὸν οὐδὲ φευκτόν, ἀλλὰ μόνον αἱρετὸν τὸ ἀγαθὸν καὶ μόνον φευκτὸν ἡγοῦνται τὸ κακόν· ὥστε συμβαίνει κατ´ αὐτοὺς μὴ πρὸς τὰ αἱρετὰ μηδὲ πρὸς (1042e) τὰ φευκτὰ τοὺς τῶν πράξεων τίθεσθαι λογισμούς, ἀλλ´ ἑτέρων στοχαζομένους ἃ μήτε φεύγουσι μήθ´ αἱροῦνται, πρὸς ταῦτα καὶ ζῆν καὶ ἀποθνήσκειν.

Τἀγαθὰ πρὸς τὰ κακὰ τὴν πᾶσαν ἔχειν διαφορὰν ὁμολογεῖ Χρύσιππος· καὶ ἀναγκαῖόν ἐστιν, εἰ τὰ μὲν ἐσχάτως ποιεῖ κακοδαίμονας εὐθὺς οἷς ἂν παρῇ, τὰ δ´ ἐπ´ ἄκρον εὐδαίμονας. Αἰσθητὰ δ´ εἶναι τἀγαθὰ καὶ τὰ κακά φησιν, ἐν τῷ προτέρῳ περὶ Τέλους ταῦτα γράφων·

«Ὅτι μὲν γὰρ αἰσθητά ἐστι τἀγαθὰ καὶ τὰ κακά, καὶ τούτοις ἐκποιεῖ λέγειν· οὐ γὰρ μόνον τὰ πάθη ἐστὶν αἰσθητὰ σὺν τοῖς (1042f) εἴδεσιν, οἷον λύπη καὶ φόβος καὶ τὰ παραπλήσια, ἀλλὰ καὶ κλοπῆς καὶ μοιχείας καὶ τῶν ὁμοίων ἔστιν αἰσθέσθαι, καὶ καθόλου ἀφροσύνης καὶ δειλίας καὶ ἄλλων οὐκ ὀλίγων κακιῶν· οὐδὲ μόνον χαρᾶς καὶ εὐεργεσιῶν καὶ ἄλλων πολλῶν κατορθώσεων, ἀλλὰ καὶ φρονήσεως καὶ ἀνδρείας καὶ τῶν λοιπῶν ἀρετῶν.»

Ούτων τὴν μὲν ἄλλην ἀτοπίαν ἀφῶμεν, ὅτι δὲ μάχεται τοῖς περὶ τὸν διαλεληθότα σοφόν, τίς οὐκ ἂν ὁμολογήσειεν; Αἰσθητοῦ γὰρ ὄντος τοῦ ἀγαθοῦ καὶ μεγάλην πρὸς τὸ κακὸν διαφορὰν ἔχοντος, (1043a) τὸν ἐκ φαύλου γενόμενον σπουδαῖον ἀγνοεῖν τοῦτο καὶ τῆς ἀρετῆς μὴ αἰσθάνεσθαι παρούσης ἀλλ´ οἴεσθαι τὴν κακίαν αὐτῷ παρεῖναι, πῶς οὐκ ἔστιν ἀτοπώτατον; Ἢ γὰρ οὐδεὶς ἀγνοεῖν ἢ ἀπιστεῖν δύναται τὰς ἀρετὰς ἔχων ἁπάσας, ἢ μικρά τίς ἐστι καὶ παντάπασι δυσθεώρητος ἡ διαφορὰ τῆς ἀρετῆς πρὸς τὴν κακίαν καὶ τῆς εὐδαιμονίας πρὸς τὴν κακοδαιμονίαν καὶ τοῦ καλλίστου βίου πρὸς τὸν αἴσχιστον, εἰ ταῦτά τις ἀντ´ ἐκείνων κτησάμενος ἑαυτὸν λέληθε.

Μία σύνταξις ἡ περὶ Βίων τέτταρα βιβλία· τούτων ἐν τῷ τετάρτῳ λέγει τὸν σοφὸν ἀπράγμονά τ´ εἶναι καὶ ἰδιοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν· (1043b) ἔστι δ´ ἡ λέξις αὕτη·

«Οἶμαι γὰρ ἔγωγε τὸν φρόνιμον καὶ ἀπράγμονα εἶναι καὶ ἰδιοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν ὁμοίως τῆς τ´ αὐτοπραγίας καὶ τῆς ὀλιγοπραγμοσύνης ἀστείων ὄντων.»

Τὰ δ´ ὅμοια σχεδὸν ἐν τῷ περὶ τῶν Δι´ αὑτὰ αἱρετῶν εἴρηκε ταύταις ταῖς λέξεσι·

«Τῷ γὰρ ὄντι φαίνεται ὁ κατὰ τὴν ἡσυχίαν βίος ἀκίνδυνόν τι καὶ ἀσφαλὲς ἔχειν, οὐ πάνυ τῶν πολλῶν δυναμένων τοῦτο συνιδεῖν.»

Ὅτι μὲν τῷ Ἐπικούρῳ τὴν πρόνοιαν ἀναιροῦντι διὰ τῆς ἀπραγμοσύνης τῆς περὶ τὸν θεὸν οὐκ ἀπᾴδει, δῆλόν ἐστιν· ἀλλ´ αὐτὸς ὁ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Βίων βασιλείαν τε τὸν σοφὸν ἑκουσίως (1043c) ἀναδέχεσθαι λέγει χρηματιζόμενον ἀπ´ αὐτῆς, κἂν αὐτὸς βασιλεύειν μὴ δύνηται, συμβιώσεται βασιλεῖ καὶ στρατεύσεται μετὰ βασιλέως, οἷος ἦν Ἰδάνθυρσος ὁ Σκύθης ἢ Λεύκων ὁ Ποντικός. Παραθήσομαι δὲ καὶ ταύτην αὐτοῦ τὴν διάλεκτον, ὅπως εἰδῶμεν, εἰ, καθάπερ ἐκ νήτης καὶ ὑπάτης γίνεται σύμφωνον, οὕτως ὁμολογεῖ βίος ἀνδρὸς καὶ ἀπραγμοσύνην αἱρουμένου καὶ ὀλιγοπραγμοσύνην, εἶτα συνιππαζομένου Σκύθαις καὶ τὰ τῶν ἐν Βοσπόρῳ τυράννων πράττοντος ἐξ οἱασδήτινος ἀνάγκης·

«Ὅτι γάρ» φησί «καὶ στρατεύσεται μετὰ δυναστῶν καὶ βιώσεται, πάλιν (1043d) ἐπισκεψώμεθα τούτων ἐχόμενοι, τινῶν μὲν οὐδὲ ταῦτ´ ὑπονοούντων διὰ τοὺς ὁμοίους ὑπολογισμούς, ἡμῶν δὲ καὶ ταῦτ´ ἀπολιπόντων διὰ τοὺς παραπλησίους λόγους.»

Καὶ μετὰ μικρόν·

«Οὐ μόνον δὲ μετὰ τῶν προκεκοφότων ἐπὶ ποσὸν καὶ ἐν ἀγωγαῖς καὶ ἐν ἔθεσι ποιοῖς γεγονότων, οἷον παρὰ Λεύκωνι καὶ Ἰδανθύρσῳ.»

Καλλισθένει τινὲς ἐγκαλοῦσιν, ὅτι πρὸς Ἀλέξανδρον ἔπλευσεν ἐλπίζων ἀναστήσειν Ὄλυνθον, ὡς Στάγειρα Ἀριστοτέλης· Ἔφορον δὲ καὶ Ξενοκράτη καὶ Μενέδημον ἐπαινοῦσι παραιτησαμένους τὸν Ἀλέξανδρον· ὁ δὲ Χρύσιππος ἕνεκα χρηματισμοῦ τὸν σοφὸν ἐπὶ κεφαλὴν ἐς Παντικάπαιον ὠθεῖ καὶ τὴν «Σκυθῶν ἐρημίαν». (1043e) Ὅτι γὰρ ἐργασίας ἕνεκα καὶ χρηματισμοῦ ταῦτα ποιεῖ, καὶ προδεδήλωκε τρεῖς ὑποθέμενος ἁρμόζοντας μάλιστα τῷ σοφῷ χρηματισμούς, τὸν ἀπὸ βασιλείας καὶ τὸν ἀπὸ φίλων καὶ τρίτον ἐπὶ τούτοις τὸν ἀπὸ σοφιστείας. Καίτοι πολλαχοῦ μὲν ἀποκναίει ταῦτ´ ἐπαινῶν·

«Ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον,
Δήμητρος ἀκτῆς πώματός θ´ ὑδρηχόου;»

Ἐν δὲ τοῖς περὶ Φύσεως λέγει τὸν σοφόν, εἰ τὴν μεγίστην οὐσίαν ἀποβάλοι, δραχμὴν μίαν ἐκβεβληκέναι δόξειν. Οὕτω δ´ αὐτὸν ἄρας ἐκεῖ καὶ ὀγκώσας ἐνταῦθα πάλιν εἰς μισθαρνίαν καταβάλλει καὶ σοφιστείαν· καὶ γὰρ αἰτήσειν καὶ (1043f) προλήψεσθαι τὸ μὲν εὐθὺς ἀρχομένου, τὸ δὲ χρόνου τῷ μαθητῇ διελθόντος, ὅπερ εὐγνωμονέστερον εἶναί φησιν, ἀσφαλέστερον δὲ τὸ προλαμβάνειν, ὡς ἀδικήματα τοῦ τόπου ἐπιδεχομένου. Λέγει δ´ οὕτως·

«Εἰσπράττονται δὲ τὸν μισθὸν οὐ πάντας οἱ νοῦν ἔχοντες ὡσαύτως, ἀλλ´ † ἄλλως πλῆθος, ὡς ἂν ὁ καιρὸς φέρῃ, οὐκ ἐπαγγελλόμενοι ποιήσειν ἀγαθούς, καὶ ταῦτ´ ἐν ἐνιαυτῷ· ὅσον δὲ πρὸς ἑαυτούς, ταῦτα ποιήσειν πρὸς τὸν συμφωνηθέντα χρόνον.»

Καὶ πάλιν προελθών· (1044a)

«Τόν τε καιρὸν εἴσεται, πότερον εὐθὺς δεῖ τὸν μισθὸν λαμβάνειν ἅμα τῇ προσόδῳ, καθάπερ πλείους πεποιήκασιν, ἢ καὶ χρόνον αὐτοῖς διδόναι, τοῦ τόπου τούτου μᾶλλον καὶ ἀδικήματα ἐπιδεχομένου δόξαντος δ´ ἂν εἶναι εὐγνωμονεστέρου.»

Καὶ πῶς ἢ χρημάτων καταφρονητὴς ὁ σοφός, ὑπὸ συγγραφὴν ἐπ´ ἀργυρίῳ τὴν ἀρετὴν παραδιδούς, κἂν μὴ παραδῷ τὸ μισθάριον εἰσπράττων ὡς πεποιηκὼς τὰ παρ´ αὑτόν, ἢ βλάβης κρείττων, φυλαττόμενος μὴ ἀδικηθῇ περὶ τὸ μισθάριον; Ἀδικεῖται γὰρ οὐδεὶς μὴ βλαπτόμενος· ὅθεν μὴ ἀδικεῖσθαι τὸν σοφὸν (1044b) ἐν ἄλλοις ἀποφηνάμενος ἐνταῦθά φησιν ἀδικήματα τὸν τόπον ἐπιδέχεσθαι.

Ἐν δὲ τῷ περὶ Πολιτείας οὐδὲν ἡδονῆς ἕνεκα πράξειν οὐδὲ παρασκευάσεσθαί φησι τοὺς πολίτας, καὶ τὸν Εὐριπίδην ἐπαινεῖ ταῦτα προφερόμενος·

«Ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον,
Δήμητρος ἀκτῆς πώματός θ´ ὑδρηχόου;»

Εἶτα μικρὸν ἀπὸ τούτων προελθὼν ἐπαινεῖ τὸν Διογένη τὸ αἰδοῖον ἀποτριβόμενον ἐν φανερῷ καὶ λέγοντα πρὸς τοὺς παρόντας

«εἴθε καὶ τὸν λιμὸν οὕτως ἀποτρίψασθαι τῆς γαστρὸς ἠδυνάμην».

Τίν´ οὖν ἔχει λόγον ἐν τοῖς αὐτοῖς ἐπαινεῖν τὸν ἐκβάλλοντα τὴν ἡδονὴν ἅμα καὶ τὸν ἡδονῆς ἕνεκα (1044c) τοιαῦτα πράττοντα καὶ τοιαύτης ἁπτόμενον αἰσχρουργίας; Γράψας τοίνυν ἐν τοῖς περὶ Φύσεως, [ὡς] ὅτι πολλὰ τῶν ζῴων ἕνεκα κάλλους ἡ φύσις ἐνήνοχε φιλοκαλοῦσα καὶ χαίρουσα τῇ ποικιλίᾳ, καὶ λόγον ἐπειπὼν παραλογώτατον ὡς ὁ ταὼς ἕνεκα τῆς οὐρᾶς γέγονε διὰ τὸ κάλλος αὐτῆς, αὖθις ἐν τῷ περὶ Πολιτείας νεανικῶς ἐπιτετίμηκε τοῖς ταὼς τρέφουσι καὶ ἀηδόνας, ὥσπερ ἀντινομοθετῶν τῷ τοῦ κόσμου νομοθέτῃ καὶ τῆς φύσεως καταγελῶν φιλοκαλούσης περὶ τὰ τοιαῦτα τῶν ζῴων, οἷς ὁ σοφὸς ἐν τῇ πόλει τόπον οὐ δίδωσι. πῶς γὰρ οὐκ ἄτοπον ἐγκαλεῖν τοῖς τρέφουσιν ἃ γεννῶσαν ἐπαινεῖ τὴν πρόνοιαν; Ἐν μὲν οὖν τῷ (1044d) πέμπτῳ περὶ Φύσεως εἰπὼν ὅτι «οἱ κόρεις εὐχρήστως ἐξυπνίζουσιν ἡμᾶς καὶ οἱ μύες ἐπιστρέφουσιν ἡμᾶς μὴ ἀμελῶς ἕκαστα τιθέναι, φιλοκαλεῖν δὲ τὴν φύσιν τῇ ποικιλίᾳ χαίρουσαν εἰκός ἐστι», ταῦτα κατὰ λέξιν εἴρηκε·

«Γένοιτο δ´ ἂν μάλιστα τούτου ἔμφασις ἐπὶ τῆς κέρκου τοῦ ταώ. Ἐνταῦθα γὰρ ἐπιφαίνει τὸ ζῷον γεγονέναι ἕνεκα τῆς κέρκου καὶ οὐκ ἀνάπαλιν, τῷ 〈δ´〉 ἄρρενι γενομένῳ οὕτως τὸ θῆλυ συνηκολούθηκεν.»

Ἐν δὲ τῷ περὶ Πολιτείας εἰπὼν ὅτι «ἐγγύς ἐσμεν τοῦ καὶ τοὺς κοπρῶνας ζωγραφεῖν», μετ´ ὀλίγον τὰ γεωργικά φησι καλλωπίζειν τινὰς ἀναδενδράσι καὶ μυρρίναις, «καὶ ταὼς καὶ περιστερὰς τρέφουσι καὶ πέρδικας ἵνα κακκαβίζωσιν αὐτοῖς καὶ ἀηδόνας.»

(1044e) Ἡδέως δ´ ἂν αὐτοῦ πυθοίμην, τί φρονεῖ περὶ μελιττῶν καὶ μέλιτος· ἦν μὲν γὰρ ἀκόλουθον τῷ τοὺς κόρεις εὐχρήστως τὸ τὰς μελίττας ἀχρήστως φάναι γεγονέναι· εἰ δὲ ταύταις τόπον ἐν τῇ πόλει δίδωσι, διὰ τί τῶν πρὸς ἀκοὴν καὶ ὄψιν ἐπιτερπῶν ἀπείργει τοὺς πολίτας; Καθόλου δ´ ὥσπερ ὁ τοὺς συνδείπνους μεμφόμενος ὅτι χρῶνται τραγήμασι καὶ οἴνῳ καὶ ὄψοις, τὸν δ´ ἐπὶ ταῦτα κεκληκότα καὶ ταῦτα παρεσκευασμένον ἐπαινῶν ἄτοπός ἐστιν, οὕτως ὁ τὴν μὲν (1044f) πρόνοιαν ἐγκωμιάζων ἰχθῦς καὶ ὄρνιθας καὶ μέλι καὶ οἶνον παρασκευάσασαν, ἐγκαλῶν δὲ τοῖς μὴ παραπέμπουσι ταῦτα μηδ´ ἀρκουμένοις

«Δήμητρος ἀκτῇ πώμασίν θ´ ὑδρηχόοις, ἅπερ πάρεστι καὶ πέφυκεν ἡμᾶς τρέφειν,»

οὐθένα ποιεῖσθαι λόγον ἔοικε τοῦ τἀναντία λέγειν ἑαυτῷ.

Καὶ μὴν ἐν τῷ *** τῶν Προτρεπτικῶν εἰπὼν ὅτι «καὶ τὸ μητράσιν ἢ θυγατράσιν ἢ ἀδελφαῖς συγγενέσθαι καὶ τὸ φαγεῖν τι *** καὶ προελθεῖν ἀπὸ λεχοῦς ἢ θανάτου πρὸς ἱερὸν ἀλόγως διαβέβληται», (1045a) καὶ πρὸς τὰ θηρία φησὶ δεῖν ἀποβλέπειν καὶ τοῖς ὑπ´ ἐκείνων γινομένοις τεκμαίρεσθαι τὸ μηδὲν ἄτοπον μηδὲ παρὰ φύσιν εἶναι τῶν τοιούτων· εὐκαίρως γὰρ πρὸς ταῦτα γίνεσθαι τὰς τῶν ἄλλων ζῴων παραθέσεις εἰς τὸ μήτε συγγινόμενα μήτε γεννῶντα μήτ´ ἐναποθνήσκοντα ἐν τοῖς ἱεροῖς μιαίνειν τὸ θεῖον. Ἐν δὲ τῷ πέμπτῳ πάλιν περὶ Φύσεως λέγει καλῶς μὲν ἀπαγορεύειν τὸν Ἡσίοδον εἰς ποταμοὺς καὶ κρήνας οὐρεῖν, ἔτι δὲ μᾶλλον ἀφεκτέον εἶναι τοῦ πρὸς βωμὸν οὐρεῖν ἢ ἀφίδρυμα θεοῦ· μὴ γὰρ εἶναι πρὸς λόγον, εἰ κύνες καὶ ὄνοι τοῦτο ποιοῦσι καὶ παιδάρια νήπια, μηδεμίαν ἐπιστροφὴν μηδ´ ἐπιλογισμὸν ἔχοντα περὶ τῶν τοιούτων. (1045b) Ἄτοπον μὲν οὖν τὸ ἐκεῖ μὲν εὔκαιρον εἰπεῖν τὴν τῶν ἀλόγων ζῴων ἀποθεώρησιν, ἐνταῦθα δ´ ἀπὸ λόγου.

Τοῦ κατηναγκάσθαι δοκοῦντες ὑπὸ τῶν ἔξωθεν αἰτιῶν ταῖς ὁρμαῖς ἀπόλυσιν πορίζειν ἔνιοι τῶν φιλοσόφων ἐπελευστικήν τινα κίνησιν ἐν τῷ ἡγεμονικῷ κατασκευάζουσιν, ἐπὶ τῶν ἀπαραλλάκτων μάλιστα γινομένην ἔκδηλον· ὅταν γὰρ δυοῖν ἴσον δυναμένων καὶ ὁμοίως ἐχόντων θάτερον ᾖ λαβεῖν ἀνάγκη, μηδεμιᾶς αἰτίας ἐπὶ θάτερον ἀγούσης τῷ μηδὲν τοῦ ἑτέρου διαφέρειν, ἡ ἐπελευστικὴ δύναμις αὕτη τῆς ψυχῆς ἐπίκλισιν ἐξ αὑτῆς λαβοῦσα διέκοψε τὴν ἀπορίαν. Πρὸς τούτους ὁ Χρύσιππος ἀντιλέγων, (1045c) ὡς βιαζομένους τῷ ἀναιτίῳ τὴν φύσιν, ἐν πολλοῖς παρατίθησι τὸν ἀστράγαλον καὶ τὸν ζυγὸν καὶ πολλὰ τῶν μὴ δυναμένων ἄλλοτ´ ἄλλας λαμβάνειν πτώσεις καὶ ῥοπὰς ἄνευ τινὸς αἰτίας καὶ διαφορᾶς ἢ περὶ αὐτὰ πάντως ἢ περὶ τὰ ἔξωθεν γινομένης· τὸ γὰρ ἀναίτιον ὅλως ἀνύπαρκτον εἶναι καὶ τὸ αὐτόματον· ἐν δὲ ταῖς πλαττομέναις ὑπ´ ἐνίων καὶ λεγομέναις ταύταις ἐπελεύσεσιν αἰτίας ἀδήλους ὑποτρέχειν καὶ λανθάνειν ἡμᾶς ἐπὶ θάτερα τὴν ὁρμὴν ἀγούσας. Ταῦτα μὲν οὖν ἐν τοῖς γνωριμωτάτοις ἐστὶ τῶν ὑπ´ αὐτοῦ πολλάκις εἰρημένων· (1045d) ἃ δὲ τούτοις πάλιν αὐτὸς ἐξ ἐναντίας εἴρηκεν, οὐχ ὁμοίως οὕτως ἐν μέσῳ κείμενα, δι´ αὐτῶν παραθήσομαι τῶν ἐκείνου λέξεων. Ἐν μὲν γὰρ τῷ περὶ τοῦ Δικάζειν ὑποθέμενος δύο δρομεῖς ὁμοῦ συνεκπίπτειν ἀλλήλοις διαπορεῖ τί τῷ βραβευτῇ καθήκει ποιῆσαι·

«Πότερον» φησίν «ἔξεστι τὸν βραβευτὴν τὸν φοίνικα, ὁποτέρῳ βούλεται, ἀποδοῦναι, καθ´ ὃ ἂν τύχωσιν αὐτῷ συνηθέστεροι ὄντες, ὡς ἂν ἐνταῦθα τῶν αὑτοῦ τι χαρισάμενον; 〈Ἢ καθήκει〉 τρόπον τινὰ μᾶλλον, ὡς κοινοῦ τοῦ φοίνικος γεγονότος ἀμφοτέρων, οἱονεί τινος κλήρου (1045e) γινομένου ἀδήλως, κατὰ τὴν ἐπίκλισιν, ὡς ἔτυχε, δοῦναι αὐτόν; Λέγω δ´ ἣν ἔτυχεν ἐπίκλισιν, οἵα γίνεται, ὅταν δυεῖν προκειμένων δραχμῶν ὁμοίων κατὰ τὰ λοιπὰ ἐπὶ τὴν ἑτέραν ἐπικλίναντες λαμβάνωμεν αὐτήν.»

Ἐν δὲ τῷ ἕκτῳ περὶ Καθήκοντος εἶναί τινα φήσας πράγματα μὴ πάνυ πολλῆς ἄξια [εἶναι] πραγματείας μηδὲ προσοχῆς, ἀφιέναι περὶ ταῦτα τῇ ὡς ἔτυχεν ἐπικλίσει τῆς διανοίας οἴεται δεῖν τὴν αἵρεσιν ἀποκληρώσαντας·

«Οἷον» φησίν «εἰ τῶν δοκιμαζόντων τάσδε τινὰς δραχμὰς δύο ἐπὶ τοσόνδε οἱ μὲν τήνδε οἱ δὲ τήνδε φαῖεν εἶναι καλήν, δέοι δὲ μίαν (1045f) αὐτῶν λαβεῖν, τηνικαῦτ´ ἀφέντες τὸ ἐπὶ πλεῖον ἐπιζητεῖν, ἣν ἔτυχε ληψόμεθα, κατ´ ἄδηλόν τιν´ ἀποκληρώσαντες αὐτὰς λόγον, καὶ εἰ μάλιστα τὴν μοχθηρὰν ληψόμεθα αὐτῶν.»

Ἐν τούτοις γὰρ 〈ἡ〉 ἀποκλήρωσις καὶ 〈τὸ〉 ὡς ἔτυχεν ἐπικλῖνον τῆς διανοίας [τὸ] ἄνευ πάσης αἰτίας εἰσάγει τῶν ἀδιαφόρων λῆψιν.

Ἐν τῷ τρίτῳ περὶ τῆς Διαλεκτικῆς ὑπειπὼν ὅτι «Πλάτων ἐσπούδασε περὶ τὴν διαλεκτικὴν καὶ Ἀριστοτέλης καὶ 〈οἱ〉 ἀπὸ τούτων ἄχρι Πολέμωνος καὶ Στράτωνος, (1046a) μάλιστα δὲ Σωκράτης» καὶ ἐπιφωνήσας ὅτι «καὶ συνεξαμαρτάνειν ἄν τις θελήσειε τούτοις τοσούτοις καὶ τοιούτοις οὖσιν» ἐπιφέρει κατὰ λέξιν·

«εἰ μὲν γὰρ ἐκ παρέργου περὶ αὐτῶν εἰρήκεσαν, τάχ´ ἄν τις διέσυρε τὸν τόπον τοῦτον· οὕτω δ´ αὐτῶν ἐπιμελῶς εἰρηκότων ὡς ἐν ταῖς μεγίσταις δυνάμεσι καὶ ἀναγκαιοτάταις αὐτῆς οὔσης, οὐ πιθανὸν ἐπὶ τοσοῦτον διαμαρτάνειν αὐτοὺς ἐν τοῖς ὅλοις ὄντας οἵους ὑπονοοῦμεν.»

Τί οὖν σύ, φήσαι τις ἄν, αὐτὸς ἀνδράσι τοιούτοις καὶ τοσούτοις οὐδέποτε παύσῃ μαχόμενος οὐδ´ (1046b) ἐλέγχων, ὡς νομίζεις, ἐν τοῖς κυριωτάτοις καὶ μεγίστοις διαμαρτάνοντας; Οὐ γὰρ δήπου περὶ μὲν διαλεκτικῆς ἐσπουδασμένως ἔγραψαν, περὶ δ´ ἀρχῆς καὶ τέλους καὶ θεῶν καὶ δικαιοσύνης ἐκ παρέργου καὶ παίζοντες, ἐν οἷς τυφλὸν αὐτῶν ἀποκαλεῖς τὸν λόγον καὶ μαχόμενον αὑτῷ καὶ μυρίας ἄλλας ἁμαρτίας ἔχοντα.

Τὴν ἐπιχαιρεκακίαν ὅπου μὲν ἀνύπαρκτον εἶναί φησιν, ἐπεὶ τῶν μὲν ἀστείων οὐδεὶς ἐπ´ ἀλλοτρίοις κακοῖς χαίρει, 〈τῶν δὲ φαύλων οὐδεὶς χαίρει〉 τὸ παράπαν· ἐν δὲ τῷ δευτέρῳ περὶ Ἀγαθοῦ τὸν φθόνον ἐξηγησάμενος ὅτι «λύπη ἐστὶν ἐπ´ ἀλλοτρίοις ἀγαθοῖς, ὡς δήποτε βουλομένων ταπεινοῦν τοὺς πλησίον, ὅπως ὑπερέχωσιν αὐτοί,» (1046c) συνάπτει τὰ τῆς ἐπιχαιρεκακίας·

«Ταύτῃ δὲ συνεχὴς ἡ ἐπιχαιρεκακία γίνεται, ταπεινοὺς βουλομένων εἶναι τοὺς πλησίον διὰ τὰς ὁμοίας αἰτίας· καθ´ ἑτέρας δὲ φυσικὰς φορὰς ἐκτρεπομένων ὁ ἔλεος γίνεται.»

Δῆλος ἄρ´ ἐστὶν ἐνταῦθα τὴν ἐπιχαιρεκακίαν ὑπαρκτὴν ὥσπερ τὸν φθόνον καὶ τὸν ἔλεον ἀπολιπών, ἣν ἐν ἑτέροις ἀνύπαρκτον εἶναί φησιν ὥσπερ τὴν μισοπονηρίαν καὶ τὴν αἰσχροκέρδειαν.

Ἐν πολλοῖς εἰρηκὼς ὅτι παρὰ τὸν πλείονα χρόνον οὐδὲν μᾶλλον εὐδαιμονοῦσιν ἀλλ´ ὁμοίως καὶ ἐπίσης τοῖς τὸν ἀμερῆ χρόνον εὐδαιμονίας μετασχοῦσιν, ἐν πολλοῖς πάλιν εἴρηκεν ὡς οὐδὲ τὸν δάκτυλον καθήκει προτεῖναι (1046d) χάριν ἀμεριαίας φρονήσεως καὶ καθάπερ ἀστραπῆς διιπταμένης. Ἀρκέσει δὲ παραθεῖναι τὰ ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὑπ´ αὐτοῦ γεγραμμένα περὶ τούτων· ὑπειπὼν γὰρ ὡς

«Οὔτε πᾶν ἀγαθὸν ἐπίσης εἰς χαρὰν πίπτει οὔτε πᾶν κατόρθωμα εἰς σεμνολογίαν»

ἐπενήνοχε ταῦτα·

«Καὶ γάρ, εἰ μόνον μέλλοι ἀμερῆ χρόνον ἢ τὸν ἔσχατον ἕξειν φρόνησιν, οὐδ´ ἂν τὸν δάκτυλον καθήκοι ἐκτεῖναι ἕνεκα τῆς οὕτω παρεσομένης φρονήσεως,»

καίπερ παρὰ τὸν πλείονα χρόνον οὐδὲν μᾶλλον εὐδαιμονούντων οὐδὲ τῆς ἀιδίου εὐδαιμονίας αἱρετωτέρας γινομένης παρὰ τὴν ἀμεριαίαν.

(1046e) Εἰ μὲν οὖν τὴν φρόνησιν ἡγεῖτο ποιητικὸν εἶναι τῆς εὐδαιμονίας ἀγαθὸν ὥσπερ ὁ Ἐπίκουρος, αὐτῆς ἔδει μόνον τῆς ἀτοπίας καὶ παραδοξολογίας ἐπιλαμβάνεσθαι τοῦ δόγματος· ἐπεὶ δ´ ἡ φρόνησις οὐχ ἕτερόν ἐστι τῆς εὐδαιμονίας κατ´ αὐτὸν ἀλλ´ εὐδαιμονία, πῶς οὐ μάχεται τὸ λέγειν ἐπίσης μὲν αἱρετὴν εἶναι τὴν ἀμεριαίαν εὐδαιμονίαν καὶ τὴν ἀίδιον, μηδενὸς δ´ ἀξίαν τὴν ἀμεριαίαν;

Τὰς ἀρετάς φασιν ἀντακολουθεῖν ἀλλήλαις, οὐ μόνον τῷ τὸν μίαν ἔχοντα πάσας ἔχειν, ἀλλὰ καὶ τῷ τὸν κατὰ μίαν ὁτιοῦν ἐνεργοῦντα κατὰ πάσας ἐνεργεῖν· οὔτε γὰρ (1046f) ἄνδρα φασὶ τέλειον εἶναι τὸν μὴ πάσας ἔχοντα τὰς ἀρετὰς οὔτε πρᾶξιν τελείαν, ἥτις οὐ κατὰ πάσας πράττεται τὰς ἀρετάς. Ἀλλὰ μὴν ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὁ Χρύσιππος οὐκ ἀεί φησιν ἀνδρίζεσθαι τὸν ἀστεῖον οὐδὲ δειλαίνειν τὸν φαῦλον, ὡς † δέον ἐν φαντασίαις ἐπιφερομένων τινῶν τὸν μὲν ἐμμένειν τοῖς κρίμασι τὸν δ´ ἀφίστασθαι. (1047a)

«Πιθανὸν δέ» φησί «μηδ´ ἀκολασταίνειν ἀεὶ τὸν φαῦλον.»

Εἴπερ οὖν τὸ ἀνδρίζεσθαι τοιοῦτόν ἐστιν οἷον ἀνδρείᾳ χρῆσθαι καὶ τὸ δειλαίνειν οἷον δειλίᾳ χρῆσθαι, μαχόμενα λέγουσι λέγοντες κατὰ πάσας μὲν ἅμα τὰς ἀρετὰς καὶ τὰς κακίας ἐνεργεῖν τὸν ἔχοντα 〈μίαν〉, μὴ ἀεὶ δὲ τὸν ἀστεῖον ἀνδρίζεσθαι μηδὲ δειλαίνειν τὸν φαῦλον.

Τὴν ῥητορικὴν ὁρίζεται τέχνην περὶ † κόσμου καὶ εἰρημένου λόγου τάξιν· ἔτι δ´ ἐν τῷ πρώτῳ καὶ ταῦτα γέγραφεν·

«Οὐ μόνον δὲ τοῦ ἐλευθερίου καὶ ἀφελοῦς κόσμου δεῖν οἴομαι ἐπιστρέφεσθαι κἀπὶ τῶν λόγων † ᾧ καὶ τῶν οἰκείων ὑποκρίσεων κατὰ τὰς ἐπιβαλλούσας τάσεις τῆς (1047b) φωνῆς καὶ σχηματισμοὺς τοῦ τε προσώπου καὶ τῶν χειρῶν.»

Οὕτω δέ τις φιλότιμος ἐνταῦθα περὶ τὸν λόγον γενόμενος πάλιν ἐν τῷ αὐτῷ βιβλίῳ περὶ τῆς τῶν φωνηέντων συγκρούσεως ὑπειπών

«Οὐ μόνον» φησί «ταῦτα παρετέον τοῦ βελτίονος ἐχομένους, ἀλλὰ καὶ ποιὰς ἀσαφείας καὶ ἐλλείψεις καὶ νὴ Δία σολοικισμούς, ἐφ´ οἷς ἄλλοι ἂν αἰσχυνθείησαν οὐκ ὀλίγοι.»

Τὸ δὴ ποτὲ μὲν ἄχρι χειρῶν καὶ στόματος εὐπρεπείας ἐπιχωρεῖν τοῖς λέγουσιν ἐν κόσμῳ τὸν λόγον διατίθεσθαι, ποτὲ δὲ μήτ´ ἐλλείψεων ἐπιστρέφεσθαι καὶ ἀσαφειῶν μήτε σολοικίζοντας αἰσχύνεσθαι τελέως ὅ τι ἂν ἐπίῃ λέγοντός ἐστιν.

(1047c) Ἐν δὲ ταῖς Φυσικαῖς Θέσεσι περὶ τῶν ἐμπειρίας καὶ ἱστορίας δεομένων διακελευσάμενος τὴν ἡσυχίαν ἔχειν, ἂν μή τι κρεῖττον καὶ ἐναργέστερον ἔχωμεν λέγειν,

«Ἵνα» φησί «μήτε Πλάτωνι παραπλησίως ὑπονοήσωμεν τὴν μὲν ὑγρὰν τροφὴν εἰς τὸν πλεύμονα φέρεσθαι τὴν δὲ ξηρὰν εἰς τὴν κοιλίαν, μήθ´ ἕτερα παραπλήσια γεγονότα τούτοις διαπτώματα».

Δοκῶ δὴ τὸ ἐγκαλεῖν ἑτέροις εἶτα περιπίπτειν αὐτὸν οἷς ἐγκαλεῖ καὶ μὴ φυλάττεσθαι τῶν ἐναντιωμάτων μέγιστον εἶναι καὶ τῶν διαπτωμάτων αἴσχιστον. Ἀλλὰ μὴν αὐτὸς τὰς διὰ δέκα ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ὑπερβάλλειν ἑκατὸν μυριάδας οὔτε δι´ αὑτοῦ (1047d) ζητήσας ἐπιμελῶς οὔτε διὰ τῶν ἐμπείρων τὸ ἀληθὲς ἱστορήσας. Καίτοι Πλάτων μὲν ἔχει τῶν ἰατρῶν τοὺς ἐνδοξοτάτους μαρτυροῦντας, Ἱπποκράτην Φιλιστίωνα Διώξιππον τὸν Ἱπποκράτειον, καὶ τῶν ποιητῶν Εὐριπίδην Ἀλκαῖον Εὔπολιν Ἐρατοσθένην, λέγοντας ὅτι τὸ ποτὸν διὰ τοῦ πνεύμονος διέξεισι· Χρύσιππον δὲ πάντες ἐλέγχουσιν οἱ ἀριθμητικοί, ὧν καὶ Ἵππαρχός ἐστιν ἀποδεικνύων τὸ διάπτωμα τοῦ λογισμοῦ παμμέγεθες αὐτῷ γεγονός, εἴγε τὸ μὲν καταφατικὸν ποιεῖ συμπεπλεγμένων ἀξιωμάτων μυριάδας δέκα καὶ πρὸς ταύταις τρισχίλια τεσσαράκοντα (1047e) ἐννέα, τὸ δ´ ἀποφατικὸν ἐνακόσια πεντήκοντα δύο πρὸς τριάκοντα καὶ μιᾷ μυριάσι.

Τῶν πρεσβυτέρων τινές, ἃ τῷ τὸν ὀξίνην ἔχοντι συνέβαινε μήθ´ ὡς ὄξος ἀποδόσθαι δυναμένῳ μήθ´ ὡς οἶνον, ἔφασαν τῷ Ζήνωνι συμβαίνειν· τὸ γὰρ προηγμένον αὐτῷ μήθ´ ὡς ἀγαθὸν μήθ´ ὡς ἀδιάφορον ἔχειν διάθεσιν. Ἀλλ´ ὁ Χρύσιππος ἔτι μᾶλλον τὸ πρᾶγμα δυσδιάθετον πεποίηκεν· ὁτὲ μὲν γάρ φησι μαίνεσθαι τοὺς τὸν πλοῦτον καὶ τὴν ὑγίειαν καὶ τὴν ἀπονίαν καὶ τὴν ὁλοκληρίαν τοῦ σώματος ἐν μηδενὶ ποιουμένους μηδ´ ἀντεχομένους τῶν τοιούτων, καὶ παραθέμενος τὰ τοῦ Ἡσιόδου

(1047f) «Ἐργάζευ, Πέρση, δῖον γένος»

ἐπιπεφώνηκεν ὅτι τἀναντία παραινεῖν μανικόν ἐστι, τό

«Μὴ ἐργάζευ, Πέρση, δῖον γένος»·

καὶ τὸν μὲν σοφὸν ἐν τοῖς περὶ Βίων καὶ βασιλεῦσι συνέσεσθαί φησιν ἕνεκα χρηματισμοῦ καὶ σοφιστεύσειν ἐπ´ ἀργυρίῳ, παρ´ ὧν μὲν προλαμβάνοντα πρὸς οὓς δὲ συντιθέμενον τῶν μαθητῶν, ἐν δὲ τῷ ἑβδόμῳ 〈περὶ〉 τοῦ Καθήκοντος καὶ κυβιστήσειν τρὶς ἐπὶ τούτῳ λαβόντα τάλαντον· (1048a) ἐν δὲ τῷ πρώτῳ περὶ Ἀγαθῶν τρόπον τινὰ συγχωρεῖ καὶ δίδωσι τοῖς βουλομένοις τὰ προηγμένα καλεῖν ἀγαθὰ καὶ κακὰ τἀναντία, ταύταις ταῖς λέξεσιν·

«εἴ τις βούλεται κατὰ τὰς τοιαύτας παραλλαγὰς τὸ μὲν ἀγαθὸν αὐτῶν λέγειν τὸ δὲ κακόν, ἐπὶ ταῦτα φερόμενος τὰ πράγματα καὶ μὴ ἄλλως ἀποπλανώμενος, *** ἐν μὲν τοῖς σημαινομένοις οὐ διαπίπτοντος αὐτοῦ, τὰ δ´ ἄλλα στοχαζομένου τῆς κατὰ τὰς ὀνομασίας συνηθείας.»

Οὕτω δὲ τὸ προηγμένον τῷ ἀγαθῷ συναγαγὼν ἐγγὺς ἐνταῦθα καὶ συμμίξας, ἐν ἑτέροις πάλιν οὐδὲν εἶναί φησι τούτων καθόλου πρὸς ἡμᾶς, ἀλλ´ (1048b) ἀποσπᾶν τὸν λόγον ἡμᾶς καὶ ἀποστρέφειν ἁπάντων τῶν τοιούτων· ταῦτα γὰρ ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπεσθαι γέγραφεν. Ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως μακαρίζεσθαί φησιν ἐνίους βασιλεύοντας καὶ πλουτοῦντας, ὅμοιον εἰ χρυσαῖς ἀμίσι χρώμενοι καὶ χρυσοῖς κρασπέδοις ἐμακαρίζοντο·

«Τῷ δ´ ἀγαθῷ τὸ τὴν οὐσίαν ἀποβαλεῖν οἱονεὶ δραχμὴν ἀποβαλεῖν καὶ τὸ νοσῆσαι οἷον προσκόψαι.»

Διὸ τῶν ἐναντιωμάτων τούτων οὐ μόνον τὴν ἀρετὴν ἀλλὰ καὶ τὴν πρόνοιαν ἀναπέπληκεν. Ἡ μὲν γὰρ ἀρετὴ μικρολόγος ἐσχάτως φανεῖται καὶ ἀνόητος περὶ ταῦτα πραγματευομένη καὶ τούτων ἕνεκα πλεῖν εἰς Βόσπορον κελεύουσα καὶ κυβιστᾶν τὸν σοφόν· (1048c) ὁ δὲ Ζεὺς γελοῖος εἰ Κτήσιος χαίρει καὶ Ἐπικάρπιος καὶ Χαριδότης προσαγορευόμενος, ὅτι δηλαδὴ χρυσᾶς ἀμίδας καὶ χρυσᾶ κράσπεδα χαρίζεται τοῖς φαύλοις, τοῖς δ´ ἀγαθοῖς ἄξια δραχμῆς, ὅταν πλούσιοι γένωνται κατὰ τὴν τοῦ Διὸς πρόνοιαν· ἔτι δὲ γελοιότερος ὁ Ἀπόλλων, εἰ περὶ χρυσῶν κρασπέδων καὶ ἀμίδων κάθηται θεμιστεύων καὶ περὶ προσκομμάτων ἀπολύσεως.

Ἔτι δὲ μᾶλλον τῇ ἀποδείξει τὸ ἐναντίωμα ποιοῦσι φανερώτερον. ᾯ γὰρ ἔστιν εὖ χρήσασθαι καὶ κακῶς, τοῦτό φασι μήτ´ ἀγαθὸν εἶναι μήτε κακόν· πλούτῳ δὲ καὶ ὑγιείᾳ καὶ ῥώμῃ σώματος κακῶς χρῶνται πάντες οἱ ἀνόητοι· (1048d) διόπερ οὐδέν ἐστι τούτων ἀγαθόν. Εἴπερ οὖν ὁ θεὸς ἀρετὴν μὲν οὐ δίδωσιν ἀνθρώποις ἀλλὰ τὸ καλὸν αὐθαίρετόν ἐστι, πλοῦτον δὲ καὶ ὑγίειαν χωρὶς ἀρετῆς δίδωσιν, οὐκ εὖ χρησομένοις δίδωσιν ἀλλὰ κακῶς, τουτέστι βλαβερῶς καὶ αἰσχρῶς καὶ ὀλεθρίως. Καίτοι εἰ μὲν δύνανται τὴν ἀρετὴν παρέχειν οἱ θεοί, οὔκ εἰσι χρηστοὶ μὴ παρέχοντες· εἰ δὲ μὴ δύνανται ποιεῖν ἀγαθούς, οὐδ´ ὠφελεῖν δύνανται, μηδενός γε τῶν ἄλλων ὄντος ἀγαθοῦ μηδ´ ὠφελίμου. Τὸ δ´ ἄλλως τοὺς γενομένους ἀγαθοὺς κρίνειν 〈ἢ〉 κατ´ ἀρετὴν ἢ ἰσχὺν οὐδ´ ἔνεστι· καὶ γὰρ τοὺς θεοὺς οἱ ἀγαθοὶ κρίνουσι κατ´ ἀρετὴν καὶ ἰσχύν· (1048e) ὥστε μηδὲν μᾶλλον ὠφελεῖν ἢ ὠφελεῖσθαι τοὺς θεοὺς ὑπὸ τῶν ἀνθρώπων. Καὶ μὴν οὔθ´ αὑτὸν ὁ Χρύσιππος ἀποφαίνει σπουδαῖον οὔτε τινὰ τῶν αὑτοῦ γνωρίμων ἢ καθηγεμόνων. Τί οὖν περὶ τῶν ἄλλων φρονοῦσιν; Ἢ ταῦτα ἅπερ λέγουσι; Μαίνεσθαι πάντας, ἀφραίνειν, ἀνοσίους εἶναι, παρανόμους, ἐπ´ ἄκρον ἥκειν δυστυχίας, κακοδαιμονίας ἁπάσης·

Εἶτα προνοίᾳ θεῶν διοικεῖσθαι τὰ καθ´ ἡμᾶς οὕτως ἀθλίως πράττοντας; Εἰ γοῦν οἱ θεοὶ μεταβαλόμενοι βλάπτειν ἐθέλοιεν ἡμᾶς καὶ κακοῦν καὶ διαστρέφειν καὶ προσεπιτρίβειν, οὐκ ἂν δύναιντο διαθεῖναι χεῖρον ἢ νῦν ἔχομεν, ὡς Χρύσιππος ἀποφαίνει (1048f) μήτε κακίας ὑπερβολὴν ἀπολείπειν μήτε κακοδαιμονίας τὸν βίον· ὥστ´, εἰ λάβοι φωνήν, εἰπεῖν ἂν αὐτὸν τὰ τοῦ Ἡρακλέους

«Γέμω κακῶν δή, καὶ οὐκ ἔσθ´ ὅπου τεθῇ.»

Τίνας οὖν ἄν τις εὕροι μαχομένας μᾶλλον ἀλλήλαις ἀποφάσεις τῆς περὶ θεῶν Χρυσίππου καὶ τῆς περὶ ἀνθρώπων, τοὺς μὲν ὡς ἔνι (1049a) βέλτιστα προνοεῖν τοὺς δ´ ὡς ἔνι χείριστα πράττειν λέγοντος;

Ἐγκαλοῦσιν αὐτῷ τινες τῶν Πυθαγορικῶν ἐν τοῖς περὶ Δικαιοσύνης γράφοντι περὶ τῶν ἀλεκτρυόνων ὅτι

«χρησίμως γεγόνασιν· ἐπεγείρουσι γὰρ ἡμᾶς καὶ τοὺς σκορπίους ἐκλέγουσι καὶ κατὰ τὰς μάχας ἐπιστρέφουσι, ζῆλόν τινα πρὸς ἀλκὴν ἐμποιοῦντες· ὅμως δὲ δεῖ κατεσθίειν καὶ τούτους, ἵνα μὴ τὴν χρείαν ὑπερβάλλῃ τὸ πλῆθος τῶν νεοττῶν.»

Ὁ δ´ οὕτως καταγελᾷ τῶν ἐπὶ τούτοις ἐγκαλούντων, ὥστε περὶ τοῦ Διός, τοῦ Σωτῆρος καὶ Γενέτορος καὶ πατρὸς Δίκης καὶ Εὐνομίας καὶ Εἰρήνης, ταῦτα γράφειν ἐν τῷ τρίτῳ περὶ Θεῶν·

(1049b) «Ὡς δ´ αἱ πόλεις πλεονάσασαι εἰς ἀποικίας ἀπερῶσι τὰ πλήθη καὶ πολέμους ἐνίστανται πρός τινας, οὕτως ὁ θεὸς φθορᾶς ἀρχὰς δίδωσι·»

καὶ τὸν Εὐριπίδην μάρτυρα καὶ τοὺς ἄλλους προσάγεται τοὺς λέγοντας ὡς ὁ Τρωικὸς πόλεμος ὑπὸ τῶν θεῶν ἀπαντλήσεως χάριν τοῦ πλήθους τοῦ τῶν ἀνθρώπων γένους γένοιτο. Τούτων δὲ τὰς μὲν ἄλλας ἀτοπίας ἄφες· οὐ γὰρ εἴ τι μὴ καλῶς ἀλλ´ ὅσα πρὸς ἑαυτοὺς διαφόρως λέγουσιν, ἐξετάσαι μόνον πρόκειται· σκόπει δ´ ὅτι τῷ θεῷ καλὰς μὲν ἐπικλήσεις ἀεὶ καὶ φιλανθρώπους, ἄγρια δ´ ἔργα καὶ βάρβαρα καὶ Γαλατικὰ προστίθησιν. Οὐ γὰρ ἀποικίαις (1049c) ἐοίκασιν αἱ τοσαῦται φθοραὶ καὶ πανωλεθρίαι τῶν ἀνθρώπων, οἵας ὁ Τρωικὸς εἰργάσατο πόλεμος καὶ πάλιν ὁ Μηδικὸς καὶ ὁ Πελοποννησιακός, εἰ μή τινας ἐν Ἅιδου καὶ ὑπὸ γῆς ἴσασιν οὗτοι πόλεις κτιζομένας, ἀλλὰ τῷ Γαλάτῃ Δηιοτάρῳ ποιεῖ Χρύσιππος ὅμοιον τὸν θεὸν, ὅς, πλειόνων αὐτῷ παίδων γεγονότων, ἑνὶ βουλόμενος τὴν ἀρχὴν ἀπολιπεῖν καὶ τὸν οἶκον ἅπαντας ἐκείνους ἀπέσφαξεν, ὥσπερ ἀμπέλου βλαστοὺς ἀποτεμὼν καὶ κολούσας, ἵν´ εἷς ὁ λειφθεὶς ἰσχυρὸς γένηται καὶ μέγας. Καίτοι γ´ ὁ μὲν ἀμπελουργὸς ἔτι μικρῶν ὄντων καὶ ἀσθενῶν τοῦτο ποιεῖ τῶν κλημάτων, καὶ ἡμεῖς νεογνῶν καὶ τυφλῶν ὄντων τῶν σκυλακίων ὑφαιροῦμεν τὰ πολλὰ φειδόμενοι τῆς κυνός. (1049d) Ὁ δὲ Ζεὺς οὐ μόνον ἐάσας καὶ περιιδὼν ἐν ἡλικίᾳ γενομένους ἀλλὰ καὶ φύσας αὐτὸς καὶ αὐξήσας ἀποτυμπανίζει, φθορᾶς καὶ ὀλέθρου μηχανώμενος προφάσεις, δέον αἰτίας καὶ ἀρχὰς γενέσεως μὴ παρασχεῖν. Τοῦτο μὲν οὖν ἔλαττόν ἐστιν· ἐκεῖνο δὲ μεῖζον. Οὐδεὶς γὰρ φύεται ἀνθρώποις πόλεμος ἄνευ κακίας, ἀλλὰ τὸν μὲν φιληδονία τὸν δὲ πλεονεξία τὸν δὲ φιλοδοξία τις ἢ φιλαρχία συρρήγνυσιν. Οὐκοῦν εἰ πολέμους ὁ θεὸς ἐνεργάζεται, καὶ κακίας, παροξύνων καὶ διαστρέφων τοὺς ἀνθρώπους. Καίτοι λέγει δ´ αὐτὸς ἐν τῷ περὶ τοῦ Δικάζειν καὶ πάλιν ἐν τῷ δευτέρῳ περὶ Θεῶν ὡς (1049e)

«Τῶν αἰσχρῶν τὸ θεῖον παραίτιον γίγνεσθαι οὐκ εὔλογόν ἐστιν· ὃν τρόπον γὰρ οὔτε νόμος τοῦ παρανομεῖν παραίτιος γένοιτ´ ἂν οὔθ´ οἱ θεοὶ τοῦ ἀσεβεῖν, οὕτως εὔλογον μηδ´ αἰσχροῦ μηδενὸς εἶναι παραιτίους.»

Τί οὖν αἴσχιον ἀνθρώποις φθορᾶς ὑπ´ ἀλλήλων γινομένης, ἧς φησι Χρύσιππος ἐνδιδόναι τὰς ἀρχὰς τὸν θεόν;

«Ἀλλὰ νὴ Δία» φήσει τις «ἐπαινεῖ πάλιν 〈τὸ〉 τοῦ Εὐριπίδου λέγοντος»
«Εἰ θεοί τι δρῶσιν αἰσχρόν, οὔκ εἰσιν θεοί·»

καί

«Τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς·»

ὥσπερ ἡμῶν ἄλλο τι νῦν πραττόντων ἢ τὰς ἐναντίας αὐτοῦ φωνὰς καὶ ὑπολήψεις παρατιθεμένων.

(1049f) Οὐ μὴν ἀλλ´ αὐτό γε τοῦτο τὸ νῦν ἐπαινούμενον οὐχ ἅπαξ οὐδὲ δὶς οὐδὲ τρὶς ἀλλὰ μυριάκις ἔσται πρὸς Χρύσιππον εἰπεῖν

«Τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς.»

Πρῶτον γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως τὸ ἀίδιον τῆς κινήσεως κυκεῶνι παρεικάσας ἄλλ´ ἄλλως στρέφοντι καὶ ταράσσοντι τῶν γινομένων, ταῦτ´ εἴρηκεν·

(1050a) «Οὕτω δὲ τῆς τῶν ὅλων οἰκονομίας προαγούσης, ἀναγκαῖον κατὰ ταύτην, ὡς ἄν ποτ´ ἔχωμεν, ἔχειν ἡμᾶς, εἴτε παρὰ φύσιν τὴν ἰδίαν νοσοῦντες εἴτε πεπηρωμένοι εἴτε γραμματικοὶ γεγονότες ἢ μουσικοί·»

καὶ πάλιν μετ´ ὀλίγον·

«κατὰ τοῦτον δὲ τὸν λόγον τὰ παραπλήσια ἐροῦμεν καὶ περὶ τῆς ἀρετῆς ἡμῶν καὶ περὶ τῆς κακίας καὶ τὸ ὅλον τῶν τεχνῶν καὶ τῶν ἀτεχνιῶν, ὡς ἔφην,»

καὶ μετ´ ὀλίγον ἅπασαν ἀναιρῶν ἀμφιβολίαν·

«οὐθὲν γὰρ ἔστιν ἄλλως τῶν κατὰ μέρος γενέσθαι οὐδὲ τοὐλάχιστον ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ κατὰ τὸν ἐκείνης λόγον.»

Ὅτι δ´ ἡ κοινὴ φύσις καὶ ὁ κοινὸς τῆς (1050b) φύσεως λόγος εἱμαρμένη καὶ πρόνοια καὶ Ζεύς ἐστιν, οὐδὲ τοὺς ἀντίποδας λέληθε· πανταχοῦ γὰρ ταῦτα θρυλεῖται ὑπ´ αὐτῶν· καὶ τὸ

«Διὸς δ´ ἐτελείετο βουλή»

τὸν Ὅμηρον εἰρηκέναι φησὶν ὀρθῶς ἐπὶ τὴν εἱμαρμένην ἀναφέροντα καὶ τὴν τῶν ὅλων φύσιν, καθ´ ἣν πάντα διοικεῖται. Πῶς οὖν ἅμα μὲν οὐδενὸς αἰσχροῦ παραίτιος ὁ θεός, ἅμα δ´ οὐδὲ τοὐλάχιστον ἐνδέχεται γίνεσθαι ἄλλως ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ τὸν ἐκείνης λόγον; Ἐν γὰρ πᾶσι τοῖς γινομένοις καὶ τὰ αἰσχρὰ δήπουθέν ἐστιν.

Καίτοι ὁ μὲν Ἐπίκουρος ἁμωσγέπως στρέφεται καὶ φιλοτεχνεῖ, τῆς ἀιδίου (1050c) κινήσεως μηχανώμενος ἐλευθερῶσαι καὶ ἀπολῦσαι τὸ ἑκούσιον ὑπὲρ τοῦ μὴ καταλιπεῖν ἀνέγκλητον τὴν κακίαν· 〈ὁ δὲ Χρύσιππος〉 ἀναπεπταμένην παρρησίαν αὐτῇ δίδωσιν ὡς οὐ μόνον ἐξ ἀνάγκης οὐδὲ καθ´ εἱμαρμένην ἀλλὰ καὶ κατὰ λόγον θεοῦ καὶ κατὰ φύσιν πεποιημένῃ τὴν ἀρίστην. Ἔτι δὲ καὶ ταῦθ´ ὅρα τὰ κατὰ λέξιν οὕτως ἔχοντα·

«Τῆς γὰρ κοινῆς φύσεως εἰς πάντα διατεινούσης δεήσει πᾶν τὸ ὁπωσοῦν γινόμενον ἐν τῷ ὅλῳ καὶ τῶν μορίων ὁτῳοῦν κατ´ ἐκείνην γενέσθαι καὶ τὸν ἐκείνης λόγον κατὰ τὸ ἑξῆς ἀκωλύτως διὰ τὸ μήτ´ ἔξωθεν εἶναι τὸ ἐνστησόμενον (1050d) τῇ οἰκονομίᾳ μήτε τῶν μερῶν μηδὲν ἔχειν ὅπως κινηθήσεται ἢ σχήσει ἄλλως 〈ἢ〉 κατὰ τὴν κοινὴν φύσιν.»

Τίνες οὖν αἱ τῶν μερῶν σχέσεις εἰσὶ καὶ κινήσεις; Δῆλον μὲν ὅτι σχέσεις αἱ κακίαι καὶ τὰ νοσήματα, φιλαργυρίαι φιληδονίαι φιλοδοξίαι δειλίαι ἀδικίαι, κινήσεις δὲ μοιχεῖαι κλοπαὶ προδοσίαι ἀνδροφονίαι πατροκτονίαι. Τούτων οἴεται Χρύσιππος οὔτε μικρὸν οὔτε μέγα παρὰ τὸν τοῦ Διὸς λόγον εἶναι καὶ νόμον καὶ δίκην καὶ πρόνοιαν· ὥστε μὴ γίνεσθαι παρὰ τὸν νόμον τὸ παρανομεῖν μηδὲ παρὰ τὴν δίκην τὸ ἀδικεῖν μηδὲ παρὰ τὴν πρόνοιαν τὸ κακοποιεῖν.

(1050e) Ἀλλὰ μὴν τὸν θεὸν κολάζειν φησὶ τὴν κακίαν καὶ πολλὰ ποιεῖν ἐπὶ κολάσει τῶν πονηρῶν, ὥσπερ ἐν τῷ δευτέρῳ περὶ Θεῶν ποτὲ μὲν τὰ δύσχρηστα συμβαίνειν φησὶ τοῖς ἀγαθοῖς οὐχ ὥσπερ τοῖς φαύλοις κολάσεως χάριν, ἀλλὰ κατ´ ἄλλην οἰκονομίαν, ὥσπερ ἐν ταῖς πόλεσι· καὶ πάλιν ἐν τούτοις·

«πρῶτον δὲ τῶν κακῶν παραπλησίως ἐστὶν ἀκουστέον τοῖς προειρημένοις· εἶθ´ ὅτι ταῦτ´ ἀπονέμεται κατὰ τὸν τοῦ Διὸς λόγον ἤτοι ἐπὶ κολάσει ἢ κατ´ ἄλλην ἔχουσάν πως πρὸς τὰ ὅλα οἰκονομίαν.»

Ἔστι μὲν οὖν καὶ τοῦτο δεινόν, τὸ καὶ γίνεσθαι τὴν κακίαν καὶ κολάζεσθαι κατὰ τὸν τοῦ Διὸς λόγον· ἐπιτείνει δὲ τὴν ὑπεναντίωσιν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γράφων τάδε·

(1050f) «Ἡ δὲ κακία πρὸς τὰ δεινὰ συμπτώματα ἴδιόν τιν´ ἔχει λόγον· γίνεται μὲν γὰρ καὶ αὐτή πως κατὰ τὸν τῆς φύσεως λόγον καί, ἵν´ οὕτως εἴπω, οὐκ ἀχρήστως γίνεται πρὸς τὰ ὅλα· οὐδὲ γὰρ ἂν τἀγαθὸν ἦν.»

Καὶ οὗτος ἐπιτιμᾷ τοῖς ἐπίσης πρὸς τὰ ἐναντία διαλεγομένοις, (1051a) ὃς ὑπὸ τοῦ πάντως τι βούλεσθαι καὶ περὶ παντὸς εἰπεῖν ἴδιον καὶ περιττὸν οὐκ ἀχρήστως λέγει βαλλαντιοτομεῖν συκοφαντεῖν καὶ ἀφραίνειν, οὐκ ἀχρήστως ἀχρήστους εἶναι, βλαβεροὺς κακοδαίμονας. Εἶτα ποῖός τις ὁ Ζεύς, λέγω δὲ τὸν Χρυσίππου, κολάζων πρᾶγμα μήτ´ ἀφ´ αὑτοῦ μήτ´ ἀχρήστως γινόμενον; Ἡ μὲν γὰρ κακία πάντως ἀνέγκλητός ἐστι κατὰ τὸν τοῦ Χρυσίππου λόγον, ὁ δὲ Ζεὺς ἐγκλητέος εἴτ´ ἄχρηστον οὖσαν τὴν κακίαν πεποίηκεν εἴτε ποιήσας οὐκ ἀχρήστως κολάζει.

Πάλιν ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης εἰπὼν περὶ τῶν θεῶν ὡς ἐνισταμένων ἐνίοις ἀδικήμασι

«Κακίαν δέ» φησί (1051b) «καθόλου ἆραι οὔτε δυνατόν ἐστιν οὔτ´ ἔχει καλῶς ἀρθῆναι.»

*** Τὴν ἀνομίαν τὴν ἀδικίαν τὴν ἀβελτερίαν, οὐ τοῦ παρόντος ἐστὶ λόγου τὸ ζητεῖν· αὐτὸς δὲ τὴν κακίαν, ὅσον ἐφ´ ἑαυτῷ, διὰ τοῦ φιλοσοφεῖν ἀναιρῶν, ἣν οὐκ ἔχει καλῶς ἀναιρεῖν, μαχόμενόν τι ποιεῖ καὶ τῷ λόγῳ καὶ τῷ θεῷ. Πρὸς δὲ τούτοις λέγων ἐνίοις ἀδικήμασιν ἐνίστασθαι τὸν θεὸν ἔμφασιν πάλιν τῆς τῶν ἁμαρτημάτων δίδωσιν ἀνοσιότητος.

Ἔτι περὶ τοῦ μηδὲν ἐγκλητὸν εἶναι μηδὲ μεμπτὸν 〈ἐν τῷ〉 κόσμῳ, κατὰ τὴν ἀρίστην φύσιν ἁπάντων περαινομένων, πολλάκις γεγραφὼς ἔστιν ὅπου πάλιν ἐγκλητάς τινας ἀμελείας οὐ περὶ μικρὰ καὶ φαῦλα καταλείπει. Ἐν (1051c) γοῦν τῷ τρίτῳ περὶ Οὐσίας μνησθεὶς ὅτι συμβαίνει τινὰ τοῖς καλοῖς καὶ ἀγαθοῖς τοιαῦτα

«Πότερον» φησίν «ἀμελουμένων τινῶν, καθάπερ ἐν οἰκίαις μείζοσι παραπίπτει τινὰ πίτυρα καὶ ποσοὶ πυροί, τῶν ὅλων εὖ οἰκονομουμένων; Ἢ διὰ τὸ καθίσταθαι ἐπὶ τῶν τοιούτων δαιμόνια φαῦλα, ἐν οἷς τῷ ὄντι γίνονται καὶ ἐγκλητέαι ἀμέλειαι;»

Φησὶ δὲ πολὺ καὶ τὸ τῆς ἀνάγκης μεμῖχθαι. Τὸ μὲν οὖν τὰ τοιαῦτα συμπτώματα τῶν καλῶν κἀγαθῶν ἀνδρῶν, οἷον ἡ Σωκράτους καταδίκη καὶ ὁ Πυθαγόρου ζῶντος ἐμπρησμὸς ὑπὸ τῶν Κυλωνείων καὶ Ζήνωνος ὑπὸ Δημύλου τοῦ τυράννου καὶ (1051d) Ἀντιφῶντος ὑπὸ Διονυσίου στρεβλουμένων ἀναιρέσεις, πιτύροις παραπίπτουσιν ἀπεικάζειν ὅσης ἐστὶν εὐχερείας, ἐῶ· τὸ δὲ φαύλους δαίμονας ἐκ προνοίας ἐπὶ τὰς τοιαύτας ἐπιστασίας καθίστασθαι πῶς οὐκ ἔστιν ἔγκλημα τοῦ θεοῦ, καθάπερ βασιλέως κακοῖς καὶ ἐμπλήκτοις σατράπαις καὶ στρατηγοῖς διοικήσεις ἐπιτρέποντος καὶ περιορῶντος ὑπὸ τούτων ἀμελουμένους καὶ παροινουμένους τοὺς ἀρίστους; Καὶ μὴν εἰ πολὺ τὸ τῆς ἀνάγκης μέμικται τοῖς πράγμασιν, οὔτε κρατεῖ πάντων ὁ θεὸς οὔτε πάντα κατὰ τὸν ἐκείνου λόγον διοικεῖται.

Πρὸς τὸν Ἐπίκουρον μάλιστα μάχεται καὶ πρὸς (1051e) τοὺς ἀναιροῦντας τὴν πρόνοιαν ἀπὸ τῶν ἐννοιῶν, ἃς ἔχομεν περὶ θεῶν, εὐεργετικοὺς καὶ φιλανθρώπους ἐπινοοῦντες. Καὶ τούτων πολλαχοῦ γραφομένων καὶ λεγομένων παρ´ αὐτοῖς οὐδὲν ἔδει λέξεις παρατίθεσθαι *** καὶ τὸ χρηστοὺς ἅπαντας εἶναι τοὺς θεοὺς προλαμβάνειν· ὅρα γὰρ οἷα Ἰουδαῖοι καὶ Σύροι περὶ θεῶν φρονοῦσιν, ὅρα τὰ τῶν ποιητῶν πόσης ἐμπέπλησται δεισιδαιμονίας· φθαρτὸν δὲ καὶ γενητὸν οὐδεὶς ὡς ἔπος εἰπεῖν διανοεῖται θεόν. Ὧν ἵνα τοὺς ἄλλους ἀφῶ πάντας, Ἀντίπατρος ὁ Ταρσεὺς ἐν τῷ περὶ Θεῶν γράφει ταῦτα κατὰ λέξιν·

«Πρὸ δὲ τοῦ σύμπαντος λόγου τὴν ἔννοιαν, ἣν ἔχομεν περὶ θεοῦ, διὰ βραχέων (1051f) ἐπιλογιούμεθα. Θεὸν τοίνυν νοοῦμεν ζῷον μακάριον καὶ ἄφθαρτον καὶ εὐποιητικὸν ἀνθρώπων·»

εἶτα τούτων ἕκαστον ἀφηγούμενός φησιν οὕτως·

«Καὶ μὴν ἀφθάρτους αὐτοὺς ἡγοῦνται πάντες.»

Οὐδεὶς οὖν ἐστι τῶν πάντων ὁ Χρύσιππος κατ´ Ἀντίπατρον· οὐδένα γὰρ οἴεται πλὴν τοῦ πυρὸς ἄφθαρτον εἶναι τῶν θεῶν, ἀλλὰ πάντας (1052a) ὁμαλῶς καὶ γεγονότας καὶ φθαρησομένους. Ταῦτα δὲ πανταχοῦ, ὡς ἔπος εἰπεῖν, ὑπ´ αὐτοῦ λέγεται. Παραθήσομαι δὲ λέξιν ἐκ τοῦ τρίτου περὶ Θεῶν·

«Καθ´ ἕτερον λόγον· οἱ μὲν γὰρ γενητοὶ εἶναι καὶ φθαρτοὶ λέγονται, οἱ δ´ ἀγένητοι· καὶ ταῦτ´ ἀπ´ ἀρχῆς ὑποδείκνυσθαι φυσικώτερον. Ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ οἱ ἄλλοι θεοὶ 〈οἱ〉 παραπλήσιον ἔχοντες λόγον γενητοί εἰσιν, ὁ δὲ Ζεὺς ἀίδιός ἐστιν.»

Καὶ πάλιν προελθών·

«Ὅμοια δὲ καὶ περὶ τοῦ φθίνειν καὶ περὶ τοῦ γενέσθαι ῥηθήσεται, περί τε τῶν ἄλλων θεῶν καὶ τοῦ Διός· οἱ μὲν γὰρ φθαρτοί εἰσι τοῦ δὲ τὰ μέρη ἄφθαρτα.»

Τούτοις ἔτι βούλομαι παραβαλεῖν μικρὰ τῶν ὑπὸ τοῦ Ἀντιπάτρου λεγομένων·

(1052b) «Ὅσοι δὲ περιαιροῦνται τὸ εὐποιητικὸν ἐκ τῶν θεῶν, ἀπὸ μέρους προσβάλλουσι τῇ τούτων προλήψει· κατὰ τὸν αὐτὸν λόγον καὶ οἱ νομίζοντες αὐτοὺς γενέσεώς τε καὶ φθορᾶς κοινωνεῖν.»

Εἴπερ οὖν ἐπίσης ἄτοπος ὁ φθαρτοὺς ἡγούμενος τοὺς θεοὺς τῷ μὴ νομίζοντι προνοητικοὺς εἶναι καὶ φιλανθρώπους, ἐπίσης διαπέπτωκεν Ἐπικούρῳ Χρύσιππος· ὁ μὲν γὰρ τὸ εὐποιητικὸν ὁ δὲ τὸ ἄφθαρτον ἀφαιρεῖται τῶν θεῶν. Καὶ μὴν ἐν τῷ τρίτῳ περὶ Θεῶν ὁ Χρύσιππος περὶ τοῦ τρέφεσθαι τοὺς ἄλλους θεοὺς τάδε λέγει·

«Τροφῇ τε οἱ μὲν ἄλλοι θεοὶ χρῶνται παραπλησίως, συνεχόμενοι δι´ αὐτήν· ὁ δὲ (1052c) Ζεὺς καὶ ὁ κόσμος καθ´ ἕτερον τρόπον *** ἀναλισκομένων καὶ ἐκ πυρὸς γινομένων.»

Ἐνταῦθα μὲν ἀποφαίνεται πάντας τοὺς ἄλλους θεοὺς τρέφεσθαι πλὴν τοῦ κόσμου καὶ τοῦ Διός· ἐν δὲ τῷ πρώτῳ περὶ Προνοίας τὸν Δία φησὶν αὔξεσθαι, μέχρι ἂν εἰς αὑτὸν ἅπαντα καταναλώσῃ·

«Ἐπεὶ γὰρ ὁ θάνατος μέν ἐστι ψυχῆς χωρισμὸς ἀπὸ τοῦ σώματος, ἡ δὲ τοῦ κόσμου ψυχὴ οὐ χωρίζεται μὲν αὔξεται δὲ συνεχῶς μέχρι ἂν εἰς αὑτὴν καταναλώσῃ τὴν ὕλην, οὐ ῥητέον ἀποθνήσκειν τὸν κόσμον.»

Τίς ἂν οὖν ἐναντιώτερα λέγων ἑαυτῷ φανείη τοῦ τὸν αὐτὸν θεὸν νῦν μὲν αὔξεσθαι νῦν δὲ μὴ τρέφεσθαι λέγοντος; Καὶ τοῦτ´ οὐ δεῖ συλλογίζεσθαι· σαφῶς γὰρ αὐτὸς ἐν τῷ αὐτῷ γέγραφεν·

(1052d) «Αὐτάρκης δ´ εἶναι λέγεται μόνος ὁ κόσμος διὰ τὸ μόνος ἐν αὑτῷ πάντ´ ἔχειν ὧν δεῖται, καὶ τρέφεται ἐξ αὑτοῦ καὶ αὔξεται, τῶν [ἄλλων] μορίων εἰς ἄλληλα καταλλαττομένων.»

Οὐ μόνον οὖν ἐν ἐκείνοις τοὺς ἄλλους θεοὺς ἀποφαίνων τρεφομένους πλὴν τοῦ κόσμου καὶ τοῦ Διός, ἐν τούτοις δὲ καὶ τὸν κόσμον λέγων τρέφεσθαι μάχεται πρὸς αὑτόν· ἀλλ´ ἔτι μᾶλλον, ὅτι τὸν κόσμον αὔξεσθαί φησιν ἐξ αὑτοῦ τρεφόμενον. Τοὐναντίον δ´ εἰκὸς ἦν τοῦτον μόνον μὴ αὔξεσθαι τὴν αὑτοῦ φθίσιν ἔχοντα τροφήν, τοῖς δ´ ἄλλοις θεοῖς ἔξωθεν τρεφομένοις ἐπίδοσιν γίνεσθαι καὶ αὔξησιν καὶ μᾶλλον εἰς τούτους καταναλίσκεσθαι τὸν κόσμον, εἴ γ´ ἐκείνῳ μὲν ἐξ αὑτοῦ τούτοις δ´ ἀπ´ ἐκείνου (1052e) λαμβάνειν ἀεί τι καὶ τρέφεσθαι συμβέβηκε. Δεύτερον τοίνυν ἡ τῶν θεῶν ἔννοια περιέχει τὸ εὔδαιμον καὶ μακάριον καὶ αὐτοτελές. Διὸ καὶ τὸν Εὐριπίδην ἐπαινοῦσιν εἰπόντα

«Δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστ´ ὀρθῶς θεός,
οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.»

Ἀλλ´ ὅ γε Χρύσιππος, ἐν οἷς παρεθέμην, αὐτάρκη μόνον εἶναι τὸν κόσμον φησὶ διὰ τὸ μόνον ἐν αὑτῷ πάντ´ ἔχειν ὧν δεῖται. Τί οὖν ἕπεται τῷ μόνον αὐτάρκη τὸν κόσμον εἶναι; Τὸ μήτε τὸν ἥλιον αὐτάρκη μήτε τὴν σελήνην εἶναι μήτ´ ἄλλον τινὰ τῶν θεῶν. Αὐτάρκεις δὲ μὴ ὄντες οὐκ ἂν εἶεν εὐδαίμονες οὐδὲ μακάριοι.

(1052f) Τὸ βρέφος ἐν τῇ γαστρὶ φύσει τρέφεσθαι νομίζει καθάπερ φυτόν· ὅταν δὲ τεχθῇ, ψυχόμενον ὑπὸ τοῦ ἀέρος καὶ στομούμενον τὸ πνεῦμα μεταβάλλειν καὶ γίνεσθαι ζῷον· ὅθεν οὐκ ἀπὸ τρόπου τὴν ψυχὴν ὠνομάσθαι παρὰ τὴν ψῦξιν. Αὐτὸς δὲ πάλιν τὴν ψυχὴν ἀραιότερον πνεῦμα τῆς φύσεως καὶ λεπτομερέστερον ἡγεῖται μαχόμενος αὑτῷ. (1053a) Πῶς γὰρ οἷόν τε λεπτομερὲς ἐκ παχυμεροῦς καὶ ἀραιὸν γενέσθαι κατὰ περίψυξιν καὶ πύκνωσιν; Ὃ δὲ μεῖζόν ἐστι, πῶς περιψύξει γίνεσθαι τὸ ἔμψυχον ἀποφαινόμενος ἔμψυχον ἡγεῖται τὸν ἥλιον, πύρινον ὄντα καὶ γεγενημένον ἐκ τῆς ἀναθυμιάσεως εἰς πῦρ μεταβαλούσης; Λέγει γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως·

«Ἡ δὲ πυρὸς μεταβολή ἐστι τοιαύτη· δι´ ἀέρος εἰς ὕδωρ τρέπεται· κἀκ τούτου γῆς ὑφισταμένης ἀὴρ ἀναθυμιᾶται· λεπτυνομένου δὲ τοῦ ἀέρος ὁ αἰθὴρ περιχεῖται κύκλῳ· οἱ δ´ ἀστέρες ἐκ θαλάσσης μετὰ τοῦ ἡλίου ἀνάπτονται.»

Τί οὖν ἀνάψει περιψύξεως ἐναντιώτερον ἢ διαχύσει πυκνώσεως; (1053b) 〈Ὡς〉 τὰ μὲν ὕδωρ καὶ γῆν ἐκ πυρὸς καὶ ἀέρος ποιεῖ, τὰ δ´ εἰς πῦρ καὶ ἀέρα τρέπει τὸ ὑγρὸν καὶ γεῶδες. Ἀλλ´ ὅμως ὅπου μὲν τὴν ἄναψιν ὅπου δὲ τὴν περίψυξιν ἀρχὴν ἐμψυχίας ποιεῖ. Καὶ μὴν ὅταν ἐκπύρωσις γένηται, διόλου ζῆν καὶ ζῷον 〈ἔμψυχον τὸν κόσμον〉 εἶναί φησι σβεννύμενον δ´ αὖθις καὶ παχυνόμενον εἰς ὕδωρ καὶ γῆν καὶ τὸ σωματοειδὲς τρέπεσθαι. Λέγει δ´ ἐν τῷ πρώτῳ περὶ Προνοίας·

«Διόλου μὲν γὰρ ἂν ὁ κόσμος πυρώδης 〈γένηται〉, εὐθὺς καὶ ψυχή ἐστιν ἑαυτοῦ καὶ ἡγεμονικόν· ὅτε δέ, μεταβαλὼν εἴς τε τὸ ὑγρὸν 〈καὶ τὸ γεῶδες〉 καὶ τὴν ἐναπολειφθεῖσαν ψυχήν, τρόπον τινὰ εἰς σῶμα καὶ ψυχὴν μετέβαλεν ὥστε συνεστάναι ἐκ τούτων, ἄλλον τινὰ ἔσχε λόγον.»

(1053c) Ἐνταῦθα δήπου σαφῶς τῇ μὲν ἐκπυρώσει καὶ τὰ ἄψυχα τοῦ κόσμου φησὶν εἰς τὸ ἔμψυχον τρέπεσθαι, τῇ δὲ σβέσει πάλιν καὶ τὴν ψυχὴν ἀνίεσθαι καὶ ἀνυγραίνεσθαι, μεταβάλλουσαν εἰς τὸ σωματοειδές. Ἄτοπος οὖν φαίνεται τῇ περιψύξει νῦν μὲν ἐξ ἀναισθήτων ποιῶν ἔμψυχα, νῦν δ´ εἰς ἀναίσθητα καὶ ἄψυχα μεταβάλλων τὸ πλεῖστον μέρος τῆς τοῦ κόσμου ψυχῆς.

Ἄνευ δὲ τούτων ὁ περὶ ψυχῆς γενέσεως αὐτῷ λόγος μαχομένην ἔχει πρὸς τὸ δόγμα τὴν ἀπόδειξιν. Γίνεσθαι μὲν γάρ φησι τὴν ψυχήν, ὅταν τὸ βρέφος ἀποτεχθῇ, καθάπερ στομώσει τῇ περιψύξει τοῦ (1053d) πνεύματος μεταβαλόντος, ἀποδείξει δὲ χρῆται τοῦ γεγονέναι τὴν ψυχὴν καὶ μεταγενεστέραν εἶναι μάλιστα τῷ καὶ τὸν τρόπον καὶ τὸ ἦθος ἐξομοιοῦσθαι τὰ τέκνα τοῖς γονεῦσι. Βλέπεται δ´ ἡ τούτων ἐναντίωσις· οὐ γὰρ οἷόν τε τὴν ψυχὴν πρὸ τῆς ἀποκυήσεως ἠθοποιεῖσθαι, γινομένην μετὰ τὴν ἀποκύησιν· ἢ συμβήσεται, πρὶν ἢ γενέσθαι ψυχήν, ὁμοίαν εἶναι ψυχῇ, τουτέστι καὶ εἶναι τῇ ὁμοιότητι καὶ μὴ εἶναι διὰ τὸ μήπω γεγονέναι. Εἰ δὲ φήσει τις ὅτι ταῖς κράσεσι τῶν σωμάτων ἐγγινομένης τῆς ὁμοιότητος αἱ ψυχαὶ γενόμεναι μεταβάλλουσι, διαφθείρει τὸ τεκμήριον τοῦ γεγονέναι τὴν ψυχήν· ἐνδέχεται γὰρ οὕτως καὶ ἀγένητον οὖσαν, (1053e) ὅταν ἐπεισέλθῃ, μεταβάλλειν τῇ κράσει τῆς ὁμοιότητος.

Τὸν ἀέρα ποτὲ μὲν ἀνωφερῆ καὶ κοῦφον εἶναί φησι, ποτὲ δὲ μήτε βαρὺν μήτε κοῦφον. Ἐν μὲν οὖν τῷ δευτέρῳ περὶ Κινήσεως τό τε πῦρ ἀβαρὲς ὂν ἀνωφερὲς εἶναι λέγει καὶ τούτῳ παραπλησίως τὸν ἀέρα, τοῦ μὲν ὕδατος τῇ γῇ μᾶλλον προσνεμομένου τοῦ δ´ ἀέρος τῷ πυρί· ἐν δὲ ταῖς Φυσικαῖς Τέχναις ἐπὶ τὴν ἑτέραν ῥέπει δόξαν, ὡς μήτε βάρος ἐξ αὑτοῦ μήτε κουφότητα τοῦ ἀέρος ἔχοντος. Τὸν ἀέρα φύσει ζοφερὸν εἶναι λέγει, καὶ τούτῳ τεκμηρίῳ χρῆται τοῦ καὶ ψυχρὸν εἶναι πρώτως· ἀντικεῖσθαι γὰρ αὐτοῦ τὸ μὲν ζοφερὸν πρὸς τὴν λαμπρότητα τὸ δὲ ψυχρὸν πρὸς τὴν θερμότητα τοῦ πυρός. (1053f) Ταῦτα κινῶν ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων πάλιν ἐν τοῖς περὶ Ἕξεων οὐδὲν ἄλλο τὰς ἕξεις πλὴν ἀέρας εἶναί φησιν·

«Ὑπὸ τούτων γὰρ συνέχεται τὰ σώματα· καὶ τοῦ ποιὸν ἕκαστον εἶναι τῶν ἕξει συνεχομένων αἴτιος ὁ συνέχων ἀήρ ἐστιν, ὃν σκληρότητα μὲν ἐν σιδήρῳ πυκνότητα δ´ ἐν λίθῳ λευκότητα δ´ ἐν ἀργύρῳ καλοῦσι,»

(1054a) πολλὴν ἀτοπίαν καὶ μάχην τούτων ἐχόντων· εἰ μὲν γὰρ μένει ὁποῖός ἐστι φύσει, πῶς τὸ μέλαν ἐν τῷ μὴ λευκῷ λευκότης γίνεται καὶ τὸ μαλθακὸν ἐν τῷ μὴ σκληρῷ σκληρότης καὶ τὸ μανὸν ἐν τῷ μὴ πυκνῷ πυκνότης; Εἰ δὲ μιγνύμενος ἐν τούτοις ἐξίσταται καὶ συνομοιοῦται, πῶς ἕξις ἐστὶν ἢ δύναμις ἢ αἰτία τούτων, ὑφ´ ὧν κρατεῖται; Πάσχοντος γάρ ἐστιν οὐ δρῶντος, οὐδὲ συνέχοντος ἀλλ´ ἐξασθενοῦντος ἡ τοιαύτη μεταβολή, καθ´ ἣν ἀπόλλυσι τὰς αὑτοῦ ποιότητας. Καίτοι πανταχοῦ τὴν ὕλην ἀργὸν ἐξ ἑαυτῆς καὶ ἀκίνητον ὑποκεῖσθαι ταῖς ποιότησιν ἀποφαίνουσι, τὰς δὲ ποιότητας πνεύματ´ οὔσας καὶ (1054b) τόνους ἀερώδεις, οἷς ἂν ἐγγένωνται μέρεσι τῆς ὕλης, εἰδοποιεῖν ἕκαστα καὶ σχηματίζειν. Ταῦτα δ´ οὐκ ἔνεστι λέγειν αὐτοῖς, τὸν ἀέρα φύσει τοιοῦτον ὑποτιθεμένοις· ἕξις γὰρ ὢν καὶ τόνος αὑτῷ συνεξομοιώσει τῶν σωμάτων ἕκαστον ὥστε μέλαν εἶναι καὶ μαλθακόν· εἰ δὲ τῇ πρὸς ἐκεῖνα κράσει τὰς ἐναντίας λαμβάνει μορφὰς αἷς ἔχειν πέφυκεν, ὕλη τρόπον τινὰ τῆς ὕλης, οὐκ αἴτιον οὐδὲ δύναμίς ἐστιν.

Ὅτι τοῦ κόσμου κενὸν ἐκτὸς ἄπειρόν ἐστι, τὸ δ´ ἄπειρον οὔτ´ ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἔχει, πολλάκις ὑπ´ αὐτοῦ λέγεται. Καὶ τούτῳ μάλιστα τὴν λεγομένην ὑπ´ Ἐπικούρου τῆς ἀτόμου κάτω φορὰν (1054c) ἐξ αὑτῆς ἀναιροῦσιν, οὐκ οὔσης ἐν ἀπείρῳ διαφορᾶς, καθ´ ἣν τὸ μὲν ἄνω τὸ δὲ κάτω νοεῖται γινόμενον. Ἀλλ´ ἔν γε τῷ τετάρτῳ περὶ Δυνατῶν μέσον τινὰ τόπον καὶ μέσην χώραν ὑποθέμενος ἐνταῦθά φησιν ἱδρῦσθαι τὸν κόσμον· ἔστι δ´ ἡ λέξις αὕτη·

«Διὸ καὶ ἐπὶ τοῦ κόσμου εἰ ῥητέον φθαρτὸν εἶναι αὐτόν, λόγου οἴομαι δεῖσθαι. Οὐ μὴν ἀλλὰ καὶ μᾶλλον ἐμοὶ φαίνεται οὕτως ἔχειν. Οἵα τε δ´ εἰς τὴν ὥσπερ ἀφθαρσίαν πολύ τι αὐτῷ συνεργεῖν καὶ ἡ τῆς χώρας κατάληψις, οἷον διὰ τὸ ἐν μέσῳ εἶναι· ἐπεί, εἰ ἀλλαχῆ νοηθείη ὤν, καὶ παντελῶς ἂν αὐτῷ συνάπτοι ἡ φθορά.»

Καὶ μετὰ μικρὸν αὖθις·

(1054d) «Οὕτω γάρ πως καὶ ἡ οὐσία συντέτευχεν ἀιδίως τὸν μέσον κατειληφυῖα τόπον, εὐθὺς τοιάδε τις οὖσα ὥστε 〈καὶ〉 καθ´ ἕτερον τρόπον, ἀλλὰ καὶ διὰ τὴν συντυχίαν μὴ ἐπιδέχεσθαι αὐτὴν φθοράν, καὶ κατὰ τοῦτ´ εἶναι ἀίδιον.»

Ταῦτα μίαν μὲν ἔχει καταφανῆ καὶ βλεπομένην ἐναντίωσιν, ἐν ἀπείρῳ μέσον τινὰ τόπον καὶ μέσην χώραν ἀπολείποντος· δευτέραν δ´ ἀδηλοτέραν μὲν ἀλογωτέραν δὲ ταύτης. Οἰόμενος γὰρ οὐκ ἂν ἄφθαρτον διαμένειν τὸν κόσμον, εἰ κατ´ ἄλλο μέρος αὐτῷ τοῦ κενοῦ συντετεύχει γενέσθαι τὴν ἵδρυσιν, δῆλός ἐστι δεδιὼς μή, τῶν μερῶν τῆς οὐσίας ἐπὶ (1054e) τὸ μέσον φερομένων, διάλυσις καὶ φθορὰ τοῦ κόσμου γένοιτο. Ταῦτα δ´ οὐκ ἂν ἐφοβεῖτο, μὴ φύσει τὰ σώματα φέρεσθαι πανταχόθεν ἐπὶ τὸ μέσον ἡγούμενος οὐ τῆς οὐσίας ἀλλὰ τῆς περιεχούσης τὴν οὐσίαν χώρας. Περὶ οὗ καὶ πολλάκις εἴρηκεν ὡς ἀδυνάτου καὶ παρὰ φύσιν ὄντος· οὐ γὰρ ὑπάρχειν ἐν τῷ κενῷ διαφοράν, ᾗ τὰ σώματα δευρὶ μᾶλλον ἢ δευρὶ προσάγεται· τὴν δὲ τοῦ κόσμου τούτου σύνταξιν αἰτίαν εἶναι τῆς κινήσεως ἐπὶ τὸ κέντρον καὶ τὸ μέσον αὐτοῦ νευόντων καὶ φερομένων πανταχόθεν. Ἀρκεῖ δ´ εἰς τοῦτο παραθέσθαι λέξιν ἐκ τοῦ δευτέρου περὶ Κινήσεως. Ὑπειπὼν γὰρ ὅτι

«Τέλεον μὲν ὁ κόσμος σῶμά (1054f) ἐστιν, οὐ τέλεα δὲ τὰ τοῦ κόσμου μέρη τῷ πρὸς τὸ ὅλον πως ἔχειν καὶ μὴ καθ´ αὑτὰ εἶναι»

καὶ περὶ τῆς κινήσεως αὐτοῦ διελθὼν ὡς ἐπὶ τὴν συμμονὴν καὶ τὴν συνοχὴν τὴν ἑαυτοῦ κινεῖσθαι διὰ τῶν μερῶν πάντων πεφυκότος, οὐκ ἐπὶ τὴν διάλυσιν καὶ τὴν θρύψιν, ταῦτ´ ἐπείρηκεν·

«Οὕτω δὲ τοῦ ὅλου τεινομένου εἰς αὑτὸ καὶ κινουμένου καὶ τῶν μορίων ταύτην τὴν κίνησιν ἐχόντων ἐκ τῆς τοῦ σώματος φύσεως, πιθανὸν (1055a) πᾶσι τοῖς σώμασιν εἶναι τὴν πρώτην κατὰ φύσιν κίνησιν πρὸς τὸ τοῦ κόσμου μέσον, τῷ μὲν κόσμῳ οὑτωσὶ κινουμένῳ πρὸς αὑτόν, τοῖς δὲ μέρεσιν ὡς ἂν μέρεσιν οὖσιν.»

Εἶτα, φήσαι τις ἄν, ὦ ἄνθρωπε, τί παθὼν ἐπελάθου τῶν λόγων τούτων, ὥστε τὸν κόσμον, εἰ μὴ τὴν μέσην χώραν ἐκ τύχης κατειλήφει, διαλυτὸν καὶ φθαρτὸν ἀποφαίνειν; Εἰ γὰρ αὐτός γε νεύειν ἐπὶ τὸ αὑτοῦ μέσον ἀεὶ πέφυκε καὶ τὰ μέρη πρὸς τοῦτο κατατείνειν πανταχόθεν, ὅποι ποτ´ ἂν τοῦ κενοῦ μετατεθῇ, συνέχων ἑαυτὸν οὕτως καὶ περιστέλλων, ἄφθαρτος καὶ ἄθρυπτος (1055b) διαμενεῖ· τὰ γὰρ θρυπτόμενα καὶ σκεδαννύμενα τοῦτο πάσχει διακρίσει τῶν μερῶν ἑκάστου καὶ διαλύσει πρὸς τὸν οἰκεῖον τόπον ἐκ τοῦ παρὰ φύσιν ἀπορρέοντος. Τί δὴ κατ´ ἄλλο τοῦ κενοῦ τεθέντα τὸν κόσμον οἰόμενος οὕτω παντελεῖ συνάπτεσθαι φθορᾷ καὶ λέγων οὕτως καὶ διὰ τοῦτο μέσον ἐν τῷ μηδὲν ἔχειν πεφυκότι μέσον ζητῶν ἀπείρῳ, τὰς μὲν τάσεις καὶ συνοχὰς καὶ νεύσεις ἐκείνας ὡς οὐδὲν ἐχέγγυον εἰς σωτηρίαν ἐχούσας ἀφῆκας, τῇ δὲ καταλήψει τοῦ τόπου τὴν σύμπασαν αἰτίαν τῆς διαμονῆς ἀνέθηκας; Καίτοι τοῖς προειρημένοις ταυτὶ συνάπτεις, ὥσπερ αὐτὸς σεαυτὸν ἐξελέγξαι φιλοτιμούμενος·

«Ὃν τρόπον δὲ κινεῖται ἕκαστον τῶν μορίων συμφυὲς ὂν τῷ λοιπῷ, (1055c) εὔλογον οὕτως καὶ καθ´ αὑτὸ κινεῖσθαι, καὶ εἰ λόγου χάριν νοήσαιμεν αὐτὸ καὶ ὑποθοίμεθα εἶναι ἐν κενῷ τινι τοῦ κόσμου τούτου· ὡς γὰρ ἂν συνεχόμενον πάντοθεν ἐκινεῖτο ἐπὶ τὸ μέσον, μενεῖ ἐν τῇ κινήσει ταύτῃ, κἂν λόγου χάριν ἐξαίφνης περὶ αὐτὸ γένηται κενόν.»

Εἶτα μέρος μὲν ὁτιοῦν ὑπὸ κενοῦ περιληφθὲν οὐκ ἀποβάλλει τὴν ἐπὶ τὸ τοῦ κόσμου μέσον ἄγουσαν ῥοπήν, αὐτὸς δ´ ὁ κόσμος, ἂν μὴ τὴν μέσην παρασκευάσῃ χώραν αὐτῷ τὸ αὐτόματον, ἀπολεῖ τὸν συνεκτικὸν τόνον, ἄλλοις ἀλλαχόσε τῆς οὐσίας αὐτοῦ μέρεσι φερομένης.

Καὶ ταῦτα μὲν ἔχει μεγάλας (1055d) ὑπεναντιώσεις πρὸς τὸν φυσικὸν λόγον, ἐκεῖνο δ´ ἤδη καὶ πρὸς τὸν περὶ θεοῦ καὶ προνοίας, τὸ τὰ μικρότατα τῶν αἰτίων τούτοις ἀνατιθέντα τὸ κυριώτατον ἀφαιρεῖσθαι καὶ μέγιστον. Τί γάρ ἐστι κυριώτερον τῆς τοῦ κόσμου διαμονῆς καὶ τοῦ τὴν οὐσίαν ἡνωμένην τοῖς μέρεσι συνέχεσθαι πρὸς αὑτήν; Ἀλλὰ τοῦτό γε συμπέπτωκεν αὐτομάτως κατὰ Χρύσιππον. Εἰ γὰρ ἡ τοῦ τόπου κατάληψις αἰτία τῆς ἀφθαρσίας ἐστὶν αὕτη δὲ συντυχίᾳ γέγονε, δῆλον ὅτι συντυχίας ἔργον ἡ σωτηρία τῶν ὅλων ἐστίν, οὐχ εἱμαρμένης καὶ προνοίας.

Ὁ δὲ τῶν δυνατῶν λόγος πρὸς τὸν τῆς εἱμαρμένης λόγον αὐτῷ πῶς οὐ μαχόμενός ἐστιν; Εἰ γὰρ οὐκ ἔστι (1055e) δυνατὸν ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ ἔσται κατὰ Διόδωρον, ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι, δυνατόν ἐστιν, ἔσται δυνατὰ πολλὰ τῶν μὴ καθ´ εἱμαρμένην *** ἀνίκητον καὶ ἀνεκβίαστον καὶ περιγενητικὴν ἁπάντων ἡ εἱμαρμένη δύναμιν ἀπόλλυσιν, ἢ ταύτης οἵαν ἀξιοῖ Χρύσιππος οὔσης τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι πολλάκις εἰς τὸ ἀδύνατον ἐμπεσεῖται. Καὶ πᾶν μὲν ἀληθὲς ἀναγκαῖον ἔσται τῇ κυριωτάτῃ πασῶν ἀνάγκῃ κατειλημμένον, πᾶν δὲ ψεῦδος ἀδύνατον, τὴν μεγίστην ἔχον αἰτίαν ἀντιπίπτουσαν αὐτῷ πρὸς τὸ ἀληθὲς γενέσθαι. ᾯ γὰρ ἐν θαλάττῃ πεπρωμένον ἐστὶν ἀποθανεῖν, πῶς ἂν οἷόν τε (1055f) τοῦτον ἐπιδεκτικὸν εἶναι τοῦ ἐν γῇ ἀποθανεῖν; Τί δέ; Τὸν Μεγαροῖ δυνατόν ἐστιν ἐλθεῖν εἰς Ἀθήνας ὑπὸ τῆς εἱμαρμένης κωλυόμενον;

Ἀλλὰ μὴν καὶ τὰ περὶ τῶν φαντασιῶν λεγόμενα νεανικῶς πρὸς τὴν εἱμαρμένην ἐναντιοῦται. Τὴν γὰρ φαντασίαν βουλόμενος οὐκ οὖσαν αὐτοτελῆ τῆς συγκαταθέσεως αἰτίαν ἀποδεικνύειν, εἴρηκεν ὅτι

«Βλάψουσιν οἱ σοφοὶ ψευδεῖς φαντασίας ἐμποιοῦντες, ἂν αἱ φαντασίαι ποιῶσιν αὐτοτελῶς τὰς συγκαταθέσεις· πολλάκις γὰρ οἱ σοφοὶ ψεύδει χρῶνται (1056a) πρὸς τοὺς φαύλους καὶ φαντασίαν παριστᾶσι πιθανήν, οὐ μὴν αἰτίαν τῆς συγκαταθέσεως· ἐπεὶ καὶ τῆς ὑπολήψεως αἰτία τῆς ψευδοῦς ἔσται καὶ τῆς ἀπάτης.»

Ταῦτ´ οὖν ἄν τις ἀπὸ τοῦ σοφοῦ μεταφέρων ἐπὶ τὴν εἱμαρμένην λέγῃ μὴ διὰ τὴν εἱμαρμένην γίνεσθαι τὰς συγκαταθέσεις, ἐπεὶ διὰ τὴν εἱμαρμένην ἔσονται καὶ ψευδεῖς συγκαταθέσεις καὶ ὑπολήψεις καὶ ἀπάται καὶ βλαβήσονται διὰ τὴν εἱμαρμένην, ὁ τοῦ βλάπτειν τὸν σοφὸν ἐξαιρούμενος λόγος ἅμα καὶ τὸ μὴ πάντων αἰτίαν εἶναι τὴν εἱμαρμένην ἀποδείκνυσιν. Εἰ γὰρ μήτε δοξάζουσι μήτε βλάπτονται διὰ τὴν εἱμαρμένην, δῆλον ὅτι οὐδὲ κατορθοῦσιν (1056b) οὐδὲ φρονοῦσιν οὐδ´ ὑπολαμβάνουσι βεβαίως οὐδ´ ὠφελοῦνται διὰ τὴν εἱμαρμένην, ἀλλ´ οἴχεται τὸ πάντων αἰτίαν εἶναι τὴν εἱμαρμένην. Ὁ δὲ λέγων, ὅτι Χρύσιππος οὐκ αὐτοτελῆ τούτων αἰτίαν ἀλλὰ προκαταρκτικὴν μόνον ἐποιεῖτο τὴν εἱμαρμένην, ἐκεῖ πάλιν αὐτὸν ἀποδείξει μαχόμενον πρὸς αὑτόν, ὅπου τὸν μὲν Ὅμηρον ὑπερφυῶς ἐπαινεῖ περὶ τοῦ Διὸς λέγοντα·

«Τῷ ἔχεθ´, ὅττι κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ»

ἢ ἀγαθόν, καὶ τὸν Εὐριπίδην

«Ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς
φρονεῖν λέγοιμ´ ἄν; Σοῦ γὰρ ἐξηρτήμεθα,
δρῶμέν τε τοιάδ´, ἃ σὺ τυγχάνεις φρονῶν·»

(1056b) αὐτὸς δὲ πολλὰ τούτοις ὁμολογούμενα γράφει, τέλος δέ φησι μηδὲν ἴσχεσθαι μηδὲ κινεῖσθαι μηδὲ τοὐλάχιστον ἄλλως ἢ κατὰ τὸν τοῦ Διὸς λόγον, ὃν τῇ εἱμαρμένῃ τὸν αὐτὸν εἶναι. Ἔτι τοίνυν τὸ μὲν προκαταρκτικὸν αἴτιον ἀσθενέστερόν ἐστι τοῦ αὐτοτελοῦς καὶ οὐκ ἐξικνεῖται κρατούμενον ὑπ´ ἄλλων ἐνισταμένων, τὴν δ´ εἱμαρμένην αἰτίαν ἀνίκητον καὶ ἀκώλυτον καὶ ἄτρεπτον ἀποφαίνων αὐτὸς Ἄτροπον καλεῖ καὶ Ἀδράστειαν καὶ Ἀνάγκην καὶ Πεπρωμένην ὡς πέρας ἅπασιν ἐπιτιθεῖσαν.

Πότερον οὖν τὰς συγκαταθέσεις μὴ λέγωμεν ἐφ´ ἡμῖν εἶναι μηδὲ τὰς ἀρετὰς (1056d) μηδὲ τὰς κακίας μηδὲ τὸ κατορθοῦν μηδὲ τὸ ἁμαρτάνειν, ἢ τὴν εἱμαρμένην λέγωμεν ἐλλείπουσαν εἶναι καὶ τὴν πεπρωμένην ἀπεράτωτον καὶ τὰς τοῦ Διὸς κινήσεις καὶ σχέσεις ἀσυντελέστους; Τούτων γὰρ ἕπεται τὰ μὲν τῷ αὐτοτελῆ τὰ δὲ τῷ προκαταρκτικὴν μόνον αἰτίαν εἶναι τὴν εἱμαρμένην. Αὐτοτελὴς μὲν γὰρ αἰτία πάντων οὖσα τὸ ἐφ´ ἡμῖν καὶ τὸ ἑκούσιον ἀναιρεῖ, προκαταρκτικὴ δὲ τὸ ἀκώλυτος εἶναι καὶ τελεσιουργὸς ἀπόλλυσιν. Οὐδὲ γὰρ ἅπαξ ἢ δὶς ἀλλὰ πανταχοῦ μᾶλλον δ´ ἐν πᾶσι τοῖς Φυσικοῖς (1056e) γέγραφε ταῖς μὲν κατὰ μέρος φύσεσι καὶ κινήσεσιν ἐνστήματα πολλὰ γίνεσθαι καὶ κωλύματα, τῇ δὲ τῶν ὅλων μηδέν. Καὶ πῶς εἰς τὰς κατὰ μέρος ἡ τῶν ὅλων διατείνουσα κίνησις, ἐμποδιζομένων καὶ κωλυομένων ἐκείνων, ἀνεμπόδιστος αὐτὴ καὶ ἀκώλυτός ἐστιν; Οὐδὲ γὰρ ἡ τοῦ ἀνθρώπου φύσις ἀνεμπόδιστος, εἰ μηδ´ ἡ τοῦ ποδὸς ἢ τῆς χειρός· οὐδ´ ἡ τῆς νεὼς κίνησις ἀκώλυτος ἂν εἴη, ἂν αἱ περὶ τὸ ἱστίον ἢ τὴν εἰρεσίαν ἐνέργειαι κωλύσεις τινὰς ἔχωσιν. Ἄνευ δὲ τούτων, εἰ μὲν αἱ φαντασίαι μὴ γίνονται καθ´ εἱμαρμένην *** τῶν συγκαταθέσεων· εἰ δ´ ὅτι ποιεῖ φαντασίας ἀγωγοὺς ἐπὶ τὴν συγκατάθεσιν, καθ´ εἱμαρμένην αἱ συγκαταθέσεις γίνεσθαι λέγονται, πῶς οὐ μάχεται πρὸς (1056f) ἑαυτὴν πολλάκις ἐν τοῖς μεγίστοις διαφόρους ποιοῦσα φαντασίας καὶ περισπώσας ἐπὶ τἀναντία τὴν διάνοιαν, ὅτε τοὺς προστιθεμένους τῇ ἑτέρᾳ καὶ μὴ ἐπέχοντας ἁμαρτάνειν λέγουσιν, ἂν μὲν ἀδήλοις εἴκωσι, προπίπτοντας, ἂν δὲ ψευδέσι, διαψευδομένους, ἂν δὲ κοινῶς ἀκαταλήπτοις, δοξάζοντας; Καίτοι δεῖ, τριῶν ὄντων, ἢ μὴ πᾶσαν εἶναι φαντασίαν εἱμαρμένης ἔργον ἢ πᾶσαν παραδοχὴν φαντασίας καὶ συγκατάθεσιν ἀναμάρτητον ἢ μηδ´ αὐτὴν τὴν εἱμαρμένην ἀνεπίληπτον· (1057a) οὐκ οἶδα γὰρ ὅπως ἀνέγκλητός ἐστι τοιαύτας ποιοῦσα φαντασίας, αἷς τὸ μὴ μάχεσθαι μηδ´ ἀντιβαίνειν ἀλλ´ ἕπεσθαι καὶ εἴκειν ἐγκλητόν ἐστι. Καὶ μὴν ἔν γε τοῖς πρὸς τοὺς Ἀκαδημαϊκοὺς ἀγῶσιν ὁ πλεῖστος λόγος αὐτῷ τε Χρυσίππῳ καὶ Ἀντιπάτρῳ περὶ τίνος γέγονε; Περὶ τοῦ

«Μήτε πράττειν μήθ´ ὁρμᾶν ἀσυγκαταθέτως, ἀλλὰ πλάσματα λέγειν καὶ κενὰς ὑποθέσεις τοὺς ἀξιοῦντας οἰκείας φαντασίας γενομένης εὐθὺς ὁρμᾶν μὴ εἴξαντας μηδὲ συγκαταθεμένους.»

Αὖθις δέ φησι Χρύσιππος καὶ τὸν θεὸν ψευδεῖς ἐμποιεῖν φαντασίας καὶ τὸν σοφόν, (1057b) οὐ συγκατατιθεμένων οὐδ´ εἰκόντων δεομένους ἡμῶν, ἀλλὰ πραττόντων μόνον καὶ ὁρμώντων ἐπὶ τὸ φαινόμενον· ἡμᾶς δὲ φαύλους ὄντας ὑπ´ ἀσθενείας συγκατατίθεσθαι ταῖς τοιαύταις φαντασίαις. Ἡ δὲ τούτων τῶν λόγων ταραχὴ καὶ διαφορὰ πρὸς αὑτοὺς οὐ πάνυ δυσθεώρητός ἐστιν. Ὁ γὰρ οὐ δεόμενος συγκατατιθεμένων ἀλλὰ πραττόντων μόνον, οἷς ἐνδίδωσι τὰς φαντασίας, εἴτε θεὸς εἴτε σοφός, οἶδεν ὅτι πρὸς τὸ πράττειν ἀρκοῦσιν αἱ φαντασίαι καὶ παρέλκουσιν αἱ συγκαταθέσεις· ὡς εἴ γε γινώσκων ὅτι πρακτικὴν ὁρμὴν οὐ παρίστησι φαντασία δίχα συγκαταθέσεως, ψευδεῖς ἐνεργάζεται καὶ πιθανὰς φαντασίας, ἑκὼν αἴτιός ἐστι (1057c) τοῦ προπίπτειν καὶ ἁμαρτάνειν ἀκαταλήπτοις συγκατατιθεμένους.