Μετάβαση στο περιεχόμενο

Παρεκβολαί εις την Ομήρου Ιλιάδα/Εκ των της χι

Από Βικιθήκη
Παρεκβολαὶ εἰς τὴν Ὁμήρου Ἰλιάδα
Συγγραφέας:
Ἐκ τῶν τῆς χῖ


ΕΚ ΤΩΝ ΤΗΣ ΧΙ

[560] Ὅτι τῆς χῖ ῥαψῳδίας, ἐμμέτρως μὲν εἰπεῖν, ἡ περιπέτεια τοιαύτῃ· Χῖ, Θέτιδος γόνος ὠκὺς ἀπώλεσεν Ἕκτορα δῖον. ἄλλως δέ· Ἕκτορος ἀναίρεσις.

(v. 13) Ὅτι ἐν ἄλλοις μὲν ἑστάναι τινὰς εἶπε τεθηπότας καθὰ νεβρούς, ἐνταῦθα δὲ τοὺς Τρῶας ὁμοίως λέγει πεφευγέναι. φησὶ γὰρ "ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ ἱδρῶ ἀπεψύχοντο, πίον τε ἀκέοντό τε δίψαν, κεκλιμένοι καλῇσιν ἐπάλξεσιν". ὡς γὰρ προερρέθη, δίψῃ καρχαλέοι ἔφευγον. ὕδατος δὲ δηλονότι ἔπιον, εἰ καὶ ὁ ποιητὴς αὐτὸ σιωπᾷ συνεπισπεύδων τοῖς γινομένοις, ὃς καὶ στενοτάτῃ παραβολῇ διὰ ὁμοίαν συντομίαν ἐχρήσατο. [Ἰστέον δὲ ὅτι, ὥσπερ ἐν τῷ πιεῖν καὶ πίε, οἷον "Κύκλωψ, τῆ πίε οἶνον", καὶ ἐν ἄλλοις δὲ τοιούτοις, συστέλλεται τὸ ι λόγῳ παραληγούσης δευτέρου ἀορίστου, οὕτω κἀνταῦθα ἐν τῷ "πίον τ' ἀκέοντό τε δίψαν". οὗ δὴ ῥήματος διττὴ διάθεσις. ἢ γὰρ "πίον καὶ ἀκέοντο". ἢ "πίοντο καὶ ἀκέοντο", παθητικῷ σχήματι ἄμφω. καὶ οὕτω μὲν ταῦτα. ἐν δὲ τῷ "πιόμεν' ἐκ βοτάνης", ἤγουν μέλλοντα πιεῖν, ἐκτείνεται τὸ κατάρχον δίχρονον. Ἔτι ἰστέον καὶ ὅτι οὐ μόνον πίω καὶ πίομαι, ἀλλὰ καὶ πιοῦμαι, Ἀριστοφάνης "πικρότατον οἶνον τήμερον [561] πιῇ". ὡς δὲ κοινόν ἐστι ῥῆμα τὸ πίω, πέφηνε πολλαχοῦ. διὸ οὐ μόνον αὐθυποτάκτου λόγῳ τὸ πίωμαι μεγεθύνει τὴν παραλήγουσαν παρὰ τοῖς ὕστερον, ἀλλὰ καὶ συστέλλει κατὰ τὸ τίω τίομαι. δηλοῖ δὲ τὴν κοινότητα τοῦ πίω καὶ ὁ "πίσω" μέλλων παρὰ Πινδάρῳ, καθὰ προερρέθη, καὶ τὸ πίσομαι παρὰ Ἀντιφάνει ἀντὶ τοῦ πίω, ὅθεν καὶ ἡ ἐν Πελοποννήσῳ Πῖσα, καὶ τὰ Ὁμηρικὰ πίσεα.]

(v. 2) Τὸ "ἀπεψύχοντο" ταὐτόν ἐστι τῷ ἀνέψυχον, ὡς καὶ πρὸς ὀλίγων τὸ "ἱδρῶ ἀποψυχθείς", ἀντὶ τοῦ ἀναψύξας. τὸ μέντοι ἀποψύχειν ἐνεργητικῶς λειποψυχίαν ἢ θάνατον δηλοῖ παρὰ τοῖς μεθ' Ὅμηρον. ἐναποψύχειν δέ γε δυσεμφάτως παρ' Ἡσιόδῳ ἔχει. εὕρηται δὲ καὶ ψύχειν παρ' Ὁμήρῳ, καθὰ ἐδηλώθη ἐν τῷ "ἦκα μάλα ψύξασα". Ἀκεῖσθαι δὲ τὸ θεραπεύειν, ἀφ' οὗ καὶ τὸ "ἀκεσταὶ φρένες ἐσθλῶν". δοκεῖ δὲ ἡ λέξις γίνεσθαι παρὰ τὸ ἀκήν, τουτέστιν ἡσύχως, ἐπειδὴ πᾶσα σώματος θεραπεία ἡσυχίαν περιποιεῖται ταράχου τινός. ἐκ τοῦ τοιούτου δὲ ῥήματος Φρύγες ἀκέστην καλοῦσι τὸν ἰατρόν, ὥς φασιν οἱ παλαιοί. ὅτι δὲ ἀκεῖσθαι καὶ τὸ ῥάπτειν ἐλέγετο, ἐτίθετο δὲ ἡ λέξις καὶ ἐπὶ νηῶν περιποιήσεως, δεδήλωται καὶ ἀλλαχοῦ.

(v. 3) Τὸ δὲ "κεκλιμένοι καλαῖς ἐπάλξεσιν" ἀντὶ τοῦ περιεχόμενοι καὶ κρυπτόμενοι ἐπὶ προμαχώνων. καὶ τὸ μὲν "καλαῖς" εὐείδειάν τινα καὶ κάλλος δηλοῖ, ὡς εἰκός, κτίσματος, ἔπαλξις δὲ ἀπὸ τοῦ ἄλκω ἄλξω, τὸ βοηθῶ, ἐφ' ἧς ἀλκοῦσι τῇ πόλει οἱ μαχόμενοι. ἐκ δὲ τοῦ ῥηθέντος ἄλξω καὶ τὸ ἄλξ ἀλκός ἀλκί παρήγαγόν τινες, ὡς καὶ προδεδήλωται. Καὶ οἱ Τρῶες μὲν οὕτω πεφυζότες ἐποίουν,

(v. 3 s.) "αὐτὰρ Ἀχαιοί", φησί, "τείχεος ἆσσον ἴσαν", ὅ ἐστιν ἐπορεύθησαν, "σάκε' ὤμοισι κλίναντες", ὡς οἷα τειχομαχήσοντες, εἰ καὶ τὰ ἐφεξῆς ἐπὶ τῷ Ἕκτορι συμβεβηκότα διεκώλυσαν, [562] εὐμεθόδως καὶ τοῦτο πλασαμένου τοῦ ποιητοῦ. [(v. 4) Ἰστέον δὲ ὅτι τὸ ῥηθὲν "ἴσαν" ἢ ἀπὸ τοῦ ἴω ἐνεστῶτος γίνεται, οὗ πληθυντικὸν πολλαχοῦ τὸ "ἴομεν" ἵνα ᾖ ὡς ἐκ τοῦ τίω τὸ ἔτισαν, οὕτω καὶ τὸ ἴω ἴσαν, ἢ ἐκ τοῦ ἶμι, τοῦ παραληγομένου μόνῳ διχρόνῳ, ἵνα ᾖ ὡς τίθημι θέσαν, οὕτω καὶ ἶμι ἴσαν. ὅτι δὲ διττῶς ἐστιν εἶμι ἀντὶ τοῦ ἔρχομαι διὰ διφθόγγου, καὶ πάλιν ἶμι διὰ τοῦ ι, παραδιδόασιν οἱ Τεχνικοί. καινὸν δὲ οὐδὲν διφορεῖσθαι, ὡς εἴρηται, τὸ εἶμι, ὅπουγε διφόρησιν ἔχει καὶ τὸ πρωτότυπον αὐτοῦ. ἔστι γὰρ εἴω, τὸ πορεύομαι, διὰ διφθόγγου, οὗ δεύτερος ἀόριστος τὸ ἴῃς καὶ ἴωμεν, τὰ αὐθυπότακτα, καὶ ἐκ τοῦ τοιούτου εἴω τὸ διὰ διφθόγγου εἶμι. ἔστι δὲ καὶ ἕτερον ἴω διὰ μόνου διχρόνου ὡς τὸ τίω, οὗ πληθυντικόν, ὡς πρὸ βραχέων ἐρρέθη, τὸ κοινὸν ἴομεν ὡς τίομεν, καὶ ἐκ τοῦδε τοῦ ἴω τὸ ἕτερον, ἶμι, οὗ κατάρχει μόνον τὸ ι.]

(v. 5 s.) Ὅτι τῶν ἄλλων Τρώων, ὡς ἐρρέθη, πεφοβημένων εἰς ἄστυ μόνος ὁ Ἕκτωρ ἔξω ἔμεινε κακοτυχῶς. φησὶ γοῦν "Ἕκτορα δ' αὐτοῦ μεῖναι ὀλοὴ μοῖρ' ἐπέδησεν Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων". τοῦτο δὲ προαναφώνησιν ἔχει ἐν τῷ "ὀλοὴ μοῖρα", ὡς μικρὸν ὅσον ἀπολουμένου τοῦ Ἕκτορος. μοῖρα δὲ πάντως ὀλοὴ πρὸς διαστολὴν εἴρηται μοίρας ἑτεροίας, ἀφ' ἧς καὶ Ἀτρείδης μοιρηγενής. [Ὅρα δὲ τὸ "ἐπέδησε", δι' οὗ δηλοῦται ἢ ὅτι στερρῶς ὁ Ἕκτωρ ἔστη, ὡς εἰ καὶ πεπέδητο, οἷα δηλαδὴ θρασύς, ἢ ὅτι ἄκων ἔστη διὰ τῆς μοίρας. ἀκούσιον γὰρ τὸ πεδεῖσθαι.]

(v. 8-13) Ὅτι ὁ διωκόμενος ὑπὸ χείρονος κρείττων ἢ καὶ θειότερός τις αὐτὸς ὤν, εἴποι ἂν σιγήσας τινὰ τῶν τοῦ ποιητικοῦ Ἀπόλλωνος πρὸς Ἀχιλλέα "τίπτε με ποσσὶ ταχέεσσι διώκεις αὐτὸς θνητὸς ἐών"; οὐδέπω με [563] ἔγνως οἷός εἰμι, "σὺ δ' ἀσπερχὲς μενεαίνεις. οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι". λέγει δὲ μόρσιμον ἀπολύτως ἐνταῦθα ὁ ποιητὴς τὸν μοίρᾳ ὑποκείμενον. [Παραγωγὴ δὲ αὐτοῦ μείρω μερῶ μέμορκα, μέσος μέμορα, ἐξ οὗ μέμορμαι μέμορσαι. ὅθεν ὁ μόρσιμος κατ' ἀναλογίαν τῶν διὰ τοῦ ιμος παραγώγων, ὧν τινα καὶ διὰ τοῦ χιμος καινότερον παράγονται. οὕτω Αἰσχύλος πέπλους μελαγχίμους φησίν, ἕτερος δέ τις μελάγχιμα συκάμινα, ἐν τῷ "λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχίμοις", ὅπερ ἐστὶ μέλασι, "καὶ μιλτοπρέποις", ἤγουν ἐρυθροῖς, "βρίθεται ταὐτοῦ χρόνου".]

(v. 15-20) Ὁ δὲ ὑπό τινος μεγάλου ἐμποδιζόμενος ἀμύνεσθαί τινας ἐρεῖ ἂν "ἐβλαψάς με, ὀλοώτατε πάντων, καὶ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δ' ἐσάωσας ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γ' ἔδδεισας ὀπίσσω. ἦ σ' ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη". Ἀχιλλεὺς δὲ ταῦτα πρὸς Ἀπόλλωνά φησιν, ὃν καὶ θεῶν ὀλοώτατον προσεῖπεν, ὅπερ ἐστί, φασίν, ἐφερμηνευτικὸν τῆς αὐτοῦ κλήσεως. Ἀπόλλων γὰρ φαίνεται λέγεσθαι ὡς ὀλοός, ὅτε λοιμοῦ ἐστιν αἴτιος. ἐκ τοῦ ὄλλειν γὰρ καὶ ὁ Ἀπόλλων, ὡς καὶ ὁ ὀλοός. τινὲς δὲ γράφουσι "δολοώτατε", διότι δόλῳ πρὸ μικροῦ τὸν Ἀχιλλέα ἔθελγεν. ἔχει δέ τι καὶ σκωπτικὸν ἀστεῖον τὸ "θεῶν ὀλοώτατε πάντων". Φοίβου γὰρ εἰπόντος "οὐδέ νύ πώ με ἔγνως ὡς θεός εἰμι" λέγει Ἀχιλλεὺς γνῶναι αὐτὸν οὐ θεὸν δοτῆρα ἑάων ὡς ἀγαθοδότην, ἀλλὰ θεῶν ὀλοώτατον.

(v. 9) Τὸ δὲ πω [564] ὀξύνεται ἐν τῷ "οὐδέ νύ πώ με ἔγνως", ἤγουν οὔπω με ἐνόησας, ὥστε καλῶς ἐξ αὐτοῦ γεγονὸς τὸ πώποτε προπαροξύνεται.

(v. 11) Ἐν τούτοις δὲ κεῖται καὶ πόνος ἡ κακοπάθεια. φησὶ γὰρ "οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας", εἰς ἄστυ ἀλέντας.

(v. 12) Εἴληπται δὲ καὶ τὸ λιασθῆναι" οὐκ ἐπὶ τοῦ φυγεῖν συνήθως, ἀλλὰ παρεκκλῖναι. λέγει γάρ "σὺ δὲ δεῦρο λιάσθης", ἤγουν ἐξετράπης τῆς εὐθείας ὁδοῦ πλαγιάσας. Τὸ δὲ "ἔβλαψας" καὶ νῦν ἐνθύμιον ἐμποδισμοῦ ἔχει κατὰ κυριολεξίαν. λιασθεὶς γὰρ ὁ Ἀχιλλεὺς, ὡς ἐρρέθη, καὶ τραπεὶς ἀπὸ τείχεος βλαβῆναι ὑπὸ Ἑκαέργου φησίν, αὐχῶν καὶ ὡς, εἰ μὴ οὕτως ἐπλαγίασε, πολλοὶ ἂν "γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι". ἔστι δὲ γαῖαν ὀδὰξ ἑλεῖν τὸ φονευθῆναι, ὡς πλεισταχοῦ ἡρμήνευται.

(v. 21-24) Ὅτι ὁ Ἀχιλλεὺς "προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει, σευάμενος ὥς θ' ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν, ὃς ῥά τε θέῃσι τιταινόμενος πεδίοιο. ὣς Ἀχιλλεὺς λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα", ὡς καὶ ἐν ἄλλοις κεῖται. φρονεῖ δὲ μέγα ὁ ἥρως οἷα ἐς τοσοῦτον ἀγαγὼν κινδύνου τοὺς Τρῶας, ὡς θεῶν ἐπικουρίας δεῖσθαι αὐτούς.

(v. 22) Ἵππον δ' ἐνταῦθα οἱ παλαιοὶ κέλητα δεῖν φασι νοεῖσθαι διά τε τὸ ἄνετον τοῦ τοιούτου ἵππου εἰς δρόμον, καὶ διότι εἷς, φασίν, ἵππος ὄχημα οὐχ' ἕλκει. ὥστε κατ' αὐτοὺς στικτέον εἰς τὸ "ἀεθλοφόρος", ὅ ἐστι νικητὴς λαβὼν ἔπαθλα, εἶτα συναπτέον τοῖς ἐφεξῆς τὸ "σὺν ὄχεσφιν", ἵνα λέγῃ, ὅτι ἔθεεν ὁ Ἀχιλλεὺς ὡς ἵππος ἄνετος δόκιμος, ὃς ὅτε καὶ εἰς ἅρμα ζευχθῇ, σὺν ὄχεσφι ῥεῖα θέει. Καὶ σημείωσαι ὅτι ἐπὶ Πάριδος μὲν ὁ ποιητὴς ἠγλαϊσμένην ἀπὸ ἵππου παραβολὴν [565] ἔφρασεν, ἐνταῦθα δὲ συνθέων οἷον τῷ Ἀχιλλεῖ καὶ ἐμβρίθειαν δὲ σῴζων ἁπλῶς οὕτω ἵππῳ νικητῇ παρεικάζει τὸν Ἀχιλλέα εἰς τάχος, οὐ μὴν κριθιῶντι καὶ φιλολείμωνι.

(v. 25-32) Ὅτι φροντιστικὸς εἰκότως ὢν ὁ γέρων Πρίαμος, καθά που καὶ ὁ γέρων Νέστωρ, πρῶτος τὸν Ἀχιλλέα εἶδεν "ὀφθαλμοῖσι παμφαίνοντα ὥς τ' ἀστέρ' ἐπεσσύμενον πεδίοιο, ὃς ῥά τ' ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ φαίνονται πολλοῖσι μετ' ἄστρασι νυκτὸς ἀμολγῷ, ὅν τε κύν' Ὠρίωνος ἐπίκλησιν καλέουσι. λαμπρότατος μὲν ὅ γ' ἐστί, κακὸν δέ τε σῆμα τέτυκται. καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν· ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσι θέοντος". καὶ ἐνταῦθα μὲν Ὅμηρος οὕτω τὴν λαμπηδόνα τῶν Ἀχιλλέως ὅπλων κυνάστρῳ εἴκασεν, ὅπερ οὐ μόνον ἀρίζηλον ταῖς αὐγαῖς, ἀλλὰ κακοποιὸν τῷ πυρετῷ. ἐν δὲ τοῖς ἑξῆς ἀπὸ πυρὸς καὶ ἡλίου παραβολὴν λήψεται καὶ λάμπεσθαι τῷ Ἀχιλλεῖ τὸν χαλκὸν ἐρεῖ ὁμοίως αὐτοῖς, καὶ πρὸ ὀλίγων δὲ πυρὶ αἴθοντι πάλιν αὐτὸν εἴκασεν, ἀλλαχοῦ δὲ πυρσοῖς μεγάλοις, προϊὼν δὲ καὶ τῷ ἑσπέρῳ εἰκάσει αὐτόν, πανταχόθεν ἐπ' αὐτῷ εὑρίσκων, ὡς οἷόν τε, λαμπρὰς παραβολάς.

(v. 27) Ὀπώρα δὲ καὶ νῦν μέρος θέρους τὸ τελευταῖον, μεθ' ὃ τὸ μετόπωρον. Ἀρίζηλοι δέ, ὡς καὶ πρὸ τούτων ἀλλαχοῦ, αἱ ἀρίδηλοι.

(v. 28) Τὸ δὲ "ἄστρασι" μεταπλασμός ἐστιν ἐκ τοῦ ἄστροις, ὡς καὶ αὐτὸ προγέγραπται. Ἀμολγὸν δὲ νῦν μὲν τὸν πρὸς τῷ τέλει τῆς νυκτὸς καιρὸν νοητέον. τηνικαῦτα γὰρ ὁ κύων ἐπιτέλλει, προανατέλλων τοῦ ἡλίου. ἐν δὲ τοῖς ἑξῆς, ὅτε περὶ ἑσπέρου λέγει, ἀμολγὸν πάντως νυκτὸς λέγει τὸ πρὸς ἑσπέραν, ὅθεν καὶ ὁ ἕσπερος παρωνόμασται. ἀμφότεροι δὲ ἀπὸ τοῦ ἀμέλγειν λέγονται ἀμολγοί. καὶ γὰρ καὶ πρὸς ἑσπέραν καὶ ἕω ἀμέλγονται τὰ θρέμματα. ὅτι δὲ καὶ ἄλλως ὁ ἀμολγὸς ἐτυμολογεῖται, ἀλλαχοῦ εἴρηται.

(v. 29) Τὸ δὲ "ἐπίκλησιν" κἀνταῦθα τὸ παρ' ἡμῖν ἐπίκλην λεγόμενον δηλοῖ, συγκοπὲν ἐκ τοῦ ἐπικλήδην, ὅπερ ὅμοιόν ἐστι τῷ ὀνομακλήδην. Ἰστέον δὲ ὡς κύριον μὲν οἷον ὄνομα τὸ ἀστήρ, ἐπίκλησις δὲ τούτου ὥσπερ τὸ κύων ἁπλῶς, οὕτω καὶ τὸ [566] κύων Ὠρίωνος. ὅτι δὲ Ὠρίων[, ὁ καὶ ἀλλαχοῦ ῥηθείς,] κυνηγέτης γενόμενος ἄριστος κατηστέρισται μετὰ θάνατον, ἐνετέθη δὲ ἄστροις καὶ ὁ κύων αὐτοῦ, ὁ μῦθος [πολλαχοῦ] λέγειν τολμᾷ. δῆλον δὲ ὅτι τοῦ τοιούτου κυνὸς ἐπιτέλλοντος πολλοὶ γίνονται καύσωνες. διὸ καὶ κυνοκαύματα ἡ πολλὴ ὁμιλία τούτους φησί.

(v. 30-31) Καὶ διὰ τοῦτο κακὸν σῆμα τοῦτον εἶναί φησιν ὁ ποιητὴς καὶ πυρετὸν φέρειν πολύν, ὃν οἳ μὲν ἀέρος νοοῦσιν ἔκκαυσιν, ὃ καὶ φλέγμα φθάσας εἶπεν ὁ ποιητὴς ὁμωνύμως τῷ φυσικῷ χυμῷ, πυροῦται γὰρ καὶ οἷον ἐκφλέγεται ὁ ἀὴρ κυνὸς ἐπιτέλλοντος, ἕτεροι δὲ οὐ πρὸς μόνην λαμπηδόνα ὅπλων λέγοντες, ἀλλὰ καὶ πρὸς τὸ φθοροποιὸν εἰρῆσθαι τὴν παραβολήν, κυριολεκτεῖσθαί φασι τὸν πυρετόν, ἅπαξ ἐνταῦθα ῥηθέντα. Σημείωσαι δὲ καὶ ὅτι ἐν τῇ ῥηθείσῃ παραβολῇ παραμυθεῖταί πως ὁ ποιητὴς τὸ αὔθαδες ἐκεῖνο χωρίον, ἐν ᾧ ἐτόλμησε πυρὶ ἐκκαῦσαι τὸν Ἀχιλλέα πρὸς Τρώων ἐκφόβησιν, μονονουχὶ λέγων ὅτι, ὥσπερ νῦν τὴν ἄγαν πολλὴν λαμπρότητα τῶν ὅπλων ἀστέρι φοβερῷ εἴκασα, οὕτω καὶ ἐκεῖ ὅμοιόν τι νοητέον. διὰ τοῦτο δὲ καὶ ταῖς ἀπὸ πυρὸς πλεονάζει παραβολαῖς ἐπὶ Ἀχιλλέως, ἵνα καὶ ἐκεῖνο δόξειε πιθανόν.

(v. 33-37) Ὅτι ᾤμωξεν ὁ γέρων Πρίαμος, "κεφαλὴν δ' ὅ γε κόψατο χερσὶν ὑψόσ' ἀνασχόμενος, μέγα δ' οἰμώξας ἐγεγώνει λισσόμενος φίλον υἱόν", ἐλεεινὰ προσαυδῶν, "χεῖρας ὀρεγνύς". καὶ ᾤμωξε μὲν καὶ πρὸ ὀλίγων, νῦν δὲ ἀναγκαίως μέγα ᾤμωξεν, ὁρῶν ὡς ὁ Ἕκτωρ "προπάροιθε πυλάων εἱστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι". Καὶ ὅρα ὅπως περιπαθῶς τῶν ἐν τοῖς ἑξῆς ἠθοπεποιημένων τοῦ γέροντος λόγων κοπετὸς καὶ ἄσημος οἰμωγὴ προηγεῖται, καθὰ καί τι παθητικὸν προοίμιον.

(v. 38-53) Οἱ δὲ λόγοι τοῦ ἐλεεινοῦ τούτου ῥήτορος τοιοῦτοι, ἀφελῶς ἠργμένοι ὡς τὸ πάθος ὑπηγόρευεν "Ἕκτορ, μή μοι μίμνε, φίλον τέκος, ἀνέρα τοῦτον οἶος ἄνευθ' ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς Πηλείωνι δαμείς· ἐπειὴ πολὺ φέρτερός ἐστι, σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο, ὅσσον ἐμοί· τάχα κέν ἑ", ἤγουν ταχὺ ἂν αὐτόν, "κύνες καὶ γῦπες ἔδονται κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι, ὅς μ' υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε κτείνων καὶ περνὰς νήσων ἐπὶ τηλεδαπάων. καὶ γὰρ νῦν δύο παῖδε, Λυκάονα καὶ Πολύδωρον, οὐ δύναμαι ἰδέειν Τρώων εἰς [567] ἄστυ ἀλέντων, τούς μοι Λαοθόη τέκετο, κρείουσα γυναικῶν. ἀλλ' εἰ μὲν ζώουσι μετὰ στρατῷ", ἢ μετὰ στρατόν, "ἦ τ' ἂν ἔπειτα χαλκοῦ τε χρυσοῦ τ' ἀπολυσόμεθα", ἐγὼ δηλαδὴ καὶ ἡ Λαοθόη, "ἔστι γὰρ ἔνδον· πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης. εἰ δ' ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν", εἰσὶ δηλαδή, "ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι, τοὶ τεκόμεσθα".

(v. 54-76) Εἶτα εἰπών, ὅτι τοῖς δ' ἄλλοις ὀλίγον ἄλγος ἔσται, εἰ μὴ καὶ σὺ θάνῃς ὑπὸ τῷ Ἀχιλλεῖ, φησὶ κατὰ λόγον ῥητορικῆς ἀξιώσεως "ἀλλ' εἰσέρχεο τεῖχος, ἐμὸν τέκος, ὄφρα σαώσῃς Τρῶας καὶ Τρῳάς, μηδὲ μέγα κῦδος ὀρέξῃς Πηλείδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς. πρὸς δέ με", ἢ πρὸς δ' ἐμέ, "τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέησον, δύσμορον, ὃν Ζεὺς ἐπὶ γήραος οὐδῷ αἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλ' ἐπιδόντα, υἷάς τ' ὀλλυμένους ἑλκηθείσας τε θύγατρας καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι· ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν. αὐτὸν δ' ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται, οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας πυλαωρούς, οἵ κ' ἐμὸν αἷμα πίνοντες", ἢ "πιόντες, ἀλύσσοντες περὶ θυμῷ, κείσοντ' ἐν προθύροισι. νέῳ δέ τε πάντ' ἐπέοικεν ἄρηϊ κταμένῳ", ἢ συνθέτως "ἀρηϊκταμένῳ, δεδαϊγμένῳ ὀξέϊ χαλκῷ, κεῖσθαι. πάντα δὲ καλὰ θανόντι περ ὅττι φανείη. ἀλλ' ὅτε δὴ πολίον τε κάρη πολιόν τε γένειον αἰδῶ τ' αἰσχύνωσι κύνες κταμένοιο γέροντος, τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν. ἦ ῥα", ἤγουν ἔφη ὁ γέρων, "πολιὰς δ' ἀνὰ τρίχας ἕλκετο χερσὶ τίλλων ἐκ κεφαλῆς, οὐδ' Ἕκτορι θυμὸν ἔπειθε". διὸ καὶ κακὸν αὐτῷ τέλος ἔσται, μὴ πεισθέντι ἀνδρὶ καὶ πατρὶ καὶ συνετῷ. καὶ οὐ μόνον πείσεται κακῶς, ἀλλὰ καὶ πρὸ τοῦ παθεῖν μεταμελήσεται, ὡς ἐν τοῖς ἑξῆς δηλωθήσεται. τὰ δὲ κατὰ μέρος τοῦ χωρίου τούτου τοιαῦτα.

(v. 33) Τὸ μὲν "κόψατο χερσίν" ἀρχή ἐστι τοῦ λέγειν ἐλλειπτικῶς κόπτεσθαι, τὰ σκωπτικά. τὸ μέντοι κόπτειν κοινῶς μὲν καὶ διαίρεσίν τινα δηλοῖ, ὥσπερ καὶ τὸ κατακόπτειν. Ἀττικὸς δὲ ἀνὴρ τὸ κρούειν καὶ τὸ πλήττειν κόπτειν φησίν, ὡς τὸ "τίς ἐσθ' ὁ κόπτων τὴν θύραν"; Ἰστέον δὲ ὅτι [568] τὸ "ᾤμωξε", καὶ "ἐκόψατο τὴν κεφαλήν", καὶ "ἐγεγώνει λισσόμενος" ἐπιλογικὰ μέν εἰσιν, ὁ δὲ γέρων Πρίαμος ὑπὲρ τέχνην ἐξ αὐτῶν προοιμιάζεται, ἵνα πρὸ τοῦ λοιποῦ λόγου ἔλεον εἰσβαλὼν τῇ ψυχῇ τοῦ Ἕκτορος, οἷς ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς, εὐμαρέστερον αὐτὸν ἰσχύσῃ πείσειν, εἰ καὶ μὴ ἔπεισεν, ὡς εἴρηται.

(v. 34) Τὸ δὲ "ὑψόσε ἀνασχόμενος", ὅ ἐστιν ἀνατείνας τὰς ῥηθείσας χεῖρας, λέγεται καὶ ἀνασχὼν κατὰ συνήθη διφόρησιν. Τὸ δὲ "ἐγεγώνει" τὸ ἐξάκουστον δηλοῖ τῆς οἰμωγῆς. δεδήλωται γὰρ ὡς τὸ γεγωνεῖν γνωστὴν φωνὴν σημαίνει.

(v. 37) Τὸ δὲ "χεῖρας ὀρεγνύς" ταὐτόν ἐστι τῷ "ὑψόσε ἀνασχόμενος".

(v. 39) Τὸ δὲ "ἄνευθεν ἄλλων" διασαφητικόν ἐστι τοῦ "οἶος", ἵνα μὴ ἐπ' ἄλλης ἑρμηνείας νοηθῇ. ταὐτὸν γὰρ εἰπεῖν οἶον, ἤγουν μόνον καὶ ἄνευθεν ἄλλων. Τὸ δὲ "πότμον ἐπίσπῃς" νῦν ἐπὶ Ἕκτορος προσφυέστατον, οὐ κατ' ἀνάγκην κινδυνεύοντος, ἀλλ' οἷον ἐφεπομένου ἑκοντὶ τῷ θανάτῳ.

(v. 40) Τὸ δὲ "πολὺ φέρτερός ἐστι" φιλαλήθη τὸν γέροντα παριστᾷ, ὃς ἵνα πείσῃ τὸν υἱὸν εἰσελθεῖν τὴν πόλιν, ἀποφαίνεται ὑπερτεθεῖσθαι αὐτοῦ τὸν Πηλείωνα.

(v. 41-43) Ἐπεὶ δὲ ὁ τοῦ Ἀχιλλέως ἔπαινος ἐλύπει τὸν Ἕκτορα διὰ τὸ δοκεῖν ἐκεῖνον τῷ Πριάμῳ φιλεῖσθαι, εὔχεται ἀφελῶς ἅμα καὶ βαρέως ὁ γέρων κατὰ τοῦ Ἀχιλλέως, ὁποῖα τὰ τῶν ἀγωνιώντων, τὸ "αἴθε θεοῖς φίλος τόσσον γένοιτο" καὶ τὰ ἑξῆς. ἐν οἷς τῆς τοιαύτης φιλίας τὸ τέλος διασαφῶν ἔργον αὐτῆς εἶναί φησι τὸ ὑπὸ κυνῶν τὸν Ἀχιλλέα βρωθῆναι ἂν ταχὺ καὶ γυπῶν. οὕτω βορὸν ἡ τοιαύτη φιλία, ἣν οὐκ ἂν ἐκ Διὸς ἔχειν ὁ Ἀχιλλεὺς εὔξαιτο, ἐπεὶ μηδὲ κατ' αὐτὴν Ζεὺς φίλος λέγεται. Ἰστέον δὲ καὶ ὅτι ἐνδιαθετώτερον ἡ εἰρημένη ἔχει ἀρὰ ἤπερ τὸ "θεὸς δέ ἑ σιφλώσειεν", ὃ καὶ αὐτὸ τοῦ Ἀχιλλέως κατηύξατό τις, καὶ ὅτι σκοπὸς μὲν τῆς δεδηλωμένης εὐχῆς τὸ "αἴθε μισηθείη θεοῖς ὁ Ἀχιλλεύς". ἄλλως μέντοι ἐνδείκνυται ὅτι φιλεῖται θεοῖς.

(v. 41) Τὸ δὲ "σχέτλιος" σφοδρότητα καὶ νῦν δηλοῖ, δι' ἧς ἀκατάσχετός τίς ἐστι καὶ οὐκ [569] εἰδὼς τλῆναι ὁ Ἀχιλλεύς.

(v. 44) Τὸ δὲ "πολλῶν τε καὶ ἐσθλῶν" αὔξησιν δυστυχίας δηλοῖ. οὐ γὰρ ἁπλῶς υἱῶν, οὐδ' ἁπλῶς πολλῶν, ἀλλὰ καὶ ἐσθλῶν ἐστέρησεν ὁ Ἀχιλλεὺς τὸν Πρίαμον. οὕτω καὶ ἐν Ὀδυσσείᾳ βασιλικῆς δυνάμεως ἐδηλώθη αὔξησις τὸ πολὺν καὶ ἄριστον τετάχθαι λαὸν ὑπό τινι. Εὖνιν δὲ τὸν ἐστερημένον λέγει καὶ μεμονωμένον, παρὰ τὴν ἑνὸς γενικήν, πλεονασμῷ τοῦ υ. τινὲς δέ φασιν ὅτι παρὰ τὴν εὐνὴν ὁ εὖνις γίνεται, οἱονεὶ ὁ ἡσυχάζων ὡς ἐν εὐνῇ καὶ ἀπρακτῶν ὡς εὐναζόμενος, ἀφ' οὗ ὁ ἠρημωμένος καὶ ἐστερημένος. δῆλον δὲ ὡς ἐκ τοῦ τοιούτου εὔνιδος καὶ εὐνοῦχος ὁ εὖνις τοῦ ὀχεύειν.

(v. 45) Ὅρα δὲ καὶ ὅτι κἀνταῦθα ὁ ποιητὴς ἀναμιμνῄσκει πολλοὺς τῶν Τρωϊκῶν αἰχμαλώτων πέρνασθαι, ἤτοι πωλεῖσθαι, εἰς κέρδος τοῖς Ἀχαιοῖς. προοικονομεῖ δὲ ἡ τοιαύτη λαλιὰ καὶ νῦν, ὡς καὶ ἐν τοῖς πρὸ τούτων καὶ ἐν τοῖς ἑξῆς δέ, τὴν τοῦ Ἕκτορος καὶ τεθνεῶτος ἐξώνησιν ὑπὸ τοῦ γέροντος πατρός. Σημείωσαι δὲ ὅτι τὸ περᾶν μετὰ τοῦ νῦ μὲν προενεχθὲν ἐπὶ τοῦ πωλεῖν λαμβάνεται, δίχα δὲ τοῦ νῦ καὶ ἑτέρας σημασίας προβάλλεται, ὡς προδεδήλωται.

(v. 48) Ὅρα δὲ καὶ ὅτι προσπαθῶς ὁ γέρων ἔχει περὶ τὴν παλλακὴν Λαοθόην καὶ τοὺς ἐξ αὐτῆς παῖδας, ἴσως μὲν καὶ διὰ τὸ εἶδος, εὐειδὴς γὰρ ἔοικεν εἶναι, καθὰ ὑποδηλοῖ καὶ τὸ αὐτῆς ὄνομα, δι' οὗ σημαίνεται λαὸν θέειν ἐπ' αὐτήν, ὡς δ' ἐνταῦθα λέγεται, καὶ ὅτι κρείουσα ἦν γυναικῶν, ὅπερ ἐστὶ θηλυκὸν τοῦ κρείοντος, καὶ διότι καὶ πολύπροικος, ὅπερ ὁ ποιητὴς ἐπὶ Ἀνδρομάχης "πολύδωρος" μετ' ὀλίγα ἐρεῖ. Ὅρα δὲ καὶ ὅτι Λαοθόης μνησθεὶς ὁ Πρίαμος, οὐ μὴν ἀλλὰ καὶ υἱῶν καὶ θυγατέρων καὶ νυῶν, Ἑκάβης οὐδαμοῦ ἐμνήσθη. τοῦτο δ' ἐποίησεν ἢ συγχεθεὶς τὴν ψυχήν, δι' αὐτὸ γὰρ οὐδὲ τῆς Ἀνδρομάχης ἔσχε μνήμην, ἢ καὶ διότι καὶ αὐτὴ παροῦσα ἡ Ἑκάβη ἔχει ἀρκούντως ὑπὲρ ἑαυτῆς λαλῆσαι ἃ ἐθέλει, ὡς δηλωθήσεται.

(v. 46 s.) Τὸ δὲ "δύο οὐ δύναμαι ἰδέειν" ὅμοιόν ἐστι τῷ ὑπὸ Ἑλένης ἀλλαχοῦ εἰρημένῳ "δοιὼ δ' οὐ δύναμαι ἰδέειν".

(v. 49) Τὸ δὲ "μετὰ στρατῷ" καινότερον δοτικῇ συντέτακται, ληφθὲν ἀντὶ τοῦ ἐν στρατῷ.

(v. 70) Οὕτω δὲ καὶ τὸ "ἀλύσσοντες περὶ θυμῷ". αὐτὸ μέντοι δοκεῖ λέγειν, ὅτι ἀλύσσοντες περισσῶς ἐν θυμῷ

(v. 50) Τὸ δὲ "ἀπολυσόμεθα" συγγενές ἐστι τῷ λυσόμεθα καὶ λυσόμενος καὶ "οὐδ' ἀπέλυσε" καὶ τοῖς τοιούτοις, ἐξ ὧν τὸ λύτρον [570] παράγεται. [Δῆλον δ' ὅτι κἀνταῦθα περιττὴ ἡ ἀπο πρόθεσις, καθὰ καὶ ἐν τῷ ἀπομηνίσαι καὶ ἐν ἄλλοις μυρίοις, ὧν ἐστι καὶ τὸ ἀποσκοτοῦσθαι, ἤτοι ζοφοῦσθαι, ἀφ' οὗ τὸ "ἀπεσκοτώθη τὸν νοῦν".]

(v. 51) Ὀνομάκλυτος δὲ ὁ καὶ ἐκ μόνου ὀνόματος κλυτὸς καί, ὡς εἰπεῖν, περιώνυμος. ἐκ τούτου διαλέλυται τὸ "εἰρωτᾷς μ' ὄνομα κλυτόν" ἐν Ὀδυσσείᾳ.

(v. 52) Τὸ δὲ "καὶ εἰν Ἀΐδαο δόμοισιν" ἢ περιττῶς κεῖται εἰς ἐκπλήρωμα στίχου, ἢ πρὸς διαστολὴν τῶν ἄλλως λεγομένων θνῄσκειν, ὁποῖόν τι τὸ "γέλῳ ἔκθανον", καὶ τὸ "ἐγχανὼν τεθνήξῃ", τῷ γέλωτι δηλαδή, καὶ τὸ τραγικὸν "εἰ καὶ ζῇς θανών", καὶ τὸ "τέθνηκε τὰ τῆς πόλεως πράγματα", καὶ τὸ "ἅμ' ἠλέηται καὶ τέθνηκεν ἡ χάρις", καὶ τὸ "τέθνηκα συμφορᾶς ὕπο", καὶ τὸ λέγεσθαί τινα γραῦν μὴ ζῆν, ἐπεὶ κατατέτηκε γήρᾳ ἢ κατασέσηπεν, ἤδη δὲ καὶ τὸ "βόες ἀποτέθνασαν ἤδη", οἳ οὐκ ἂν εἶεν ἐν Ἅιδου δόμοις. [(v. 53) Τὸ δὲ "τοὶ τεκόμεθα", ἤγουν οἳ ἐτέκομεν, ἀκριβῶς πρόσκειται, ἵνα μὴ νοοῖτο ἴσως ἡ Λαοθόη ἐξ ἄλλου ἀνδρὸς γενέσθαι μήτηρ τῶν εἰρημένων παίδων, ἀλλ' ἐξ αὐτοῦ Πριάμου.]

(v. 56-59) Ὅρα δὲ καὶ ὅτι χρῴζων εὐσχημόνως τὸν λόγον ὁ γέρων παρακαλεῖ τὸν Ἕκτορα εἰσέρχεσθαι τὸ τεῖχος, οὐ διὰ φόβον δῆθεν, οὐδ' ἵνα σωθῇ αὐτός, ἀλλ' ἵνα σαώσῃ τοὺς πολίτας, καὶ μὴ τὸν ἐχθρὸν κυδάνῃ πεσών. ἔτι δὲ καὶ διὰ τὸν πατέρα. Ἔνθα καὶ ὅρα τὰ ῥηθέντα συχνὰ κόμματα διά τε σπουδὴν ῥήτορος καὶ διὰ τὸν τῆς ἠθοποιΐας κανόνα καὶ μάλιστα τῆς παθητικῆς.

(v. 56) Τὸ δὲ "ἐμὸν τέκος" ἐν τοῖς ἑξῆς καὶ τέκνον ἐμὸν ὁ ποιητὴς ἐρεῖ καὶ φίλον υἱὸν καὶ φίλον θάλος, καὶ φίλε τέκνον, Ἀττικῶς, ὡς εἴπερ ἔφη "φίλε υἱέ".

(v. 57) Τὸ δὲ "Τρῶας καὶ Τρῳάς" ἔχει τι κατὰ τὴν φράσιν γλυκύ, εἰ καὶ μέτριον. γοργὸν μέντοι [571] καὶ πάνυ ἐστίν.

(v. 53) Αἰῶνα δὲ καὶ ἐνταῦθα τὴν ἀνθρωπίνην ἔφη ζωὴν καὶ τὸν κατ' αὐτὴν χρόνον κατὰ γένος θηλυκὸν Ἰωνικῶς, ὡς δηλοῖ τὸ φίλης αἰῶνος.

(v. 58) Τοῦ δὲ "ἀμερθῇς" ἀμέρδειν τὸ θέμα, ὃ δηλοῖ στέρησιν μερίδος. ποιητικὸς δὲ ἀνὴρ οὕτω φράζειν φιλεῖ. ὅτι δὲ καὶ σκότωσιν τὸ ἀμέρδειν σημαίνει, δῆλον ἐκ τοῦ "ὄσσε δ' ἄμερδεν αὐγὴ χαλκείη".

(v. 59) Τὸ δὲ "πρὸς δέ με τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέησον" ἐξ ὀκτὼ τοῦ λόγου μερῶν συγκεκρότηται, τυχὸν μὲν σκευωρηθὲν ἐπίτηδες ὑπὸ τοῦ ποιητοῦ, τυχὸν δὲ καὶ ἁπλῶς οὕτω συμπεσόν. παρὰ μέντοι τοῖς μεθ' Ὅμηρον πολλὰ τοιαῦτα ἐπιτετήδευται, ἐν οἷς καί τινος ἀγαθοῦ ἀνδρὸς ἴαμβος οὗτος "ὁ νῦν δὲ σὺν σοὶ καὶ θανὼν ζήσει, Λόγε". Τὸ δὲ "ἔτι φρονέοντα" ἔχει τι ἀστειότητος. αἰνίττεται γὰρ ὡς μικρὸν ὅσον καὶ ἀλλοφρονήσει ὁ γέρων ὑπὸ πένθους, ὅτε οὐδ' ἂν αἴσθοιτο ἐλεούμενος, ἢ καὶ ἀντὶ τοῦ ἔτι ζῶντά με ἐλέησον. τεθνεὼς γὰρ τί ἂν δεοίμην σοῦ; οὕτω καὶ ὁ Ἕκτωρ καλῶς ἂν ἐποίησε τοὺς πατρικοὺς θρήνους δυσωπηθείς. θανὼν γὰρ οὐδὲν τῶν ἐπ' αὐτῷ γόων ἀπώνατο.

(v. 60) Τὸ δὲ "ἐπὶ γήραος οὐδῷ" ταὐτόν ἐστι τῷ "ἐπ' ἐξόδῳ γήρως καὶ βίου". ὁ γὰρ οὐδὸς καὶ εἰσόδῳ καὶ ἐξόδῳ ὑπόκειται. διόπερ ὁ μὲν ὠμογέρων ἐπ' οὐδῷ ἂν εἴη γήραος, ὡς νῦν ἄρτι γηράσκων καὶ εἰσιὼν τὸ γῆρας, ὁ δὲ κατὰ τὸν Πρίαμον πέμπελος ἐπ' οὐδῷ ἐστι γήραος ὡς ὑπέργηρως καὶ ἤδη καὶ αὐτὸ τὸ γῆρας ὑπεξιὼν καὶ πρὸς τῷ θανάτῳ ὤν.

(v. 61) Τὸ δὲ "κακὰ πόλλ' ἐπιδόντα" ὑποσχετικόν ἐστι τῶν ἑξῆς εὐθύς, ἐν οἷς σχῆμα φράζεται ἁλώσεως πόλεως.

(v. 63) Τὸ δὲ "κεραΐζεσθαι" κἀνταῦθα φθορὰν ἁπλῶς καὶ βλάβην δηλοῖ παρὰ τὰ κέρατα. ὅθεν, φασίν, ὁ ἄθυμος καὶ ἀόργητος ἀκέραιος λέγεται ὡς μηδένα κεραΐζων, ὅ ἐστι βλάπτων.

(v. 64) Τὸ δὲ "βαλλόμενα πρὸς τῇ γῇ" ὅμοιόν ἐστι τῷ "ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ". ἐνθυμητέον δὲ ἐνταῦθα καὶ τὴν τοῦ βασιλικοῦ βρέφους τοῦ Ἀστυάνακτος ἀπώλειαν, οὕτω πως γενομένην ἐξ ἄκρου θυμοῦ, ὃν εἰς τοσοῦτον ἔπαθον Ἀχαιοί, ὡς μὴ ἂν φείσεσθαι μηδ' ἐμβρύου, ὃ κατὰ γαστρὸς κεύθει μήτηρ.

(v. 65) Τὸ δὲ "ἑλκομένας νυούς" [572] ὅμοιόν ἐστι τῷ "ἑλκηθείσας θύγατρας", πλὴν ὅσον ἐκεῖνο μὲν περισπωμένης ἐστὶ συζυγίας. ἑλκῶ γὰρ ἑλκήσω, τὸ βιάζομαι, ἀφ' οὗ καὶ ὁ προρρηθείς που ἑλκηθμός, καὶ ἐν Ὀδυσσείᾳ τὸ "Λητὼ γὰρ ἥλκησε". τὸ δὲ ἕλκω βεβαρυτόνηται, ὥστε διφορεῖται καὶ τὸ ἕλκω, οὐ μόνον βαρυτόνως προφερόμενον, ἀλλὰ καὶ περισπώμενον. [Οὕτω καὶ ἐπιμέλομαι καὶ ἐπιμελοῦμαι σὺν ἑτέροις πολλοῖς, καὶ αἴδομαι καὶ αἰδοῦμαι, καὶ ξυροῦμαι, ὡς τὸ "ξυρεῖ γὰρ ἐν χρῷ", καὶ ξύρομαι, οἷον "ξύρεσθαι τὸν πώγωνα", καὶ "πιττοκοπούμενον ἢ ξυρόμενον", καὶ "ξυρόμενον τὴν ὑπήνην καὶ τὸν ὄρρον", καὶ "νόμου ὄντος ἐν Ῥόδῳ μὴ ξύρεσθαι". κεῖται δὲ ταῦτα ἐν τοῖς τοῦ Δειπνοσοφιστοῦ.] Σημειοῦνται δὲ ἐνταῦθα οἱ παλαιοὶ καὶ ὅτι νυοὺς ὁ γέρων εἰπὼν καὶ τὴν Ἀνδρομάχην συμπεριέλαβεν, ἣν αὐτὸς μὲν σιωπᾷ, ἡ δὲ μήτηρ Ἑκάβη ἐξονομάσει ἐν τοῖς ἑξῆς, καὶ ὅτι ἐν τῷ "υἷας ὀλλυμένους" καὶ ἑξῆς, ἔκφρασιν ὁ γέρων ποιεῖται κακῶν, ἃ πάθοι ἂν τὸ ἀρχεῖον ἁλούσης τῆς Τροίας. ὡς δὲ καὶ πόλεως ἅλωσιν ἐν δυσὶ μόνοις ἀλλαχοῦ ἐξέφρασε στίχοις, προδεδήλωται.

(v. 66) Πρώτας δὲ θύρας λέγει τὰς αὐλείους, ἃς ἔθος ἦν τηρεῖσθαι ὑπὸ κυνῶν. τὰς αὐτὰς δὲ κατωτέρω σαφέστερον καὶ πρόθυρα εἶπεν ἐν μιᾷ λέξει. Ἰστέον δὲ ὅτι, εἰ καὶ ὑπόψυχρον εἰπεῖν, ἀλλ' οὖν ὅμως δοκεῖ τὸ "πύματόν με κύνες πρώταις θύραις ἐρύουσιν" ἀντιθετικῶς εἰρῆσθαι, ἐπεὶ καὶ ἀντίκεινται τὸ πρῶτον καὶ τὸ πύματον.

(v. 68) Τὸ δὲ "τύψας ἠὲ βαλών" διδασκαλικῶς κἀνταῦθα διαφορὰν τῶν τοιούτων λέξεων δηλοῖ, ὡς καὶ ἀλλαχοῦ πολλαχοῦ. Ῥέθεα δὲ οὐ μόνον τὰ ὅλα μέλη, ἀλλὰ καὶ ἰδίως τὸ πρόσωπον, ὡς καὶ ἑτέρωθι δεδήλωται. Τὸ δὲ "ἐκ θυμὸν ἕληται" ἀντὶ τοῦ τὸ ἐξαίρετον ἐν ἀνθρώποις λήψεται, τὴν ψυχήν. οὕτω γὰρ πολλάκις παρὰ τῷ ποιητῇ τὸ ἐξελέσθαι νοεῖται.

(v. 69) Τραπεζῆες δὲ κύνες οἱ καὶ τραπεζεῖται, οὓς [573] ἀγλαΐας ἕνεκεν κομόωσιν ἄνακτες, ὡς ἐν Ὀδυσσείᾳ εἴρηται. ἐν δὲ ῥητορικῷ Λεξικῷ ἑρμηνεία τῆς λέξεως ταύτης κεῖται αὕτη· τραπεζῆες, παράσιτοι, οἰκοτραφεῖς. οὗ περίφρασις τὸ "οὓς τρέφον ἐν μεγάροισι". δῆλον δ' ὅτι πρωτότυπον τοῦ τραπεζείτης κύων ὁ ἐνταῦθα τραπεζεύς, ἐξ οὗ καὶ ἔστιν ἐκεῖ ἡ ει δίφθογγος. ὁ μέντοι ἀργυραμοιβὸς τραπεζίτης οὐκ ἐκ τοῦ τραπεζέως, ἀλλ' ἐκ τραπέζης γίνεται. [Ἰστέον δὲ ὅτι οὐ μόνον κύνας ἐπ' ἀγλαίᾳ ἔτρεφον οἱ σεμνοί, ἀλλὰ καὶ ἕτερα ζῷα. Πτολεμαῖος οὖν, φασίν, ὁ βασιλεύς, μὴ γεύσασθαι φασιανοῦ ὄρνιθος ὡμολόγησεν. ἐχρῶντο γὰρ οἱ παλαιοὶ αὐτοῖς ὡς ἀγάλμασιν. ὡς δὲ καὶ χῆνες ἱέρωντο, Ῥωμαϊκαὶ ἱστορίαι δηλοῦσιν, οἷς καὶ χάρις ὠφείλετο ἐπὶ νυκτέρῳ σωτηρίᾳ τῆς πόλεως. ταὼς δὲ τοῖς περὶ Λιβύην ἱερὸς ἦν καὶ ὁ βλάψας αὐτὸν ζημίαν εἶχεν. ἡ δὲ τῆς Ἀρτέμιδος ἔλαφος καὶ αἱ τοῦ Ἡλίου βόες μύθοις μέλονται. εἶχε δέ τι σέμνωμα καὶ ἶβις παρὰ Λίβυσιν, ὡς εὐεργετοῦσά τι κατὰ τὴν ἱστορίαν καὶ αὐτὴ καὶ διὰ τοῦτο τημελουμένη. ἐλέφαντι γὰρ καὶ παρδάλει καὶ λέοντι καὶ συάγροις καὶ τοιοῖσδέ τισιν ἐναγλαΐζεσθαι μόνοι ἂν [574] αὐχήσαιεν, οἷς ὁ κατὰ τὸν παλαίτατον Κρόνον μακάριος βίος ἐννεάζει, οὐ κυμίνῳ κατὰ τοὺς ἀστεϊζομένους καὶ ὄξει καὶ σιλφίῳ καὶ κοριάννῳ καὶ τοῖς τοιούτοις, ἃ δὴ ἀρτύματα Κρόνου παίζονται εἶναι, περιγραφόμενος, ἀλλὰ τοῖς κάτω μέν, μεγίστοις δέ, δι' ὧν ἔχουσι καὶ τὰ τοιαῦτα περιττῶς ἐκτρέφεσθαι, καὶ ὡς ἂν ζηλοῖεν οἱ τὴν ζωὴν μέτριοι.] Τὸ δὲ πυλαωρούς θυραωρούς οἱ πλείονες γράφουσι, λέγοντες θύρας μὲν ἐπὶ οἴκου, πύλας δὲ ἐπὶ πόλεως λέγεσθαι. παρατηρητέον δὲ ὅτι οὐ μόνον ἀνθρώποις προσλαλεῖται τὸ πυλωροί, ἀλλ' ἰδοὺ καὶ κύνες τὸ τοιοῦτον ἀπειλήχασιν ὄνομα.

(v. 70) Τὸ δὲ "ἀλύσσοντες" γεροντικὴν πολυπειρίαν δηλοῖ, ὡς καὶ τοιαῦτα φυσικὰ εἰδότος πάθη τοῦ γέροντος. ἔστι δὲ τὸ ἀλύσσοντες ἢ ἄλυν ἔχοντες ἤτοι ἀδημονίαν διὰ τὸ πολὺ τοῦ κόρου, ἢ λυσσῶντες, ὅπερ τοῖς κατοικιδίοις συμβαίνει κυσίν, ὅτε τοιούτου κορεσθῶσι κρέατος. ἐν δὲ ῥητορικῷ Λεξικῷ εὕρηται καὶ ταῦτα. ἀλύσσειν· τρέμειν, πάλλεσθαι, πηδᾶν, δυσφορεῖν, λύσιν μὴ εὑρίσκειν, μαίνεσθαι. εἴρηται δέ τι περὶ τούτου καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ἔνθα τὰ κατὰ τὸν Ἶρον.

(v. 72) Τὸ δὲ "Ἄρηϊ" ἀντὶ τοῦ σιδήρῳ. διὸ καὶ ἑρμηνεύων ἐπάγει "δεδαϊγμένῳ ὀξέϊ χαλκῷ", ἵνα εἴη ταὐτὸν Ἄρηϊ κταθῆναι καὶ δαϊχθῆναι ὀξέϊ χαλκῷ.

(v. 73) Τὸ δὲ "πάντα δὲ καλὰ θανόντι περ, ὅττι φανείη" ἡρωϊκῇ σεμνότητι κέκραται κατὰ τοὺς παλαιούς. δηλοῖ γὰρ ἐνταῦθα σεμνῶς καὶ τὰ περὶ τὴν αἰδῶ τοῦ κειμένου ἔν τε τῷ "πάντα" καὶ ἐν τῷ "ὅτι φανείη". ὅπερ ἐνταῦθα σιγήσας ὁ γέρων ἐφ' ἑαυτοῦ ἐξεφώνησε, λέγων ἐν γοργότητι, ὅτι νέῳ μὲν καλὰ πάντα, κἂν γυμνὸς εἴη πεσὼν ἐν μάχῃ, κἂν πάντα τὰ αὐτοῦ φαίνοιτο ἀκατακάλυπτα, καὶ αὐτὰ δηλαδὴ τὰ περὶ τὴν αἰδῶ. ἐπιπρέπει γὰρ ἐκείνῳ κεῖσθαι οὕτω. γέροντι δὲ τοῦτο οὐ κόσμιον, ἀλλὰ καὶ ἐλεεινόν, μάλιστα δὲ οἴκτιστον. ἐπίτασις γὰρ ἐλέου ὁ οἶκτος. Καλὰ δὲ ἀντὶ τοῦ κόσμια ἢ μᾶλλον εὐειδῆ ὅθεν ὁ γέρων ἀφ' ἑαυτοῦ εἶπε [575] τὸ "αἰδῶ τ' αἰσχύνωσι". δῆλον δὲ ὅτι, ὥσπερ κάλλος καὶ αἶσχος, οὕτω καὶ τὸ καλὸν εἶναι καὶ τὸ αἰσχύνεσθαι ἀλλήλοις ἀντίκεινται. τὸ δὲ σημαινόμενον τοῦτο τῆς αἰδοῦς καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ κεῖται ἐν τῷ "τά τ' αἰδῶ ἀμφικαλύπτει". Τινὲς δὲ τὸ "ὅττι φανείη" ἄλλως νοοῦσι, λέγοντες ὅτι τὸ μὲν ῥιψοκίνδυνον αἰτιᾶται ὁ γέρων ὡς ἀνωφελές, καλὸν δὲ λέγει εἶναι τῷ ἐν μάχῃ πεσόντι, ὅπερ ἂν φανείη, ἤγουν τὸ κυρίως καλόν, καὶ ὅπερ ἂν φαίνοιτο, ἤτοι περιφανὲς εἴη. τὸ δὲ ἁπλῶς οὕτω διὰ θρασύτητα θανεῖν οὐ καλόν.

(v. 74) Τὸ δὲ "κάρη" κατὰ μὲν Ὅμηρον βαρυτόνως προάγεται καὶ οὐδετέρως, ἀποκοπὲν ἐκ τοῦ κάρηνον. Ἡρόδωρος δὲ καὶ Ἀπίων ἐν τοῖς εἰς τὸ πι σχολίοις λέγουσιν καὶ ὀξυτόνως εὑρίσκεσθαι καρή καὶ θηλυκῶς. ὅθεν γίνεσθαι καὶ τὸ "Τρῶας δὲ κατακρῆθεν λάβε πένθος", καὶ τὸ παρ' Ἡσιόδῳ "ἀποκρῆθεν βλεφάρων". εἰ δὲ μὴ ἐπίσταται, φασίν, ὁ ποιητὴς τὸ καρή ὀξυνόμενον θηλυκόν, ὡς οἱ ἄλλοι, οὐδὲν θαυμαστόν. καὶ γὰρ ἄλλας παραλόγους φωνὰς ἐπίσταται ἀγνοῶν τὰς πρωτοθέτους λέξεις αὐτῶν. καὶ τοιαῦτα μὲν αὐτοί, εὖ εἰδότες ἃ εἶπον. Περὶ δὲ γενείου γράφει Αἴλιος Διονύσιος, ὅτι γένεια αἱ τρίχες, γένειον δὲ ὁ τόπος. ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι πολιὸν μὲν εἰπεῖν κάρη καὶ πολιὸν γένειον, σωφρόνως ἐστὶ λέγειν, ὁ δὲ τὸν πολιὸν ἀλφιτόχρωτα εἰπὼν κωμικεύεται.

(v. 76) Τὸ δὲ "πέλεται" παθητικῶς εἶπεν ἀντὶ τοῦ πέλει, ὡς καὶ τὸ ἕλκετο ἀντὶ τοῦ εἷλκε. κεῖται δὲ καὶ ἐν ἄλλοις ὁμοίως τὸ πέλεται, ὡς καὶ ἐν τῷ "ἤματα μακρὰ πέλονται".

(v. 77) Ὅρα δὲ καὶ ὅτι ἐπιλογικῶς ὁ γέρων ῥήτωρ μετὰ τὴν ἐν λόγοις παράκλησιν δυσωπεῖν καὶ ἔργοις τὸν υἱὸν ἐθέλων καὶ ἔλεον εἰσβαλεῖν πολιὰς τρίχας ἕλκει, οὐκέτι λαλῶν τὰ εἰς οἶκτον, ἀλλὰ ποιῶν. ἀκοσμίαν δὲ κεφαλῆς ἡ ῥηθεῖσα τῶν τριχῶν ἕλξις δηλοῖ. αἰσχύνει γὰρ καὶ αὕτη κεφαλήν, ὡς καὶ τὸ κόνιν καταπάττεσθαι, καὶ εἴ τι δὲ ἄλλο τοιοῦτον.

(v. 78) Ἐπίτασις δὲ [576] τοῦ ἕλκειν τὸ καὶ τίλλειν. οὐ γὰρ πᾶν τὸ ἑλκόμενον ἤδη καὶ τίλλεται. [Εἰ δὲ τὸ μὲν Ὁμηρικὸν τίλλειν οἶκτον ἔχει, ὁ δὲ παρὰ τῷ Κωμικῷ τιλμὸς καὶ τὸ ἐκτίλλειν καὶ παρατίλλειν, ἐξ οὗπερ αὐτὸς γίνεται, σκῶμμα ἔχει παικτικόν τι τοῦτο πρὸς τὴν Ὁμήρου ἐμβρίθειαν καὶ σεμνότητα.] Σημείωσαι δὲ καὶ ὅτι πολὺ τὸ οἰκτρὸν καὶ ὀδυρτικὸν καὶ μονῳδικὸν καὶ ἐκ πολλῶν προσώπων ἐπὶ τῷ Ἕκτορι ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ. εὐθὺς οὖν τὸν γέροντα ἡ μήτηρ διαδεξαμένη ποιήσει τε καὶ εἴπῃ τὰ δηλωθησόμενα, καὶ ἐν τῷ τέλει δὲ τῆς ῥαψῳδίας ἐρεῖ τὰ πρὸς οἶκτον ὁ γέρων ἐπὶ θανόντι τῷ υἱῷ, καὶ ἡ Ἑκάβη δὲ ὁμοίως βραχύτερα καὶ ἐκεῖ τοῦ γέροντος λαλήσασα. τελευταία δὲ ἡ Ἀνδρομάχη πλατύτερον ἐλεεινολογήσεται καὶ ἀφελέστερον, οἷα τὴν στρυφνοτέραν μονῳδίαν αὐτῇ ταμιευσαμένου τοῦ ποιητοῦ, ὅτε πρὸ χειρῶν ἕξει τὸν Ἕκτορα, ὁπηνίκα καὶ ἡ Ἑλένη καὶ ἡ Ἑκάβη τῶν θρήνων αὐτῇ συνεπιλήψονται. Ὅρα δὲ καὶ ὅτι καθηγούμενος καὶ τῆς ἐν ἠθοποιΐαις μεθόδου ὁ ποιητὴς καὶ μέλλοντα χρόνον τοῖς τοῦ γέροντος λόγοις τεχνικῶς ἀποδέδωκεν, εἰπόντος ἃ μέλλει συμβῆναι ὕστερον μετὰ τὸ πεσεῖν τὸν Ἕκτορα.

(v. 66) Διὸ καὶ ἐπεσημήνατο εἰπὼν "πύματόν με κύνες ἐρύουσι". πύματον γὰρ νῦν τὸ ἐν τῷ μέλλοντι χρόνῳ ἔσχατον. Εἰ δὲ καὶ νῦν μὴ ἐδάκρυσεν ὁ γέρων ‑ Ἑκάβη γὰρ τοῦτο ποιήσει δακρυχέουσα ἐν οἷς αὐτὴ λέγει ‑ , ἀλλ' ὅτε ἴδωσι τὸν Ἕκτορα νεκρὸν ἑλκόμενον, ἀμφότεροι κλαύσουσι. τὸ δ' ἀκριβὲς εἰπεῖν, καὶ νῦν ὁ γέρων κλαίων ἐλάλει, ὡς δηλώσει ὁ ποιητὴς ἐν τῷ "ὣς τώ γε κλαίοντε" εἶπον, εἰ καὶ ἐσιώπησεν ἐνταῦθα τὸν τοῦ γέροντος κλαυθμόν, εἰωθὼς οὕτω ποιεῖν ἐν πολλοῖς. Ὅτι δὲ πολλὰ τῶν τοῦ Πριάμου δύνανται λόγοις πεζοῖς παραπλέκεσθαι, ὁ θέλων κατανοήσεται, οἷον ἐπὶ ἐχθρῷ παρῳδηθήσεται τὸ "αἴθε θεῷ φίλος τοσόνδε γένοιτο, ὅσσον ἐμοί", καὶ τὸ ἑξῆς, ἐπὶ δὲ λύσει αἰχμαλώτων ῥηθήσεται τὸ "ἀλλ' εἰ μὲν ζώουσιν, ἦ τ' ἂν ἔπειτα χαλκοῦ τε χρυσοῦ τε ἀπολυσόμεθα", ἐπὶ δὲ γέροντος δυστυχῆ μόρον ἐλπίζοντος τὸ "δύστηνος, δύσμορος ὃν θεὸς ἐπὶ γήραος οὐδῷ", καὶ τὰ ἑξῆς.

(v. 79-89) Ὅτι μετὰ τὸν Πρίαμον ἡ τοῦ Ἕκτορος "μήτηρ ἑτέρωθεν ὠδύρετο δακρυχέουσα, κόλπον ἀνιεμένη, ἑτέρῃφι δὲ μαζὸν ἀνέσχε, καί μιν δακρυχέουσα προσηύδα· Ἕκτορ, [577] τέκνον ἐμόν, τάδε τ' αἴδεο καί μ' ἐλέησον αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον, τῶν μνῆσαι, φίλε τέκνον", περὶ οὗ ἐρρέθη, "ἄμυνε δὲ δήϊον ἄνδρα τείχεος ἐντὸς ἰών, μηδὲ πρόμος ἵστασο τούτῳ· σχέτλιος· εἴ περ γάρ σε κατακτείνῃ, οὔ σέ τ' ἔγωγε κλαύσομαι ἐν λεχέεσσι, φίλον θάλος, ὃν τέκον αὐτή, οὐδ' ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται". τοιαῦτα καὶ ἡ μήτηρ. Οὐ πείθει δὲ οὐδ' αὐτὴ τὸν υἱὸν κατεπᾴδουσα τοῦ χόλου, ἀλλὰ τέως μὲν ἰσχυρογνωμονεῖ ἐκεῖνος, ἄγοντος τοῦ μοιριδίου εἰς θάνατον, μικρὸν δὲ ὅσον μετάμελος αὐτὸν εἰσελεύσεται.

(v. 79 s.) Ὅρα δὲ ὅτι, ὥσπερ ὁ πατὴρ προέθετο τοῦ οἰκείου λόγου τὸ κόπτεσθαι κεφαλὴν χερσὶ καὶ χεῖρας ὀρεγνύναι, οὕτω καὶ ἡ μήτηρ δακρυχέουσά τε ὀδύρεται πρὸ τοῦ λαλῆσαι καὶ κόλπον ἀνίεται καὶ τῇ ἑτέρῃ μαζὸν ἀνέσχε. δὶς δὲ ῥηθὲν παράκειται τὸ "δακρυχέουσα". ἔστι δὲ κόλπος μὲν τὸ ἐπάνω τῆς ζώνης κόλπωμα τοῦ πέπλου, γινόμενος ἀπὸ τοῦ κοῖλον καὶ τοῦ ἕπω, ᾧ δηλαδὴ κοιλότης ἕπεται, καθὰ καὶ τοῖς κατὰ θάλασσαν κόλποις. Ἀνίεσθαι δὲ τὸ γυμνοῦν πρὸς τὸν υἱὸν τὰ βαστάξαντα ἐκεῖνον καὶ θρέψαντα μέρη, ὡς καὶ οἱ ἐν Ὀδυσσείᾳ μνηστῆρες ἀνίεσθαι λέγονται αἶγας ἤτοι γυμνοῦν ἐν τῷ ἐκδέρειν, ἢ τὸ "ἀνιεμένη κόλπον" ἀντὶ τοῦ ἀνατείνουσα, καθὰ καὶ τὸ "μαζὸν ἀνέσχεν" ἀντὶ τοῦ παρέτεινε βαστάζουσα, τροφεῖα μονονουχὶ τὸν υἱὸν αἰτοῦσα τῷ σχήματι.

(v. 82) Διὸ καὶ λέγει ὅτι ταῦτά τε αἴδεο καὶ ἐμὲ αὐτὴν ἐλέησον, τουτέστι καὶ τὰ θρεψάμενά σε μόρια αἰδέσθητι καὶ ἐμὲ ὅλην αὐτήν, μητέρα.

[(v. 80) Ἔτι ἰστέον καὶ ὅτι τὸ ἀνιεμένους, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται, ταὐτὸν ἐστί πως τῷ ἀνατέμνοντας, εἰ καὶ ἄλλως ἐπὶ τοῦ ἐκδέρειν εἴληπται. ὡς γὰρ ὁ ἐκδέρων ἄνω ἵεται ἀπὸ τῶν κάτω, οὕτω καὶ ὁ ἀνατέμνων, ὡς δηλοῖ ὁ γράψας ὅτι Κότυς, Θρᾳκῶν βασιλεύς, φόνους ἀδίκους τολμῶν, καὶ τὴν ἑαυτοῦ ποτὲ γυναῖκα ζηλοτυπήσας ἀνέτεμε τὴν [578] ἄνθρωπον ἐκ τῶν αἰδοίων ἀρξάμενος, ἀνιέμενος οἷον καὶ αὐτὸς κατὰ τὸ ἐν Ὀδυσσείᾳ ἀνίεσθαι. Ἑκάβη δὲ κόλπον ἀνιεμένη μεταφορικῶς λέγεται οὕτω ποιεῖν, οὐ μὴν κυριολεκτικῶς.] Τὸ δὲ "ἑτέρῃφι" καὶ αὐτὸ ἐλλειπτικῶς ἔχει. καὶ πρὸ αὐτοῦ δὲ πλείων ἑτέρα ἔλλειψίς ἐστι. χρὴ γὰρ νοεῖν, ὅτι τῇ ἑτέρᾳ μὲν χειρὶ κόλπον ἡ μήτηρ ἀνίεται, ἑτέρᾳ δὲ δηλαδὴ χειρὶ μαζὸν ἀνίσχει.

(v. 78) Τὸ δὲ "Ἕκτορ" ὡς ἀπὸ διδασκάλου τοῦ ἀνδρὸς ἡ γυνὴ ἔσχεν. οὕτω γὰρ καὶ ἐκεῖνος τοῦ λόγου κατήρξατο.

(v. 82) Τὸ δὲ "τέκνον ἐμόν" παραφράζουσα κατωτέρω φησὶν "ὃν τέκον αὐτή". Πρίαμος δὲ ἄλλως ἐφ' ἑαυτοῦ κοινῶς καὶ Λαοθόης τὸ τοιοῦτον ἔφη, ἔνθα εἶπε τὸ "οἳ τεκόμεθα", τὸν Λυκάονα δηλαδὴ καὶ τὸν Πολύδωρον. Τὸ δὲ "αἴδεο καί μ' ἐλέησον" ἐπισπαστικόν ἐστι εἰς πειθὼ καὶ αὐτό. αἰδὼς γὰρ ὡς τὰ πολλὰ καὶ ἔλεος τοὺς ἱκετευομένους ἐφέλκονται, διὸ καὶ μετ' ὀλίγα λέγει ὁ Ἕκτωρ "ὃ δέ μ' οὐκ ἐλεήσει οὐδὲ αἰδέσεται", καὶ ἀλλαχοῦ "ἔλεον ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς γίνεται". εὔχεται δὲ καὶ ἐν Ὀδυσσείᾳ ὁ Λαερτιάδης φίλος ἐλθεῖν καὶ ἐλεεινός. καὶ τοῦτο μὲν οὕτω.

(v. 84 s.) Τροφεῖα δὲ ἡ μήτηρ τὸν υἱὸν οὐκ ἄλλο τι ἀπαιτεῖ, ἀλλὰ τὴν ἑαυτοῦ σωτηρίαν, ἵνα μνησθεὶς τῶν θρεψαμένων ἀμύνῃ τὸν πολέμιον.

(v. 83) Τὸ δὲ "λαθικηδέα" δηλοῖ μὲν τὸν παυσίλυπον καὶ εἰς λήθην παντὸς βλάβους τὰ βρέφη ἄγοντα, ἐστὶ δὲ ὅμοιον τῷ "κακὸν ἐπίληθον ἁπάντων", ὅπερ ἐν Ὀδυσσείᾳ εἴρηται. ἀντέκτισιν δὲ ἀγαθοῦ ἡ μήτηρ ζητεῖ διὰ τοῦ λαθικηδέος μαζοῦ. ὡς γὰρ αὐτὴ λαθικηδέα μαζὸν ἐπέσχε ποτὲ τῷ υἱῷ, οὕτω καὶ αὐτὸν χρὴ λαθικηδέα γενέσθαι νῦν τῇ μητρί. [Ὁ δὲ μαζὸς δῆλον ἐκ τῶν παλαιῶν ὅτι καὶ μαστὸς λέγεται διὰ τοῦ τ ὡς μασητός, καὶ μασθὸς δὲ διὰ τοῦ θ ἐκ τοῦ μαδός, καθὰ προδεδήλωται. ἐκ δὲ τούτου ἴσως καὶ μασθάλης, κύλιξ τις παρὰ τοῖς παλαιοῖς, καὶ παρὰ Παφίοις δὲ μασθός ποτήριον σύστομον, ὡς εἰκός, ἐξ οὗ ἐβδάλλετο τρόπον τινὰ ὡς ἐκ μασθοῦ [579] τὸ πινόμενον. καινὸν δὲ οὐδὲν μασθῷ εἰκάζειν ποτήριον, εἰ καὶ οὖθαρ ἀρούρης Ὅμηρος φθάσας ἔφη, καὶ Ἀρχέστρατος δὲ πίονα τινὰ τόπον Λέσβιον κλεινῆς Λέσβου περικύμονα μαστὸν λέγει.] Τὸ δὲ "ἐπέσχον" ‑ οὕτω γὰρ δεῖ γράφειν, οὐ μὴν "ἀνέσχον", ὥς τινα τῶν ἀντιγράφων βούλονται ‑ εἴληπται καὶ νῦν ἀντὶ τοῦ ἐπὶ σοὶ καὶ ἔμπροσθέν σου ἔσχον, ὥσπερ καὶ ὁ Φοῖνιξ οἶνόν που ἔφη τῷ Ἀχιλλεῖ ἐπισχεῖν, ἤγουν δοῦναι παιδὶ ἔτι ὄντι. ὅτι δὲ τὸ ἐπέχειν καὶ ἔχθραν τινὰ δηλοῖ, ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν φαίνεται κατὰ τὸ "δαιμονίη, τί μοι ἐπέχεις"; ἐξ οὗ διῄρηται τὸ "ἐπὶ Τυδείδῃ εἶχεν", ἤγουν ἤλαυνε κατὰ Διομήδους. [Ὅρα δ' ἐνταῦθα καὶ σπέρμα μεθόδου ἐπιλογικῆς, ἣν ἠκριβώσαντο οἱ μεθ' Ὅμηρον, παρ' οἷς ἡ τοῦ ἐλέου εἰσβολὴ ὁμοίως πως τῇ Ἑκάβῃ μεθωδεύετο. Ὑπερίδης γοῦν, φασί, τῇ ἑταίρᾳ Φρύνῃ κρινομένῃ ὑπὸ Εὐθίου τὴν ἐπὶ θανάτῳ δι' ἀσέβειαν, ὅτε εἰς τοὺς ἐπιλογικοὺς ἦλθεν οἴκτους, ἐκ τῆς ὄψεως αὐτῆς, φασίν, ἐπερρητόρευσε, παραγαγὼν τὴν γυναῖκα εἰς ἐμφανὲς καὶ περιρρήξας τοὺς χιτωνίσκους καὶ γυμνὰ τὰ στέρνα δείξας, ὡς δεισιδαιμονῆσαί φασι τοὺς δικαστὰς καὶ δι' ἔλεον μὴ ἀποκτεῖναι τὴν ὑποφῆτιν καὶ ζάκορον τῆς Ἀφροδίτης. ἀφεθείσης δὲ ἐγράφη ψήφισμα μηδένα τῶν λεγόντων ὑπέρ τινος οἰκτίζεσθαι μηδὲ βλεπομένους τὸν κατήγορον καὶ τὴν κατηγορουμένην κρίνεσθαι. προσιστορεῖ δὲ τούτοις ὁ Ναυκρατίτης σοφὸς καὶ ὅτι ὁ ῥηθεὶς Εὐθίας, ὀργισθεὶς ἐφ' οἷς ἡττήθη, οὐκέτι ἄλλην δίκην εἶπε, καὶ ὅτι ἐκ Θεσπιέων ἦν ἡ δηλωθεῖσα Φρύνη, καὶ ὅτι καὶ ἄλλη τις ἦν ὁμώνυμος αὐτῇ. φησὶ γάρ· δύο Φρῦναι, ἡ μὲν Σηστὸς καλουμένη διὰ τὸ ἀποσήθειν καὶ ἀποδύειν τοὺς αὐτῇ συνόντας, ἡ δὲ Θεσπική. κατὰ δέ τινας ἡ μὲν ἐπικαλουμένη Κλαυσίγελως, ἡ δὲ Σαπέρδιον. καὶ οὕτω μὲν ἔχει ταῦτα.]

(v. 85 s.) Τὸ δὲ "τείχεος ἐντὸς ἰών", καὶ τὸ "σχέτλιος" εἶπε καὶ ὁ Πρίαμος ῥητῶς. ἀμφίβολον δὲ καὶ ἐπ' ἀμφοῖν, εἴτ' ἐπὶ Ἀχιλλέως τὸ "σχέτλιος" [580] εἴρηται εἴτε ἐπὶ Ἕκτορος. Τὸ δὲ "μηδὲ πρόμος ἵστασο τούτῳ" αὐτολεξεὶ μὲν οὐκ εἶπεν ὁ γέρων, ἦν δὲ παρ' ἐκείνῳ ἰσοδύναμον τούτῳ τὸ "μή μοι ἄνδρα τοῦτον μένε μόνος ἄνευθεν ἄλλων", καὶ τὸ περὶ τῆς πολυδώρου δὲ ἀλόχου, ἤτοι τῆς Ἀνδρομάχης, ὁ γέρων μὲν ψιλῶς ἐνέφηνεν, ὅτε "νυοὺς ἑλκομένας" εἶπε, νυὸς γὰρ τοῖς βασιλεῦσι καὶ ἡ Ἀνδρομάχη, Ἑκάβη δὲ νῦν ἀριδηλότερον ἔφηνεν.

(v. 89) Τὸ δὲ περὶ τῶν κυνῶν ἔλαβε μὲν ἡ Ἑκάβη ἀπὸ τοῦ Πριάμου, ἄλλως δὲ αὐτὸ ἔφρασεν. οὐ γὰρ περὶ ἑαυτῆς λέγει ὅτι κύνες αὐτὴν ἐν Τροίᾳ τραπεζῆες ἔδονται, ἀλλὰ τὸν Ἕκτορα παρὰ ταῖς τῶν Ἀργείων ναυσὶ κύνες ταχέες, οἳ ἕτεροι παρὰ τοὺς ἀργοὺς τραπεζῆάς εἰσι.

(v. 88) Τὸ δὲ "ἄνευθεν δέ σε μέγα" ἢ ἀντὶ τοῦ μεγάλως ἄνευθεν καὶ πάνυ πόρρωθεν ἡμῶν, ἢ κλητικῶς "ὦ μέγα", τουτέστιν ὦ ὑψηλὲ ἄνθρωπε. ταῦτα δὲ καὶ πρὸς τὴν τοῦ υἱοῦ ἔφεσιν ἡ μήτηρ λέγει, φιλοτίμου ὄντος καὶ λαμπρᾶς ἐφιεμένου ταφῆς, ὡς αὐτὸς ἐν τῇ πρὸς τὸν Αἴαντα μονομαχίᾳ ἐδήλωσεν. Ὅρα δὲ καὶ ὡς ἡ μήτηρ φίλοικτος μᾶλλον τοῦ πατρός. ὁ μὲν γὰρ καὶ ὑπὲρ ἑαυτοῦ δεδιὼς καὶ ὑπὲρ ἑτέρων ἱκετεύει τὸν υἱὸν τὴν πόλιν εἰσελθεῖν, ἡ δὲ ὑπὲρ μόνου τοῦ σωθῆναι τὸν Ἕκτορα πάντα λόγον ποιεῖται. καὶ μὴν εἶχε καὶ προβαλέσθαι εἰς οἶκτον τήν τε κατ' αὐτὴν αἰχμαλωσίαν καὶ ἄλλα πολλά.

(v. 92-96) Ὅτι ἐπεὶ Ἕκτωρ πρὸ τῶν πυλῶν "μίμν' Ἀχιλῆα πελώριον ἆσσον ἰόντα" μὴ ὑποχωρῶν, παραβολικῶς αὐτὸν εἰκάζων φησὶν "ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι βεβρωκὼς κακὰ φάρμακα, ἔδυ δέ τέ μιν χόλος αἰνός, σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ, ὣς Ἕκτωρ", ἔχων ἄσβεστον μένος, "οὐχ' ὑπεχώρει", ἀλλὰ δηλαδὴ ἔμιμνεν, ὡς εἴρηται.

(v. 93) Καιρία δὲ λέξις ἡ χειά, ὡς ἐν ποιήσει, ἀπὸ τοῦ χῶ χείω, τὸ χωρῶ, ἐξ οὗ ἐν Ὀδυσσείᾳ τὸ "οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται", ἤγουν χωρήσει, ὃ διὰ διφθόγγου γράφεται ὁμοίως τῷ κείσεται. [581] λέγονται δὲ αἱ τοιαῦται χειαὶ τῶν ὄφεων καὶ εἰλυοὶ καὶ τρόχμαλοι καὶ αἱμασιαί. [Ἰστέον δ' ὅτι γράψας τις ὡς ἡ χειά, ἤγουν ἡ κατάδυσις τοῦ ὄφεως, παρὰ τὸ χεῖσθαι γίνεται, ἤγουν χωρεῖν, ἐπάγει ὡς καὶ χήτιον ἐκεῖθεν τὸ χωροῦν ἀστραγάλους, ὃ καὶ κήθιον Ἰωνικῶς λέγεται κατὰ τὸ ἐντεῦθεν ἐνθεῦτεν. οἷς ὅμοιον ἰδιωτικῶς καὶ τὸ φάτνη πάθνη ἐναλλαγῇ φωνημάτων.] Τὸ δὲ ὀρέστερος" ἀντὶ τοῦ ἄγριός φασιν οἱ παλαιοί. τοιαῦτα γὰρ τὰ ἐν ὄρει διαιτώμενα.

(v. 94) Κακὰ δὲ φάρμακα οἱ μὲν πόαν τινά φασι χολῆς γεννητικήν, ἣν ἐσθίων ὄφις εἰς χολὴν ἐρεθίζεται. ἕτεροι δὲ ὅτι δράκων ἐσθίων μύρμηκας καὶ κανθαρίδας ἰοῦ πληροῦται καὶ εἰς λύσσαν ἄγεται, καὶ ταῦτά ἐστιν, ἅπερ ὁ ποιητὴς λέγει κακὰ φάρμακα πρὸς διαστολὴν τῶν ἀγαθῶν. τὸ δὲ ἐκ τῶν μυρμήκων κακὸν δηλοῦται καὶ ἐν τῷ μυρμηκιᾶν, ὅπερ ἐλέχθη, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ, ἐπειδὴ τοὺς εἰς μυρμηκιὰν λαλήσαντας ἑλκοῦσθαι τὴν γλῶσσάν φασιν. [Αἴτιον δ' ὅτι ἔοικεν ἡ μυρμηκιὰ ἰοῦ ἀναπεπλῆσθαι. ὡμολόγηται γὰρ ὡς οἱ μύρμηκες χαίρουσιν ἐσθίοντες νεκρῶν ὄφεων. διὸ καὶ τὸν ἀέρα τῆς μυρμηκιᾶς μιάναντες βλάπτουσι τὴν κατ' αὐτῆς γυμνωθεῖσαν γλῶσσαν, καθὰ καὶ οἱ σῆπες, τὸ μέγα κακόν, τοὺς ἐπ' αὐτοῖς διασκελίσαντας. καί πως οἱ ῥηθέντες μύρμηκες κακὰ φάρμακα ἐξ ὄφεων λαμβάνοντες ἀποτίνουσιν αὖθις αὐτὰ τοῖς ὄφεσι, βιβρωσκόμενοι ὑπ' αὐτῶν.]

(v. 95) Τὸ δὲ "δέδορκε" τὸ ῥῆμά ἐστιν, ἐξ οὗ δράκων ἐτυμολογεῖται. ἀπὸ γὰρ τοῦ δέρκω ἐκεῖνος οὕτω λέγεται ὡς τῇ ὄψει [58-52] καταπλήττων. [Ἴσως δὲ καὶ ὡς ὀξὺ βλέπων, ᾧ λόγῳ καὶ δορκάς, ἧς "ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε". ἡ δ' αὐτὴ καὶ δόρκων καὶ ζόρκων δὲ μεταχωρήσει ἐθίμῳ τοῦ δέλτα εἰς ζῆτα.] Ἰστέον δὲ ὅτι ἐνταῦθα μὲν συνήθως τὸ "δέδορκεν" ἀντὶ τοῦ βλέπει λαμβάνεται, Σοφοκλῆς δὲ ἐν τῷ "ἐχθροῖς δεδορκότα λάμψειν ὡς ἄστρον" ἐπὶ τοῦ ὁραθῆναι παθητικῶς τὴν λέξιν τίθησιν, ὡς τοῦ μέσου παρακειμένου ἐν πολλοῖς ἐπαμφοτερίζοντος.

(v. 96) Τὸ δὲ ἄσβεστον μένος τὸ τοῦ θυμοῦ πυρόεν δηλοῖ. [Ἐνθυμητέον δ' ἐνταῦθα καὶ ὅτι τὸ σβέννυσθαι οὐ μόνον ἐπὶ πυρός, ἀλλὰ καὶ ἐπὶ ἄλλων, ὡς μυριαχοῦ φαίνεται. ἐν οἷς καὶ τὸ καθ' Ἡσίοδον "γάλα αἰγῶν σβεννυμενάων", ὅ ἐστιν παυσαμένων τοῦ θηλάζειν, ὅτε δηλαδὴ τῷ γάλατι τὸ ἐκ τοῦ λίπους θερμὸν ἐπιλείπει, ὅπερ πρώην ἡ φύσις ἐχορήγει ἐπὶ ἀξιολόγῳ ἐκτροφῇ τῶν νεογνῶν.]

(v. 95) Ἰστέον δὲ ὡς οὐ μάτην ὁ ποιητὴς ἔθετο ἐν τῇ παραβολῇ τὸ "ἑλισσόμενος περὶ χειῇ", οὕτω καὶ ὁ Ἕκτωρ ἔμιμνε περὶ ἕνα τόπον πύργῳ ἐπὶ προὔχοντι, ἤγουν ἐπὶ τῷ ἐξέχοντι μέρει τοῦ πύργου, καί, ἄλλως δὲ εἰπεῖν, ἐν τινὶ ἐξοχῇ πύργου φαεινὴν ἀσπίδ' ἐρείσας.

(v. 96) Εἰ δὲ ἀπὸ τοῦ μένω καὶ τὸ μίμνω γίνεται καὶ τὸ μένος, προσφῶς ἄρα ἐφράσθη τὸ "ἔχων μένος" ἐπὶ τοῦ, ὡς εἴρηται, μίμνοντος ἥρωος.

(v. 97) Δῆλον δ' ἐκ τοῦ "πύργῳ ἐπὶ προὔχοντι" καὶ ἑξῆς, ὅτι ἄχρι καὶ αὐτοῦ τοῦ τῆς πόλεως τείχους ὁ Ἕκτωρ ἔφυγεν, ἔνθα καὶ ἵσταται παλαίων λογισμοῖς.

(v. 99-110) Καὶ ἀναμνησθεὶς ὅτι χθὲς οὐκ ἐπείσθη τῷ Πολυδάμαντι, συμβουλεύοντι ἐπ' ἀγαθῷ εἰσελθεῖν τὴν πόλιν, φησὶν "ὤμοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω, Πολυδάμας μοι πρῶτος", ἢ "πρῶτον, ἐλεγχείην καταχεύει", ἢ [583] ἀναθήσει, "ὅς μ' ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι νύχθ' ὕπο τήνδ' ὀλοήν. ἀλλ' ἐγὼ οὐ πιθόμην, ἦ τ' ἂν πολὺ κέρδιον ἦεν. νῦν δ' ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν, αἰδέομαι Τρῶας καὶ Τρωιάδας ἑλκεσιπέπλους, μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο· Ἕκτωρ ᾗφι βίῃφι πιθήσας ὤλεσε λαόν. ὣς ἐρέουσιν, ἐμοὶ δὲ τότ' ἂν πολὺ κέρδιον εἴη ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι, ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς", ἤγουν εὐκλεῶς, "πρὸ πόληος". Καὶ ὅρα ὅτι τε εὐγενῶς ὁ Ἕκτωρ ἐπονειδίστου σωτηρίας θάνατον εὐκλεῆ ἀνθαιρεῖται, καὶ ὡς ὁμολογῶν αὐτὸς ὑπὸ ἀτασθαλίας ὀλέσαι λαόν, ὅμως ὑπό τινος ἑτέρου κακωτέρου, ὅ ἐστι δυσγενοῦς ἢ δειλοῦ, ἀκοῦσαι οὐκ ἀνέχεται ὅπερ αὐτὸς ὁμολογεῖ. δι' οὗ δείκνυται, ὡς πολλὰ φαῦλα συνειδότες πολλοὶ σφίσιν αὐτοῖς οὐκ ἀνέχονται ὑφ' ἑτέρω αὐτὰ ὀνειδίζεσθαι, οὕτω τις καὶ ἑαυτὸν τύπτων ἢ τὰ οἰκεῖα κατασωτευόμενος ἢ τοὺς ἑαυτοῦ καταβλάπτων οὐκ ἂν ὑπὸ ἄλλων αἱροῖτο ὥσπερ οὐ πάσχειν, οὕτως οὐδ' ἀκούειν τοιαῦτα. Ἔτι ὅρα καὶ ὡς ὁ κίνδυνος ἀδέκαστα κρίνει. ὁ γὰρ πρὸ τούτου παρὰ φαῦλον θεὶς τὸν Πολυδάμαντα νῦν ἐπιμηθευσάμενος ἑαυτὸν μὲν καταλαμβάνει θρασὺν καὶ ἀτάσθαλον, ἐκεῖνον δὲ διαγινώσκει καλῶς βουλευσάμενον. διὸ καὶ πρὸ πάντων ἐκεῖνον αἰδεῖται.

(v. 100) Τὸ δὲ "ἀναθήσει" ἀντὶ τοῦ ἀνάψει, ὅ ἐστιν ἐκκρεμάσει, ἐκ μεταφορᾶς τῶν ἀναθημάτων, ἢ ἀντὶ τοῦ ἐπιθήσει. Ἀττικῶν δὲ ἡ λέξις, οἳ καὶ ἀναθεῖναι φορτίον φασὶ τὸ ἐπιθεῖναι. τοιοῦτον δέ τι καὶ τοῦ Κωμικοῦ τὸ "ἐπὶ [584] κρημνὸν ἀναθείς". Τὸ μέντοι "καταχεύει" οὔτε τοῦ "ῥέεν αὐδή" ἀπέοικε πάντῃ, καὶ δαψίλειαν δὲ ὕβρεως ἐμφαίνει ὄμβρου δίκην καταρρηγνυμένης.

(v. 102) Ἐν δὲ τῷ "νύκτα ὑπὸ τήνδε" ἀντὶ προθέσεως εἴληπται πρόθεσις. κατὰ νύκτα γὰρ νοεῖται. Ὀλοὴν δὲ εἰπὼν ἑρμηνεύει, διὰ τί οὕτως εἶπεν, ἐπαγαγὼν τὸ "ὅτε ὤρετο δῖος Ἀχιλλεύς". διὰ τοῦτο γὰρ ἡ τοιαύτη "νὺξ ὀλοή. ἄλλως γὰρ ἀναπαύσιμος ἡ νύξ, εἴ τις αὐτῇ πείθοιτο κατὰ τὸν ποιητήν.

(v. 104) Τὸ δὲ "ἀτασθαλίαις ὤλεσα λαόν" ταὐτόν ἐστι τῷ "ᾗφι βίῃφι πιθήσας ὤλεσε λαόν".

(v. 105) Τὸ δὲ "Τρῶας καὶ Τρωιάδας", ὃ Τρῳάς" πρὸ βραχέων εἶπε, κοινὴν τὴν ἀπὸ πάντων ἐλεγχείαν δηλοῖ. πάντως δὲ ὥσπερ ἔχαιρέ τις, ὃν ἄνδρες καὶ καλλίζωνοι γυναῖκες εὐφήμως ἦγον, οὕτω λυπεῖ τὸν σπουδαῖον τὸ ἀνδράσι καὶ γυναιξὶν ὀνειδίζεσθαι. Τὸ "ἑλκεσίπεπλον" δὲ γυναικῶν ἐστι κἀνταῦθα βαρβάρων ἐπίθετον, ὧν οἱ χιτῶνες συρτοί, ὡς εἰκός, ἀπ' ἐναντίας τοῖς στατοῖς, περὶ ὧν ἐγράφη ἀλλαχοῦ.

(v. 109) Ὅρα δὲ καὶ τὸ ἐν κινδύνοις ἀγέρωχον τοῦ Ἕκτορος καὶ τὴν ἀγαθὴν ἐλπίδα. οὐ γὰρ τὸν ἑαυτοῦ προέταξεν ὄλεθρον, ἀλλὰ τὸν τοῦ Ἀχιλλέως, ἐν τῷ εἰπεῖν κέρδιον εἶναι ἢ κτεῖναι τὸν Ἀχιλλέα ἢ ὑπ' ἐκείνου πεσεῖν, ὡς δῆθεν ἐν ἀμφιβόλῳ κειμένου τοῦ τέλους. διὸ καὶ προϊὼν ἐρεῖ· "εἴδομεν, ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξει". Οὕτω δὲ μελετήσας ὁ Ἕκτωρ τὸ "εἰ τὴν πόλιν εἰσελευστέον", καὶ πείσας ἑαυτὸν μὴ εἰσελθεῖν τὸ τεῖχος, λογίζεται αὖθις, εἰ χρὴ αὐτὸν γυμνωθέντα τῶν ὅπλων ἐλθεῖν ἀντίον τοῦ Ἀχιλλέως,

(v. 111-121) λέγων οὕτως "εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι", ἤγουν κατάθωμαι, "ὀμφαλόεσσαν", τὴν καὶ προεξηγηθεῖσαν, "καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας", καθὰ καὶ πύργῳ ἐπὶ προὔχοντι φαεινὴν ἀσπίδα, "αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω, καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ πάντα μάλ', ὅσσα τ' Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν ἠγάγετο Τροίηνδ', ἥ τ' ἔπλετο νείκεος ἀρχή, δωσέμεν Ἀτρείδῃσιν ἄγειν, ἅμα τ' ἀμφὶς Ἀχαιοῖς ἀλλ' ἀποδάσσασθαι, ὅσσα πτόλις ἥδε κέκευθεν", ἤγουν ἔνδον [585] κρύπτει, "Τρωσὶ δ' αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι μή τι κατακρύψειν, ἀλλ' ἄνδιχα πάντα δάσασθαι κτῆσιν, ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει", ὃ καὶ ἀλλαχοῦ ἐγράφη.

(v. 122-125) Καὶ μέχρι τούτου ἀπρόσκοπ‹τ›ος καὶ νῦν ἐλθὼν ὁ Ἕκτωρ τῇ φράσει, τὸ ἐντεῦθεν οἷον χωλεύσας καὶ ἀναπόδοτον ἐάσας τὸ νόημα διὰ τὸ ἀσύμφορον τοῦ βουλεύματος, λέγει, ὡς καὶ πρὸ τούτου ὁ Ἀγήνωρ, ἑαυτὸν ἐφ' οἷς εἶπε μεμφόμενος, τὸ "ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός; μή μιν ἐγὼ μὲν ἵκωμαι", ἤγουν ἱκετεύσω, "ἰών, ὃ δέ μ' οὐκ ἐλεήσει οὐδέ τι μ' αἰδέσεται", ὡς ἱκέτην δηλαδή "κτενέει δέ με γυμνὸν ἐόντα αὕτως ὥς τε γυναῖκα, ἐπεί κ' ἀπὸ τεύχεα δύω", ἤγουν ἐπειδὰν ἀπεκδυθῶ τὰ ὅπλα.

(v. 129 s.) Εἶτα κρίνει ὡς βέλτερον ἔριδι ξυνελαύνειν καὶ γνῶναι, "ὁπποτέρῳ, καθὰ εἴρηται, "εὖχος θεὸς ὀρέξει". ὅπερ δὲ ἐπὶ τοῦ Ἀγήνορος πρὸ μικροῦ μετὰ τὸ "τί μοι ταῦτα ὁ θυμὸς διελέξατο" ἔκειτο καὶ δευτέρα ἔλλειψις ἐν τῷ "μή με ἀπαειρόμενον πόλεως πεδίονδε νοήσῃ" ‑ ἔλειπε γὰρ τὸ δείδια ἢ ἕτερόν τι τοιοῦτον ‑ , οὕτω καὶ ἐνταῦθα. μετὰ γὰρ τὴν ἀναπάρτιστον σύνταξιν τῶν ια στίχων τῶν ἀρχομένων ἀπὸ τοῦ "εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι", ληγόντων δὲ εἰς τὸ "ἐντὸς ἐέργει" εἰπὼν τὸ "ἀλλὰ τί μοι ταῦτα διελέξατο θυμός", ἐπήγαγε "μή μιν ἐγὼ μὲν ἵκωμαι" καὶ ἑξῆς, λέγων ὅτι δέδοικα μὴ τάδε ποιήσας τάδε πάθω. δύο οὖν κἀνταῦθα οὐσῶν ἐλλείψεων λείπει τῆς μὲν πρώτης τὸ τελειωτικὸν ῥῆμα, ἔμεινε γὰρ ἀτελὲς διὰ τὸ τοῦ λόγου ἀλυσιτελές, τῆς δὲ δευτέρας ἡ ἀρχή, τὸ δέδοικα ἢ δείδια ἢ ἕτερόν τι ὅμοιον. Ἐν δὲ τῷ χώρῳ τούτῳ σημείωσαι καὶ ὅτι τὰ μέγιστα ὁ Ἕκτωρ ἐν τῇ Τροίᾳ ἴσχυεν, εἴγε παρ' αὐτῷ κεῖται λῦσαι τὴν μάχην καὶ μή. ὥστε καὶ τῆς ἐν τῇ γ΄ ῥαψῳδίᾳ παραβάσεως τῶν ὅρκων αὐτὸς αἴτιος ὁ δυνάμενος μὲν ἀναλαβέσθαι τὸ πταῖσμα, ὀκνήσας δέ. ὑπερφίαλος ἄρα κατὰ τοὺς λοιποὺς Πριαμίδας καὶ αὐτός. Ἔτι δὲ καὶ κοινὸν [586] Τρωσί τε καὶ Ἕλλησιν, εἰ δυνάμενος ποιῆσαι ἃ λέγει, ὅμως οὐκ ἐποίησεν, ἀλλὰ συνετήρησεν ἐπὶ πανωλεθρίᾳ τὸν πολυετῆ πόλεμον.

(v. 111) Καταθέσθαι δὲ νῦν μὲν τὸ κάτω θεῖναι εἰς γῆν, ὃ ἀντίκειται πρὸς τὸ ἀναθεῖναι. οἱ δὲ μεθ' Ὅμηρον καὶ ἐπὶ τοῦ ὁμολογητικῶς συγκατατίθεσθαι τὴν λέξιν τιθέασιν. [Εἰ δὲ καὶ προείρηται περὶ ὀμφαλοέσσης, ὅμως ῥητέον καὶ νῦν ὡς ἐκ τοῦ κατὰ ζῷα ὀμφαλοῦ καὶ βίβλων καὶ ἀσπίδων λέγονται ὀμφαλοί. καὶ γῆς δὲ ὀμφαλὸς τὸ αὐτῆς μεσαίτατον. καὶ φιάλαι δέ τινες παρὰ Κρατίνῳ βαλανειόμφαλοι, διότι οἱ ὀμφαλοὶ αὐτῶν καὶ οἱ θόλοι τῶν βαλανείων ὅμοιοί εἰσι, κατὰ δέ τινας ἀπὸ τῶν ἐν ταῖς γυναικείαις πυέλοις ὀμφαλῶν, ἢ καὶ διότι τῶν Ἀθήνῃσι βαλανείων τὰ πλεῖστα κυκλοειδῆ ὄντα τὰς ἐξαγωγὰς ἔχει κατὰ μέσον, ὅθι χαλκοῦς ὀμφαλὸς ἔπεστι. διὸ καὶ μεσομφάλους αὐτὰς Ἴων λέγει ἐν τῷ "ἴτ' ἐκφορεῖτε παρθένοι κύπελλα καὶ μεσομφάλους" φιάλας. δηλαδὴ τὰς εἰρημένας. Ἀθήναιος δὲ ταῦτα ἱστορεῖ.] Ἰστέον δὲ ὅτι τὸ ἀσπίδα καταθέσθαι καὶ τὰ ἑξῆς, ὡς προγέγραπται, δύναται καὶ ἐπὶ ἀργίας πολέμου ῥηθῆναί ποτε, καὶ ὅτι νῦν μὲν τὸ δόρυ δίχα ἐπιθέτου τινὸς προήγαγεν, ἐν δὲ τοῖς ἑξῆς ἐρεῖ αὐτὸ μελίαν χαλκογλώχινα, γλωχῖνα λέγων ἐκεῖ τὴν ἄκραν γωνιάν, ἤγουν τὸ τῆς αἰχμῆς τμητικόν, τουτέστι τὸ ἔμπροσθεν ὀξύ.

(v. 113) Ἀμύμονα δὲ τὸν Ἀχιλλέα καλεῖ ὁ Ἕκτωρ, ὡς μὴ ἔχων κρύπτειν τὴν τοῦ πολεμίου ἥρωος ἀρετήν. Τὸ δὲ "ἀντίος ἔλθω" οὐκ ἐναντιότητα ἐνταῦθα δηλοῖ, ἀλλὰ τὸ ἁπλῶς ἐκ τῶν ἔμπροσθεν συναντῆσαι.

(v. 114) Τὸ δὲ "ὑπόσχωμαι" ἡ σαφὴς ἑρμηνεία ἐστὶ τοῦ ὑποστῆναι καὶ ὑποστάς καὶ τῶν ὁμοίων, ἅπερ ἐν ἄλλοις κεῖνται δηλωτικὰ ὄντα ὑποσχέσεως, ἧς ἡ ἐτυμολογία προγέγραπται.

(v. 116) Τὸ δὲ "ἣ ἔπλετο νείκεος ἀρχή" ἢ Ἀττικῶς ἐσχημάτισται ἀντὶ τοῦ "ὅπερ γέγονε μάχης ἀρχή", περὶ οὗ σχήματος ἀλλαχοῦ προερρέθη σαφῶς

(v. 114) ἢ τὸ "ἥ" διὰ τὴν Ἑλένην εἴρηται, ἧς τὴν ἱστορίαν εὐμεθόδως ὁ ποιητὴς καὶ ἐνταῦθα παρέρριψεν, ὑποδηλώσας καὶ πολλὰ κτήματα ἅμα αὐτῇ τὸν Πάριν ἀγαγέσθαι εἰς Τροίαν. [Ἐνθυμητέον δ' ἐνταῦθα ὡς, εἰ καὶ μέγα τὸ τῆς Ἑλένης ὄνομα τότε, ἀλλ' ὕστερον ἑταίρα τις παρώνυμος τῇ Ἑλένῃ [587] γέγονεν, ἧς δύο κλήσεις Καλλίστιον καὶ Πτωχελένη.]

(v. 114 et 121) Ἰστέον δὲ ὅτι "κτῆσιν" ἤγουν "κτήματα" καὶ ἐνταῦθα καλεῖ τὰ ἀπόθετα, συνήθως ἑαυτῷ φράζων. περὶ δὲ τῆς λέξεως ταύτης ἔστιν εἰπεῖν ὅτι ἐκ τοῦ κέω κῶ προάγεται καὶ τὸ κέημι κέεμαι κεῖμαι, ὅθεν παράγεται τὸ κειμήλιον, ἀπόθετον πάντως ὄν, ὡς δηλοῖ καὶ τοὔνομα, καὶ αὖ πάλιν ἐκ τοῦ αὐτοῦ κέω κῶ πλεονασμῷ τοῦ τ γίνεται κτῶ κτήσω, ἀφ' οὗ κτῆσις, ἤτοι κτῆμα, κείμενον εἰς ἀπόθεσιν καὶ αὐτό. ὁποῖα κἀνταῦθα τὰ πρὸ πολλῶν ἐτῶν ἐξ ἁρπαγῆς περιόντα τῷ Ἀλεξάνδρῳ ὡς οἷον κειμήλια καὶ αὐτὰ διὰ τὸ ἀμεταχείριστον, ὡς τάγε μὴ τοιαῦτα κτήματα χρήματα μάλιστα λέγεται παρὰ τὸ χειρίζεσθαι, ἤτοι χρᾶσθαι. διὸ καὶ τὸ δέμνιον, ἐν ᾧ ὁ νοσῶν χρηστικῶς κεῖται, χρῆμα ἡ Τραγῳδία φησίν. καὶ οὕτω μὲν καὶ ταῦτα,

(v. 115) ἐν οἷς τὸ "ἐν νηυσὶν ἠγάγετο" καὶ τὸ ἄγειν τὴν ναυτικὴν φορτηγίαν συντιθέασι καὶ τὰ κατὰ θάλασσαν ἀγώγιμα παράγουσιν. [(v. 116) Σημείωσαι δὲ ὡς, εἰ καὶ ἀρχὴ νείκεος ἡ Ἑλένη γενέσθαι λέγεται, ἀλλ' ἡ τοῦ Πάριδος κρίσις, ἧς ὡς μάχλου καὶ Ὅμηρος μέμνηται, ἄλλο τι δηλοῖ, λέγουσα τὴν μυθευομένην τοῦ Πάριδος κρίσιν ἡδονῆς πρὸς ἀρετὴν εἶναι σύγκρισιν, ἐν ᾗ προκριθείσης τῆς Ἀφροδίτης ‑ αὕτη δ' ἐστί, φασίν, ἡδονή ‑ πάντα συνεταράχθη. τῷ τοιούτῳ δὲ νοήματι συμβαίνει καὶ [588] Ἐμπεδοκλέους τὸ "οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Ποσειδῶν, ἀλλὰ Κύπρις βασίλεια", δι' ἣν πολλὰ συνέβη κακὰ Τρωσὶ καὶ Ἀχαιοῖς, καὶ πολὺς μετάμελος. ὡς ἐξεῖναι εἰπεῖν, ὅτι καλῶς Ἀντισθένης τὴν ἡδονὴν ἀγαθὸν εἶναι φάσκων προσέθηκε τὴν ἀμεταμέλητον. ἡ τοιαύτη γὰρ μόνη ἀγαθόν, οὐ μὴν ἅπασα ἡδονή.]

(v. 117 s.) Ἐν τούτῳ δὲ τῷ τόπῳ καὶ ἔθος παραλαλεῖ ὁ ποιητὴς ἀρχαῖον τὸ πολλάκις τοῖς πολεμίοις τὰς πόλεις ἐπὶ εἰρήνῃ συμβαίνειν, τουτέστι συμβιβάζεσθαι, ἀπομερίζεσθαι τὰ ἡμίση τῶν πολιτικῶν κτημάτων, ὡς καὶ ἐν τῇ ὁπλοποιΐᾳ ἐμφαίνεται, ἐν ᾗ συμβιβάσει καὶ ὅρκος, οἷα εἰκός, ἐγίνετο μή τι κατακρύψειν τοὺς πολίτας. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι ποσὸν τῆς ποινῆς, ἣν ὁ Ἀγαμέμνων ἀπῄτησεν ἐν τῇ γάμμα ῥαψῳδίᾳ, τοῦτο Ἕκτωρ, ὡς εἰκός, ἐκύρωσεν ἔκτοτε παρ' ἑαυτῷ, εἰ καὶ ἠμέλησε, τὸ δάσασθαι δηλαδὴ σὺν ὅρκῳ ἄνδιχα πάντα, ὅσα ἡ πόλις ἔνδον κέκευθε.

(v. 119) Γερούσιον δὲ ὅρκον λέγει τὸν τοῖς γέρουσι πρέποντα, νέων γὰρ φρένες ἠερέθονται.

(v. 121) Τὸ δὲ "κτῆσιν ὅσην πόλις ἐντὸς ἐέργει" ἐφερμηνευτικόν ἐστι τοῦ "πάντα δάσασθαι". πάντα γὰρ ἡ κτῆσις, ἤτοι τὰ ῥηθέντα κτήματα.

(v. 122) Ἐν δὲ τῷ "ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός" ὅπερ πᾶς εἴποι ἂν μεταμελόμενος ἐφ' οἷς βεβούλευται, τὸ "διελέξατο" πρωτότυπόν ἐστι ῥῆμα τοῦ τῆς διαλέξεως ὀνόματος, πραγματικῶς οὕτω λεχθέν. τρόπον γάρ τινα τοιαῦτα ἑαυτῷ διελέξατο Ἕκτωρ· εἰσελεύσομαι τὸ τεῖχος; ἀλλ' αἰδοῦμαι διὰ τάδε. ἀλλ' ἱκετεύσω; καὶ μὴν σκληρὸς ὁ Ἀχιλλεύς. ἀντιστήσομαι ἄρα. εἰ δὲ καὶ ἄλλος ἐστὶ λογισμὸς τὸ φεύξεσθαι, ποιήσει μὲν ὕστερον ὁ Ἕκτωρ αὐτό, ἀνύων δὲ οὐδέν, ἀλλ' ἐν στενῷ γενόμενος, εἰς τὸ πρῶτον ἐπανακάμπτει, ὅπου κατέληξεν αὐτῷ νῦν ἡ διάλεξις.

(v. 123) Ἐν δὲ τῷ "ὃ δέ μ' οὐκ ἐλεήσει" καὶ ἑξῆς, ὅρα συνεχῶς τρὶς τεθεῖσαν τὴν με ἀντωνυμίαν, οὐκ ὀκνήσαντος Ὁμήρου τὸ τῆς [589] ταὐτολογίας καίριον.

(v. 125) Τὸ δὲ "ὥς τε γυναῖκα" παραποιήσαντες οἱ μεθ' Ὅμηρον γυναικίας καὶ γυναικιζομένους τοὺς ἐν πολέμῳ ἀτόλμους φασίν. ὅπερ ὁ Ἕκτωρ οὐκ ἐθέλει παθεῖν, κρεῖττον λογισάμενος καὶ αὐτὸς ἀγαθὸς ὑπ' ἀγαθοῦ πεσεῖσθαι, ὃ φθάσας καὶ Ἀχιλλεὺς εἶπε περὶ ἑαυτοῦ. ὑπὸ γὰρ κακωτέρου μὴ ὅτι γε πεσεῖν, ἀλλὰ καὶ ὄνειδος ἀκοῦσαι μισεῖ ὁ Ἕκτωρ, ὡς εἴρηται. [Ἀφελῶς δὲ πέφρασται τὸ "ὡς γυναῖκα". οὐ μὴν τοιαῦτα τὸ "γυναικὸς ἂρ ἀντετέτυξο", καὶ τὸ "Ἀχαιΐδες οὐκέτ' Ἀχαιοί", καὶ Σοφοκλέους τὸ "μὴ γυναῖκες ἀντ' ἀνδρῶν πέλας ἕστατε".]

(v. 126-128) Ἐπὶ δὲ τούτοις μὴ θαρρῶν ὁ Ἕκτωρ, ὡς ὑποσχέσεσι τὸν Ἀχιλλέα πείσει καὶ λόγοις φησὶν "οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης τῷ", ἤτοι τούτῳ, "ὀαριζέμεναι", ἤγουν ὥστε ὀαρίζειν καὶ ὁμιλεῖν αὐτῷ, "ἅτε παρθένος ἠΐθεός τε, παρθένος ἠΐθεός τ' ὀαρίζετον ἀλλήλοισιν". Τὸ δὲ σχῆμα ἐπανάληψις δι' ἐπαναστροφῆς, ὅμοιον τῷ "εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δὲ σιδήρῳ". καὶ τοῦτο γὰρ ἐπαναστροφῆς ἦν σχῆμα κατὰ τοὺς ῥήτορας. καὶ ἔχει μέν τι καὶ κάλλους κατὰ τοὺς Τεχνικοὺς κἀνταῦθα ἡ ἐπαναστροφή. τὸ δὲ πλέον ἀγωνιῶντος καὶ τοῦτο ἤθους ἐστὶν ἐνδεικτικόν, ὡς μὴ δυναμένου τοῦ λαλοῦντος προσώπου ἐγκροαίνειν διαφόροις ἐννοίαις, ἀλλ' ἀνακοπτομένον καὶ ταὐτολογικῶς ὑποβραδύνοντος. ὁ δὲ νοῦς τοῦ λόγου τοιοῦτος· οὐκ ἔστιν ἀποίκιλος ὁ Ἀχιλλεύς, ἀλλ', ὡς προϊὼν αὐτὸς ὁ Ἕκτωρ ἐρεῖ, ἀρτιεπὴς καὶ ἐπίκλοπος μύθων. οὔκουν ἁπλοῦς τὸ ἦθός ἐστι καὶ ἀρχαϊκὸς καὶ εὐήθης, ὁποῖοι πάλαι ποτ' ἦσαν ἐκεῖνοι, οὓς λόγος ἔχει ἀπὸ δρυὸς καὶ ἀπὸ πέτρας γίνεσθαι, ὅτε δηλαδὴ νομάδα βίον εἷλκον οἱ ἄνθρωποι καὶ ὠρεινόμουν καὶ δρυῶν καὶ λίθων κοιλότησιν ἐπίστευον τὰ νεογνά, ἐκτιθέμενοι διὰ πενίαν τὰ φίλτατα. ὅθεν καὶ φήμη διεσπάρη ἐκ τῶν εὑρισκόντων τὰ ἔκθετα βρέφη, ὡς ἄρα ἐκ δρυῶν καὶ λίθων καὶ μελιῶν, καθὰ καὶ Ἡσίοδός φησι, γεννῶνται [590] ἄνθρωποι, ὡς οἷα οὕτω προμηθουμένου Διὸς τὸ ἀνθρώπειον γένος πληθῦναι. ὅτι γοῦν οὐχ' ἁπλοῦς ἐστιν ὁ Ἀχιλλεύς, ὥστε ὀαρίζειν ἐμὲ αὐτῷ, καθάπερ εἰ καὶ παρθένος καὶ ἠΐθεος ἀλλήλοις ὀαρίζουσι, βέλτερον ἄρα ἔριδι ξυνελαυνέμεν, ὡς εἴρηται, ἤγουν εἰς ἔριν συνελθεῖν ἀνδρικῶς. καὶ οὕτω μὲν ἡ περὶ δρυὸς καὶ πέτρης παροιμία καθέσταται. εἰ δέ τις τὸ "ἀπὸ δρυὸς ἢ ἀπὸ πέτρης" ἐπὶ σκληρότητος ἤθους λάβοι ποτέ, ὅπερ ἐνταῦθα οὐδ' ὅλως συμβιβάζεται, ὁ τοιοῦτος παραχρᾶται τῇ Ὁμηρικῇ παροιμίᾳ καὶ εἰς ἄλλο τι μεθέλκει τὸν νοῦν, ἴδιόν τι ποιῶν αὐτὸς ἕτερον νόημα, οὐ τῷ ἀρχαίῳ κατακολουθῶν, καὶ σολοικίζων οὕτω κατὰ τοὺς παλαιοὺς τῷ νοήματι. καὶ γὰρ καὶ τοιοῦτοί τινες ἐλέγοντο σολοικισμοί, καθάπερ καὶ τὸ "ἵππος εἰς πεδίον" ἀντὶ τοῦ εἰς πεδιάδα οἱ ἱππόται χρήσιμοι, ἐάν τις καὶ ἐπὶ ἑνὸς ἵππου νοήσῃ, ἐξεφαυλίζετο παρὰ τοῖς σοφοῖς καὶ αὐτὸς καὶ σολοικίζειν κατὰ νοῦν ἐλέγετο οἷα τὴν παροιμίαν οὕτω παραποιῶν. καινὸν δὲ οὐδὲν σολοικίζειν ἐν νοήματι λέγεσθαι, εἴγε καὶ νεύματι σολοικίζειν τινὲς ἐσκώπτοντο. ἀλλ' οὕτω μέν, ὡς ἐρρέθη, οὐκ ἔστι λαμβάνεσθαι νῦν εἰς σκληρότητα ἤθους τὴν ῥηθεῖσαν Ὁμηρικὴν παροιμίαν διὰ τὸ ἀσυμβίβαστον. ἄλλως μέντοι παραποιῆσαί ποτε τὸν νοῦν αὐτῆς, ὡς ἐπὶ σκληρότητος νοηθῆναι, οὐχ' ὑποδύσκολον, ἐπεὶ καὶ αὐτὸς ὁ ποιητὴς ἐν Ὀδυσσείᾳ περὶ Ὀδυσσέως εἰπὼν τὸ "οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ' ἀπὸ πέτρης" ἑτέρως ἐκεῖ χρᾶται τῇ παροιμίᾳ καὶ οὐκ ἐπὶ τῆς ἐνταῦθα κειμένης ἐννοίας. βούλεται γὰρ ἐκεῖ νοεῖν, ὅτι δεῖ σε εἰπεῖν τὸ σὸν γένος. οὐ γὰρ πάντως ἀγενεαλόγητος εἶ, ὡς μήτε πατρὸς προαχθεὶς μήτε μητρὸς ἐκφὺς κατὰ τοὺς πάλαι λεγομένους ἐκ δρυὸς καὶ πέτρας εἶναι, οὓς εἴ τις ἤρετο, τίνων κατάγονται, οὐκ ἂν εἶχον τὸ γένος εἰπεῖν. Καὶ ὅρα ἐν τῷ λόγῳ τούτῳ, ὡς αἱ παροιμίαι πρὸς διαφόρους ἐννοίας ἀμέμπτως ἔστιν ὅτε στρέφονται, ὡς καὶ ἐπὶ τῆς Καδμείας νίκης γίνεται, καθὰ προδεδήλωται.

(v. 126) Δρῦς δὲ κἀνταῦθα πᾶν [591] ξύλον, ὡς προέγνωσται.

(v. 127) Ὀαρίζειν δὲ πόθεν μὲν παράγεται, προερρέθη καὶ αὐτό. δηλοῖ δὲ νῦν τὸ ἁπλῶς καὶ ἀκάκως ὁμιλεῖν ὡς ἡ παρθένος καὶ ὁ ἠΐθεος, περὶ οὗ καὶ αὐτοῦ ἑτέρωθι γέγραπται. καλῶς δὲ τὴν ἱκετευτικὴν ἐνταῦθα ἐντυχίαν ὁ Ἕκτωρ ὁμιλίᾳ εἰκάζει παρθένου καὶ ἠϊθέου, ὃς καὶ τὸ γυμνωθῆναι τῶν ὅπλων γυναικισμῷ εἴκασε. προκλητικὸν γὰρ ἐκεῖνο τούτου τὸ νόημα εἶναι δοκεῖ. καὶ Αἰνείας δὲ πρὸ τούτου τὴν μέσον αὐτοῦ καὶ τοῦ Ἀχιλλέως φιλονεικίαν ἔριδι ἀγοραίων ὡμοίωσε γυναικῶν. ἔστι δὲ καὶ λόγος παλαιὸς ἀνδρῶν μὲν εἶναι τὸ πράττειν, γυναικῶν δὲ τὸ λαλεῖν.

(v. 131-132) Ὅτι τὸν Ἀχιλλέα, ὅτε καθ' Ἕκτορος ὁρμᾷ, τῷ Ἄρεϊ ὁ ποιητὴς ὁμοιοῖ, λέγων "ὃ δέ οἱ σχεδὸν ἦλθεν ἶσος Ἐνυαλίῳ κορυθάϊκι πολεμιστῇ". Καὶ ὅρα τρία ἐπίθετα κείμενα ἀντὶ ἑνὸς κυρίου τοῦ Ἄρεος. εἴληπται δὲ ὡς κύριον μὲν ὁ Ἐνυάλιος, καθὰ καὶ προϊστόρηται, τὰ δὲ λοιπὰ δύο ὡς ἀληθῶς ἐπίθετα.

(v. 133-135) Ἐπάγει δὲ ὁ ποιητὴς καὶ τὰ ἑξῆς μεγαλοπρεπῶς λέγων "σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον, δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο ἴκελος αὐγῇ ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος". Καὶ ὅρα ὅτι καὶ ἐνταῦθα ἀπὸ ἐλάσσονος τοῦ πυρίνου φωτὸς ἐπὶ τὸ μεῖζον προέβη τὸν ἥλιον, καὶ ὅτι οὐδὲ νῦν ἀπέστη τοῦ κατὰ τὸ πῦρ εἰκασμοῦ ἐπὶ τῷ Ἀχιλλεῖ, καὶ ὡς ἀντὶ ἄστρου ἑτέρου τὸν ἥλιον ὑπεροχικῶς παρέλαβεν, ἀνατέλλοντα μέντοι, ὅτε καὶ ἱλαρὸν αὐγάζει ‑ οὐ μὴν τὸ μεσημβρινὸν καυσοῦντα. οὐ γὰρ ἦν ἐνταῦθα χρεία ἡλίου τοιοῦδε ‑ , καὶ ὡς τὰς πολλὰς παραβολὰς τοῦ πυρὸς καὶ τῆς ἄλλοθεν αὐγῆς ἐνταῦθα συνέτεμε. τίς δὲ ἡ Πηλιὰς μελία, προείρηται.

(v. 136-137) Ὅτι πολεμικὸν φόβον φράζει τὸ τὸν δεῖνα "ὡς ἐνόησεν, ἕλε τρόμος, οὐδ' ἂρ ἔτι ἔτλη αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς". Περὶ Ἕκτορος δὲ ὁ λόγος, ὃς δυνάμενος ἔσω πυλῶν σωθῆναι ἀφεὶς αὐτὰς ᾤχετο καὶ οὕτως ἐξώλετο δι' οὐκ ἀγαθὴν αἰδῶ, αἰδεσθεὶς δηλαδὴ τὴν εἰς τὸ τεῖχος [592] εἴσοδον διὰ ἐλεγχείην ἐκείνην τὴν ἐκ τοῦ Πολυδάμαντος.

(v. 136-144) Ὅτι Ἀχιλλέως ἐπιδραμόντος εἷλε τρόμος Ἕκτορα, "οὐδ' ἂρ ἔτλη αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς, Πηλείδης δ' ἐπόρουσε, ποσὶ κραιπνοῖσι πεποιθώς. ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν, ἣ δέ θ' ὕπαιθα φοβεῖται, ὃ δ' ἐγγύθεν ὀξὺ λεληκὼς ταρφέ' ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει, ὣς ἂρ ὅ γ' ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δ' Ἕκτωρ τεῖχος ὑπὸ Τρώων". Καὶ ὅρα ὅπως εἰς τὴν τολμηρὰν τοῦ πέτεσθαι λέξιν ἐβοήθησε τῷ ποιητῇ τοῦ κίρκου ἡ παραβολή, καθὰ καὶ πρὸ τούτου ἡ τοῦ ἀετοῦ. διὸ προϊὼν θαρρούντως ἐρεῖ, ὡς ὁ Ἀχιλλεὺς πρὸ πόλεως ἐπέτετο αἰεί. ἐδήλου μὲν οὖν ποδῶν ὠκύτητα πρὸ ὀλίγων καὶ ἡ πρὸς ἀεθλοφόρον ἵππον θέοντα παραβολή, ἐνταῦθα δὲ τὸ τάχος διὰ τοῦ κίρκου ἐπιτέταται. καλῶς δέ, ὅτε ὁ δρόμος ἐναγωνιώτερος, ἡ πρὸς τὸν κίρκον εἰκασία γέγονεν. Ἰστέον δὲ ὡς οἱ τὰ περὶ ζῴων φυλοκρινήσαντες καὶ κίρκην κατὰ γένος θηλυκὸν εἶδός τι πτηνοῦ καλεῖσθαι ἱστόρησαν, οὐ μὴν τοῦ κατὰ τὸν κίρκον εἴδους, ἀλλά τι ἑτεροῖον. χαρίεν δὲ εἰπεῖν καὶ ὅτι οὐ μόνον ἡ τοῦ Ἀχιλλέως μελία ἰθὺς ἐπέτετο, διὸ καὶ ἰθυπτίων ἐκλήθη, ἀλλ' ἰδοὺ καὶ ὁ Ἀχιλλεὺς ἰθὺς πέτεται, καὶ ὅτι ἐπαλλάξας ἐπαΐσσειν μὲν εἶπε τὸν κίρκον, τὸν δὲ Ἀχιλλέα πέτεσθαι.

(v. 136-137) Τὸ δὲ "ἕλε τρόμος" ἑρμηνεύων ὁ ποιητής φησιν "οὐδ' ἂρ ἔτλη αὐτόθι μένειν", ὅπερ σαφηνίζων πάλιν λέγει "ὀπίσω δὲ πύλας λίπε". μεθὸ ἐπὶ πλέον ἐν ὀλιγίστῳ διασαφῶν φησιν "ἔβη δὲ φοβηθείς", καὶ προϊὼν δὲ δι' ὀλίγου ὡσαύτως ἑρμηνεύει τὸ ῥῆμα τοῦ τρόμου, εἰπὼν "τρέσε δ' Ἕκτωρ τεῖχος ὑπὸ Τρώων".

(v. 138) Τὸ δὲ "ποσὶ κραιπνοῖσι πεποιθώς" ὅμοιόν τι πρὸς τὸ "λέων ἀλκὶ πεποιθώς". οὗτός τε γὰρ ἀλκιμώτατος καὶ ὁ Ἀχιλλεὺς ποδωκέστατος.

(v. 139) Ὁ δὲ κίρκος ἐκ τοῦ κρίζειν ἴσως, ὠνοματοπεποιημένου ῥήματος, παρῆκται, οὗ χρῆσις καὶ παρ' Ὁμήρῳ ἐν τοῖς ἑξῆς, ἀφ' οὗ καὶ ὁ σιδηροῦς κρίκος. ἀλλ' οὗτος μὲν ἐξ ὀρθοῦ ἐκεῖθέν ἐστιν, ὁ δὲ [593] κίρκος κατὰ μετάθεσιν. Τὸ δὲ ἐλαφρότατος" τῇ ἐκ τῆς ἐλάφου παραγωγῇ τὸ ταχὺ τοῦ κίρκου δηλοῖ, ἄλλως δὲ καὶ τὸ κοῦφον δι' ὀλιγοσαρκίαν. τοιαῦτα γὰρ κατὰ κοινὴν φράσιν τὰ ἐλαφρά.

(v. 140) Πέλεια δὲ οὐχ' ἁπλῶς περιστερά, εἶδος δέ τι περιστερᾶς μελαντέρας, ὡς ἡ λέξις ὑποδηλοῖ. πελὸν γὰρ τὸ μελανίζον, ἐξ οὗ καὶ ὁ πελαργός. κοινὸν δὲ ἴδιον ἁπάσης περιστερᾶς τὸ "τρήρων".

(v. 141) Τὸ δὲ "ὕπαιθα" δύναται μὲν καὶ νῦν δηλοῦν καὶ τὸ εἰς πλάγιον, πλαγιάζουσα γὰρ ἂν ἐγκόπτοι τὴν τοῦ κίρκου κατ' εὐθὺ πτῆσιν ἡ πέλεια καὶ οὕτω ταρφέα ποιεῖ αὐτὸν ἀΐσσειν, βοηθεῖται δὲ καὶ εἰς τὸ νοεῖσθαι ἐπὶ τοῦ ἔμπροσθεν ἀπὸ τοῦ "ἰθὺς ἐπέτετο". πέτεται γὰρ πάντως ἰθὺς ὁ Ἀχιλλεύς, καθὰ καὶ κίρκος. αὐτὸς δὲ πάλιν ἰθὺς πέτεται κατὰ πελείας φευγούσης ἀεὶ ὕπαιθα, τουτέστιν ἔμπροσθεν αὐτοῦ. οὐ γὰρ ἂν διώκοι τὴν μὴ πρὸ αὐτοῦ φεύγουσαν. Τὸ δὲ "ὀξὺ λεληκέναι" τὴν ἰδιότητα τοῦ κίρκου δηλοῖ, ὀξὺ φωνοῦντος ὅτε ἀγωνιᾷ ἐγγὺς τοῦ διωκομένου γινόμενος. ὠνοματοπεποίηται δὲ τὸ "λεληκώς", καθὰ καὶ τὸ ἔλακε καὶ τὸ λακεῖν, ἐξ ὧν καὶ τὸ λεληκώς δοκεῖ γενέσθαι, οὐ συγκοπὲν ἐκ τοῦ λελαληκώς, ὃ δὴ ἀνθρωπίνην σημαίνει φωνήν, ἀλλ' ἐκ τοῦ ληκῶ ἀχρείου ἐνεστῶτος παραχθέν, ἢ καὶ συγκοπὴν παθὸν ἐκ τοῦ λελαληκώς.

(v. 142) Τὸ δὲ "ταρφέα" ἐπὶ μὲν τῶν κατὰ γῆν κυριολεκτεῖται. ταρφέα γὰρ φυτὰ τὰ πυκνὰ καὶ ταρφεῖα ὕλη παρηχεῖταί πως καὶ τῇ τραφερᾷ γῇ ὡς ἀπὸ τοῦ τρέφω ἔταρφον, καθὰ δέρκω ἔδαρκον. ἐπὶ δὲ τοῦ "ταρφέα ἀΐσσειν" [594] πολλὴ τοῦ ταρφέος ἡ ἐκ τῆς κυριολεξίας διάστασις καὶ οὐδ' ὅσον ὑψοῦ πετόμενος κίρκος ἔστ' ἀπὸ γαίης. ψιλὴν γὰρ μόνην δηλοῖ πυκνότητα ὁρμῆς, κοινωνίαν δὲ οὐδεμίαν ἔχει πρὸς τὸ τρέφειν, εἰ μὴ ἄρα τις εἰπεῖν τολμήσει ὅτι καὶ ὁ κίρκος πυκνὰ ἀΐσσει, ἵνα τραφῇ ἑλὼν τὴν πέλειαν. οὕτω δὲ καὶ "ταρφέες ἰοί" οὐ κατὰ κυριολεξίαν λέγονται. οὐ μέντοι οὕτως ἀναιδὴς ἐν αὐτοῖς ἡ τροπή, ὡς ἐπὶ τοῦ "ταρφέα ἀίσσειν". ἔχουσι γάρ πως οἱ συχνοὶ ὀϊστοὶ ὁμοιότητά τινα πρὸς τάρφος, ἤγουν δάσος, φυτῶν. Τὸ δὲ "ἑλέειν τέ ἑ θυμὸς ἀνώγει" περιφραστικῶς ἀντὶ τοῦ προθυμεῖται ἑλεῖν. ἔχει δέ τι καὶ ἄλλως ἀστεῖον ὁ λόγος. οἱονεὶ γὰρ ἐφίστασθαι τῷ κίρκῳ λέγει δεσποτικῶς θυμόν, ὅστις πότε οὗτός ἐστι, καὶ κελεύειν ἑλεῖν τὴν διωκομένην πέλειαν, ὡς εἰ καὶ κύων ἐπισπεύδεται ὑπὸ κυνηγέτου θηρίον ἑλεῖν.

(v. 145 s.) Ὅτι μέμνηται Ὅμηρος καὶ ἐνταῦθα ἐρινεοῦ τοῦ Τρωϊκοῦ, ἤγουν τόπου τινὸς ἐρινεώδους, ὡς καὶ ἐν ἄλλοις εἴρηται. οὐ γὰρ ὥσπερ ἡ τοῦ Διὸς φηγὸς μία ἦν ἐν Τροίᾳ, οὕτω καὶ εἷς τις ἐρινεὸς περὶ τὸ τεῖχος. οὐ γάρ. ὅτι μηδὲ δοκεῖ ὅλως τοῦτο τοῖς παλαιοῖς. ῥάχις δέ τις ἦν ἐρινεοὺς ἔχουσα ὑψηλὴ πρὸ τῆς Τροίας. διό φησι "οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα τείχεος αἰὲν ὑπ' ἐκ κατ' ἀμαξιτὸν ἐσσεύοντο". καὶ διὰ τὸ τοιοῦτον τῆς ῥάχεως ὕψος εὐεπίβατος ἦν καί, ὡς ὁ ποιητὴς ἔφη, ἄμβατος ἐκεῖθεν ἡ ἠνεμόεσσα Τροία. διὸ καὶ σκοπιὰ ἦν ἐκεῖ ἀναγκαίᾳ φυλακῇ τοῦ τείχους. περιεκτικὴ γοῦν τις, καθὰ καὶ προεδηλώθη, λέξις ὁ ἐρινεός. οὕτω δὲ καὶ ὁ ἀσφοδελός, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται. Ὅτι δὲ ἡ σκοπιὰ φυλακῆς ἐστι τόπος, δηλοῖ ἐν Ὀδυσσείᾳ τὸ "ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι". Αἱ δὲ τρεῖς ἐνταῦθα προθέσεις οὐ μάτην ἐστοιβάσθησαν, ὡς οὐδ' ἀλλαχοῦ ποιεῖ Ὅμηρος τοῦτο, ἀλλ' ἡ μὲν ὑπο πρόθεσις τὸν κάτω δρόμον δηλοῖ τὸν ὑπὸ τῇ Τροίᾳ, ἡ δὲ ἐκ τὸ ἔξω καὶ πορρωτέρω τοῦ τείχους ‑ οὕτω γὰρ ἐπίτηδες Ἀχιλλεὺς διώκει τὸν Ἕκτορα ‑ , ἡ δὲ κατα τὸν ἐπ' αὐτῇ τῇ ἀμαξιτῷ δρόμον. Καὶ ὅρα ὅτι ψιλοῦσθαι [595] ὁ ποιητὴς τὴν ἄμαξαν βούλεται, ὡς δηλοῖ τὸ "κατ' ἀμαξιτόν". τὸ δ' αὐτὸ καὶ ἀπὸ τοῦ κατημαξευμένου φαίνεται. γίνεται γάρ, φασίν, ἄμαξα παρὰ τὸ ἄγειν τὰ ἀμώμενα, ἤτοι θεριζόμενα. οἱ δὲ δασύνοντες ἀπὸ τοῦ ἅμα καὶ τοῦ ἄξονος αὐτὴν συντιθέασιν.

(v. 147-152) Εἶτα λέγει καὶ ὡς θέοντες ὁ Ἀχιλλεὺς καὶ ὁ Ἕκτωρ "κρουνὼ ἵκανον καλλιρρόω", "ἔνθα δέ", ἤγουν ὅπου δή, "πηγαὶ δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος· ἣ μὲν γάρ θ' ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς γίνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο, ἣ δ' ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ". Καὶ ὅρα ὅτι οὐδεμίαν ἀφῆκε ψύχους ὑπερβολὴν ὑφ' ἑτέρου τινὸς ῥηθῆναι ὁ ποιητής, καὶ ὅτι οὐδὲ καινῶν ἀκουσμάτων ἄμοιρον εἴασε τὴν ἑαυτοῦ ποίησιν, καὶ ὅτι οὐδὲ καινῶν ἀκουσμάτων ἄμοιρον εἴασε τὴν ἑαυτοῦ ποίησιν. καινὸν γάρ τι καὶ ἡ περὶ τῶν πηγῶν τούτων τοῦ Σκαμάνδρου ἱστορία, παραρριφεῖσα ἐν παρέργῳ, καί, ὡς εἰπεῖν, ἐκ παρόδου, ὡς οἷα καὶ ἐκεῖ ἐλθόντων τῶν ἄρτι τρεχόντων ἡρώων.

(v. 156) Φησὶ γὰρ "τῇ γάρ", ἤγουν ἐνταῦθα, "παραδραμέτην" καὶ ἑξῆς. ὦπται δὲ καὶ νῦν περὶ τὴν τῶν Βουλγάρων ἀνάδοσις δύο τοιούτων πηγῶν, ὧν ἡ μία καίουσα ζωογονεῖ ὅμως σκώληκας, οἳ ἐξαιρεθέντες τοῦ ζέοντος καὶ ἀέρι ὁμιλήσαντες ἐκλείπουσι. λέγει δὲ καὶ Ἡρόδοτος ποταμὸν Σκυθικὸν Τέαρον τά τε ἄλλα εἰς ἄκεσιν φέροντα καὶ δὴ καὶ ἀνδράσι καὶ ἵπποις ἀγαθὸν ψώραν ἀκέσασθαι. πηγαὶ δέ, φησίν, τούτου δυοῖν δέουσαι τεσσαράκοντα, ἐκ πέτρας τῆς αὐτῆς ῥέουσαι, καὶ αἳ μὲν αὐτῶν εἰσι ψυχραί, αἳ δὲ θερμαί. Ὁ δὲ Γεωγράφος λέγει μὴ εὑρίσκεσθαι θερμὰ ἐν τῷ Σκαμάνδρῳ, καὶ ὅτι οὐδὲ πηγαὶ Σκαμάνδρου ἐνταῦθα, ὅπου ὁ ποιητὴς ἱστορεῖ, ἀλλ' ἐν τῷ ὄρει, καὶ μία, ἀλλ' οὐ δύο. εἰκὸς οὖν, φησί, τὰ θερμὰ ἐκλελεῖφθαι, τὸ δὲ ψυχρὸν κατὰ διάδοσιν ὑπεκρέον ἐκ τοῦ Σκαμάνδρου, αὐτόθι ἀνατέλλειν, διὸ καὶ λέγεσθαι Σκαμάνδρου πηγήν, ἢ καὶ διὰ τὸ πλησίον εἶναι Σκαμάνδρου. καὶ οὕτω μὲν αὐτός. ἕτεροι δὲ σὺν τῷ εἰπεῖν ἐκλελεῖφθαι, ὡς εἰκός, τὰ θερμά, ὥσπερ καὶ ἄλλα πολλά, λέγουσι καὶ ὅτι αἱ ἀληθιναὶ πηγαὶ τοῦ Σκαμάνδρου πρὸς ἀνατολὰς τῆς Ἴδης πρὸ τριακοσίων εἰσὶ σταδίων Ἰλίου, ἕτεραι δηλονότι οὖσαι παρὰ τὰς Ὁμηρικὰς διὰ τὸ πλείους εἶναι τοῦ αὐτοῦ ποταμοῦ πηγάς. [Ἰστέον δὲ καὶ ὅτι θαυμασία ἐν τοῖς εἰρημένοις [596] καὶ ἡ Ὁμηρικὴ φράσις, οὔτε πάντῃ λογοειδὴς οὖσα, ὡς ψέγεσθαι διὰ τὸ ἀμέγεθες, οὔτε σκληρά, ὥστε φεύγεσθαι εἰς λόγου πεζοῦ παραπλοκήν. ἐφιστῶσι δ' ἐνταῦθα οἱ παλαιοί, λιαρὸν ῥηθῆναι τὸ θερμόν, πυθόμενοι ὡς ἄρα τοῦτο λιαρόν ἐστιν, ἀφ' οὗ πυρὸς ἀτμὶς καὶ καπνὸς ἔμπυρος ἀναφέρεται. εἰ δέ τι ἔστιν αὐτοῖς ἀντιπεσεῖν, μετὰ βραχέα φανεῖται. ὡς δὲ καὶ ἄλλα ὕδατα ἱστορεῖται ψυχρότατα, οἴδασιν οἱ μανθάνοντες. τοιοῦτον ἐν τοῖς μάλιστα καὶ ἡ περιᾳδομένη Στύξ, ὡς πολλαχοῦ δηλοῦται. λέγεται δὲ καὶ Τιλφῶσσα κρήνη ἐν Βοιωτίᾳ εἶναι, ἀφ' ἧς Τειρεσίαν πιόντα καὶ διὰ γῆρας οὐχ' ὑπομείναντα τὴν ψυχρότητα ἀποθανεῖν. φέρεται δὲ ἱστορία καὶ Πτολεμαῖον ἐπὶ Κορίνθου προάγοντα κρήνῃ περιτυχεῖν ἀναβαλλούσῃ νᾶμα χιόνος ψυχρότερον, ἐξ ἧς πολλοὺς μὴ πίνειν ἀποπαγήσεσθαι προσδοκῶντας, αὐτὸς δὲ λέγει πεπωκέναι.]

(v. 153-156) Ὁ δὲ ποιητὴς λέγει καὶ ὅτι ἐπὶ τῶν τοιούτων πηγῶν "πλυνοὶ εὐρέες ἐγγὺς ἔασι καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες τὸ πρίν". ὅπερ ἑρμηνεύων, ὥς που καὶ ἐν τοῖς πρὸ τούτων, φησὶ "ἐπ' εἰρήνης". ὃ πάλιν σαφηνίζων ἐπάγει "πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν". τότε γὰρ ἦν εἰρήνη δηλαδή.

(v. 147) Ἰστέον δὲ ὅτι κρουνοὶ κυρίως οἱ καταρρέοντες ἐξ ὄρους μετὰ ψόφου καί τινος κρούσεως. διὸ κἀνταῦθα δοκεῖ τισιν ἄλλο εἶναι τοὺς κρουνοὺς παρὰ τὰς πηγάς, ἴσως δὲ οὐ καλῶς.

(v. 149) Καπνὸν δὲ πηγῆς λέγει παραβολικῶς τὸ ἄθρουν τῆς ἐκ θερμῶν ὑδάτων θειώδους ἀναθυμιάσεως, ὅπερ καπνοῦ φαντασίαν τοῖς βλέπουσιν ἔπεμπε. καὶ ἄλλως δὲ καπνὸς ἐνταῦθα οὐχ' ὁ αὐτόχρημα, ἀλλὰ τὸ οἱονεὶ καπνῶδες τῆς ἀναθυμιάσεως. οἶδε γὰρ ὁ ποιητὴς ἐνεῖναί τι τοιοῦτον καὶ τῇ ἀτμίδι, διὸ καὶ ἀνωφορεῖται, καθάπερ αὖ πάλιν καὶ τῷ καπνῷ ὑγρότης ἀναμέμικταί τις. ἴσως δὲ καὶ παραβολικὸν ἐνταῦθα προσυπακουστέον συνήθως ἐπίρρημα, ἵνα λέγῃ ὅτι ὡς καπνὸς ἐγίνετο ἐξ αὐτῆς.

(v. 151) Τὸ δὲ "προρέει" ἁπλοῦν ἔχει τὸ ρ τοῦ μέτρου ὑφελομένου τὸ Ἀττικὸν δίπλασμα. εἰ δέ τις διαφορά ἐστι τοῦ "ἣ μὲν ῥέει" "ἣ δὲ προρέει", οὐκ ἂν ἄρτι [597] ζητοίη τις.

(v. 152) Κρύσταλλος δὲ φανερῶς νῦν ἐν δυσὶ λ, ᾧ οὐ συνυπακτέον καὶ τὸν ὕαλον. [Ἐρρέθη δὲ τὸ "ἐξ ὕδατος κρυστάλλῳ" πρὸς διαστολὴν τοῦ ἄλλως πηκτοῦ ἐξ ἀναθυμιάσεως, ᾧ οὐκ ἂν ὕδωρ ψυχρότατον παραβάλλοιτο, ἀλλὰ μάλιστα τῷ ἐξ ὕδατος.]

(v. 153) Πλυνοὶ δὲ νῦν μὲν πύελοι, ὁποῖαί τινες καὶ περὶ Εὔβοιαν φαίνονται, τουτέστι λεκανίδες ἐκ λίθων, ἐπιτήδειαι πλύνειν.

(v. 154 s.) Ὅθεν ὁ ποιητὴς ἐτυμολογῶν φησιν "ὅθι πλύνεσκον γυναῖκες", ὧν ἔργον τὰ τοιαῦτα. δηλοῖ δὲ τὴν τοιαύτην ἐτυμολογίαν καὶ ὁ Κωμικός, ἐν οἷς πρὸς γυναῖκα ὀνομάσασαν ἑαυτὸν πλυνὸν φησί τις "ὄναιο μὲν οὖν, εἴ τις ἐκπλύνειέ σε". καὶ οὕτω μὲν ἐνταῦθα. ἐν δὲ τῇ Ὀδυσσείᾳ βόθροι τινὲς οἱ πλυνοὶ παραποτάμιοι, πρὸς πλύσιν χρήσιμοι καὶ αὐτοί, ὧν πρὸς διαστολὴν οἱ ἐνταῦθα λαΐνεοι λέγονται, ὅ ἐστι λίθινοι.

(v. 157 et 165) Ὅτι "τρὶς πόλιν Πριάμου περιδινηθήτην" Ἀχιλλεὺς καὶ Ἕκτωρ, "ὃ μὲν φεύγων, ὁ δὲ ὄπισθε διώκων".

(v. 157-161) Τοῦτο δὲ ὁ ποιητὴς συστρέφων ἐλλειπτικῶς καὶ γοργῶς καὶ οἷον συντροχάζουσαν καὶ τὴν φράσιν ποιῶν εἰς ὁμοιότητα τῶν φραζομένων φησὶν ἐνταῦθα, ὡς εἴρηται, "παραδραμέτην, φεύγων, ὃ δ' ὄπισθε διώκων· πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ' ἀμείνων καρπαλίμως, ἐπεὶ οὐχ' ἱερήϊον οὐδὲ βοείην ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίνεται ἀνδρῶν, ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο".

(v. 165) Ἰστέον δὲ ὅτι οὐ μάτην τὸ περιδινηθῆναι εἶπεν ὁ ποιητής, ἀλλ' ἐπιτυχῶς καθ' ἱστορίαν χωρογραφικήν. ἐν οἷς γὰρ ὁ [598] Γεωγράφος δείκνυσιν ἀπολωλέναι μὲν τὸ παλαιὸν Ἴλιον, ἕτερον δὲ εἶναι τὸ ἐπ' αὐτοῦ φαινόμενον, λέγει ὅτι ὁ Ἕκτωρ φεύγων περιέδραμε τὸ Ἴλιον, τὸ δὲ νῦν οὐκ ἔστι περίδρομον διὰ τὴν συνεχῆ ῥάχιν, ἡ δὲ παλαιὰ πόλις ἔχει περίδρομον. πάνυ δὲ καίριον ἐπὶ τοιούτων περιοδικῶν κλωσμάτων καὶ περιδρόμων τὸ ἐκ τοῦ δίνου. ὅ ἐστι τόρνου, παρηγμένον δινεῖν.

(v. 157) Τὸ δὲ "φεύγων, ὃ δ' ὄπισθε διώκων" ἐστρύφνωται κατ' ἔλλειψιν, ὡς εἴρηται. τὸ γὰρ ἐντελὲς οὕτω· ἐγγὺς τῶν πηγῶν ἔδραμον, ὁ μὲν Ἕκτωρ φεύγων, ὁ δ' ὄπισθε διώκων.

(v. 158) Διὸ εὐθὺς λύσας ὁ ποιητὴς χάριν σαφηνείας καὶ οἷον ἁπλώσας τὸ νόημα καὶ τὴν ἑαυτοῦ δὲ γνώμην ἐπὶ τοῖς ἥρωσιν ἐξάγων, ἐπάγει τὸ "πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δὲ μέγ' ἀμείνων". ὅπερ οἰκεῖον ἐπὶ ἀντιπάλων ἐνδόξων λέγεσθαι, ὧν κρείττων ἀναμφιλόγως ὁ ἕτερος.

(v. 159) Ἱερεῖον δὲ Ἀττικῶς ὀνομάζει τὸ θυόμενον ζῷον, τινὲς δὲ τὸν βοῦν κατ' ἐξαίρετον. Βοείην δὲ ἢ τὴν βύρσαν τοῦ τοιούτου βοὸς ἢ ἀσπίδα, ὁποῖα ποδῶν ἄεθλα τοῖς παλαιοῖς ἀθληταῖς ἔκειντο, καθὰ ἐμφαίνει ὁ ποιητής.

(v. 160) Ἄρνυσθαι δὲ καὶ νῦν τὸ ἀντικαταλλάσσεσθαι. συνάλλαγμα γάρ τι καὶ τὰ τοιαῦτα, ἐπεὶ τρόπον τινὰ συνήλλαττον καὶ οἱ ἀθληταὶ διδόντες τὴν παρ' ἑαυτῶν ἀρετὴν καὶ ἀντιλαμβάνοντες ἀέθλια.

(v. 161) Τὸ δὲ "περὶ ψυχῆς ἔθεον" παροιμίαν ἀπετέλεσε, λέγουσαν τὸ περὶ ψυχῆς θέειν, ὅτε τις ἀγωνιῶν ἐπὶ ἐσχάτῳ κινδύνῳ διαπράττεταί τι. τοῦτο δὲ καὶ [599] ἀγῶνα θανάσιμον Εὐριπίδης φησίν, ἐξ Ὁμηρικοῦ κερδήσας τὸ νόημα, ὃς καὶ ἄλλως ἑρμηνεύων περιφραστικώτερον τὸν περὶ ψυχῆς δρόμον ἀγῶνά φησιν "ἐν ᾧ ζῆν ἢ θανεῖν χρεών". τούτοις ὅμοιον καὶ παρὰ Ἡροδότῳ τὸ "θέοντες τὸν περὶ τοῦ παντὸς ἤδη δρόμον". Ἦν δὲ ὁ κατὰ τὸν ποιητὴν περὶ τῆς τοῦ Ἕκτορος ψυχῆς δρόμος ‑ οὐ γὰρ περὶ δύο ψυχῶν ἔτρεχεν ‑ , ἀλλὰ μιᾶς ‑ τὸ τὸν μὲν Ἀχιλλέα διώκειν ἀφελέσθαι τὴν ἐκείνου ψυχὴν ἐθέλοντα, τὸν δὲ Ἕκτορα φεύγειν, περιποιήσασθαι αὐτὴν σπεύδοντα.

(v. 162-165) Ὅτι τὸν Ἀχιλλέα ἤδη ἑνί, ὡς καὶ ἔδει, ἀεθλοφόρῳ εἰκάσας ἵππῳ, ἐνταῦθα τὸ τάχος ἐπιτείνων παραβάλλει αὐτόν τε καὶ τὸν Ἕκτορα τοιούτοις ἵπποις, οὐ τρέχειν ἀρξαμένοις, ἀλλὰ πρὸς τῷ τέλει τοῦ δρόμου τυγχάνουσιν, ὅτε καὶ μείζων αὐτοῖς ἡ τοῦ δρόμου ὑπὸ τῶν ἡνιόχων ἐπίτασις, καί φησιν "ὡς δ' ὅτ' ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι ῥίμφα μάλα τρωχῶσι, τὸ δὲ μέγα κεῖται ἄεθλον, ἢ τρίπος ἠὲ γυνή, ἀνδρὸς κατατεθνειῶτος, ὣς οὗτοι τρὶς περιδινηθήτην", ὣς προγέγραπται.

(v. 163 s.) Καὶ ὅρα κἀνταῦθα τὴν τῶν παλαιῶν ἄθλων φύσει μὲν εὐτέλειαν, θέσει δὲ μεγαλειότητα. τὸν γὰρ τρίποδα ἢ τὴν γυναῖκα μέγα ἔπαθλον καλεῖ. Τὸ δὲ τρωχᾶν ἐκτείνει τὴν ἄρχουσαν, ὡς καὶ τὸ τρωπᾶν καὶ νωμᾶν καὶ στρωφᾶν, περὶ ὧν προγέγραπται.

(v. 164) Τὸ δὲ τρίπος ἔνδειαν ἔπαθε τοῦ υ, ὡς καὶ τὸ "Ἶρις ἀελλόπος". Γυναῖκα δὲ δούλην ἐνταῦθα νοητέον, προβληθεῖσαν εἰς ἔπαθλον. καὶ ἀναγνωστέον ἰδίᾳ τὸ "ἀνδρὸς κατατεθνειῶτος", ἵνα δηλοῖ, γίνεσθαι ἀγῶνα ἐπιτάφιον ἀνδρὶ τεθνεῶτι. τὸ γὰρ εἰπεῖν, ὅτι γυνὴ ἀνδρὸς τεθνειῶτος, οὐκ ἀρέσκει τοῖς παλαιοῖς, εἰ καὶ μέγα τοῦτο ἄεθλον. Ὅρα δὲ καὶ ὅτι πρὸ ὀλίγου μὲν ἱερεῖον καὶ βύρσαν ποδῶν ἀέθλια ἔφη, νῦν δὲ ἱππέων τρίποδα καὶ γυναῖκα, μεγάλα καὶ αὐτὰ τοῖς τότε.

(v. 168-169) Ὅτι ἐπὶ φίλῳ ἡττωμένῳ ἢ ἄλλως βλαπτομένῳ ῥηθήσεται τὸ "ὢ πόποι· ἦ φίλον ἄνδρα διωκόμενον ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ' ὀλοφύρεται ἦτορ". ὁ τοῦ μύθου δὲ Ζεὺς τοῦτο λέγει ἐπὶ Ἕκτορι διωκομένῳ περὶ τεῖχος ὑπ' Ἀχιλλέως. Ὀλοφύρεσθαι δὲ Ὅμηρος τὸν Δία λέγει ἐπὶ Ἕκτορι δι' εὐσέβειαν.

(v. 170-172) Ἐπάγει γὰρ "ὅς [600] μοι πολλὰ βοῶν ἐπὶ μηρί' ἔκηε" καὶ ἑξῆς. δοκεῖ γὰρ τῷ Διΐ, καθὸ αἰθέρι καὶ ἀέρι καὶ Ὀλυμπίῳ, θύειν ὁ Ἕκτωρ, κατὰ ἔθος δηλαδὴ ἐγχώριον, ποτὲ μὲν Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δ' αὖτε ἐν πόλει ἀκροτάτῃ. βοῶν δὲ μάλιστα μηρί' ἔκαιεν, ὧν ἡ ἑκατόμβη παρώνυμος. καὶ διὰ ταῦτα φρονεῖ τι δῆθεν ὁ Ζεὺς ὑπὲρ αὐτοῦ.

(v. 172) Ὅρα δὲ ὅτι οὐ πόλιν ἁπλῶς ἄκραν τὴν Τρωϊκὴν ἀκρόπολιν διαλύσας ἔφη, ὡς ἐν ἄλλοις, ἣν καὶ Πέργαμον εἶπεν, ἀλλὰ πόλιν ἀκροτάτην, ἤτοι κορυφαίαν, ἐφ' ἧς ὥσπερ καὶ ἐν κορυφαῖς Ἴδης ὁ Ἕκτωρ ἔθυεν.

(v. 174) Ὅτι τὸ "ἀλλ' ἄγετε φράζεσθε θεοί" καὶ τὸ "μητιάασθε" ἐκ παραλλήλου τὸ αὐτὸ σημαίνει, ὥσπερ καὶ κατωτέρω τῆς αὐτῆς ἐννοίας ἀλλήλοις εἰσὶ τὸ "πύματόν τε καὶ ὕστατον". ἐπίτασιν δὲ νοήματος τὸ τοιοῦτον σχῆμα ἐνταῦθα ἐμφαίνει, τὸ μὲν πρῶτον προκαλούμενον τῷ διπλασιασμῷ εἰς τὸ πάνυ προσεχόντως βουλεύσασθαι, τὸ δὲ δεύτερον δηλοῦν τὸ ἄκρως ἔσχατον.

(v. 175 s.) Ἐν τούτοις δὲ ἐκφαίνεται καὶ ὡς τὸ δαμάσαι ποτὲ μὲν αὐτοπαθῶς λέγεται, οἷον "δαμάσαι θυμόν", ἔστι δ' ὅτε καὶ ἀλλοπαθῶς, ὡς δηλοῖ τὸ "ἢ Ἕκτορα ἤδη τῷ Ἀχιλλεῖ δαμάσομεν", καὶ μετ' ὀλίγα "ἄφαρ δέ σε Ἀθήνη ἔγχει ἐμῷ δαμάᾳ". Ἰστέον δὲ ὅτι μέγα τι κρίνων Ὅμηρος τὸ πεσεῖν ὑπὸ Ἀχιλλεῖ τὸν Ἕκτορα πλάττει θείαν βουλὴν καὶ τοῦ τοιούτου ἔργου προηγουμένην.

(v. 174-176) Ζεὺς τοίνυν μνησθεὶς μηρίων βοῶν ἐκείνων, ἃ δὴ πολλὰ ὁ Ἕκτωρ αὐτῷ ἔκηεν "ἄγετε" φησί "φράζεσθε", ὡς ἐρρέθη, ὦ "θεοί, ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἠέ μιν ἤδη Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα". καὶ ἔστιν ὃ ἐκ τοῦ Διὸς ὁ Ἕκτωρ ἐκέρδανεν ὁ ῥηθεὶς ὀλοφυρμὸς ὁ κατὰ ἦτορ καὶ ὁ παρὼν ἔπαινος. ἄλλο γὰρ οὐδέν τι πλέον ἔχει ἐκ Διὸς ἄρτι. αὐτίκα γὰρ ἀγανακτοῦσα ἡ Ἀθηνᾶ ἐρεῖ τὰ ἐφεξῆς δηλωθησόμενα καὶ πείσει τὸν Δία φάναι πρὸς αὐτὴν τὸ "θάρσει, Τριτογένεια, φίλον τέκος" καὶ ἑξῆς. καὶ εὐθὺς βήσεται κάτω εἰς Ἀχιλλέα καὶ ἀνύσει τὰ κατὰ τοῦ Ἕκτορος. ἔστιν οὖν ὁ παρὼν Ὁμηρικὸς τόπος προεκθετικὸς καὶ αὐτὸς τῶν γενησομένων καθ' ἔθος Ὁμηρικόν. ἀνεπιτηδεύτου δὲ κάλλους ἐν τούτοις ἡ ποιητική τε ἐπαναφορὰ καὶ ἡ [601] παρίσωσις, ἤγουν τὸ "σαώσομεν" καὶ "δαμάσσομεν", καὶ τὸ "ἠέ μιν" δὶς ῥηθὲν συνεχῶς ἐν ἀρχαῖς νοημάτων.

(v. 178-181) Ἃ δ' ἐν τούτοις φησὶν ἡ Ἀθηνᾶ, εἴποι ἄν τις βραχὺ παρῳδήσας ἐπί τινι ῥυομένῳ καινῶς ἐκ θανάτου πρὸς τὸν ἐκείνῳ κατ' ἰσχὺν βοηθοῦντα, οἷον· ὦ πατὲρ τυχὸν ἢ ἄλλο τι, "οἷον ἔειπες, ἄνδρα θνητὸν ἐόντα ἂψ ἐθέλεις", καθὰ καὶ ἀλλαχοῦ ἐγράφη, "θανάτοιο δυσηχέος ἐξαναλῦσαι; ἔρδε, ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν ἄλλοι".

(v. 180) Ἔστι δὲ "ἀναλῦσαι" τὸ ποιῆσαι ἀναζῆσαι καὶ εἰς ζωῆς ἐπανακάμψαι ἀρχήν, ῥηθὲν μεταφορικῶς ἀπὸ τῶν ἀναλυομένων ὑφασμάτων. οὕτω γὰρ ἡ μὲν αἶσα ἐπινήθει λίνῳ, ὁ δὲ ἀνατρέπων αὐτὴν ἀναλύειν ἂν τὰ ἐκείνης λέγοιτο. ἡ δὲ τοιαύτη λέξις καὶ ἐν Ὀδυσσείᾳ κεῖται, ὅπου καὶ ὁ τῆς Πηνελόπης ἱστός. Ἰστέον δὲ ὅτι τὸ "θνητὸν ἐόντα" καὶ ἑτέρως φράζων καὶ νῦν, ὡς καὶ πρὸ τούτων, ὁ ποιητής φησι "πάλαι πεπρωμένον αἴσῃ", τουτέστι πεπερατωμένον, καὶ εἰς τέλος ἐλθόντα τοῦ ζῆν.

(v. 183) Τριτογένεια δὲ κἀνταῦθα ἡ Ἀθηνᾶ. καὶ διὰ τί μὲν οὕτω καλεῖται, ἀλλαχόθι δεδήλωται. ὅτι δὲ καὶ παρὰ τὸν Τρίτωνα ποταμὸν ἡ λέξις λέγεται, ὡς ἐκεῖ γεννηθείσης τῆς Ἀθηνᾶς, ῥητέον εἰς τοῦτο νῦν ἐκεῖνο μόνον, ὡς διὰ τοῦτο καὶ οἱ περὶ τὴν Τριτωνίδα λίμνην θύουσι τῇ Ἀθηνᾷ μάλιστα καθ' Ἡρόδοτον, μετὰ δέ, τῷ Τρίτωνι καὶ τῷ Ποσειδῶνι, οὗ φύσει θυγατέρα τὴν Ἀθηνᾶν οἱ ἐν Λιβύῃ νομίζουσιν, ὡς καὶ προγέγραπται. ἐν τούτοις δὲ καὶ ὁ παραχωρῶν νεωτέρῳ φίλῳ πρᾶξαί τι τῶν αὐτῷ φίλων, οὗ πρὶν ἐκωλύετο, εἴποι ἂν "θάρσει, φίλον τέκος, οὔ νύ τι θυμῷ πρόφρονι μυθέομαι· ἐθέλω δέ τοι", ὡς καὶ ἑτέρωθι γέγραπται, "ἤπιος εἶναι. ἔρξον ὅπῃ δή τοι", ἤγουν σοι, "νόος ἔπλετο" τουτέστι πέλεται, δυσαρεστουμένη, εἴπερ ὁ Ἕκτωρ περισωθήσεται. προαναφωνεῖται δ' ἐν τούτοις καὶ ὡς βλάψει ἐν τοῖς ἑξῆς ἡ Ἀθηνᾶ τὸν Ἕκτορα.

(v. 188-194) Ὅτι ἐν στενῷ εἰπὼν ὁ ποιητὴς "Ἕκτορα δ' ἀσπερχὲς κλονέων ἔφεπεν ὠκὺς Ἀχιλλεύς", ἐπάγει τοιαύτην παραβολὴν "ὡς δ' ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται", ὅ ἐστι διώξει, "ὄρσας ἐξ εὐνῆς διά τ' ἄγκεα καὶ διὰ βήσσας, τὸν δ' εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ, ἀλλά τ' ἀνιχνεύων θέει [602] ἔμπεδον, ὄφρα κεν εὕρῃ, ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλείωνα". Καὶ σημείωσαι ὅτι φθάσας εἰπεῖν ὁ ποιητής, ὡς ἐσθλὸς μὲν ὁ Ἕκτωρ ἔφευγε, μέγα δὲ ἀμείνων ὁ Ἀχιλλεὺς ἐδίωκεν, ἐνταῦθα ὑπερεξαίρων τὸν Ἀχιλλέα κατ' αὐτὸ δὴ τοῦτο τὸ διώκειν τὸν Ἕκτορα εἰς τὴν ῥηθεῖσαν ἦλθε παραβολήν, ἐν ᾗ καὶ κυνὸς ἀρετὴν παραδίδωσι, ὡς καὶ ἐν Ὀδυσσείᾳ, οὐ μόνον τὸ τάχος, ἀλλὰ καὶ τὸ εἰδέναι ἀνιχνεύειν.

(v. 189) Ὅρα δὲ ὅτι φανερῶς ἐνταῦθα νεβρὸν τὸ νεογνὸν τῆς ἐλάφου λέγει. οὐ γὰρ ἁλῶς ἔφη νεβρόν, ἀλλὰ νεβρὸν ἐλάφου, ἀλλαχοῦ δὲ καὶ ἐντελέστερον "νεβρόν, τέκος ἐλάφοιο ταχείης".

(v. 190) Εὐνὴν δὲ νεβροῦ τὴν διατριβὴν λέγει δυναμένην καὶ κοίτην καλεῖσθαι, ὅθεν Ἡσίοδος θῆρας ὑληκοίτας φησίν.

(v. 191) Ὅρα δὲ καὶ τὴν ὑπο πρόθεσιν δοτικῇ κἀνταῦθα συνταχθεῖσαν ἐν τῷ "ὑπὸ θάμνῳ", καὶ ὡς οὐ μόνον λαγωὸς πτώσσειν καὶ πτήσσειν λέγεται, ὅθεν καὶ γίνεται ὁ πτώξ, ἀλλ' ἰδοὺ καὶ νεβρὸς πτήσσει ὑπὸ θάμνῳ.

(v. 194-198) Ὅτι "ὁσσάκις ὁρμήσειε πυλάων Δαρδανιάων Ἕκτωρ ἀντίον ἀΐξεσθαι ἐϋδμήτους ἐπὶ πύργους, εἴ πώς οἱ", ἤγουν ὅπως αὐτῷ, καθύπερθεν ἀλάλκοιεν βελέεσσιν", οἱ ἐπὶ τοῦ τείχους δηλαδή, ‑ τοῦτο γὰρ διὰ συντομίαν σεσίγηται τῷ ποιητῇ ‑ "τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθάς", ἤτοι προφθάσας, "πρὸς πεδίον" Ἀχιλλεύς, "αὐτὸς δὲ ποτὶ πτόλιος", ἤγουν πρὸς πόλεως, "πέτετ' αἰεί". Ἐνταῦθα δὲ οἱ παλαιοὶ στοχαζόμενοι, ὡς Ἀχιλλεὺς μὲν ἐλάττω κύκλον περίεισι τὸν πρὸς τῇ πόλει, Ἕκτωρ δὲ μείζω τὸν ἐξωτέρω, φασὶν ὡς, εἰ τοῦθ' οὕτως ἔχει, πῶς ἔτι ποδωκέστατος ὁ Ἀχιλλεύς, πῶς δὲ καὶ πέτεται ὁ παρὰ πόδας ἥκων τοῦ Ἕκτορος, καὶ ταῦτα κύκλον μείζονα περιθέοντος; καὶ τοιαῦτα μὲν ἀποροῦσιν [603] αὐτοί. ὁ δὲ ποιητὴς λύσει πιθανῶς τὸ ἄπορον τῇ τοῦ κατὰ Ἀπόλλωνα μοιριδίου μεσολαβήσει, ὡς αὐτοῦ βοηθοῦντος καὶ μένος ἐντιθέντος τοῖς Ἕκτορος γόνασι καὶ οἷον πτερύσσοντος ὡς ἀντιπέτεσθαι τῷ Ἀχιλλεῖ.

(v. 202-204) Ἐρεῖ γὰρ ἐνδιαθέτως κατὰ σχῆμα ἐπαπορητικὸν οὕτω "πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγε θανάτοιο, εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ' Ἀπόλλων ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα". καὶ τοιοῦτον μὲν τοῦτο. ἔφθασε δὲ καὶ ἄλλως λῦσαι τὴν ἀπορίαν, ὅτε εἶπεν οὐ περὶ βύρσης ἢ τοῦ τυχόντος ἀέθλου θέειν αὐτούς, ἀλλὰ περὶ ψυχῆς Ἕκτορος, ὥστε ἡ ἀνάγκη ἐπτέρου καὶ τὸν Ἕκτορα εἰς τὸ φεύγειν. Οἱ δὲ παλαιοὶ λυτικοὶ λέγουσι πολλὰ καὶ ἄλλα εἰς λύσιν τῆς ῥηθείσης ἀπορίας, ὧν ἓν καὶ τὸ μὴ ἐξ εὐθείας εἶναι τὴν δίωξιν τῷ Ἀχιλλεῖ διὰ τὸ ὑποτρέχειν καὶ ἀπάγειν συχνὰ πόλεως τὸν Ἕκτορα ὧδε καὶ ἐκεῖ κάμπτοντα καὶ οὕτως ἀεὶ ἀποστρέφειν ἐκεῖνον ἐν τῷ προπάροιθε παραφθάνειν. Ἰστέον δὲ ὅτι τὸ "πῶς δέ κε κῆρας ὑπεξέφυγε θανάτοιο, εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετο ἐγγύθεν" ῥηθείη ἂν ἐπὶ τοῦ ῥυομένου ἐκ κινδύνου διὰ συνάρσεως κρείττονος.

(v. 195) Ὅρα δὲ καὶ ὅτι τὸ ἀΐξαι ἀΐξασθαι εἶπε παθητικῶς.

(v. 197) Τοῦ δὲ "παραφθάς" ἄχρηστον θέμα τὸ φθῆμι ὡς ἵστημι, ἐξ οὗ καὶ φθάμενος ὡς ἱστάμενος καὶ φθαίη ὡς σταίη.

(v. 198) Τὸ δὲ "ποτὶ πτόλιος" ἡ ἀντίπτωσις ταὐτὸν εἶναι ποιεῖ τῷ "πρὸς πόλει", ἤγουν ἐγγὺς πόλεως.

(v. 204) Τὰ δὲ γοῦνα ἢ ἐκ τοῦ γούνατα ἀποκέκοπται, ἢ ἐκ τῆς γουνός γενικῆς κέκλιται. καὶ ἔστι τοιοῦτον καὶ τὸ δοῦρα ἢ ἐκ τοῦ δουρός ἢ ἐκ τοῦ δούρατα. Ὅτι τὸ μὲν τάχος τῆς διώξεως καὶ φυγῆς τῶν δύο ἀριστέων ἐναργῶς ἤδη ὁ ποιητὴς ἐδήλωσε διὰ δύο παραβολῶν, ἐνταῦθα δὲ θέλων ἐνδείξεσθαι τὴν τοῦ δρόμου τῶν ἡρώων ταὐτότητα καὶ τὴν οἷον ἐν τῷ αὐτῷ μονὴν διὰ ἰσότητα τοῦ διώκειν καὶ φεύγειν, καὶ ὡς οὔτε Ἀχιλλεὺς ἐγγίσαι εἶχεν Ἕκτορι ὡς ἤθελεν, οὔτε αὖ ἐκεῖνος πόρρω διεκφυγεῖν, παραβολῇ τῇ ἀπὸ φαντασίας, οὐ μὴν οὐκ ἀληθείας, χρᾶται τοιαύτῃ, [604] συγχέων τὴν φράσιν ἀναλόγως τῷ φραζομένῳ πράγματι.

(v. 199-201) Ὡς δ' ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν, οὔτ' ἂρ ὃ τὸν δύναται ὑποφεύγειν, οὔθ' ὃ διώκειν, ὥς ῥα τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ' ὃς ἀλύξαι".

(v. 202-204) Εἶτα ἐπάγει τὸ "πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγε", καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται. Καὶ ὅρα ὅπως ἐπίτομος ἡ παραβολὴ καὶ συνεστραμμένη καὶ τροχαστικὴ διὰ τῆς συντομίας τῶν συχνῶν μονοσυλλάβων ἀντωνυμιῶν καὶ τῶν ἀπὸ κοινοῦ σχημάτων τῇ σπουδῇ τῶν ἀγωνιώντων συντρέχουσα. ἐκ τοῦ διώκειν γὰρ ἀπαρεμφάτου ἐν τῷ πρώτῳ στίχῳ κειμένου τρεῖς τόποι μετοχὴν τοῦ τοιούτου ῥήματος νοοῦσιν ἀπὸ κοινοῦ, ἵνα λέγῃ ὅτι οὐ δύναται τὸν φεύγοντα διώκειν, ὁ διώκων δηλαδή, οὔτε μὴν ὁ φεύγων δύναται ὑποφεύγειν, τὸν διώκοντα δηλονότι, οὔτε οὗτος, ἤγουν ὁ διώκων, δύναται διώκειν τὸν φεύγοντα. τοῦτο δὲ καὶ φανερὰ διττολογία ἐστί. τὸ γὰρ "οὔθ' ὃ διώκειν" εἴρηται μὲν ἀνωτέρω σαφέστερον ἐν τῷ "οὐ δύναται φεύγοντα διώκειν", ἐνταῦθα δὲ συνετμήθη, ὡς φιλοτιμησαμένου τοῦ ποιητοῦ τὸ γοργὸν φράσαι γοργότατα. ἦν δέ τι σχῆμα τοιοῦτον ἀλλαχοῦ καὶ τὸ "καί τε πρὸ ὁ τοῦ ἐνόησε". τινὲς μέντοι ἀθετοῦσιν, ὥς φασιν οἱ παλαιοί, τὰ ἔπη ταῦτα ὡς εὐτελῆ τε τῇ κατασκευῇ καὶ τῷ νοήματι καὶ ὡς ἀπραξίαν δρόμου καὶ στάσιν σημαίνοντα ἐπὶ τῶν οὕτω συντόνως τρεχόντων. καὶ μὴν ἄλλως ἐν τούτῳ μάλιστα ὁ ποιητὴς θαυμάζεται, ὅτι τὴν τοσαύτην ἀγωνίαν τοῦ δρόμου διὰ τὸ ἰσοταχὲς καὶ ἄπρακτον οὐ στάσει, ὡς αὐτοί φασιν, ἀλλὰ φαντασίᾳ δρόμου ἀπείκασεν. Ὅρα δὲ καὶ ὅτι ἐλλείψας ὁ ποιητὴς ταῖς ἀπὸ τοῦ διώκειν μετοχαῖς ὅμως τῇ λέξει τοῦ "δύναται" τρὶς ἐνταῦθα προσέσχε διὰ τὸ καίριον.

(v. 205-207) Ὅτι "ἄλλοισιν", ἢ μάλιστα λαοῖσι τοῖς Ἀχαϊκοῖς δηλαδή, "ἀνένευε καρήατι δῖος Ἀχιλλεύς, οὐδ' ἔα ἕμεναι", ἤγουν πέμπειν, "ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα, μή τις κῦδος ἄροιτο βαλών, ὁ δὲ δεύτερος ἔλθοι". οὗτος δὲ ὁ [605] στίχος οἰκεῖος ἐπὶ παντὸς λέγεσθαι τυχεῖν ἐφιεμένου τοῦ κατὰ σκοπόν.

(v. 207) Καὶ ὅρα ὅτι κῦδος ἀρέσθαι εἰπὼν τὸν περιγενησόμενον Ἕκτορος ἄριστα ἂν ἐντεῦθεν πλέξῃ παιήονα, ὅτε αὐτὸν ἀνέλῃ. ἐρεῖ γάρ "ἠράμεθα μέγα κῦδος" καὶ ἑξῆς. καὶ Ἀθηνᾶ δὲ μετ' ὀλίγα λέγει μέγα κῦδος Ἀχαιοῖς οἴσεσθαι τὸν Ἀχιλλέα διὰ τοῦ ἀνελεῖν Ἕκτορα. πολλαχοῦ δὲ ὁ ποιητής, ὡς ἔγνωσται, καὶ ἐπὶ διαφόρων προσώπων τὸ τοιοῦτον κατέσπειρε νόημα, κῦδος ἀρέσθαι λέγων καὶ εὖχος, καὶ μέγα κῦδος, καὶ μέγα εὖχος.

(v. 205) Ἀνανεύει δὲ ὁ Ἀχιλλεύς, οἷα μὴ ἐν ὄχλῳ τοσούτῳ βοᾶν δυνάμενος. δῆλον δὲ ὅτι παρῆσαν τῷ δρόμῳ τῶν ἡρώων οἱ Ἀχαιοί, καὶ ἐν θεάτρῳ οὐ μόνον Πανελληνίῳ, ἀλλὰ καὶ ἐκ τῶν πολεμίων ἄνω τοῦ τείχους συγκεκροτημένῳ, κατὰ τοὺς ἀεθλοφόρους ἐκείνους τῆς παραβολῆς ἵππους ἔθεον περὶ τῆς τοῦ Ἕκτορος ψυχῆς, καὶ ὅτι ἔσω κινδύνου ἦν ὁ Ἕκτωρ, ὡς εἰ καὶ τὸν Ἀχιλλέα διεκφύγοι, ἄλλοθεν ἐκ τῶν Ἀχαιῶν ἐπιπεμφθῆναι αὐτῷ πικρὰ βέλεμνα. διὸ καὶ ἀναγκαίως ἔρχεται κατὰ ἀκολουθίαν ὁ ποιητὴς εἰς τὸ περὶ τῶν ταλάντων τοῦ Διὸς πλάσμα.

(v. 208-213) Φησὶ γὰρ "ἀλλ' ὅτε δὴ τὸ τέταρτον", θέοντες, δηλαδὴ Ἕκτωρ καὶ Ἀχιλλεύς, ἐπὶ τοὺς ῥηθέντας κρουνοὺς ἀφίκοντο, καὶ τότε δὴ ἄνωθεν κυροῦται θανεῖν τὸν Ἕκτορα, ὁπηνίκα καὶ ὡς ἐπὶ μεγάλῳ πράγματι "χρύσεια πατὴρ ἐτίταινε", καθὰ καὶ ἀλλαχοῦ, "τάλαντα, ἐν δ' ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, τὴν μὲν Ἀχιλλῆος, τὴν δ' Ἕκτορος ἱπποδάμοιο. ἕλκε δὲ μέσσα λαβῶν· ῥέπε δ' Ἕκτορος αἴσιμον ἦμαρ, ᾤχετο δ' εἰς Ἀΐδαο". καὶ τὸ ἐντεῦθεν ἔλιπε μὲν αὐτὸν Φοῖβος Ἀπόλλων, τῷ δ' Ἀχιλλεῖ παρίσταται ἡ Ἀθηνᾶ, ἵνα ὁ μὲν ὑψωθῇ, ὁ δὲ Ἕκτωρ ταπεινωθεὶς ὑπὸ γῆν γένηται κατὰ τὸ σύμβολον τῶν ταλάντων.

(v. 209 et 212) Καὶ εἴρηται μέν που ἤδη περὶ τῶν τοιούτων ταλάντων τὰ δέοντα. νῦν δὲ ῥητέον, ὡς ἐνταῦθα σαφέστατα ἐδήλωσεν ὁ ποιητής, τί βούλεται νοεῖν αὐτῷ ἡ τούτων ῥοπή, ὅτι δηλαδὴ τὴν κάτω νεῦσιν οὐ περὶ γῆν ἀλλ' ὑπὸ γῆν εἰς αὐτὸν [606] τὸν Ἅιδην. ἡ μέντοι λοιπὴ πλάστιγξ ἡ μὴ ῥέπουσα τὸ τέως μετέωρον τοῦ θανάτου δηλοῖ. ἔνθα μὲν γὰρ ἡ ῥοπή, βαρὺς ἐκεῖνος θάνατος, καί, ὡς εἰπεῖν, καθέλκει. ἑτέρωθι δὲ ἐν μετεώρῳ ἔτι τὸ κακὸν καὶ κουφότερον διὰ τὸ ἀνωφορεῖσθαι. Φασὶ δὲ οἱ παλαιοὶ ἐκ τούτου τοῦ χωρίου πεπλάσθαι, ὡς καὶ αὐτὸ προεδηλώθη, τὴν ψυχοστασίαν τῷ Αἰσχύλῳ, κῆρε νοήσαντι τὰς ψυχάς, ὡς καθόλου τοῦ Διὸς ψυχὰς ἱστῶντος. Ἰστέον δὲ ὅτι οὐ μόνον τὸ ῥέπειν καὶ ἡ ῥοπή λέξεις εἰσὶ σταθμητικαί, ἀλλὰ καὶ τὸ ἕλκειν, ὡς καὶ τὸ καθέλκειν καὶ ἡ ὁλκή, καὶ ὅτι ἐκ τῶν Ὁμηρικῶν ταλάντων λαβὼν Σοφοκλῆς ἔφη τὸ "βίου ῥοπή", καὶ τὸ "σμικρὰ παλαιὰ σώματ' εὐνάζει ῥοπή", ὡς τοῦ ποιητικοῦ ῥέπειν καὶ τῆς ἐξ αὐτοῦ ῥοπῆς τὰς θανατηρὰς ὑποδηλούντων αἰτίας. ἐκεῖθεν δὲ καὶ Εὐριπίδης μεταλαβὼν ἔφη τὸ "βροτῶν ὁ πᾶς ἀστάθμητος αἰών", ἤγουν ὧδε καὶ ἐκεῖ ῥέπων καὶ μὴ μένων ὡς ἐν ἰσότητι σταθμοῦ. Ἔτι ἰστέον καὶ ὡς ἐκ τῶν αὐτῶν ταλάντων καὶ ἡ καθωμιλημένη γλῶσσα τὸν θανεῖν κινδυνεύοντα ἐλθεῖν εἰς τὰ τοῦ θανάτου λέγει ζυγά, καὶ ὅτι ἀπ' ἐναντίας τῷ καθ' ἡμᾶς ταλάντῳ τὰ τοῦ Διός. ἡμῖν μὲν γὰρ ἀγαθὸν ὡς τὰ πολλὰ ἡ ῥοπή, ἐκεῖ δὲ οὔ, καὶ ὅτι ἁρμόσῃ ἄν ποτε ἡ τῶν τοιούτων ταλάντων θανατηρὰ ῥοπὴ προσώπῳ δωροδοκουμένῳ ἐπὶ κακώσει τινῶν.

(v. 213) Τὸ δὲ τὸν Φοῖβον Ἀπόλλωνα λιπεῖν τὸν Ἕκτορα ταὐτόν ἐστι τῷ ἐπιλιπεῖν αὐτῷ τὸν ἥλιον, οὗ τὸ φῶς ἡλίου "φοίβην φλόγα" Αἰσχύλος φησίν. ἐντεῦθεν δὲ ὀνάμενος Θεόκριτός φησι τὸ "οὐ πάντα τὸν ἥλιον δεδυκεῖν", ἤγουν οὐ πάσας συντελεσθῆναι τὰς ἡμέρας τοῦ ζῆν.

(v. 206) Ἰστέον δὲ καὶ ὅτι τὸ ῥηθὲν "ἕμεναι" ἤγουν πέμπειν, ἐκ τοῦ εἷναί ἐστι τοῦ δασυνομένου καὶ δηλοῦντος τὸ ἀφιέναι, οὗ σύνθετον τὸ ἀφεῖναι. [(v. 212) Ἔτι ἰστέον καὶ ὅτι ἐν τῷ "ῥέπε δ' Ἕκτορος αἴσιμον ἦμαρ, ᾤχετο δ' εἰς Ἀΐδαο" τὸ αἴσιμον ἦμαρ [607] ταὐτόν τέ ἐστι κηρὶ μιᾷ τῇ τοῦ Ἕκτορος καὶ σωματοειδὲς νοεῖται καὶ βάρος ἔχον οἷον δύεσθαι εἰς Ἅιδου, καὶ ὅτι ἔχων ὁ ποιητὴς πλάσαι καὶ ψιάδας αἱματοέσσας ἄνωθεν ἐπιψεκαζομένας καινότερον ἐπὶ οἴκτῳ τῷ ἐκ Διὸς ὤκνησεν ἐπὶ Ἕκτορι ποιῆσαι τοῦτο, οἷα, ὡς εἰκός, μὴ ἐθέλων οὕτω σεμνῦναι τὸν τῷ φίλῳ Ἀχιλλεῖ ἀντίθετον Ἕκτορα. οὐ μὴν ἀλλ' ἡμῖν μὴ ὀκνητέον σὺν τοῖς προγραφεῖσι περὶ αἱμάτων ῥοῆς προσθεῖναι καί, ὡς φέρεται ἱστορία, ὅτι παρὰ Συβαρίταις, ἐπειδὰν τριάκοντα πρεσβευτὰς Κροτωνιατῶν κτείναντες πρὸ τοῦ τείχους ἔρριψαν εἰς βορὰν θηρίοις, ἔδοξαν μὲν καὶ οἱ ἄρχοντες αὐτῶν κατ' ὄναρ ἰδεῖν τὴν Ἥραν ἐμοῦσαν χολὴν ἐν ἀγορᾷ μέσῃ, ἀνέβλυσε δὲ καὶ αἵματος πηγὴ ἔν τινι τῶν βωμῶν, ὅτε τὸν σύνεγγυς ἅπαντα τόπον κατεχάλκωσαν θυρίσι, βουλόμενοι στῆσαι τὴν τοῦ αἵματος ἀναφοράν. ὡς δὲ πάνυ προσπαθῶς τῷ Ἀχιλλεῖ Ὅμηρος ἔχει, διωμολόγηται.]

(v. 219-221) Ὅτι Ἀθηνᾶ παραστᾶσα τῷ Ἀχιλλεῖ πείθει, ὡς οὐκέτ' ἔστι τὸν Ἕκτορα φυγεῖν ἐκ τούτου, οὐδ' εἰ πολλὰ πάθοι Ἀπόλλων προσπίπτων τῷ Διΐ.

(v. 225) Ὅθεν καὶ Ἀχιλλεὺς μὲν ἵσταται ἀναπαύων ἑαυτὸν "ἐπὶ μελίης", τῆς, ὡς προγέγραπται, "χαλκογλώχινος, ἐρεισθείς". Ἀθηνᾶ δὲ εἰκάζεται Δηϊφόβῳ τῷ Πριαμίδῃ καὶ ἀπατᾷ τὸν Ἕκτορα καὶ ἀνύει πεῖσαι τολμήσαι ἀντιστῆναι τῷ Ἀχιλλεῖ καὶ ἀρτύει αὐτῷ οὕτω τὸν θάνατον, ἡγησαμένη ἐν κερδοσύνῃ, ὅ ἐστι προηγησαμένη ἐν ἀπάτῃ, ὡς ῥηθήσεται, τῆς πρὸς τὸν Ἀχιλλέα ὁδοῦ τῷ Ἕκτορι. Καὶ σημείωσαι ὡς, εἰ καὶ καταβάλλειν δοκεῖ ὁ ποιητὴς τὴν τοῦ Ἀχιλλέως ἀρετὴν ἐν οἷς τὸ πᾶν τῆς κατὰ τοῦ Ἕκτορος νίκης ἀναθήσει τῇ Ἀθηνᾷ, οὔ οἱ μέλον. τὸ μὲν γὰρ τῆς ἱστορίας φανερόν, ὅτι δηλαδὴ ἀνδρεῖον τὸν Ἕκτορα ἔρριψεν Ἀχιλλεύς, αὐτὸς ἀνδρειότατος ὤν. ἡ δὲ ποίησις τῷ ἑαυτῆς νόμῳ τερατωδέστερον λέγειν βούλεται τὰ πράγματα ἤπερ ἀληθῶς μέν, ταπεινότερον δέ, καὶ μᾶλλον προκρίνει θεοφιλῆ τὸν Ἀχιλλέα ἤπερ ἁπλῶς ἀνδρεῖον ἐνδείξασθαι. τοῦτο μὲν γὰρ καὶ ἄλλοις ἐστὶ πολλοῖς, θεοῖς δὲ οὕτω φιλεῖσθαι σπάνιον.

(v. 216) Παρασημαινομένη γοῦν τοῦτο καὶ ἡ μυθικὴ Ἀθηνᾶ φησι "Διῒ φίλε, φαίδιμ' Ἀχιλλεῦ". πιθανεύεται δὲ καὶ τὴν μυθικὴν [608] ταύτην πλάσιν ὁ ποιητὴς ἐκ τοῦ μυριαχοῦ φανῆναι τοιαύτας θεοφιλείας ἐν τῇ κατ' αὐτὸν ποιήσει. ἔχει δέ τι καὶ παιδεύσεως ὁ λόγος, εἴπερ ἀνθρώπων οὕτω τὸ θεῖον ἐπίστροφόν ἐστι. δοκεῖ δὲ κἀνταῦθα τὸ τῆς Ἀθηνᾶς ἐπεισόδιον φρόνησίν τινα ὑπεμφαίνειν ἐπικουρήσασαν τῷ Ἀχιλλεῖ. αἰσθόμενος γὰρ Ἀχιλλεύς, ὡς εἰκός, μὴ ἂν ἐξισχύειν ἔτι τὸν Ἕκτορα εἰς δρόμον αὐτῷ ἀντεπεξάγεσθαι καί που καὶ αὐτὸς ὑποκαμών, ἵσταται ἀναπαύων ἠρέμα ἑαυτὸν τοῦ καμάτου. καὶ οὕτως ἢ ὁ Ἕκτωρ ἀναθαρρήσας κατά τι φρόνημα οἰκεῖον, δι' οὗ ἠπατήθη, καθά που καὶ Πάνδαρος, ἀφῆκε μὲν φεύγειν, ἀντικατέστη δὲ τῷ Ἀχιλλεῖ, καὶ οὕτω περιέπεσεν οἷς οὐκ ἤθελεν, ἢ ὁ Ἀχιλλεὺς ἐπιρρωσθεὶς εἰς δρόμον μετὰ ἀνάπαυσιν γίνεται δραστικώτερος κατὰ τοῦ ἐχθροῦ, ἢ καὶ ἄμφω γίνονται, ἤγουν ἀναθάρρησις Ἕκτορος καὶ ἐπίρρωσις Ἀχιλλέως. καὶ οὕτω συμμίσγουσι καὶ γίνεται ἡ πτῶσις τοῦ Πριαμίδου, καθὰ ἡ ἐπ' ἀμφοῖν Ἀθηνᾶ, τουτέστιν ἡ παρ' ἑκατέρῳ φρόνησις, διῳκονομήσατο, ἡ τὸν μὲν βλάψασα, τὸν δὲ κλεΐσασα.

(v. 216-223) Εἰσὶ δὲ ἅπερ νῦν ἡ Ἀθηνᾶ τῷ Ἀχιλλεῖ λέγει [προεκθετικῶς] τοιαῦτα "νῦν δὴ νῶϊ γ' ἔολπα", ἤγουν ἡμᾶς, "οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας, Ἕκτορα δηϊώσαντε μάχης ἆτον περ", ἤγουν ἀκόρεστον, "ἐόντα. οὔ οἱ νῦν ἔτι γ' ἔστι πεφυγμένον ἄμμε γενέσθαι, οὐδ' εἴ κεν μάλα πολλὰ πάθοι", ἢ κάμοι, "ἑκάεργος Ἀπόλλων προπροκυλινδόμενος Διός. ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε", ἤγουν ἀνάπνεε, "τόνδε δ' ἐγώ τοι οἰχομένη πεπιθήσω", ἤγουν πείσω, "ἐναντίβιον μαχέσασθαι". Ἰστέον δὲ ὅτι τῶν ῥηθέντων προβολὴν μὲν ἀγαθῆς ἐλπίδος φράζει τὸ "νῦν δὴ ἔολπα οἴσεσθαι μέγα κῦδος"; τὸ δὲ "οὔ οἱ νῦν ἔτι ἔστι πεφυγμένον ἄμμε γενέσθαι, οὐδ' εἴ περ μάλα πολλὰ πάθοι ὁ δεῖνα προπροκυλινδόμενος" ῥηθήσεται ὅτε τις ἀποφάσκει μὴ ἂν τόνδε τινὰ ὑπὸ μεσίτου ὠφεληθῆναι. φίλος δέ τινι βοηθῶν κατὰ τοῦ ἐχθροῦ ἐρεῖ τὸ "ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τὸν δ' ἐγώ τοι πεπιθήσω" ποιῆσαι τόδε τι. ἐπὶ δὲ τοῦ πεισθέντος τοιούτῳ φίλῳ ἁρμόττει κείμενον ἐν τοῖς ἑξῆς τὸ "ὣς φάτο, ὃ δ' ἐπείθετο, χαῖρε δὲ θυμῷ".

(v. 218) Ἆτος δὲ ὁ ἀκόρεστος κέκραται ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ ἆσαι τὸ κορέσαι, ἀφ' ὧν ἄατος καὶ κατὰ κρᾶσιν ἆτος.

(v. 219) Ὅρα δὲ [609] καὶ τὸ "πεφυγμένον ἄμμε", ἤγουν φυγόντα ἡμᾶς, ἑτεροίως ἔχον συντάξεως ἤπερ ἐν Ὀδυσσείᾳ τὸ "πεφυγμένος ἦεν ἀέθλων". ὥστε διφορεῖται ἡ σύνταξις τοῦ πεφυγμένος.

(v. 221) Τὸ δὲ "προπροκυλινδόμενος" τὸ ἐπίμονον τῆς ἱκετείας δηλοῖ διὰ τῶν δύο προθέσεων.

(v. 223) Τὸ δὲ "πεπιθήσω" Ἰωνικὸς μέλλων ἐστὶ διπλασιασθεὶς ἐκ τοῦ πιθῶ πιθήσω.

(v. 225) Ὅτι στρατιωτικὴ ἀνάπνευσις τὸ "στῆ δ' ἂρ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς". τίς δὲ ἡ χαλκογλώχιν μελία, οὐ πρὸ πολλῶν εἴρηται.

(v. 227) Ὅτι τὸ "ἀτειρέα φωνήν", ὁποία νῦν ἡ τοῦ Δηϊφόβου πλάττεται, δοκεῖ συμβάλλεσθαί τι τοῖς δοξάζουσι σῶμα εἶναι τὴν φωνήν, ὥς που προγέγραπται. σωμάτων γὰρ τὸ τείρεσθαι, ὅ ἐστι δαμάζεσθαι. ἀληθῶς δὲ σκληρὰ τροπὴ τὸ τοιοῦτόν ἐστιν. ὅθεν καὶ θυμός που λέγεται τείρεσθαι. ὅτε μέντοι χαλκὸς ἀτειρὴς ῥηθείη, καὶ τέρην χροῦς, καὶ τέρεν δάκρυον, τότε ἡ κυριολεξία διεκφαίνεται.

(v. 229) Ὅτι τὸ "ἠθεῖος" δὶς ἐνταῦθα κεῖται, ὅπερ ἐστὶν Ἰωνικὴ προσφώνησις σεπτικὴ νεωτέρου πρὸς πρεσβύτερον ἀδελφόν. εἴρηται δὲ περὶ αὐτοῦ καὶ ἀλλαχοῦ πλατύτερον. καλεῖ δὲ ἠθεῖον ἐνταῦθα τὸν ἀδελφὸν Ἕκτορα ὁ τῇ Ἀθηνᾷ ἐμφαινόμενος Πριαμίδης Δηΐφοβος.

(v. 231) Οὗ λόγος ὀτρυντικὸς εἰς συνασπισμὸν τὸ "ἀλλ' ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεθα μένοντες".

(v. 233-237) Ὅτι ἐπίτασιν φιλίας δηλοῖ ῥηθὲν ὑπὸ Ἕκτορος πρὸς τὸν φαντασιώδη Δηΐφοβον τὸ "ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα γνωτῶν" "νῦν δ' ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι, ὡς ἔτλης ἐμοῦ ἕνεκα" τόδε τι ποιῆσαι.

(v. 239-242) Ὁμοίως φιλίας ἔνδειξις καὶ τὸ "ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ λίσσοντο γουνούμενοι, ἀμφὶ δ' ἑταῖροι, αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες. ἀλλ' ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ". ἡ ψευδοδηΐφοβος δὲ Ἀθηνᾶ ταῦτά φησιν ὑπερπονουμένη τοῦ [610] δῆθεν ἀδελφοῦ Ἕκτορος.

(v. 243-246) Προθυμίας δὲ στρατιωτικῆς δηλωτικὸν τὸ "νῦν δ' ἰθὺς μεμαῶτες μαχώμεθα, μήδ' ἔτι δούρων ἔστω φειδωλή, ἵνα εἴδομεν, εἲ" τόδε τι γένηται.

(v. 244) Ὅρα δὲ ὅτι φειδωλὴ ἐνταῦθα ἡ φειδὼ ἐρρέθη, γενομένη ἐκ τοῦ φείδω κατὰ πρόσληψιν συλλαβῆς, ὁμοίως τῷ τερπωλή καὶ παυσωλή. καὶ ἔστιν αὐτὴ μὲν μονογενής, ἡ δὲ φειδωλὴ χεὶρ ἢ ψυχὴ ἢ γνώμη ἔχει καὶ ἀρσενικὸν γένος καὶ οὐδέτερον.

(v. 234) Ἐν τούτοις δὲ καὶ τοὺς ῥηθέντας γνωτοὺς ἑρμηνεύων ὁ ποιητὴς τί δηλοῦσιν, ὅτι δηλαδὴ τοὺς Ἕκτορος ἀδελφούς, φησὶ γνωτούς, οὓς Ἑκάβη καὶ Πρίαμος ἔτεκον.

(v. 247) Ὅτι ἐπὶ δόλου καὶ ἀπάτης ἐνταῦθα ἡ κερδοσύνη κεῖται. φησὶ γοῦν "ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατο ἡ Ἀθηνᾶ". ὅπερ ἑξῆς ἐφερμηνεύων ἐρεῖ ἐξηπάτησεν Ἀθήνη. ἐντεῦθεν δὲ καὶ κέρδεα τὰ βουλεύματα καὶ κερδῷος Ἑρμῆς, ὃς καὶ κέρδιστον νόημα περιφραστικῶς εἴρηται παρά τινι τῶν ποιητῶν. μάλιστα δὲ προσφυὴς τῇ ἐνταῦθα κερδοσύνῃ ἡ κερδὼ ἀλώπηξ, ὅ ἐστιν ἀπατητική, δολερά, ἧς καὶ τὸ κύριον παρὰ τὸ ἀλᾶν, ὅ ἐστι πλανᾶν, σύγκειται. ὅτι δὲ κέρδος, εἰ καὶ διάφορόν ἐστι πρὸς τὸ κρήγυον, ὅμως ἀπὸ τοῦ τὸ κέαρ ἥδειν γίνεται, ὥσπερ ἐκεῖνο ἀπὸ τοῦ κῆρ ἡδύνειν, οὐδ' αὐτὸ ἄκαιρον ἄρτι φάναι. περιττὸς δὲ ὁ καί σύνδεσμος ἐν τῷ "καὶ κερδοσύνῃ".

(v. 250-253) Ὅτι προθυμίαν ἀντιμάχου δηλοῖ τὸ "οὔ σ' ἔτι φοβήσομαι, ὡς τὸ πάρος περ", ὃς "οὐδέ ποτ' ἔτλην μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην". Ἕκτωρ δὲ ταῦτα πρὸς Ἀχιλλέα φησί. Ἔνθα καὶ ὅρα τήν τε συντομίαν τοῦ "ἕλοιμι κεν ἤ κεν ἁλοίην" πρέπουσαν τῷ ἐναγωνίως λέγοντι, καὶ ὅτι οὐδ' [611] ἐνταῦθα ὤκνησε μὴ εὐφήμως ἑαυτὸν προθεῖναι τοῦ Ἀχιλλέως, πρῶτον εἰπὼν τὸ "ἕλοιμι", εἶτα τὸ "ἀλοίην".

(v. 256-259) Οὕτω δὲ καὶ μετ' ὀλίγα εἰπὼν "οὐ γὰρ ἐγώ σε ἔκπαγλον αἰκίσομαι", οὕτω δὲ καὶ σύ, τὴν ἀγαθὴν ἐλπίδα ἡρωϊκῶς προβέβληται.

(v. 251 s.) Κεῖται δ' ἐνταῦθα καὶ τὸ "δίω" ἀντὶ τοῦ διώκομαι παθητικῶς κατὰ τὸ πάντῃ ἀσύνηθες. διὸ καὶ ἑρμηνείας ἐδέησε τῇ λέξει. εἰπὼν γὰρ ὁ Ἕκτωρ, ὅτι "τρὶς περὶ τὸ ἄστυ δίον", ἐπάγει "οὐδέ ποτε ἔτλην μεῖναι ἐπερχόμενον". μέση τοίνυν λέξις καὶ τὸ δίω, τὸ ἄχρηστον, ἐξ οὗ εὔχρηστον τὸ διώκω. διώκειν γὰρ τὸ δίειν ὦκα. ἔοικε δὲ τὸ τοιοῦτον δίω ἀπὸ τοῦ Διός παρῆχθαι, ὅ ἐστιν ἀέρος, καὶ δηλοῦν τὸ τρέχειν ταχὺ καὶ κοῦφον καί, ὡς εἰπεῖν, ἀέριον ἀπὸ τοῦ Ζεύς Διός. [Ὅρα δὲ πιστὴν μαρτυρίαν Ἕκτορος ὁμολογοῦντος οὐδέποτε τλῆναι μεῖναι τὸν Ἀχιλλέα ἐπερχόμενον, νῦν δὲ πρωτόπειρον ἵστασθαι τῆς πρὸς αὐτὸν μαχῆς. ἐξ οὗ δῆλον ἐχρῆν αὐτῷ εἶναι, ὡς δυστυχήσει μὴ ἐμπειρίαν ἔχων, ὅπως χρὴ διαχειρίσασθαι τὴν κατὰ τοῦ Ἀχιλλέως ἔνστασιν.]

(v. 253) Τὸ δὲ ἁλοίη καὶ ἁλῴη λέγεται κατ' ἔκτασιν τῆς παραληγούσης οἷον "ἄστυ ἁλῴη".

(v. 254) Ὅτι περιδόσθαι μὲν τὸ στοίχημα θέσθαι καὶ συμφωνῆσαι περί τινος, ὡς ἐν τοῖς ἑξῆς φανήσεται, ἐπιδόσθαι δὲ τὸ μάρτυρας δοῦναι.

(v. 254-255) Φησὶ γοῦν ἐνταῦθα ὁ Ἕκτωρ "ἀλλ' ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα", ὅπερ ἀλλαχοῦ σαφέστερον φράζων φησὶ "θεοὶ δ' ἐπιμάρτυροι ἔστων". διὸ κἀνταῦθα ὁμοίως φησὶ "τοὶ γάρ", ἤγουν οὗτοι, "ἄριστοι μάρτυροι ἔσονται καὶ ἐπίσκοποι ἁρμονιάων", τουτέστιν ἀνάδοχοι τῶν συνθηκῶν. ἁρμονία γὰρ ἡ συνθήκη, ὡς ἐν τῷ συνάγειν τὰ μέρη ἁρμόττουσα καὶ ποιοῦσα εἰς ἓν [612] συνιέναι, ἤγουν συμβαίνειν. ὅθεν καὶ συνημοσύνη λέγεται ἡ αὐτὴ ἀπὸ τοῦ συνίημι, ὡς ἀπὸ συμβαίνειν σύμβασις καὶ συμβίβασις.

(v. 261) Φησὶ γοῦν Ἀχιλλεὺς μετ' ὀλίγα "μή μοι συνημοσύνας ἀγόρευε" δηλῶν ὡς ταὐτὸν ἁρμονίαι τε καὶ συνημοσύναι, ὅ ἐστι συνθῆκαι, ἃς ἀλλαχοῦ συνθεσίας φησίν.

(v. 265 s.) Ὅτι δὲ καὶ ἔνορκοι αἱ νῦν αὗται συνημοσύναι, ὥσπερ ἴσως καὶ αἱ ἁρμονίαι, δηλοῖ Ἀχιλλεὺς εἰπὼν μετ' ὀλίγα "οὔτε νῶϊν ὅρκια ἔσονται" εἰς ταὐτὸν ἄγων οὕτω συνημοσύνας καὶ ὅρκια.

(v. 256-259) Τίνες δὲ ἁρμονίαι τῷ Ἕκτορι, αὐτὸς λέγει πρὸς Ἀχιλλέα "οὐ γὰρ ἐγώ σ' ἔκπαγλον ἀεικιῶ" ἤγουν αἰκίσομαι, "αἴ κεν ἐμοὶ Ζεὺς δῴη καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι· ἀλλ' ἐπάν σε συλήσω κλυτὰ τεύχε', Ἀχιλλεῦ, νεκρὸν Ἀχαιοῖσι δώσω πάλιν, ὣς δὲ σὺ ῥέζειν", ἀντὶ τοῦ ῥέζε καὶ ποίει. Καὶ ὅρα τοῦτο τὸ κόμμα τὸ "ὣς δὲ σὺ ῥέζειν" συμφωνίας μὲν ὅλης ὂν περιεκτικόν, γοργῶς δὲ ῥηθὲν διὰ κατέπειξιν, καὶ διὰ τοῦτο καὶ πάνυ ἐλλειπτικῶς. τὸ γὰρ ὅλον οὕτως· ὡς δὲ καὶ σὺ ῥέζειν ἐπ' ἐμοί, ἐάν σοι Διὸς νίκην δόντος τὴν ἐμὴν ἀφέλῃ ψυχήν. ἅπερ ἐσίγησεν Ἕκτωρ ὡς μηδὲ νῦν εἰπεῖν τι δύσφημον ἐθέλων περὶ ἑαυτοῦ, ἀλλὰ τὸ μὲν νικῆσαι λαλήσας καὶ πρῶτον θέμενος, τὸ δὲ νικηθῆναι ὕστερόν τι παραρρίψας καὶ τῇ συντομίᾳ τῆς φράσεως ἐπικρύψας. δῆλον δὲ καὶ ἐκ τῶν ἄρτι ὅτι εὐκλείας τῆς μετὰ θάνατον ὁ Ἕκτωρ ἐφίεται καὶ οὐδὲ τὸ σῶμα αἰκισθῆναι θέλει, ἀλλὰ μετὰ τὸ συληθῆναι τὰ ὅπλα, ὅ ἐστι σκυλευθῆναι, δοθῆναι ἀξιοῖ τοῖς ἑαυτοῦ εἰς ἔντιμον ταφήν, ὡς καὶ ἐν τῇ μετὰ τοῦ Αἴαντος μονομαχίᾳ συνέθετο. [(v. 257) Τοῦ δὲ "δῴη" προϋπάρχει τὸ δοίη, ἐξ οὗ τὸ "θεοὶ δοῖεν", ὡς καὶ τοῦ "ἁλῴη" πρόεστι τὸ ἁλοίη, ὡς εἴρηται. οὕτω δὲ καὶ τὸ γνοίη τοῦ γνῴη.] Καμμονία δὲ οὐχ' ἁπλῶς ἡ νίκη, οἷον ἡ τῶν δρομέων ἢ τῶν ἱππέων, ἀλλ' ἡ ἐκ καταμονῆς, ὡς ἡ τῶν μονομαχούντων καὶ πυκτευόντων. οὗτοι γὰρ καταμένοντες ὡς τὰ πολλὰ καὶ διακαρτεροῦντες ἀποκάμνειν τοὺς ἐναντίους ποιοῦσι καὶ οὕτω νικῶσι. καὶ τοῦτο μὲν ὀρθῶς. ἕτεροι δὲ ἁπλῶς οὕτω καμμονίαν τὴν ἐκ μονομερείας νίκην φασίν, οὐ σαφῶς [613] λαλοῦντες ἐν τῷ "ἐκ μονομερείας". πᾶσα γὰρ νίκη μονομερής, εἴγε καὶ ἑτεραλκής.

(v. 258) Τὸ δὲ "Ἀχιλλεῦ" εἰκῇ παρέρριπται οὕτω καὶ ἀφελῶς. οὐ γὰρ ἀναγκαῖον ἀνωτέρω εἰπόντα τὸν Ἕκτορα "Πηλέος υἱέ" πάλιν ἐνταῦθα προσφωνῆσαι τὸ "ὦ Ἀχιλλεῦ".

(v. 257) Ὅρα δὲ τὸ "σὴν δὲ ψυχὴν ἀφέλωμαι" περιφραστικῶς μὲν τεθὲν ἀντὶ τοῦ θανατώσω, γλυκέως δὲ φρασθὲν ὡς ἐπὶ κτήματος, οὗπερ οὐκ ἀντάξια ὅσα φησὶν ἐν ταῖς Λιταῖς ὁ Ἀχιλλεύς.

(v. 261) Ὅτι τὸ "Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε" ἤθους ἐστὶν ἀκαταλλάκτου δηλωτικόν. Ὅρα δὲ, ὡς ἠρκέσθη νῦν σωφρόνως ὁ Ἀχιλλεὺς ἄλαστον εἰπεῖν τὸν Ἕκτορα, ὡς ἀλάθητα λυπήσαντα. σπεύδων γὰρ εἰς ἔργον ὕβρεσιν οὐκ ἐνευκαιρεῖ. ἐκ δὲ τοῦ ἄλαστος οὐ μόνον ὁ ἀλάστωρ παράγεται, ἀλλὰ καὶ τὸ ἀλαστεῖν καὶ συνθέτως δὲ ἐπαλαστεῖν, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται. Τίνες δὲ αἱ συνημοσύναι, εἴρηται προσεχῶς ἀνωτέρω.

(v. 262-267) Εἶτα δεικνύων εἰς ὅσον ἀποστέργει τὰς ῥηθείσας συνθήκας, λέγει ἅπερ καὶ πᾶς ἂν εἴποι ἐγκοτήσας λίαν τινί, τὰ καὶ εἰς παροιμίαν πεσόντα τὴν ἐπὶ ἀσπόνδῳ ἔχθρᾳ τεθεῖσαν, "ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν, ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν. ὣς οὐκ ἔστ' ἐμὲ καὶ σὲ φιλήμεναι, οὔτε τι νῶϊν ὅρκια ἔσονται, πρὶν ἢ ἕτερόν γε πεσόντα αἵματος ἆσαι Ἄρηα", καὶ ἑξῆς ὡς προεγράφη ἀλλαχοῦ. Καὶ ὅρα ὅπως μεγαλοφρόνως ἑαυτὸν Ἀχιλλεὺς εἰκάζει ὡς λέοντα πρὸς ἄνδρα καὶ ὡς λύκον πρὸς ἄρνα.

(v. 265) Τὸ δὲ "φιλήμεναι" ἀπὸ σεσιγημένου ῥήματος γίνεται τοῦ φίλημι, ἐξ οὗ καὶ τὸ "φίλατο" ἀντὶ τοῦ ἠγάπησε, καὶ τὸ "νῦν αὖ με φίλαι Ἀθήνη". οὕτω γάρ τινες γράφουσι τῶν ἀκριβεστέρων, ὡς προεδηλώθη, καὶ οὐ [614] "φίλεε". ἐκ τοῦ τοιούτου γοῦν ῥήματος καὶ τὸ φιλῆναι ὡς στῆναι, ἐξ οὗ φιλήμεναι ὡς στήμεναι.

(v. 268-272) Ὅτι λόγος στρατηγικὸς ἀπειλητικὸς πρὸς ἐχθρὸν καὶ ἐγερτήριος εἰς μάχην τὸ "παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν. οὔ τοι ἔτ' ἔσθ' ὑπάλυξις, ἄφαρ δέ σε θεὸς ἔγχει ἐμῷ δαμάᾳ. νῦν δ' ἀθρόα πάντ' ἀποτίσεις κήδε' ἐμῶν ἑτάρων, οὓς ἔκτανες ἔγχεϊ θύων".

(v. 271) Τὸ δὲ "νῦν δ' ἀθρόα πάντ' ἀποτίσεις" καὶ παροιμιῶδές ἐστιν ἐπὶ τῶν ἀντὶ πολλῶν κακῶν ἕν τι μέγα βλαπτομένων καὶ λόγου ἄξιον. [Μετήνεκται δὲ ὁ λόγος ἐκ τῶν καταβαλλομένων χρέος μὴ ἐν κατατομαῖς λεπταῖς, ἀλλ' ὁμοῦ τὸ πᾶν.] Ἀχιλλεὺς δὲ ταῦτα ἔφη πρὸς Ἕκτορα, ἐρεθίζων εἰς μάχην καὶ οἷον παιδοτριβικῶς ὑπαλείφων, ἵνα μὴ δόξῃ κλέψαι τὴν νίκην, ὃ τοῖς εὐγενῶς ἀνδρείοις, ὁποῖος καὶ ὁ μέγας Ἀλέξανδρος, ἀπώμοτον ἦν. ἀρετὴν δὲ καὶ νῦν τὴν ἀνδρίαν λέγει, ὡς δηλοῖ τὸ "αἰχμητὴν εἶναι" καὶ "πολεμιστήν".

(v. 273-277) Ὅτι προΐει μὲν ἔγχος ὁ Ἀχιλλεύς, οὐ βάλλει δὲ τὸν Ἕκτορα. "ἕζετο γάρ", φησί, "προϊδών, τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχος", ὃ καὶ ἀλλαχοῦ ἐρρέθη πέτεσθαι, "ἐν γαίῃ δ' ἐπάγη". Ἀθηνᾶ δὲ ἁρπάσασα ἐδίδου τῷ Ἀχιλλεῖ, ἔλαθε δὲ τὸν Ἕκτορα. κατὰ γοῦν τὸν μῦθον, ὡς καὶ προείρηται, τῇ Ἀθηνᾷ ἐπιγραπτέον τὸ πλέον τῆς νίκης τοῦ Ἀχιλλέως. τεχνίτης δὲ πολέμου ὁ Ἕκτωρ, ὃς ἐπιτηδείως ἐξέφυγε τὴν βολήν. Ἔνθα καὶ ὅρα, ὡς ὁ ποιητὴς τὸν ἀκροατὴν ἐξ αὐτῆς ἀρχῆς μεγάλα ἐλπίζοντα ἔψευσε τῆς ἐλπίδος, ὡς καὶ ἐν ἄλλοις ἐναρτῶν ἐποίησε. γράφει γὰρ οὐκ εὐθὺς εὐστοχοῦντα τὸν Ἀχιλλέα, σκοποῦ δὲ μακρὰν βαλόντα.

(v. 289-291) Δυστυχεῖ δὲ ἄλλως καὶ ὁ Ἕκτωρ, βαλὼν μὲν αὐτὸς καὶ οὐκ ἀφαμαρτών, ἐτώσιον δὲ "τῆλε γὰρ ἀπεπλάγχθη σάκεος δόρυ".

(v. 280) Ὅτι καὶ ἐνταῦθα λέξις κεῖται [615] δύσχρηστος καὶ καινόφωνος, τὸ "ἠείδεις" ἀντὶ τοῦ ἠπίστασο, καὶ ἔστιν ἴσως ἀπὸ τοῦ ᾔδεις πλεονασμῷ τῆς ει διφθόγγου.

(v. 279-281) Φησὶ γὰρ Ἕκτωρ "ἤμβροτες, οὐδ' ἄρα πώ τι", ἤγουν οὔτι δὲ ἄρα πω, "θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ, ἐκ Διὸς ἠείδεις τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε, ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθοις", ἢ μύθῳ κατὰ δοτικὴν πτῶσιν ἢ μύθων κατὰ γενικὴν πληθυντικήν.

(v. 281) Λέγει δὲ ἀρτιεπῆ τὸν γλαφυρὸν καὶ εὐεπῆ καὶ ἀπηρτισμένον ἐν τῷ παραλογίζεσθαι. οὐ δήπου γὰρ ἐπὶ ἐπαίνῳ τοῦ ἐχθροῦ τίθησι τὸ ἐπίθετον. ἡ μέντοι ὑστέρα χρῆσις εἰς ἐναντίον τῷ ἀμετροεπεῖ καὶ ἀκριτομύθῳ τὴν λέξιν λαμβάνουσα ἀρτιεπῆ λέγει τὸν κατὰ τὴν ποίησιν ἄρτια βάζοντα. τέως γε μὴν παρὰ τῷ ποιητῇ οὐ ταὐτὸν τὸ ἀρτιεπῆ τινα εἶναι καὶ τὸ ἄρτια βάζειν, καθάπερ οὐδὲ τὸ λογίζεσθαι ταὐτὸν τῷ παραλογίζεσθαι. Ἐπίκλοπος δὲ μύθων ὁ ἐπιθυμητὴς τοῦ διὰ λόγων ἀπατᾶν. κλέπτεσθαι γάρ φασιν οἱ παλαιοὶ καὶ τὸ ὀρέγεσθαι, ὡς τὸ "ἐπίκλοπος τόξων" ἐν Ὀδυσσείᾳ, ἢ ἐπίκλοπος μύθοις ὁ ἠσκηκὼς λόγοις παραλογίζεσθαι καθ' ὁμοιότητα τοῦ "κλέπτε νόῳ". ἔστι γὰρ κλέπτειν οὐ μόνον χερσίν, ἀλλὰ καὶ νόῳ καὶ λόγῳ.

(v. 281-282) Ἰστέον δὲ καὶ ὅτι τὸ "ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων, ὄφρα σ' ὑποδδείσας μένεος ἀλκῆς τε λάθωμαι" εἴποι ἂν ὁ μὴ δειλιῶν ἐπὶ ἐχθροῦ ἀπειλαῖς. Ἔνθα ὅρα τὸ "μένεος" ἐκτεῖνον τὴν λήγουσαν καὶ δίχα [616] στιγμῆς, ὥστε καινοπραγοῦσιν οἱ ἐν τῷ "μή μ' ἀπογυιώσῃς μένεος" στίζοντες μέσην ἐν τῷ μένεος. δύναται γὰρ ἡ λέξις, κἂν ἄλλως ἀναγνωσθείη "μένεος ἀλκῆς τε λάθωμαι", ἐκτείνειν τὸ ος, καθὰ καὶ ἐνταῦθα. Τὸ δὲ "ἔπλεο" τουτέστιν ἐπέλεο καὶ ὑπῆρχες, παρῳχημένος ἐστὶν εἰλημμένος ἀντὶ ἐνεστῶτος τοῦ πέλεις, Ἰωνικῶς.

(v. 280) Ὅρα δὲ καὶ τὸ "ἦ τοι ἔφης γε" κομματικῶς ῥηθὲν καὶ οὐ πόρρω στρυφνότητος καὶ συστροφῆς μακροτέρου νοήματος ἐν οὕτως ὀλιγίστῃ φράσει. βούλεται γὰρ εἰπεῖν, ὡς καὶ μὴν ἔφης γε ἀνελεῖν με ὡς οἷα εὖ εἰδώς, οὐκ ἐχρῆν δὲ λαλῆσαι, ἃ μὴ οἶδας. ἴσως δὲ καὶ ἄλλως ὡς ψεύστην τὸν Ἀχιλλέα ὀνειδίζει ἐν τῷ "ἦ τοι ἔφης γε", ἵνα ᾖ ὅτι καὶ μὴν ἔφης ἐκ Διὸς εἰδέναι τὸν ἐμὸν μόρον. εἰπὼν γὰρ ἀνωτέρω "ἄφαρ δέ σε Παλλὰς Ἀθήνη ἔγχει ἐμῷ δαμάᾳ", δοκεῖς οὕτως ὡς ἐκ Διὸς πανομφαίου τὸν τοιοῦτον λόγον εἰπεῖν.

(v. 283-285) Ὅτι ἀνδρείου στρατιώτου λόγος πρὸς ἀντίπαλον τὸ "οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις, ἀλλ' ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον, εἴ τοι ἔδωκε θεός". τούτου δὲ τοῦ ἔπους οἱ Λάκωνες ζηλωταί, παρ' οἷς οὐκ ἦν θέμις ὁσίας τυχεῖν ἄνδρα νεκρὸν βεβλημένον τὰ ὀπίσω.

(v. 285 s.) Ὁμοίως δὲ ῥωμαλεότητος καὶ τὸ "νῦν αὖτ' ἐμὸν ἔγχος ἄλευαι χάλκεον, ὡς δή μιν ἐν χροῒ πᾶν κομίσαιο", ἤγουν διαμπερὲς ἐλαθείης ὑπ' αὐτοῦ. Ἕκτορος δὲ καὶ τοῦτο πρὸς Ἀχιλλέα, ὃς μιμούμενος αὐτόν, ἐφ' οἷς εἶπε "παντοίης ἀρετῆς μιμνήσκεο", καὶ τὰ ἑξῆς, ἔφη καὶ αὐτὸς τὸ "νῦν ἐμὸν ἔγχος ἄλευαι", ὅ ἐστι πειράθητι ἐκκλῖναι τὴν ἐξ ἐμοῦ βολήν, κομματικῶς αὐτὸς φράσας ἐν στενῷ κἀνταῦθα, οἷα ὥσπερ κατ' ἀνδρίαν, οὕτως οὐδὲ κατὰ προφορὰν λόγου τῷ Ἀχιλλεῖ ἐξισοῦσθαι δυνάμενος.

(v. 287 s.) Λέγει δὲ ὁ Ἕκτωρ καὶ ὅπερ οἰκεῖον ῥηθῆναι πρὸς βαρὺν ἐχθρὸν πεσόντα "καί κεν ἐλαφρότερος πόλεμος" τοῖς δεῖνα [617] "γένοιτο, σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον".

(v. 283) Ἰστέον δὲ ὅτι [νῦν μὲν ἡ κατὰ μεταφρένου ἔμπηξις τοῦ δουρὸς φεύγοντι ἀνδρὶ ἐπαπειλεῖται, ἀλλαχοῦ δὲ πρηνεῖ, ὡς εἰκός, κειμένῳ κατά τι σύμπτωμα οὐ καθολικὸν οὐδὲ ἐξ ἀνάγκης, ὁποῖόν τι πάσχειν ἱστοροῦνταί τινες διὰ μέθην. λέγεται γὰρ ὡς οἱ τὸν κρίθινον πεπωκότες οἶνον, ὃν πῖνον μέν τινες, ἕτεροι δὲ βρῦτον καλοῦσιν, ὕπτιοι κατακλίνονται. ὁ δὲ τοῦτο φάμενος Δειπνοσοφιστὴς λέγει καὶ ὅτι τινὲς τοῦ πίνου τὸν βρῦτον διϊστῶσιν ὡς καὶ ἀπὸ ῥιζῶν γινόμενον, καὶ ὅτι εἰσὶ τοιουτοπόται καὶ οἱ Αἰγύπτιοι, οἵ, ὡς Ἑκαταῖός φησιν, ἀρτοφάγοι ὄντες τὰς κριθὰς εἰς τὸ πόμα καταλέουσιν, ἤγουν ἀλήθουσιν.

(v. 285) Ἔτι ἰστέον καὶ ὅτι] τὸ "εἴ τοι ἔδωκε θεός" ὀνειδίζει πάλιν ὡς οὐ θεόθεν οἶδεν ὁ Ἀχιλλεὺς τὸν τοῦ Ἕκτορος μόρον. Τὸ δὲ "ἄλευαι", ὅ ἐστιν ἔκκλινον, μέσου ἀορίστου πρώτου ἐστὶ προστακτικὸν τοῦ "ἀλευάμενος", οὗ συχνὴ χρῆσις παρὰ τῷ ποιητῇ.

(v. 286) Τὸ δὲ "ἐν χροῒ πᾶν", ἤγουν τὸ ὅλον, ἔγχος κομίσασθαι ἢ ταὐτόν ἐστι τῷ διελάσαι, ὃ ἀνωτέρω κεῖται, ἢ τῷ διαμπερὲς βαλεῖν. [Παραλαλεῖ δέ τι καὶ ἀστεῖον ὁ λόγος, εἴπερ ὁ χροῦς ὡς οἷον δουροδόκη ἔσται τῷ δόρατι.]

(v. 291) Ὅτι τὸ "τῆλε δ' ἀπεπλάγχθη σάκεος δόρυ" ἄλλως προέφρασεν ὁ ποιητής, εἰπὼν "πάλιν δ' ἀπὸ χαλκὸς ὄρουσε".

(v. 291 s.) Κεῖται δ' ἐνταῦθα καὶ τὸ χώεσθαι ἐπὶ τοῦ συγκεχύσθαι τῇ λύπῃ. φησὶ γάρ "χώσατο δ' Ἕκτωρ, ὅτι οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός". Καὶ ὅρα τὸ "ἔκφυγε", δηλωτικὸν ὂν τῆς ἐτωσίου βολῆς, ὥσπερ καὶ λόγος ἐκφυγὼν ἕρκος [618] ὀδόντων ματαιολογίαν δηλοῖ.

(v. 293) Λέγει δὲ καὶ "κατηφῆσαι" τὸ κατηφιᾶσαι, ὡς ἀλλαχοῦ μειδῆσαι τὸ μειδιᾶσαι, εἰπὼν "στῆ δὲ κατηφήσας".

(v. 294) Καλεῖ δὲ καὶ τὸν Δηΐφοβον ἐν τούτοις λευκάσπιδα, οἷα ἐπίσημον, ὡς εἰκός, ἔχοντα λευκὸν σάκος, καθὰ καὶ Ἀργεῖοι παρὰ Σοφοκλεῖ λευκάσπιδες ἱστοροῦνται. τῷ δὲ παρασήμῳ, φασί, τοῦ ὅπλου ἡ τοῦ φοροῦντος ἐμφαίνεται ἀρετή.

(v. 297) Ὅτι κινδυνεύοντος ἀνθρώπου λόγος τὸ "ὢ πόποι, ἦ μάλα δή με θεὸς θάνατόνδ' ἐκάλεσεν".

(v. 300 s.) Ὁμοίως καὶ τὸ "νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδέ τ' ἄνευθεν, οὐδ' ἀλέη", τουτέστιν οὐδ' ἔστιν ἀποφυγή, ἐκ τοῦ ἀλέω, ἐξ οὗ κατὰ πρόσληψιν συλλαβῆς ἡ ἀλεωρή.

(v. 304-305) Ὁ δὲ τοῦ ζῆν ἀπογνούς, μὴ ἐκπεσὼν δὲ τοῦ ἀνδρείου φρονήματος, ἐρεῖ ἂν κατὰ τὸν Ἕκτορα "μὴ δὴ ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην, ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι". ἔστι δὲ καὶ νῦν ἀσπουδεί τὸ ἀμογητί.

(v. 300 s.) Ὅρα δὲ ὅτι ἐν τρισὶ κόμμασι, τῷ "νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος", καὶ τῷ "οὐδέ τ' ἄνευθεν", καὶ τῷ "οὐδ' ἀλέη" μία ἐδηλώθη ἔννοια. Ὅρα δὲ ὡς ὀψὲ καὶ νῦν ἐπιμηθευσάμενος ὁ Ἕκτωρ ἔγνω θεόθεν αὐτῷ εἶναι τὰ κακά, εἰ καὶ πρὸ τούτου ἄλλως ἐλάλει. ἀλέαν δὲ οἱ μεθ' Ὅμηρον τὴν θερμότητά φασιν.

(v. 306-311) Ὅτι Ἕκτωρ μετὰ τὸ ἐτώσιον βέλος τοῦ δόρατος ἀναθαρρύνας αὖθις ἑαυτὸν καὶ ἐρυσάμενος "φάσγανον ὀξύ, τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε, οἵμησεν ἀλεὶς ὥς τ' αἰετὸς ὑψιπετήεις, ὅς τ' εἶσι πεδίονδε διὰ νεφέων ἐρεβεννῶν, ἁρπάξων ἢ ἄρν' ἀμαλὴν ἢ πτῶκα λαγωόν. ὣς Ἕκτωρ οἵμησε τινάσσων φάσγανον ὀξύ". Καὶ ὅρα ὅτι οὐδὲ νῦν ὤκνησεν ὁ ποιητὴς τὴν καίριον ταὐτολογίαν, δὶς εἰπὼν τὸ "φάσγανον ὀξύ", καὶ τὸ "οἵμησεν", ὅπερ ποιητικὸν ὂν ἑρμηνεύει εὐθὺς ἐπαγαγὼν

(v. 312) "ὡρμήθη δ' Ἀχιλλεὺς μένεος δ' ἐμπλήσατο θυμὸν ἀγρίου", ὃ δὴ ταὐτόν πώς ἐστι τῷ "ἔδυ δέ μιν χόλος αἰνός", ὅπερ εἶπεν ἐπὶ [619] δράκοντος. σεμνύνει δὲ καὶ τὸν Ἕκτορα τῇ κατὰ τὸν αἰετὸν παραβολῇ, ὡς ἂν μεγεθύνῃ τὸ τοῦ Ἀχιλλέως ἀρίστευμα. [Ἦν δὲ καὶ ἄλλως μεγαλόφρον τὸ ἐν ἀπογνώσει ζωῆς μὴ παρεθῆναι, ἀλλ' ἀναθερμανθῆναι εἰς ἄμυναν κατὰ τοῦ Ἀχιλλέως τὸν Ἕκτορα, εἴ πως μέγα τι ἀποτελέσει καὶ μνήμης ἄξιον τοῖς ὕστερον.]

(v. 311) Ἰστέον δὲ ὅτι τὸ οἱμῶ παρῆχθαί φασι ἐκ τοῦ ὁμῶ, ὃ δηλοῖ τὸ ὁμοῦ γίνομαι, οὗ ἡ χρῆσις προδεδήλωται, ὅπου τὸν Δία δόλῳ ἡ Ἥρα μελετᾷ περιελθεῖν. ἔστι γὰρ οἱμᾶν τὸ πυκνωθέντα τινὰ καὶ ὁμοῦ εἰληθέντα ἢ ἀλέντα, ὅ ἐστιν ἑαυτὸν συστρέψαντα, ὁρμᾶν. ὃ δηλοῦται καὶ ἐν τῷ "οἵμησεν ἀλείς", ὅ ἐστι κατὰ τοὺς παλαιοὺς ἄθρουν συστρέψας ἑαυτὸν ὥρμησεν.

(v. 310) Ἀμαλὴν δὲ λέγει ἢ τὴν ἁπαλήν, ὡς προγέγραπται ἀλλαχοῦ, ἢ τὴν μαλλωτὴν καὶ τριχώδη κατὰ τοὺς παλαιούς, ὧν τινες καὶ μαλήν δισυλλάβως γράφουσιν, ὡς καὶ τοῦτο προδεδήλωται. Τὸ δὲ πτώξ λαγωοῦ συνήθως ἐπίθετον κατ' ἐξαίρετον, ὥστε ὅτε τις εἴπῃ μόνον τὸ πτώξ, λείπει τότε τὸ κύριον ὁ λαγωός, ὡς καὶ ἐν τῷ "βροτοὶ ἄνδρες" μόνον λεχθὲν τὸ βροτοί ἐλλειπές ἐστι τοῦ ἄνδρες. πολλὰ [620] δὲ καὶ ἄλλα τοιαῦτα πολλαχοῦ δηλοῦνται. [Λαγωὸς δὲ ἀμφιβάλλεται εἴτε ἀπὸ τοῦ λαγώς ἐκτεινομένου κατὰ τὴν λήγουσαν γέγονε πλεονασμῷ τοῦ ο μικροῦ, εἴτε καὶ ἀνάπαλιν ἐκ τοῦ λαγός σμικρυνομένου ἐμεγεθύνθη ὁ τῷ ω μεγάλῳ παραληγόμενος λαγωός. Ἰστέον γὰρ ὅτι διφορεῖται, καθὰ προπαρεδόθη, καὶ ὁ λαγός, καὶ ὁ μὲν διὰ τοῦ ο μικροῦ παλαιὸς καὶ κοινότερος, ὁ δὲ ἐκτεταμένος Ἀττικῶς παρεισέδυ. ὡς γὰρ κάλος κάλου, τὸ σχοινίον, ὁ δ' αὐτὸς καὶ κάλως κάλωος παρ' Ἀττικοῖς ὕστερον ἢ κάλως κάλω, οὕτω καὶ λαγός λαγοῦ, ἀφ' οὗ ἐξέδραμεν ὁ Λάγος, τὸ κύριον, καὶ λαγώς λαγώ. οὕτω δὲ κατὰ τὴν τοῦ Ἀθηναίου παράδοσιν. καὶ οὐ μόνον ὁ ταώς τοῦ ταώ, ἀλλὰ καὶ ὁ ταός τοῦ ταοῦ, οἷον "ψιττακοί, ταοί, μελεαγρίδες, φασιανοί". οὐ μὲν τοιοῦτον καὶ ὁ τυφώς, αὐτὸς γὰρ ἀεὶ τῷ ω μεγάλῳ ὤγκωται. Ὅτι δὲ ὁ λαγωός, ταὐτὸν δ' εἰπεῖν ὁ δασύπους, ἐψίλου τὴν λήγουσαν, δηλοῖ ὁ καλὸς Ἀθήναιος, εἰπὼν οὕτω· τὰ ὑπὲρ [621] μίαν συλλαβὴν ὀνόματα, ὧν ἡ λήγουσα εἰς ος ἐστι καθαρόν, ψιλοῖ τὸ λῆγον, οἷον· πρᾶὀς, Κεῖὀς, υἱὄς, λαὄς, πηὄς, γόὀς, ζωὄς, οὕτω καὶ λαγωός. ὁμοίως δὲ καὶ νεὤς, λεὤς, Τυνδάρεὠς. Τρύφων δὲ λέγει τοὺς Ἀθηναίους περισπᾶν τὸ ταὧς καὶ δασύνειν τὴν λήγουσαν. ἕτεροι δὲ ἀμήχανόν φασι παρὰ Ἀττικοῖς καὶ Ἴωσιν ἐν τοῖς τοιούτοις ὀνόμασι τὴν τελευτῶσαν δασύνεσθαι. πάντως γὰρ εἶναι ψιλὴν αὐτὴν παρηκολούθησε, οὐ μὴν μετὰ δασείας. φίλαρχος γὰρ οὖσα καὶ ἡγεμονικὴ τὴν φύσιν ἡ δασύτης τοῖς τελευταίοις μέρεσι τῶν ὀνομάτων οὐκ ἐγκαθείργνυται. καὶ οὕτω μὲν αὐτοί. Σέλευκος δὲ τοῦτο ἄλλως φράζει. σεμνύνας γὰρ καὶ αὐτὸς τὴν δασεῖαν τῷ προάττειν καὶ τάχιόν, φησίν, ἐκθέειν καὶ δι' ἐπιπολῆς εἶναι τῶν λέξεων καὶ πρὸ τῶν φωνημάτων τάττεσθαι, ἐπάγει· εἰ δὲ τοιαύτη ἡ δασύτης, ἀλόγως ἄρα κατὰ τὴν τελευταίαν συλλαβὴν τοῦ ταώς πρὸς τῶν Ἀττικῶν προσπνεῖται.]

(v. 3126) Ὅτι τὴν τοῦ Ἀχιλλέως ὁρμὴν καθ' Ἕκτορος οὕτω φράζει "ὁρμήθη δ' Ἀχιλλεύς, μένεος δ' ἐμπλήσατο θυμὸν ἀγρίου", ὡς εἴρηται προσεχῶς, "πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε καλόν, δαιδάλεον, κόρυθι δ' ἐπένευε φαεινῇ, τετραφάλῳ· καλαὶ δὲ περισείοντο ἔθειραι, χρύσεαι, ἅς", ὡς καὶ προεγέγραπται, "Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμείας". καὶ οὕτω μὲν καλλιγραφεῖ τὰ κατὰ τὸν φίλον ἀριστέα ὁ ποιητής.

(v. 317-320) Θέλων δὲ μηδ' ἐνταῦθα τοῦ ποιητικοῦ ἀρτύματος ἀποσχέσθαι τῆς παραβολῆς φησιν "οἷος δ' ἀστὴρ εἶσι μετ' ἄστρασι νυκτὸς ἀμολγῷ", τῷ πολλαχοῦ γραφέντι, "ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ, ὣς αἰχμῆς ἀπέλαμπεν εὐήκεος, ἣν ἂρ Ἀχιλλεὺς πάλλεν δεξιτερῇ, φρονέων κακὸν Ἕκτορι δίῳ". φθάσας μὲν οὖν τὸν τοῦ Ὠρίωνος κύνα, νῦν δὲ τὸν ἕσπερον εἰς παραβολὴν ὁμοίαν εἵλκυσεν. [(v. 312 s.) Μένος δὲ ἄγριον τὸ θηριῶδες λέγει. ἄγρια δὲ οὐ μόνον λέοντες καὶ τὰ τοιαῦτα, ἀλλὰ πᾶν τὸ μὴ ἥμερον. διὸ καὶ τὸ ἐκεῖθεν ἀγριμαῖον ἀντιδιαστέλλεται τοῖς τιθασοῖς, οἷον "πολλὰ μὲν τῶν ἀγριμαίων ἔγκειται πεπονημένα, πολλὰ δὲ σῖτα καὶ τῶν ἡμέρων ὀρνίθων, ἤγουν καὶ ἥμεροι ὄρνιθες.]

(v. 314) Ὅρα δὲ ὅτι τε τὸ ἐπινεύειν, ὅπερ τῶν τριχῶν ἦν τῆς κόρυθος, τῷ Ἀχιλλεῖ προσήρμοσεν ἐν τῷ "κόρυθι δ' ἐπένευεν", ᾧ λόγῳ καὶ μάχη φρίσσει [622] ἐγχείαις, καὶ λήϊον ἀσταχύεσσι, καὶ ὅτι τετράφαλον λέγει τὴν τοῦ Ἀχιλλέως κόρυθα, ὅπερ ἐν τῇ ὁπλοποιΐα ἐσίγησεν, ὥσπερ καὶ τὰς περὶ τὸν λόφον χρυσᾶς ἶνας, αἳ τρίχας ἐμιμοῦντο, οὐ δεινὸν αὐταὶ ποιοῦσαι τὸν λόφον κατὰ τὰς τριχωτάς, ἀλλὰ λαμπρόν. [(v. 316) Λόφος δὲ πόθεν γίνεται, προείρηται. οὗ παράγωγον περιεκτικῷ τύπῳ λοφεῖον, ἡ τοῦ λόφου θήκη παρὰ τῷ Κωμικῷ, καθά, φασί, καὶ κυλικεῖον, ἡ τῶν κυλίκων σκευοθήκη, οἷον "μόλις εἰς τὸ κυλικεῖον ἐνεγράφη", ἤγουν εἰς τὸ συμπόσιον, ὡς οἷα πολιτογραφηθείς που.]

(v. 317) Περὶ δὲ ἀμολγοῦ προγέγραπταί τι, ὅπου καὶ περὶ τοῦ "ἄστρασι". λαμπρότατον δὲ τὸν κύνα ἐκεῖ φάμενος κάλλιστον ἐνταῦθα τὸν ἕσπερόν φησιν, ἤτοι τὸν τῆς Ἀφροδίτης, ὃς καὶ στίλβων καλεῖται, καὶ ἑωσφόρος δὲ κατὰ καιροῦ μεταβολήν, ὡς καὶ Καλλιμάχῳ δοκεῖ, ἔνθα φησὶν ὡς "ἑσπέριον φιλέουσιν, ἀτὰρ στυγέουσιν ἑῷον". ὅταν μὲν γάρ, φασίν, ἡλίῳ προηγουμένῳ καὶ δύνοντι ἐπικαταδύνῃ, ἕσπερος λέγεται, ὅτε ἀνατέλλοντα οὐδεὶς αὐτὸν ὁρᾷ, ὁπηνίκα δὲ προανατέλλει τοῦ ἡλίου, ἑωσφόρος καλεῖται. μέγας δέ ἐστι καὶ προσηνής, καὶ οὐ κατὰ τὸν κύνα οὔλιος. Νυκτὸς δὲ ἀμολγὸν λέγει νῦν τὸν προσεχῶς μετὰ τὴν [623] ἡμέραν, ἤτοι μετὰ τὸ τῆς ἕω πέρας, ὡς δηλοῖ ὁ κατ' αὐτὸν ἕσπερος, ἤτοι ὁ ἀφ' ἑσπέρας ἀνατέλλων.

(v. 318) Τὸ δὲ "ἵσταται" ἀντὶ τοῦ ἀνίσταται, ἀνίσχει, ἀνατέλλει. ἄλλως γὰρ οὐκ ἔστι νοεῖν αὐτὸν ἱστάμενον, πλανήτην ὄντα.

(v. 319) Εὐήκης δὲ αἰχμὴ ἡ εὖ ἔχουσα τῆς ἀκῆς, ὅ ἐστι τῆς ἀκμῆς καὶ ὀξύτητος, ἣν καὶ ἀκωκήν φαμεν. τῷ δὲ τόνῳ βαρυτόνως φέρεται ὡς καὶ τὸ τανυήκης. Ὅρα δὲ καὶ ὡς οὐ πρὸς ἀνδρίας ἔνδειξιν ἐπὶ Ἀχιλλέως ἡ τοῦ ἀστέρος αὕτη παραβολή, ἀλλὰ πρὸς μόνην καλλιγραφίαν τῆς κατὰ τὸν Ἀχιλλέα λαμπρότητος, ὡς ἂν ἐκκλίνῃ τὸ μονοειδές, οἷα τὴν τοῦ Ἕκτορος ὁρμὴν διὰ ἀετοῦ ἐπὶ ἀνδρίᾳ σεμνολογήσας προσεχῶς. Τὸ δὲ "αἰχμῆς ἀπέλαμπεν" ἦν μὲν γράψαι καὶ "αἰχμὴ ἀπέλαμπε", κάλλιον δὲ τὸ "αἰχμῆς" διὰ τὴν ἀπο πρόθεσιν.

(v. 320) Τὸ δὲ "φρονέων κακόν" καὶ πληθυντικῶς που φράζει "κακὰ φρονέων ἐβεβήκει". ἐν οἷς ὅρα τὸ κακὰ φρονέων ἢ κακὸν φρονέων ἀντὶ τοῦ ἐγκοτῶν. παρὰ δέ γε τοῖς ὕστερον χυδαΐζει τὸ "κακὰ φρονέων" ἀντὶ τοῦ μωραίνων. ὁ δὲ κακά τινι φρονέων καὶ κακόφρων συνθέτως λέγεται.

(v. 322) Ὅτι τὸ "τόσον" εἴωθε πολλάκις τιθέναι Ὅμηρος ἐπὶ τοῖς παρ' ὀλίγον τι ὁλότητος, οἷον ἐν τῇ ὁπλοποιΐᾳ ἔφη περὶ τριπόδων, ὅτι τόσον εἶχον τέλος, ἤγουν κατὰ μὲν τὸ ἄλλο πᾶν ἀπηρτίσθησαν, οὔατα δ' οὔπω προσέκειντο. καὶ ἐν τῇ ψ δὲ ῥαψῳδίᾳ φησὶ περί τινος ἵππου, ὅτι "τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν", ἐν δὲ μετώπῳ σῆμα εἶχε λευκόν.

(v. 321-325) Οὕτω γοῦν κἀνταῦθα λέγει ὅτι Ἀχιλλεὺς εἰσορόων ἦν "χρόα καλὸν Ἕκτορος, ὅπῃ εἴξειε μάλιστα. τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχη καλά", τὰ τοῦ Πατρόκλου, ἃ πρὶν δηλαδὴ Ἀχιλλεὺς εἶχε, "φαίνετο" δὲ ὁ χροῦς "ᾗ", ἤγουν ὅπου. "κληῗδες ἀπ' ὤμων αὐχένα ἔχουσι, λαυκανίας, ἵνα τε", ἤγουν ὅπου, "ψυχῆς ὤκιστος ὄλεθρος". καθ' ὃ μέρος καὶ ἔτυχε τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς ἐλάσας ἔγχεϊ, "ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή". ἐνταῦθα γὰρ τὸ "τόσον μὲν εἴχετο τοῖς ὅπλοις" ἀντὶ τοῦ τὸ μὲν λοιπὸν τοῦ σώματος ἐκρύπτετο, ἐπὶ δὲ μόνης τῆς λαυκανίας, ἤτοι τοῦ λαιμοῦ, ἐφαίνετο. [624] Σημείωσαι δὲ ὅτι οὐ μάτην ὁ ποιητὴς ἀνέμνησεν ἡμᾶς ὅπλων Πατρόκλου, ἤτοι τῶν τοῦ Ἀχιλλέως, ἀλλ' ἐπίτηδες, ἵνα τε πιθανὴ δόξῃ ἡ τοῦ Ἀχιλλέως τήρησις, ὅπῃ ἂν αὐτῷ οὐχ' ἁπλῶς, ἀλλὰ μάλιστα εἴξῃ ὁ χροῦς τοῦ Ἕκτορος, ἄλλως γὰρ οὐκ ἠδύνατο βλάψαι αὐτὸν διὰ τὸ ἡφαιστότευκτα κἀκεῖνα εἶναι τὰ ὅπλα, καὶ ἵνα καὶ ἡ γύμνωσις τῆς λαυκανίας πιθανευθείη. εἰ γὰρ οἰκεῖα ὅπλα ὁ Ἕκτωρ ἐφόρει, δι' ὅλου ἂν ἥρμοττον τοῦ σώματος. ἐπεὶ δὲ τὰ τοῦ μεγάλου Ἀχιλλέως φορεῖ, διὰ τοῦτο οὐκ ἂν λίαν προσαρμόττοιεν ἴσως, ὡς οἷα τυχὸν εὐρυτέρους ἔχοντος ὤμους τοῦ Ἀχιλλέως. ὅθεν ἀπροσάρμοστος ἦν αὐτῷ περὶ τὰς κλεῖδας ὁ θώραξ.

(v. 325) Λαυκανία δὲ παράγεται ὅθεν καὶ ὁ λαιμός. ὡς γὰρ ἐκ τοῦ λάω λαμός καὶ λαιμός, οὕτως ἐκ τοῦ λάω λαύω λαυκανία ὁ ἀπολαυστικός, φασί, τόπος. Ὅρα δὲ ὡς καὶ ἐνταῦθα σαφῶς ὁ ποιητὴς δηλοῖ, τίνα λέγει ἁπαλὸν αὐχένα πανταχοῦ, ὅτι δηλαδὴ τὰ περὶ τὴν λαυκανίαν ἀνωτέρω που τῆς κλειδὸς ἔνθεν καὶ ἔνθεν, ἃ οὐκ ἔχουσιν ὀστεώδη τραχύτητα. Ψυχῆς δὲ ὄλεθρον ἔφη τὴν ἀφάνειαν καὶ τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν αὐτῆς κατὰ τὸ "Ἕκτορος τ' ἀπόλλυται ψυχή", ὅπερ Εὐριπίδης ἔφη ἐντεῦθεν λαβών.

(v. 326) Πάνυ δὲ δεξιὸς ὁ Ἀχιλλεύς, ὃς βραχύν τινα τόπον τοῦ σώματος τοῦ Ἕκτορος ἰδὼν ἀκάλυπτον εὐστόχως εὐθὺς ἔβαλεν. Ὅτι πολλάκις ὁ ποιητὴς τὰ ἐκ τύχης ὡς ἐξ αἰτίας τινὸς ἀποτελούμενα λέγει καὶ ἐκ προνοίας βουλευτικῆς, οἷον "ἦλθε δ' ἐπὶ Νότος ὄφρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν". τοιοῦτον κοινότερον καὶ τὸ ἔπνευσεν ἄνεμος, ἵνα ὁ οἶκος καταρριφῇ ἢ ἀπόληται ἡ ναῦς.

(v. 328 s.) Ὅμοιον κἀνταῦθα τὸ εἰπεῖν, ὡς ἡ τοῦ Ἀχιλλέως μελία οὐκ ἀπέτεμε τὸν τοῦ Ἕκτορος ἀσφάραγον, ἵνα τι λαλήσῃ. τὸ γὰρ κατὰ τύχην γενόμενον αἰτιατικῶς ἐξήνεγκεν, ὅ ἐστιν αἰτιωδῶς καὶ κατ' αἰτίαν, εἰπών "οὐδ' ἂρ ἀπ' ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσι". λέγει οὖν ἐνταῦθα, ὡς ἐὰν καὶ ἔμψυχον τὸ ἔγχος ἦν καὶ ἔμφρον καὶ διὰ τοῦτο προνοητικῶς οὐκ [625] ἀπέτεμε τὸν ἀσφάραγον. οὕτω δὲ καὶ ἐν ἄλλοις τόποις, ὡς πολλαχοῦ παρεσημάνθη, ψυχοῖ τὰ ὅπλα ὁ ποιητὴς κατὰ αὐτόνομον γλυκύτητα. καὶ ἄλλως δέ, οἷον ἀνθομολογεῖται νῦν ἡ καθ' Ὅμηρον Μοῦσα διὰ τοῦτο πλάσαι τὴν μελίαν μὴ τέμνουσαν τὸν ἀσφάραγον, ἵνα λαλήσῃ ὁ πεσὼν καί τι ἐπιθανάτιον.

(v. 328) Ἀσφάραγος δέ, φασί, ἀπὸ τοῦ ἀσπαίρω τροπῇ τοῦ ψιλοῦ εἰς δασύ, ὃ καὶ ἐπὶ τῶν προγραφέντων σφονδυλίων γέγονεν. ἐν γὰρ τῷ καταπίνειν καὶ ἐν τῷ λαλεῖν κινεῖται, φασί, καὶ τείνεται. Σημείωσαι δὲ ὅτι ἀρέσκει τῶν τισι παλαιῶν μὴ γράφειν "οὐδ' ἂρ ἀπ' ἀσφάραγον μελίη τάμεν", ἀλλ' "ἀπὸ σφάραγον". γράφουσι γὰρ δίχα τοῦ κατ' ἀρχὰς α τρισυλλάβως "σφάραγον", λέγοντες οὕτω· σφάραγος, λαιμός, βρόχος, τράχηλος, ἀπὸ τοῦ περὶ τὸν τόπον ψόφου. τὸν μέντοι μετὰ τοῦ α τετρασυλλάβως ἀσφάραγον καυλὸν εἶναί φασιν ἀκάνθων, ὡς καὶ πρὸ ὀλίγου σαφῶς ἐδηλώθη. ὁ δ' αὐτὸς καὶ διὰ τοῦ π ἀσπάραγος φυταρίου γνώριμος καυλός, [ἐνευθηνούμενος μάλιστα τῇ νήσῳ Τήνῳ εἰς πάχος, φασί, νάρθηκος,] ὁ καὶ ἐσθιόμενος.

(v. 330-335) Ὅτι μετὰ τὸ "ἤριπε δ' ἐν κονίῃσιν", ὁ Ἕκτωρ δηλαδὴ, "ὃ δ' ἐπεύξατο δῖος Ἀχιλλεύς" κεῖται ἅπερ ἂν εἴποι τις ῥίψας ἢ ἄλλως βλάψας ἐχθρὸν φίλου ἀπελπισθέντος ἔχειν τὸν βοηθήσοντα, παραποιήσας τὰ Ὁμηρικά· ὦ δεῖνα, οἷον ὦ Ἕκτορ, "ἀτάρ που [626] ἔφης" τὸν δεῖνα ἐξεναρίζων σῶς ἔσεσθαι· ἐμὲ δ' οὐδὲν ὀπίζεο νόσφιν ἐόντα, νήπιε. τοῖο δ' ἄνευθεν ἀοσσητὴρ μέγ' ἀμείνων ἐγὼ μετόπισθε λελείμμην, ὅς τοι γούνατα ἔλυσα", ὃ διασαφητικόν ἐστι τοῦ "ἀοσσητὴρ ἦν ἀμείνων ἐγώ". πάντως γὰρ ἀμείνων τινὸς ὁ καταρρίψας καὶ οὕτω τὰ ἐκείνου λύσας γούνατα.

(v. 332) Ἔστι δὲ ὀπίζεσθαι μὲν τὸ ἐπιστρέφεσθαι καὶ ὄπις ἡ ἐπιστροφή.

(v. 333) Ἀοσσητὴρ δὲ ὁ σπουδαῖος βοηθὸς καὶ δίχα ὄσσης ἀρήγων, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη.

(v. 335) Γούνατα δὲ λῦσαι τὸ τῆς ἁρμονίας παραλῦσαι καὶ οὕτω καταρρῖψαι.

(v. 331) Ὅρα ἐν τοῖς ῥηθεῖσι καὶ τὸ "ἀτάρ που ἔφης" ἀντὶ τοῦ "ἔφης δή", ὡς τοῦ "ἀτάρ" ληφθέντος ἀντὶ τοῦ δε τοῦ ἰσοδυναμοῦντος τῷ δῆ.

(v. 336) Κεῖται δ' ἐνταῦθα καὶ τὸ ἑλκῆσαι ἐπὶ τοῦ ἁπλῶς ἑλκυσμοῦ ἢ καὶ ἐπὶ σπαραγμοῦ καὶ κατακοπῆς. Φησὶ γὰρ Ἀχιλλεύς, ὅτι "σὲ μὲν κύνες καὶ οἰωνοὶ ἑλκήσουσ' ἀεικῶς", Πάτροκλον "δὲ κτεριοῦσιν Ἀχαιοί".

(v. 338-343) Ὅπερ ἀκούσας Ἕκτωρ ὀλιγοδρανέων λέγει "λίσσομαι ὑπὲρ ψυχῆς" καὶ ἑξῆς, ὡς εὐθὺς δηλωθήσεται.

(v. 336) Ἰστέον δὲ ὅτι τὸ "ἀεικῶς" ἐνταῦθα φέρεται διὰ μόνου τοῦ ι κατὰ τὴν παραλήγουσαν ἔν τισιν ἀντιγράφοις λόγῳ μετρικοῦ δακτύλου. καὶ ἔχει μὲν ἡ τοιαύτη γραφὴ ἀπολογίαν τινά, ὁποίαν καὶ τὸ ἀλγινόεν διὰ τοῦ ἰῶτα γραφόμενον καὶ τὸ ἰκόνιον καὶ ἄλλα προσημειωθέντα. ἔστι δὲ ὅμως ἀσύνηθες εἰς τοιαύτην γραφήν, ὡς δῆλον ἔκ τε τοῦ ἀεικές καὶ ἐπιεικές. εἰ δὲ ῥᾴων [627] οὕτως ἡ συναίρεσις τῆς αἰκίας γίνεται, ἀλλ' οὐδὲν τοῦτο πρὸς ἀπόλογον εὔλογον.

(v. 338) Ὅτι μεγάλη καὶ θερμὴ δυσωπία τὸ "λίσσομαι ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων". Ἕκτωρ δὲ τοῦτο λέγει ὀλιγοδρανέων, ὡς προσεχῶς ἐρρέθη, ὅτε δυσωπεῖ τὸν Ἀχιλλέα, λέγων

(v. 339-343) [προεκθετικῷ τινι λόγῳ] καί, ὅτι μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν, ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο δῶρα, τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ, σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι", ἤγουν δὸς πάλιν, "ὄφρα πυρός με Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα", ἅπερ καὶ ἐν τῇ πρὸς Αἴαντος μονομαχίᾳ ἐλάλησε.

(v. 341) Καὶ ὅρα ὅτι τε οὐκ εἶπεν ἄποινα, ἀλλὰ δῶρα ὀνόματι γενικῷ σεμνότερον, ὡς καὶ ἀλλαχοῦ ἐποίησε, καὶ ὅτι ἐτυμολογῶν τὴν λέξιν φησὶν "ἅ σοι δώσουσιν". ἀπὸ γὰρ τοῦ δώσειν τὸ δῶρον.

(v. 339) Τὸ δὲ δάψαι πρωτότυπόν ἐστι καὶ νῦν τοῦ δαρδάπτω ῥήματος. καὶ οὕτω μὲν αὐτός. Ἀκούει δὲ ἅπερ οὐ βούλεται. εἰδὼς γὰρ ὁ ποιητὴς ὡς ὠμότητος γραφὴν ἀποίσεται Ἀχιλλεύς, ἐφ' οἷς τεθνεῶτα τὸν Ἕκτορα καταικίσεται, καὶ ὡς τυχὸν ἂν ἐρεῖ τις ὡς λείπεται καὶ τῶν τοῦ νεκροῦ σαρκῶν αὐτὸν ἀπογεύσασθαι, καὶ θέλων εἰπεῖν ὅτι πρὸς τὸ τῆς λύπης περιὸν τάχ' ἄν, εἴπερ ἦν, ἐποίησε καὶ τοῦτο, πλάττει τὸν Ἀχιλλέα λέγοντα.

(v. 345-347) "Μή με, κύον, γούνων γουνάζεο μηδὲ τοκήων· αἲ γάρ πως", ἤγουν αἴθε, "αὐτόν με μένος καὶ θυμὸς ἀνείη", ἤτοι ἀναπείσοι, "ὦμ' ἀποταμνόμενον κρέα ἔδμεναι, οἷά μ' ἔοργας". Καὶ ὅρα καὶ τοῦτο τὸ βραχὺ κόμμα τὸ "οἷά μ' ἔοργας" ὅσην ἔχει καὶ ἀφηγήσεως καὶ θλίψεως ἔμφασιν, ἐφ' οἷς καὶ ἀνεῖλεν Ἕκτωρ τὸν Πάτροκλον καὶ ᾐκίσατο. [628] κἀντεῦθεν πιθανὸς γίνεται ὁ ἐν τοῖς ἑξῆς τοῦ Ἕκτορος ἑλκυσμός. τὸν γὰρ οὕτω κατὰ Ἕκτορος ἀγριαινόμενον εἰκὸς καὶ ἀπανθρώπως ἐκεῖνον ἑλκύσαι. καὶ Ἀχιλλεὺς μὲν οὕτως εὔχεται ὄρεξιν αὐτῷ ἐγγενέσθαι φαγεῖν τῶν τοῦ κυνὸς Ἕκτορος σαρκῶν, ὡς δῆθεν ἄλλως οὐ θεμιτὸν ὂν ἢ δυνατὸν ἄνευ ἀλλοκότου τινὸς ὀρέξεως κυνείων τούτων κρεάτων μετασχεῖν. ἡ δὲ Ἑκάβη οὐχ' οὕτως ἐν τοῖς ἑξῆς, ἀλλ' ἐκείνη εὔξεται τοῦ ἥπατος ἅψεσθαι τοῦ Ἀχιλλέως, ὡς πάντως ἂν φαγουμένη. καὶ ἔστιν ἐκεῖνο πρέπον βαρβάρῳ γραῒ μητρὶ φιλοτέκνῳ. ταῦτα δὲ τὰ νοήματα τὴν ἀρχὴν ἔχει ἐκ τοῦ λόγου τοῦ Διός, εἰπόντος που πρὸς τὴν Ἥραν, ὡς εἰ δὲ σὺ ὠμὸν βεβρώθοις Πρίαμον καὶ τὰ ἑξῆς. Ἰστέον δὲ [ὅτι τε οὐ καινὸν τὸν Ἀχιλλέα ἐθελῆσαι ὠμὰ κρέα Ἕκτορος δαίσασθαι ἢ τὴν Ἑκάβην εὔξασθαι ἥπατι ἐμφῦναι ἀνδρὸς ἐχθροτάτου, εἰ καὶ Τυδεὺς ἐγκεφάλου ἐχθροῦ κατὰ τὴν ἱστορίαν ἐρρόφησε, καὶ Ἀνάξαρχος δὲ, ὁ εὐδαιμονικὸς φιλόσοφος, ἐδίδασκε κολακεύων τὸν μέγαν Ἀλέξανδρον τὰς τῶν σατραπῶν καὶ βασιλέων δειπνοῦντα προσφέρεσθαι κεφαλάς, καὶ ὅτι πολλάκις ὁ θυμὸς μὴ ὅτι γε τοῖς ἐμψύχοις, ἀλλὰ καὶ ἀψύχοις κυνηδὸν ἐπεμπηδᾷ. οὕτω Πάνδαρος θυμῷ κινηθεὶς ἠπειλήσατό που τοῖς τόξοις φθοράν. οὕτω καὶ Ἀναξανδρίδης, πικρὸς τὸ ἦθος ἀποβάς, ἐκόλαζέ ποτε ἃς ἐποίει κωμῳδίας. ὅτε γὰρ μὴ νικῴη, λαμβάνων αὐτὰς ἐδίδου κατατεμεῖν εἰς λιβανωτόν, μὴ μετασκευάζων ὡς οἱ πολλοί. διὸ πολλὰ τῶν δραμάτων κομψῶς ἔχοντα ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας], καὶ ὅτι ἀποτεινόμενος ὁ Ἀχιλλεὺς πρὸς τὴν τοῦ Ἕκτορος ἱκετείαν πρὸς μὲν τὸ "λίσσομαι ὑπὲρ ψυχῆς καὶ γούνων καὶ τοκήων" φησὶ "μή με γουνάζεο μηδὲ τοκήων", παραλιπὼν διὰ συντομίαν ἐναγώνιον τὸ "ψυχῆς". πρὸς δὲ τὸ "μή με ἔα κύνας καταδάψαι" οὐ μόνον ἀπειλεῖται κυσὶ παραθεῖναι αὐτόν, ἀλλὰ καὶ κύνα αὐτὸν ἀποκαλεῖ. κεῖται δὲ ἡ περὶ τῶν ῥηθέντων κυνῶν ἑξῆς ἀπειλὴ ἐν τόποις δυσίν, ἤγουν ἐν τῷ "ὡς οὐκ ἔσθ' ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι", [629] ἤγουν οὐκ ἔστιν ὃς ἀπαγάγοι ἄν σου τοὺς κύνας ‑ κεφαλὴν γὰρ κἀνταῦθα τὸν ὅλον Ἕκτορα λέγει ‑ , καὶ μετ' ὀλίγα ἐν τῷ "ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται". καὶ οὕτω μὲν πρὸς τὰ δύο Ἀχιλλεὺς ἀπετείνατο.

(v. 34953) Πρὸς δὲ τὸ "ἅλις δέδεξο δῶρα" λέγει ὅτι "οὐδ' εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ' ἄποινα στήσωσ' ἐνθάδ' ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα, οὐδ' εἴ κέν σ' αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι Δαρδανίδης Πρίαμος, οὐδ' ὣς σέ γε πότνια μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται, ὃν τέκεν αὐτή", τοῦτο δὴ ὃ προέλεγεν ἡ Ἑκάβη, ὅπερ καὶ πρὸς τὸ "ἵνα πυρός με λελάχωσι θανόντα" εἶπεν ὁ Ἀχιλλεύς. Σημείωσαι δὲ ὡς τὸ τοῦ Ἀχιλλέως ἦθος στρεπτὸν εὑρεθήσεται καὶ διὰ τοῦτο ἀγαθόν, εἴγε "στρεπταὶ φρένες ἐσθλῶν". εἰ γὰρ καὶ μήτε ἄποινα λήψεσθαι ὑπὲρ τοῦ Ἕκτορός φησι, ἅπερ ἐκεῖνος δῶρα σεμνῶς, ὡς εἴρηται, εἶπεν, καὶ κυσὶ δὲ καὶ οἰωνοῖς ἐκθέσθαι αὐτόν, ἀλλὰ προϊὼν οὐχ' οὕτω ποιήσει. Ὅρα δὲ καὶ τὸν τοῦ λόγου χαρακτῆρα ὅμοιον ὄντα τοῖς ἐν τῇ ῥαψῳδίᾳ τῶν Λιτῶν. καὶ ἐκεῖ γὰρ ὀξύτερον κατὰ κίνησιν ὀργῆς τοῖς πρέσβεσιν ὑποσχόμενος ἄλλα ὕστερον ἐποίησε χρηστότερα καὶ νῦν τοσαῦτα λύτρα μετρήσας οὐ πολλῶν δώρων μετὰ ταῦτα τὸν Ἕκτορα λύσεται. Σημείωσαι δὲ καὶ ὅτι εὐεπίφορος ὁ ἥρως ὥσπερ ἐν ταῖς Λιταῖς, οὕτω κἀνταῦθα εἰς τὰς τῶν δώρων ὑπερβολάς, δεκάκις λέγων καὶ εἰκοσινήριτα καὶ ἑξῆς, ὡς ἐρρέθη. Καὶ ταῦτα μὲν ἐν τούτοις, τῶν δὲ κατὰ μέρος τὰ ἐπιδρομῆς ἄξια τοιαῦτα.

(v. 345) Τὸ μὲν "γούνων γουνάζεο" ὅμοιόν ἐστι τῷ "οἶνον οἰνοχοεῖν", μάλιστα δὲ τῷ "πόλεμον πολεμίζειν" καὶ τοῖς ὁμοίοις.

(v. 346) Τὸ δὲ πως ἐν τῷ "αἳ γάρ πως" πολύνουν φαίνεται. θηριώδους γὰρ ὄντος τοῦ ἐθέλειν ἀνθρωπείων σαρκῶν ἀποφαγεῖν λέγει ὡς, εἰ καὶ μὴ κατὰ φύσιν ἔχω τοῦ οὕτως ἐφίεσθαι, ὅμως εὔχομαι ἐπελθεῖν πως ἐμοί, ἤγουν ὅπως δήποτε, ἐκ θεομηνίας τυχὸν ἢ ἑτεροίου θυμοῦ ἐγγενέσθαι μοι τοιαύτην ὄρεξιν. Τὸ δὲ "ἀνείη" γράφεται καὶ διὰ τοῦ η παρά τισιν, ἢ τροπῇ τοῦ η τῆς ει διφθόγγου εἰς η, [630] ἢ καὶ ἐκ τοῦ ἀνῆ πλεονασμῷ τοῦ η ὅτε οὐδὲ προσγράφεται τὸ ι κατὰ τὴν παραλήγουσαν.

(v. 349) Τὸ δὲ "εἰκοσινήριτα" ἀντὶ τοῦ πρὸς εἴκοσιν ἐριστά, ἤτοι ἐρίζοντα καὶ ἰσάζοντα, τουτέστιν οὐ δεκάκις μόνον, ἀλλὰ καὶ εἰκοσάκις τοῖς σοῖς κτήμασιν ἐξισούμενα. ἢ καὶ ἄλλως κατὰ τοὺς παλαιοὺς ἐριστὸν μὲν εἴη ἂν τὸ ἀντιλεγόμενον τίμημα τοῦ νεκροῦ, νήριστον δὲ καὶ ἀποβολῇ τοῦ σ νήριτον, ὅπερ καὶ ἐπὶ τοῦ γνωστός καὶ γνωτός γίνεται, τὸ ἀνέριστον καὶ ἀναντίρρητον καὶ ἤδη τυπωθὲν καὶ ὁρισθὲν καὶ δίκαιον. δεκάκις οὖν νήριτον ἀπὸ κοινοῦ κατὰ παράθεσιν καὶ εἰκοσινήριτον κατὰ σύνθεσιν τὸ δεκαπλοῦν καὶ εἰκοσαπλοῦν ἄξιον τίμημα. ἔστι δὲ ἡ τοῦ εἰκοσινηρίτου σύνθεσις ὁμοία τῷ εἰκοσίπηχυ. [Καὶ ἐπαινεῖται ἡ τοιαύτη μάλιστα σύνθεσις, καθὰ δηλοῖ καὶ ὁ γράψας τὸ "εἰκοσίκλινον εἶχεν οἶκον ἐπιτήδειον πρὸς τὰς ὑποδοχάς". εἰκοσάπηχυ δέ, φασίν, εἰπεῖν καὶ εἰκοσάκλινον οὐ χρή, κἂν ἔδοξε τοῖς ὕστερον οὕτω λέγειν, οἳ καὶ πεντάκλινον καὶ τοιαῦτά τινα λέγουσι.]

(v. 350) Τὸ δὲ "στήσωσι" τεχνικὴ λέξις, ὡς καὶ ἀλλαχοῦ προείρηται.

(v. 351) Τὸ δὲ "σὲ αὐτὸν χρυσῷ ἐρύσεσθαι" δηλοῖ μὲν τὸ χρυσῷ λύσασθαι, ἔστι δὲ τὸ ἐρύσεσθαι παρακτικὸν τοῦ χρυσοῦ. ἀπὸ γὰρ τοῦ τοιούτου ἔοικε παρονομάζεσθαι ὁ χρυσός. Τὸ δὲ "σὲ αὐτόν" οὐδ' αὐτὸ σύνθετον ἀντωνυμίαν δηλοῖ τὴν σαυτόν, ἀλλ' ἐν ἐξοχῇ τινι κεῖται, καθά που πρὸ τούτων καὶ τὸ "αὐτόν μιν". Τὸ δὲ "ἀνώγοι" οὐ δύναται δηλοῦν τὴν παρὰ τοῖς ὕστερον κέλευσιν, οὐ γὰρ ἂν κελεύσοι ὁ Πρίαμος τῷ Ἀχιλλεῖ, σημαίνει δὲ ἢ τὸ ἱκετεύειν ἢ τὸ ἁπλῶς λέγειν. ἴσως δὲ καὶ εἰρωνικῶς αὐτό φησιν ὁ Ἀχιλλεὺς ὡς [631] βασιλέως ὄντος τοῦ Πριάμου καὶ κελεύειν ἐθέλοντος. Ἰστέον δὲ καὶ ὅτι τὸ χρυσῷ σταθμηθέντα τὸν Ἕκτορα λυθῆναι παρὰ Πριάμου Ὁμήρῳ μὲν οὐ δοκεῖ, οἱ δὲ ὕστερον ἱστοροῦσι τοῦτο γενέσθαι λέγοντες ὅτι ὁ Ἀχιλλεὺς χρυσὸν τῷ Ἕκτορι ἀντιστήσας καὶ λαβὼν οὕτω τὸν νεκρὸν ἀπέδοτο τῷ πατρί. τὸ δ' αὐτό φασι παθόντα ὕστερον καὶ αὐτὸν ἀποδοθῆναι τοῖς Ἕλλησιν, ὡς καὶ Λυκόφρων ἱστορεῖ, ὅτε τοξευθεὶς Ἀχιλλεὺς ὑπ' Ἀλεξάνδρου ἔπεσε.

(v. 353) Τὸ δὲ "ὃν τέκεν αὐτή" ἢ ἐκ περισσοῦ εἰς οὐδὲν δέον κεῖται ἀφελῶς οὕτω λεχθέν, ἢ πρὸς σαφήνειαν, ἵνα μὴ ἁπλῶς μήτηρ αὐτὸν γοήσεται ἀορίστως, ἀλλ' ἡ τοῦτον τεκοῦσα. ἢ καὶ ἄλλως, ἵνα μήτηρ νοηθείη ἡ κατὰ φύσιν, οὐ μὴν θέσει κατὰ διάθεσιν, ὁποία τις ἐστὶ τῷ Εὐμαίῳ ἐν Ὀδυσσείᾳ ἡ δέσποινα Ἀντίκλεια. [(v. 354) Τὸ δὲ "κατὰ πάντα δάσονται" ἀντὶ τοῦ καταμερίσονται ὅλον τὸν Ἕκτορα. καὶ ἔστι σύνηθες Ὁμήρῳ νοεῖν τὸ πᾶς ἀντὶ τοῦ ὅλος.]

(v. 345) Ἰστέον δὲ ὅτι τὸ "μή με κύον γούνων γουνάζεο", καὶ τὰ ἑξῆς χρήσιμά εἰσιν εἰς λόγου πεζοῦ παραπλοκὴν, πῇ μὲν ἐπί τισι θυμουμένοις, πῇ δὲ ἐπὶ ἀδωροδοκήτοις.

(v. 35660) Ἃ δὲ ὁ Ἕκτωρ καταθνῄσκων προσείπῃ τὸν Ἀχιλλέα, ἤγουν τὸ "ἦ σ' εὖ γινώσκων προτιόσσομαι, οὐδ' ἂρ ἔμελλον πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἔνδοθι θυμός· φράζεο νῦν μὴ τί τοι θεοῦ μήνιμα γένωμαι ἤματι τῷ, ὅτε κεν" καὶ τὰ ἑξῆς ἐρεῖ ἄν τις ἱκετεύσας μέν τινα ἐν κινδύνῳ, μὴ πείσας δέ. Δηλοῖ δὲ τὸ μὲν "προτιόσσομαι" τὸ προσβλέπω ἢ τὸ οἶδα καὶ μαντεύομαι.

(v. 358) Τὸ δὲ "μή τί τοι θεοῦ μήνιμα γένωμαι" ἀντὶ τοῦ μή σοι ὀργισθῇ θεὸς δι' ἐμέ. Τὸ δέ γε [632] "καταθνῄσκων" περιττῶς κεῖται μετὰ προθέσεως, καθὰ καὶ τὸ κατατεθνειώτων ἐν τῷ "νεκύων κατατεθνειώτων". ὅτι δὲ καὶ εὖ γινώσκων προμαντεύεται τὸν τοῦ Ἀχιλλέως ἄρτι θάνατον ὁ Ἕκτωρ, αὐτίκα εἰρήσεται.

(v. 357) Σημείωσαι δὲ ὅτι τὸ "σιδήρεός σοι ἔνδοθι θυμός" σεμνότερον ὁ Ἕκτωρ εἶπεν ἤπερ ὁ Ἀχιλλεὺς ἔφρασε περὶ ἑαυτοῦ. ὁ μὲν γὰρ εὐξάμενος φαγεῖν ὠμὰ Ἕκτορος κρέα ἀπεθηρίωσεν ἑαυτόν, Ἕκτωρ δὲ μέσως πως ἔσκωψε. σιδηρέα γὰρ ψυχὴ οὐ μόνον ἀπήνειαν δηλοῖ, ἀλλά που καὶ στερρότητα. Ὅμηρος γοῦν οὕτω ἔφη· μὴ ἂν δυνήσεσθαι φράσαι πληθὺν Ἀχαιῶν, οὐδ' εἰ χάλκεον αὐτῷ ἦτορ ἐνείη. τοιοῦτος δέ τις νοῦς καὶ ἐν τῷ "ὀφθαλμοὶ ὡσεὶ κέρα ἔστασαν ἠὲ σίδηρος". καὶ ἴσως πραΰνων τὸν Ἀχιλλέα οὕτως ἔφρασεν ὁ Ἕκτωρ, εἴ πως μετὰ θάνατον φείσαιτο αὐτοῦ. ὡς εἰ μή γε τοῦτ' ἦν, τί ἐκώλυε κύνα προσφυέστερον ἀντικαλέσαι τὸν Ἀχιλλέα; Τὸ δὲ "ἔνδοθι" οὐκ ἀναγκαίως κεῖται ἐν τῷ "σιδήρεος ἔνδοθι θυμός", ἀναπληροῖ δὲ ὅμως στίχον. Ὅτι καὶ ἡ τοῦ Ἕκτορος ψυχή, ὡς καὶ πρὸ τούτου ἡ τοῦ Πατρόκλου, ἀπαλλαττομένη τοῦ σώματος ἤδη καὶ κατὰ σημεῖον οἷον ἐφαπτομένη αὐτοῦ προορᾷ τὸ μέλλον καί, ὡς εἴρηται, προλέγει τῷ Ἀχιλλεῖ.

(v. 359 s.) Ἔνθα δεξιῶς ὁ ποιητὴς ἐν στενῷ, καθὰ καὶ ἐν ἄλλοις, παραρρίπτων τὸν Ἀχιλλέως θάνατόν φησιν "ἤματι τῷ, ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων ἐσθλὸν ἐόντα ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν". ἃς ἑτέρας τινὲς εἶναί φασι τῶν πρὸ βραχέων εἰρημένων Δαρδανιάων. αὗται μὲν γάρ, φασί, πρὸς τῇ δυσμῇ, αἱ δὲ Δαρδάνειαι ἀνατολικαί.

(v. 361) Ὅτι δὲ πρὸς τῷ θανεῖν ὢν ὁ Ἕκτωρ ταῦτα εἶπε, δηλοῖ ὁ ποιητής, φάμενος "ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε".

(v. 362) Τὸ δὲ ἑξῆς "ψυχὴ δ' ἐκ ῥεθέων πταμένη" καὶ τὰ ἑπόμενα, καὶ ἐν τῇ πῖ ῥαψῳδίᾳ καὶ ἀλλαχοῦ δὲ εἴρηται.

(v. 365 s.) Ὅτι τὸ "τέθναθι, κῆρα δ' ἐγὼ τότε δέξομαι, ὁππότε κεν δὴ θεὸς ἐθέλει τελέσαι" οἰκεῖον ῥηθῆναι πρός τινα κινδυνεύοντα μέν, θρασέως δὲ ἀπειλούμενον, ὁποῖός τις καὶ ὁ Ἕκτωρ καταμαντευόμενος θάνατον τοῦ ταῦτα εἰπόντος Ἀχιλλέως, ὁπηνίκα ἔθνῃσκε. Τὸ δὲ "τέθναθι" ὡς τὸ τέτλαθι [633] κανονίζεται.

(v. 36871) Ὅτι κειμένου Ἕκτορος περιδραμόντες Ἀχαιοί, ὅτε Ἀχιλλεὺς "ἀπ' ὤμων τεύχεα ἐσύλα", "θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν Ἕκτορος". κἂν γὰρ ὁ στάχυς οὐκ ἦν, ἀλλ' ἡ καλάμη διέφαινεν ἐκεῖνον, καὶ συμμετρίας μελῶν καὶ μερῶν ἀπαρτιζούσης καθόλου τὸ κάλλος μετὰ καὶ εὐχροίας ἐπανθούσης. ἡ μὲν εὔχροια τοῦ νεκροῦ Ἕκτορος ᾤχετο, ἡ δὲ συμμετρία ἐσῴζετο, ἀφ' ἧς τὸ εἶδος ἀγαστὸν ἔτι ἐφαίνετο. Καὶ ὅρα ὅτι οὐ κατὰ τὴν ἀλλαχοῦ γραφεῖσαν ἱστορίαν οὐκ εὖ εἶχε τοῦ εἴδους ὁ Ἕκτωρ κατά τινας, ὃς καὶ τεθνεὼς ἀγητὸν εἶδος ἐκφαίνει. οὕτω δὲ ἦν περίκλυτος ὁ Ἕκτωρ καὶ θέας ἄξιος, ὥστε, καθὰ Πλούταρχος ἐν τοῖς κατὰ τὸν Ἄρατον ἱστορεῖ, νεανίσκος τις, ἐν Λακεδαίμονι ἐμφερέστατος Ἕκτορι γενέσθαι λεγόμενος, ὑπὸ τοῦ πλήθους τῶν θεωμένων κατεπατήθη, ὡς τοῦτο ἔγνωσαν. τοῦτο δὲ οὐ πρὸς ὀργὴν γέγονεν, ἀλλ' ὅτι διὰ θαῦμα οἱ θεαταὶ εἰς πύκνωμα συνεστράφησαν. καὶ τοῦτο μὲν οὕτως.

(v. 372) Ὁ δὲ ποιητὴς Ἑλληνικὴν ἐνταῦθα οὐ καίριον ὠμότητα διαγράφων φησὶ καὶ ὅτι "οὐδ' ἄρα οἵ τις ἀνουτητί γε παρέστη".

(v. 372-374) Ἑρμηνεύων δὲ τὸ "ἀνουτητί" πρῶτα μὲν τίθησι βραχεῖαν συνήθως ἠθοποιΐαν τοῦ δήμου, εἰπὼν "ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι", ἤτοι ψηλαφᾶσθαι, "Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησε πυρὶ κηλέῳ".

(v. 375) Εἶτα ἐπάγει τὴν ἑρμηνείαν τοῦ ἀνουτητί "ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς", κορεννύμενος οἷον τοῦ κειμένου μετὰ θάνατον, ἴσως μὲν θυμοῦ χάριν, ἴσως δὲ καὶ Ἀχιλλεῖ χαριζόμενος. εὖ δὲ ποιῶν Ὅμηρος ἡρμήνευσε τὸ ἀνουτητί, ὡς μὴ ἀμφίβολος ἔννοια εἴη, δυναμένων τινῶν ὑπονοεῖν ὡς οὔτις παρέστη μὴ φθάσας οὐτασθῆναι ὑπὸ τοῦ ἦν μὲν ὅτε ἀτειρέος καὶ σκληροῦ, νῦν δὲ μαλακοῦ Ἕκτορος. Σημείωσαι δὲ καὶ ὅτι προοικονομία ἐστὶ καὶ ταῦτα τῆς μικρὸν ὅσον εἰς τὸν Ἕκτορα τοῦ Ἀχιλλέως ὠμότητος. εἰ γὰρ οἱ ἄλλοι οὕτω διάκεινται πρὸς τὸν κείμενον, πολλῷ πλέον Ἀχιλλεὺς ἀγριαίνοιτ' ἂν κατ' αὐτοῦ.

(v. 379-384) Ὃς καὶ μεγεθύνων τὸ οἰκεῖον κατόρθωμα μετὰ καὶ ἐπιεικείας λέγει ὡς "ἐπεὶ τόνδ' ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν, ὃς κακὰ πόλλ' ἔρρεξεν", ἢ ἔρδεσκεν, "ὅσ' οὐ σύμπαντες οἱ ἄλλοι" καὶ ἑξῆς, ἐρεθίζων εἰς θυμὸν οὕτω καὶ ἑαυτὸν καὶ τοὺς Ἀχαιούς. τὸν δὲ τοιοῦτον λόγον [634] παρῳδήσας τις εἰς τὸ "θεὸς ἔδωκεν" ἐρεῖ ἐπί τινος κακοποιοῦ ἀνθρώπου πεσόντος ἢ καὶ ἁπλῶς ἡττηθέντος, ὥσπερ καὶ τὸ "ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι" ῥηθήσεταί ποτε πρὸς τὸν ἐκ πολλῆς σκληρότητος ταπεινωθέντα ἢ ἄλλως μαλακώτερον γενόμενον. ἐν ᾧ καί τι κάλλους ἔχει τὸ "μάλα δὴ μαλακώτερος" ἀλλοῖόν τε καὶ τὸ ἐκ παρηχήσεως. [Ἀστεῖον δὲ τὸ "μαλακὸς ἀμφαφάασθαι" ῥηθὲν τροπικῶς ὡς ἐπὶ σκληροῦ καὶ ἀτέγκτου καὶ ἀτειροῦς σώματος ἁπαλυνθέντος ὁπωσοῦν.]

(v. 379) Ἰστέον δὲ καὶ ὅτι τὸ "ἐπεὶ δὴ τόνδ' ἄνδρα", καὶ ἑξῆς, ἀκέφαλον στίχον οἱ παλαιοί φασιν, ὅμοιον τῷ "φίλε κασίγνητε" ὥστε οὐκ ἀναγκαῖον προπερισπᾶν ἐκεῖ τὸ "φίλε", ὡς ἂν ἀποτελεσθείη δάκτυλος, ἀλλ' ὀξυνομένης τῆς ἀρχούσης μετρηθῆναι κἀκεῖνον τὸν στίχον ὡς ἀκέφαλον.

(v. 380) Σημείωσαι δὲ ὅτι τοῦ "κακὰ ἔρδεσκεν ὅσα οὐ σύμπαντες ἄλλοι" οὐκ ἔστιν ἐπινοήσασθαι καιριωτέραν σύγκρισιν. πολλὰ μὲν γὰρ εἰπεῖν καὶ ἄπειρα καὶ ἀπειρέσια καὶ εἴ τι τοιοῦτον οὐδέν τι λέγει μέγα διὰ τὸ ἀόριστον. προσώπῳ δέ τινι ἑνὶ παραβαλεῖν εἴτε καί τισι πλείοσι τὰ τοῦ Ἕκτορος ἐπὶ Ἀχαιοῖς, οὐδ' αὐτὸ μεγαλεῖον ἔχει. μεῖζον δὲ πάνυ τὸ παραθεῖναι τὰς ἐκείνου βλάβας ταῖς ἐκ τῶν ὅλων Τρώων τε καὶ ἐπικούρων. τούτους γὰρ δηλοῖ τὸ "οἱ ἄλλοι", οἱ ἑτερογενεῖς δηλαδὴ ἡμῖν τοῖς Ἀχαιοῖς. ὃ δὴ ὁμοίως ἔχει πρὸς τὸ "ἰχθύες οἱ ἄλλοι", τὸ πρὸ ὀλίγων γραφέν. ὃ δὲ ἀντεσήκου πρὸς πάνυ σεμνὴν σύγκρισιν καὶ τὸ εἰπεῖν ὡς τόσα κακὰ Ἕκτωρ ἔρεξεν, ὅσα οὐδ' ἄν τις θεός, ἰστέον ὡς δοκεῖ καὶ ὁ ποιητὴς ἐθέλειν μὲν εἰπεῖν καὶ τοιοῦτόν τι, ὀκνῆσαι δὲ φάναι θεὸν ῥεκτῆρα κακῶν. διὸ σιγήσας αὐτὸ ἐνταῦθα διὰ τὸ βλάσφημόν φησιν αὐτὸ κατωτέρω ἀσφαλῶς κατ' ἐνδοιασμὸν ἐν τῷ "Ἕκτορα δῖον, ᾧ Τρῶες κατὰ ἄστυ ὡς θεῷ εὔχοντο".

(v. 385) Ὅτι σύνηθες τῷ ποιητῇ, ὡς προέγνωσται, ἀνωφελέσιν ἐννοίαις ἐπιλέγειν τὸ "ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός"; οὕτως ὁ Ἀγήνωρ ἔφη, οὕτως ὁ Ἕκτωρ.

(v. 3814) Οὕτω καὶ νῦν [635] Ἀχιλλεύς, ὃς εἰπὼν ὡς πολέμαρχος "εἰ δ' ἄγετ' ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, ὄφρα ἔτι γνῶμεν Τρώων νόον ὅν τινα ἔχουσιν, ἢ καταλείψουσι πόλιν ἄκρην τοῦδε πεσόντος, ἢ μενοῦσιν Ἕκτορος οὐκέτ' ἐόντος", μεταμέλεται εἰπὼν τὸ "ἀλλὰ τίη μοι ταῦτα" καὶ ἑξῆς.

(v. 386-388) Εἶτα ἐπαγαγὼν τὸ ὅτι κεῖται παρὰ νήεσσιν νέκυς ἄκλαυτος ἄθαπτος Πάτροκλος, τοῦ δ' οὐκ ἐπιλήσομαι, ὄφρ' ἂν ἔγωγε ζωὸς ἐν Ἀργείοισι φιλοπτολέμοισι μετείω", ἢ καθ' ἑτέραν γραφὴν "ζωοῖσι μετέω καί μοι φίλα γούνατ' ὀρώρῃ". τοῦτο δὲ οὐ παρέργως ἔρριπται, ἀλλὰ τὴν ταχύτητα τῶν ποδῶν ἐμφαίνει τοῦ ἥρωος.

(v. 389 s.) Εἶτα διὰ θερμότητα φιλίας προστίθησι καὶ ὑπερβολήν, λέγων ἃ δὴ καὶ αὐτά, καθὰ καὶ τὰ προσεχῶς ῥηθέντα ἀνωτέρω, πᾶς ἂν εἴποι ἐπὶ ἀγαθῷ φίλῳ κειμένῳ "εἰ δὲ θανόντων περ καταλήθοντ' εἰν Ἀΐδαο", ἤγουν ἐν Ἅιδου, "αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ' ἑταίρου", μονονουχὶ λέγων ὅτι, ὥσπερ ἐν τῷ ζῆν περιῆν ἐγὼ ἁπάντων τὰ φιλικά, οὕτω δὴ καὶ θανών, κἂν γοῦν πάντες θανόντες λανθάνωνται, ἀλλ' ἐγὼ οὐ τὸ τοῖς ἄλλοις ὅμοιον πείσομαι. Σημείωσαι δὲ ὅτι τὸ μὴ θελῆσαι τὸν Ἀχιλλέα πειραθῆναι τοῦ τείχους τῷ φαινομένῳ μὲν διὰ Πάτροκλον, ὡς ἐρρέθη, γίνεται, ἵνα ταχὺ τῇ ταφῇ ὁσιωθῇ, ἀληθῶς δὲ οὐκ ἐθέλει Ὅμηρος τοῦτο ποιῆσαι, ἵνα μὴ ἀχρεῖον δείξῃ τὸν κάματον τῷ Ἀχιλλεῖ. οὐ γὰρ ἦν γενναῖόν τι δρᾶσαι αὐτόν, ὅτι μηδὲ πέπρωτο τὴν Τροίαν ὑπ' αὐτοῦ ἁλῶναι.

(v. 386) Ὅρα δὲ καὶ ὡς ἐκαλλώπισε ῥυθμῷ προπαροξυτόνων λέξεων τὰ κατὰ Πάτροκλον, εἰπὼν "κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος Πάτροκλος". ἔχει δὲ κάλλος πρὸ τούτων καὶ τὰ ἐν τέλει στίχων δύο πάρισα τὸ "τοῦδε πεσόντος", καὶ "Ἕκτορος οὐκέτ' ἐόντος", ἃ καὶ ἰσοδύναμά εἰσι.

(v. 388) Τὸ δὲ "μετείω" ἀντὶ τοῦ σύνειμι. πρωτότυπον δὲ αὐτοῦ τὸ μετέω, ἐξ οὗ μετέῃσι, τὸ συνυπάρχει. Τὸ δὲ "ὀρώρῃ" ὅμοιόν ἐστι καὶ νῦν τῷ "ὀλώλῃ". ὡς γὰρ ἐκεῖνο παρακείμενός [636] ἐστιν ὑποτακτικὸς ἐκ τοῦ ὄλωλα, οὕτω καὶ τοῦτο ἐκ τοῦ ὄρωρα. δῆλον δὲ καὶ ὅτι οὐ παντὶ ζῶντι ὄρωρε γούνατα. διὸ καὶ ἐνταῦθα τῷ ζωοῖς μετεῖναι προσετέθη τὸ καὶ ἐρρωμένως ἔχειν τῶν γονάτων.

(v. 391 s.) Ὅτι δεικνύων ὁ ποιητὴς ταῖς ψυχικαῖς εἰσάγαν διαχύσεσι παρέπεσθαι, ὡς εἰκός, καὶ τὸ ἐθέλειν ᾄδειν, ὅτε καὶ λέγοι ἂν ὁ Πλάτων ὡς οὐδὲν ζῷον λυπούμενον ᾄδει, πλάττει τὸν Ἀχιλλέα ἐνταῦθα δι' ὑπερβολὴν τοῦ χαίρειν λέγοντα "νῦν δ' ἄγ' ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν νηυσὶν ἐπὶ γλαφυρῇσι νεώμεθα", ἤγουν εἰς νῆας ἐπανέλθωμεν.

(v. 393-394) Καὶ εὐθὺς μέλος σχεδιάζει αὐτὸς οἷα μουσικὸς ὤν, ὡς καὶ ἐν τῇ ῥαψῳδίᾳ ἔγνωσται τῶν Λιτῶν, καὶ ἀναμέλπει παιήονα, τουτέστι παιᾶνα τοιοῦτον [σεμνῶς ὁλοδάκτυλον] "ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον, ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο". καὶ θαυμαστέον τῆς συντομίας τὸ μέλος, οἷα ἐπιτμηθὲν οὐ μόνον διὰ τὸ αὐθωρὸν σχεδιασθῆναι, ἀλλὰ καὶ ὡς ἂν εἴη τῷ πανελληνίῳ ἐφικτόν τε καὶ εὐπερίληπτον. τινὲς δὲ ἠθέλησαν αὐτὸ ἀθετῆσαι ὡς παρὰ τὴν ἀξίαν τοῦ Ἀχιλλέως ὄν. ὁ γὰρ ἐξευτελίσαι φθάσας ἀλλαχοῦ τὸν Ἕκτορα εἰς τοσοῦτον ὡς δοκεῖν εὐκαταφρόνητον εἶναι καὶ τῷ Πατρόκλῳ, πῶς νῦν μέγα κῦδος ἀρέσθαι φησί, τὸν τοιοῦτον ἀνελών; ἔστι δὲ πρὸς τοῦτο εἰπεῖν ὅτι οὐχ' ὡς τῷ ὄντι μεγίστου ὄντος τοῦ Ἕκτορος ᾄδει ταῦτα ὁ Ἀχιλλεύς, ἀλλ' ἐπὶ ἐρεθισμῷ καὶ λύπῃ τῶν ἀκροωμένων πολεμίων, ὡς τοῦ δήμου τῶν Τρώων θεὸν ἡγουμένων τὸν Ἕκτορα, καθὰ καὶ αὐτὸς νῦν λέγει καὶ ἡ Ἑκάβη δὲ μετ' ὀλίγα δηλοῖ ἐν τῷ εἰπεῖν, ὅτι οἱ Τρῶες ὡς θεὸν ἐδεξιοῦντο τὸν Ἕκτορα. καὶ ἄλλως δὲ ἡ κατὰ τὴν Τραγῳδίαν παρ' ἐλπίδας χαρὰ τοιαῦτα πείθει ἐξ αὐτοσχεδίου ᾄδειν τὸν ἥρωα. [Ἔστι δὲ οὐδ' ἀληθῶς ᾠδὴ πρὸς ἀκρίβειαν ὁ ἐνταῦθα παιήων, ἀλλ' ὡς οἷον [637] ἐπῳδός τις. στίχῳ γὰρ ἑνὶ σφίγγεται πάνυ γοργῶς δυσὶ κόμμασι διοικουμένῳ, ὡς εἶναι νοεῖν ὅτι πρὸ τοῦ ἑνὸς τούτου ἔπους ἄλλων τινῶν ᾀδομένων ἐννοιῶν εἶτα ἐπήγετο αὐτὸς νόμῳ ἐπῳδοῦ. εἰ δὲ σιωπᾷ Ὅμηρος τὰς πρὸ τοῦ ἐπῳδοῦ ᾠδάς, αἷς αὐτὸς ἐπιφέρεται, τί καινόν, εἴγε καὶ τὸν παιήονα οὐκ ἐπισημαίνεται, εἴπερ ὑπὸ τῶν Ἀχαιῶν ᾔσθη. ὡς μὲν γὰρ ἐνέδωκεν αὐτὸν ὁ Ἀχιλλεύς, ἔγνωμεν, εἰ δέ γε οἱ Ἀχαιοὶ αὐτὸν ἔμελψαν, οὐ παρεσημήνατο. ἐν τούτοις δὲ ἀναμνηστέον καὶ ὅτι τοῦ ᾄδειν μὲν καὶ μέλπειν οὐ δοκεῖ διαφορὰ εἶναι. τὸ μέντοι ψάλλειν ἀμφοῖν διαφέρει, καθὰ δηλοῖ ὁ φράσας τὸ "παρὰ τὸ δεῖπνον ᾄδουσι καὶ ψάλλουσιν αἱ παλλακαὶ τῷ βασιλεῖ, καὶ μία μὲν ἐξάρχει, αἱ δὲ ἄλλαι ἀθρόως ᾄδουσιν". ἔστι δὲ ᾠδὴ μὲν ἡ παρὰ τὸ ᾄδειν λόγος μεμελισμένος, ψάλλειν δὲ τὸ δι' ὀργάνων μουσικῶν καὶ μάλιστα τοῦ ἰδίως λεγομένου ψαλτηρίου. Ἐνταῦθα σημείωσαι καὶ ὅτι, καθὰ στενοῦνται παντελῶς αἱ κατὰ τὸ πλῆθος ἠθοποιΐαι, ὡς μυριαχοῦ ἔγνωσται, οὕτω πολλῷ πλέον καὶ ὁ παιήων, ὃς παντὶ τῷ στρατῷ ἐπετάχθη ᾄδεσθαι. ἓν γὰρ ἔπος περαίνει αὐτόν. εἰ δὲ καὶ τὰ σκόλια βραχυλογοῦνται, ἄλλος ὁ περὶ ἐκείνων λόγος.] Ὅτι δὲ παιήων οὐ μόνον ὁ εἰς Ἀπόλλωνα ὕμνος, ἀλλὰ καὶ ὁ ἁπλῶς ἐπὶ καταπαύσει κακῶν ἢ ὄντων ἢ ἐλπιζομένων, προδεδήλωται, καὶ ὅτι καὶ Ἀπόλλωνός ἐστιν ἐπίθετον, καὶ κύριον δὲ ὄνομα τοῦ παρὰ θεοῖς ἰατροῦ, καὶ ὅτι ὁ ᾀδόμενος παιήων καὶ παιὰν ἐλέγετο. εὕρημα δέ, φασίν, Ἀπόλλωνος ὁ τοιοῦτος παιάν, ἐξευρεθεὶς μετὰ τὴν νίκην τοῦ ἐν Πυθοῖ δράκοντος, ἐξ οὗ καὶ Πύθιος δοκεῖ λέγεσθαι. Ἰστέον δὲ ὅτι προϋπάρχει μὲν ῥῆμα παίω, τὸ θεραπεύω, ἐξ αὐτοῦ δὲ γίνεται Παιάων ὄνομα ὡς Μαχάων, καὶ δηλοῖ τὸν θεραπευτικόν. τοῦτο δὲ τρέψαν μὲν τὸ α εἰς η ποιεῖ τὸν Παιήονα. εἰ δὲ [638] συγκοπῇ, τοῦ ω μὲν συγκοπέντος, γίνεται ἐξ αὐτοῦ Παιάν, ὡς Ἀλκμάων Ἀλκμάν, καὶ Ἀμυθάων Ἀμυθάν παρὰ Πινδάρῳ. τοῦ δὲ α συγκοπέντος, γίνεται ὁ Παιών, ὡς τὸ "Ἀσκληπιοῦ Παιῶνος εὐμενοῦς τυχών".

(v. 393) Σημείωσαι δὲ καὶ ὅτι τῷ μὲν ἐχθρῷ Ἀχιλλεῖ δέδωκεν ὁ ποιητὴς ἐνταῦθα εἰπεῖν μέγα κῦδος τὸ πεσεῖν τὸν δῖον Ἕκτορα, τῇ δὲ φίλῃ μητρὶ ἐπὶ τῷ υἱῷ καὶ τρίτην ἐπιφιλοτιμεῖται λέξιν, ἐν οἷς ἐρεῖ μάλα μέγα κῦδος εἶναι τοῖς Τρωσὶ τὸν υἱόν.

(v. 394) Ἔνθα καὶ ὅρα ὅπως τὸ Ἀχίλλειον ἔπος τὸ "ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὔχοντο" ἡ γραῦς εἰς κόμμα κατέκλεισεν, εἰποῦσα "οἵ σε θεὸν ὣς δειδέχατο", τουτέστιν ἐδεξιοῦντο. αἰτία δὲ τῆς τοιαύτης εὐχῆς τὸ "δῖον Ἕκτορα". ὡς γὰρ τὸ ἁπλῶς θεῖον εἰς θεοῦ μοῖραν ἡ κοινὴ θερμότης ἀνῆγεν, οὕτω καὶ τὸ δῖον διὰ τὸ παρωνομάσθαι ἀπὸ Διός, διὸ καὶ προσκυνητὸν ἦν ἐκείνοις τὸ δῖον ὅσα καὶ δαίμων. Τὸ δὲ "ἠράμεθα" καὶ "ἐπέφνομεν" δοκεῖ μὲν ἐκ φιλαλληλίας ᾄδεσθαι, κοινουμένου Ἀχιλλέως τὴν νίκην καὶ τοῖς λοιποῖς Ἀχαιοῖς, εἴπερ εἰ μὴ Ἀχιλλεὺς ἀνένευεν, οὐκ ἂν ἀφῆκαν πεσεῖν ὑπ' αὐτῷ τὸν Ἕκτορα, βελέμνοις πικροῖς καταρρίψαντες. ἔχει δέ τι καὶ μεγαλοφροσύνης, οἷα τοῦ Ἀχιλλέως ἑαυτὸν εἶναι τιθεμένου τοὺς πάντας Ἀχαιοὺς καὶ διὰ τοῦτο μὴ θελήσαντος εἰπεῖν, ὡς μέγα κῦδος ἠράμην καὶ ἔπεφνον, ἀλλ' ἠράμεθα καὶ ἐπέφνομεν, ἐγὼ οἱ πάντες Ἀχαιοὶ δηλαδή. πρέπει δὲ τοιούτῳ στενῷ μέλει καὶ τὸ ἀσύνδετον, τὸ "ἠράμεθα, ἐπέφνομεν", οὗπερ ὁ ἐνεστὼς τριπαθής· ἔπαθε γὰρ διπλασιασμὸν, γενόμενος ἐκ δισυλλάβου τοῦ φένω, φεφένω, καὶ ἀντιστοιχίαν δασέος ἐν τῷ πεφένω, καὶ συγκοπὴν ἐν τῷ πέφνω. [Ἰστέον δὲ ὅτι τὸ "ἠράμεθα μέγα κῦδος" καὶ ἑξῆς, ἐχρησίμευσέ ποτε καὶ τῷ τῆς ἱστορίας Τίμωνι, ὃς ἐν τῷ [639] συμπίνειν Λακύδῃ κατὰ τὴν Ἀθηναίου ἱστορίαν νικήσας καὶ ἰδὼν ἐκεῖνον πρότερον ἀπιόντα ἐκ τοῦ συμποσίου ἔφη τὸ "ἠράμεθα μέγα κῦδος" καὶ ἑξῆς ὅλον τὸν στίχον. τῇ δ' ὑστεραίᾳ, φασί, Τίμωνος προαπίοντος ἐκ τοῦ πότου διὰ τὸ μὴ δυνηθῆναι ἐκπιεῖν τὴν προποθεῖσαν αὐτῷ κύλικα, ὁ νικήσας Λακύδης ἐπιλεξάμενος τῶν Ὁμήρου ἔφη τὸ "δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν". ἀλλὰ ταῦτα μὲν ἀκέραια Ὁμηρικά, καθὰ καὶ ἄλλα πάνυ μυρία ὡς ἑκάστοτε χρηστὰ γίνονται. ὡς δὲ καὶ εἰς κέντρωνας χρησιμεύει τὰ τοῦ Ὁμήρου, οἴδασιν οἱ τοιούτοις περιτυχόντες. ὅτι δὲ καὶ τοῖς παρῳδοῖς χορηγοῦσιν ἁδρὰν συμβολὴν, οὐδ' αὐτὸ ἄδηλον. καί εἰσι μὲν ἀμύθητα καὶ τὰ τοιαῦτα, λάμπει δὲ ἐν αὐτοῖς καὶ τὸ "τοῖς δ' ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρξατο μῶκον", ἤγουν μωκίαν καὶ χλεύην, παρῳδηθὲν ἐκ τοῦ "τοῖς δ' ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρξατο μῆτιν".]

(v. 392) Ὅτι ἐπὶ ἀψύχου τοῦ Ἕκτορος τὸ ἄγειν ἐνταῦθα κεῖται. φησὶ γὰρ "τόνδε δ' ἄγωμεν". οὕτω καὶ ἐν τῇ ψῖ ῥαψῳδίᾳ ἡ λέξις εὕρηται ἐν τῷ "ὕλην ἄγειν". ἔστι δ' ἐνταῦθα τὸ μὲν ἄγωμεν ἀντὶ τοῦ ἀπάγωμεν, τὸ δὲ ὕλην ἄγειν δύναται καὶ ἀντὶ τοῦ κλᾶν καὶ θραύειν εἶναι κατὰ τὸ "νέα μέν μοι ἔαξε Ποσειδῶν". τὸ δὲ τοιοῦτον ἄγειν καὶ ἀγνύειν λέγεται.

(v. 395) Ὅτι κατὰ τοῦ ἑλκυσμοῦ τοῦ Ἕκτορος γνωματεύων ὁ ποιητὴς ὡς οὐκ εὖ γενομένου αὐτὸν μὲν δῖον καλεῖ, τὰ δὲ εἰς αὐτὸν ἔργα ἀεικέα, ὅ ἐστιν ἀπρεπῆ, εἰ καί τινες αἰκιστικὰ εἶπον διὰ τὸ κατωτέρω εἰπεῖν ἐπὶ Ἕκτορος τὸ "ἀεικισθῆναι".

(v. 395-404) Τὸν τρόπον οὖν ἐκτιθέμενος τῆς ἑλκύσεως λέγει ὅτι ταῦτα ἔφη Ἀχιλλεὺς καὶ ἅμα Ἕκτορος "ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ' ἐξῆπτεν ἱμάντας, ἐκ δίφροιο δ' ἔδησε, κάρη δ' ἕλκεσθαι ἔασεν, ἐς δίφρον δ' ἀναβὰς ἀνά τε κλυτὰ τεύχε' ἀείρας", τὰ τοῦ Ἕκτορος δηλαδή, ἅπερ ἐκεῖνος ἐκ Πατρόκλου σκυλεύσας εἶχε, "μάστιξεν δ' ἐλάαν· τὼ δ' [640] οὐκ ἄκοντε πετέσθην. τοῦ δ' ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται κυάνεαι πίμπλαντο" τοῦ τοιούτου θερινοῦ κονισάλου, ἢ πίλναντο, τουτέστιν ἐπέλαζον, τῷ κονισάλῳ, "κάρη δ' ἅπαν", ἤγουν ὅλον, "ἐν κονίῃσι κεῖτο πάρος χαρίεν, τότε δὲ Ζεὺς δυσμενέεσσι δῶκεν ἀεικίσσασθαι", ἀφ' οὗ ἐκβολῇ τοῦ ε καὶ συναιρέσει τοῦ α καὶ ι γίνεται τὸ αἰκίσασθαι. μνηστέον δ' ἐνταῦθα ὅτι τὸ παρ' Εὐριπίδῃ ἁρμάτειον μέλος ἐξηγοῦνται μὲν καὶ ἄλλως οἱ παλαιοί, φασὶ δὲ εἶναι αὐτὸ καὶ τὸ ἐπὶ τῷ ῥηθέντι ἑλκυσμῷ τοῦ Ἕκτορος γενόμενον μέλος ἀπὸ τοῦ θρήνου τῶν Τρῳάδων.

(v. 397) Ὅρα δὲ καὶ ὡς φανερῶς ἡρμήνευσεν ἐνταῦθα τὰ σφυρά, πέρας φράσας τῶν ὄπισθε τοῦ ποδὸς τενόντων, κάτω μὲν τὴν πτέρναν, ἄνω δὲ τὰ σφυρά. Ἱμάντας δὲ στρατιωτικῶς νοητέον ἔχειν καὶ τὸν Ἀχιλλέα, καθὰ καὶ πρὸ ὀλίγου εἶχέ τις ἕτερος.

(v. 398) Σημείωσαι δὲ καὶ ὅτι μόνη ἡ κεφαλὴ τοῦ Ἕκτορος εἰάθη ἕλκεσθαι, ὡς τοῦ λοιποῦ σώματος ἐκ τοῦ δίφρου δεδεμένου κατὰ τὸν ποιητήν. ἴσως γὰρ ὁ Ἀχιλλεὺς ἐκεῖνο ταμιεύεται κύνεσί τε καὶ οἰωνοῖς, τυχὸν δὲ καὶ μεταμέλου τινὸς ἤδη ἄρχεται, καὶ οὐ θέλει διασπαράξαι μελεϊστὶ τὸν νεκρόν, ἵνα δῶρα λαβὼν λύσηται.

(v. 399) Δῆλον δὲ καὶ νῦν ὅτι τε δίφρον λέγει τὸν ἐπὶ τοῦ ἅρματος κορυφαῖον τόπον, ἐφ' οὗ παραιβάτης καὶ ὁ ἡνίοχος, καὶ ὅτι ὑψηλὸς ἦν, ὡς δηλοῖ τὸ "ἐς δίφρον ἀναβάς", καὶ τὸ "ἀνά τε κλυτὰ τεύχε' ἀείρας". ἀναεῖραι γὰρ τὸ ἀνυψῶσαι καὶ ἄνω ἆραι.

(v. 400) Ἐν δὲ τῷ "μάστιξε δ' ἐλάαν" λείπει τὸ ἵππους. Καὶ [641] σημείωσαι τὴν ἔλλειψιν, ἣν ἔπαθεν ὁ στίχος, οἷα τοῦ ποιητοῦ μὴ ἀκριβοῦντος διὰ τὸ συνεναγώνιον. διὸ προϊὼν εἰς ἄδειαν ἐρεῖ τὸ σιγηθέν, εἰπὼν "ταχέες δέ μιν ἵπποι ἕλκον".

(v. 401-403) Τὸ δὲ "ἀμφὶ χαῖται κυάνεαι πίμπλαντο" εὐθὺς παραφράζων εἰς τὸ σαφές φησι "κάρη δ' ἅπαν ἐν κονίῃσι κεῖτο", κατωτέρω δὲ σαφέστερον λέγει "ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν". ἐν τούτοις δὲ καὶ κυανότριχα τὸν Ἕκτορα ἱστόρησεν. οὐ γὰρ ἦν χρυσοκόμης κατὰ τὸν Ἀχιλλέα, ὃς ξανθὴν ἔφερε κόμην, οὐδὲ κατὰ τὸν ἀδελφὸν Πάριν κόμην εἶχεν ἐπαφρόδιτον. καὶ ὅμως περιᾴδεται κόμη Ἑκτόρειος, ἡ περικεχυμένη, φασίν, ἧς καὶ Λυκόφρων μέμνηται. [Ἰστέον δὲ ὅτι τοῦ κόμη, ἔθειρα, θρίξ, χαίτη, πολυωνύμῳ συστοιχίᾳ περιειλημμένων, τὰ μὲν ἐκ τῶν ἄλλων τριῶν ὁποσοῦν παράγωγα τέτριπται, τοῦ δὲ θρίξ τριχός ὅτι παράγωγον ἡ τριχίς, οὐ πολλὴ χρῆσις. Μέμνηται δ' αὐτῆς καὶ ὁ Κωμικὸς ἐν τῷ "αἱ τριχίδες εἰ γενοίαθ' ἑκατὸν τοὖβολοῦ". ἡ δ' αὐτὴ καὶ τριχία ἐλέγετο, ἥν φασιν ἥδεσθαι ὀρχήσει καὶ ᾠδῇ, καὶ ἀκούουσαν ἀναπηδᾶν ἐκ τῆς θαλάσσης. καὶ φαίνεται καὶ νῦν κρότοις ἁλισκομένη. ὅτι δὲ παρὰ τὸ θρίξ καὶ ἡ θρίσσα γίνεται, δῆλόν ἐστιν. ἡ δὲ χαίτη καινῶς καὶ ἐπὶ φύλλων ἀμπέλου τίθεται. περιφέρεται γοῦν χρῆσις Ἀρχεστράτου αὕτη "ἡνίκα δ' ἂν δύνοντος ἐν οὐρανῷ Ὠρίωνος μήτηρ οἰνοφόρου βότρυος χαίτην ἀποβάλλει", ὅπερ ἐστὶν ἡνίκα ἡ ἄμπελος καταρριπτεῖ τὰ φύλλα.]

(v. 403) Τὸ δὲ "χαρίεν" ἀναλόγως καὶ ἐνταῦθα παροξύνεται ὡς οὐδέτερον. τὸ γὰρ προπαροξύτονον ἐπίρρημά ἐστιν ἀντὶ τοῦ χαριέντως λαμβανόμενον.

(v. 406) Ὅτι μετ' ὀλίγα μὲν ὁ ποιητὴς ἄλλως μονῳδῶς θρηνοῦντας ποιήσει τόν τε Πρίαμον καὶ τὴν Ἑκάβην, νῦν δὲ γοργῶς ἐπιτρέχων φησίν, ὡς ἡ μήτηρ ἔτιλλε "κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην τηλόσε", ὡς οἷον συνατιμοῦσα τὴν [642] ἑαυτῆς κεφαλὴν τῇ τοῦ υἱοῦ Ἕκτορος.

(v. 407-411) "Κώκυσε δὲ μάλα μέγα παῖδ' ἐσιδοῦσα· ᾤμωξε δ' ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ κωκυτῷ τ' εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ. τῷ δὲ μάλιστ' ἂρ ἔην ἐναλίγκιον, ὡς εἰ ἅπασα Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατάκρης", τουτέστιν ὡς ἐὰν ἡ πᾶσα Τροία πυρὶ καίοιτο διόλου, ἵνα ᾖ μέρος ἓν λόγου τὸ κατάκρης, ἢ κατὰ τῆς ἀκροπόλεως, ἐν δυσὶ λόγου μέρεσιν.

(v. 410) Ἐλλιπῶς δὲ ἔχει τὸ "τῷ δὲ μάλιστα ἔνη ἐναλίγκιον". λείπει γὰρ τὸ θρηνῴδημα ἤ τι τοιοῦτον, ἵνα λέγῃ ὅτι ὅμοιον ἦν τὸ θρηνῴδημα, ὡς εἴπερ ἐπολιορκήθη ἡ Ἴλιος. τοῦτο δὲ ἀκριβῶς εἴρηται διὰ τὸ τὸν Ἕκτορα τὸ πᾶν ἐν τῇ Τροίᾳ εἶναι. διὸ καὶ Ἀχιλλεὺς πρὸ βραχέων εἶπεν ὡς "κακὰ πολλὰ ἔρεξε" ζῶν ὁ Ἕκτωρ, "ὅσα οὐ σύμπαντες οἱ ἄλλοι".

(v. 406) Λιπαρὰ δὲ καλύπτρα ἤτοι τὸ ἐν ἄλλοις κρήδεμνον, ἡ καὶ λευκὴ καὶ λεία, ὡς ἀλλαχοῦ εἴρηται.

(v. 407-408) Τὸ δὲ κωκύειν καὶ τὸ οἰμώζειν καίρια ἐπὶ θρήνων, ὥσπερ καὶ τὰ ἐξ αὐτῶν ὁ κωκυτὸς καὶ ἡ οἰμωγή.

(v. 407 s.) Ἐλεεινὰ δὲ οἰμώζει ὁ προκαλούμενος εἰς οἶκτον τὸν ἀκροατήν, ὃς εἰ μὴ ἐλεεῖ ἀκούων, ἀνηλεὴς εἴη ἄν. Ὅτι δὲ τὸ ἐλεεινόν καὶ ἐλεινόν τρισυλλάβως ἐλέγετο, παραδεδώκασιν οἱ Τεχνικοί. [(v. 407) Ἰστέον δὲ ὅτι οὐδεμία ὁμοιότης πρὸς τὸ κωκύειν τοῦ κοκκύζειν. ἐκεῖνο γὰρ ὠνοματοπεποιημένη ἐστὶν ὀρνέου φωνή, ὃ καὶ ἐξ αὐτοῦ κόκκυξ ὠνόμασται.]

(v. 411) Ὀφρυόεσσα δὲ ἡ ἐπὶ ὀφρυώδους τόπου κειμένη καὶ διὰ τοῦτο καὶ ἠνεμόεσσα. ὀφρύες γὰρ αἱ ὀρειναὶ ἐξοχαί, ὡς καὶ ἐν τῇ Βοιωτίᾳ εἴρηται. Τὸ δὲ "πυρὶ σμύχεσθαι", ὅ ἐστι καίεσθαι, πολύχρηστόν ἐστι. γίνεται δὲ ἐξ αὐτοῦ καὶ τὸ σμυγερόν. δοκεῖ δὲ τοῦ σμύχειν προϋπάρχειν τὸ σμῶ, οὐκ ἐξ οὗ κινεῖται τὸ σμήχω, ὅ ἐστι καθαίρω, ἀλλ' ὅθεν τὸ [643] σμῶξαι, ἤγουν πλῆξαι, καὶ ἡ ἐξ αὐτοῦ, ὥς που προηρμήνευται, σμῶδιγξ, ἵνα ᾖ, ὥσπερ ψῶ ψύχω, τρῶ τρύχω, οὕτω καὶ σμῶ σμύχω τὸ οἱονεὶ πλήττω. οὐδεὶς γὰρ ἀντειπεῖν ἔχει ὡς χειρίστη πληγῶν ἐστι καὶ ὁ πανώλεθρος ἐμπρησμός. ὅτε μέντοι οὐ μέγα κακὸν καί, ὡς εἰπεῖν, λαμπρὸν τὸ σμύχειν δηλοῖ, τότε μετὰ τῆς ὑπο προθέσεως ὑποσμύχειν λέγεται, ὡς τέως μὲν ἐνδομυχοῦντος τοῦ κακοῦ, δυναμένου δὲ ἀναλάμψαι.

(v. 412-418) Ὅτι τὸν γέροντα Πρίαμον μόλις ἔσχον οἱ λαοὶ "ἀσχαλόωντα ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων", ὅτε τὸν υἱὸν εἶδεν ἑλκόμενον, "πάντας δ' ἐλιτάνευε κυλινδόμενος κατὰ κόπρον, ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον· σχέσθε φίλοι, καί μ' οἶον ἐάσατε, κηδόμενον περ, ἐξελθόντα πόληος ἱκέσθαι ἐπὶ νῆας Ἀχαιῶν· λίσσομαι ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν", καὶ τὰ ἑξῆς. Καὶ ὅρα κἀνταῦθα δύο ἐλλείψεις, μίαν μὲν ἐν τῷ "σχέσθε", λείπει γὰρ τὸ εἰπών ἢ τοιοῦτόν τι, ἵνα λέγῃ, ὅτι πάντας ἐλιτάνευε, λέγων "σχέσθε φίλοι", καὶ ἑξῆς, ἑτέραν δὲ ἐν τῷ "λίσσομαι", λείπει γὰρ σύνδεσμος αἰτιολογικός, οἷον· ὄφρα λίσσομαι ἢ ἕτερόν τι ὅμοιον.

(v. 415) Τὸ δὲ "ἐξονομακλήδην ὀνομάζων" πρὸς διαστολὴν εἴρηται τοῦ πολλαχοῦ λεγομένου "ἔκ τ' ὀνόμαζε", καὶ τοῦ "πατρόθεν ἐκ γενεῆς ὀνομάζων". οὐ γὰρ ὥσπερ ἐκεῖ, οὕτω κἀνταῦθα τὸ ὀνομάζειν, ἀλλὰ τὸ ἐκ τῶν κυρίων ὀνομάτων καλεῖν, οἷον· σχέσθε ὦ Ἀντῆνορ, καὶ ὦ Πάνθοε καὶ Θυμοῖτα καὶ Λάμπε καὶ Κλυτίε καὶ οἱ λοιποὶ δημογέροντες. καὶ ταῦτα μὲν ἐν τούτοις.

(v. 419-428) Τοῦ δὲ λοιποῦ ὁ [644] ποιητὴς νοεῖν ὑποβάλλων τεχνικῶς, ποίοις ἂν ὁ βασιλεὺς ἐχρήσατο νοήμασιν ἐκδραμὼν τῆς πόλεως εἰς ἱκετείαν Ἀχιλλέως ὑπὲρ τοῦ υἱοῦ, πλάττει τὸν γέροντα ὡς ἐν ἠθοποιΐᾳ λέγοντα ταῦτα "ἤν πως ἡλικίην αἰδέσσεται ἠδ' ἐλεήσῃ γῆρας. καὶ δέ νυ", ἤγουν καὶ δή, "τῷ γε, πατὴρ τοιόσδε τέτυκται, Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι Τρωσί, μάλιστα δ' ἐμοὶ περὶ πάντων ἄλγεα θῆκεν", ἢ ἄλγε' ἔθηκε, "τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας· τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ, ὡς ἑνός, οὗ μ' ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω, Ἕκτορος. ὡς ὤφελε θανέειν ἐν χερσὶν ἐμῇσι. τῷ κεν", ἤγουν οὕτως, "ἂν κορεσσάμεθα κλαίοντε τε μυρομένω τε, μήτηρ θ' ἥ μιν ἔτικτε δυσάμμορος ἠδ' ἐγὼ αὐτός". Ταῦτα τὰ τοῦ Πριάμου, ἅπερ ἂν ὁ γέρων σχηματίσας κατὰ ἀποστροφὴν εἶχεν εἰπεῖν καὶ πρὸς Ἀχιλλέα, εἴπερ ἐξῆλθεν εἰς αὐτόν.

(v. 429) Νῦν δὲ ἐπισχεθεὶς αὐτὸς μὲν "ὣς ἔφατο κλαίων, ἐπὶ δ' ἐστενάχοντο πολῖται", ὃ παρῴδηται ἐκ τοῦ "ἐπὶ δ' ἐστενάχοντο γέροντες", καὶ "ἐπὶ δ' ἐστενάχοντο γυναῖκες".

(v. 419 s.) Ἰστέον δὲ ὅτι ἡλικίαν τὴν γεροντικὴν ὁ Πρίαμος ἔφη τὴν διὰ τοῦτο ὁμηλικίην τῷ Πηλεῖ, καθ' ἣν ὁ Ἕκτωρ αἰδέσσεται τὸν γέροντα ὡς ὅμοιον τῷ πατρί.

(v. 417 s.) Τὸ δὲ "ἱκέσθαι ἐπὶ νῆας" δύναται καὶ ἀντὶ τοῦ ἱκετεῦσαι εἶναι. διὸ καὶ ἐπάγει πρὸς σαφήνειαν τὸ "λίσσομαι ἀνέρα τοῦτον".

(v. 422) Τὸ δὲ "ἄλγε' ἔθηκεν", εἰ μὲν μὴ προσέκειτο, οὐδὲν εἰς ἀπαρτισμὸν ἐννοίας ἔβλαπτε, τεθὲν δὲ εἰς ἀναπλήρωσιν στίχου καινότερον ἐσχημάτισται. τὸ γὰρ ἀκόλουθόν ἐστιν ἄλγεα θεῖναι, ὡς πρὸς τὸ πῆμα γενέσθαι, ἵνα ἦν "ἔτρεφε πῆμα γενέσθαι Τρωσί, μάλιστα δ' ἐμοὶ ἄλγεα θεῖναι". Ἐνταῦθα δὲ σημείωσαι ὅτι, εἴ τις λογίσεται ὡς πρὸ μικροῦ ὁ Ἀχιλλεὺς οὖλος ἀνὴρ ὑπὸ Πριάμου ὠνόμασται, προσλογίσεται δὲ καὶ νῦν ῥηθὲν τὸ "ἄλγε' ἔθηκε", νοήσοι ἂν ἀστείως τὴν αὐτὴν ἐνέργειαν τοῦ τε Ἀχιλλέως καὶ τῆς αὐτοῦ μήνιδος. μῆνίς τε γὰρ Ἀχιλλέως οὐλομένη ἄλγε' ἔθηκε, καὶ Ἀχιλλεὺς οὖλος ἄλγε' ἔθηκεν, ἐπίτηδες τοῦ ποιητοῦ ἐκεῖ μὲν στίχῳ ἑνὶ ἐνθεμένου τὸ ὅλον νόημα, ἐν τούτοις δὲ μερίσαντος ἑτέρῳ μὲν τόπῳ τὸ "οὖλος", ἑτέρῳ δὲ τὸ "ἄλγε' ἔθηκε".

(v. 423) Τὸ δὲ "τηλεθάοντας" ὡς ἐπὶ φυτῶν εἶπεν, ὧν τὸ τηλεθάειν, ὅ ἐστι θαλέθειν καὶ θάλλειν. καὶ ἐνθυμητέον πρέπουσαν κἀνταῦθα τὴν ἀλλαχοῦ ῥηθεῖσαν τοῦ ἔρνους [645] παραβολήν, [ἔτι δὲ καὶ τὸ "φίλον θάλος", ἤγουν θαλερὸν τέκνον, ὃ πρὸ ὀλίγων εἴρηται.]

(v. 424 s.) Ὑπερτίθησι δὲ Πρίαμος τὸν Ἕκτορα πάντων τῶν ἑαυτοῦ παίδων διὰ τὸ πολὺ τῆς ἀνδρίας, δι' ἣν καὶ Ἀχιλλεὺς ἔφη ἐκεῖνον κακῶσαι τοὺς Ἀχαιοὺς "ὅσα οὐ σύμπαντες οἱ ἄλλοι". Τὸ δὲ "οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ" ἐπίτασιν ἄχους εἶναι δηλοῖ τὸ ὀδύρεσθαι.

(v. 425) Ὀξὺ δὲ ἄχος ὡς ἐπί τινος ξίφους εἶπε. Τὸ δὲ "Ἄϊδος εἴσω" ταὐτόν ἐστι τῷ "εἰς Ἀΐδαο" καὶ τῷ "Ἄϊδόσδε". Ἀττικοὶ δὲ "εἰς Ἅιδου" φασί.

(v. 427) Τὸ δὲ "κλαίοντέ τε μυρομένω τε" ταὐτολογικῶς ἔχει.

(v. 428) Τὸ δὲ "δυσάμμορος" δεδιπλασίασται καὶ νῦν τῷ δυς καὶ τῷ α πρὸς ἐπίτασιν καὶ πολλῆς δυστυχίας ἔμφασιν. σεσημείωται δὲ παρ' Ὁμήρῳ καὶ τοῦτο ἐκ τριῶν συγκείμενον λέξεων, ὡς καὶ τὸ δυσαριστοτόκεια. σεμνότερον μέντοι ἐκεῖνο τούτου, εἰ καὶ ἄλλως ἀναιδεστέρα ἡ σύνθεσις ἐκεῖ. ἐνταῦθα γὰρ οὐ τοσοῦτον ἐκφαίνεται διά τε τὸ ἰσοδύναμον τοῦ δυς καὶ τοῦ α καὶ διὰ τὸ ὀλιγοσύλλαβον, καὶ διότι ταῦτα τὰ δύο ἰδίᾳ μὲν νοοῦνται, οὐδέποτε δὲ ἰδίᾳ ἐκφωνοῦνται. [Παρέοικε δὲ τούτῳ καὶ τὸ παναώριος, Ὁμηρικὸν ὂν καὶ αὐτό. Ἰστέον δὲ ὡς, εἰ καὶ Ὅμηρος μὴ φιλεῖ χρῆσθαι πολυσυνθέτοις λέξεσιν, ἀλλ' οἱ μετ' ἐκεῖνον ἐπλεόνασαν τοῖς τοιούτοις, καὶ μάλιστα οἱ Ἀττικοί. τῇ δὲ Κωμῳδίᾳ λίαν πάνυ τὸ τοιοῦτον ὑπερεσπούδασται. εὕρηται γοῦν παρὰ τῷ Κωμικῷ χωρίον ἔν τινι ἀσυνήθει κωμῳδίᾳ οὕτω συχνοσύνθετον, ὥστε ὁ καταρξάμενος αὐτὸ ἀναγνῶναι ἢ οὐ διΐξεται τὸ πᾶν ἀπνευστὶ ἢ ἀλλὰ πνευστιῶν αὐτοῦ ἀπαλλαγήσεται. Λέγεται δὲ Ἀνθέας ἄνθρωπος εὐφυὴς διονυσιάζειν φιλῶν, ὡς ἱστορεῖ Ἀθήναιος, πρῶτος εὑρεῖν τὴν διὰ συνθέτων ὀνομάτων ποίησιν.] Ὅλον δὲ τὸ ῥηθὲν χωρίον ἔχει καὶ [646] αὐτὸ πολλὰ χρήσιμα παραπλεχθῆναι λόγῳ πεζῷ, οἷον τὸ "πάντας δ' ἐλιτάνευε" καὶ ἑξῆς ποιεῖ ῥηθῆναι εἰς ἄνδρα ὁμοίως τῷ Πριάμῳ παθαινόμενον.

(v. 416) Τὸ δὲ "σχέσθε φίλοι καί με οἶον ἐάσατε κηδόμενον περ" εἴποι ἂν ὁ ἐν λύπαις παρηγορίας φιλικὰς παραιτούμενος.

(v. 418) Τὸ δὲ "λίσσομαι ἀνέρα τοῦτον" [ἢ κατά τινα τῶν ἀντιγράφων "λίσσωμ' ἀνέρα τοῦτον"] καὶ ἑξῆς ἐρεῖ ἄν ποτε γέρων ἱκετεύσων ἄγριον ἄνθρωπον.

(v. 424 s.) Ὁ δὲ στερηθεὶς πολλῶν ἑταίρων ἢ ὅλως συνήθων καὶ ἑνὸς πάντων κρείττονος ἔχει προσφυῶς εἰπεῖν παρῳδήσας, ὡς βούλεται, τὸ "ὧν πάντων οὐ τόσον ὀδύρομαι" καὶ ἑξῆς.

(v. 429) Ἐν δὲ τῷ "πολῖται" σημείωσαι ὡς ἡ μὲν πόλις συστέλλει τὸ δίχρονον, ὁ δὲ πολίτης ἐκτείνει αὐτό.

(v. 431-436) Ὅτι Ἑκάβη οὕτως ἀδινοῦ ἐπὶ Ἕκτορι ἐξάρχει γόου ταῖς περὶ αὐτὴν "τέκνον, ἐγὼ δειλή· τί νυ βείομαι", ἤγουν τί δὴ βιώσομαι, "αἰνὰ παθοῦσα σεῦ ἀποτεθνειῶτος, ὅ", ἤγουν ὅς, "μοι νύκτας τε καὶ ἦμαρ εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσι τ' ὄνειαρ Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς δειδέχατο· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἔησθα ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει". ὃ γυναικικῶς ἡ γραῦς κατ' ἀφέλειαν προσέθετο. ἤρκει γὰρ ἄλλως καὶ δίχα τούτου τὸ "ζωὸς ἐών" εἰς τὸ ἐμφῆναι μηκέτι ζῆν τὸν Ἕκτορα. ἔστι δὲ ὅμως αὐτὸ σαφέστερον διὰ τοῦ "νῦν αὖ θάνατος" καὶ ἑξῆς. καὶ μὴν ἤρκει πρὸς σαφήνειαν καὶ τὸ "σεῦ ἀποτεθνεῶτος" ἀνωτέρω λεχθέν. [Ὅτι δὲ τοῦ μοῖρα παράγωγον καὶ Μοίριχος τὸ κύριον, δῆλον ἐκ τῶν παλαιῶν.] Ὅρα δὲ ὅτι ὁ μὲν γέρων ἀνωτέρω μετὰ καὶ σχήματος ἐλάλει κυλιόμενος εἰς γῆν, ἡ δὲ Ἑκάβη λαλεῖ μόνον, οἷα πρὸ ὀλίγου καὶ αὐτὴ ἀρκούντως ἑαυτὴν σχηματίσασα πρὸς πένθος, ὅτε τὸν πέπλον ἀνεῖχε καὶ τὸν μαζὸν ζῶντι τῷ Ἕκτορι. ὀλιγολαλεῖ δὲ κἀνταῦθα, ὡς καὶ πρὸ τούτου, οἷα γυνὴ μὴ λέγειν εὔπορος.

(v. 431) Δειλὴ δὲ καὶ νῦν ἡ δειλαία, καθὰ καὶ ἐν τῷ [647] "Πάτροκλέ μοι δειλῇ κεχαρισμένε". Τὸ δὲ "βείομαι" ἄχρηστον λόγῳ πεζῷ. γίνεται δὲ ἀπὸ τοῦ βῶ βείω, ὡς χρῶ χρείω, θῶ θείω, ἢ καὶ ἄλλως ἀπὸ τοῦ βέω πλεονασμῷ τοῦ ι ὁμοίως τῷ σέω σείω.

(v. 432) Τὸ δὲ "ἀποτεθνειῶτος" περισσὴν ἔχει τὴν πρόθεσιν, ὡς καὶ τὸ "κατατεθνειῶτος", ἢ καὶ ἄλλως, ἐκεῖ μὲν ἡ κατα πρόθεσις τὸν κάτω ἐν Ἅιδου τόπον δηλοῖ, ἐνταῦθα δὲ ἡ ἀπο τὸν μακρυσμὸν τῶν θνῃσκόντων.

(v. 433) Εὐχωλὴ δὲ ἦν ὁ Ἕκτωρ τῇ μητρὶ καὶ τοῖς ἐν τῷ ἄστει, ἤγουν καύχημα, ἢ μᾶλλον σεμνότερον, κατὰ τὴν κοινῶς λεγομένην εὐχήν, ὡς καὶ Ἀχιλλεὺς ἐν τῷ ἑαυτοῦ παιήονι ἐδήλωσεν. ἐθέλει γὰρ ὁ εὐεργετούμενος ὡς οἷα θεῷ τῷ εὐεργετοῦντι εὔχεσθαι. διὸ καὶ ἐν Ὀδυσσείᾳ φησί τις πρὸς εὐεργέτην, ὅτι θεῷ ὣς εὐχοίμην ἄν σοι. καὶ πρὸ τούτων δέ που ηὔχοντό τινες "θεῶν Διῒ Νέστορί τε ἀνδρῶν". καὶ ἡ Ἑκάβη δὲ ἐρεῖ ὅτι θεὸν ὣς δειδέχατο τὸν Ἕκτορα οἱ ἐν τῇ Τροίᾳ, ἤγουν ἐδέχοντο, ἐδεξιοῦντο. τοῦτο δὲ καὶ ὁρισμός ἐστιν οἷον εὐχῆς ἵνα εἴη εὐχὴ θεοῦ δεξίωσις ὑπ' ἀνθρώπων, ὅθεν ἴσως καὶ εὐχὴ λέγεται οἱονεὶ εὐεχὴ διὰ τὸ τοῦ εὖ ἔχεσθαι, ἤτοι τοῦ ἀρίστου, τὸν τοῦτο ποιοῦντα. [Ἰστέον δὲ ὅτι τῆς εὐχωλῆς παρώνυμόν ἐστι παρὰ τῷ Δειπνοσοφιστῇ οἱ εὐχωλιμαῖοι, ὅπερ ἐστὶν Ἑλληνιστὶ ἑρμηνευτικὸν λέξεως Γαλατικῆς, λεγούσης σιλοδούρους τοὺς τῷ βασιλεῖ σφῶν συζῶντας καὶ συναποθνῄσκοντας καὶ τοῦτ' αὐτὸ εὐχομένους. ὅτι δὲ καὶ παρὰ Πέρσαις τοιούτου βίου ἦσαν ἄνθρωποι συναπολήγοντες τῇ βασιλικῇ ζωῇ, καὶ τέλος τῆς μετ' [648] ἐκείνων τρυφῆς τὸ καὶ συναποθνῄσκειν ἔχοντες, αἱ ἱστορίαι δηλοῦσιν.] Ἰστέον δὲ ὅτι ἀπορούντων τινῶν, πῶς οὐκ ἔπαθέ τι μέγα κακὸν ἡ Ἑκάβη ὁμοίως τῇ Ἀνδρομάχῃ, ἐφ' οἷς ἑώρα τὸν Ἕκτορα πάσχοντα ‑ ἡ γὰρ Ἀνδρομάχη ἐγγὺς ἦλθεν ἀπολέσθαι, ὡς εἰσόμεθα ‑ φασὶν οἱ παλαιοὶ ἐν τῷ καθεστῶτι τὴν Ἑκάβην εἶναι καὶ διὰ τοῦτο μὴ λειποψυχῆσαι, διότι ἐθὰς ἦν φόνων υἱῶν. καὶ ἄλλως δέ, προενήρξατο τῆς λύπης, ὅτε διωκόμενον ἑώρα τὸν Ἕκτορα, τῇ μέντοι Ἀνδρομάχῃ ἄθρουν προσπίπτει τὸ κακόν, διὸ καὶ πάσχει ὅσα ἐρεῖ ὁ ποιητής.

(v. 437 s.) Ὅτι κἀνταῦθα κεῖται τρόπος ἐτυμολογικὸς ἐν τῷ "οὔ πώ τι πέπυστο", οὐ γάρ οἱ ἄγγελος ἐλθὼν ἤγγειλεν. ἀπὸ τοῦ ἀγγέλλειν γὰρ ὁ ἄγγελος. ὁ δὲ λόγος οἰκεῖος ἐπὶ ἔτι ἀνηκούστου κακοῦ. ἡ δὲ ῥηθεῖσα ἐτυμολογία συγγενὴς μέν ἐστι πρὸς τὸ "Ἶρις ἐρέουσα", κοινοτέρα δὲ ἐκείνης καὶ σαφεστέρα. Ἰστέον δὲ ὅτι περὶ Ἀνδρομάχης ἐλέχθη ὁ ῥηθεῖς ἐτυμολογικὸς λόγος.

(v. 437-439) Φησὶ γὰρ "ἄλοχος δ' οὔ πώ τι πέπυστο Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν ἤγγειλ', ὅττι ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων", ἀλλ', ὡς ἅπαξ που ὁ ἀνὴρ ἐπέσκηψεν αὐτῇ, ἐταλασιούργει.

(v. 440 s.) Φησὶ γὰρ "ἀλλ' ἥ γ' ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο, δίπλακα πορφυρέην", καθά που πρὸ αὐτῆς ἡ Ἑλένη, "ἐν δὲ θρόνα ποικίλ' ἔπασσε", καὶ ἑξῆς. τί μὲν οὖν ἡ δίπλαξ δηλοῖ, προείρηται. Θρόνα δὲ κυρίως μὲν τὰ ἐκ θηρίων ἢ τὰ ἐκ γῆς ἀναθορόντα ὀνήσιμα φάρμακα, νῦν δὲ κατὰ μετουσίαν θρόνα, ἤγουν φάρμακα, ἔφη τὰ βεβαμμένα λίνα ἢ ἔρια. ἐπεὶ καὶ φαρμακῶνες τὰ βαφεῖα ἐκαλοῦντο, καὶ φαρμάσσειν τὸ βάπτειν ἐλέγετο παρὰ τοῖς παλαιοῖς, ὥστε ὁμωνυμεῖ τοῖς ἐνεργητικῶς ποιοῦσι θρόνοις, ἤγουν τοῖς βοτανώδεσι φαρμάκοις, τὰ πάσχοντα τὴν βαφὴν ἔρια καί, ὡς εἰπεῖν, [649] θρονευόμενα ἤτοι φαρμακευόμενα. Ἰστέον δὲ ὅτι κατὰ πολυωνυμίας λόγον τὰ θρόνα καὶ φάρμακα καὶ κάλλη ἐλέγοντο παρὰ τοῖς παλαιοῖς. φησὶ γοῦν Παυσανίας· κάλλη, ἄνθη, βάμματα, ὅθεν καὶ καλλύνειν τὸ κοσμεῖν καὶ σαροῦν. ἴσως δὲ ἐκ τούτου καὶ κάλλαια παρὰ τῷ Κωμικῷ οἱ πώγωνες τῶν ἀλεκτρυόνων, καὶ τὰ ἐν τῇ αὐτῶν δὲ οὐρᾷ πτερὰ κατὰ Αἴλιον Διονύσιον. εἰ δὲ καὶ ὁ καλλάϊνος χιτὼν ἐντεῦθέν ποθεν παρωνόμασται, οὐκ ἔστιν ἀπισχυρίσασθαι, εἰ καὶ εἰκός ἐστι. Τὸ δὲ ῥηθὲν πάσσειν Κυπρίων, φασί, λέξις, ὅθεν καὶ ὁ παστός. τὸ μέντοι ἕτερον πάσσειν τὸ ἐν τῇ ι΄ ῥαψῳδίᾳ κοινόν ἐστιν, ἐξ οὗ καὶ τὸ ἁλίπαστον καὶ τὰ παρὰ Αἰλίῳ Διονυσίῳ παστά, ἔτνος δηλαδὴ ἀλφίτοις μεμιγμένον. καὶ ἐπίπαστα, φησίν, αὐτὰ τὰ ἄλφιτα. Ὅρα δὲ καὶ ὅτι ἐπὶ Ἑλένης μὲν ὥρισε, τί ἐνεποίκιλλε τῇ δίπλακι, ἐνταῦθα δὲ οὐχ' ὥρισται ὁ ποικιλμός. Ἰστέον δὲ καὶ ὅτι τὸ "μυχῷ δόμου" περιέργως εἶπεν ὁ ποιητής, ἵνα δυσηκόως ἔχῃ τῶν κατὰ τὸν Ἕκτορα ἡ Ἀνδρομάχη ἐνδοτάτω οὖσα. ἐκώλυε δὲ ῥᾳόνως ἀκούειν καὶ ὁ τοῦ ὑφαίνειν κτύπος, ὃν ἡ κερκὶς ἐποίει.

(v. 442-444) Ὅτι περιπαθὲς ἐνταῦθα καὶ τὸ "κέκλετο Ἀνδρομάχη ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι". αὐτὰ δὲ οὐ μόνον οὐκ εἰς ἀπόλαυσιν ἄρτι, ἀλλ' οὐδὲ τεθνεῶτι τῷ ἀνδρί, ὡς γοῦν χθόνια, φασί, λουτρά, ἐγένοντο χρήσιμα, ἑλκυσθέντι, ὡς ὁ ποιητὴς ἐρεῖ, ἀκηδέστως, ἤτοι ἀφροντίστως ἢ ἀνενταφιάστως. ἐπισημαίνεται δὲ τὴν ἀτυχίαν καὶ ὁ ποιητὴς εἰπὼν

(v. 445 s.) "νηπίη, οὐδ' ἐνόησεν, ὅ μιν", ἤγουν ὅτι αὐτόν, "μάλα τῆλε λοετρῶν χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη".

(v. 443) Ὅρα δὲ καὶ ἐνταῦθα τὴν ἀμφι πρόθεσιν δοτικῇ συνοῦσαν ἐν τῷ "ἀμφὶ πυρὶ στῆσαι". Τρίποδα δὲ λέγει μέγαν τὸν καὶ λοετροχόον καλούμενον, ὁποῖον καὶ τῷ Ἀχιλλεῖ ἐν τοῖς [650] ἑξῆς θερμαίνει ὁ βασιλεύς, εἰ καὶ μὴ πείθει λούσασθαι. εἰς ὅσον δ' ἂν ἦν μέγας, ἐλέγχειν ὅμως ἔχει τὴν ὑστέραν βλακείαν τῶν ἡρωΐζειν δοκούντων στρατηγῶν, οἳ οὐ τρίποδας θερμαίνουσιν, ἀλλὰ ποταμοὺς ὅλους πυριφλεγέθοντας ἀναστομοῦσιν ἑαυτοῖς, οὐ ῥύπους ἢ βρότους αἱματόεντας ἀπολουόμενοι, ἀλλ' ὡσεὶ καὶ ἰχθύες ἐγκυβιστῶντες πρὸς ἄνεσιν.

(v. 444) Θερμὰ δὲ λοετρὰ ἔφη πρὸς διαφορὰν τῶν ψυχρῶν, οἷς οἱ καλοὶ ἥρωες "ἱδρῶ ἀπεψύχοντο". τὰ δὲ τοιαῦτα καὶ Ἡράκλεια λουτρὰ ἡ παροιμία ἔλεγεν. ἦσαν δὲ ταῦτα πρώτως καὶ κυρίως τὰ ἐκ γῆς αὐτοφυῶς ἀναδιδόμενα ἐπὶ ἀναψυχῇ, φασίν, Ἡρακλέος ἀθλοῦντος. [Ἀλλ' οὗτος μὲν ὁ λόγος, ὃν οἶδε καὶ ὁ Κωμικὸς ἐν Νεφέλαις, τοῖς ἀποσεμνύνουσι τὴν τρυφὴν ἐθέλει συμφωνεῖν, οἵπερ οὐ μόνον τὰ ἐκ γῆς φαινόμενα πάντα θερμὰ λοετρὰ ἱέρουν τῷ Ἡρακλεῖ, ἀλλὰ καὶ τὰς μαλακὰς στρωμνὰς Ἡρακλέους κοίτας ἐκάλουν ὡς οἷα τρυφεροῦ. ἕτεροι δὲ τῶν μάλιστα νεωτέρων, ὡς καὶ ὁ Ἱμεραῖος Στησίχορος, ἀλλοῖον παραδεικνύουσι τὸν Ἡρακλέα, ἐν λῃστοῦ σχήματι περιπορευόμενον, ξύλον ἔχοντα καὶ λεοντῆν καὶ τόξον.]

(v. 445) Τὸ δὲ "νηπίη" καινότερον διάκειται. εἰωθὼς γὰρ ὁ ποιητὴς τὸ νήπιος ἐπὶ μυκτηρισμῷ καὶ ψόγῳ ἐπιφωνεῖν ἐνταῦθα ὡς οἰκτιζόμενος τὴν Ἀνδρομάχην οὕτως ἐπεφώνησε. νηπία γὰρ αὕτη, οὐχ' ὅτι φαῦλόν τι διαπράττεται, ἀλλ' ὅτι αὐτὴ μὲν διανοεῖται τὰ ῥηθέντα, ὁ δὲ ἀνὴρ μάλα τῆλε λοετρῶν δεδάμασται. Καὶ ὅρα τὸ "μάλα" ἢ ἀκαίρως καὶ αὐτὸ προστεθέν, ὡς καὶ ἐπὶ ἄλλων ἔγνωσται, οὐ γὰρ μάλα τῆλε ὁ Ἕκτωρ ἔπεσεν, ὁ ἐγγύς που τῆς Τροίας δαμασθείς, ὡς καὶ βλέπεσθαι. ἢ οὐ τοπικῶς κείμενον ἀλλὰ πραγματικῶς, ὡς τοῦ Ἕκτορος μάλα τῆλε γενομένου τοῦ ἐπὶ ἀναψυχῇ λούσασθαι κατὰ τὸν γυναικὸς [651] σκοπόν. [(v. 446) Εἰς δὲ τὸ "γλαυκῶπις Ἀθηνᾶ", εἰ καὶ πολλὰ προείρηται, ὅμως ἀναμνηστέον κἀνταῦθα, ὅτι τὰ παρὰ τὸν ὦπα τετραχῶς οἱ ὀνοματοθέται ἔστρεψαν. ἐξ αὐτοῦ γὰρ τὰ μὲν διὰ τοῦ ωπος οἷον εὐωπός, τὰ δὲ διὰ τοῦ ωπης, οἷον ὁ κυνώπης, οὗ κλητικὴ ὦ κυνῶπα, καὶ θηλυκὸν ἡ κυνῶπις, ὁποῖον καὶ ἡ γλαυκῶπις, τὰ δὲ διὰ τοῦ ωψ, καὶ αὐτῶν τὰ μὲν βαρύτονα, ὡς ὁ Κέρκωψ καὶ ὁ Κύκλωψ, τὰ δὲ ὀξύτονα, ὡς τὸ εὐώψ εὐῶπος, καὶ γλαυκώψ γλαυκῶπος παρὰ Πινδάρῳ. δῆλον δὲ ἐκ τῶν παλαιῶν καὶ ὅτι τὸ γλαυκόν ὀφθαλμῷ τε ἐπιλέγεται καὶ θαλάσσῃ καὶ ἐλαίᾳ διὰ τὰ φύλλα καὶ ἐλαίῳ. φέρεται γὰρ καὶ γλαυκοῦ ἐλαίου χρῆσις ἐν τοῖς τοῦ Ἀθηναίου.]

(v. 447) Ὅτι κωκυτοῦ ἤκουσεν ἡ Ἀνδρομάχη καὶ οἰμωγῆς ἀπὸ πύργου, ἧς πάνυ μεγάλης οὔσης, ὡς προδεδήλωται, ᾔσθετο ἡ γυνή, ὡς εἰκός, εἰ καὶ ἐν μυχῷ δόμου ὕφαινεν.

(v. 448) "Τῆς δ' ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς". ὑπὸ γὰρ πάθους τῶν μελῶν αὐτῇ χαλασθέντων ἀκρατὴς γίνεται τῶν ἐν χερσίν.

(v. 450-452) Ὡς δὲ καὶ αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυε, τουτέστι τῆς πενθερᾶς Ἑκάβης, ἧς καὶ ὁ ἀνὴρ αἰδοῖος ἑκυρὸς τῇ Ἑλένῃ που προσεφωνήθη, τότε δὴ τοῦ κακοῦ ἐπαυξανομένου, ἐγκελεύεται δμῳῇσιν ἐϋπλοκάμοισιν οὕτω "δεῦτε, δύω μοι ἕπεσθον, ἴδωμ', ὅτιν' ἔργα τέτυκται· αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον", ὡς ἐγράφη, "ἐν δέ μοι αὐτῇ στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα πήγνυται". ὃ δὴ πᾶς εἴποι ἂν φόβῳ μεγάλῳ ἐναποληφθείς.

(v. 453) Εἶτα καὶ στοχασαμένη τοῦ κακοῦ πρῶτα μὲν ἀορίστως φησὶν "ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν".

(v. 454-459) Εἶτα καὶ εὐστοχώτερον ἐπιβάλλουσα ἐπάγει μετὰ οἰκτίστης προαναφωνήσεως "αἲ γὰρ ἀπ' οὔατος εἴη ἐμεῦ ἔπος, ἀλλὰ μάλ' αἰνῶς δείδω, μὴ δή μοι θρασὺν [652] Ἕκτορα δῖος Ἀχιλλεὺς μόνον ἀποτμήξας πόλιος πεδίονδε δίηται", ἤγουν διώκῃ κατὰ τὸ πεδίον, "καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς, ἥ μιν ἔχεσκεν". ἣν καὶ ἐφερμηνεύουσά φησιν "ἐπεὶ οὔ ποτ' ἐνὶ πληθυῖ μένεν ἀνδρῶν, ἀλλὰ πολὺ προθέεσκεν, τὸ ὃν μένος οὐδενὶ εἴκων", ἤγουν οὐδενὶ κατὰ τὸ μένος ὑποτασσόμενος. ὃ δὴ ἀγηνορία ἐστίν. οἱ δὲ μεθ' Ὅμηρον οὐχ' οὕτω φράζουσιν, ἀλλ' αὐτοὶ τοῦ οἰκείου μένους οὐδενὶ εἴκων εἴποιεν ἄν, ὡς αὐτοῖς σύνηθες. [Δύναται δὲ καὶ ἄλλως τὸ Ὁμηρικὸν εἰρῆσθαι ἀντὶ τοῦ μηδενὶ ὑπάγων καὶ ὑποτάσσων ἑαυτόν.] Καὶ ταῦτα μὲν ἡ Ἀνδρομάχη καὶ, ὅτε δὲ στᾶσα ἐπὶ τοῦ τείχους ἐνόησε τὸν ἄνδρα ἑλκόμενον πρόσθε πόληος ἀκηδέστως, ὡς προείρηται, τότε δὴ ἐκπεσοῦσα τοῦ προοιμιάζεσθαι τὸ πάθος τοῦ μεγάλου ἀγῶνος γίνεται καρδιώξασα, ὡς ῥηθήσεται.

(v. 447) Ἰστέον δὲ ὡς οἰμωγή μὲν ἐκ τοῦ οἰμώζω, αὐτὸ δὲ ἐκ τοῦ οἴ μοι καὶ τοῦ ὤζειν, ὅπερ ἀπὸ τοῦ ὤ γίνεται. τούτου δὲ ἡ χρῆσις παρ' Αἰσχύλῳ ἐν Εὐμενίσι. λέγει δὲ περὶ τοιούτου ῥήματος καὶ Αἴλιος Διονύσιος οὕτω· ὤζειν, τὸ θαυμάζειν, ὡς "ὤ" λέγειν, καθὰ καὶ οἰμώζειν τὸ "οἴμοι" λέγειν καὶ φεύζειν τὸ "φεῦ" λέγειν.

(v. 451) Σημείωσαι δὲ καὶ ὅτι Ἑλένη μὲν τὸν ἑκυρὸν Πρίαμον αἰδοῖον καὶ δεινὸν προσφωνεῖ, τῇ αἰδοῖ τὸ δέος συγκεράσασα ὡς ἐχρῆν, Ἀνδρομάχη δὲ οὐχ' οὕτω τὴν ἑκυρὰν Ἑκάβην προσεῖπεν, ἀλλὰ μόνον αἰδοίην. καὶ ἔστι μέν ποτε σύγκρατον αἰδοῖ τὸ δέος, ὡς τὰ πολλὰ δὲ ἀδεὴς ἡ αἰδὼς καὶ ἄκρατος φόβῳ, ὡς ἡ ἐπὶ διδασκάλων τοῖς ἤδη τελείοις καὶ ἡ ἐπὶ γονέων καὶ φίλων καὶ εὐεργετῶν, ἥτις ἁπλούστερον ἔχει καὶ ἀφελέστερον. διὸ κατὰ τοὺς παλαιοὺς Ἀθήνῃσιν Αἰδοῦς καὶ Ἀφελείας ἦν βωμὸς περὶ τὸν τῆς Πολιάδος Ἀθηνᾶς νεών, καθὰ καὶ Παυσανίας ἱστορεῖ, ἃς οἱ μὲν παιδαγωγούς, οἱ δὲ τροφοὺς τῆς θεᾶς γενέσθαι φασίν. [Ἔστι δὲ αὐτὸ αἴνιγμα τοῦ χρῆναι τὸν διδασκόμενον ἢ τὰ πρὸς φρόνησιν Ἀθηνᾶν ἢ τὰ πρὸς [653] ἄλλας τέχνας, ὧν Ἀθηνᾶ ἐπιστατεῖ, αἰδῶ τε τηρεῖν εἰς τοὺς διδασκάλους καὶ ἀφελῶς αὐτοῖς προσφέρεσθαι καὶ ἀπεριέργως οἷα μὴ εἰδότας. τὸ γὰρ ἔξω τοῦ δέοντος περίεργον πονηρίαν τε ἔχει ἀπρεπῆ καὶ τοὺς διδασκάλους λυπεῖ.] Ὅτι δὲ ἀφέλειαν οὐ μόνον ἐπὶ ἁπλότητος οἱ παλαιοὶ ἐτίθουν, ἀλλὰ καὶ ἐπὶ μεγαλείου τινὸς καὶ ἐνδοξότητος, ἐν ῥητορικοῖς δηλοῦται Λεξικοῖς.

(v. 448) Τὸ δὲ χαμαὶ ἐκπεσὸν χαμαιριφὲς λέγεται. Κερκὶς δέ, ὡς πολλαχοῦ δηλοῦται, ὠνοματοπεποίηται. ἀπὸ τοῦ κρέκω γάρ, ὃ δηλοῖ τὸ ἠχῶ, γίνεται κατὰ μετάθεσιν. ἐκ τούτου δὲ καὶ ὄρνεον ἡ κρέξ, ὡς παρεμφαίνει ὁ Κωμικὸς ἐν ταῖς Ὄρνισιν. ἴσως δὲ οὕτω, καθὰ καὶ προεγράφη, καὶ ὁ κίρκος ἀπὸ τοῦ κρίζειν κατὰ μετάθεσιν πρὸς διαστολὴν τοῦ ὀργάνου κρίκου, ἐξ ὧν καὶ ῥῆμα τὸ κρικῶ.

(v. 450) Τὸ δὲ "ἴδῳμι" ἐκ τοῦ ἴδοιμι ἐκτέταται τὴν παραλήγουσαν, ὥς που καὶ τὸ τύχῳμι ἐκ τοῦ τύχοιμι. δεύτερα δὲ αὐτῶν ἴδῳς καὶ τύχῳς οὐχ' εὕρηται, εἰ καὶ τὸ ἀνάλογον ἀπαιτεῖ. [Ἴσως δὲ οὐ γέγονε συναλιφὴ διχρόνου ἐκ τοῦ ἴδῳμι, ἀλλὰ διφθόγγου ἐκ τοῦ ἴδωμαι, ἤγουν θεάσωμαι.] Τὸ δὲ "ὅτινα ἔργα" ποιητική ἐστι καὶ αὐτὸ λέξις ἀντὶ τοῦ τίνα πλεονασμῷ τοῦ ο ὁμοίως τῷ ὅτῳ καὶ ὅτοισι καὶ ὁτέοισι καὶ ὅτεο ἀντὶ τοῦ οὗτινος, [οὗ κοινότερον τὸ ὅτου, ᾧ ἰσοδύναμον καὶ τὸ ὅου ἀντὶ τοῦ οὗ, οἷον, "ὅου κράτος ἐστὶ μέγιστον".]

(v. 452) Τὸ δὲ "πάλλεται ἦτορ ἀνὰ στόμα" ἀντὶ τοῦ οὕτως ἡ καρδία πατάσσει, ὡς εἰ μὴ τὰ ἐπέχοντα ἦν, γενέσθαι ἂν αὐτὴν ἀνὰ τὸ στόμα καὶ διεκπεσεῖν τῆς κατὰ φύσιν θέσεως τῷ ἄνω παλμῷ, κατὰ τὸ "κραδίη δέ μοι στηθέων ἐκθρῴσκει". ὅτι δὲ ἦτορ καὶ νῦν τὴν καρδίαν ἔφη, δηλώσει κατωτέρω ὁ ποιητὴς ἐν τῷ "παλλομένη κραδίην". [Ἰστέον δὲ ὡς, εἰ [654] καὶ πατάσσει κραδίη καὶ ἅλλεται τοῖς οὕτως ἀγωνιῶσιν, ἀλλ' οὐ βλάπτεται, φασί, διὰ τὸ παρακεῖσθαι τῇ καρδίᾳ τὸν πνεύμονα μαλακὸν καὶ ἄναιμον ὄντα καὶ σήραγγας ἔχοντα οἷον σπόγγου κατατετρημένας, ὡς γίνεσθαι αὐτῇ τὸν παλμὸν εἰς ὑπεῖκον καὶ μαλθακόν.]

(v. 453) Γόνατα δὲ πήγνυται ὡς κρυερὰ τῷ δέει γινόμενα. Τὸ δὲ "ἐγγὺς δή τι κακόν" ἐπὶ κινδύνου ἐλπιζομένου ῥηθήσεται.

(v. 454-456) Ὁ δὲ ἀπευχόμενος οἷα δεδιώς τι ἀκοῦσαι κακὸν εἴποι ἂν τὸ "αἲ γὰρ ἀπ' οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλα αἰνῶς δείδω, μὴ δή μοι τόδε γένηται". ἔφη δέ που τοιοῦτόν τι καὶ ὁ Πολυδάμας. ἔστι δὲ τὸ "αἲ γὰρ ἀπ' οὔατος εἴη ἐμεῦ ἔπος" περίφρασις τοῦ "εἴθε μὴ ἀκούσαιμι, ἀλλὰ δηλονότι πόρρω εἴη τῆς ἐμῆς ἀκοῆς".

(v. 457) Ἀγηνορίαν δὲ δοκεῖ καὶ ἐνταῦθα λέγειν φιλαλήθως τὴν θρασύτητα. ὁ γάρ, ὡς ἐρρέθη, θρασὺς Ἕκτωρ καθ' ὅμοιον λόγον καὶ ἀγηνορίαν ἔχειν ῥηθήσεται. εἰ δέ ποτε καὶ ἐπὶ ἀνδρίας ἡ ἀγηνορία, ἐνταῦθα γοῦν οὐχ' οὕτω φαίνεται διά τε τὴν εἰρημένην ἀκολουθίαν καὶ διὰ τὴν προσθήκην τοῦ "ἀλεγεινῆς". ἡ γὰρ ἐπ' ἀνδρίας ἀγηνορία οὐχ' οὕτως ἀλεγεινή. ταύτην δὲ καὶ μένος που ἔφη, σεμνότερον τοῦτό γε εἰποῦσα, οὐχ' ὅτι ἐπὶ ψόγῳ ἡ γυνὴ ἔφη τὸ "θρασὺν Ἕκτορα", ἢ τὸ "ἀγηνορίας ἀλεγεινῆς". καὶ αὐτὰ γάρ, εἰ καὶ μετά τινος βαρύτητος καὶ ἀφελείας, ἐπαινετικῶς ὅμως ἐπὶ ἀνδρίᾳ ἔφη. οὐ γὰρ ἂν τὸν ἔχθιστον Ἀχιλλέα δῖον καλοῦσα δυσφημοίη ἂν τὸν ἄνδρα ἡ γυνή, ὥσπερ οὐδὲ ὅτε ἔλεγε "δαιμόνιε, φθίσει σε τὸ σὸν μένος". Ἰστέον δὲ καὶ ὅτι ἡ ἀγηνορία καὶ ἄλλως ἐτυμολογουμένη δύναται καὶ οὕτω καθίστασθαι. λέγοιτο γὰρ ἂν ἀγήνωρ καὶ ὁ τῶν ἄλλων προάγων ἀνέρων ἤτοι ἀνδρῶν.

(v. 458 s.) Διὸ καὶ ὁ ποιητὴς ἐνταῦθα εἰπὼν ἀγηνορίαν ἐπάγει "ἐπεὶ οὔ ποτε ἐν πληθυῖ μένεν ἀνδρῶν, ἀλλὰ πολὺ προθέεσκεν". ὁ δὲ προθέων ἤτοι προάγων τῶν ἀνδρῶν καλῶς ἂν ἀγήνωρ λέγοιτο. Ὅρα δὲ τὸ "ἐν πληθυῖ", πρὸς ὃ ἀντιδιαστέλλεται τὸ "μοῦνον ἀποτμήξας". ὁ γὰρ μόνος πρὸς πλῆθος λέγεται. Ὅρα δὲ καὶ τὸ "ἥ μιν ἔχεσκε", ἀντὶ τοῦ ἥτις αὐτὸν εἶχεν. οὐ γὰρ αὐτός, φησίν, εἶχεν ἀγηνορίαν, ἀλλ' ἐκείνη αὐτὸν εἶχεν ὡς οἷα δεσπόζουσα, ὃ δὴ πάνυ ἀγήνορα δηλοῖ τὸν Ἕκτορα.

(v. 459) Τὸ δὲ "προθέεσκεν ἀνδρῶν" τὸν Προθοήνορα ποιεῖ κύριον φερώνυμον [655] ὄνομα ὁ δὲ τοιοῦτος τόπος ἐγκώμιόν ἐστι θαρραλέου ἀνδρός. [Ποιητικὴ δὲ πάντως παρίσωσις τὸ "ἔχεσκε" καὶ "προθέεσκεν".]

(v. 461) Ὅτι ἡ Ἀνδρομάχη διὰ λύπην τὴν ἐπὶ τῷ ἀνδρὶ παλλομένη κραδίην "μεγάροιο διέσσυτο μαινάδι ἴση", τουτέστι βακχικῶς, μανικῶς, οὐ κατὰ κόσμον. σὺν οὐδενὶ γὰρ κόσμῳ ἐκινοῦντο αἱ Βάκχαι, ὀπαδοὶ οὖσαι Διονύσῳ πρέπουσαι τῷ μαινόλῃ. διὸ καὶ αὐταὶ Μαινάδες, αἳ καὶ τιθῆναι Διονύσου προερρέθησαν. Ὅρα δὲ ὅτι τὸ "ἴση" ἀντὶ τοῦ ὁμοία εἶπεν, οὐκ ἐπὶ ποσοῦ λαβὼν ἀλλὰ ποιότητος, καὶ ὅτι οὐκ ἠθέλησε πλατῦναι τὴν παραβολήν, ἵνα μὴ τὰ περὶ τὰς Μαινάδας ἐκθέμενος δόξῃ λέγειν οὐ σεμνά, ἔτι δὲ καὶ ἐκφαίνειν μυστήρια.

(v. 462-472) Ὅτι Ἀνδρομάχη, ὡς εἶδεν ἐκ τοῦ τείχους τὰ κατὰ τὸν ἄνδρα, ἔπαθεν ἅπερ ἱστορεῖ Ὅμηρος, εἰπὼν "αὐτὰρ ἐπεὶ πύργον τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον, ἔστη παπτήνασ' ἐπὶ τείχεϊ, τὸν δ' ἐνόησεν ἑλκόμενον πρόσθε πόλιος· ταχέες δέ μιν ἵπποι ἕλκον ἀκηδέστως", ὡς ἐρρέθη, "κοίλας ἐπὶ νῆας· τὴν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν", ὅ ἐστι βαθεῖα σκότωσις ὡς οἷα καί τις νύξ, "ἤριπε δ' ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε. τῆλε δ' ἀπὸ κρατὸς χέε δέσματα σιγαλόεντα, ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην κρήδεμνόν θ', ὃ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη ἤματι τῷ, ὅτε μιν ἠγάγεθ' Ἕκτωρ ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἔδνα", ὅ ἐστι δῶρα προικῷα.

(v. 467) Ἔστι δ' ἐριπεῖν μὲν τὸ εἰς ἔραν πεσεῖν ἁπλῶς, ἐριπεῖν δὲ ἐξοπίσω τὸ κλιθεῖσαν ὑπτίαν πεσεῖν. Ἀποκαπύσαι δὲ ψυχὴν τὸ ἀποπνεῦσαι. κάφος γάρ, φασί, τὸ πνεῦμα, ἐξ οὗ τὸ "κεκαφηότα θυμόν". τὸ δ' αὐτὸ καὶ ὁ κάπος, ἐξ οὗ καὶ ὁ κῆπος, ὡς ἀλλαχοῦ εἴρηται. ἐξ αὐτοῦ δὲ καὶ κάπη ἡ καταπνεομένη ὑπὸ τῶν ἵππων φάτνη. αὐτὴ δὲ καὶ ἀπὸ τοῦ κάπτω δοκεῖ γίνεσθαι. ἀπ' αὐτῆς δὲ παυσικάπη κατὰ Αἴλιον Διονύσιον, μηχάνημά τι τροχῷ ἐμφερές, δι' οὗ τὸν τράχηλον διεῖρον τῶν ὑποζυγίων ὥστε μὴ ἐσθίειν, ὁμοίως δὲ καὶ τῶν ἀνθρώπων, ὥστε, φησί, μὴ [656] δύνασθαι τὰς χεῖρας τῷ στόματι προσάγειν. καὶ ἔοικε κατὰ τούτους τοὺς λόγους παυσικάπη λέγεσθαι, ὡς παύουσα τῆς κάπης ἢ τοῦ κάπτειν, ὅ ἐστι τοῦ ἐσθίειν.

(v. 475) Πρὸς δὲ τὸ "ψυχὴν ἐκάπυσεν" ἐναντίον τὸ "ἄμπνυτο", τουτέστιν ἀνέπνευσεν, ὡς κατωτέρω φησίν, ὅ ἐστιν ἦλθεν εἰς τὴν προτέραν πνοήν. ὃ καὶ ἐφερμηνεύων εὐθὺς ἐπάγει "καὶ ἐς φρένα θυμὸς ἀγέρθη", τουτέστιν ἡ ζωτικὴ ψυχικὴ δύναμις συνήχθη, σκεδασθεῖσα οἷον τῇ λειποθυμίᾳ, ὃ δὴ καὶ θυμηγερεῖν συνθέτως λέγεται, καὶ ζωγρεῖν δέ, ἤτοι ζωὴν ἀγείρειν, ὡς εἶναι ταὐτὰ κατὰ πολυωνυμίαν τὸ ἄμπνυσθαι καὶ ἐς φρένα θυμὸν ἀγείρειν καὶ θυμηγερεῖν καὶ ζωγρεῖν. Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ τολμήσας ἐρεβεννήν, ὅ ἐστι σκοτεινήν, νύκτα τὴν σκοτοδίνην ἐκάλεσεν, οὕτω καὶ τὴν λειποθυμίαν ψυχῆς ἀπόπνοιαν, καὶ ὅτι καθ' ὁμοιότητα τοῦ "ἄμπνυτο", ἤγουν ἀνέπνευσεν, εἴρηκέ τις ἀναφρονῆσαι τὸ τὴν πρώτην ἀναλαβεῖν φρόνησιν.

(v. 468) Δέσματα δὲ ἐν Ὀδυσσείᾳ μὲν ἐπὶ δεσμοῦ ἔθετο βιαίου, ἐνταῦθα δὲ οὕτω λέγει τὰ ἐπὶ κόσμῳ τὸ γυναικεῖον κάρη δεσμοῦντα. ὅθεν καὶ τὸ κρήδεμνον σύγκειται. Ἀττικὴ δέ, φασίν, ἡ λέξις. ὡς γὰρ ξεσμός ξέσμα, οὕτω δεσμός δέσμα. Σιγαλόεντα δὲ ταῦτα, ᾧ λόγῳ καὶ εἵματα ἔφη σιγαλόεντα, τὰ σιγὴν δηλαδὴ ἐμποιοῦντα δι' ἔκπληξιν, ἢ σιγηλὰ καὶ ἄκτυπα δι' ἁπαλότητα. ἡνία δέ γε σιγαλόεντα καὶ κατὰ ἄλλον τινὰ [657] τρόπον, ὡς ἀλλαχοῦ δεδήλωται. Ἕρμιππος δὲ καὶ ἀμύγδαλα σιγαλόεντα λέγει τὰ εὔθραυστα, ὁποῖα τὰ λεγόμενα Θάσια.

(v. 468-470) Ὅρα δὲ καὶ ὅτι γενικῶς γυναικεῖον κόσμον δηλώσας ἐν τῷ εἰπεῖν "δέσματα", εἶτα ἐπάγει κατὰ μέρος τὰ εἴδη, τὴν ἄμπυκα καὶ τὰ ἐφεξῆς.

(v. 469) Ἔστι δὲ ἄμπυξ μὲν ἀρσενικῶς κατὰ τοὺς παλαιοὺς διάδημά τι πρὸς ἀνάδεσιν τριχῶν, ἃς περιστέλλοντες οἱ παλαιοὶ ὑπὸ τοῦτον παρῆγον. ἡ δὲ τοιαύτη φράσις οἷόν τινα κούφιαν, ἰδιωτικῶς εἰπεῖν, διαγράφει τὸν ἄμπυκα. καὶ νῦν δέ φασιν ἀμπυκίζειν τὸ τὰς ἐμπροσθίας τρίχας ἀναδεῖν. ἐντεῦθεν δὲ καὶ "χρυσάμπυκες ἵπποι" διὰ τὸ δεῖσθαι στροφίῳ τὰς κορυφὰς τῶν τριχῶν. Ἐν δὲ ῥητορικοῖς Λεξικοῖς εὑρέθη καὶ ταῦτα· ἀμπυκάσαι ἀναδῆσαι, χαλινῶσαι, στεφανῶσαι, καὶ ἄμπυξ· χαλινός, συγκάθαμμα, ἐπίκρανον, καλύπτρα, διάδημα, στεφάνη, καὶ ὅτι ἄμπυκες διαδήματα κατὰ μεταφοράν, καὶ ὅτι ἀμπυκῖται· διαδήματα, ἴσως διὰ τὸ ἀμπέχειν τὰς τρίχας, ὥς φησι Παυσανίας, ὃ καὶ ἀμπυκίζειν ἔλεγον. ἐκ μεταφορᾶς δέ, φασί, καὶ ὁ τροχὸς διὰ τὸ κυκλοτερὴς εἶναι. δῆλον δὲ ὡς καὶ ἡ κοινὴ γλῶσσα παραμπύκια ἐπὶ τριχῶν λέγειν εἴωθεν. εὕρηται δὲ καὶ παρὰ τοῖς ἀρχαίοις καὶ ὅτι παραμπυκίζεται τὸ παραπλέκεται τὰς τρίχας. κεκρύφαλος δέ, φασί, κόσμος τις περὶ κεφαλὴν καὶ αὐτός, λεγόμενος κροκύφαντος. ἀναδέσμη δὲ σειρά, ἣν κύκλῳ περὶ τοὺς κροτάφους ἀναδοῦσι.

(v. 470) Κρήδεμνον δὲ τὸ μαφόριον. Σημειοῦνται δὲ οἱ παλαιοὶ καὶ ὅτι καλῶς ἐπὶ μὲν Ἑκάβης τῆς γραὸς συντόμως εἶπε "λιπαρὰν ἔρριψε καλύπτρην", ἐπὶ δὲ ταύτης ὡς νέας ἐξειργάσατο ἐνδιασκεύως τὸν κόσμον τῆς κεφαλῆς. εἰ δὲ δῶρον χρυσῆς Ἀφροδίτης τὸ κρήδεμνον τοῦτο, ἔοικέ τι καὶ ἀπὸ χρυσέας ὕλης ἔχειν ἐπαφρόδιτον. Ἰστέον δὲ ὅτι φέρεται παρὰ τοῖς παλαιοῖς κόσμος γυναικεῖος, ὃν περίθετον κεφαλὴν [658] ἐκάλουν. Ἀριστοφάνης Θεσμοφόροις "κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ". ἄδηλον δὲ εἴτε κρήδεμνον αὕτη εἴτε ἄμπυξ εἴτε κεκρύφαλον εἴτε ὁμοῦ πάντα ταῦτα μετὰ τῆς ἀναδέσμης. ἡ δὲ ῥηθεῖσα περίθετος κεφαλὴ καὶ περικεφαλαία, φασίν, ἐλέγετο, καθὰ καὶ παραπροσωπὶς ἡ παρὰ τῷ προσώπῳ τιθεμένη, ἧς καθ' ὁμοιότητα καὶ παρώπια τὰ ὀφθαλμοῖς ἵππων περιτιθέμενα δέρματα καὶ τὰ χάριν σκιᾶς ἀντήλια, τὰ προβεβλημένα δηλαδὴ τῶν προσώπων τοῖς ἡλιαζομένοις.

(v. 471) Τὸ δὲ "ἠγάγετο Ἕκτωρ" καιριωτάτη λέξις ἐπὶ γάμου. ἄγεσθαι γάρ τινα γυναῖκα κυριολεκτοῦντές φαμεν. ἡ δὲ μεταφορὰ ἐκ τῶν ὑπὸ ζυγὸν ἀγομένων δαμάλεων.

(v. 473-474) Ὅτι οὐ λόγους μόνον ὁ ποιητὴς οἰκτροὺς ἐνταῦθα ποιεῖ, ἀλλὰ καὶ ὄψεις περιπαθεῖς, πῇ μὲν τὸν Πρίαμον θανατῶντα εἰσάγων καὶ ἐξελθεῖν ἐπ' Ἀχιλλέα θέλοντα, κατεχόμενον δὲ ὑπὸ τοῦ λαοῦ, πῇ δὲ τὴν Ἀνδρομάχην θέλουσαν ἀπολέσθαι, εἰ μὴ αὐτὴν εἶχον, ὅ ἐστι κατεῖχον, γαλόῳ καὶ εἰνάτειρες, ὅ ἐστιν αἱ ἀνδράδελφοι καὶ αἱ σύννυμφοι, ὡς πολλαχοῦ ἐρρέθη. Καὶ ὅρα τὸ "γαλόῳ" πρὸ μιᾶς ἔχον τὸν τόνον, ὡς ἐν τοῖς τοῦ Ἡροδώρου κεῖται καὶ Ἀπίωνος. φράζει δ' ἐνταῦθα Ὅμηρος οὕτω "ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνάτερες ἅλις ἔσαν", διὰ τὸ ἐν αὐταῖς πολυπληθές, "αἵ ἑ", ἤγουν αἵτινες αὐτήν, "μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι", ἢ ὀλέεσθαι.

(v. 476 s.) Ὅτι "ἀμβλήδην γοόωσα" ἡ Ἀνδρομάχη τοιαῦτα λέγει μονῳδικῶς· "Ἕκτορ", [ἐγὼ δύστηνος] καὶ ἑξῆς, ὡς ῥηθήσεται. Χρὴ γὰρ πρῶτον παρασημήνασθαι προθεωρητικῶς, ὡς οὐκ ἀπὸ τῶν παρεστώτων ἁπλούστερον ἡ γυνὴ ἄρχεται περιπαθῶς, οἷον τοῦ φόνου καὶ τοῦ ἑλκυσμοῦ, ἀλλ' ἐκ τῶν πορρωτέρω προοιμιάζεται, πατρίδος μεμνημένη καὶ προγόνων καὶ [659] τύχης παλαιᾶς. ὅλως δὲ εἰπεῖν, συνάξας ὁ ποιητὴς τὸν ἀκροατὴν καὶ συγχέας οἷς μικροῦ ἂν ἡ γυνὴ τῷ πάθει ἐξέλιπε, διαχέει αὖθις καὶ εἰς ἄνετον ἀπολύει τῇ ἐνταῦθα μονῳδικῇ ἀφελείᾳ, ἵνα μὴ διόλου στύφων εἴη ὁ ἐπὶ τῷ πένθει λόγος, ἀλλὰ μετέχῃ πῃ καὶ γλυκύτητος.

(v. 477-498) Ἔχει δὲ τῇ γυναικὶ τὸ προοίμιον καὶ τὰ μετ' αὐτὸ οὕτως "Ἕκτορ, ἐγὼ δύστηνος "ἰῇ ἄρα", τουτέστι μιᾷ, "γεινόμεθα", ἤγουν ἐγεννήθημεν, "αἴσῃ" ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα, αὐτὰρ ἐγὼ Θήβῃσιν, Ὑποπλάκῳ ὑληέσσῃ, ἐν δόμῳ Ἠετίωνος, ὅ", ἤγουν ὅς, "μ' ἔτρεφε τυτθὸν ἐοῦσαν, δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι. νῦν δὲ σὺ μὲν Ἅιδου δόμους ὑπὸ κεύθεσι γαίης ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις χήρην ἐν μεγάροισι· πάϊς δ' ἔτι νήπιος αὕτως, ὃν τέκομεν, σύ τ' ἐγώ τε, δυσάμμοροι· οὔτε σὺ τούτῳ ἔσσεαι, Ἕκτορ, ὄνειαρ, ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος. ἤν περ γὰρ πόλεμόν τε φύγοι πολύδακρυν Ἀχαιῶν, αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε' ἔσονται· ἄλλοι γάρ οἱ ἀπουρίσουσιν ἀρούρας. ἦμαρ δ' ὀρφανικὸν παναφήλικα παῖδα τίθησι· πάντα δ' ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί, δευόμενος δέ τ' ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους, ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος. τῶν δ' ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε, χείλεα μέν τ' ἐδίην', ὑπερῴην δ' οὐκ ἐδίηνε. τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε, χερσὶ πεπληγὼς καὶ ὀνειδείοις ἐνίσσων. ἔρρ' οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν". Καὶ μέχρι τούτων ἐν στίχοις ἐννέα φράσας καθολικώτερον ὁ ποιητὴς διὰ τῆς μητρὸς τὰ τῆς ὀρφανίας δεινά, εἴτα μερικεύει ἀνελπίστως τὸ νόημα, δι' οὗ γνωμικῶς ἤδη ἐχαρακτηρίσθη, ὁποῖα πάθοι ἂν κακὰ παῖς τις ἁπλῶς πατρὸς ὀρφανισθείς, οὐ μὴν τοιοῦτος, οἷος νῦν ὁ τοῦ Ἕκτορος, βασιλικὸς δηλαδή, καὶ ὑπὸ μητρὶ ὢν τοιαύτῃ καὶ πάτρωσιν, ὅ ἐστι θείοις, ὁμοίοις καὶ πάππῳ βασιλεῖ. διὸ καὶ ἠθέτησάν τινες τὰ τοιαῦτα ἔπη, ὡς καὶ μετ' ὀλίγα δηλωθήσεται.

(v. 499-514) Μερικεύων οὖν, ὡς ἐρρέθη, ὁ ποιητὴς τὸ ἐν τῷ καθόλου γνωματευθὲν καὶ εἰς τὸ κατὰ φύσιν ἐπανιών, ὅ ἐστιν εἰς τὸ προκείμενον, τὸν Ἀστυάνακτα δηλαδή, ἐπάγει ταῦτα "δακρυόεις δέ τ' ἄνεισι [660] πάϊς ἐς μητέρα χήρην, Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς μυελὸν οἶον", ἤγουν μόνον, "ἔδεσκε, καὶ οἰῶν πίονα δημόν", ἤτοι λίπος, "αὐτὰρ ὅθ' ὕπνος ἕλοι παύσαιτό τε νηπιαχεύων, εὕδεσκεν ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης εὐνῇ ἐνὶ μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ", [ὅπερ ὁ Κωμικὸς "ἐμπλήμενος" λέγει], "νῦν δ' ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτών, Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν· οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά. νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κεν", ἤγουν ἐπειδάν, "κύνες κορέσωνται, γυμνόν· ἀτάρ τοι εἵματα ἐν μεγάροισι κέονται λεπτά τε καὶ χαρίεντα, τετυγμένα χερσὶ γυναικῶν. ἀλλ' ἤ τοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ, οὐδὲν σοί γ' ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς, ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι". Καὶ τοιοῦτον μὲν τὸ τῆς γυναικὸς μονῳδικὸν χωρίον. Τὰ δ' ἐν αὐτῷ ἐπιστασίας ἄξια ταῦτα.

(v. 476) Τὸ μὲν "ἀμβλήδην" ἀντὶ τοῦ ἀναβλητικῶς, ἤτοι προοιμιακῶς. προοιμιάζεται γὰρ ἡ γυνή, ὡς προείρηται, ὥστε γίνεσθαι τὴν λέξιν ἀπὸ τοῦ ἀναβάλλεσθαι, ὅ ἐστι προοιμιάζεσθαι, ὡς τὸ "ὃ δ' ἀνεβάλλετο καλὸν ἀείδειν". ἢ καὶ ἄλλως ἀμβλήδην τὸ ἀναβλητικῶς, ὁρμητικῶς, ἀθρόως. καὶ συγκέκοπται ἀπὸ τοῦ ἀμβολάδην, ὅπερ πρὸ μικροῦ ἐρρέθη ἐπὶ ἀναζέοντος λέβητος. Ἡ δὲ καταρχὴ τῆς ῥηθείσης μονῳδίας ὁμοία τῇ τῆς Ἑκάβης. ἐκείνη μὲν γὰρ ἔφη "τέκνον, ἐγὼ δειλή", αὕτη δὲ "Ἕκτορ, ἐγὼ δύστηνος. λέγει δὲ καὶ κατωτέρω τὸ "Ἕκτορ", ἐπιμένουσα φιλίως τῷ ὀνόματι τοῦ ἀνδρός. μίαν δὲ αἶσαν λέγει τὴν ἐπίσης ἐπ' ἀμφοῖν ἔχουσαν κατά γε τὸ δυστυχές.

(v. 479) Τὸ δὲ "Θήβαις ὑποπλάκῳ ὑληέσσῃ" καινότερον συντέτακται, ἢ διὰ σαφήνειαν, ἵνα λέγῃ, ταῖς [661] Θήβαις, ἤγουν τῇ ὑποπλάκῳ πόλει, ἢ ὡς ἂν ἐμφήνῃ ὅτι δύναται καὶ Θήβη ὑπόπλακος λέγεσθαι ἑνικῶς, ὡς τὸ "ᾠχόμεθα ἐς Θήβην". διὰ τοῦτο γὰρ τῇ πληθυντικῇ δοτικῇ ἑνικὴν ἐπήγαγε. περὶ δὲ Θηβῶν τούτων προδεδήλωται.

(v. 480) Τὸ δὲ "τυτθὸν ἐοῦσαν" ὅμοιον τῷ "κοτύλην τυτθὸν ἐπέσχεν" ἤτοι μικράν, κατὰ τὸ "κλυτὸς Ἱπποδάμεια".

(v. 481) Τὸ δὲ "δύσμορος αἰνόμορον" δηλοῖ μὲν ἐκ παραλλήλου τὸ αὐτό, ἐχρησίμευσε δὲ τῷ, καθά που προδεδήλωται, γράψαντι "δύσπαρις, αἰνόπαρις", ἔχει δὲ πρὸς ταῦτα ὁμοιότητα καὶ τὸ "δυσάμμοροι", κοινῶς περὶ τῶν δύο λεχθὲν ὁμοζύγων, περὶ οὗ πρὸ βραχέων γέγραπται.

(v. 482) Τὸ δὲ "ὑπὸ κεύθεσι γαίης" ἀντὶ τοῦ ὑπὸ τοῖς κευθμῶσιν, ἑρμηνεία ἐστὶ τοῦ δόμους Ἀΐδου, ὃς τόπος ἐστὶν ὑπόγαιος καὶ οὕτω κεκρυμμένος. διὸ καὶ Ἀΐδης λέγεται, ἤγουν ἀὴρ ἀφανής, ὃν οὐκ ἔστιν ἰδεῖν.

(v. 489) Ἀπουρίσαι δὲ ἀρούρας τὸ ἀφορίσαι καὶ ἀφελέσθαι. καὶ ἔστι καιριωτάτη ἡ λέξις, τιθεμένη καὶ ἐπὶ ἐξορίας. ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ τὸ ἀποῦραι ἢ μᾶλλον τοῦτο πρωτότυπον τοῦ ἀπουρίζειν, ὁμοίως τῷ ἐρέθω ἐρεθίζω, ὁπλέω ὁπλίζω, ἀφρέω ἀφρίζω. [Καὶ τοιοῦτον μὲν τὸ ἀπουρίζειν. κατουρίζειν δέ γε τὸ κατ' οὖρον πλέειν, ὡς τὸ "πόλιν κατ' ὀρθὸν οὔρισας.] Ἐντεῦθεν δὲ ἄρχεται ὁ γνωμικὸς χαρακτήρ, ὁ, καθὰ εἴρηται, περὶ τῆς ἁπλῶς ὀρφανίας μετρούμενος ἐν στίχοις, ὡς προεδηλώθη, ἐννέα, οὕς, καθὰ ἐρρέθη, ἀθετοῦσί τινες, ὡς ἀδιαθέτους, φασί, καὶ [662] κοινῶς τῷ τυχόντι παντὶ ὀρφανῷ πρέποντας, οὐ μὴν τοιῷδε, ὁποῖος ὁ Ἀστυάναξ ἔσται, εἰ τυχὸν φύγῃ τὸν πόλεμον. οὐ γὰρ δήπου τὰ τοῦ τυχόντος ὀρφανοῦ πείσεται καὶ αὐτὸς ὁ βασιλικὸς ὀρφανός. ἔτι γε μὴν ὠβέλισαν τοὺς τοιούτους στίχους οὐ μόνον ὡς ἀναρμόστους τῷ καιρῷ, ἀλλὰ καὶ ὡς εὐτελεῖς τῇ συνθήκῃ, καθὰ ἐκεῖνοι λέγουσι, μὴ θέλοντες γυναικείου στοχάσασθαι ἤθους, ἐν πένθει μεγάλῳ ταῦτα λέγοντος, ὅτε τοῦ πρὸς ἀκρίβειαν λαλεῖν ἐξεκρούετο.

(v. 490) Παναφῆλιξ δὲ παῖς ὁ τῶν ἡλικιωτῶν ἁπάντων ἀπηλασμένος, ἢ πάντῃ ἀφῆλιξ, οἷα τῇ ἀφηλικιότητι προστεθέντων καὶ τῶν τῆς ὀρφανίας κακῶν.

(v. 491) Τὸ δὲ "πάντα ὑπεμνήμυκεν" ἀντὶ τοῦ κατὰ πάντα ἐστύγνακε. διὸ καὶ ἐπάγει "δεδάκρυνται δὲ παρειαί". ἢ μᾶλλον τεταπείνωται, καταβέβληται. τοῦτο δὲ εἰς γραφὴν μὲν πεζὴν οὐχ' ἕλκεται, γίνεται δὲ ἐκ τοῦ ἠμύω, τὸ ἐπικλίνω, ἤμυκε, καὶ Ἀττικῶς ἐμήμυκε, καὶ πλεονασμῷ τοῦ ν ἐμνήμυκε, ἀντὶ τοῦ κάτω οἷον κεῖται καὶ στυγνάζων κατακέκλιται. [Ὅτι δὲ τοῦ ἠμύω πρωτότυπόν ἐστι τὸ μύω, ἐκδηλότατόν ἐστιν. αὐτὸ δὲ ἐπὶ βλεφάρων καὶ χειλέων καί τινων ἑτέρων λέγεται. μέλλων δὲ αὐτοῦ μύσω, ἐξ οὗ καὶ μύες καὶ μυῶνες οἱ κατὰ σῶμα, καὶ μῦς τὸ ζωΰφιον. ἐκ δὲ τοῦ μύειν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, καὶ ποτήριον ἡ ἄμυστις, ἀφ' οὗ ἔστιν εὐμαρῶς πιεῖν, καὶ πόσις δέ, ἣν ἀπνευστὶ πίνει τις μὴ [663] μύσας, καὶ ῥῆμα ἐκμυστίζειν τὸ ἐφ' ἓν πνεῦμα πίνειν, οἷον "λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον πλάτος· ἔπειτ' ἄκρατον καὶ οὐ τεταργανωμένον ἔπινε κἀξεμύστισε". Πλάτωνος τοῦτο τοῦ Κωμικοῦ, ὥς φησιν Ἀθήναιος, ὡς καὶ τὸ "ἔπινον δὲ τὴν ἄμυστιν μετὰ μέλους, μεμετρημένου πρὸς ὠκύτητα χρόνου".]

(v. 493) Ἐν δὲ τῷ "ἄλλον χλαίνης ἐρύων, ἄλλον χιτῶνος" διαφοράν τε φανερὰν δηλοῖ χιτῶνος καὶ χλαίνης, καὶ ἰδίωμα ὑπογράφει παιδός, λαλῆσαι μὲν οὐκ ἔχοντος, ἑλκυσμῷ δὲ τοὺς ἱκετευομένους ἐπιστρέφοντος. [Ὅτι δὲ χιτὼν οὐκ ἐξ ἀνάγκης ἀεὶ λέγεται τὸ ἀμέσως περικεχυμένον λίνεον ταῖς σαρξίν, ἀλλὰ καὶ τὸ ἁπλῶς ἱμάτιον, δεδήλωται μὲν καὶ ἄλλοθι, φαίνεται δὲ καὶ ἐκ τῶν τοῦ Ἀθηναίου, ἔνθα δηλοῦται ὡς κόρυμβος οὐ μόνον ὄρους, ἀλλὰ καὶ ὁ ἐπὶ κεφαλῆς, οἷον "Ἀθηναῖοι ποικίλους ποτὲ ὑπέδυνον χιτῶνας, κορύμβους δ' ἀναδούμενοι τῶν τριχῶν χρυσοῦς τέττιγας περὶ τὸ μέτωπον καὶ τὰς κόμας ἐφόρουν". ἐν τούτοις γὰρ οἱ ποικίλοι χιτῶνες οὐκ ἂν εἶεν ἐπικάμισα κατὰ τὴν κοινὴν παρατήρησιν. εἰ δὲ παρὰ τὴν κάραν ἡ κόρυς, καὶ ἐξ αὐτῆς ὁ κόρυμβος, ἑτέρου τοῦτο λόγου, ὥσπερ καὶ ἐὰν ὁ ῥηθεὶς Ἀθηναϊκὸς τέττιξ κρωβύλος ἐλέγετο καὶ εἰ λάλον ὁ τέττιξ, τὸ ζῷον. ὁμοίως δὲ καὶ ἡ κερκώπη ζῷον αὐτὴ ὅμοιον τέττιγι καὶ τρυγονίῳ, περὶ ὧν δηλοῖ ὁ Κωμικὸς Ἄλεξις, εἰπὼν "σοῦ δ' ἐγὼ λαλιστέραν οὐ πώποτ' εἶδον οὔτε κερκώπην, γύναι, οὐ κίτταν, οὐκ ἀηδόνα, οὐ τρυγόνα, οὐ τέττιγα". χρῆσις δὲ κερκώπης καὶ παρὰ Λιβανίῳ.]

(v. 494) Κοτύλην δέ φησι τυτθὸν τὴν μικρὰν κυπελλίδα. Ἀττικῶς δὲ εἴρηται καὶ Ἰωνικῶς καὶ ἡ τυτθός. Κοτύλη δὲ οὐ μόνον εἶδος [λεπτοῦ] ποτηρίου, ὡς ἐνταῦθα κεῖται, ἀλλὰ καὶ παλάμης κοίλωμα. ὅθεν καὶ κοτυλήρυτον, ὃ τοιαύταις ἄν τις κοτύλαις ἀρύσαιτο, [ἤγουν ἀμφοῖν χεροῖν.] Λέγεται δὲ κοτύλη καὶ ἐπὶ ποδῶν πολύποδος, [ἐφ' ὧν κοτυληδόνες αἱ ἐν ταῖς πλεκτάναις αὐτῶν [664] ἐπιχύσεις], καὶ ἡ κατὰ τὸ ἰσχίον δὲ τοῦ μηροῦ κοιλότης. ὅλως δέ, κοίλη πᾶσα κοτύλη, [ὡς καὶ τὸ τῆς χειρὸς κοῖλον. ὅθεν καὶ κοτυλήρυτον, ὅπερ ἄν τις κοίλῳ τινὶ ἀρύσηται. παρὰ δὲ Ἀθηναίῳ κοτύλη πᾶν κοῖλον.] Φέρεται δὲ καὶ τοιαῦτα περὶ κοτύλης ἔν τινι τῶν παλαιῶν· κοτύλη· μέτρον καὶ τὸ κοῖλον τῆς χειρός. ἡ μὲν δὴ κοτύλη, φησίν, Ἑλληνικόν, ἡ δὲ ἡμίνα οὐδαμοῦ. ἔστι δ' οὖν παρ' Ἐπιχάρμῳ, ὃς καὶ ὀγγίαν λέγει καὶ λίτραν. [Ἕτερος δέ τίς φησιν, ὅτι Διόδωρος τὴν κοτύλην καλεῖσθαι λέγει καὶ ἡμίναν, ἧς χρῆσις καὶ παρ' Ἐπιχάρμῳ ἐν τῷ "ὕδωρ χλιαρόν, ἡμίνας δύο", καὶ παρὰ Σώφρονι ἐν τῷ "κατάστρεψον, τέκνον, τὴν ἡμίναν". περὶ ἧς χρὴ σκοπεῖν ἡμᾶς μή ποτε ἡμίνα ᾖ τὸ ἥμισυ τοῦ ἴν, οὗ χρῆσις ἐν τῷ "πλέον ἤπερ ἴν".] Κοτύλη δέ, φασίν, οὐ μόνον ἐπὶ ξηρῶν, ἀλλὰ καὶ ἐπὶ ὑγρῶν. κοτύλην γοῦν ὕδατος καὶ δύο κοτύλας κριθῶν Θουκυδίδης φησί, [καὶ Ἀριστοφάνης "ἀλφίτων χοίνικας τρεῖς κοτύλης δεούσας".] Ἔστι δὲ καὶ κότυλος ποτήριον μόνωτον, [λουτηρίῳ ἐοικὸς βαθεῖ, φασί.] Παυσανίας δὲ ἱστορεῖ ὅτι παιδία τις ἦν καλουμένη ἐν κοτύλῃ, ἐν ᾗ διαπλέξας τις ὀπίσω[, καθὰ καὶ προδεδήλωται,] τοὺς δακτύλους τῶν χειρῶν ἐπενωτίζετο τὸν ἀναιρούμενον. ὁ δ' ἐνθεὶς τὸ γόνυ ταῖς χερσὶ καὶ περιλαβὼν τοῦ αἴροντος τὴν κεφαλὴν ἢ τὸν τράχηλον ἐβαστάζετο. ἐκλήθη δέ, φησίν, ἐν κοτύλῃ, ἐπεὶ τὸ κοῖλον τῆς χειρὸς κοτύλη λέγεται, εἰς ὃ κοῖλον ἐνετίθει τὸ γόνυ ὁ βασταζόμενος. Ἀλλαχοῦ δὲ [665] γράφεται οὕτω· ἐγκοτύλη, παιδιά τις, ὡς καὶ ἑτέρωθι γέγραπται, ἐν ᾗ κοιλάναντες χεῖρα δέχονται τὰ γόνατα τῶν νενικηκότων οἱ νενικημένοι καὶ βαστάζουσιν αὐτούς. [Ἔτι ἰστέον καὶ ὅτι παράγωγον κοτύλης κοτυλίσκη τε καὶ κοτυλίσκιον, οὗ μνεῖα παρὰ Ἀριστοφάνει ἐν τῷ "κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον", καὶ ὅτι Αἰσχύλος καὶ τὰ κύμβαλα κοτύλας φησίν, οἷον "χαλκοδέτοις κοτύλαις ὀτοβεῖ".]

(v. 494) Τὸ δὲ "ἐπέσχε" τί σημαίνει, δεδήλωται καὶ ἐν ταῖς Λιταῖς.

(v. 495) Τὸ δὲ "χείλεα μὲν ἐδίηνεν, ὑπερῴην δ' οὐκ ἐδίηνε" κάλλους μέν ἐστι σχῆμα, ὅμοιον τῷ "ταξιάρχους παρ' ὑμῶν, ἱππάρχους παρ' ὑμῶν" ἑλκυσθὲν δὲ καὶ εἰς παροιμίαν λέγεται ἐπὶ τῶν μικρά τινα δωρουμένων, δι' ὧν χείλη μὲν ὑγραίνεται, εἰς δὲ τὸ κατὰ στόμα ὑπερῷον ὑγρότης οὐκ ἄνεισι. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν λόγοις μὲν ὑποσχετικοῖς εὐφραινόντων, οὐ μὴν καὶ τῇ ἔνδον ἀγαθῇ διαθέσει. Δῆλον δὲ ὅτι ὑπερῴην λέγει τὸν κατὰ στόμα οὐρανόν, ἄμφω καλούμενον διὰ τὸ μετὰ ὕψους κατηρεφὲς καθ' ὁμοιότητα ὑπερῴου τε οἰκήματος καὶ οὐρανοῦ.

(v. 496) Ἀμφιθαλὴς δὲ παῖς ὁ ἀμφοτέρωθεν θάλλων ἤτοι εὐδαιμονῶν, ἤγουν ᾧ πατὴρ καὶ μήτηρ περίεισιν. ἅπαξ δὲ ἡ λέξις εἴρηται παρὰ τῷ ποιητῇ. ἑτεροθαλὴς μέντοι, ᾧ θάτερος τῶν φυσικῶν τούτων κλάδων ἀπέσπασται. καθ' ἣν ἔννοιαν καὶ παῖδες πατρὸς μὴ ὁμομήτριοι ἑτεροθαλεῖς λέγονται. ἐκ δὲ τοῦ τοιούτου θάλλειν καὶ θάλεά φησιν ἐν τούτοις ὁ ποιητὴς τὰ ἀγαθά, ὧν ἐμπίπλαται παῖς εὐδαίμονος πατρός, ὃς καὶ φίλον θάλος τοῖς γειναμένοις ἐστίν. οἱ δὲ παλαιοί, λέγοντες ὅτι ἀμφιθαλεῖς οἱ ἔχοντες ζῶντας τοὺς δύο γονεῖς, προστιθέασι καὶ ὅτι οἱ τοιοῦτοι τὰς τότε [666] εἰρεσιώνας διεκόσμουν. ἐν δὲ τοῖς Παυσανίου κεῖται ταῦτα· εἰρεσιώνη· θαλλὸς ἐλαίας ἐστεμμένος ἐρίῳ, προσκρεμαμένους ἔχων διαφόρους ἐκ γῆς καρπούς. τοῦτον ἐκφέρει παῖς ἀμφιθαλὴς καὶ τίθησι πρὸ θυρῶν τοῦ Ἀπόλλωνος ἱεροῦ ἐν τοῖς Πυανεψίοις. λέγεται γάρ, φησί, Θησέα, ὅτε εἰς Κρήτην ἔπλει, προσσχόντα Δήλῳ τῇ νήσῳ διὰ χειμῶνα εὔξασθαι Ἀπόλλωνι καταστέψασθαι κλάδοις ἐλαίας, εἰ τὸν Μινώταυρον κτείνας σωθῇ, καὶ θυσιάσειν. καὶ γοῦν τὴν ἱκετηρίαν ταύτην καταστέψας ἑψῆσαι λέγεται χύτρας ἀθάρας καὶ ἔτνους καὶ βωμὸν ἱδρύσασθαι. διὸ καὶ Πυανέψια λέγεσθαι, οἷον Κυαμέψια, διὰ τὸ πυάμους πρότερον τοὺς κυάμους καλεῖσθαι. ἦγον δὲ ἔσθ' ὅτε ταῦτα καὶ ἐπὶ ἀποτροπῇ λιμοῦ. ᾖδον δὲ παῖδες οὕτω "Εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλιτος κοτύλην καὶ ἔλαιον ἐπικρήσασθαι καὶ κύλικ' εὔζωρον, ἵνα μεθύουσα καθεύδῃ". μετὰ δὲ τὴν ἑορτὴν ἔξω ἀγρῶν τιθέασι παρὰ τὰς θύρας. Κράτης δέ φησιν ἀφορίας ποτὲ κατασχούσης Ἀθήνας θαλλοὺς καταστέψαντας ἐρίοις ἱκετηρίαν ἀναθεῖναι Ἀπόλλωνι. [Ἀλλαχοῦ δὲ λέγεται καὶ ὅτι στέμμα λευκὸν καὶ φοινικοῦν ἀπήρτητο τοῦ θαλλοῦ καὶ ὅτι προὐτίθετο ἱκεσία τῷ Ἀπόλλωνι, καθ' ἣν ἡμέραν οἱ περὶ Θησέα σωθῆναι δοκοῦσι, καὶ ὅτι καταχύσματα καὶ κύλικα οἴνου κεκραμένην καταχέοντες αὐτῆς ἐπέλεγον τὴν ῥηθεῖσαν ᾠδήν.] Δαιτὺν δὲ τὴν δαῖτα λέγει, ὡς τὸ βρωτὺν καὶ ἐδητύν.

(v. 497) Τὸ δὲ "πεπληγώς" νῦν μὲν ἐνέργειαν δηλοῖ, τεθὲν ἀντὶ τοῦ πλήξας, σημαίνει δέ ποτε καὶ πάθος κατ' ἔθος ἐνεργητικοῦ μέσου παρακειμένου. Τὸ δὲ "ὀνειδείοις" ἐλλέλειπται τοῦ ἐπέεσσι. Τὸ δὲ "ἐνίσσων", ὅ ἐστι κακολογῶν, ἐκ τοῦ ἐνίπτω παρῆκται, ἀφ' οὗ ἐνιπή, ἡ [667] δι' ἐπέων ἐπίπληξις, ὧν προηγεῖται τὸ ἐνέπω.

(v. 498) Τὸ δὲ "ἔρρε", καὶ ἑξῆς ὁ στίχος ὅλος εὐτελὲς τῇ διανοίᾳ ἐστὶ καὶ εὐπερίγραπτον. ἠθοποιΐα γάρ ἐστιν ὡς ἀπὸ νηπίου μὴ δυναμένου κάλλιον λαλεῖν.

(v. 499) Τὸ δὲ "δακρυόεις δέ τ' ἄνεισι πάϊς ἐς μητέρα χήρην" δύναται καὶ αὐτὸ προσνεμηθῆναι τοῖς ἀνωτέρω αὐτοῦ κειμένοις ἐννέα στίχοις τοῦ γνωμικοῦ, εἶτα ἐπάγεσθαι ἀσυνθέτως κατὰ ἀπόστασιν τὸ "Ἀστυάναξ", ὡς εἴπερ εἰπὼν ἐν τοῖς δέκα στίχοις ὅτι τάδε καὶ τάδε, καθολικῶς εἰπεῖν, πάσχει ὁ ὀρφανικὸς παῖς, εἶτα ἐπέφερεν ὅτι ὁποῖος καὶ Ἀστυάναξ, ἢ τοιοῦτος καὶ ὁ Ἀστυάναξ, ἢ ἄλλο τι τοιοῦτον. [Ὡς δὲ ὁ Ὁμηρικὸς Ἀστυάναξ δριμέως πέπαικται καὶ ἐπί τινος δυσκινήτου τὰ εἰς λαγνείαν ἀπὸ τοῦ στύειν, ὃ κεῖται παρὰ τῷ Κωμικῷ, δεδήλωται καὶ ἀλλαχοῦ, καὶ ὅτι ἐκ τοῦ στύειν γίνεται καὶ ὁ ἄστυτος, οἷον παρὰ Ξενάρχῳ "Πελοπιδῶν ἄστυτος οἶκος", ἤγουν ἄκαρπος, ἄγονος, καὶ "φθίνει δόμος ἀστύτοισι δεσποτῶν κεχρημένος τύχαις". Φασὶ δὲ κατὰ τὴν παρὰ τῷ Ἀθηναίῳ ἱστορίαν καὶ θρίδακα τὴν ἐκ γενέσεως πλατύφυλλον καὶ τετανὴν καὶ ἄκαυλον ἀστύτιδα καλεῖσθαι ὑπὸ γυναικῶν, εὐνοῦχον δέ γε ὑπὸ τῶν Πυθαγορείων, ἐπειδή, φησίν, ἀσθενεῖς εἰσι πρὸς τὰ κατ' Ἀφροδίτην οἱ συνεχῶς χρώμενοι θρίδαξι. διὸ καὶ δοκεῖ τὸ φυτὸν μισητὸν εἶναι τῇ Ἀφροδίτῃ τά τε ἄλλα καὶ κατὰ μῦθον Κύπριον, ὃς λέγει Ἄδωνιν καταφυγόντα εἰς θρίδακα ὑπὸ κάπρου ἀναιρεθῆναι. δοκεῖ δὲ καὶ ἡ τρίγλη ἄστυτις εἶναι, ὡς δῆλον ἐκ τοῦ "οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι", ἤγουν ἐράστρια τοῦ κατ' ἄνθρωπον σπερματικοῦ νεύρου. διὸ ἐπάγει "καὶ στύματα μισεῖ", ἤγουν αἰδοίου τάσεις. τὸ δὲ τοιοῦτον νεῦρον Ἀριστοφάνης ἐν Ὄρνισι κοινῶς εἶπεν, ὡς οἱ πολλοὶ λέγουσιν, οἱ δὲ σεμνότεροι δέμας καλοῦσι. καὶ [668] κατῆρξεν εἰς τοῦτο Πλάτων ὁ Κωμικός, εἰπὼν περὶ βολβοῦ, ὃς πολὺς ἐν Ἀθήναις φύεται, ὅτι τὸ δέμας ἀνορθοῖ, τουτέστι τὸ αἰδοῖον ἐντείνει. τοιοῦτον γὰρ φύσει κατὰ ἰδιότητα ὁ βολβός.]

(v. 500) Τὸ δὲ "ἐπὶ γούνασι πατρός" συγκροτεῖται ὑπὸ τοῦ "παῖδες ἐν γούνασι παππάζουσι", καὶ "ἐπ' ἐμοῖς ἐγὼ γούνασι καθίσας", καὶ "δακρυόεσσα γούνασι πατρὸς ἐφέζετο". [Ὅτι δὲ παππάζειν τὸ πάππαν ἤγουν πατέρα προσφωνεῖν, προδεδήλωται. χρῆσις δέ, φασίν, αὐτοῦ παρὰ Φιλήμονι ἐν τῷ "Ἀγύρριος δὲ παρατεθέντος καράβου, ὡς εἶδεν αὐτόν "χαῖρε πάππα φίλτατε εἴπας", ἤγουν εἰπών, "τὸν πατέρα κατήσθιεν". ἦν γὰρ ἴσως ὁ Ἀγύρριος υἱὸς Καράβου τοῦ φιλίχθυος.]

(v. 501) Τὸ δὲ "μυελὸν οἶον" πιθανὸν ποιεῖ καὶ τὸ τὸν Ἀχιλλέα κατά τινας οὕτως ἐκτραφῆναι.

(v. 502) Τοῦ δὲ "νηπιαχεύων" πρωτότυπον τὸ νηπιάχων ἐστί.

(v. 503) Τὰς δὲ ἀγκάλας ἀγκαλίδας εἰπὼν συνυποκορίζει αὐτὰς τῇ βραχύτητι τοῦ ἐγκοιμωμένου αὐταῖς βρεφυλλίου. ἐμνήσθημεν δέ που καὶ πρὸ τούτου ἀγκαλίδων, ἐξ ὧν οὐ μόνον οἱ, ὡς ἐκεῖ ἐγράφη, ἀγκαλιδαγωγοί, ἀλλὰ καὶ ἀγκαλιδαγωγεῖν κατὰ Παυσανίαν τὸ ἀγκαλίδας ἄγειν ἐπὶ κτηνῶν ἢ πλοίου, οὐκ αὐτὸν φέροντα. τοῦτο γὰρ ἀγκαλιδοφορεῖν. ὥστε ὁμώνυμον καὶ ἡ ἀγκαλίς, οὐ μόνον Ὁμηρικῶς ἀγκάλην δηλοῦσα, ἀλλὰ καὶ δεσμὸν ξύλων ἢ τοιούτων τινῶν. Κοιμᾶσθαι δὲ ἐν ἀγκάλαις ὁ παῖς λέγεται ἢ ὡς συγκοιμώμενος τῇ τιθήνῃ ἢ ὅτι καὶ ἄϋπνος ἐκείνη οὖσα εἶχέ τι λέκτρον σύμμετρον πρὸς ταῖς ἀγκάλαις, ἐν ᾧ ἐκάθευδεν ὁ παῖς, ὥς φασιν οἱ παλαιοί.

(v. 504) Θάλεα δέ, ὡς καὶ προείρηται, τὰ τοῦ θάλλειν αἴτια ἀγαθά, κεῖται δέ ποτε ἡ λέξις καὶ ἐπὶ φυτοῦ.

(v. 506) Τὸ δὲ "ἐπίκλησιν" ἀντὶ τοῦ ἐπίκλην, ὡς προδεδήλωται. διώνυμος γὰρ ὁ Ἀστυάναξ, τῷ μὲν κυρίῳ Σκαμάνδριος καλούμενος καθ' Ὅμηρον, ὡς καὶ πρὸ τούτων δεδήλωταί που, ἐπίκλην δὲ ὁ Ἀστυάναξ. διὰ τί; διότι, φησί, μόνος σύ, ὦ Ἕκτορ, "ἔρυσο", τουτέστιν ἐφύλασσες, "πύλας αὐτοῖς καὶ τείχεα μακρά", ὡς εἶναι τὸ ἐπώνυμον ὄνομα τῷ βρέφει οὐ δι' ἑαυτό, ἀλλὰ διὰ τὸν πατέρα, ὡς καὶ Ὀδυσσεὺς τοὔνομα διὰ τὸν πάππον εἶχεν Αὐτόλυκον, καθὰ καὶ ἐν Ὀδυσσείᾳ [669] δηλοῦται, καὶ ὡς ἡ Κλεοπάτρα ἐν ταῖς Λιταῖς Ἀλκυόνη ἐπικληθῆναι ἱστόρηται διὰ τὸ πενθητικὸν τῆς μητρός. Καὶ ὅρα ὅτι Ἀστυάναξ οὐχ' ὡς ἁπλῶς βασιλέως ὄντος τοῦ πατρός, ἀλλ' ὡς ἐρυομένου τὸ ἄστυ, τουτέστι φυλάσσοντος, ὃ δὴ ἔργον ἄνακτος, ὃς ἀπὸ τοῦ ἀνακῶς ἔχειν, ὅ ἐστιν ἐπιμελῶς, ἐτυμολογούμενος, ὡς ἐν ἄλλοις ἐρρέθη, πόλεών ἐστιν ἐπιμελητής, καὶ ὡς οὕτως εἰπεῖν, ἐρυσίπτολις. τοῦτο γὰρ δηλοῖ τὸ "ἔρυσο πύλας καὶ τείχεα μακρά". ὁ δὲ τόπος οὗτος τρόπου ἐστὶν ἐτυμολογικοῦ, οὗ χάριν καὶ ἡ τοῦ Ἀστυάνακτος ἐπανάληψις γέγονεν. Ἰστέον δὲ ὅτι καὶ αὐτὸ τοῦτο τὸ Ἕκτωρ ὄνομα τῆς τοῦ ἥρωος περὶ τὴν πόλιν φυλακτικῆς προμηθείας ἐστὶ σημαντικὸν καὶ τῆς, ὡς εἰπεῖν, συγκρατήσεως. ταὐτὸν γὰρ Ἕκτωρ εἰπεῖν καὶ συνοχεύς, ἤτοι κρατητής, ὡς δηλοῖ καὶ Λυκόφρων, εἰπὼν τὰς ἀγκύρας "ἕκτορας πλημυρίδος", ἤγουν ἐφεκτικὰς τῆς τῶν κυμάτων ῥύμης.

(v. 509) Εὐλαὶ δὲ καὶ νῦν σκώληκες σαρκῶν παρὰ τὸ εἰλεῖσθαι τροπῇ τοῦ ι εἰς υ.

(v. 511) Τὸ δὲ "χερσὶ γυναικῶν" εἶπεν, ὡς τοῦ ὑφαίνειν γυναιξὶ μόναις τότε ἀνειμένου.

(v. 514) Τὸ δὲ "ἀλλὰ πρὸς Τρώων καὶ Τρωιάδων κλέος εἶναι" δυσκόλως μὲν πέφρασται, δηλοῖ δὲ τὸ ἀλλ' ἔστω σοι κλέος ἡ τῶν ἱματίων καῦσις ἔμπροσθεν πάντων τῶν ἐν τῇ Τροίᾳ, ὁμοίως τῷ "πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων", ἤγουν ἔμπροσθεν θεῶν καὶ ἀνθρώπων, ἵνα λέγῃ ὅτι οὐδὲν μέν σοι ὄφελος τοῦ καταφλεχθῆναι πυρὶ τὰ εἵματα, ἐπεὶ οὐδὲ ἐγκεῖσθαι μέλλεις αὐτοῖς, ὃ δὴ ὄφελός τί ἐστι τοῖς κεκτημένοις εἵματα, ὅμως δὲ κλέος σοι ἔσονται. "τὸ γὰρ γέρας ἐστὶ θανόντων". Ἰστέον δὲ ὅτι τε πολλὰ καὶ τοῦ κατὰ τὴν Ἀνδρομάχην Ὁμηρικοῦ τούτου χωρίου εἰς πεζογραφίαν [670] παρελκύσει τις κατὰ λόγον παραπλοκῆς, καὶ μᾶλλον ὅτε χηρείαν τις ἢ ὀρφανίαν ἀποδύρεται, καὶ ὅτι ἐντεῦθέν τις πενητεύων μεταλαβὼν συγκριτικῶς ἐπὶ ἀνηλεοῦς καὶ σμικροδώρου ἐρεῖ, ὡς κρεῖττον χείλεα μὲν διῆναι, ὑπερῴην δὲ μὴ διῆναι ἤπερ ἐκ δαιτύος στυφελίξαι χερσὶ πεπληγότα.

(v. 501-503) Τὸ δὲ μυελὸν ἐσθίειν καὶ θρεμμάτων δημοὺς ἐπὶ τρυφώντων ῥηθήσεταί ποτε καθ' ὁμοιότητα τοῦ ἀληλεσμένου βίου, ὥσπερ καὶ τὸ εὕδειν ἐν λέκτροις εὐνῇ ἐν μαλακῇ θαλέων ἐμπλησάμενον κῆρ.

(v. 503) Εἰ δὲ καὶ κακόβιος ὁ τρυφῶν, προσαρμόσει καὶ τὸ "ἐν ἀγκαλίδεσσι" τῆς δεῖνος.

(v. 513) Τὸ δὲ "οὐδέν σοί γ' ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς" νῦν μὲν ἐπὶ ἀνδρὸς εἴρηται μάτην σχόντος ὑφάσματα πολλά, παρῳδηθέντος δὲ τοῦ "οὐκ ἐγκείσεαι" εἰς τὸ "οὐ χρήσεαι" σκῶμμα ἔσται εἰς πολυχρήμονα φειδωλόν. κυριολεκτεῖται δ' ἐνταῦθα τὸ "ἐγκείσεαι". τὸ μέντοι κοινῶς ἐγκεῖσθαι λεγόμενον, οἷον τὸ καρδίαν ἐπιμελῶς ἐγκεῖσθαι περὶ πονηρὰ καὶ εἴ τι τοιοῦτον, ἐπὶ ἐνστάσεώς τινος καὶ ἐπιμονῆς λαμβάνεται. Ἰστέον δὲ ὅτι τὸ "οὐδὲν σοί γ' ὄφελος" ἀσυνδέτως φρασθέν, καθὰ καὶ ἄλλα πρὸ αὐτοῦ διὰ τὴν ἀγωνίαν τοῦ λαλοῦντος προσώπου, δύναται καὶ ἐλλιπῶς ἔχειν, ἵνα λείπῃ σύνδεσμος αἰτιολογικός, οἷον ὁ γαρ ἢ ὁ ἐπει, ὡς λεγούσης τῆς Ἀνδρομάχης "ἐπεὶ οὐδέν σοί γ' ὄφελος" ἢ "οὐδὲν γάρ σοί γ' ὄφελος".