Μετάβαση στο περιεχόμενο

Παρεκβολαί εις την Ομήρου Ιλιάδα/Εκ των της ζήτα ραψωδίας

Από Βικιθήκη
Παρεκβολαὶ εἰς τὴν Ὁμήρου Ἰλιάδα
Συγγραφέας:
Ἐκ τῶν τῆς ζῆτα ῥαψῳδίας


ΕΚ ΤΩΝ ΤΗΣ ΖΗΤΑ ΡΑΨΩΙΔΙΑΣ

[231] Ὅτι ἐπιγράφεται ἡ ζῆτα ῥαψῳδία κατὰ μὲν σύντομον πεζολογίαν "Ἕκτορος καὶ Ἀνδρομάχης ὁμιλία", ἐμμέτρως δὲ "ζῆτα δ' ἂρ Ἀνδρομάχης καὶ Ἕκτορός ἐστ' ὀαριστύς".

(v. 1-4) Λέγει δὲ ὁ ποιητὴς ἐν καταρχῇ ταύτης τὸ "Τρώων δ' οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή· πολλὰ δὲ ἔνθα καὶ ἔνθα ἴθυσε μάχη πεδίοιο ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα", ἤγουν ἀκοντιζόντων κατ' ἀλλήλων, "μεσσηγύς", ὅ ἐστι μέσον, "Σιμόεντος καὶ Ξάνθοιο ῥοάων", τῶν Τρωϊκῶν ποταμῶν.

(v. 2) Τοῦ δὲ ἰθύειν, ὅ ἐστιν ὁρμᾶν, ἡ χρῆσις καὶ παρ' Ἡροδότῳ παθητικῶς ἐν τῷ "ἰθύοντο στρατεύεσθαι". ἀφ' οὗ καὶ ἰθύς ἡ ὁρμή, οἷον "ἄριστοι πᾶσαν ἐπ' ἰθὺν μάχεσθαί τε φρονέειν τε".

(v. 58) Ἐν δὲ τῷ οὕτω τὴν μάχην ἰθύειν "πρῶτος", φησίν, "Αἴας Τελαμώνιος, ἕρκος Ἀχαιῶν, Τρώων ῥῆξε φάλαγγα, φόως δ' ἑτάροισιν ἔθηκεν ἄνδρα βαλὼν ἠΰν τε μέγαν τε" Ἀκάμαντα, ὃς ἄριστος ἦν ἐνὶ Θρῄκεσσιν.

(v. 1) Ἰστέον δὲ ὅτι τὴν μάχην θεῶν μονωθῆναι λέγει, Ἄρεος δηλαδὴ καὶ Ἀθηνᾶς, καὶ ὅλως τῶν δαιμονιωδῶν ἐπεισοδίων, ὥστε μόνην αὐτὴν μεῖναι καθ' ἑαυτήν. Ποιεῖ δὲ τοῦτο, ἵνα μὴ τῇ συνεχείᾳ τῶν τοιούτων μύθων κατασμικρύνῃ τοὺς ἥρωας ὡς μὴ ἀριστοπραγοῦντας οἴκοθεν. ἔχει δέ τι μυθικὸν καὶ οὕτω πάλιν ὁ λόγος. βούλεται γὰρ τοὺς μὲν ἄλλους θεοὺς ἀπελθεῖν, μόνην δ' αὐτὴν τὴν σωματοειδῆ μάχην παρεῖναι τοῖς Τρωσὶ καὶ τοῖς Ἕλλησιν. Ἔοικε δέ πως καὶ προεκθέσει. προαναφωνεῖ γὰρ ὡς ἡ παροῦσα [232] ῥαψῳδία οὐκ ἔχει δαιμόνια πρόσωπα. [Φάναι δὲ ἄλλως κάλλιον, προεκτίθεται ὁ ποιητής, ὡς εἰ καὶ καλῶς ἐνταῦθα καὶ γλυκέως καὶ σεμνῶς γράψει καὶ ὡς οὐκ ἂν ἄλλος τις, ὅμως πρὸς ἱστορίαν ὑπτιώτερον λαλήσει καὶ ὡς εἰπεῖν ἀνθρωπίνως, οὐ μὴν καθ' ὕψος δαιμόνιον τερατευσάμενος ἐκπλήξει τὸν ἀκροατὴν ὡς αὐτῷ σύνηθες.]

(v. 2) Ἰστέον δὲ ὅτι τὸ "ἔνθα καὶ ἔνθα ἴθυσεν ἡ μάχη" ἐξήγησις οἷόν ἐστι τοῦ πολυάϊκος πολέμου. ταὐτὸν γὰρ τὸ πολυάϊξ καὶ τὸ ἔνθα καὶ ἔνθα τὴν μάχην ἰθύειν.

(v. 3) Σημείωσαι δὲ καὶ ὅτι εἰπὼν "ἴθυσεν ἡ μάχη" ἐπάγει "ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα", οἱονεὶ λέγων ὅτι τοῦτό ἐστιν ἰθύειν τὴν μάχην τὸ τοὺς μαχομένους κατ' ἀλλήλων, ὡς ἐρρέθη, ἰθύνειν τὰ δόρατα. Ἐνταῦθα δὲ δῆλον καὶ ὅτι τὸ ἰθύνω ἐκ τοῦ ἰθύω γίνεται, ὡς δύω δύνω, πλύω πλύνω, χύω χύνω. Ἀττικῶς δὲ εἴρηται τὸ "ἰθυνομένων κατ' ἀλλήλων δοῦρα", ἤγουν ἰθυνόντων. [Δῆλον οὖν ὡς Ὁμηρικῶς ἔγραψεν Ἡρόδοτος τὸ "ἰθύοντο μάχεσθαι", ἤγουν ὥρμων.]

(v. 4) Ὅρα δὲ καὶ ὅτι μεταξὺ Σιμόεντος καὶ Ξάνθου τὰ τῆς μάχης διάκεινται ἐν τῷ λειμῶνι, ὃν φθάσας πεδίον εἶπε Σκαμάνδριον ἀπὸ ἑνὸς τῶν δύο ποταμῶν, ἤγουν Ξάνθου τοῦ καὶ Σκαμάνδρου. Ἐνταῦθα δὲ μνηστέον καὶ τοῦ Γεωγράφου εἰπόντος, ὅτι ἰδίως Τρωϊκὸν πεδίον τὸ Σιμοείσιον καὶ τὸ Σκαμάνδριον, ἔνθα οἱ πλεῖστοι ἀγῶνες, ὡς καὶ προγέγραπται.

(v. 5) Ὅρα δὲ καὶ ὡς τῆς μάχης μονωθείσης εὐδοκιμεῖ ὁ Τελαμώνιος, οἷα τῶν μὲν ἄλλων παρουσίᾳ θεοῦ ἀνδριζομένων, τοῦ δὲ Αἴαντος καθ' ἑαυτόν. Διὸ καὶ ὁ Σοφοκλῆς πλάττει αὐτὸν ἀλαζονευόμενον καὶ λέγοντα πρὸς Ἀθηνᾶν, ὡς ἄλλοις πέλας παρίστασο, καθ' ἡμᾶς δ' οὔποτ' ἐκρήξει μάχη. Τὸ δὲ "ἕρκος Ἀχαιῶν" ἐλλειπτικῶς εἴρηται ἀντὶ τοῦ "ἕρκος Ἑλλήνων [233] ἐν μάχῃ". διὸ ἀλλαχοῦ ἐντελέστερον λέγει "ἕρκος ἔμεν πολέμοιο". Ἕρκος δὲ τὸ τεῖχος. ὅθεν μεταλαβὼν ὁ Θεόκριτός φησι τὸν Ἀχιλλέα "πύργον ἀϋτῆς", ἤγουν τεῖχος πολέμου, [παρασυλήσας ἐξ Ὁμήρου εἰπόντος ὡς μέγα πᾶσιν Ἀχαιοῖσιν ἕρκος ἐστὶ πολέμου.]

(v. 6) Ὅρα δὲ καὶ ὅπως ἑνὸς ἀριστέως πεσόντος μέγα γίνεται τοῖς ὁμοεθνέσι κακόν. ἄριστον γάρ τινα, ὡς ἐρρέθη, βαλὼν ὁ Αἴας ὅλην ἔρρηξε φάλαγγα Τρώων, ἤγουν διέλυσε, διέρρηξε, Τρωϊκὸν πολὺν συνασπισμόν. Ἐκ τούτου δὲ δῆλον ὅτι καὶ αὐτὸς ῥηξήνωρ δύναται νῦν κατὰ τὸν Ἀχιλλέα λέγεσθαι. Ἐν δὲ τῷ "φόως ἑτάροις ἔθηκε" φῶς τὴν νίκην φησί, διότι οἱ νικώμενοι ὡς ὑπὸ σκότῳ εἰσί. καὶ ἐν τοῖς ἑξῆς δὲ ἐρεῖ "αἴ κέν τι φόως ἑτάροισι γένοιο", φῶς καὶ ἐκεῖ τὴν νίκην λέγων. Ζητητέον δὲ ἐνταῦθα καὶ τὰ τοῦ Πινδάρου περὶ τῶν ἡττωμένων, [οἷς ἐπίκρυφον οἶμον ἐκεῖνος εἶναί φησι διὰ τὸ κεκρύφθαι καὶ ὀκνεῖν ὑπὸ φωτὶ ζῆν ἐν τῷ αἰσχύνεσθαι τοὺς ὁρῶντας.] Τοῦ δὲ φόως τὸ σκευώρημα κατὰ τὸ γαλόως. ὡς γὰρ φῶς φόως, οὕτω καὶ γάλως γαλόως, ἴσως δὲ καὶ Κῶς Κόως, "Κόων δὲ εὖ ναιομένην".

(v. 14) Ὅτι πλούσιος καὶ πάνυ φιλόξενος ὁ ἐξ Ἀρίσβης Τευθρανίδης Ἄξυλος. Φησὶ γὰρ "ἀφνειὸς βιότοιο, φίλος δ' ἦν ἀνθρώποισι. πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων". Διὸ καὶ ἀπὸ τοῦ ἄγω ἄξω ἐτυμολογοῦσιν αὐτόν, ὡς πάντας εἰς ξενίαν ἄγοντα, ταὐτὸν δ' εἰπεῖν, ξεναγοῦντα καὶ καλοῦντα. ὅθεν καὶ ὁ θεράπων αὐτῷ Καλήσιος, ἐκ τοῦ καλῶ καλήσω, ὡς αἰνῶ αἰνήσω.

(v. 13) Ἰστέον δὲ ὅτι τὸ Τευθρανίδης ἔλλειψιν ἔχει τοῦ τ. δηλοῖ γὰρ τὸν υἱὸν τοῦ Τεύθραντος. Τοιοῦτον καὶ τὸ τάλανος ἀπὸ τοῦ τάλας καὶ τὸ μέλανος ἐκ τοῦ μέλας. ἐλλείπει γὰρ καὶ ἐκεῖ τὸ τ, ὡς δηλοῖ τὸ ταλάντατος καὶ τὸ μελάντερον. Ἀρίσβη δὲ ἦν μὲν καὶ ἐν Λέσβῳ, πόλις ὁμώνυμος Ἀρίσβῃ τῇ Μάκαρος θυγατρί. [234] Ἐνταῦθα δὲ πόλιν τινὰ Τρῳάδα δηλοῖ ἄποικον, ὡς λόγος, Μιτυληναίων, κειμένην μεταξὺ Περκώτης καὶ Ἀβύδου, ὁμώνυμον Ἀρίσβῃ τῇ τοῦ Κρητὸς Τεύκρου. εἴρηται δὲ περὶ Ἀρίσβης καὶ ἐν Βοιωτίᾳ. [(v. 14) Τὸ δὲ "ἀφνειὸς βιότοιο" καινότερον πέφρασται, ὡς εἴπερ εἶπεν, εὔπορος βίου. τὸ δέ γε κοινότερον ἦν ἀφνειὸς βίοτον κατὰ τὸ "ἀνὴρ φρένας ἀφνειός".

(v. 15) Τὸ δὲ φίλος παρηχεῖ μετὰ τοῦ φιλέεσκε.] Τὸ δὲ "ὁδῷ ἔπι οἰκία ναίων" ἀντὶ τοῦ ἐν τῇ λεωφόρῳ οἰκῶν, ὃς δὴ τόπος πρόσφορος ξενοδόχῳ.

(v. 16 s.) Τοῦτον τὸν Ἄξυλον ὁ ποιητὴς ἀναιρῶν ὑπὸ τῷ Διομήδει φησὶν ὡς, εἰ καὶ πάντας ἐφίλει, ἤτοι ἐφιλοφρονεῖτο, "ἀλλά οἱ οὔ τις τῶν γε", ἤγουν τούτων, "τότ' ἤρκεσε λυγρὸν ὄλεθρον πρόσθεν ὑπαντιάσας". Τοῦτο δὲ οὐκ ἐπὶ ὀνείδει ὁ ποιητὴς λέγει καὶ φαυλισμῷ τῆς φιλανθρώπου φιλοξενίας, ὥς που καὶ προεγράφη, ἀλλὰ τὴν τοῦ μοιριδίου ἀνάγκην ὑποδηλοῖ. ὥσπερ οὖν ἐν ἄλλοις, οὕτω καὶ ἐν τούτοις ἁπλοϊκῶς τὸ κατὰ φύσιν τῆς ζωῆς τέλος ἀναφωνεῖ, ὡς τοῦ θανάτου πάντας ἀπάγοντος. Κατά τινας δὲ φαυλιστικὸς ὁ λόγος. ἀποδοκιμάζει γάρ, φασί, τὴν ἄκριτον φιλοξενίαν ὁ ποιητὴς οἷα χυδαίαν καὶ ἀσυντελῆ, ὡς μὴ καλὸν ὂν πάντας ἀκρίτως ξενίζειν καὶ αὐτούς, εἴ που τύχῃ, τοὺς φαυλοτάτους. Διὸ καὶ ὁ Πλάτων παρά τινι ξενισθεὶς ἀλλοδαπῷ καὶ θαυμάσας τὸν ἄνδρα, ὡς εἶδεν ἐκεῖνον καὶ εἰς δεύτερόν τινα καὶ εἰς τρίτον καὶ εἰς πλείονας ἔτι τὸ αὐτὸ ποιοῦντα, ἀπεπήδησε καὶ τὴν ξενίαν ἀπείπατο. οὐ γὰρ ἤθελε τοὺς τυχόντας ἀνθρώπους τῶν αὐτῶν τῷ σπουδαίῳ ἀξιοῦσθαι καὶ πάντας ἐν ἴσῳ κεῖσθαι παρὰ τῷ φιλοφρονουμένῳ. Ὅρα δὲ τὸ "ἤρκεσε λυγρὸν ὄλεθρον" ἐντελῶς ῥηθέν. δοκεῖ γὰρ τὸ ἤρκεσεν ἁπλῶς οὕτω λεγόμενον λείπεσθαί τινος αἰτιατικῆς, οἷον· οὔ οἱ ἤρκεσεν ὄλεθρον ἢ θάνατον ἢ τοιοῦτόν τι. Οὕτω καὶ τὸ μὲν "ἐτελεύτησε τὴν ζωήν" πλῆρές ἐστι, ὡς καὶ τὸ "ἀπέψυξε βίον" παρὰ Σοφοκλεῖ. τὸ δὲ ψιλῶς εἰπεῖν, ὡς ἐτελεύτησέ τις ἢ ἀπέψυξεν, ἐλλιπῶς ἔχει.

(v. 17) Ὅτι τὸ ἀνεῖλε "θυμὸν ἀπηύρα", ὅ ἐστιν ἀφείλετο, λέγει καὶ "ὑπέλυσε μένος [235] καὶ φαίδιμα γυῖα".

(v. 19) Τὸ δὲ ἔθανε "γαῖαν ἔδυ" φησίν. ὅθεν καὶ δύσις βίου οἷά τινος ἡλίου ὁ θάνατος λέγεται. Ὅτι τὸν ἡνίοχον ὑφηνίοχον λέγει πλεοναζούσης καὶ ἐνταῦθα τῆς προθέσεως. ἴσως δὲ καὶ ταὐτόν ἐστι τὸ ὑφηνίοχος τῷ δεύτερος ἡνίοχος, ὑποβεβηκώς, ὑφειμένος, ὑπό τινι μεγάλῳ καὶ πρώτῳ ἡνιόχῳ ταττόμενος, τῷ παραιβάτῃ δηλαδή, ὃς καὶ αὐτὸς ἡνίοχος ἐλέγετο. τὸν γοῦν Ἕκτορα θρασύν που ἡνίοχον καλεῖ. διὸ καὶ ὁ ὑπὸ τῷ τοιούτῳ μεγάλῳ ἡνιόχῳ καλῶς ἂν ὑφηνίοχος λέγοιτο.

(v. 21 s.) Ὅτι τὰς μὲν Νηρηΐδας ὁ μῦθος θαλασσίας δαίμονας ὑφιστᾷ, τὰς δὲ Νηΐδας τῶν γλυκέων ναμάτων προϊστᾷ, ὧν μία τις καὶ Ἀβαρβαρέη, ἥτις διδυμάονας ἔτεκέ τινας, Αἴσηπον καὶ Πήδασον, ὑπὸ τῷ ῥηθησομένῳ Λαομεδοντιάδῃ Βουκολίωνι, ὧν Αἴσηπος μὲν ὁμώνυμός τινι ποταμῷ, Πήδασος δὲ πολιχνίῳ τῷ μετ' ὀλίγα ῥηθησομένῳ.

(v. 23-26) Ὅτι διήγημα κἀνταῦθα μικτὸν ἐξ ἱστορίας καὶ μύθου παρεισάγει ὁ ποιητής, ὀλιγόστιχον μέν, γοργότητα δὲ ποιοῦν ἐξαιρετικὴν τῆς ἐν λόγῳ ὑπτιότητος, ἀρχόμενον καὶ αὐτὸ συνήθως ἀπὸ ῥήματος ὑπαρκτικοῦ. Φησὶ γάρ "Βουκολίων ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος, πρεσβύτατος γενεῇ. σκότιον δέ ἑ", ἤγουν αὐτόν, "ἐγείνατο μήτηρ", ἤτοι ἐκ λαθραίας μίξεως. ὅπερ ὁ Ἀπίων ἐξ ἀδᾳδουχήτων γάμων φησί. "Ποιμαίνων δ' ἐπ' ὄεσσι" καὶ αὐτός, ὡς καὶ ὁ τοῦ Πριάμου Ἀλέξανδρος καὶ ἄλλοι πολλοί, "μίγη" τῇ προσεχῶς ῥηθείσῃ Ἀβαρβαρέῃ νύμφῃ "φιλότητι καὶ εὐνῇ. ἣ δ' ὑποκυσαμένη", τουτέστιν ὑπ' αὐτοῦ ἔγκυος γενομένη, "διδυμάονε γείνατο παῖδε". Ὅτι δὲ ἕτερός ἐστιν ὁ σκότιος τοῦ παρθενίου καὶ τοῦ γνησίου, προείρηται. Ὅρα δὲ καὶ τὴν περιπέτειαν [236] τοῦ Βουκολίωνος. ἡ μὲν γὰρ κλῆσις αὐτῷ ἐκ τοῦ βουκολεῖν, ἡ δὲ τέχνη ποιμαντική. "ποιμαίνων" γάρ, φησίν, "ἐπ' ὄεσσι". Καὶ ἴδε καὶ νῦν ὅτι τὸ ποιμαίνειν ἐπὶ προβάτων κυριολεκτεῖ ὁ ποιητής. Τὸ δὲ "μίγη φιλότητι καὶ εὐνῇ" διαστολὴν ποιεῖ πρὸς τὰς λοιπὰς μίξεις, ὅ ἐστι συνουσίας, ἃς οἱ σοφοὶ ἐπὶ τῶν ἁπλῶς ὁμιλιῶν τιθέασι. Περὶ δὲ τοῦ διδυμάονες κεῖται ἐν ῥητορικῷ Λεξικῷ, ὅτι διδυμάονες μὲν οἱ κεχωρισμένοι τοῖς σώμασι, δίδυμοι δὲ οἱ συμφυεῖς, ὁποίους ὁ μῦθος πλάττει τοὺς Ἀκτορίωνας.

(v. 29-36) Σημείωσαι δὲ ὡς καὶ ἐνταῦθα ὁ ποιητὴς ἱστορίας παρεμπλέκει τοῖς φονευομένοις προσώποις, ὡς καὶ πρὸ τούτου, δυνάμενος μέν τινας αὐτῶν ἐν τῷ Καταλόγῳ θεῖναι, ἤγουν ἐν τῇ Βοιωτίᾳ, μὴ ποιήσας δὲ τοῦτο, ἀλλὰ ταμιευσάμενος αὐτὰς ἑκασταχοῦ, ἔνθα καιρός, εἰς ποικιλίαν τε τῆς ποιήσεως καὶ ἵνα μὴ ὁ Κατάλογος ἐκεῖνος μακρότερος τοῦ δέοντος γένοιτο. Φιλοτιμεῖται δ' ἐνταῦθα καὶ τὸ τῆς φράσεως Λακωνικόν, ἤγουν γοργόν, τιθεὶς ἐν ἔπεσιν ἑπτὰ κατὰ ἕκαστον στίχον τόν τε πεφονευμένον καὶ τὸν φονεύσαντα, καὶ τοῦτο μετὰ τῆς συνήθους ποικιλίας. τοὺς μὲν γὰρ μετὰ ἐπιθέτων προάγει, ὅπως ἂν τύχῃ, τοὺς δὲ ἁπλῶς οὕτως ἐν μόνῳ ὀνόματι. καὶ στίχον μὲν ἕνα ἐκ τῶν ἑπτὰ συναπαρτίζει τῷ πεσόντι καὶ τῷ ῥίψαντι εἰπὼν "Ἄστυλον δ' ἂρ ἔπεφνε μενεπτόλεμος Πολυποίτης". Τῶν δὲ λοιπῶν στίχων οἱ μὲν καὶ δευτέρου ἔπους εἰς ἀπαρτισμὸν ἐννοίας προσεφάπτονται, [ὡς καὶ ὁ περὶ Ὀδυσσέως], οἱ δὲ συντομώτερον ἐν ἡμιστιχίῳ τὴν ἔννοιαν ἀπαρτίζουσιν, οἷον "Φύλακον δ' ἕλε Λήϊτος ἥρως", καὶ "Τεῦκρος δ' Ἀρετάονα δῖον" ἢ "Τεῦκρος δ' ἂρ Ἐτάονα δῖον", καὶ "Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων", καὶ "Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν". Ἔχουσι δὲ οἱ τοιοῦτοι στίχοι καὶ ῥημάτων ὁμοτίμων πλοῦτον ἐν τῷ ἔπεφνε [237] καὶ ἐξενάριξε καὶ ἐνήρατο καὶ εἷλε. Τινὲς δὲ καὶ ἄνευ ῥημάτων προάγονται κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα, οἷον "Τεῦκρος Ἀρετάονα" καὶ "Ἔλατον Ἀγαμέμνων". οὕτω καὶ ἐν τούτοις ποικίλος ὁ ποιητής.

(v. 21) Ὅτι ἡ μὲν πρὸς Καρία καὶ Ἁλικαρνασῷ Πήδασος ἀπὸ Πηγάσου τοῦ ἵππου, ὥς φασι, καλεῖται, ὑφ' οὗ καὶ περιεγράφη. ὑπέσχοντο γὰρ οἱ ἐκεῖ κατὰ τὴν ἱστορίαν τῷ Βελλεροφόντῃ χώραν δώσειν, ἣν ἵππος νυχθημέρῳ περιτροχάσει. διὸ καὶ χάραγμα ἵππου ἔχουσιν οἱ ἐκεῖ. Ἔστι δὲ καὶ ἄλλη Πήδασος Τρωϊκὴ ὀχυρωτάτη, ἡ πάλαι Μονηνία, ἧς ἐνταῦθα κατὰ τοὺς ἀκριβεστέρους μεμνῆσθαι δοκεῖ ὁ ποιητής. ἣν πολιορκῶν Ἀχιλλεὺς καὶ δι' ὀχυρότητα μέλλων ἄπρακτος ὑποχωρεῖν εἷλεν ἄλλως ἐκ προδοσίας. παρθένος γὰρ ἔσω τειχῶν οὖσα καὶ τοῦ Ἀχιλλέως ἐρασθεῖσα ἐπέρριψε μῆλον, ἐν ᾧ ἔγραψε τάδε "μὴ σπεῦδ', Ἀχιλλεῦ, πρὶν Μονηνίαν ἕλῃς. ὕδωρ γὰρ οὐκ ἔνεστι, διψῶσι κακῶς". ὁ δ' ἐπιμείνας εἷλε τὴν πόλιν σπανίζουσαν ὕδατος. Ἔστι δὲ ἐνταῦθα τὸ περὶ Πηδάσου Ὁμηρικὸν ῥητὸν τοιοῦτον "ναῖε δὲ Σατνιόεντος παρ' ὄχθας Πήδασον αἰπεινήν". Καὶ περὶ μὲν Σατνιόεντος ὁ Γεωγράφος φησίν, ὅτι τινὲς Σαφνιόεντα λέγουσιν, ἔστι δὲ χείμαρρος μέγας, ὃν ὁ ποιητής, φησίν, ὀνομάσας ἄξιον μνήμης πεποίηκε. Περὶ δὲ Πηδάσου ἱστορεῖ, ὡς οἱ περὶ Πήδασον Λέλεγες, μεταξὺ οἰκοῦντες Δαρδανίων καὶ Κιλίκων τῶν Τρωϊκῶν, ἐκπορθηθέντες ὑπ' Ἀχιλλέως, μετέστησαν εἰς Καρίαν καὶ κατέσχον χωρία περὶ Ἁλικαρνασόν. καὶ ἡ μὲν Πήδασος ἡ ἐκλειφθεῖσα ὑπ' αὐτῶν οὐκ ἔστιν, ἐν δὲ τῇ μεσογείῳ τῆς Ἁλικαρνασοῦ πόλις τὰ Πήδασα καὶ χώρα Πηδασίς. ἐφαίνοντο γοῦν ἐν Καρίᾳ καὶ Μιλήτῳ Λελέγων τάφοι καὶ ἐρύματα. μετὰ δὲ τοὺς Λέλεγας οἱ καθ' Ὅμηρον Κίλικες. Ὁ δ' αὐτὸς ἐν ἄλλοις λέγει καί, ὅτι Πήδασον τὴν τῶν Λελέγων καὶ Θήβην καὶ Λυρνησόν, τὰ ἀντικείμενα τῇ Λέσβῳ, εἷλεν Ἀχιλλεύς. Ὅτι δὲ καὶ Εὐρωπαία πόλις Πήδασος, ἡ νῦν Μεθώνη ἢ Κορώνη, ἐν ἄλλοις δεδήλωται. ἥτις καὶ [238] μία ἦν τῶν ἑπτὰ τοῦ Ἀγαμέμνονος πόλεων ἐν Πελοποννήσῳ

(v. 39) Ὅτι βλάπτεσθαι καὶ βλαφθῆναι κυρίως ἐπὶ τοῦ προσκόπτειν καὶ ἐμποδίζεσθαι, οἷον "ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ". ἐξ αὐτοῦ δὲ καὶ τὸ πτώματος ἢ νόσου ἀναστῆναι ἀνασφῆλαι λέγεται. Ἀντίκειται δὲ τῷ σφάλλεσθαι τὸ ὀρθοῦσθαι, ταὐτὸν δ' εἰπεῖν, κατορθοῦσθαι, ὡς δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ "ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς". Χρηστότερον δὲ πολλάκις ποιηταῖς τὸ βλαφθῆναι ἤπερ τὸ βλαβῆναι, ὡς καὶ ἐν ἄλλοις δηλοῦται. δηλοῖ δ' αὐτὸ καὶ τὸ "τοιοῦδ' ἀποβλαφθεῖσαν ἀρτίως φίλου". Μυρίκη δὲ φυτόν ἐστι αὐτομάτως ἐν πεδίῳ φυόμενον, ὅπερ καὶ εἰσάρτι παρὰ Πελοποννησίοις καὶ ἑτέροις φυλάσσει τὸν τῆς κλήσεως ἀρχαϊσμόν.

(v. 3840) Ἰστέον δὲ ὅτι καὶ ἐν τῷ χωρίῳ τούτῳ κεῖνται τρεῖς ἐφεξῆς μετοχαὶ ἀσύνδετοι. Φησὶ γὰρ "ἵππω ἀτυζομένω πεδίοιο", ἤγουν σκιρτῶντες καὶ ᾄττοντες κατὰ πεδιάδος ἢ ἀτώμενοι, ὡς μετ' ὀλίγα φανεῖται, "ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα ἄξαντ' ἐν πρώτῳ ῥυμῷ", ὅ ἐστι θραύσαντες, κλάσαντες, κατὰ ῥυμόν, "αὐτὼ μὲν ἐβήτην" καὶ ἑξῆς.

(v. 40) Σημείωσαι δὲ ὡς ἐπὶ ἅρματος μὲν ῥυμὸς λέγεται παρὰ τὸ ῥύω, τὸ ἑλκύω, οὕτω δὲ καὶ ἐπὶ ἀπήνης. ἐπὶ δὲ ἀρότρου ἱστοβοεὺς παρὰ Ἡσιόδῳ, [239] βαρβαριζόμενος νῦν παρὰ πολλοῖς, οἵ φασιν αὐτὸν σταβάριον ὡς οἷον ἱστοβοάριον. ξύλινα δὲ καὶ ἀμφότερα, ὁ ῥυμός τε καὶ ὁ ἱστοβοεύς. Τὸ μέντοι ἄμπρον, ἐξ οὗ παρὰ Λυκόφρονι τὸ ἀμπρεύειν, οὐ τοιοῦτόν ἐστιν. Ἄμπρον γάρ, φασί, σχοινίον, ᾧ ἐχρῶντο ἀντὶ ῥυμοῦ, μέσῳ τεταμένῳ τῶν ἑλκόντων ζεύγων. Ὅρα δὲ τὸ ἐν πρώτῳ ῥυμῷ ἀντὶ τοῦ ἐν ἄκρῳ. Οὐ γὰρ δήπου νοητέον ἅρμα πολύρρυμον. τοιαῦτα γὰρ οὐκ οἶδεν ὁ ποιητής, ἀλλὰ παρὰ τοῖς ὕστερον ἐπινενόηνται, ὡς καὶ ἀλλαχοῦ δηλοῦται.

(v. 41) Ὅτι ὥσπερ τὸ φέβεσθαι, οὕτω καὶ τὸ φοβεῖσθαι ἀντὶ τοῦ φεύγειν ἀεὶ κεῖται παρὰ τῷ ποιητῇ, ὁποῖον καὶ ἐνταῦθα τὸ ὅπου "οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο".

(v. 42 s.) Ὅτι ἑρμηνεύων ἐνταῦθα ὁ ποιητής, τίς ἐστιν ὁ πρηνής, λέγει "ἐκ δίφρου παρὰ τροχὸν ἐξεκυλίσθη πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα", παραδηλῶν ὡς ὁ ἐπὶ στόμα κείμενος πρηνὴς κεῖσθαι λέγεται, ὁ δὲ ἀνάπαλιν ὕπτιος. Δοκεῖ δὲ τὸ μὲν πρηνής, ὃ καὶ πρανὴς διὰ τοῦ ἄλφα λέγεται, ἀπὸ τοῦ παρανέειν γίνεσθαι, ὅ ἐστι παρανήχεσθαι. παρανέοντι γὰρ ἔοικεν ὁ πρηνής, τὸ δὲ ὕπτιος ἀπὸ τοῦ ὄπτω Αἰολικῶς, γνωρίζεται γὰρ κατ' ὄψιν ὁ οὕτω κείμενος καὶ οὐ λανθάνει κατὰ τὸν πρανῆ. Ἐναντιοῦται δὲ τῇ τοιαύτῃ ἐτυμολογίᾳ τὸ πνεῦμα. εἰ γὰρ ἦν ἡ λέξις καθαρῶς Αἰολική, ἐψιλοῦτο ἄν.

(v. 44) Ὅτι δολιχόσκιον ἔγχος, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, τὸ εἰς δολιχὸν διάστημα καὶ μακρὸν κίειν δυνάμενον πλεονάσαντος τοῦ σ, ὡς καὶ ἐν τῷ θεόσδοτος. ἢ οὗ σκιὰ δολιχή, ἵνα ἐκ τοῦ παρακολουθοῦντος δηλοῖ τὸ μακρόν. ἢ ὅπερ διὰ τὸ ἐν σκιᾷ ἐκτραφῆναι γέγονε δολιχόν, ὃ καὶ ἀνεμοτρεφὲς Ὅμηρος καλεῖ. κραταιὰ μὲν γὰρ τὰ εἱληθερούμενα, εὐφυέστερα δὲ τὰ σκιατραφούμενα.

(v. 46) Ὅτι ζωγρεῖν καὶ ἐνταῦθα τὸ ζῶντα ἀγρεύειν τινά, οἷον [240] "ζώγρει Ἀτρέος υἱέ". καὶ τὰ ὑπὲρ αὐτοῦ λύτρα ζωάγρια λέγονται, καὶ τὸ τῶν ἰχθύων δὲ ζωγρεῖον ἐντεῦθεν εἴληφε τὴν ἀρχήν. Ὅτε μέντοι τὸν Σαρπηδόνα ἡ τοῦ Βορέου πνοὴ ζωγρεῖ, τότε τὸ ζωγρεῖν ἀντὶ τοῦ ζωὴν ἀγείρειν λέγεται καὶ τὴν λειποθυμίαν ἐπανακαλεῖσθαι, ὡς προείρηται. Τὸ δὲ "Ἀτρέος" Ἰωνικῶς συστέλλει τὴν λήγουσαν.

(v. 46-50) Ὅτι πλουσίου υἱῷ ὑπισχνουμένῳ δόσιν οἰκεῖον τὸ "ζώγρει, ὦ δεῖνα, σὺ δ' ἄξια δέξαι ἄποινα, πολλὰ δ' ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα, αἴ κεν ἐμὲ ζωόν" καὶ ἑξῆς. Ἄδραστος δέ τις ταῦτα λέγει πρὸς τὸν Μενέλαον ἁλοὺς καὶ πτοούμενος θάνατον καὶ διὰ τοῦτο δυσωπῶν ζωγρηθῆναι διὰ δόσιν χρημάτων, οἷς οἱ τοιοῦτοι πεποίθασιν. Ἀττικὸν δὲ τὸ "ἐν ἀφνειοῦ πατρός", καὶ ἔστι τὸ σχῆμα ἔλλειψις καιρία δυσωποῦντος ἀνδρὸς καὶ ἀγωνιῶντος καὶ διὰ τοῦτο μὴ ἔχοντος λαλεῖν διεξοδικῶς. Ὅτι δὲ ὁ ἀφνειὸς δύναται καὶ ἀφνεὸς λέγεσθαι, δῆλον καὶ ἐκ τοῦ "χερσὶν ἀφνεωτέραις" παρὰ Σοφοκλεῖ. οὕτω δὲ καὶ ὁ θειότερος θεώτερος ἐν τῷ Περιηγητῇ. [Τὸ δὲ "κειμήλια κεῖται" Ἀττικόν ἐστιν, ὡς καὶ τἄλλα τὰ ὡς αὐτό. Δῆλον δὲ ὡς ἐκ τοῦ κεῖσθαι παρῆκται τὸ κειμήλιον.]

(v. 48) Τὸ δὲ "χαλκός τε χρυσός τε" οἷον ἐξήγησίς ἐστι τοῦ κειμήλια. Σίδηρος δὲ πολύκμητος ἢ ὁ ἤδη κατειργασμένος καὶ ἐφ' ᾧ οἱ τεχνῖται πολλὰ ἔκαμον ἢ ἀνάπαλιν ὁ ἀκατέργαστος καὶ εἰς ὃν πολλὰ ἂν κάμωσιν οἱ εἰδοποιοῦντες αὐτόν, ἢ δι' οὗ πολλοὶ ἂν κάμοιεν, ἤτοι θάνοιεν κατὰ τὸ "εἴδωλα καμόντων", ἤτοι τεθνεώτων.

(v. 49) Τὸ δὲ χαρίσαιτο ἀστείως εἴρηται καὶ κολακικῶς, ὡς τοῦ πατρὸς πολλὰ μὲν δώσοντος [241] λύτρα καὶ ἄξια ἄποινα, οὐ πρὸς ὦνον δέ, ἀλλ' εἰς χάριν. Ὅρα δὲ καὶ ἐνταῦθα, ὡς δειλὸν ὁ πλοῦτος καὶ φιλόψυχον κακόν. Πλούσιος γὰρ ὢν ὁ Ἄδραστος ἀγεννῶς πρὸς θάνατον μαλακίζεται.

(v. 51) Ὅτι τὸν Μενέλαον καὶ ἐν ἄλλοις μὲν ἀκούομεν μαλθακὸν πολεμιστήν, ὧδε δὲ καὶ ἁπαλὸν αὐτὸν τὰ εἰς ἦθος εὑρίσκομεν, ὃς τοῦ Τρωὸς Ἀδράστου ζωγρηθέντος καὶ ἀγεννῶς οὕτω, καθὰ εἴρηται, λιταζομένου αὐτόν, ὅπερ μηδεὶς τῶν Ἑλλήνων ἐποίησε, καὶ δῶρα δὲ πολλὰ ὑπισχνουμένου, κάμπτεται πρὸς ἔλεον καὶ ἐθέλει περιποιήσασθαι τὸν ἱκέτην, ἴσως μὲν καὶ διὰ τὰ ὑπεσχημένα δῶρα, ἴσως δὲ καὶ αἰδεσθεὶς τὸν ἱκέσιον.

(v. 52-60) "Καὶ δή μιν τάχ' ἔμελλε", φησί, "θοὰς ἐπὶ νῆας Ἀχαιῶν δώσειν ᾧ θεράποντι καταξέμεν, ἀλλ' Ἀγαμέμνων ἀντίος ἦλθε θέων", καὶ τραχύτερον καὶ εὐγενέστερον προσενεχθεὶς οὐ μόνον, οἷς καιρίως ἐρρητόρευκε, τὰς τοῦ ἀδελφοῦ φρένας ἔτρεψεν, ἀλλὰ καὶ ἀνεῖλεν αὐτὸς τὸν Ἄδραστον, σκώψας πρῶτα τὸν Μενέλαον ὡς χαῦνον καὶ ἔκλυτον ἐν τῷ εἰπεῖν "ὦ πέπον, ὦ Μενέλαε", καὶ ὀνειδίσας διὰ τοῦ "τιὴ δὲ σὺ κήδεαι αὕτως ἀνδρῶν", καὶ βαρέως δὲ εἰρωνευσάμενος τὸ "ἦ τοι" ἤγουν ὄντως σοι, "ἄριστα πεποίηται κατὰ οἶκον πρὸς Τρώων", ἤγουν ἀνάπαλιν χείριστα πεποίηται. [Τοῦτο δὲ εἰρωνείας ἐστὶ τῆς κατὰ βαρύτητα. βαρυνομένου γὰρ ἤθους ὥσπερ τὸ χρηστοὺς εἰπεῖν τοὺς πονηρούς, οὕτω καὶ ἄριστα βαρέως ἀντιφράσαι τὰ κάκιστα.] Καὶ ἐπὶ πᾶσι τοπικῶς ἐρεθίσας διὰ τοῦ φάναι· "τῶν μή τις ὑπεκφύγῃ αἰπὺν ὄλεθρον χεῖράς θ' ἡμετέρας, μηδ' ὅν τινα γαστέρι μήτηρ κοῦρον ἐόντα φέρει, μηδ' ὃς φύγοι". οὕτω βαρὺς ὁ βασιλεὺς τοῖς ἐπιόρκοις ἐχθροῖς ὁ τοῖς ἀρχομένοις πρᾷος. Καὶ σημείωσαι ὅτι τοὺς ἄνδρας τε ἀναιρεῖσθαι βούλεται καὶ τοὺς ἄρρενας παῖδας. τὸ γὰρ θῆλυ ὡς τὰ πολλὰ περιποιοῦνται οἱ πολιορκοῦντες. [242]

(v. 58) Τὸ δὲ "γαστέρι" ἐνταῦθα νοητέον ἀντὶ τοῦ κόλπῳ. τὸ γὰρ ἔνδον ὑπὸ τῇ γαστρὶ νοῆσαι οὐ μόνον θηριῶδες διὰ τὸ ἀπάνθρωπον τοῦ τοιούτου φόνου, ἀλλὰ καὶ γελοῖον σὺν τῷ ὑπερβολικῷ. τί γὰρ ἔδει τῆς μητρὸς ἀναιρεθείσης ἐπιβουλεύειν ἰδίᾳ ἐμβρύῳ τῷ κατὰ γαστρός; Δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ ποιητοῦ. οὐ γὰρ εἶπεν "ὅν τινα ἡ μήτηρ ἔμβρυον φέρει", ἀλλὰ κοῦρον. ὁ δὲ κοῦρος οὐκ ἔμβρυον. [Ἔχει δὲ τὸ εὔλογον ἡ τοιαύτη ἔννοια καὶ ἀπὸ τοῦ Πριάμου. προμηθεῖται γὰρ νῦν ὁ τῶν Ἀχαιῶν βασιλεύς, μήποτε κοῦρός τις ἐλεηθείς, ὡς πάλαι ὁ κοῦρος Ποδάρκης, εἴτ' οὖν Πρίαμος, οἰκίσῃ τὴν Τροίαν ἐπὶ κακῷ τῶν ἐπιγόνων Ἑλλήνων.] Ἰστέον δὲ ὅτι τὸ βασιλικὸν τοῦτο παράγγελμα δέδωκε τοῖς ὕστερον ἀφορμὴν τοῦ ἱστορῆσαι καὶ τὸν τοῦ Ἕκτορος κοῦρον τὸν Ἀστυάνακτα ἐν τῇ τῆς Τροίας ἁλώσει βρέφος ὄντα ἀναιρεθῆναι.

(v. 53) [Τὸ δὲ καταξέμεν, ἤγουν καταγαγεῖν, ᾠκείωται τῇ ἠνεμοέσσῃ Τροίᾳ. Ὁ γὰρ ἐκεῖθεν ἥκων εἰς τὸ ναύσταθμον καταβαίνειν καὶ κατάγεσθαι καὶ κατέρχεσθαι λέγεται κατὰ κυριολεξίαν. Ἀκολούθως δὲ πάλιν ὁ ἐκεῖθεν πλέων καὶ μὴ εἰς πλέον γινόμενος τοῦ κατωφορεῖσθαι ἀναβαίνει καὶ ἀνάγεται, ὥσπερ καὶ ἀναπλέει, καθὰ καὶ ἐν ἄλλοις ἐρρέθη. Αὐτὰ δὲ καὶ τὸ κατὰ τοὺς παλαιοὺς σφαιροειδὲς τῆς θαλάσσης ἐμφαίνει, δι' οὗ κυρτουμένης τρόπον τινὰ ἀναβαίνει ναῦς ἐπ' αὐτὴν καὶ ἀναπλέει καὶ τὰ λοιπὰ ὁμοίως.]

(v. 56) Τὸ δὲ πεποίηται φανερῶς εἴρηται ἀντὶ τοῦ πέπρακται, εἰ καὶ ἄλλως καθ' ὁμωνυμίας λόγον ποιεῖν λέγεται καὶ τὸ ποιητικῶς γράφειν, ὡς προδεδήλωται.

(v. 59 s.) Τὸ δὲ "μήδ' ὃς φύγοι" κόμμα ἐστὶ θυμικὸν ταὐτολογοῦν τὴν πρὸ αὐτοῦ ἔννοιαν ἐπαναληπτικῶς, ἵνα ἐμφήνῃ, ὡς οὐχ' ἁπλῶς οὕτως ἔφη φθάσας τὸ "μή τις ὑπεκφύγοι ὄλεθρον", ἀλλ' ἐσκεμμένως, οἷα ἐθέλων πανώλεις οἴχεσθαι τοὺς Τρῶας. Διὸ ἐπάγει "ἀλλ' ἅμα πάντες Ἰλίου ἐξαπολοίατο ἀκήδεστοι καὶ ἄφαντοι". δῆλον γὰρ ὡς τὸ [243] πάντες ὀλοίατο πανωλεθρίαν δηλοῖ. Τοῦ δὲ ἀκήδεστοι πρωτότυπον τὸ κηδῶ κηδέσω, ἐξ οὗ καὶ ὁ κηδεστὴς καὶ ὁ κηδεμών. ἔστι δὲ καὶ ἕτερος μέλλων ἐκ περισπωμένου ῥήματος ἀρρήτου τὸ κηδήσω. Οὕτω καὶ οὐ μόνον ἡγῶ ἡγήσω, ἀλλὰ καὶ ἡγέσω, ὅθεν ὁ ἡγεμών. [Ἐκ δὲ τοῦ ῥηθέντος ἀχρήστου κηδῶ, οὗ ὁ μέλλων κηδήσω, γίνεται καὶ τὸ ἀκηδιῶ, ὡς μειδῶ μειδιῶ, καὶ ἡ ἀκηδία.]

(v. 55) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ "ὦ πέπον, ὦ Μενέλαε" περισσὸν φαίνεται κεῖσθαι τὸ δεύτερον ω τῆς κλήσεως. Ἴσως δὲ ὁ Ἀγαμέμνων ἔοικεν ἐθέλειν μὲν καὶ ἕτερον ἐπίθετον ὀνειδιστικὸν εἰπεῖν πρὸς τὸν ἀδελφόν, φείσασθαι δὲ καὶ ἀντ' αὐτοῦ ἐκπεσεῖν εἰς τὸ κύριον ὄνομα. ἴσως δὲ καὶ ὡς κύριον παραλαλεῖ σκωπτικῶς τῷ ἀδελφῷ, καθὰ τὸ "ὦ Μενέλαε", οὕτω καὶ τὸ "ὦ πέπον". Δεῖ δὲ καὶ νῦν εἰδέναι, ὅτι ὁ πέπων ποτὲ μὲν ἐπὶ φιλίας λαμβάνεται, ποτὲ δὲ ἐπὶ τοῦ χαύνου καὶ ἁπαλοῦ. ἀμφότερα δὲ εἴληπται ἀπὸ τοῦ πέπονος καρποῦ. Πᾶς γὰρ πέπων [ὑγρὸς] καρπὸς φίλος μέν ἐστι διὰ τὸ ὡραῖον, ἔκλυτος δὲ διὰ τὸ ἤδη πεπανθῆναι καὶ μὴ πολὺ πνευματῶδες καὶ φυσῶδες ἔχειν, ὅπερ εἶχεν ἐν καιρῷ ὠμότητος. Καὶ τὸ ὠμὸν δὲ ὁμοίως ἐπαμφοτερίζει. Καθότι μὲν γὰρ ἄβρωτον, οὐκ ἐν ἐπαίνῳ κεῖται οὔτε αὐτὸ οὔτε τὰ ἀπ' αὐτοῦ λεγόμενα, οἷον [244] ὁ ὠμηστής καὶ ἡ ὠμότης καὶ τὰ τοιαῦτα. καθὸ δὲ στερρὸν καὶ οὐκ ἔκλυτον, ἔχει τι μικρὸν ἐπαίνου. Αἴας γοῦν ὁ παρὰ Σοφοκλεῖ στερεόφρων ὠμοὺς νόμους τοὺς ἑαυτοῦ τρόπους καλεῖ, ὡς ἀνενδότους καὶ στερεούς. Ὅλως οὖν διὰ τοῦτο ἐναντία εἰσὶν ἀεὶ τό τε πέπον καὶ τὸ ὠμόν, δίχα γε τοῦ ὠμολίνου, οὗ μνησθείς τις τῶν παλαιῶν φησιν, ὅτι οὐκ οἶδα εἴ τις τοῦτο εἴρηκε τῶν ἀκριβῶν. Ἰστέον δὲ καὶ ὅτι κοινὸν τῷ γένει ἐστὶ τὸ ῥηθὲν ὄνομα. εὕρηται γὰρ καὶ οὐδέτερον τὸ πέπον, οἷον "πέπονα φαρμακεύειν", καὶ Ἡρόδοτος "ἐπὰν γένηται πέπον". καὶ ὅτι ἐντεῦθεν καὶ τὸ πεπαίνειν οὐ μόνον τὸ κοινόν, ἀλλὰ καὶ τὸ παρὰ Θεοκρίτῳ λεχθὲν ὡς ἐν λόγῳ σεμνῷ τὸ "ἐπὶ χρωτὶ χρὼς ἐπεπαίνετο", ἤγουν ἐρωτικῶς ἐμαλθάσσετο. καὶ οὕτω μὲν ταῦτα. Ἡ δὲ κοινοτέρα ὁμιλία τὸ τοῦ πέπονος ὄνομα ἐπί τινος εἴδους ἀφορίζει σικύων ἡδέων εἰς γεῦσιν καὶ φιλουμένων βρωθῆναι. Πολλοὶ δέ τινες τῶν ἑῴων Ποντικῶν τῶν γε ὑψηλοτέρων καὶ ἀπίους καὶ μῆλα Κυδώνια ἤδη πρὸς σῆψιν τραπέντα, ὡς τὰ ἐντὸς ἔχειν ἥπατι παρόμοια τὴν χρόαν, χρηστὰ μέντοι ἔτι ὄντα πρὸς βρῶσιν, πέπονά φασι, συνεισφέροντές τι καὶ αὐτοὶ καλὸν τῇ ἑρμηνείᾳ τοῦ πέπονος.

(v. 59 s.) Τὸ δὲ "μηδ' ὃς φύγοι" περιττῶς μὲν κεῖται, ὡς καὶ ἀνωτέρω ἐρρέθη, δηλοῖ δὲ τὸ ἐνδιαθέτως τὸν βασιλέα λαλεῖν καὶ ἅμα εὐοδοῖ τὸ "ἀλλ' ἅμα πάντες ἐξαπόλοιντο", μὴ φθάσαν ἄνω τεθῆναι. Ἰστέον δὲ καὶ ὅτι ὁ κηδόμενος τῶν βλαψάντων ἀκούσοι ἂν παρὰ τοῦ εἰς θυμὸν ἐρεθίζοντος κατὰ τὸν Μενέλαον τὸ "ὦ πέπον, τί σὺ κήδεαι οὕτως ἀνδρῶν" καὶ τὰ ἑξῆς.

(v. 61 s.) Ὅτι τὸ "ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως", ὁ βασιλεὺς δηλαδή, "αἴσιμα παρειπών", ἀντὶ τοῦ μετέπεισεν. ὅθεν καὶ τρεπτὸν ζῷον ὁ ἄνθρωπος. Τὸ δ' αὐτὸ καὶ στρέψαι λέγεται καὶ ὁ τοῦτο πάσχων στρεπτὸς κατὰ τὸ "στρεπτοὶ καὶ θεοὶ αὐτοί", καὶ "στρεπταὶ δέ τοι φρένες ἐσθλῶν". Ὅρα δ' ἐν τῷ "παρειπών" ἐκτεταμένην οὐκ ἀναλόγως [245] τὴν τῆς προθέσεως παραλήγουσαν. οὕτω δ' εὐθὺς ἐφεξῆς καὶ τῆς ἀπο προθέσεως ἐκτείνεται ἡ λήγουσα ἐν τῷ "ὃ δ' ἀπὸ ἕθεν ὤσατο χειρί". τινὲς δὲ θεραπεύοντες αὐτὸ μεταγράφουσιν "ἀπαὶ ἕθεν" καὶ οὕτω τὸ μέτρον ἀναπληροῦσιν. Οἱ μέντοι ἀκριβέστεροι ἐκτείνουσιν, ὡς ἐρρέθη, τὸ ο ἐνταῦθα τῆς προθέσεως διαφόροις λόγοις τῆς κοινῆς συλλαβῆς. Μέρους τε γὰρ λόγου καταπεραίωσίς ἐστι, καὶ δασεῖα καὶ ὀξεῖα τοῦ ἕθεν ἐπιφέρονται, δυνάμεναι τὴν λήγουσαν ἐκτείνειν τῆς προθέσεως, ὡς οἱ γραμματικοὶ δεικνύουσιν ἐν τῷ περὶ κοινῆς συλλαβῆς. Τὸ δὲ ὤσατο νῦν μὲν Ἀττικῶς προηνέχθη κατὰ πάθος, πλείων δὲ ἡ χρῆσις τοῦ ἐνεργητικοῦ, τοῦ ὦσε δηλαδή.

(v. 64) Ὅτι τὴν λαγόνα, ἣν καὶ κενεῶνα καλοῦμεν, ἤγουν τὸν ὑπὸ τὰς πλευρὰς τόπον, λαπάραν καὶ ἐνταῦθα καλεῖ εἰπὼν "οὖτα κατὰ λαπάρην". Καὶ γίνεται λαγὼν μέν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, παρὰ τὸ λήγειν, ἔνθα λήγουσι τὰ ὀστώδη πλευρά, κενεὼν δέ, ὡς κενὸς ὀστῶν, λαπάρα δὲ παρὰ τὸ λάπτειν, ὃ ταὐτόν ἐστι τῷ ἐκκενοῦν, ἀφ' οὗ καὶ λάφυρα τὰ ἐκ τῶν πολεμίων σκηνῶν καὶ πόλεων ἐκκενούμενα. ταῦτα δέ τινες καὶ ἀπὸ τοῦ τῷ λαῷ φύρεσθαι συντιθέασιν.

(v. 64 s.) Ὅτι τὸ ὕπτιον πεσεῖν ἀνατραπῆναι λέγει εἰπὼν "ὃ δ' ἀνετράπετο", καὶ ἐπάγει "Ἀτρείδης δὲ λὰξ ἐν στήθεσι βὰς ἐξέσπασεν ἔγχος". Ὅρα δὲ ὅτι λὰξ ἐμβῆναι λέγει τοῖς στήθεσι τὸ ποδὶ πατῆσαι [246] εἰς τὸ στῆθος, [ἐξ οὗ παρὰ Σοφοκλεῖ τὸ "λαξπάτητον ἀντρέπων χαράν", ὅ τινες λακπάτητον διὰ τοῦ κ γράφουσι. Τὸ μέντοι λὰξ ἐμπηδῆσαι κωμικότητά τινα ἔχειν δύναταί ποτε, ὡς δηλοῖ ἐν Ὀδυσσείᾳ τὸ "λὰξ ἔνθορεν ἀφραδίῃσι".] Γίνεται δὲ τὸ λάξ, ὡς πολλαχοῦ φαίνεται, ἀπὸ τοῦ λήγω λήξω. Ὡς γὰρ ἀπὸ τοῦ παύω παύσω ὁ πούς, οὕτω καὶ ἀπὸ τοῦ λήγω λήξω τὸ λάξ, ὅπερ ἐστὶ ταὐτὸν τῷ ληκτικῶς, παυστικῶς, καὶ ὡς εἰπεῖν ποδικῶς. Ποὺς δὲ πάντως τὸ πατοῦν εἰς γῆν, οὗ τὸ μὲν ἄνω κνήμη, τὸ δὲ ἀνωτέρω μηρός. ὅτε μέντοι τὰ μετὰ τὴν ὀσφὺν πόδες λέγονται, ἀπὸ μέρους τοῦ κατωτάτω δηλαδὴ ὀνομάζονται. κυρίως γὰρ ποὺς ἐκεῖνό ἐστιν. Ἰστέον δὲ ὅτι ἕνα μέν τινα ἀνατραπῆναι ἄνθρωπον ἢ σκεῦος ἢ τράπεζαν καίριον εἰπεῖν, μεταφορικῶς δὲ καί τι πρᾶγμα, πόλιν δὲ ὅλην ἢ ἔθνος ἀνατραπῆναι τολμηρὸν ἂν δόξῃ. Τῶν τινος γοῦν παλαιῶν ῥητόρων γράψαντος, ὡς Θηβαῖοι ἐν μάχῃ τῇ πρὸς Μακεδόνας ὑπὲρ μυρίους ἀνετράπησαν, σκώπτων Ἀγαθαρχίδης φησίν· "ὢ καλῆς ἐμφάσεως, ἄνθρωποι τοσοῦτοι παραλόγως ἀνατετραμμένοι".

(v. 66-71) Ὅτι συνήθως προσφωνήσας ὁ τακτικώτατος Νέστωρ τὸ "ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος", εἶτα στρατηγικὸν παράγγελμα τίθεται τὸ "μή τις νῦν", ἐν τῇ τῶν πολεμίων δηλονότι διώξει, "ἐνάρων", ὅ ἐστι λαφύρων, "ἐπιβαλλόμενος μετόπισθε μιμνέτω, ὡς ἂν πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται, ἀλλ' ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ ταῦτα ἕκηλοι", τουτέστι καθ' ἡσυχίαν, "νεκροὺς ἂν πεδίον συλήσετε τεθνηῶτας". Τοῦτο δέ, φασί, καὶ Λακεδαιμόνιοι ἐνομοθέτησαν ὕστερον τριακοσίους ἄνδρας τεταχότες φύλακας τοῦ τοιούτου θεσπίσματος.

(v. 68) Σημείωσαι δὲ τὸ [247] ἐπιβάλλεσθαι ἀντὶ τοῦ ἐφίεσθαι καὶ ἐπιθυμεῖν. διὸ καὶ γενικῇ συντάσσεται. Κεῖται δὲ ἡ τοιαύτη λέξις ὁμοίως καὶ παρ' ἄλλοις, ὧν ἐστι καὶ Ἀριστοτέλης. Ἔστι δὲ καὶ ἄλλως φράσαι περιφραστικώτερον, ὅτι ἐπιβαλλόμενος ἐνταῦθα ὁ θέλων ἐπιτυχεῖν, καθότι καὶ νηὸς ἐπήβολος ἐν Ὀδυσσείᾳ ὁ ἐπιτυχής. οὕτω δὲ καὶ φρενῶν ἐπήβολος.

(v. 70 s.) Ὅρα δὲ ὅπως θαυμασίως ὁ γέρων τοῦ μὲν καμάτου συνεφάπτεσθαι καὶ αὐτὸς θέλει, ὡς δηλοῖ τὸ κτείνωμεν, ῥῆμα πρώτου προσώπου πληθυντικοῦ, τὸ δὲ κέρδος ἴδιον ποιεῖται τῶν στρατιωτῶν. οὐ γὰρ συλήσομέν φησιν, ἀλλὰ συλήσετε. Συνήθης δὲ Ὁμήρῳ ὁ τοιοῦτος χαρακτήρ, οἷον καὶ τὸ "ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. νῦν μὲν δόρπον ἕλεσθε". Δῆλον δὲ ὅτι ἔθος Ὁμήρῳ τὰ πολλά, ὅτε ἄλλοι ἀριστεύουσι, ποιεῖν τὸν γέροντα Νέστορα ἐν λόγοις μόνοις καὶ ὑποθήκαις στρατηγικαῖς ἱστῶντα τρόπαιον, ἐπεὶ μὴ δύναται ταῖς χερσί.

(v. 68-71) Σημείωσαι δὲ καὶ ἐνταῦθα, ὅπως ἡ διὰ λόγου παραίνεσις, ὡς καὶ ἐν ἄλλοις, εὐθὺς ἔσχε τὸ ἐνεργόν, καὶ ὅτι ὁ μὲν ἐν διώξει μένων ὄπισθε πάντως τοῦτο ποιεῖ, ὡς ἂν πλεῖστα φέρῃ λάφυρα, ὅπερ ἐστὶ ἀγαθὸν τῆς τοιαύτης μονῆς, ὁ δὲ μετὰ τὴν παντελῆ τῶν πολεμίων φυγὴν σκυλεύων ὀλίγα μὲν λήψεται ἐν τῷ κοινῷ, ἀσφαλέστερον δέ. Κρεῖττον δὲ τοῦτο τοῦ σὺν φόβῳ πολλὰ λαβεῖν. διὸ καὶ ὁ Νέστωρ γοργῶς ἐπιδραμὼν διὰ τὸν καιρὸν ἄμφω ἐνέφηνεν εἰπών· μή τις μενέτω ὡς ἂν πλεῖστα φέρῃ, "ἀλλ' ἄνδρας κτείνωμεν", ἔπειτα δὲ καὶ τὰ τῶν νεκρῶν ἕκηλοι συλήσετε, μονονουχὶ λέγων, ὅτι κρεῖττον ἐν ἡσυχίᾳ συλᾶν ἢ ἄλλως φέρειν πολλά. Ὅρα δὲ τό· καὶ ταῦτα νεκροὺς συλήσετε, ἤγουν ἀφαιρήσεσθε συλῶντες, ὅ ἐστι σκυλεύοντες. τὸ μέντοι χυδαιότερον ἦν εἰπεῖν, ὡς καὶ ταῦτα ἐκ τῶν νεκρῶν συλήσετε.

(v. 73-101) Ὅτι Πριάμου παῖδες μαντικοὶ Κασάνδρα καὶ Ἕλενος, ὃν Ὅμηρος οἰωνοπόλων ὄχ' ἄριστον καλεῖ, καθὰ καὶ τὸν παρ' Ἕλλησι Κάλχαντα. διὸ καὶ πείθεται ὁ Ἕκτωρ αὐτῷ νῦν τε συμβουλεύοντι ἀφεῖναι τὴν μάχην καὶ ἀνελθεῖν εἰς τὴν πόλιν καὶ ἐν τοῖς ἑξῆς δὲ ὑποτιθεμένῳ τὸ πρὸς τὸν Τελαμώνιον μονομάχημα. Ἐκβάλλει δὲ πρὸς βραχὺ τῆς μάχης ὁ ποιητὴς ἐνταῦθα τὸν Ἕκτορα διά τε ἄλλα οὐκ ὀλίγα καὶ ὡς ἂν τοῦ πολέμου ἀνακωχήν τινα ποιήσῃ τοῖς στρατεύμασι καὶ σχοίη οὕτω χώραν καὶ ὁ τοῦ Διομήδους καὶ Γλαύκου ἀναγνωρισμὸς καὶ παρεισδυὲν τὸ ἐντεῦθεν ἱστορικὸν ἐπεισόδιον [248] ψυχαγωγήσῃ τὸν ἀκροατὴν τῇ τε καθ' ἱστορίαν γενεαλογίᾳ καὶ τῇ τοῦ μύθου γλυκύτητι. ὅσα δὲ καὶ ἄλλα λόγου ἄξια ὁ ποιητὴς ἐκ τῆς τοῦ Ἕκτορος ἀναχωρήσεως πορίσεται, δηλώσει τὰ ἐφεξῆς. Πάνυ δὲ δεξιώτατα εἰς τοιαύτην συμβουλὴν ἐπελέγη ἐνταῦθα ὁ Ἕλενος. οὐ γὰρ πιθανὸν ἦν ἑτέρῳ τινὶ πεισθῆναι τὸν μεγάθυμον Ἕκτορα ἐπὶ οὕτως ἀγεννεῖ δοκοῦντι πράγματι. φυγῇ γὰρ ἔοικεν ἡ ἀναχώρησις καὶ δειλίαν κατηγορεῖ καὶ ἀπόγνωσιν σωτηρίας. ἄνεισι γὰρ ὁ Ἕκτωρ, ὡς ἂν ἡ μήτηρ εὔξηται τῇ Ἀθηνᾷ κατὰ ἑνὸς Ἀχαιοῦ τοῦ Διομήδους, οἷα μὴ ὂν ἑτέρως σῴζεσθαι. οὔκουν ἂν ἐπείσθη ἑτέρῳ τοιαῦτα συμβουλεύοντι. Ἕλενος δὲ καὶ ὡς ἀδελφὸς εὐνοεῖ καὶ ὡς μάντις οἶδε τὰ θεῖα. διὸ καὶ πείθει τὸν Ἕκτορα ὡς σύμβουλος ἀγαθός. Ἐν δὲ τῷ χωρίῳ τούτῳ καὶ τὸ διττὸν τῆς εἱμαρμένης δηλοῖ ὁ ποιητὴς καὶ τὸ χρήσιμον τῆς εὐχῆς. ἀπώλοντο γὰρ ἂν οἱ Τρῶες σήμερον, εἰ μὴ εὔξαντο, ἱερεύσαντες δὲ καὶ εὐξάμενοι δυστυχοῦσι μόνον. Φησὶ γὰρ "ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, εἰ μὴ Ἕλενος" εἶπε τάδε. [Ἴσως οὖν καὶ Ἰάμβλιχος ἐξ Ὁμήρου λαβὼν ἐφιλοσόφησεν, ὡς ἀναστρέφεται εἱμαρμένη θυσίαις καὶ εὐχαῖς.] Καὶ ὅρα ὡς μεμονωμένης τῆς τῶν Τρώων καὶ Ἀχαιῶν φυλώπιδος, καθὰ εἴρηται, καὶ μηδετέροις χαριζομένης κακῶς πάσχουσιν οἱ Τρῶες. Ἰστέον δὲ καὶ ὅτι περὶ Ἑλένου ἱστορία τοιαύτη φέρεται παρὰ Ἀρριανῷ. Ἠδωνοῦ Θρᾳκὸς ἀνδρὸς παῖς Ἕλενος, μάντεων διαπρεπέστατος. παρὰ τοῦτον ἐξ Ἀσίας φοιτῆσαι τὸν Πριάμου παῖδα Σκαμάνδριον, ὃν ἀπονοστήσαντα οἴκαδε μνήμην θέσθαι τοῦ τὴν μαντικὴν ἐκπαιδεύσαντος Ἕλενον ἀπὸ Σκαμανδρίου μετονομασθέντα.

(v. 77-79) Ὅτι ἀρετὴ στρατηγοῦ κατὰ τοὺς παλαιοὺς βουλεύεσθαι μὲν ἄριστα τὸ συμφέρον, πράττειν δὲ κάλλιστα τὸ βεβουλευμένον. Διὸ καὶ ὁ παρὰ τῷ ποιητῇ Ἕλενος τὸν Αἰνείαν ἐπαινῶν καὶ τὸν Ἕκτορά φησιν, [249] ὡς ἄριστοι πᾶσαν ἐπ' ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε, ἤγουν ἐπὶ πᾶσαν ὁρμὴν τοῦ μάχεσθαι καὶ τοῦ φρονεῖν, καὶ διὰ τοῦτο ὑμῖν πόνος μάλιστα Τρώων καὶ Λυκίων ἐγκέκλιται, ἤτοι ἀνάκειται. Λυκίους δὲ καὶ νῦν πάντας λέγει τοὺς τῶν Τρώων ἐπικούρους, ὡς ἀπὸ μέρους ἀξιολόγου τοῦ τῶν Λυκίων. Ἰστέον δὲ ὅτι Ὁμήρου εἰπόντος ἐγκεκλίσθαι τῷ Ἕκτορι τὸν ὑπὲρ πάντων πόνον, ἐντεῦθεν ἔλαβεν ἀφορμὴν ὁ εἰπὼν αὐτὸν ἀστραβῆ κίονα Τροίας. [Κίονος γὰρ ἔργον βάρους τινὸς ὑποδοχή. καὶ ἔστιν ἐγκεκλίσθαι οὐ τὸ ἁπλῶς ἐγκεῖσθαι ἀλλὰ τὸ ἐπικεῖσθαι. Ἄλλως μέντοι ἐγκεῖσθαι ἢ τὸ ἐντὸς κεῖσθαι ἢ μᾶλλον τὸ σφοδρῶς ἐνίστασθαι. ἔγκειται γοῦν τις ὀχλῶν ἢ ἔγκειται μαχόμενος.] Ἡ δὲ ἰθύς ἐκ τοῦ ἰθύω ἰθύσω γέγονε ῥήματος. Ἔφη γὰρ πρὸ ὀλίγου "ἔνθα καὶ ἔνθα ἴθυσε μάχη". ἐξ οὗ καὶ τὸ ἰθὺ ἐπίρρημα γίνεται.

(v. 80-82) Ὅτι τὸ "στῆτ' αὐτοῦ καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων πάντῃ ἐποιχόμενοι πρὶν αὖτ' ἐν χερσὶ γυναικῶν φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι" ἔχει τι παρὰ τῷ Ἑλένῳ καὶ σκώμματος, ὡς τῶν Τρώων ἀγεννῶς φευγόντων εἰς τὴν πόλιν, ἐν ᾗ γέροντες νῦν ἦσαν καὶ γυναῖκες καὶ παῖδες ἀπόλεμοι. Τρόπον οὖν τινα ὀνειδίζει τοῖς στρατιώταις ὁ Ἕλενος τὸ εἰς τὴν ἄχρηστον ἡλικίαν καταφεύγειν, ἣν ἔδει μᾶλλον ὑπ' αὐτῶν ἐκδικεῖσθαι. Γυναικῶν δὲ εἶπεν, οὐ μὴν γερόντων ἢ παίδων, ἵνα πλέον εἴη τὸ ἐντρεπτικόν, ἐὰν εἰς γυναικῶν πεσοῦνται χεῖρας. Ἐνταῦθα δὲ σημειοῦνται οἱ παλαιοί, ὅτι Ὅμηρος μὲν πάνυ σεμνῶς εἶπεν ὡς βοηθητέον, πρὶν φεύγοντας τοὺς Τρώας εἰς τὴν πόλιν χάρμα τοῖς δυσμενέσι γενέσθαι ἐν χερσὶ πεσόντας γυναικῶν καὶ οἷον ἀγκαλισθέντας ὑπ' αὐτῶν τὰ ἐπιθανάτια. Τὸ δὲ τοῦ Ἡροδότου οὐχ' ὅμοιον εἶναί φασι, παρ' ᾧ Σκυθίδες [250] τινὲς γυναῖκες τοὺς ἑαυτῶν ἄνδρας φεύγοντας ὁρῶσαι προτροπάδην, ἀνασυράμεναι τὰ κάτω "πῇ φεύγετε", εἶπον, "ἢ ἵνα κρυβῆτε εἰς τὰ ἐξ ἀρχῆς;" ὅθεν αἰδεσθέντες ἐκεῖνοι ἐθάρρησαν, καὶ ἀναμαχεσάμενοι ἐνίκησαν. Ἑτέρα δὲ ἱστορία λέγει, ὅτι γυναῖκες Γαλατῶν τῶν εἰς Ἀσίαν διαβάντων ἐπέρρωσαν φεύγοντας τοὺς ἄνδρας, ὀλολύζουσαι καὶ τὰ τέκνα ἐν ἀγκάλαις φερόμεναι, ἃ καὶ προϊσχόμεναι αὐτά τε εἰς ὕβριν ἐκδώσειν ἔλεγον τοῖς πολεμίοις καὶ αὐταὶ εἰς τὴν τῶν ἐναντίων ὤσεσθαι φάλαγγα, ὅθεν αἰσχυνθέντες ἐκεῖνοι ὑπέστρεψαν, εἰ καὶ μηδέν τι γενναῖον ἤνυσαν.

(v. 84 s.) Ὅτι οἱ κατ' ἀνάγκην μαχόμενοι καλῶς ἂν εἴποιεν καθ' Ἕλενον τὸ "ἡμεῖς μὲν μαχησόμεθα καὶ μάλα τειρόμενοί περ, ἀναγκαίη γὰρ ἐπείγει", ἤγουν, ὡς προεγράφη, ἀνάγκη.

(v. 86) Ὅτι ταὐτὸν εἰπεῖν μετέρχεσθαι καὶ μετοίχεσθαι, ὡς δηλοῖ τὸ "ἀτὰρ σὺ πόλινδε μετοίχεο".

(v. 88) Ὅτι διάλυσις ἢ μετατύπωσις λέγεται τοῖς παλαιοῖς τὸ ἐν πόλει ἄκρῃ, ληφθὲν ἀντὶ συνθέτου ὀνόματος τοῦ ἀκροπόλει. τοιοῦτον καὶ τὸ τὴν Μεσοποταμίαν μέσην ποταμῶν εἰπεῖν. Οὕτω καὶ ὁ Περιηγητὴς τὴν Ῥηγίνην Λευκοπέτραν λευκὴν πέτραν καλεῖ. ὅμοια δὲ τούτοις καὶ τὸ κενὴ δόξα ἡ κενοδοξία, καὶ παρ' Ἡροδότῳ τὸ "ὁ δὲ νεκρὸς ἦν θέης ἄξιος", ἤτοι ἀξιοθέατος, "μεγέθους ἕνεκα καὶ κάλλους", καὶ "ζῷα γραψάμενος", ἤγουν ζωγραφήσας, καὶ παρὰ Θεοκρίτῳ τὸ "δρυὸς ἄκρα", ἤτοι ἀκρόδρυα. καὶ Σοφοκλῆς δὲ οὕτω τὸ λυσιτελεῖ "τέλη λύει φρονοῦντι" φησί, καὶ τὸν ὁδηγὸν δὲ ὁ εἰπὼν ὁδοῦ ἡγούμενον εἰς τοιαύτην ὁμοιότητα ἦλθε καὶ ὁ τὸ σιταρκεῖν φάμενος σῖτον ἐπαρκεῖν καὶ τὸν εὐγενῆ εὖ γεγονότα καὶ τὸν ἀγεννῆ μηδὲν ὄντα γοναῖς. [251] τὸ γὰρ μηδὲν τῇ τοῦ α ἰσοδυναμεῖ στερήσει. Δῆλον δὲ ὅτι αἱ ἀκροπόλεις τῇ Ἀθηνᾷ ὡς ἐπὶ πολὺ ἀνέκειντο, ὡς δηλοῖ καὶ ὁ Παραβάτης, ἐν οἷς εἰπὼν ἔργα Ἀθηνᾶς ὡς φρονήσεως σοφίαν τε καὶ δημιουργικὰς τέχνας λέγει καὶ ὅτι κατοικεῖ τὰς ἀκροπόλεις, ὡς αὐτὴ διὰ σοφίας καταστησαμένη τὴν πολιτικὴν κοινωνίαν.

(v. 89) Ὅτι ταὐτὸν κατὰ πολυωνυμίαν ναὸν εἰπεῖν καὶ ἱερὸν δόμον. εἰπὼν γοῦν Ἕλενος νηὸν Ἀθηναίης ἐπάγει "οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο".

(v. 90-92) Ὅτι τὸν πέπλον τὸν ἀνατεθησόμενον τῷ Παλλαδίῳ χαριέστατον εἶναι ὁ Ἕλενος ἐθέλει καὶ μέγιστον καὶ πολὺ φίλτατον τῇ Ἑκάβῃ. ὑπερθετικὰ δὲ ταῦτα πάντα, ἵνα δειχθῇ ὅτι τὰ κρείττω τῶν παρ' ἡμῖν δοτέα θεῷ. προϊὼν δὲ ἐρεῖ καὶ ἄλλα τινὰ περὶ αὐτοῦ. Ἀνατίθησι δὲ τῇ μητρὶ τὴν τοῦ πέπλου ἐπιλογὴν φράσας οὕτω "πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος εἶναι ἐνὶ μεγάροισι, καί οἱ πολὺ φίλτατος αὐτῇ, θεῖναι Ἀθηναίης ἐπὶ γούνασι". Καὶ ὅρα τὸ "ἐνὶ μεγάροισιν". οὐ γὰρ ἔξωθέν ποθεν ἀλλ' οἴκοθεν ἀναληπτέον τὸν πέπλον, τὸν οὐχ' ἁπλῶς χαρίεντα καὶ μέγαν καὶ φίλον, ἀλλὰ χαριέστατον καὶ μέγιστον καὶ φίλτατον, καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ καὶ πολὺ φίλτατον. Εὔδηλον δὲ ὡς οὐχ' ἱμάτιον ὁ τοιοῦτος πέπλος, ἀλλὰ ὕφασμα, καὶ ὅτι τὸ θεῖναι ἐν γούνασιν, ὁμοίως δὲ κατωτέρω τὸ "καί οἱ ὑποσχέσθαι" ἀντὶ προστακτικῶν μὲν λαμβάνονται, πλὴν οὐ συνήθως ἀντὶ δευτέρων, ἤγουν ἀντὶ τοῦ θὲς καὶ ὑπόσχου, ἀλλ' ἀντὶ τρίτων. θέσθω γὰρ ἡ Ἑκάβη πέπλον καί οἱ ὑποσχέσθω θυσίαν.

(v. 92) Φασὶ δὲ τὸ ἐν Τροίᾳ Παλλάδιον διοπετὲς μὲν εἶναι, ἤγουν ἐξ ἀέρος ἄνωθεν οὐρανόθεν πεσόν, ἀνδρὸς δὲ δορὰν ἠμφιέσθαι στέμμα τε ἔχειν καὶ ἠλακάτην, ἐν δὲ τῇ κεφαλῇ πῖλον καὶ δόρυ ἐν τῇ δεξιᾷ. Ἐνταῦθα δὲ τὸ ἀναθεῖναι, ἀφ' οὗ γίνεται τὸ ἀνάθημα, θεῖναι λέγει χωρὶς προθέσεως. Θεῖναι γάρ, φησίν, Ἀθηνᾶς ἐπὶ γούνασιν, ὡς καθημένου δηλαδὴ τοῦ Παλλαδίου, ἢ θεῖναι παρὰ γόνασιν, εἴπερ ἵσταται. Δύναται δέ, φασί, τὸ ἐπὶ γούνασι νοηθῆναι καὶ ἀντὶ τοῦ ἐπὶ γουνασμῷ καὶ ἱκετείᾳ. ὁ δὲ Γεωγράφος, ὅπου λέγει τὴν μὲν παλαιὰν Ἴλιον ἠφανίσθαι, τὴν δὲ νῦν βλεπομένην νεωτέραν [252] εἶναι, μὴ ἀποδεχόμενος τοὺς νοοῦντας τὸ ἐπὶ γούνασιν ἀντὶ τοῦ παρὰ τοῖς γούνασι, φησίν, ὅτι τὸ τῆς Ἀθηνᾶς ξόανον νῦν μὲν ἑστηκὸς ὁρᾶται, Ὅμηρος δὲ καθήμενον ἐμφαίνει ἐν τῷ "πέπλον θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν", ὡς καὶ τὸ "γούνασιν ἐφέζεσθαι φίλον υἱόν". βέλτιον γὰρ οὕτως ἢ παρὰ τοῖς γόνασιν, ὡς τὸ "ἣ δ' ἧσται ἐπ' ἐσχάρῃ ἐν πυρὸς αὐγῇ". κάθηνται δὲ Ἀθηνᾶς ξόανα καὶ ἐν Φωκαίᾳ καὶ Μασσαλίᾳ καὶ Ῥώμῃ καὶ Χίῳ.

(v. 93 s.) Ὅτι βοῦς ἤνις ἠκέστας Ἕλενος θύσειν τῇ Ἀθηνᾷ βούλεται, ἤγουν ἐνιαυσιαίας, ἀκεντήτους. Καὶ εἴη ἂν καὶ ἡ τοιαύτη θυσία βούτας φόνος, εἰπεῖν τραγικῶς, ὃ εἰς τὸν περὶ ἑκατόμβης λόγον συντελεῖ. Γίνεται δὲ ἡ ἦνις μὲν ἀπὸ τοῦ ἔνου, ὅ ἐστιν ἐνιαυτοῦ, ἧς γενικὴ ἤνιδος καὶ Ἰωνικῶς ἤνιος, ἡ πληθυντικὴ αἰτιατικὴ ἤνιας καὶ κατὰ κρᾶσιν ἤνις. Ἠκέστη δὲ ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ κένσαι, ὃ δηλοῖ τὸ κεντῆσαι, ἀφ' οὗ καὶ ὁ κεστὸς γίνεται καὶ ὁ πολύκεστος ἱμάς. χρῆσις δὲ τοῦ κένσαι παρ' Ὁμήρῳ. Δοκεῖ δὲ χαίρειν ἡ Παλλὰς τοιαύταις βουσίν. οἰκεῖον γὰρ τῇ νεαζούσῃ καὶ κατὰ τὸν μῦθον παρθένῳ σφριγῶσα βοῦς καὶ ἀδάμαστος. Οὐ νῦν δὲ αὐτίκα γίνεται ἡ θυσία διδάσκοντός τε τοῦ ποιητοῦ τὰ κατ' ἀνθρώπους, οἳ οὐ πάντα εὐθὺς ποιοῦσιν, ἀλλ' ἔνια καὶ εἰς τὸ μέλλον ἀναρτῶσι, καὶ διότι οὐδέ ἐστι καιρὸς ἄρτι τοῖς ἐν Τροίᾳ εἰς τοιαύτην ἀπασχοληθῆναι θυσίαν. [Σκοπητέον δὲ ἐπὶ τοῦ ἠκέστη, ὅ ἐστιν ἀκέντητος, διὰ τί καὶ τὸ στερητικὸν α εἰς η ἐτράπη, ὅπερ οὐ γέγονεν ἐν τῷ ἀκάματος καὶ ἀθάνατος, καὶ διὰ τί τὸ ν τοῦ κένσαι ἐξέπεσεν, εἰωθὸς ἄλλως πολλαχοῦ πλεονάζειν, ὡς προσεσημείωται. Καὶ ἴσως ἡ μὲν τροπὴ τοῦ α εἰς η ἐγένετο, ἵνα μὴ ἔμφασις εἴη τις ἐκ τοῦ ἀκεῖν γενέσθαι τὴν ἠκέστην, ὅθεν τὸ ἀκεσταὶ φρένες. τὸ δὲ ν ἀπῆλθε, διότι τε οὐ συνετέλει εἰς εὔφωνον, καὶ ἵνα μὴ φαντάζῃ ἐγκεῖσθαι τὴν ἐν πρόθεσιν τῇ λέξει καὶ πλανᾷ τὸν ἀκροατήν.]

(v. 93-96) Ὁ δὲ Ὁμηρικὸς οὗτος τόπος ἔχει τι παρηχήσεως ἐν τῷ ὑποσχέσθαι καὶ ἐν τῷ ἀπόσχῃ. Φησὶ γὰρ "καὶ οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς, εἴ περ ἀπόσχῃ Ἰλίου" τὸν ῥηθησόμενον.

(v. 94) Ἐνταῦθα δὲ καὶ τὸ ἐλεήσῃ ῥῆμα κεῖται κοινότερον ἐν [253] τῷ "ἱερευσέμεν, αἴ κ' ἐλεήσῃ ἄστυ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα". [ὃ δὴ φρασθὲν δίχα τοῦ Τρώων ἱερά ἐστι πολιτικὴ εὐχή.] ἑτέρωθι δὲ ἐλεαίρειν λέγει τὸ ἐλεεῖν ποιητικώτερον. Ἰστέον δὲ ὅτι ἀποσχεῖν ἐνεργητικῶς τὸ διῶξαί ἐστι. Φησὶ γοῦν "αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου".

(v. 97 s.) Καὶ ὅρα ὅπως οὕτω φοβερὸς ὁ Διομήδης νῦν ἔδοξε τοῖς Τρωσίν, ὥστε τὸν Ἕλενον κατ' αὐτοῦ μόνου εὐχὴν ἐνιστᾶν καὶ ἄγριον αἰχμητὴν αὐτὸν καλεῖν, "κρατερὸν μήστωρα φόβοιο, ὃν δή", φησίν, "ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι".

(v. 99101) Λέγει δ' αὐτὸν καὶ αὐτοῦ Ἀχιλλέως φρικτότερον. Φησὶ γὰρ ὅτι "οὐδ' Ἀχιλῆά ποθ' ὧδέ γ' ἐδείδιμεν ὄρχαμον ἀνδρῶν, ὅν πέρ φασι θεᾶς ἐξέμμεναι, ἀλλ' ὅδε λίην μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν". ὅπερ ἐστὶν ἑρμηνεία τοῦ μαίνεται. Τὸ δὲ "ὅν φασι θεᾶς ἐξέμμεναι", ἤγουν ἐκ θεᾶς μητρὸς εἶναι, τοῦ νοήματός ἐστιν ἐπίτασις. οὐ γὰρ οὕτω, φησί, φοβερὸς ὁ ἐκ θεᾶς Ἀχιλλεύς, ὡς Διομήδης ὁ θνητογενής

(v. 97) Τὸ δὲ "ἄγριον αἰχμητήν", ὑφὲν ἀναγνωστέον κατὰ τοὺς παλαιούς. δηλοῖ γὰρ τὸν ἐν πολέμῳ ἄγριον.

(v. 99) Ἰστέον δὲ καὶ ὅτι οὐκ ἀληθῶς οἱ Τρῶες ὑπερτιθέασι τοῦ Ἀχιλλέως τὸν Διομήδην, ἀλλὰ τοὺς δυσπραγοῦντας εἴωθε τὰ ὑπόγυα κακὰ μᾶλλον λυπεῖν. Οὕτω καὶ τὸν Τηλέμαχον ἐν Ὀδυσσείᾳ τὰ τῶν μνηστήρων κακὰ λυπεῖ μᾶλλον ἤπερ ὁ τοῦ πατρὸς θάνατος. Ὅρα δὲ ὡς κἀνταῦθα τοῦ Ἀχιλλέως ἀναμιμνήσκει τὸν ἀκροατὴν ὁ ποιητὴς ὡς μνήμης ἀξίου, εἰωθὼς αὐτὸ πολλαχοῦ ποιεῖν κατά τινα ποσὰ διαστήματα.

(v. 90-101) Ἰστέον δὲ καὶ ὅτι χρήσιμα σχεδὸν ὅλα τὰ τοῦ χωρίου τοῦδε παρῳδηθῆναι εἰς ἱκεσίαν τὴν ἐν κινδύνῳ, ἔστιν ὅτε καὶ ἐξ αὐτοῦ δὴ τοῦ πέπλου μέχρι τέλους, οἷον "πέπλον, ὅς οἱ δοκέει χαριέστατος εἶναι καὶ τοιόσδε καὶ τοιόσδε, θεῖναι ἐπὶ γούνασι τοῦ δεῖνος ἢ τῆς δεῖνος, καί οἱ ὑποσχέσθαι τόδε τι, αἴ κ' ἐλεήσῃ ἄστυ τε καὶ ἀλόχους καὶ νήπια τέκνα, αἴ κεν τὸν δεῖνα ἡμῶν ἀπόσχῃ", ἤγουν ἀποσχοίη, ἀφέξει, "ἄγριον αἰχμητήν, κρατερὸν μήστωρα φόβοιο, ὃν δὴ ἐγὼ κάρτιστον" πάντων ἢ ἄλλων "φημὶ γενέσθαι. οὐδὲ τὸν δεῖνά ποθ' ὧδέ γ' ἐδείδιμεν ὄρχαμον ἀνδρῶν, ὅνπερ φασὶ θεῖόν τινα εἶναι, ἀλλ' ὅδε λίην μαίνεται", κατὰ πόλεμον δηλαδή, "οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν".

(v. 98) Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν "ὃν ἐγώ [254] φημι" ἀξιωματικῶς ἐρρέθη καὶ ἀποφαντικῶς, καθὰ πολλαχοῦ ποιεῖται. (vs. 100). Τὸ δὲ "ὅνπερ φασί" δοκεῖ δισταγμόν τινα ἔχειν.

(v. 1035) Ὅτι ἀγαθὸν διαζωγραφεῖ στρατηγὸν τὸ "αὐτίκα δὲ σὺν τεύχεσιν ἆλτο χαμᾶζε, πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μάχεσθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν", ὡς οἷα πρὸ τούτου ἢ κοιμωμένην ἢ καθημένην.

(v. 106-108) Ὅτι προθυμίαν Τρώων ὁ ποιητὴς πολλὴν εἰς μάχην ἐμφαίνων, ἣν ἔσχον ὀτρυνθέντες ὑπὸ Ἕκτορος, φησὶν ὡς αὐτοὶ μὲν "ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν, Ἀργεῖοι δ' ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο. φὰν δέ τιν' ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος Τρωσὶν ἀλεξήσοντα κατελθέμεν".

(v. 109) Εἶτα ἐπάγει ἐπιφωνηματικῶς ὡς ἐν ἀποδόσει παραβολικῇ κομματικῶς κατὰ γοργότητα τὸ "ὣς ἐλέλιχθεν", μονονουχὶ λέγων, ὅτι ὥσπερ θεὸς οὐρανόθεν ἐπελθὼν ἐφόβησέ τινας, οὕτω καὶ τοὺς Ἀχαιοὺς ἐλελιχθέντες οἱ Τρῶες. [Ὅρα δ' ἐν τούτοις ὅτι καὶ κοινῶς εἶπεν ἐλελίχθησαν καὶ ποιητικῶς ἐλέλιχθεν,] οὗ κατὰ τὸ φάν ἡ συνήθης κίνησις. ὡς γὰρ φάς φάντος φάν, τὸ τρίτον πληθυντικόν, οὕτως ἐλελιχθέντος ἐλέλιχθεν.

(v. 113-115) Ὅτι εἰπὼν ἐνταῦθα τοῖς Τρωσὶν ὁ Ἕκτωρ, ὡς εἰς Τροίαν ἐλθὼν γέρουσιν εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισιν ἀρήσασθαι, ὑποσχέσθαι θ' ἑκατόμβας, οὐ φαίνεται ὕστερον εἰπών τι τοῖς ἀνδράσι, διότι οὐδὲ παρηγγέλθη τοῦτο ὑπὸ τοῦ Ἑλένου. Ἐψεύσατο οὖν τοῦτό γε τοῦ εὐπρεποῦς χάριν, ἵνα μὴ ἐπὶ μέσου τοῦ στρατοπέδου μεμνημένος μόνων τῶν γυναικῶν αἰσχύνην ὄφλῃ, ὡς αὐταῖς ἀνατιθεὶς τὸ κοινὸν ἀγαθόν. Ψεύσεται ἄρα ἐν καιρῷ δεόντως ὁ στρατηγός. κατὰ γὰρ τὸν Ἡρόδοτον "ἔνθα τι δεῖ ψεῦδος λέγεσθαι, λεγέσθω". Τυχὸν δὲ καὶ κατὰ τὸ σιωπώμενον ‑ σχῆμα δέ ἐστι καὶ τοῦτο ποιητικόν ‑ νοητέον καὶ τοῖς ἀνδράσιν ὁμιλῆσαι τὸν Ἕκτορα. Οὐκ αἰδεῖται δὲ ὁ Ἕκτωρ ἐν ἐπηκόῳ τῶν ἐχθρῶν ὁμολογεῖν εὔξεσθαι διὰ τὸ τοῦ ἔργου ἀνεμέσητον. Οὕτω καὶ ὁ Σαλαμίνιος Αἴας ἐν τοῖς ἑξῆς εἰπὼν "εὔξασθε Διῒ σιγῇ ἐφ' ὑμείων, ἵνα μὴ Τρῶές γε πύθωνται", ἐπάγει "ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν".

(v. 117 s.) Ὅτι ἣν ἐν ἄλλοις φησὶν Ὅμηρος ἀμφιβρότην ἀσπίδα καὶ ποδηνεκῆ, ταὐτὸν δὲ εἰπεῖν, ἀνδρομήκη, ταύτην ἑρμηνεύων ἐνταῦθά φησιν "ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα", [255] ἤγουν ἐκ τοῦ αὐχένος καθῆκεν ἕως ἄκρων ποδῶν. Λέγει δὲ καὶ ἄντυγα εἶναι τῇ τοῦ Ἕκτορος ἀσπίδι δέρμα, οὐ πρὸς ἀσφάλειάν τινα, πρὸς τερατείαν δὲ μᾶλλον καὶ ἀγλαΐαν καὶ καινοπρέπειαν ὁπλισμοῦ. Φησὶ γοῦν τὸ ὅλον οὕτως· "ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινόν, ἄντυξ, ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης". Καὶ σημείωσαι τὸ καινὸν τοῦ σχήματος. ἔδει γὰρ εἰπεῖν "ἄντυξ, ὃ πυμάτη", τουτέστιν ὅπερ δέρμα ἐσχάτη ἦν ἄντυξ. ὁ δὲ πρὸς τὸ ἄντυξ ἐποίησε τὸν κατὰ γένος σχηματισμόν. Τοιοῦτόν τι καὶ τὸ "ἐγένοντο τάδε καὶ τάδε", ὅσπερ δὴ τρόπος οἰκονομίας θεοῦ", καὶ "ἐκολάσθη ὁ κακός, ἥπερ ἐστὶ δίκη θεοῦ" καὶ ὅσα τοιαῦτα, [γενομένης τῆς ἀποδόσεως ἐν τοῖς τοιούτοις οὐ πρός τι πρᾶγμα προηγούμενον, ἀλλὰ πρὸς τὸ ὕστερον ἐπαχθέν, ἤγουν πρὸς τὸ ἄντυξ ἢ πρὸς τὸ τρόπος ἢ νόμος ἢ λόγος ἢ δίκη θεοῦ.] Ὅρα δὲ ὅτι ἐσίγησεν ὁ ποιητής, οὕτω δόξαν αὐτῷ, οἵου ζῴου ἦν τὸ ῥηθὲν δέρμα, εἰωθὼς πολλαχοῦ παρατρέχειν τὰ μὴ καίρια. [καὶ ὅτι ἐκ τοῦ δέρω μὲν καὶ τὸ δέρτρον, ὥσπερ καὶ τὸ δέρμα. πολλὴ δὲ ἐν ἀμφοῖν ἡ κατὰ σημασίαν διαφορά, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δηλοῦται.] Πυμάτη δὲ ἄντυξ τὸ δέρμα πρὸς διαστολὴν τῶν λοιπῶν κύκλων, εἰς οὓς ἀναλυόμενον δύναται τὸ τῆς ἀσπίδος ἐπίπεδον τέμνεσθαι. Συνακτέον δ' ἐντεῦθεν καί, ὡς οὐ μόνον ἅρματος ἄντυξ ἐστίν, εἴγε καὶ ἀσπίδος λέγεται. [Ἡ μεταφορὰ δὲ καὶ οὐρανοῦ ἄντυγα ἐγύρωσεν, ὡς δηλοῖ καὶ τὸ "ἐξ ἀντύγων οὐρανίων".] Τὸ δὲ "πυμάτη θέεν" ἀντὶ τοῦ [256] περιέθεεν ἀστείως ὡς ἀπὸ καμπτῆρος θεωρικοῦ ἐρρέθη ἐπὶ σχήματος κυκλοτεροῦς. Καὶ ἔστι πως τοῦτο χρήσιμον εἰς τὸ καὶ τὴν ἴτυν ἐτυμολογεῖν ἀπὸ τοῦ ἰέναι διὰ τὸ καὶ τὸ θέειν καὶ τὸ ἰέναι, ὥσπερ δὴ καὶ τὸ φέρεσθαι, ἀφ' οὗ ἡ περιφέρεια, καὶ τὸ ἄγειν δέ, ἀφ' οὗ τὸ περιηγές, ὁμογενῶς ἔχειν ἀλλήλοις. Ὀμφαλόεσσα δὲ καὶ νῦν ἀσπὶς ἡ ἔχουσα μέσον αὐτῆς ὀμφαλόν, ὅς ἐστι κάλλος ὑπερανεστηκός, ἐπίθετον συγκεκροτημένον ἔκ τινος ὕλης στερεᾶς, [ἐν ἀσπίσι μὲν χαλκῆς ἢ ἀργυρᾶς ἢ καὶ χρυσῆς, ἐν ἄλλοις δὲ καὶ ἀπό τινος ἑτεροίας. ἐν βιβλίοις γοῦν καὶ ἐξ ἐλέφαντος ἀπέχρησεν ὕλη πρὸς κόσμον ὀμφαλόεντα.] Ὅτι τὸν ἄγριον αἰχμητὴν Ἕκτορα τῆς μάχης ἀποστήσας, ὡς καὶ πρὸ βραχέων ἐρρέθη, ὁ ποιητὴς καὶ οὕτω μονάσας καὶ θείου τούτου προσώπου τὴν φύλοπιν ἀνίησι τὸ τοῦ πολέμου ἀκμαῖον καὶ ἀναπαύει τὸν ἀκροατὴν μεταπεσὼν ἐκ τῶν ἐναγωνίων εἰς γλυκύτητα ἱστορικῆς ὑπτιάσεως, καὶ τὸν Λύκιον Γλαῦκον εὑρὼν λαβὴν λόγου καὶ αὐτὸν ἐπεισοδιάσας πολλὰ δι' αὐτοῦ θαυμάσια τῇ [257] ποιήσει παρεμβάλλει οἷον μύθους, ἐξ ὧν τὸ τῆς ἀλληγορίας ἀνακύπτει καλόν, ἱστορίας, γενεαλογίας, γνωμολογίας, ἔθη παλαιὰ καὶ ἄλλα οὐκ ὀλίγα, δι' ὧν τό τε μονοειδὲς τῆς γραφῆς ἐξαιρεῖ τῆς ποιήσεως καὶ πολυμαθῆ ποιεῖ τὸν ἀκροατήν.

(v. 120) Ὅτι μονομαχικὸν τὸ "ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι". Περὶ Γλαύκου δὲ καὶ Διομήδους ὁ λόγος. ἀμφοτέρους δὲ λέγει τὸν Ἀχαιϊκὸν στρατὸν καὶ τὸν Τρωϊκόν.

(v. 123-126) Ὅτι πρὸς τὸν ἐξαίφνης ἐκ μὴ δοκοῦντός τινος θρασυνόμενον εἰς ἔριν κατὰ τῶν εἶναί τι δοκούντων καλῶς ἂν ἐρεῖ τις τὸ τοῦ Διομήδους πρὸς Γλαῦκον "τίς δὲ σύ ἐσσι φέριστε κατὰ θνητῶν ἀνθρώπων; οὐ μὲν γάρ ποτε ὄπωπα μάχῃ ἐνὶ κυδιανείρῃ τὸ πρίν. ἀτὰρ μὲν νῦν πολὺ προβέβηκας πάντων σῷ θάρσει, ὅτ' ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας", ὃ διασαφητικόν ἐστι τοῦ κατὰ τὸν Γλαῦκον θάρσους, εἴπερ ὑπέμεινεν ἀντιστῆναι τῷ τηλικούτῳ Διομήδει.

(v. 123) Ἰστέον δὲ ὅτι τὸ "κατὰ θνητῶν ἀνθρώπων", ἢ περισσὴν ἔχει τὴν κατα πρόθεσιν ἢ ἀντὶ τῆς ἀπο κεῖται. ἐν πολλοῖς γὰρ λαμβάνονται προθέσεις ἀντὶ προθέσεων.

(v. 127) Ὅτι Διομήδης τοὺς τὸ αὐτοῦ ἔγχος ὑπομένοντας δυστήνων πατέρων παῖδας λέγει, τουτέστιν υἱοὺς πατέρων δυστυχῶν, οἳ ταχὺ ἄπαιδες γίνονται. Φησὶ γὰρ "δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι". ταὐτὸν δ' ἂν εἴη εἰπεῖν "ἐμὸν ἔγχος μένουσιν", ἃ καὶ πᾶς ἄλλος ἂν εἴπῃ κατὰ ταπεινοτέρων ἀντιπάλων θρασυνόμενος. Καὶ ἔστιν ἰδοὺ τὸ ἀντιᾶν λαμβανόμενον καὶ ἐπὶ τοῦ συναντᾶν. Δῆλον δὲ ὅτι λέγεται καὶ ἐπὶ τοῦ ἀπολαύειν, ὡς τὸ "ἀντιόων ἑκατόμβης", καὶ ἐπὶ τοῦ ἐπιμελείας ἀξιοῦν, ὡς τὸ "ἐμὸν λέχος ἀντιόωσαν".

(v. 128 s.) Ὅτι εὐσέβειαν διδάσκει ὁ Διομήδης πρὸς Γλαῦκον εἰπὼν τὸ "εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθας", ἤγουν κατῆλθες οὐρανοῦ, "οὐκ ἂν ἔγωγε θεῷ ἐπουρανίῳ μαχοίμην". καὶ ἔστι τὸ θεῷ μάχεσθαι διάλυσις Ἰωνικὴ τοῦ θεομαχεῖν. Εἶτα δεικνὺς ὁ ἥρως κακὸν εἶναι τὸ θεομαχεῖν ἐπιχειρεῖ προσωπικῶς ἐκ [258] τοῦ ῥηθησομένου Λυκούργου, δι' οὗ φανεῖται κακῶς ἀπαλλάσσειν τοὺς θεομάχους. Καὶ ὅρα ὡς ἀπὸ τῆς ἄρτι ὁ Διομήδης οὐκ ἔχει ἀκούειν ἐκ τῆς φωσφόρου Ἀθηνᾶς τὸ "ἀχλὺν αὖ τοι ἀπ' ὀφθαλμῶν ἕλον". ἤδη γὰρ ἀχλύεται ἀμφιβάλλων μήποτε θεὸς οὐρανόθεν εἴη ὁ Γλαῦκος. [Ἐναργείας δὲ πάντως θείας δηλωτικὸν τὸ "εἴ τις ἀθάνατος οὐρανόθεν ἦλθες", ἣν δὴ ἐνάργειαν καὶ ἡ Ὀδύσσεια δηλοῖ ὡς εἰωθυῖαν γίνεσθαι, ὅπου τοῦ Ὀδυσσέως περιυβριζομένου εὐλαβεῖταί τις τῶν μνηστήρων μήποτε θεὸς Ὀλύμπιός ἐστιν ὁ τὰς ὕβρεις πάσχων, ἐλθὼν ἐξ οὐρανοῦ καὶ τοῦ κατὰ τοὺς μνηστῆρας ἤθους ἀποπειρώμενος.]

(v. 130 s.) Ὅτι λέγων ἐνταῦθα διὰ τοῦ Διομήδους ὁ ποιητὴς "οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος δὴν ἦν", ἀντὶ τοῦ ἐπὶ πολὺ ἔζη, ἐπίρρημα συντάσσει τὸ δήν μετὰ ῥήματος ὑπαρκτικοῦ, καὶ οὕτως ἐμφαίνει δυνατὸν εἶναι καὶ ἐν τῷ "ἤτοι Ἀθηναίη ἀκέων ἦν" νοεῖσθαι τὸ ἀκέων ἀντὶ ἐπιρρήματος, κἂν πολλοῖς ἀπαρέσκῃ. Τοιοῦτον δέ ἐστι καὶ τὸ "τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν". Σκοπητέον δὲ ὅτι τὸ Λυκόοργος ἐντελές ἐστι τοῦ Λυκοῦργος, οὐ μὴν τὸ Λυκόεργος. λύκου γὰρ ὀργὴν μὲν ἔστιν εἰπεῖν, ἔργον δὲ οὔ. ἐπὶ γὰρ ἀνθρώπων μόνων κυριολεκτεῖται τὸ ἔργον.

(v. 130 s. et 13840) Ἰστέον δὲ ὅτι μεμνήσεται καὶ ἐν τοῖς ἑξῆς Λυκούργου τινὸς ὁ ποιητής, γενναίου ἀνδρός. Ὃν δὲ νῦν λέγει, Δρύαντος ἦν υἱὸς Ἠδωνός, ἤγουν περί που τὰ κατὰ Θρᾴκην βασιλεύων, θεομαχεῖν δεινός, κρατερός, θεοῖς ἐπουρανίοις ἐρίζων, ἀνδροφόνος. διὸ δυστυχήσας καὶ ἀφῃρέθη τῶν ὀφθαλμῶν πρὸς Διός. τυφλὸν γάρ, φησίν, αὐτὸν ἔθηκε, καὶ οὐδὲ ἐπὶ πολὺ ἐβίω.

(v. 132-137) Λέγεται δὲ αὐτὸς διώκειν μικρὸν ἔτι ὄντα τὸν Διόνυσον καὶ τὰς ὀργιαζούσας αὐτῷ τιθήνας, παύσασθαι δὲ τοῦτο ποιῶν, ὅτε φοβηθέντα τὸν Διόνυσον ἡ Νηρηῒς Θέτις καθυπεδέξατο κόλπῳ, οἷα δηλαδὴ ἁπαλόν τινα παῖδα. τοὺς τοιούτους γὰρ ἔστι κόλπῳ δέχεσθαι. Δηλοῖ [259] δὲ ὁ τοιοῦτος μῦθος καθ' ἱστορίαν θεραπευόμενος, ὅτι ὁ ῥηθεὶς Λυκοῦργος κηδόμενος τῶν ὑπὸ χεῖρα κακῶς πασχόντων ὑπὸ τῆς τοῦ ἀκράτου πλησμονῆς, ὅτε πρῶτον οἴνου χρῆσις παρ' αὐτοῖς ἐπεπόλασε, τάς τε ἀμπέλους ἐξέσπα, αἳ δὴ Βάκχαι λέγονται, καὶ τιθῆναι, ἤτοι τροφοί, Διονύσου, τουτέστιν οἴνου, καὶ ὀπαδοί, καὶ τοὺς μεθύοντας ἐκόλαζε καὶ τὰς αὐτῶν συνόδους ἐσκέδαζε, καὶ τὸν οἶνον οὐκ εἴα ἐπιχωριάζειν, ὕστερον δὲ ἀφῆκε τὴν σπουδὴν ταύτην, ὁπηνίκα ἡ τοῦ οἴνου ἐπενοήθη μεθ' ὕδατος κρᾶσις, ἣν αἰνίττεται ἡ τοῦ Διονύσου ῥῖψις κατὰ τοῦ ὕδατος, ὅπερ ὕδωρ δηλοῦται διὰ Θέτιδος ὑγροβίου δαίμονος, κἀντεῦθεν ἐπαύσαντο οἱ ἐγχώριοι τῆς τε ἀκρατοποσίας καὶ τῶν ἐξ αὐτῆς κακῶν. Ἐνταῦθα δὲ καὶ τὸν Διόνυσον μαινόμενον εἶπεν ὁ ποιητής, καθὰ καὶ τὸν Ἄρην, ἤτοι μανιοποιόν. μεμήνασι γάρ πως οἱ μεθύοντες, ὡς καὶ οἱ κατὰ μάχην ἐναγώνιοι. Ὅθεν τούτους μὲν ἀρειμανίους φαμέν, τοὺς δὲ μεθύσους οἰνομανεῖς, ἐπεὶ καὶ τὸν Διόνυσον μαινόλην καὶ Μαινάδας τὰς ὀπαδοὺς αὐτοῦ, [καθὰ καὶ Βάκχας, ἐπεὶ ἐκεῖνος Βάκχος ἀπὸ τοῦ βάζω βέβαχα πλεονάσαντος τοῦ κ διὰ τραχυφωνίαν καιρίαν, ὃ δὴ καὶ ἐπὶ τοῦ Ἴακχος γίνεται, οὗ ἀρχὴ τὸ ἰάχω ῥῆμα. Αἱ δὲ ῥηθεῖσαι καὶ Ληνίδες λέγονται διὰ τὸν ὑποδεκτικὸν ληνὸν τοῦ οἴνου, ὃν αὐταὶ τρέφουσι.] Φράζει δὲ περὶ τῶν κατὰ Λυκοῦργον Ὅμηρος οὕτω "ὅς ποτε μαινομένοιο Διονυσοῖο τιθήνας σεῦεν", ὅ ἐστιν ἐκίνει, ἐδίωκε, "κατ' ἠγάθεον Νυσσήϊον. αἳ δ' ἅμα πᾶσαι θύσθλα χαμαὶ κατέχευαν", ἤγουν [260] ῥᾷον καὶ ταχὺ κατέρριψαν, "ὑπ' ἀνδροφόνοιο Λυκούργου θεινόμεναι βουπλῆγι, Διόνυσος δὲ φοβηθεὶς δύσεθ' ἁλὸς κατὰ κῦμα, Θέτις δ' ὑπεδέξατο κόλπῳ δειδιότα" καὶ ἑξῆς ὡς μετ' ὀλίγα γραφήσεται. Εἶτα λέγει καὶ ὡς ὀδύσαντο αὐτῷ θεοὶ ῥεῖα ζώοντες, καὶ ὡς ἐτυφλώθη, "οὐδ' ἂρ ἔτι δὴν ἦν", ὡς ἐρρέθη, "ἐπεί", φησίν, "ἀθανάτοισιν ἀπήχθετο πᾶσι".

(v. 135) Τὸ δὲ Διόνυσσος ἐνταῦθα πολλὰ τῶν ἀντιγράφων διὰ μεγάλου τοῦ ω γράφουσιν, οὐ δι' ἀνάγκην μέτρου κατά τινας, δύναται γὰρ καὶ μικρὸν ὂν διὰ τῆς ὀξείας ἐκτείνεσθαι, ἀλλὰ κατά τινα διάλεκτον. Ὅτι δὲ ὁ μυθικὸς Διόνυσος εἰς οἶνον ἀλληγορεῖται καὶ ὅτι καθ' ἱστορίαν δοτὴρ οἴνου ἢ ἐφευρετὴς λέγεται καὶ ὅτι διάφοροι Διόνυσοι, ἀλλαχόθεν ἔστι γνῶναι. Ἡρόδοτος δὲ λέγει καὶ ὅτι Ὤσιρις καθ' Ἑλλάδα γλῶσσαν ὁ Διόνυσος. Ὅρα δὲ καὶ ὡς πιθανολογῶν Ὅμηρος τὴν τοῦ Διονύσου κατὰ θαλάσσης φυγὴν οὐ μόνον φοβηθῆναι, τουτέστι φυγεῖν, αὐτὸν εἶπεν, ἀλλὰ καὶ δεδιότα ἔφη, καὶ ὅτι κρατερὸς αὐτὸν ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ. Ἐξ ὧν λαβόντες οἱ μεθ' Ὅμηρον δειλόν τε τὸν Διόνυσον πλάττουσι καὶ θηλυστολοῦντα, ὅθεν καὶ διοννὺς παρ' αὐτοῖς ἡ γυναικεία καὶ θῆλυς ἐσθὴς ἢ ἄλλο τι.

(v. 133) Νυσσήϊον δὲ ἐνταῦθα ὄρος τι Θρᾴκης, ὃ καὶ Νύσσα λέγεται, ἀφ' ἧς ὁ Διόνυσος ὠνομάσθαι δοκεῖ, περὶ ἣν ὁ δηλωθεὶς Λυκοῦργος ἔσευε τὰς Βάκχας. [Δηλοῖ δὲ τὸ Νυσσήϊον περιεκτικῷ λόγῳ διατριβήν τινα οὐ Νύσσης, ἀλλὰ Διονύσου, κατὰ τὸ Νύσσια Κνώσσια, ὅπερ ἐστὶ Διονυσιακά. καί πως ἔοικε [261] πρὸς τὸ Ποσιδήϊον, ὃ σημαίνει Ποσειδῶνος διατριβήν.] Εἰσὶ δὲ καὶ ἕτεραι Νύσσαι κατὰ τὰς ἱστορίας, αἱ μὲν ὄρη, ὡς ἐν Βοιωτίᾳ καὶ Ἀραβίᾳ καὶ Ἰνδικῇ καὶ Λιβύῃ, ἡ δέ τις καὶ νῆσος ἐν τῷ Καυκασίῳ ὄρει καὶ τῷ ποταμῷ Νείλῳ. Ἠγάθεον δέ, τουτέστιν ἀγαστὸν ἢ ἄγαν θεῖον, τὸ ῥηθὲν ὄρος ὁ ποιητὴς λέγει διὰ τάς, ὡς εἰκός, ἐν αὐτῷ τελουμένας τῷ Διονύσῳ θυσίας. ὅθεν δὲ παρῆκται τὸ ἠγάθεον, ἐκεῖθεν πάντως καὶ τὸ ἀγαθόν.

(v. 134) Θύσθλα δὲ ἢ τελεστικά τινα θύματα, οἷα καὶ χέεσθαι, ἢ ῥάβδοι τινές, ἐν οἷς καὶ νάρθηκες, φορήματα Διονυσιακά, ἢ κλάδοι τινές, ὁποῖοι καὶ οἱ περὶ τὸν Διόνυσον Βακχικοὶ θύρσοι, οἱ βαρυτονούμενοι. οἱ γάρ τοι ὀξυνόμενοι θυρσοὶ γαμικὰ δηλοῦσι στέμματα.

(v. 135) Βουπλήξ δὲ βούκεντρον ἢ πέλεκυς βοὸς ἀναιρετικὸς ἢ μάστιξ γινομένη ἀπὸ τμήματος βύρσης. Ὀξύνεται δὲ κανόνι τοιούτῳ· Τὰ κατὰ παρακείμενον συντεθειμένα ὀνόματα εἰς ης ἢ εἰς ξ λήγοντα ὀξύνονται, κἂν μίαν φυλάττῃ τοῦ ῥήματος συλλαβήν, οἷον ἀδμής, ἀβλής, ἡμιθνής, κυαμοτρώξ, βουπλήξ. σεσημείωται τὸ ὕσπληξ. Ἐν δὲ ῥητορικῷ Λεξικῷ εὕρηται καὶ ὀρθοπλὴξ ἵππος, ὁ ὀρθὸς αἰρόμενος καὶ πλήσσων. Προφέρεται δὲ καὶ ἀκανθοπλήξ [262] καὶ νωτοπλήξ καὶ οἰστροπλήξ, ὡς τὸ "τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης", καὶ μεθυπλήξ, ὡς Καλλίμαχος "τοῦ μεθυπλῆγος φροίμιον Ἀντιλόχου". Περίεργον οὖν, φασί, λέγειν ὅτι τὰ μὲν δραστικὰ ὀξυτονεῖται, τὰ δὲ παθητικὰ βαρύνεται. πάντα γὰρ οἱ Ἀττικοὶ ὀξύνουσι δίχα τοῦ ὕσπληξ.

(v. 136 s.) Ἰστέον δὲ ὅτι τὸ "Θέτις δ' ὑπεδέξατο κόλπῳ δειδιότα. κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ" παρῳδηθήσεταί ποτε ἐπὶ ἀνδρὶ περιποιηθέντι ὑπό τινος ἐν καιρῷ φόβου.

(v. 139 s.) Ὅρα δὲ καὶ ὅτι τὸ "δὴν ἦν" δὶς ἐν τοῖς ῥηθεῖσι κεῖται, καὶ ὅτι ἔχθους ἀεὶ αἴτιον ἡ φαύλη ἔρις. Ὁ γοῦν ἀθανάτοις ἐρίζων ἀπήχθετο οὔ τισιν ἀλλὰ πᾶσιν αὐτοῖς.

(v. 138) Τοῦ δὲ ὀδύσσω ῥήματος πολλαχοῦ ἡ χρῆσις, ἐξ οὗ καθ' Ὅμηρον καὶ ὁ Ὀδυσσεύς. [(v. 136) Ἰστέον δὲ καὶ ὅτι τὸ "Θέτις δ' ὑπεδέξατο κόλπῳ", ἡ κατὰ τὸν μῦθον δηλαδὴ θαλασσία δαίμων, ἔφασάν τινες αἴνιγμα εἶναι τοῦ χρησιμεύειν τὸ ἐκ θαλάττης ὕδωρ εἰς τὸ περισῴζειν οἶνον, ὃ καὶ δεδοκίμασται μὴ ψευδὲς ὄν.]

(v. 141) Ὅτι εὐλαβοῦς ἤθους παρῳδηθὲν ἐξ Ὁμήρου τὸ "οὐκ ἂν ἐγὼ μάκαρι τῷ δεῖνι ἐθέλοιμι μάχεσθαι".

(v. 143) Ὅτι πηγὴ τοῖς ἀρχαίοις ὁ ποιητὴς οὐ σπουδαίων μόνον, ἀλλὰ καὶ ὅσα ἐν ἀστεΐσμασι. Τὸ γοῦν "ἄσσον ἴθι, ὥς κεν θάσσον ὀλέθρου πείραθ' ἵκηαι", ὅ φησι πρὸς Γλαῦκον ὁ Διομήδης, εἴρηκέ τις παλαιὸς ἀστεϊζόμενος ἐπὶ σκώμματι πόλεως Ἀσιανῆς, καλουμένης μὲν Ἄσσου, ἐν τόπῳ δὲ κειμένης ὑψηλοκρήμνῳ, ἔνθα δυσχερὲς καὶ ἐπικίνδυνον ἦν ἀνελθεῖν, οἱονεὶ παίζων ἐκεῖνος ὁ παλαιός, ὅτι, εἰ βούλει θᾶσσον θανεῖν, εἰς τὴν Ἄσσον πόλιν ἐλθέ. Ὡσαύτως δὲ καὶ μετ' ὀλίγα κείμενον τὸ "οἵη περ φύλλων γενεή, τοίηδε καὶ ἀνδρῶν" ἐπί τινας μετήνεγκεν ὁ αὐτὸς δυσπροσόπτως ἔχοντας καὶ τὴν ὄψιν χλωροὺς ἐκ νόσου καὶ φύλλοις δι' αὐτὸ τοῦτο ἐοικότας, σκώπτων ὡς ἡ τῶν ἀνδρῶν ἐκείνων γενεὰ φύλλων ἔοικε γενεᾷ. Εἰ δέ τις καὶ ἐπὶ ἀστατούντων τινῶν καὶ κούφων καὶ εὐμεταφόρων ἐρεῖ τὸ "οἵη περ φύλλων γενεή, τοίηδε καί" ἡ τῶν δεῖνα, εὖ πάντως ἀστεΐσεται καὶ αὐτός. καὶ οὕτω μὲν ταῦτα. [263]

(v. 142 s.) Σημείωσαι δὲ ὅτι τὸ ὅλον Ὁμηρικὸν ἔπος, τὸ "εἰ δέ τίς ἐσσι βροτῶν, οἳ ἀρούρης καρπὸν ἔδουσιν, ἆσσον ἴθ', ὥς κε θᾶσσον ὀλέθρου πέρατα ἵκηαι" εἴποι ἂν ἀριστεὺς προκαλούμενος ἄνδρα εἰς μονομαχίαν, ὃν οὐ πάνυ γενναῖον λογίζεται. Τὸ δὲ "οἳ ἀρούρης καρπὸν ἔδουσι" πρὸς διαστολὴν εἶπε τῶν ἀπολελυμένων σώματος ἡρώων, οἳ κἂν βροτοὶ λέγοιντο, ἀλλ' οὐ καρποφαγοῦσι. Τὸ δὲ ἀρούρης καρπὸν ἔδειν περίφρασίς ἐστι τοῦ σῖτον ἔδειν, ὅπερ καὶ ἐν Ἰλιάδι κεῖται καὶ ἐν Ὀδυσσείᾳ δὲ πολλαχοῦ. ἡ δὲ τοιαύτη ἄρουρα, ἧς ἔδουσί τινες τὸν καρπόν, ὀρθῶς ἂν καὶ ζείδωρος λέγοιτο. [Δοκεῖ δὲ τὸ καρπὸν ἀρούρης ἔδειν διαστέλλειν τε τὸν τοιοῦτον καρπὸν τοῦ ἐξ ἀγρίας γῆς, ὃς θηρία διοικεῖ, καὶ σεμνολογεῖν τὸν γεωργικὸν ἄνθρωπον κατά τι ἐξαίρετον, ὡς διενηνοχότα τῶν μὴ ἀροῦν θελόντων ἀλλὰ ζῆν ἀγρίως.] Ὅρα δὲ ἐνταῦθα καὶ τὴν Ὁμηρικὴν ταχεῖαν παρίσωσιν ἐν τῷ "ἆσσον ἴθι, ὅπως θᾶσσον ἀπέλθῃς", ἥτις ἐὰν μεταπέσῃ, ποιεῖ καὶ ἐπαναστροφήν. εἰ γάρ τις τυχὸν εἴπῃ "θᾶσσον ἆσσον ἴθι" ἐπαναστροφὴ τὸ σχῆμά ἐστι. Γίνεται δὲ τὸ ἆσσον ἀπὸ τοῦ ἐγγύς ἐγγίων, οὗ τὸ οὐδέτερον ἔγγιον, καὶ ἐξ αὐτοῦ δευτέρα παραγωγὴ συγκριτικὴ ἔσσον, καὶ κατὰ τροπὴν ἄσσον, ὅ ἐστιν ἔγγιον ἤτοι πλησίον. Οὕτω δὲ καὶ ταχύς ταχίων τάσσων καὶ θάσσων, πρὸς διαστολὴν τῆς τάσσων μετοχῆς, καὶ τὸ οὐδέτερον, ἔτι δὲ καὶ τὸ ἐπίρρημα, θάσσον. ὁμοίως καὶ μακρός μακρίων μάσσων καὶ βραδύς βραδίων βράσσων καὶ παχύς παχίων πάσσων καὶ ἐλαχύς, ἢ κατὰ Καλλίμαχον ἐλαχός, ἐλαχίων ἐλάσσων. οἷς ἀναλογίας δίκην συνεξακολουθῆσαν καὶ τὸ ἔσσον κατὰ τροπὴν τῆς ἀρχούσης γέγονεν ἄσσον. Ὡς δὲ [264] πολλὰς λέξεις καινοτομεῖ καὶ ἡ συνεξακολούθησις, δῆλον καὶ ἐκ τοῦ υἱάσι. τοῦτο γὰρ υἱέσιν ὀφεῖλον εἶναι ὡς ἀπὸ τοῦ υἱεύς υἱέος, ὅμως συνεξέδραμε τοῖς συγγενικοῖς, τῷ πατράσι καὶ μητράσιν. οὕτω δὲ καὶ τὸ πάτερ, ὀφεῖλον ὀξύνεσθαι κατὰ τὴν οἰκείαν εὐθεῖαν, βαρυτονεῖται διὰ τὰ οἰκεῖα συγγενικὰ τὸ μῆτερ καὶ θύγατερ. καὶ τὸ σῶτερ δὲ ἡ πρὸς τὸ πάτερ συνεκδρομὴ ἐβάρυνε. καθ' ὅμοιον δὲ λόγον καὶ τὸ χωρίς ἐπίρρημα ὀξυνόμενον, ὡς τὸ λικριφίς, ὅμως εὕρηται, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, μετὰ τὴν ἀποβολὴν τοῦ σ χῶρι λεγόμενον βαρυτόνως καθ' ὁμοιότητα τοῦ αὐτόθι καὶ ὅθι καὶ τῶν ὁμοίων. Ἴσως οὖν καὶ τὸ οὕτως ἐπίρρημα ἐξῶσε τὸ σ πρὸς ὁμοιότητα οἷον ἀναλογικὴν τοῦ ἰώ καὶ ἐπισχερώ καὶ τῶν ὁμοίων ἐπιρρημάτων, εἰ καὶ μὴ τονοῦται ὁμοίως ἐκείνοις. [Καὶ μὴν εἰ καὶ ἐνταῦθα τὴν φυσικὴν ἐτήρησε βαρυτόνησιν, ἀλλ' ἐν ἑτέρᾳ συνδρομῇ περιεκλάσθη εἰς περίσπασιν. Δωριεῖς γὰρ κατὰ τὸ καλῶς, σοφῶς, δυνατῶς, φασὶ καὶ οὑτῶς, οἷον "πιαίνεται ὁ στάχυς οὑτῶς".]

(v. 145-149) Ὅτι γνώμη ἐστὶν ἐνδεικτικὴ τῆς ἀνθρωπίνης εὐτελείας τὸ "ὦ δεῖνα μεγάθυμε, τιή", τουτέστι διὰ τί, "γενεὴν ἐρεείνεις; οἵη περ φύλλων γενεή, τοίηδε καὶ ἀνδρῶν. φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ' ὕλη τηλεθόωσα φύει, ἔαρος δ' ἐπιγίνεται ὥρῃ. ὣς ἀνδρῶν γενεὴ ἠμὲν φύει ἠδ' ἀπολήγει", τουτέστι καὶ φύει καὶ ἀπολήγει, ἢ καὶ ἄλλως αὕτη μὲν φύει, ἐκείνη δὲ ἀπολήγει. Καὶ λέγει μὲν καλῶς ὁ ποιητικὸς Γλαῦκος φύλλοις τὰ καθ' ἡμᾶς εἰκάζων, ἃ νῦν μὲν ἦρται ἄνω καὶ μετέωρα σαλεύει, μικρὸν δ' ὕστερον ἔραζε πίπτει. Νικᾷ δὲ μᾶλλον ὁ ὡς ἄνθος ἀγροῦ θάλλειν γνωματεύων τὰ ἡμέτερα. Σημείωσαι δὲ ὅτι τετράκις ἐνταῦθα κεῖται τὸ γενεή ἐπιμένοντος τοῦ ποιητοῦ συνήθως διὰ τὸ τῆς λέξεως καίριον. Φύλλων δὲ γενεὴ περιφραστικῶς νοεῖται ἀντὶ [265] τοῦ φύλλα πληθυντικῶς, οὐδετέρου ὀνόματος. Διὸ καὶ ἡ ἐπανάληψις καινοπρεπέστερον, καὶ ὥς τινές φασι, σολοικοφανῶς, οὐχ' ὁμοιοπτώτως ἐκφέρεται κατὰ πληθυντικὴν γενικήν, ἀλλὰ κατὰ εὐθεῖαν πληθυντικὴν.

(v. 147 s.) Φησὶ γὰρ "φύλλα τὰ μὲν ἄνεμος χαμαὶ χέει", οὐ πρὸς τὸ ῥητόν, τὸ "φύλλων γενεή" ποιησάμενος τὴν ἐπανάληψιν, ἀλλὰ πρὸς τὸ νοητόν, ἤγουν πρὸς τὰ φύλλα, τὰ νοούμενα ἀντὶ τῆς τῶν φύλλων γενεῆς. φύλλων γὰρ γενεὴ περιφραστικῶς καὶ φύλλα ταὐτόν εἰσι τῷ ἀριθμῷ διὰ τὴν τῆς ἐννοίας ταὐτότητα. Ὅτι δὲ πολλαχῶς ἡ γενεά, δηλοῦσιν οἱ παλαιοί. Δῆλον δὲ ὅτι οὐκ ἐπὶ μόνων ἀνθρώπων λέγεται, εἴγε καὶ ἵππων ἔφη γενεὰν ἐν τοῖς πρὸ τούτου, καὶ νῦν δὲ φύλλων λέγει γενεάν. Φύλλοις δὲ τὴν τῶν ἀνθρώπων εἰκάζει γενεὰν καὶ πᾶσι μὲν ἴσως, μάλιστα δὲ τοῖς τῶν ἀειθαλῶν, ὧν ἔτι προσισχομένων τῷ δένδρῳ ἄλλα νέα ἐν ὥρῃ ἔαρος καί, ὅ φασι καθ' ὥραν, φύεται, ὅπερ Ὅμηρός φησιν ἐπιγίνεται. ἀφ' οὗ ῥήματος καὶ ὁ ἐπίγονος παράγεται, ὅ ἐστιν ἀπόγονος. Οὕτω γὰρ καὶ γονέων οὐ πάντων ἐπιλειπόντων, ἀλλά τινων ἔτι παραμενόντων, οἱ ἐπίγονοι γίνονται κατὰ τὴν τῶν ἀειθαλῶν ὁμοιότητα, ἣν ὑποδηλοῖ καὶ τὸ "ὕλη τηλεθόωσα", ὅ ἐστι θαλέθουσα ἤτοι θάλλουσα, ὃ δὴ μάλιστα τῶν ἀειθαλῶν ἐστιν. Ὅρα δὲ καὶ ἐνταῦθα σύντομα πάρισα ἐν τῷ χέει καὶ φύει, καὶ αὖθις φύει καὶ ἀπολήγει, καὶ ὅπως προτάξας τὸ χέει τοῦ φύει, μετ' ὀλίγα πρῶτον τίθησι τὸ φύει, εἶτα τὸ λήγει, ὡς ἀδιάφορον ὂν οὕτως ἢ ἐκείνως εἰπεῖν. καὶ ὅτι τοῦ μὲν φύειν οὐκ ἔσχε καιριωτέραν λέξιν εἰπεῖν, τὸ δὲ χέειν εἰς τὸ ἀπολήγειν μετέλαβε κατὰ τρόπον πολυωνυμίας. Σημείωσαι δὲ καὶ ὅτι, κἂν οἱ μεθ' Ὅμηρον πρέπειν φύλλοις ἐθέλωσι τὸ ῥέειν, ὅθεν καὶ τὸ φυλλοροεῖν συντιθέασιν, ἀλλ' ὁ ποιητὴς τὸ χέειν προκρίνει ὡς λειότερον καὶ διὰ τοῦτο οἰκειότερον. διὸ καὶ οἱ [266] μεθ' Ὅμηρον φυλλοχόον μῆνά φασι, καθ' ὃν τὰ φύλλα εἰς γῆν χέονται. Σημείωσαι δὲ καὶ ὅτι παρατετηρημένως εἶπε τὸ ἄνεμος χέει ‑ ἀθρόα γὰρ φύλλων χύσις ὑπὸ ἀνέμου πνοῆς γίνεται ‑ , καὶ ὅτι ἐνταῦθα μὲν τὸ "ἔαρος ἐπιγίνεται ὥρῃ" ἐντελῶς εἴρηται, ἐν δὲ τῷ "ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ" λείπει τὸ ἔαρος.

(v. 145) Τὸ δὲ τιή ὡς Ἀττικῶς ἔχει τὴν διὰ τοῦ η ἐπέκτασιν, καθὰ καὶ τὸ ἐπειή, δηλοῦται καὶ ἀλλαχοῦ. ὡμοίωται δὲ τούτοις καὶ τὸ ὠή γενόμενον ἐκ τοῦ ὤ. [Ὅτι δὲ τὸ τιή, ὃ κεῖται καὶ παρὰ τῷ Κωμικῷ, παροξύνουσιν παλαιοὶ τεχνικοί, καὶ ὅτι τὸ ἐπειῆ περισπῶσιν, ἐν τοῖς εἰς τὴν ἄλφα ῥαψῳδίαν δεδήλωται.]

(v. 150 s.) Ὅτι θαρρῶν ἂν εἴπῃ ποτὲ ἔκ ποθεν ἀνακρίσεως ὁ εὐγενὴς τὸ "εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ' εὖ εἰδῇς ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν". Ἔστι δὲ ἐνταῦθα τὸ δε ἀντὶ τοῦ δη, ὡς καὶ μετ' ὀλίγα ἐν τῷ "ἔνθα δὲ Σίσυφος", ὃ παρὰ τοῖς μεθ' Ὅμηρον ἐνθάδε λέγεται.

(v. 152 s.) Ὅτι σαφῶς καὶ νῦν κατὰ σχῆμα σύνηθες ἀφηγούμενος διὰ τοῦ Γλαύκου ὁ ποιητής φησιν "ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο. ἔνθα δὲ Σίσυφος ἔσκε", καὶ τὰ ἑξῆς. καὶ ἔστι φυσικὴ καὶ ἁπλῆ καὶ τοῦ διηγήματος τούτου ἡ καθ' ὑπαρκτικὸν ῥῆμα εἰσβολή. Ὅτι δὲ καὶ ἄλλαι εἰσὶν Ἔφυραι, δηλοῦται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, εἴρηται δὲ καὶ ἐν τῇ Βοιωτίᾳ. Ἄργος δὲ καὶ ὧδε ἡ Πελοπόννησος, οὗ ἡ Κόρινθος ἐν μυχῷ, τουτέστιν ἔνδον, οὐ μὴν ἐν μυχαιτάτῳ καὶ ἐνδοτάτῳ. τοῦτο γὰρ ψεῦδος ἁπλῶς οὕτω εἰπεῖν διὰ τὸ ἰσθμίαν εἶναι τὴν Κόρινθον, περὶ ἧς καὶ ἡ Βοιωτία δηλοῖ. Ἥδοιτο δ' ἄν, ὡς εἰκός, ὁ Διομήδης ἐνταῦθα, ὁ τὰ κατὰ Πελοπόννησον εὖ εἰδώς, ἀκούων τοῦ ξένου Γλαύκου διδασκαλικῶς περιηγουμένου κατ' ἦθος ἀφελές, ποῦ ἡ Κόρινθος. Πλατὺ δ' ἐνταῦθα τὸ τοῦ Γλαύκου ἀφήγημα καὶ ἡδὺ ὡς πολυειδές, δι' οὗ, ὡς τὰ κατὰ μέρος δηλώσει, πολλὰ ἱστορεῖται, οἷον περὶ Σισύφου, οἷος καὶ ὅθεν ἦν καὶ τίνες οἱ ἐξ αὐτοῦ, περὶ τοῦ ἐγγόνου Βελλεροφόντου, τοῦ καὶ [267] καλοῦ καὶ ἀνδρείου καὶ σώφρονος, εἰ καὶ ἄλλως καθ' Ἡρακλῆν ἐδυσπράγει, δεδμημένος ὑπὸ σκήπτρῳ τῷ τοῦ Προίτου ἀνὴρ πολὺ φέρτερος ἐκείνου, περὶ τοῦ κατὰ τὴν δύσερων Ἄντειαν ἔρωτος, καὶ ὡς ὑπ' ἐκείνης ὁ καλὸς διεβλήθη ἀτυχησάσης οὗ κακῶς ἐπεθύμει, καὶ ὡς διὰ τοῦτο εἰς Λυκίαν ἀφωρίσθη φέρων τὸν καθ' ἑαυτοῦ πίνακα τῷ τοῦ Προίτου πενθερῷ Ἰοβάτῃ, καὶ ὡς ἐκεῖ ἀριστεύσας κατὰ Χιμαίρας καὶ Σολύμων καὶ Ἀμαζόνων καὶ λοχιτῶν Λυκίων καὶ θαυμασθεὶς ἔγημεν ἀδελφὴν τῆς διαβόλου Ἀντείας, καὶ ὡς τέμενος γῆς ἔλαβε πρὸς τοῦ δήμου καλόν, καὶ τίνας ἔτεκε καὶ οἷον τέλος ἀπέβη αὐτῷ καὶ τοῖς ἐξ αὐτοῦ, ὧν ἑνὸς υἱὸς ὁ Γλαῦκος ἦν.

(v. 153 s.) Ὅτι ἐπαναλαμβάνει ὁ ποιητής, ὥσπερ πρὸ μικροῦ τὰ "φύλλα" διὰ σύστασιν καὶ διδασκαλίαν σαφῆ, οὕτω καὶ νῦν πρὸς θαῦμα τὸν Σίσυφον, δὶς ὀνομάσας αὐτόν, οὐκ ἀνομοιοπτώτως μέντοι, ὡς ἐκεῖ τὸ φύλλα, ἀλλὰ κατὰ ὁμοιότητα πτώσεως, ὅσπερ δὴ συνήθης τρόπος ἐστὶν ἐπαναλήψεως. καθόλου γὰρ ἡ ἐπανάληψις, εἰ μὴ καινοπρέπειαν ἔχει, συντρέχει τῇ φθασάσῃ λέξει κατὰ τὸ ἀπαράλλακτον. οἷον "ἔνθα Σίσυφος ἦν, Σίσυφος Αἰολίδης" καὶ "Αἰθίοπας μετεκίαθεν, Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται", ὃ δὴ ἐν Ὀδυσσείᾳ κεῖται, ὅπου καὶ σημειοῦνται οἱ παλαιοί, ὡς ἅπαξ ἐκεῖ ἐν Ὀδυσσείᾳ ἐπανέλαβεν Ὅμηρος πολλάκις τοῦτο ποιήσας ἐν τῇ Ἰλιάδι.

(v. 154) Ἰστέον δὲ ὅτι τὸν Αἰόλον, τὸ κύριον, ἐξ οὗ Αἰολίδης Σίσυφος, βούλεται ἡ τέχνη τῶν διαφόρως τονουμένων λέξεων προπαροξύνεσθαι πρὸς διαφορὰν τοῦ αἰόλος ὁ ποικίλος. Αἴολος γάρ, φησί, τὸ κύριον. Ὅτι ὁ Αἰολίδης Σίσυφος, ὁ τοῦ Λυκίου Γλαύκου πρόγονος, κέρδιστος ἦν ἀνδρῶν, ὅ ἐστιν ἐντρεχέστατος, συνετώτατος, ὡς ὁ Γλαῦκός φησι. μέση δὲ λέξις ἐστὶ τὸ κέρδιστος. οὐ γὰρ ἐθέλει βλασφημεῖν ὁ Γλαῦκος τὸν πρόγονον, κλεπτίστατον ἀληθῶς ὄντα καὶ ὑπὲρ τὸν τοῦ Ὀδυσσέως πάππον Αὐτόλυκον, ὡς ἡ ἱστορία βούλεται, ὃς καὶ τὸν Θάνατον δεσμοῖς, ὡς ὁ μῦθός φησι, καρτεροῖς ἔδησεν ἐπιπεμφθέντα [268] αὐτῷ, ὅτε τῷ Ἀσωπῷ ζητοῦντι τὴν θυγατέρα Αἴγιναν ἁρπαγῆναι αὐτὴν ὑπὸ Διὸς κατεμήνυσεν, ὁπηνίκα καὶ συνέβαινε, φασί, μηδένα τῶν ἀνθρώπων θνῄσκειν, ὡς τοῦ Θανάτου ἐν δεσμοῖς ὄντος, ἕως αὐτὸν ὁ Ἄρης ἔλυσεν. Ἔοικε δὲ ὁ Σίσυφος εἰρηναίαν ἀρχὴν ἄρξαι καὶ τοῖς ὑπ' αὐτὸν ἀκίνδυνον. Διὸ καὶ δῆσαι τὸν Θάνατον λέγεται, ὁποίῳ δή τινι λόγῳ καὶ Ὦτος καὶ Ἐφιάλτης τὸν Ἄρην δῆσαι ᾄδονται, ἄχρις οὗ πάλιν τῆς εἰρήνης λυθείσης παρεισεφθάρη ὁ βροτολοιγός. Τυχὸν δὲ καὶ ἀκεσώδυνα ἐξεῦρέ τινα καὶ νόσων ἀντίπαλα, ὡς δοκεῖν καὶ οὕτω δῆσαι τὸν Θάνατον. Ὅτι δὲ σοφὸς ἦν, καὶ ἡ κλῆσις ὑπεμφαίνει. τὸ γὰρ Σίσυφος ταὐτὸν κατὰ τοὺς παλαιοὺς δύναται τῷ θεόσοφος, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται, σιοῦ μὲν τοῦ θεοῦ παρὰ Πελοποννησίοις καλουμένου, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ, τοῦ δὲ σοφοῦ συφοῦ λεγομένου Αἰολικῶς, καθὰ καὶ τὸ ὄνομα ὄνυμα καὶ τὸ ἀσσότερον ἀσσύτερον καὶ ἀγορά ἄγυρις, ὅθεν καὶ ἡ ὁμήγυρις καὶ πανήγυρις, καὶ ταναόποδα ταναύποδα, καὶ ὄπτιος ὕπτιος. Ὅσα δὲ καὶ θανὼν μυθεύεται δολιεύσασθαι Σίσυφος καὶ ὡς ἐν Ἅιδου λίθον δι' αὐτὰ κυλίει [καὶ ὡς ἐξ αὐτοῦ Σισυφεὺς παρὰ Λυκόφρονι ὁ σοφὸς ἀριθμητής], δῆλα ἐν ἄλλοις.

(v. 154-205) Τούτου υἱὸς Γλαῦκος ὁ παλαιός, οὗ ἀμύμων Βελλεροφόντης, "ᾧ", φησί, "θεοὶ κάλλος τε καὶ ἠνορέην ἐρατεινὴν ὤπασαν", ἅπερ σπανίως ἔστιν ἐφ' ἑνὶ συνδεδραμηκότα ἰδεῖν. Τούτῳ γυνὴ Προίτου ἐπεμήνατο δῖ' Ἄντεια ἤτοι, κοινότερον εἰπεῖν καὶ μὴ Ἀττικῶς, ἐπεμάνη ἐν ὑπερβάλλοντι ἔρωτι, ὥστε κρυπταδίῃ φιλότητι μιγήμεναι. μανία γὰρ ὄντως καὶ ὁ τοιοῦτος ἔρως. Ὡς δὲ τοῦτον οὐκ ἔπειθεν ἀγαθὰ φρονέοντα, κατεψεύσατο αὐτοῦ πρὸς τὸν ἄνδρα Προῖτον. Ὁ δὲ σεβασάμενος κτεῖναι αὐτὸν διὰ τὸ ὁμόστεγον πέμπει Λυκίηνδε τῷ πενθερῷ, ἔδωκε δὲ "σήματα λυγρὰ γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά". καὶ τὰ ἑξῆς δὲ ἐκτίθεται σαφῶς Ὅμηρος, [269] ἤγουν τὰ περὶ Χιμαίρας, τὰ περὶ Σολύμων τῶν περιᾳδομένων, τὰ περὶ Ἀμαζόνων, αἳ τότε τὴν Ἀσίαν κατέτρεχον, τὰ περὶ τῆς ὑποκαθημένης τῶν Λυκίων ἐνέδρας, καὶ ὡς γαμβρὸς καὶ αὐτὸς τῷ Ἰοβάτῃ κατὰ Προῖτον γέγονε δασαμένῳ τὴν βασιλείαν, καὶ ὡς τέμενος ἐδωρήθη γῆς αὐτῷ, καθὰ καὶ προεκτέθειται.

(v. 156) Ἰστέον δὲ καὶ ὅτι ἐν μὲν τῷ "ἠνορέην ὤπασαν" ἡ λέξις τὸ ἔδωκαν σημαίνει. ἐν ἄλλοις δὲ ὀπάζειν τὸ κατόπιν διώκειν λέγεται. [Ἐρατεινὴ δὲ ἠνορέη πρὸς διαστολὴν τῆς ἀνεράστου, ἐξ ἧς ὁ φαῦλος ἀγήνωρ.]

(v. 157) Ὁ δὲ Προῖτος τῇ ἐτυμολογίᾳ προϊτητικὸς φαίνεται εἶναι καὶ ὁρμητίας ἀπὸ τοῦ προϊέναι. διὸ καὶ διὰ διφθόγγου γράφεται.

(v. 160) Τὸ δὲ "δῖ' Ἄντεια" σκληρά ἐστι συναλιφή, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ "δῖ' Εὔμαιε", ἤγουν ἐνδοξότατε.

(v. 161) Ἡ δὲ κρυπταδία φιλότης, ἡ κατὰ μοιχείαν δηλαδή, διέσταλται τῆς ἀμφαδίης, ἡ δέ ἐστιν ἡ τοῦ γάμου, ὥσπερ καὶ τὸ κρυπτάδια φρονέειν τοῦ ἀμφαδὰ ἐμφαίνειν τὸ κατὰ νοῦν.

(v. 157-160) Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα κεῖται σχῆμα πρωθύστερον περιφανές. Εἰπὼν γὰρ ὁ ποιητὴς "αὐτάρ οἱ Προῖτος", ἤγουν τῷ Βελλεροφόντῃ, "κάκ' ἐμήσατο θυμῷ, ὅς ῥ' ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν Ἀργείων, Ζεὺς γὰρ ὑπὸ σκήπτρῳ", τῷ τοῦ Προίτου, "ἐδάμασεν", εἶτα ἐπάγει ὡς ἡ γυνὴ τοῦ Προίτου αὐτῷ ἐπεμήνατο. τοῦτο δὲ φύσει πρότερόν ἐστι τῆς ῥηθείσης ἐξελάσεως τοῦ Βελλεροφόντου. δι' ἔρωτος γὰρ διαβολὴν ἀπελήλατο. Λέγει δ' ἐν τοῖς ῥηθεῖσι δῆμον μὲν τὸν Ἀργεῖον, Δία δὲ τὴν εἱμαρμένην, ἣ καθὰ τὸν μέγαν Ἡρακλῆν τῷ οὐτιδανῷ τὴν ἰσχὺν Εὐρυσθεῖ, οὕτω καὶ Προίτῳ τὸν μέγαν ὑπήγαγε Βελλεροφόντην, ὅν φασιν Ἱππόνουν τὰ πρῶτα κυριολεκτεῖσθαι ἢ Λεωφόντην, ἀνελόντα δὲ Βέλλερον δυνάστην Κορινθίων μεταθέσθαι τὸ ὄνομα καὶ φυγεῖν εἰς Ἄργος καὶ τυχεῖν παρὰ Προίτῳ τῶν συνήθων καθαρσίων, εἶτα παθεῖν ἃ ἔπαθε τῇ τῆς Ἀντείας [270] διαβολῇ. Ἰστέον δὲ ὅτι τὴν παρ' Ὁμήρῳ ταύτην Ἄντειαν Σθενέβοιαν ἄλλοι καλοῦσιν, ὡς καὶ Εὐριπίδης, καθά που μέμνηται καὶ ὁ Κωμικός.

(v. 162) Ὅτι δὲ ὁ Βελλεροφόντης καὶ Βελλεροφῶν τετρασυλλάβως λέγεται, ποιητὴς ἕτερος δηλοῖ. δῆλον δὲ ὡς ἐκ τοῦ Βελλεροφόων κατὰ συναίρεσιν, ὡς Ξενοφόων Ξενοφῶν. Δῆλον δὲ ὅτι καὶ Ἐλλεροφόντην τοῦτον ἱστόρησάν τινες καλεῖσθαι, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. Ἐν δὲ ῥητορικῷ Λεξικῷ εὕρηται καὶ Βέλλερος λεγόμενος [(v. 169) Ἔτι ἰστέον καὶ ὅτι ὁ πτυκτὸς πίναξ, περὶ οὗ ἀναγκαίως καὶ μετ' ὀλίγα εἰρήσεται, τὴν παρὰ τοῖς ὕστερον δηλοῖ ἐπιστολήν, εἰς ἣν γριφεύουσα ἡ Σαπφὼ ἔγραψεν οὕτω "ἔστι φύσις θήλεια βρέφη σῴζουσ' ὑπὸ κόλποις αὐτῆς. ταῦτα δ' ἄφωνα βοὴν ἵστησι γεγωνὸν καὶ διὰ πόντιον οἶδμα". ὃν δὴ γρῖφον μὴ λύσαντος καλῶς τοῦ ἀκούσαντος, ἀλλὰ νενοηκότος εἰς πόλιν καὶ ῥήτορας δωρολήπτας, ἡρμήνευσεν ἐκείνη, ὡς θήλεια μὲν φύσις ἐστὶν ἡ ἐπιστολή, βρέφη δὲ τὰ γράμματα περιφέρει, ἅπερ ἄφωνα ὄντα τοῖς πόρρω λαλεῖ.]

(v. 164 s.) Ὅτι ἡ τῆς Ἀντείας ψευσαμένης διαβολὴ τοιαύτη τις ἦν "τεθναίης, ὦ Προῖτ', ἢ κάκτανε", ἤγουν κατάκτανε, "Βελλεροφόντην, ὅς μ' ἔθελε φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ". Τοιοῦτον δέ τι ἴσως καὶ Ἱπποδάμεια πρὸς Πέλοπα τοῦ Μυρτίλου κατεῖπε καὶ τοῦ Πηλέως ἡ Ἀκάστου γυνὴ καὶ ἄλλαι ἄλλων, μισήσασαι τοὺς μὴ ὑπακούσαντας. Ὡς γάρ φασιν οἱ σοφοὶ "τόκος ἀποτευχθέντος ἔρωτος μῖσός ἐστιν". Ἐνταῦθα δὲ ἐνθυμητέον τὸ τοῦ Πορφυρίου, ὡς ἢ ἐθέλων ἐθέλουσάν τις εὑρίσκει, καθὰ ἡ Ὀδύσσεια περὶ Αἰγίσθου καὶ Κλυταιμνήστρας φησίν, ἢ ἐθέλων μὴ ἐθέλουσαν, ὁποῖαί εἰσιν αἱ ἀπαναινόμεναι ἀεικὲς ἔργον, καθά ποτε καὶ ἡ Κλυταιμνήστρα, ἢ οὐκ ἐθέλων ἐθέλουσαν, ὡς ἐνταῦθα Βελλεροφόντης τὴν Ἄντειαν. Ἔνθα δὲ οὐκ ἐθέλων καὶ οὐκ ἐθέλουσα, ἐκεῖ πάντῃ ἄσχετος ἡ διάθεσις, εἰ μή ποθεν ἄμφω βιάζοιντο. [271] Τὸ δὲ κάκτανε ἢ τὸ τ ὤφειλεν ἔχειν κατὰ φύσιν μετὰ τὴν ἀποκοπὴν τοῦ α τῆς κατα προθέσεως ἢ γοῦν ἀλλὰ τρέψαι αὐτὸ συνήθως εἰς τὸ ἐπαγόμενον σύμφωνον, ὡς ἐν τῷ κάββαλε, κάλλιπε, καὶ τοῖς ὁμοίοις, ἐκώλυσε δὲ καὶ εἰς ἄμφω ἡ ἑκατέρωθεν κακοφωνία.

(v. 166 s.) Ὅτι πρᾷον βασιλέα κατὰ Προῖτον χαρακτηρίζει τὸ "τὸν δὲ ἄνακτα χόλος λάβεν, οἷον ἄκουσε, κτεῖναι μὲν δὴ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ", ἤγουν ἐξεπλάγη, ὡς φρικτὸν ὄν. ἢ καὶ ἄλλως· σεβάσατο ἐν θυμῷ κατά γε τοῦτο τὸν Βελλεροφόντην, εἰ καὶ ἄλλως ἐμελέτησε κατ' αὐτοῦ. Ἐκ τοῦ σέβω δὲ τὸ σεβάζω, καθὰ ἐκ [τοῦ σκέπω τὸ σκεπάζω καὶ τοῦ λίτω τὸ λιτάζω καὶ τοῦ μίμνω τὸ μιμνάζω καὶ] τοῦ στέγω τὸ στεγάζω, ἀφ' οὗ παρὰ Σοφοκλεῖ τὸ "ὕπνον ἐμὲ στεγάζειν ἡδύν", μεταποιηθὲν ἐξ Ὁμηρικοῦ τοῦ ἀμφικεχύσθαι νήδυμον ὕπνον.

(v. 168-170) Ὅτι ἐν τῷ "πέμπε δέ μιν", ὡς ἐρρέθη, "Λυκίηνδε", ὁ Προῖτος δηλαδὴ τὸν Βελλεροφόντην, [γράμματα καθ' ἑαυτοῦ κομίζοντα, καὶ ταῦτα οὐχ' ὑπ' ἄλλων, ἀλλὰ τοῖς αὐτοῦ, τραγῳδικῶς εἰπεῖν, ἁλισκόμενον πτεροῖς], "πόρεν δ' ὅ γε σήματα λυγρὰ γράψας ἐν πίνακι πτυκτῷ [θυμοφθόρα πολλά. δεῖξαι δ' ἠνώγει ᾧ πενθερῷ, ὄφρ' ἀπόλοιτο", καὶ ἑξῆς,

(v. 168 s.) τὸ "σήματα γράψας ἐν πίνακι πτυκτῷ" διέσταλται μὲν τοῦ ἀπὸ στόματός τι δηλοῦν, οὗ χρῆσις παρὰ Πλάτωνι ἐν τῷ "οὐκ ἔχω διηγεῖσθαι οὕτω γε ἀπὸ στόματος, ἀλλὰ ἔγραψα [272] τότ' εὐθὺς οἴκαδ' ἐλθὼν ὑπομνήματα".] Ἀπὸ παλαιτάτης δὲ εἴλπται χρήσεως. ἡ μὲν γὰρ τῶν κυρίως λεγομένων ἀπὸ τοῦ γράφειν, ὅ ἐστι ξέειν. γραμμάτων χρῆσις νεωτέρα ἐστίν. ὡσαύτως καὶ τὸ ἄξεστα σημεῖα διὰ χρωμάτων ἐντυποῦν ὕστερον εὕρηται. καὶ ἡ τῶν χαρταρίων δὲ χρεία τοῦ κάτω χρόνου εὕρημα. οἱ δέ γε παλαιοί, ὁποῖόν τι καὶ οἱ Αἰγύπτιοι ἐποίουν, ζωΐδιά τινα ἱερογλυφοῦντες καὶ λοιποὺς δὲ χαρακτῆρας εἰς σημασίαν ὧν λέγειν ἐβούλοντο. οὕτω καὶ αὐτοί, καθὰ καὶ τῶν τινες ὕστερον Σκυθῶν, ἐσήμαινον, ἃ ἤθελον, εἴδωλά τινα καὶ πολυειδῆ γραμμικὰ ξέσματα ἐγγράφοντες ἤτοι ἐγγλύφοντες πίναξι, τουτέστι σανίσιν, ἀλλοίαις τε καὶ ταῖς ἐκ πύξων, ἐξ ὧν αἱ λεγόμεναι πυξίδες, ἔστι δὲ ὅτε καὶ κατά τινα χρείαν πτυκτὰ ποιοῦντες, ἤγουν πτύσσοντες τὰ τοιαῦτα πυξία, καὶ ἀλλήλοις ἐπιτιθέντες διὰ διπλώσεως, ὁποῖα καὶ νῦν ἐπιχωριάζει ξύλινα βιβλιδάρια ἑτέροις τέ τισι καὶ τοῖς οἰκοῦσι τὴν Ταυρικήν. κἀντεῦθεν [273] καὶ ὁ ποιητὴς τὴν τοῦ Προίτου ἐπιστολὴν σήματά φησιν, ἤτοι σημάδιά τινα, ἐγκεκολαμμένα πίνακι πτυκτῷ τῷ κατὰ τὴν ἀρχαιοτάτην χρῆσιν, ἧς ἐγκατάλειμμά ἐστι παρὰ τοῖς ὕστερον πρὸς μόνον ὄνομα, ὡς προεγράφη καὶ τὸ τὴν χαλκῆν κόρυθα κυνέην λέγειν, διὰ τὴν πάλαι ποτὲ κατασκευνὴν τὴν ἐκ κυνέης δορᾶς, καὶ τὰ ἐκ σιδήρου ὅπλα χαλκᾶ, ὡς ἦν ὅτε ἀπὸ χαλκοῦ συγκροτούμενα. [Εἰ δὲ ἀπὸ τοῦ πτύσσω πτύξω, ἐξ οὗ τὸ πτυκτόν, ἐκεῖθεν ἐκβολῇ τοῦ ταῦ διὰ εὐφωνίαν γίνεται, ὥσπερ τὸ πυκτίον, ὅπερ ἐστὶ βιβλίον, οὕτω καὶ ἡ πυξὶς καὶ τὸ πυξίον, οὐδὲ τοῦτο μακρὰν τοῦ εἰκότος λόγου κεῖται.] Τινὲς μέντοι φασὶ δύνασθαι τὰ μὲν γράμματα ἐνταῦθα σήματα φιλοσοφώτερον καλεῖσθαι. Σημεῖα γὰρ φωνῶν καὶ νοημάτων καὶ πραγμάτων εἰσὶ τὰ γράμματα. Πίνακα δὲ πτυκτόν, ὅ φαμεν ἡμεῖς δέλτον ἤτοι βιβλίον ἢ πιττάκιον. δέλτον μὲν διὰ τὸ κατὰ σχῆμα τοῦ δέλτα γράμματος καὶ τῶν λεγομένων δελτωτῶν ἔστιν ὅτε τὰ τοιαῦτα σχηματίζεσθαι, πτυσσόμενα τριγωνοειδῶς, ὅπερ ἐν πολλοῖς ὁρῶμεν εἰσέτι γινόμενον. βίβλον δὲ ἢ βιβλίον οὐδετέρως ἀπὸ τοῦ φυτοῦ τῆς βύβλου κατὰ ἐναλλαγὴν γράμματος, ὡς καὶ τῆς τοιαύτης βύβλου κατεργαζομένης ποτὲ εἰς ὑποκείμενον γραμμάτων, καθὰ καὶ ὁ ἀπὸ ξύλου πίναξ, ὡς εἶναι τῆς παλαιτάτης χρήσεως καὶ τὴν βίβλον ὁμοίως τῷ πίνακι καὶ τῇ πυξίδι. πιττάκιον δὲ ἰδιωτικώτερον διὰ τὸν τρόπον καὶ αὐτὸ τῆς πτύξεως [274] ἤτοι διπλώσεως. ὡς γὰρ δέλτος διὰ τὸ δελτωτὸν σχῆμα, οὕτω πιττάκιον διὰ τὸ τετραγωνίζεσθαι πτυσσόμενον ὁμοίως πως τῷ τῆς χυτῆς πίττης σχηματισμῷ. Οἱ δὲ παλαιοὶ καὶ ἐν τῇ κατ' Εὐριπίδην Φαίδρᾳ, ἔνθα μνήμη πεύκης κεῖται, φασὶ πεύκην ἐκεῖ ῥηθῆναι τὴν ἐν τῇ χειρὶ τῆς Φαίδρας δέλτον, τὴν κατὰ τοῦ Ἱππολύτου, ὡς ξυλίνην οὖσαν καὶ ἴσως ἐκ πεύκης διὰ τὸ τῆς γραφῆς ἐν τοιούτῳ ξύλῳ εὐτύπωτον. Ἔχοι δὴ ἄν τις καὶ τοῦτο εἰς μαρτυρίαν τοῦ ξύλοις ἐγχαράσσεσθαί ποτε γράμματα, ὃ μάλιστα ἐπὶ μαρμάρων λίθων ἐπεχειρήθη, ἐφ' ὧν καὶ ἡ τοῦ γράφειν ἁρμόττει ὀνοματοποιΐα. Εἰ δὲ καὶ συνήγετο ἡ τοιαύτη δέλτος, ἡ ἐκ πεύκης, τριγωνοειδῶς κατὰ τοὺς ὕστερον Ἀττικοὺς ἄξονας, ἐν οἷς ἐπινακογραφοῦντο νόμοι, κυριολεκτοῖτο ἂν ἐπ' αὐτῆς καὶ ὁ καθ' Ὅμηρον πίναξ καὶ ἡ παρὰ τοῖς μεθ' Ὅμηρον δέλτος. [Πίναξ γάρ, ἐξ οὗ καὶ πινακίσκιον, οὐ μόνον σκεῦος δεξιὸν εἰς τὸ πίνειν κατὰ ἀτρεκὲς ὄνομα εἴποι ἂν ὁ Κίλιξ σοφός, ἤγουν κατὰ ἐτυμολογίαν, ἀφ' οὗ καὶ κρεῶν πίνακες πρὸς ὁμοιότητα, ὡς ἐξὸν ὂν καὶ δι' αὐτῶν πίνειν, ἀλλὰ καὶ ἡ σανὶς πίναξ λέγεται, ὡς δῆλον καὶ ἐκ τοῦ νεῶν εἰρῆσθαι πίνακας, καὶ ἐκ τοῦ "πινακηδὸν ἀποσπῶν", [275] ἤγουν δίκην σανίδων, ὅθεν καὶ πινακίδια γραμμάτων, καὶ βιβλίου δὲ πίναξ, τὸ ἐπίπεδον, ᾧπερ αἱ κατ' αὐτὸ ὑποθέσεις ἐπιτιτλοῦνται, ῥηθεὶς οὕτω μεταφορικῶς.] Χρήσιμον δὲ εἰς τὸν παρόντα τόπον καὶ τὸ παλαιὸν ἔθος, καθ' ὃ δένδροις ὅσα καὶ πίναξιν ἐνεκόλαπτον οἱ παλαιοὶ τὰ τῶν φιλουμένων ὀνόματα, ὡς εἴπερ Ἔρωτες ἢ Νύμφαι ὀρειναὶ τοῦτο ἐποίουν, οἷον "ἡ δεῖνα καλή, ὁ δεῖνα καλός". Ὅθεν λαβὼν Εὐριπίδης ἔφη τὸ μὴ ἂν ἀγαθὰς εἰπεῖν τὰς γυναῖκας, οὐδ' εἰ περὶ τούτου τὴν ἐν Ἴδῃ γραμμάτων πλήσειέ τις πεύκην. ἔνθα ὁ νοῦς μέν, ὡς οὐκ ἂν εὐλογήσοι τὰ γυναικῶν, οὐδ' εἰ πάντα τὰ Ἰδαῖα δένδρα καταγραφεῖεν καλὰς εἶναι τὰς γυναῖκας. Ἴδην δὲ ὄρος πᾶν φασιν ὑψηλόν, ὡς ἐκ μέρους καὶ κατ' ἐξοχήν τινα. Πεύκην δὲ ὁμοίως ἅπαν δένδρον καθ' ὅμοιον καὶ αὐτὸ τρόπον, ὥσπερ καὶ ὁ δρῦς καὶ ὁ δρυμὼν καὶ λοιπὰ συνεισάγουσι ξύλα, καθὰ πολλαχοῦ καὶ φαίνεται καὶ δηλοῦται. καὶ οὕτω μὲν ταῦτα. Εὐριπίδης δέ που τὰ Ὁμηρικὰ σήματα εἰς ξύμβολα μεταλαβών φησι "ξένοις τε πέμπειν σύμβολα, οἳ δράσουσί σ' εὖ". Ἰστέον δὲ καὶ ὅτι γράψαι μὲν παρ' Ὁμήρῳ εὕρηται, τὸ δὲ ἐξ αὐτοῦ ὄνομα τὸ γράμμα οὐκ οἶδεν ὁ ποιητής. Εἰ γὰρ ἐπ' αὐτοῦ ἦν ἐν χρήσει, [καθὰ καὶ ἡ ἐν Ὀδυσσείᾳ γραπτύς, ὅπου καὶ περὶ τοῦ γράψαι εἴρηταί [276] τινα οὐκ ἀχρεῖα,] οὐκ ἂν τρὶς εἶπε τὸ σῆμα, ἐπιμείνας τῇ λέξει διὰ τὸ μονῆρες καὶ καίριον. Οὕτω καὶ λέγειν μέν, εἰ καὶ σπανίως που, φησὶν ὁ ποιητής, λόγον δέ, φασί, τὸ ἐξ αὐτοῦ ὄνομα, οὐδαμοῦ. Ἰστέον δὲ καὶ ὅτι, καθὰ τὸ γράφειν, οὕτω καὶ τὸ χαράσσειν ἐξ ὀνοματοποιΐας παρεισῆχθαι δοκεῖ ἐπὶ σημασίας ὁμοίας. Διὸ καὶ τὸ "κείνῳ τόδε μὴ χαράσσου" ἀντὶ τοῦ μὴ ἐπίγραφε ἑρμηνεύουσιν οἱ παλαιοί, καὶ ἔοικεν ἀπ' αὐτοῦ καὶ ὁ χάρτης εἶναι, καὶ ὁ κατὰ πρόσωπον δὲ χαρακτὴρ ἐκεῖθεν μετήνεκται. Φασὶ δ' οἱ παλαιοὶ καὶ ἐκ τοῦ γρῶ, τὸ ἐσθίω καὶ φθείρω, εἶναι τὸ γράφειν, ὡς καὶ ἐκ τοῦ γλῶ τὸ γλάφειν καὶ γλύφειν. Οἱ δ' αὐτοὶ καὶ τὸ δίκτυον τὸν γρῖπον τὸν καὶ γρῖφον ἐκ τοῦ αὐτοῦ γρῶ παράγουσιν. ἑλκόμενος γὰρ καὶ αὐτὸς ξύει τὰ ὑπ' αὐτόν. Ἐκ δὲ τοῦ αὐτοῦ γρῶ καὶ ἡ παρὰ Λυκόφρονι γρώνη πέτρα, καὶ ἡ χρόνῳ διεφθαρμένη γραῦς, καὶ ἡ τοῖς ἀλόγοις φίλη γράστις, ἣν καὶ κράστιν γράφουσιν οἱ παλαιοὶ φάμενοι τὸν ἡμίξηρον χόρτον οὕτω καλεῖσθαι, ὅθεν καὶ ῥῆμα τὸ κραστίζεσθαι. Ὅτι δὲ τοῦ γρῶ προϋπάρχει τὸ ῥῶ, ἐξ οὗ ῥαίω τὸ φθείρω, καὶ ὅτι, καθὰ δουπῶ [277] καὶ πλεονασμῷ τοῦ γ γδουπῶ, ὡς τὸ "ἐπὶ δ' ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη", [οὕτω καὶ ῥῶ γρῶ, οὐκ ἔστιν ἀμφιβαλεῖν τὸν ἔσω λόγου ὄντα. οὕτω δὲ καὶ τοῦ Γραικὸς προϋπάρχει Ῥαικὸς κατὰ τοὺς Τεχνικούς.]

(v. 168 s.) Ὅρα δὲ ἐν τούτοις καὶ ὁμοιοτελεύτους στίχους ἐν τῷ "πόρε σήματα λυγρά" καὶ "γράψας θυμοφθόρα πολλά". Τῷ γὰρ τόπῳ σκυθρωπῷ ἄλλως ὄντι διὰ τὸ τῆς ἱστορίας φορτικὸν ἐνεποίησεν οἷόν τι μειδίαμα τὸ τῆς παρισώσεως κάλλος. ἔχει δέ τι κάλλους καὶ τὸ "λυγρὰ γράψας" ὁποῖον καὶ τὸ "ἦλθε θέων" καὶ τὸ "Σαμία μία ναῦς". Τὸ δὲ "θυμοφθόρα πολλά" ἑρμηνεύων ὁ ποιητής φησι "ὄφρ' ἀπόλοιτο". θυμοφθόρα γὰρ πάντως τὰ ἀπολλύντα. Ἐκ τούτων δὲ καὶ παροιμία παρέξεσται ὕστερον τὸ "Βελλεροφόντης καθ' ἑαυτοῦ γράμματα" ἐπὶ τῶν τοιαῦτά που ἀγγελλόντων, ἐξ ὧν βλάπτονται. [Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ γράφειν εἵρηται παρὰ τοῖς παλαιοῖς καὶ ὁ γράπτις ὁ ῥυσσὸς καὶ ὡσανεὶ καταγεγραμμένος ἤγουν γραμμάς τινας ἔχων ἐκ τῶν ῥυτίδων. καὶ ὅτι, ὡς ξύσμα ξυσμή, οὕτω καὶ γράμμα γραμμή, οὐ μόνον ἡ ἐν μαθήμασιν, ἀλλὰ καὶ ὁποίαις ἔπαιζον οἱ κυβεύοντες. ὧν μία τις μέση γραμμὴ ὠνομάζετο ἱερά, ἐπειδὴ ὁ ἡττώμενος ἐπ' ἐσχάτην αὐτὴν ἵετο. Ὅθεν καὶ παροιμία "κινεῖν τὸν ἀφ' ἱερᾶς", ἐπὶ τῶν ἐν ἀπογνώσει δεομένων βοηθείας ἐσχάτης. Χρῆσις δὲ ταύτης καὶ παρὰ Σώφρονι ἐν τῷ "κινήσω δ' ἤδη καὶ τὸν ἀφ' ἱερᾶς", ἔνθα λείπει [278] τὸ πεσσὸν ἢ λίθον. Ἀλκαῖος οὖν ἐκ πλήρους ἔφη τὸ "κινήσας τὸν πήρας πυκινὸν λίθον", κωμικευσάμενος ἐκεῖνος καὶ ἀντὶ τοῦ ἱερᾶς ὡς ἐν παρῳδίᾳ γράψας τὸ πήρας. Θεόκριτος δὲ ἐν τῷ "καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον" ἰδίως τῇ ἐλλείψει χρῆται παραπέμψας, φασίν, ἤγουν σιωπήσας, τὴν ἱεράν. Δοκεῖ δὲ παρὰ τὸ γράμμα καὶ ῥῆμα εἶναι γραμμίζειν, ἀφ' οὗ παιδιά τις ὁ διαγραμμισμός. Ἐγίνετο δέ, φασίν, αὕτη κυβείας οὖσα εἶδος διὰ τῶν ἐν πλινθίοις ψήφων ἑξήκοντα λευκῶν τε ἅμα καὶ μελαινῶν. Χρῆσις τοῦ παιγνίου τοῦδε παρὰ Φιλήμονι ἐν τῷ "μεθύει, διαγραμμίζει, κυβεύει". Ἔτι ἰστέον καὶ ὅτι ὥσπερ ἐκ τοῦ γράφειν γίνεται ὁ ῥηθεὶς γράπτις, οὕτω καὶ ἡ γραπτύς, ἧς χρῆσις ἐν Ὀδυσσείᾳ.]

(v. 171) Ὅτι ἐν οἷς περὶ Βελλεροφόντου λέγει ὁ ποιητής "αὐτὰρ ὅ", ἤγουν οὗτος, "βῆ Λυκίηνδε θεοῦ ὑπ' ἀμύμονι πομπῇ", ἤγουν ὑπὸ θείᾳ ἀμέμπτῳ ὁδηγίᾳ, διδάσκει ὡς, εἰ καὶ πρὸς βραχὺ ἀνύσει τι ὁ διαβάλλων, ὅμως οὐ μέχρι τέλους εὔοδα γίνεται τῇ διαβολῇ. καὶ ὁ Βελλεροφόντης γὰρ διαβληθεὶς περιπέπτωκε μὲν κακοῖς, θείᾳ δὲ πομπῇ περιγέγονε "τεράεσσι θεῶν πιθήσας", ὡς ἐν τοῖς ἑξῆς ἐρεῖ. Ἴσως γὰρ καὶ σημεῖά τινα παρηκολούθηκε θαρρύνοντα τὸν Βελλεροφόντην εἰς τοὺς ἀγῶνας, οἷς περιπέπτωκεν. Ὅρα δὲ καὶ ἐνταῦθα τὴν ὑπο πρόθεσιν δοτικῇ συνταχθεῖσαν ἐν τῷ "ὑπὸ πομπῇ". Σεμνὴ δὲ λέξις ὥσπερ τὸ πέμπειν, οὕτω καὶ ἡ πομπή. Διὸ καὶ ὁ ποιητὴς φιληδεῖ τούτοις. προῆκται δὲ τὸ σεμνὸν καὶ εἰς θριαμβικὴν πομπήν. Εἰ δέ τινες κοινότερον ἀντιφράζοντες ψογερῶς ποτε προφέρονται τὴν πομπήν, ἐοικέτω τηνικαῦτα [279] τῷ εὐλογεῖν, ὃ ἀντεμφαίνει ποτὲ ὕβριν, ἔτι δὲ καὶ τῷ ὑμνεῖν, φαύλως ἐκλαμβανομένῳ ποτὲ κατὰ βαρεῖαν ἀντίφρασιν. Σοφοκλῆς "ὑμνήσεις κακά", ἤγουν ὑβρίσεις. [καὶ ἐν Οἰδίποδι τῷ τυράννῳ "τοιαῦτ' ἐφυμνῶν", ἤγουν δυσφημῶν,] Αἰσχύλος "ὑμνεῖται ὑπ' ἀστῶν φροιμίοις πολυρρόθοις", Εὐριπίδης "τὴν ἐμὴν ὑμνοῦσαι ἀπιστοσύνην", ἤγουν κακολογοῦσαι, καὶ "ἐπεὶ ἀντάχησαν ὕμνοι", αἱ κατὰ τῶν ἀρρένων ὕβρεις δηλαδή.

(v. 172) Ὅτι ποταμὸς ἐν Λυκίᾳ μέχρι καὶ νῦν σῴζων τοὔνομα ὁ Ξάνθος, ὁμώνυμος τῷ Τρωϊκῷ. Φησὶν οὖν "ἀλλ' ὅτε δή" Βελλεροφόντης "Λυκίην ἷξε Ξάνθον τε ῥέοντα". Προσέθηκε δὲ καὶ νῦν τὸ ῥέοντα κατὰ Πορφύριον πρὸς διαστολὴν Ξάνθου Λυκιακῆς πόλεως. τὴν δὲ τοιαύτην Λυκίαν εὐρεῖαν λέγει, διαστέλλων αὐτὴν τῆς μικρᾶς Λυκίας, ἧς ἦρχεν ὁ Πάνδαρος, ὡς προγέγραπται.

(v. 173) Ἐπάγει οὖν "προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης", ἤγουν οὐ πρὸς ἀφοσίωσιν μόνην, ἀλλὰ ὁλοψύχως ἐτίμα.

(v. 174) Ὅτι ἐν Ὀδυσσείᾳ μὲν αὐθημερὸν ἐρωτῶνται καὶ ἀνακρίνονται οἱ ἐνδημοῦντές που ξένοι, ἐνταῦθα δὲ ὁ Βελλεροφόντης μετὰ ἐννέα ἐρωτᾶται ἡμέρας ἐν Λυκίᾳ ὑπὸ τοῦ Ἰοβάτου. Ἴσως γάρ, φασίν, οὐδὲ ἐνεφάνισε πρὸ τούτων τὰ τοῦ Προίτου σήματα, ὀκνῶν μὴ καὶ παλιννοστήσῃ ταχὺ πρὸς τὴν δύσερων Ἄντειαν. Οἱ δὲ καὶ ἀρχαῖον ἔθος φασὶ τὸ τῇ δεκάτῃ ἐρωτᾶσθαι τοὺς ξένους, ὃ καὶ ἐπὶ Ἀλεξάνδρου γενέσθαι φασίν, ὅτε τῷ Μενελάῳ ξενωθεὶς ἀφήρπασε τὴν Ἑλένην. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ "ἐννῆμαρ ξείνισεν", ὁ Ἰοβάτης δηλαδὴ τὸν Βελλεροφόντην, "καὶ ἐννέα βοῦς ἱέρευσεν". Ἀριθμὸς γὰρ οὗτος φίλος διὰ τὰς Μούσας τῷ ποιητῇ, ὡς πολλαχοῦ φαίνεται.

(v. 176 s.) Ὅτι ζήτησιν πιττακίου δηλοῖ τὸ "καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι, ὅττι [280] ῥά οἱ παρὰ τοῦ δεῖνος φέροιτο". Οὐκ ἔχει δὲ καιριωτέραν λέξιν εἰπεῖν τοῦ σήματος. Διὸ καὶ φθάσας σήματα λυγρὰ ἔφη καὶ μετ' ὀλίγα δὲ ἐπιμένων φησὶν "αὐτὰρ ἐπειδὴ σῆμα", καὶ ἑξῆς. Ταὐτὸν δὲ πάντως νῦν σήματα λυγρὰ πληθυντικῶς εἰπεῖν καὶ σῆμα κακὸν ἑνικῶς. [Ἔκδηλον δὲ ὅτι ὁμώνυμος φωνὴ καὶ τὸ σῆμα τεθειμένον ἐπί τε ἄλλων οὐκ ὀλίγων καὶ ἐπὶ τάφου, ὃς τάφος μὲν λέγεται διὰ τὸ ἐκπλήττειν τοὺς μετὰ οἴκτου βλέποντας, ἐπειδὴ καὶ ἡ ἔκπληξις τάφος καλεῖται. Σῆμα δὲ ὁ αὐτός, ἐπεὶ σημεῖόν ἐστι τοῦ νεκρὸν αὐτόθι κεῖσθαι. ὥσπερ καὶ μνῆμα διὰ τὸ μνήμην ἀνακινεῖν τοῦ ποτε ζῶντος. Τὸ δὲ σῆμα σημεῖον λέγειν, καθὰ καὶ τὸ μνῆμα μνημεῖον, τῶν μεθ' Ὅμηρόν ἐστιν.]

(v. 177 s.) Καιρία δὲ λέξις τὸ φέροιτο, ἀντὶ τοῦ φέρει, ὥσπερ τὸ παραδέξασθαι προσφυὲς τῷ λαβόντι τὸ σῆμα, οἷον "αὐτὰρ ἐπειδὴ σήματα κακὰ παρεδέξατο γαμβροῦ". [Ἀπὸ δὲ τοῦ σῆμα φέρεσθαι, ἤτοι φέρειν, ὁ γραμματοφόρος παρὰ τοῖς ὕστερον ἐπινενόηται λέγεσθαι.]

(v. 179 s.) Ὅτι τὴν Χίμαιραν ἱστορῶν ὁ ποιητὴς φράζει οὕτως "ἣ δ' ἂρ ἔην θεῖον γένος, οὐδ' ἀνθρώπων", τουτέστιν ὑπερφυές. ὀκνεῖ γὰρ τερατῶδες εἰπεῖν καὶ παρὰ φύσιν. Λέγει δὲ αὐτὴν καὶ ἀμαιμακέτην, ἤτοι ἄγαν μαιμῶσαν ἢ περιμήκετον, ἐκ τοῦ α ἐπιτατικοῦ καὶ τοῦ μᾶκος Δωρικοῦ, ὃ δηλοῖ τὸ μῆκος, τῆς μαι συλλαβῆς [281] παρεντεθείσης, πλεονασμῷ τῆς μα συλλαβῆς, εἶτα καὶ ἐπενθέσει τοῦ ι, καθ' ὁμοιότητα τοῦ παιπαλόεις καὶ τοῦ παιφάσσειν καὶ τῶν ὁμοίων. Φησὶ γὰρ "πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε πεφνέμεν". Ταύτην δὲ οἱ μὲν τρικέφαλον ἀνεπλάσαντο Ἡσιόδῳ ἀκολουθήσαντες εἰπόντι "τῆς δ' ἦν τρεῖς κεφαλαί". οἱ δὲ δύο ἔχειν ἐτερατεύσαντο κεφαλάς, λέοντός τε καὶ δράκοντος. Εἰσὶ δὲ οἳ καὶ μιᾷ ἠρκέσθησαν κεφαλῇ τῇ τοῦ λέοντος λεοντοπρόσωπον εἰπόντες αὐτὴν οὐρὰν ἔχουσαν δράκοντος καὶ μέσον σῶμα χιμαίρας. Λαμβάνουσι δὲ πάντες τὰς ἀφορμὰς ἐξ Ὁμήρου διὰ τὸ μὴ πάνυ σαφῶς αὐτὸν τὰ περὶ ταύτης εἰπεῖν, καὶ νικῶσιν οἱ τὸν τρίτον λῆρον κρατύνοντες, εἰ καὶ οἱ ζωγραφοῦντες τῷ τερατωδεστέρῳ προσέχουσι. καὶ ζητητέον τὸν Πορφύριον καλῶς τοῖς περὶ τούτων διαιτῶντα.

(v. 181 s.) Ἦν δὲ ἡ Χίμαιρα κατὰ τὸν ποιητὴν "πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο", ἤγουν οὐ ζωτικῶς ἐγκειμένου τῇ καρδίᾳ τῇ τοῦ κατὰ φύσιν πυρὸς ἑστίᾳ, ἐξακοντιζομένου δὲ σωματικῶς κατὰ μύθου τέρας, ὃ δὴ ἄλλως ἐπὶ τοῦ καθ' ἱστορίαν κατώβλεπος λέγεται γίνεσθαι. Ἐνταῦθα δὲ σημείωσαι ὅτι λέοντα λέγει τὴν τοῦ λέοντος κεφαλήν. πάντως γὰρ κεφαλὴ νοηθείη ἂν τὸ ἀποπνέον τὸ πῦρ. ὠνόμασεν οὖν τὸ μέρος τῷ τοῦ ὅλου ὀνόματι, ὥς που καὶ ἐλέφαντα τὸ ἐξ ἐλέφαντος εἶπεν ὀστοῦν. Εἰ δὲ τυχὸν καὶ ὁ δράκων ἢ καὶ ἡ χίμαιρα κεφαλαὶ νοηθήσονται καθ' Ἡσίοδον χιμαίρας καὶ δράκοντος, ὁμοίως καὶ ἐν τούτοις ἐκ τοῦ ὅλου τὰ μέρη ὠνόμασται. κἂν δράκοντά τις τὸ οὐραῖον νοήσῃ τοῦ δράκοντος, χίμαιραν δὲ τὸ τῆς θηλείας χιμαίρας σῶμα, τὸ μέσον τῆς λεοντείας κεφαλῆς καὶ τῆς δρακοντείας οὐρᾶς, καὶ οὕτω πάλιν τὰ μέρη ὡς ὅλα λέγεται. Ἰστέον δὲ καὶ ὅτι τὸ "δεινὸν ἀποπνέειν πυρὸς μένος" [282] δύναται καὶ ἐπὶ παντὸς λέγεσθαι θυμώδους καὶ θηριώδους ἀνδρὸς ἢ καὶ βλασφήμου καὶ λοιδόρου. Εἴρηκε δέ τις [ἀστείως] αὐτὸ καὶ ἐπὶ ῥήτορος ἐν τῷ πάνυ πυρέττειν πνεύσαντος [οὐ φαῦλόν τι] ἐπιστόλιον. Ὁ δὲ τὴν ῥητορικὴν μένος πυρὸς πνέειν εἰπὼν πάνυ δεξιώτατα εἶπεν ἀφελόμενος τὸ δεινόν. Δεῖ δὲ εἰδέναι ὅτι τὴν Χίμαιραν οἱ μὲν ἀλληγοροῦσιν ἠθικῶς εἰς κακόν τι ψυχικὸν πολυσύνθετον, οἷον εἰς λιχνείαν, εἰς ἐπιθυμίαν ἀκρατῆ, εἰς ἀναίδειαν, εἰς θυμὸν ἐμπύριον, καὶ εἰς τοιαῦτά τινα. ἡ γὰρ τῶν τριῶν θηρίων εἰς ἓν συναγωγὴ ἐπιπλοκὴν τοιαύτην ὑπεμφαίνει κακῶν. Οἱ δὲ θηρία εἶναι ἀπρόσμαχα ἱστοροῦσι τρία περί τι Λυκιακὸν ὄρος, ἐγχώριον λέοντα καὶ χίμαιραν ὑπερφυῆ τινα, ὁποία καὶ ἡ κατὰ Πτολεμαῖον ἡ μεγαλόκερως, καὶ δράκοντα, φύσει μὲν διεστῶτα καὶ τόπῳ, διὰ δὲ τὸ συγγενὲς τῆς ἐξ αὐτῶν βλάβης καὶ τὸ εἰς κάκωσιν σύντροχον εἰς ἓν οἷον σῶμα ὑπὸ τοῦ μύθου συναγόμενα καὶ συμφυόμενα. Ἕτεροι δὲ ξενοδόχους εἶναί φασι τρεῖς, ἄνδρας μὲν δύο, γυναῖκα δὲ μίαν, τοὺς ἐκείνοις ξενοδοχουμένους εἰς οἰκείαν πανδαισίαν σφίσι τε αὐτοῖς καὶ ἑτέροις δέ, ὡς εἰκός, ἀνθρωποφαγικῶς παραβάλλοντας, ὁποῖα πολλὰ ἱστόρηνται. Ἄλλοι δὲ ὄρος κατὰ τὴν Λυκίαν εἶναι τὴν Χίμαιράν φασιν, ἐν τῷ μέσῳ μὲν ἀναφυσήματα ἔχον πυρός, τὰ μέχρι καὶ νῦν βλεπόμενα, κατὰ δέ γε τὰ ἄκρα πολύθηρον. [283] Ὅτι δὲ καὶ φυσική τις ὕπεστιν ἀλληγορία τοῦ Βελλεροφόντου ἀναγομένου εἰς ἥλιον, ἔστιν ἐξ ἄλλων γνῶναι. οὕτω τοῦ πολυσυνθέτου μυθικοῦ τῆς Χιμαίρας κακοῦ καὶ ἡ θεραπεία ἐστὶ πολύμορφος.

(v. 183) Ταύτην τὴν Χίμαιραν, ὁποία τις ἂν καὶ νοοῖτο, κατεμαχήσατο Βελλεροφόντης τῇ πολυλογουμένῃ Χιμαίρᾳ συμμεταπίπτων καὶ αὐτὸς καὶ πολυειδῶς συμβιβαζόμενος. Ὁποίαν γὰρ λάβοι ἄν τις τὴν Χίμαιραν, προσφυῶς αὐτῇ καὶ ὁ ἥρως συσχηματίζεται. Καὶ εἰ μὲν μῦθος τὸ λεγόμενον, νικᾷ καὶ αὐτὸς νίκην μυθώδη τὴν διὰ τοῦ πτερωτοῦ Πηγάσου καὶ διὰ μολίβδου ἐγχύσεως εἰς τὸ τῆς Χιμαίρας στόμα, [οὗ δή, φασί, μολίβδου τῷ ἐκεῖθεν ἀποπνεομένῳ] πυρὶ τακέντος ἐκείνη ὤλετο. Εἰ δὲ κατὰ ἠθικὴν ἀλληγορίαν εἰς κακόν τι ποικίλον ἐκλάβηταί τις τὴν Χίμαιραν, τηνικαῦτα νοεῖται Βελλεροφόντης ἠθικῶς ὁ σπουδαῖος ἀνὴρ ὁ τὴν τοιαύτην Χίμαιραν κτείνων καί, ὡς εἰπεῖν, παθοκτόνος, καὶ ὡς ἄν τις ἐρεῖ, Ἐλλεροφόντης, ἤτοι φονεὺς κακίας. ‑ Ἔλλερα γάρ, φασί, κατὰ διάλεκτον τὰ κακά. ‑ Καὶ μέμνηνταί τινες καὶ τοῦ ἥρωος οὕτω κυριωνυμουμένου κατ' ἔλλειψιν, ὡς καὶ πρὸ βραχέων ἐρρέθη, τοῦ ἐν ἀρχῇ βῆτα. Ἐὰν δὲ θηρία τινὰ ἢ κακόξενοι ἄνθρωποι διὰ τῆς Χιμαίρας δηλοῖντο, τότε δὴ ἀνδρεῖος ἀνὴρ κατὰ ἱστορίαν ὁ Βελλεροφόντης φανήσεται, τῆς ἱστορουμένης Χιμαίρας περιγινόμενος, ὥσπερ καὶ ὅτε εἰς ἥλιον ὁ Βελλεροφόντης ληφθήσεται, πάντως κατὰ ὁμοίαν ἐπιβολὴν φυσικόν τι πάθος ἀέριον ἔσται ἡ Χίμαιρα, οὗπερ ὁ ἥλιος περιγενήσεται.

(v. 180) Ἰστέον δὲ ὡς τὸ τὴν μυθικὴν Χίμαιραν θεῖον εἶναι γένος οὐδ' ἀνθρώπων οὐκ ἀκριβῶς εἰρῆσθαι δοκεῖ. οὐ γὰρ εἰ μὴ ἀνθρώπων ἦν ἡ Χίμαιρα, διὰ τοῦτο θεῖον ἂν εἴη γένος. τούτῳ γὰρ τῷ λόγῳ θεῖον γένος καὶ πάντα τὰ θηρία μὴ ἀνθρώπων ὄντα. Λυθήσεται δὲ τὸ ἄπορον ἐκ τοῦ προσώπου. ὁ Γλαῦκος [284] γὰρ μὴ λόγιος ὢν οὕτω πως συλλογίζεται. Ἡ Χίμαιρα οὐκ ἀνθρώπων. τὸ μὴ ἀνθρώπων θεῖον. ἡ Χίμαιρα ἄρα γένος θεῖον. Ἤδη δὲ καὶ οὕτω νοεῖται τὸ "οὐδ' ἀνθρώπων", ὅτι οὐ τῶν παρ' ἀνθρώποις ζῴων ἡ Χίμαιρα, θεῖον δέ τι γένος, τουτέστι τεράστιον καί, ὡς ἐρρέθη, ὑπερφυές.

(v. 181) Ὅρα δὲ ἐνταῦθα καὶ τὸ ὄπιθεν δίχα τοῦ σ λεχθὲν ἐν τῷ "ὄπιθεν δὲ δράκων".

(v. 179) Ἰστέον δὲ καὶ ὅτι περὶ Χιμαίρας τοιαῦτά τινα ὁ Γεωγράφος φησί. Δαίδαλος, Λυκίων ὄρος, μεθ' ὃ πλησίον Τελμισσός, πολίχνη Λυκίων, καὶ Τελμισσὶς ἄκρα. Εἶτα ὁ Ἀντίκραγος, ὄρθιον ὄρος, μεθ' ὃν ὁ Κράγος ἔχων ἄκρας δύο καὶ πόλιν ὁμώνυμον. περὶ ταῦτα τὰ ὄρη μυθεύεται τὰ περὶ τῆς Χιμαίρας. ἔστι δ' οὐκ ἄποθεν καὶ ἡ Χίμαιρα, φάραγξ τις ἀπὸ αἰγιαλοῦ ἀνατείνουσα. Εἰ δέ τις βούλοιτο εἰδέναι, ποῦ γῆς ὁ ῥηθεὶς Ἀντίκραγος κεῖται, μάθοι ἂν αὐτὸ ἐκείνοις τοῖς τοῦ Γεωγράφου προσεσχηκώς, ἔνθα φησίν, ὅτι ὑπόκειται τῷ Κράγῳ Πίνναρα, μεγίστη πόλις Λυκίας καὶ τὰ ἑξῆς, ἱστορῶν καὶ ὄρος Λύκιον πῦρ τίκτον αὐτόματον. Οὐκ ἂν δέ τις οὐδὲ τὸ προφαινόμενον τοῦ μύθου μέμψηται πλάττοντος βλαπτικὴν Χίμαιραν ἢ ἐκ γενετῆς ἀγρίαν οὖσαν ἢ καὶ ἐξ ἡμέρων θηριωθεῖσαν. οὐκ ἀπίθανον γὰρ οὐδὲ τοῦτο ἐξ ἑτέρων ὁμοίων ἱστορουμένων φαίνεται. Φέρεται δὲ καί τις παρ' Ὁμήρῳ ἐν τοῖς ἑξῆς Ἀμισώδαρος ἐκθρεψάμενος τὴν τοιαύτην Χίμαιραν. Ἡ δὲ γραφὴ τῆς κατὰ τὴν Χίμαιραν ἀρχούσης ὁμοία τῇ τῶν χιμέτλων. ἐκεῖνά τε γὰρ παρὰ τὸν χειμῶνα γενόμενα διὰ μόνου διχρόνου γράφεται, καὶ χίμαρος δὲ ὁμοίως ὁ τράγος, καὶ χίμαιρα τὸ αὐτοῦ θηλυκόν, ἡ ἐν χειμῶνι, φασί, κυρίως τεχθεῖσα. Ὅτι δὲ καὶ ἐπὶ ἑτέρων διφθόγγων τὸ αὐτὸ πάθος ἐξέδραμεν, οἷον καὶ ἐπὶ τῶν χιράδων, αἳ δηλοῦσι ῥαγάδας χειρῶν, καὶ ἐπὶ τοῦ θιάσου, ὃς ἀπὸ τοῦ θειάζω γίνεται, κεῖται καὶ ἀλλαχοῦ, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ.

(v. 184 s.) Ὅτι Σόλυμοι ὅμορον ἔθνος Λυκίοις, πολέμιον αὐτοῖς. διὸ καὶ ὁ Βελλεροφόντης σταλείς, ὡς εἴρηται, [285] ὑπὸ Ἰοβάτου ἠρίστευσε κατ' αὐτῶν, γενναίως πολεμήσας. Φησὶ γὰρ ὁ ἀπόγονος ἐκείνου Γλαῦκος οὕτω "δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι· καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν". Καὶ ὅρα ὅπως ὁ Βελλεροφόντης φιλοτίμως καὶ μεγαλοπρεπῶς ἐνεκαυχᾶτο τῷ κατορθώματι. Φασὶ δὲ οἱ παλαιοὶ τοὺς παρὰ τῷ Ὁμήρῳ Σολύμους εἶναι τοὺς ὕστερον λεγομένους Πισίδας ἢ Πισιδεῖς. ἔνδοξον δὲ τὸ ἔθνος, ὡς δηλοῖ τὸ κυδαλίμοισιν. ἔνθα καὶ ὅρα τὰ καίρια πάρισα, τὸ Σολύμοισι καὶ τὸ κυδαλίμοισι, ὅπερ καὶ μετ' ὀλίγα ἐρεῖ. Οὐδετέρως μέντοι Σόλυμα πόλις, φασίν, Ἀσσυρίων, κτισθεῖσα μετὰ τὴν ἅλωσιν τοῦ ἐν Ἱεροσολύμοις ἱεροῦ. καὶ ὄνομα δὲ ὄρους Λυκιακοῦ, ὡς δηλοῖ καὶ τὸ τοῦ Γεωγράφου· Κώρυκος αἰγιαλὸς περὶ Λυκίαν, εἶτα Φάσηλις τρεῖς ἔχουσα λιμένας, πόλις ἀξιόλογος καὶ λίμνη. ταύτης ὑπέρκειται ὄρος τὰ Σόλυμα. Ἰστέον δὲ καὶ ὅτι μέχρι καὶ νῦν σῴζεταί πως τὸ τῶν ῥηθέντων Σολύμων ἐθνικὸν ὄνομα. τόπος γάρ ἐστιν ὀχυρώτατος περί που τὴν Λυκίαν, οὗ οἱ ἐγχώριοι βαρβαρικώτερον τοῖς ἐκεῖ καλοῦνται Τζέλυμοι. Καὶ ὅτι τοὺς ἐν Ὀδυσσείᾳ Σολύμους, ὡς ὁ Γεωγράφος λέγει, ἔπλασεν ὁ ποιητὴς ἀναλόγως τῇ πλάνῃ καὶ τοῖς τόποις, ἔνθα ὁ Ὀδυσσεὺς ἔπλεε, καὶ οὐ τούτους τοὺς ἐν Πισιδίᾳ λέγει. Περὶ δὲ τῶν ῥηθέντων Λυκίων Σολύμων φασὶ καὶ ὅτι Σόλυμοι οὗτοι Μινύαι ἀπὸ Μίνωος ἐκαλοῦντο, οὗ ἀδελφοὶ Σαρπηδὼν καὶ Ῥαδάμανθυς, Λύκος δὲ ἢ Λύκων ὁ Πανδίονος ἐπελθὼν Λυκίους αὐτοὺς προσηγόρευσεν. Ὅρα δὲ ὅτι τὰ μὲν τῆς γενεαλογίας διεξοδικώτερον ὁ Γλαῦκος διῆλθεν, ἐμπλατυνάμενος αὐτοῖς λαμπρότερον. τὰ μέντοι κατὰ τὴν Χίμαιραν καὶ τοὺς Σολύμους, ἔτι δὲ καὶ τὰς Ἀμαζόνας, ὧν καὶ αὐτῶν ὁ Βελλεροφόντης περιγέγονε, πάνυ γοργῶς ἐπέτεμεν. οὐ γὰρ ἔδει ἐν ἀκμῇ πολέμου καὶ τοιούτοις αὐτὸν μάτην ἐναδολεσχεῖν πατραγαθίας ἐκτιθέμενον ἔξω καιροῦ, ἐφ' οἷς οὐ περὶ τοιούτων τινῶν ἠρώτηται, ἀλλὰ "τίς δὲ σύ ἐσσι φέριστε". εἶπεν οὖν τὰ μὲν τῆς Χιμαίρας ἐν στίχοις τέσσαρσι, τὰ δὲ τῶν Σολύμων ἐν δυσί, τὰ δὲ τῶν Ἀμαζόνων ἐν ἑνί.

(v. 186) Φησὶ γὰρ "τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας [286] ἀντιανείρας", στενώσας μὲν τὸ περὶ τῶν Ἀμαζόνων διὰ τὸ μὴ πάνυ ἔνδοξον τοῦ πρὸς γυναῖκας πολέμου, εἰ καὶ ἀντιάνειραι ἦσαν, πλεῖον δέ τι περὶ τῶν Σολύμων εἰπὼν διὰ τὸ ἐνδοξότερον, οὕς, ὡς ἐδηλώθη, κυδαλίμους ἔφη, καὶ κρατίστην εἶπε μάχην τὴν πρὸς αὐτούς, ἔτι δὲ πλείω περὶ τῆς Χιμαίρας λαλήσας διὰ τὸ τεράστιον αὐτῆς καὶ ἀλλόκοτον. Ἐνταῦθα δὲ ὅρα καὶ τὸ εὐκρινὲς τῶν σχημάτων κατὰ ἀπαρίθμησιν. πρῶτον μὲν γάρ, φησί, κατέπεφνε Χίμαιραν, δεύτερον αὖ Σολύμοισι μαχέσσατο, τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας, περὶ ὧν καὶ προγέγραπται.

(v. 18790) Τὸ δὲ τοῦ λόχου δίχα τινὸς τοιούτου σχήματος ἐπήγαγεν εἰπὼν "τῷ δ' ἂρ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινεν", ὁ πενθερὸς δηλαδὴ τοῦ Προίτου, "κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους εἷσεν", ἤγουν ἐκάθισε, "λόχον· τοὶ δ' οὔ τι πάλιν οἴκονδε νέοντο", τουτέστιν οὐκ ἐπαλιννόστησαν εἰς τὰ οἰκεῖα. "πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης". Καὶ ὅρα ὅτι τετράκις ἐν τῷ παρόντι χωρίῳ τοῖς ἀπὸ τοῦ πέφνω ῥήμασιν ὁ ποιητὴς ἐχρήσατο ἐπιμείνας τῇ λέξει.

(v. 186) Ἀντιάνειραι δὲ Ἀμαζόνες, ὡς καὶ προείρηται, ἢ ἐναντιούμεναι ἀνδράσι καὶ ὡς εἰπεῖν δηϊάνειραι, ἢ ἐξισούμεναι ἀνδράσι τὰ εἰς πόλεμον καὶ ὡς οἷον εἰπεῖν ἴσανδροι, ὁποῖόν τι δηλοῖ καὶ τὸ τοῦ Ἀντήνορος ὄνομα. ἐκ τοιαύτης δὲ ἐννοίας καὶ Ἴσανδρον κύριον ὄνομα μετ' ὀλίγα ἐρεῖ ὁ ποιητής. σεμνότερον δὲ τούτων πάντων τὸ ἀντίθεος, ὅτε τὸν ἰσόθεον δηλοῖ.

(v. 187) Τὸ δὲ "δόλον ὕφαινεν", ᾧ συγγενὲς τὸ κακὰ ῥάπτειν, φανερῶς δόλου εἶδος ἐνταῦθα λέγει καὶ τὸν λόχον εἶναι.

(v. 188) Τὸ δὲ κρίνας, ὃ ἀποστατικῶς, ἤγουν ἀσυνδέτως, ἐπηνέχθη, ὁποῖα καὶ ἄλλα πολλαχοῦ κεῖνται, ἔοικε παρεμφαίνειν ἐτυμολογίαν τινὰ τοῦ λόχου. ταὐτὸν γάρ ἐστι τὸ κρίνειν καὶ τὸ ἐπιλέγεσθαι, ἀφ' οὗ ὁ λόχος παράγεται, ὡς ἐκκρίτων καὶ ἐπιλέκτων ὀφειλόντων εἶναι τῶν ἐλλοχησόντων. καὶ μὴν ἄλλως καὶ τὸ εἷσε λόχον συντελεῖ τι πρὸς ἐτυμότητα λόχου. εἰ γὰρ κάθηται λόχος, καὶ λέγεται ἄρα, ὅ ἐστι κεῖταί πως χάριν ἐπικρύψεως.

(v. 185) Ἰστέον [287] δὲ καὶ ὅτι ἀριστέως αὔχημα δηλοῖ τὸ "καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν", ἤγουν ἔλεγε κράτιστον τοῦτον ἀνύσαι πόλεμον.

(v. 189 s.) Τὸ δὲ "πάντας γὰρ κατέπεφνε" διασαφητικόν ἐστι τοῦ "οὐκ οἴκονδε νέοντο", ὡς εἰκὸς ὂν νοηθῆναι τοὺς μὴ ἐπανελθόντας οἴκαδε ἀλλαχοῦ που τραπέσθαι, εἰ μὴ σαφῶς ἱστορηθεῖεν, ὅτι ἔθανον. [Τὸ δὲ οἴκονδε, ταὐτόν ἐστι τῷ οἴκοι καὶ οἴκαδε ὡς ἐπίρρημα. οὐ γὰρ ἂν ἄλλως ὀνοματικῶς εἷς οἶκος ἦν πάντων τῶν λοχιτῶν.] Ὅτι πολὺ τῷ Βελλεροφόντῃ τὸ ὑπὲρ ἀρετῆς γέρας, εἴπερ ὁ τοῦ Προίτου πενθερὸς γνοὺς αὐτὸν διαβληθέντα, ὅμως μετὰ πεῖραν δίδωσιν αὐτῷ τὸ τῆς κατ' αὐτὸν βασιλείας ἥμισυ καὶ τὴν θυγατέρα εἰς γάμον.

(v. 191-193) Φησὶ γὰρ ὁ ποιητὴς "ἀλλ' ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠΰν", ἤγουν ἀγαθόν, "ἐόντα, αὐτοῦ μιν κατέρυκε, δίδου δ' ὅ γε θυγατέρα ἥν, δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης". πῶς δὲ θεοῦ γόνος ὁ Βελλεροφόντης, οὐκ ἐκτίθεται Ὅμηρος, ἀφιεὶς νοεῖν θεῖον γόνον τοὺς ἀγαθοὺς ἄνδρας. Ἐκ τοῦ βασιλεύς δὲ ἡ βασιληῒς τιμή, ὁμοίως τῷ Νηρεύς Νηρηΐς, Θησεύς Θησηῒς καὶ τοῖς ὁμοίοις. [Ἰστέον δὲ ὅτι ἐνταῦθα μὲν τιμὴ συνήθως ἡ εὔκλεια, καθὰ καὶ ἐν τῷ "τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι", καὶ ἐν τῷ "οὔ τί με ταύτης χρεὼ τιμῆς". ὅθεν καὶ τὸ τιμᾶν, ὡς τὸ "οἵ κέ με τιμήσουσιν". ἀλλαχοῦ δὲ τιμωρίαν δηλοῖ καὶ πρόστιμον, οἷον "εἰ δ' ἂν ἐμοὶ τιμὴν Πρίαμος τίνειν οὐκ ἐθέλει". Ἦν δέ, φασίν, ἔθος λαμβάνειν τοὺς οὕτως ἀδικηθέντας παρὰ τῶν ἀδικησάντων εἰς μερίδα χρήματα πολιτικά, ἄνδιχα πᾶσαν κτῆσιν δασαμένους, ὡς ἡ Ὁπλοποιΐα λέγει.]

(v. 194 s.) Ὅτι τέμενος παρὰ μὲν τοῖς ὕστερον ὁ [288] ναὸς καθ' ὑπεροχήν, παρ' Ὁμήρῳ δὲ τόπος ἁπλῶς ἀφωρισμένος, τουτέστιν ὅρῳ ἰδίῳ περιγεγραμμένος καί, ὡς ὁ ποιητὴς ἐτυμολογεῖν βούλεται, ἀποτετμημένος τῶν ἐγγύς. Φησὶν οὖν ὅτι τῷ Βελλεροφόντῃ "Λύκιοι τέμενος τάμον", ἤγουν ἀφώρισαν εἰς κτῆσιν ἰδίαν, "ἔξοχον ἄλλων", ὡς ἀριστεῖον, οἷα καὶ Σολύμους τοὺς ἐναντίους αὐτοῖς καταπολεμήσαντι. Καὶ ὅρα καὶ νῦν ὅπως ἐν μεγάλῳ ἦν τοῖς παλαιοῖς ἡ τῆς γῆς κτῆσις. Οὐ γὰρ χρήματα ἔδοσαν οἱ Λύκιοι τῷ εὐεργετήσαντι, ἀλλὰ τέμενος καλὸν φυταλιῆς, φησί, καὶ ἀρούρης, ὄφρα νέμοιτο. Καὶ ὅρα τὸ "νέμοιτο" ἐπὶ ἀνθρώπων λέγεσθαι, λαβὸν ἐξ Ὁμήρου ἀρχήν. ἀπὸ τούτου δὲ καὶ τὸ νέμος παρήχθη οὐδέτερον ὄνομα. Σημείωσαι δὲ καὶ τὸ καλόν, ὡς δέον ὂν τοῖς εὐεργέταις μὴ τὰ τυχόντα διδόναι ἀλλὰ τὰ καλά. Ἔστι δὲ φυταλιά μὲν ἡ φυτοφόρος γῆ, ἄρουρα δὲ ἡ ψιλὴ ἄροσις. ὡς δὲ καὶ μέτρον γῆς ποτε ἡ ἄρουρα, καθὰ καὶ τὸ πλέθρον, δηλοῦται ἀλλαχοῦ. Σημείωσαι δὲ ὡς βασιλέως τιμήσαντος μεγάλα τὸν Βελλεροφόντην, εἶτα καὶ ὁ εὐεργετηθεὶς δῆμος δώροις τὸν τοιοῦτον τιμᾷ τοῖς κατὰ τὸ ῥηθὲν τέμενος. ἄλλως γὰρ οὐκ ἂν ἴσως τοιοῦτον ποιήσειν ἐθάρρησαν, εἰ μὴ προκατῆρξεν ὁ βασιλεύς.

(v. 196) Ὅτι ἡ γυνὴ τῷ ἀνδρὶ τίκτειν λέγεται διὰ τὸ ἐκ τοῦ πατρὸς καίριον τῆς γεννήσεως. Φησὶν οὖν Ὅμηρος "ἣ δ' ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ", καὶ ἀλλαχοῦ "οὕς ποτε νύμφη τέκεν ἀμύμονι Βουκολίωνι", ἐν ἄλλοις δέ, ὡς καὶ προεγράφη, παράκειται τῇ τοιαύτῃ δοτικῇ καὶ ἡ ὑπο πρόθεσις, οἷον "ἡ δεῖνα ὑπὸ τῷ δεῖνι ἔτεκε τόνδε τινά". [Ἐὰν δὲ τὸ "ἣ δ' ἔτεκε" δοκοίη ἀποκληροῦν γυναιξὶ τὸ τίκτειν κατὰ παρατήρησιν παλαιάν, ἀλλ' ὁ ποιητὴς μετ' ὀλίγα φησίν "Ἱππόλοχος δ' ἔμ' ἔτικτε".]

(v. 197-199) Ὅτι τὸν Σαρπηδόνα οὕτω διὰ τοῦ Γλαύκου γενεαλογεῖ ὁ ποιητής. Βελλεροφόντου παῖδες Ἴσανδρος καὶ Ἱππόλοχος καὶ Λαοδάμεια. τούτων Ἴσανδρος μὲν ἀνῃρέθη, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται, μαχόμενος. Ἱππολόχου δὲ παῖς ὁ Γλαῦκος οὗτος. Λαοδαμείῃ δὲ παρελέξατο Ζεύς, "ἣ δ' ἔτεκεν ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν", ὥστε αὐτανέψιος ὁ Γλαῦκος τῷ Σαρπηδόνι. καὶ οὕτω μὲν ὁ ποιητής. Οἱ δὲ νεώτεροι Εὐρώπης καὶ Διὸς υἱὸν Σαρπηδόνα λέγοντες καὶ ἀδελφὸν αὐτὸν ἱστοροῦντες τοῦ Μίνωος ἄλλον ἐκεῖνον Σαρπηδόνα γενεαλογοῦσι παλαιότερον, ὥς φασιν οἱ ἀκριβέστεροι, [289] [καθὰ καὶ προείρηται.]

(v. 200-205) Ὅτι περὶ τὰ τελευταῖα καὶ ὁ Βελλεροφόντης ἀπήχθετο πᾶσι θεοῖς, Ἴσανδρον μὲν τὸν υἱὸν πολέμῳ ἀποβαλών, Λαοδάμειαν δὲ τὴν θυγατέρα θανάτῳ τῷ ἐξαίφνης. οὗ δηλωτικὸν τὸ "τὴν δὲ Ἄρτεμις ἔκτα", ἡ τοῦ θνῄσκειν οὕτω αἰτία ταῖς γυναιξὶ κατὰ τὴν ποίησιν. Ὧν δὴ παίδων ὁ Βελλεροφόντης τῇ ἀπωλείᾳ ἐπιστυγνάζων "κὰπ πεδίον", ἤγουν κατὰ πεδίον, "τὸ Ἀλήϊον οἶος ἀλᾶτο", τουτέστι μόνος ἐπλανᾶτο, "ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων", ἤγουν ἐκφεύγων τὴν μετ' ἀνθρώπων συνδιατριβήν, οἷα εἰς μελαγχολίαν ἐκκυλισθείς, καθὰ καὶ Ἀριστοτέλης ἐν τοῖς οἰκείοις ἱστορεῖ Προβλήμασι. Τοιοῦτον τὸ ἐπὶ παίδων στερήσει πάθος τοῖς φιλοτέκνοις, ὃ καὶ Λαέρτην ἐρημάζειν ἠνάγκαζεν οἰόμενον τεθνάναι τὸν υἱὸν Ὀδυσσέα. Σκοπητέον δὲ καὶ ὅπως θυμοβόρον ὁ μονασμός. ὁ γὰρ Βελλεροφόντης ὃν θυμὸν κατέδει ἐρημωθείς. Σημείωσαι δὲ καὶ ὅτι δεινότερον τοῦ θυμοδακοῦς τὸ τὸν θυμὸν ἔδεσθαι. Τὴν δέ γε τοῖς ὕστερον ποιουμένην τοῦ Βελλεροφόντου ἐκ μετεωροπορίας τῆς διὰ Πηγάσου κατάπτωσιν καὶ τὴν ἐκεῖθεν χώλωσιν οὐκ οἶδεν ὁ ποιητής, οὐδ' ὅτι Γοργόνος ἐξέφυ ὁ Πήγασος ἵππος καὶ ὅτι πτεροῖς αἴρεσθαι εἶχε καὶ ὅτι βληθεὶς οἴστρῳ χόλῳ Διὸς ἐν Κιλικίᾳ ἢ Λυκίᾳ τὸν ἀναβάτην Βελλεροφόντην κατέρριψεν ἐς Διὸς ἱέμενον, ἢ ὅτι ὁ Βελλεροφόντης Πηγάσῳ ἀέριος ἀρθεὶς μόλιβδον ἐνέρριψε τῷ τῆς Χιμαίρας στόματι, ὃς τακεὶς κατειργάσατο ἐκείνην, καὶ ὅσα ἄλλα μῦθοι ἐθρύλησαν ἀναιδεῖς

(v. 200) Τὸ δὲ "ἀλλ' ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν" ἄκραν τοῦ ἥρωος δυσπραγίαν ἐμφαίνει. Ὡς μὲν γὰρ τῷ Διῒ ἀπήχθετο καὶ τῇ Ἥρᾳ, ἡ τῆς βασιλείας δηλοῖ ἔκπτωσις, ὡς δὲ Ἄρεϊ καὶ Ἀθηνᾷ, τοῖς [290] ἐπιστατοῦσι τῆς μάχης, ὁ φόνος παριστᾷ τοῦ υἱοῦ, Ἄρτεμις δὲ τὴν θυγατέρα κτείνασα οὐκ ἂν εἴη τὸν πατέρα στέργουσα. οὐ μὴν οὐδὲ Δημήτηρ φιλεῖ τὸν τῇ ἐρημίᾳ κληρωθέντα, οὐδ' Ἀπόλλων τὸν κακόμοιρον. ὅμοια δέ τινα καὶ ἐπὶ τῶν ἄλλων ἔστιν εἰπεῖν. Σημείωσαι δὲ ὅτι τὸ μὲν ἐφεξῆς τοῦ λόγου καὶ ἀκόλουθον ἦν μετὰ τὴν Λαοδάμειαν περὶ τῶν λοιπῶν ἀπερικόπως εἰπεῖν ἀδελφῶν, οἷον ὅτι Λαοδάμεια μὲν ἔτεκε Σαρπηδόνα, Ἴσανδρον δὲ Ἄρης ἀνεῖλεν, Ἱππόλοχος δ' ἐμ' ἔτικτεν. Ὅμηρος δὲ βραχὺ περικόψας τὴν τοιαύτην γενεαλογίαν ἐπενέβαλε τὴν τοῦ Βελλεροφόντου δυσδαιμονίαν, εἶτα πάλιν εἰς τὴν γενεαλογίαν ἐπανέβη, οὐ μόνον διὰ ποικιλίαν γραφῆς, ἀλλὰ καὶ ἄλλας πολλὰς αἰτίας, ἃς ὁ ἐχέφρων ἐπινοήσεται.

(v. 201) Τὸ δὲ Ἀλήϊον πεδίον κατὰ τοὺς παλαιοὺς ἢ παρὰ τὴν ἐκεῖ τοῦ ἥρωος ἄλην, ὅ ἐστι πλάνην, ὠνομάσθη. διὸ καί, ὥσπερ ἀνωτέρω ἐν τῷ "τέμενος ἔταμον" [καὶ "ἔτεκε τέκνα"], οὕτω καὶ ὧδε χρησάμενος ἐτυμολογίας τρόπῳ φησὶ "κατὰ πεδίον Ἀλήϊον ἀλᾶτο", ἢ διότι ἐστέρηται ληΐων διὰ τὴν ἐρημίαν. Τινὲς δὲ ἐδάσυναν τὴν ἄρχουσαν παρὰ τὸν ἅλα, φάμενοι ἅλας φέρειν τὸν τόπον ἐκεῖνον. Τοῦ δὲ τοιούτου πεδίου σὺν ἄλλοις μέμνηται καὶ Ἡρόδοτος τῆς Κιλικίας τε αὐτὸ εἰδὼς καὶ στρατοπεδεύσασθαί ποτε εἰπὼν περὶ αὐτὸ στρατηγοὺς Δαρείου τοὺς κατὰ Ἑλλήνων. [Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὡς ἐρρέθη, ἀλῶ, οὗ παράγωγον ἡ ἄλη, ὧν πρωτότυπα, ὡς ἀλλαχοῦ δηλοῦται, τὸ πλανῶ καὶ ἡ πλάνη, καὶ ὁ ἠλεὸς γίνεται, ὅπερ ἐστὶ μάταιος, οὗ κλητικὴ "ἠλεέ" καὶ κατὰ ἀποκοπὴν ἠλέ, ὡς τὸ "μαινόμενε φρένας ἠλέ", καὶ ὁ παρὰ τῷ Ὀππιανῷ [291] ἠλέματος, ἔτι δὲ καὶ ὁ ἐν τῇ κωμῳδίᾳ κοάλεμος, ἤγουν ἐν τῷ κοεῖν ἤτοι νοεῖν ἀλώμενος, ὁποίου σημαινομένου ἐστὶ καὶ ἡ Ἀκκώ, τὸ παροιμιῶδες κύριον, καὶ τὸ κωμικῶς εἰπεῖν μακκοᾶν, ἶσον ὂν τῷ μὴ νοεῖν. Ἐκ δὲ τοῦ εἰρημένου κοαλέμου, ὃς τὸν εὐήθη δηλοῖ, καὶ Κοάλεμος, φασίν, ὁ τοῦ Κίμωνος πρόπαππος, δι' εὐήθειαν. Ἴσως δὲ παρὰ τὸ ἀλᾶσθαι καὶ ὁ Ἰάλεμος, ὅθεν παροιμία εἵλκυσται τὸ "Ἰαλέμου ψυχρότερος".]

(v. 202) Ὁ δὲ πάτος, ὃ δηλοῖ κατὰ ὀνοματοποιΐαν ὁδόν, ὅ ἐστι τρίβον, βαρύνεται κανόνι τοιούτῳ. Τὰ εἰς ος δισύλλαβα βραχυπαράληκτα μονογενῆ βαρύνονται· κρότος, κότος, μίτος, ὅ τε τῶν ὑφαινόντων καὶ ὄνομα ποταμοῦ, Νότος, πότος, οὕτω καὶ πάτος. ἀντίκειται τὸ στρατός. τὸ βροτός διχῶς φασιν ἐκπίπτειν τοῦ κανόνος, ὅτι τε κοινόν ἐστι καὶ οὐ μονογενὲς καὶ ὅτι ἀντέμφασιν ἔχει πρὸς τὸ βρότος, ὃ δηλοῖ τὸν μολυσμόν. Ἰστέον δὲ ὅτι ἐκ τοῦ πάτος γίνεται καὶ τὸ ἀναπατεῖν, ἤγουν ἄνω που οἰκήματος ἀργοῦντα κινεῖσθαι, καὶ τὸ ἀποπατεῖν δὲ καὶ ὁ ἀπόπατος. ἐπεὶ γὰρ ταὐτὸν πάτος καὶ ὁδός, ὡς ἀπὸ τῆς ὁδοῦ τὸ ἀφοδεύειν, οὕτω καὶ ἐκ τοῦ πάτου τὸ ἀποπατεῖν, ὅπερ ἐκτὸς ὁδοῦ εἶπεν Ἡσίοδος. ἐκ δὲ τοῦ πάτου καὶ τὸ περιπατεῖν [292] καὶ ὁ περίπατος. Ἐκεῖθεν δὲ καὶ ἀπάτη καὶ ἀπατᾶν, οἱονεὶ τὸ μὴ εὐθείας ὁδοῦ ἔχεσθαι καὶ ὡς ἐπὶ ἀτραποῦ βαδίζειν ἀλλὰ καμπὰς ἑλίττειν καὶ παράγειν ὧδε κἀκεῖ. Εἴη δὲ ἂν τούτῳ τῷ λόγῳ καὶ ἐναντία ἡ ἀπάτη καὶ ἡ ὁδηγία. ἀπατᾶν μὲν γὰρ τὸ ἀπάγειν τοῦ πάτου, ὁδηγεῖν δὲ τὸ ἐνάγειν εἰς ὁδόν. [Ἐκ τοῦ πάτου δὲ καὶ τὸ πατάσσειν. καὶ τοιοῦτος μὲν ὁ Ὁμηρικὸς πάτος. Ὁ δὲ παρὰ τῷ Κωμικῷ βάδος, οἷον "διὰ σὲ τόνδε τὸν βάδον βαδίζομεν" ἴσως πέπαικται, καὶ ἔστιν ὡς ἐκ τοῦ κινῶ ὁ ἀπόκινος παρὰ τῷ αὐτῷ, οὕτω καὶ ὁ βάδος ἐκ τοῦ βάδω, οὗ παράγωγον τὸ βαδίζω.]

(v. 201 s.) Τὸ δὲ ἀλεείνων καὶ τὸ Ἀλήϊον καὶ τὸ ἀλᾶτο διὰ τὴν τοῦ ἤχου ἐγγύτητα παρήχησίν φασιν οἱ παλαιοί. αἱ γὰρ λέξεις ἀπὸ τοῦ α καὶ λ ἀρχόμεναι ὁμοιότητα ἤχου προβάλλουσι. Ὅρα δὲ καὶ παρίσωσιν τοῦ κατέδων καὶ ἀλεείνων, ἐπίτηδες κἀνταῦθα τοῦ ποιητοῦ ἱλαρύναντος διὰ παρηχήσεως καὶ παρισώσεως τὴν ἱστορικὴν σκυθρωπότητα.

(v. 203 s.) Ἐν τούτοις δὲ ἱστορεῖ καὶ ὡς ὑπὸ Σολύμων, οὓς ὁ πατὴρ Βελλεροφόντης κατηγωνίσατο, ἀνῃρέθη μαρνάμενος ὁ υἱὸς Ἴσανδρος, δυστυχῶς τοῦτό γε πράξας. Τὸ τοιοῦτον λυπεῖ καὶ τὸν παρὰ τῷ Σοφοκλεῖ Αἴαντα, ὃς οὐκ ἤνεγκεν, εἰ τοῦ πατρὸς μεγάλα κλεϊσθέντος ἐν Τροίᾳ δεύτερος ἔλθοι ἐκεῖσε αὐτὸς τῆς πατρικῆς ἀρετῆς. Καὶ ἔχει φύσεως οὕτω τὸ πρᾶγμα. εἰ γὰρ πατὴρ εὔχεται ὅμοιον ἑαυτῷ γενέσθαι παῖδα, ὡς ὁ παρὰ τῷ Σοφοκλεῖ Αἴας, ἢ καὶ ἀμείνονα, ὡς ὁ παρ' Ὁμήρῳ Ἕκτωρ, εἰκότως ἂν λυποῖντο παῖδες ἀτελεσφορήτους ὁρῶντες τὰς τῶν πατέρων εὐχάς.

(v. 205) Ὅτι δὲ τῇ Ἀρτέμιδι, τουτέστι τῇ σελήνῃ, τοὺς αἰφνιδίους θανάτους τῶν γυναικῶν ἀνατίθησιν ἡ Ἑλληνικὴ δόξα, δῆλόν ἐστιν, ὥσπερ ὁ Ἀπόλλων ἥλιος αἴτιος λέγεται τοῦ αἴφνης θνῄσκειν τοὺς ἄνδρας, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ σαφῶς φαίνεται. διὸ καὶ ἐνταῦθα ὁ ποιητὴς [293] θέλων εἰπεῖν ὡς ἡ Λαοδάμεια, καθὰ ἐρρέθη, αἴφνης τέθνηκε, φησὶ "τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα", ὅ ἐστιν ἔκτανε κατὰ ἀποκοπήν. Ὅτι δὲ ἡ Ἄρτεμις ἡ αὐτή ἐστι τῇ σελήνῃ, καθωμίληται. Σημείωσαι δὲ ὅτι Ὁμήρου χρυσήνιον εἰπόντος Ἄρτεμιν, Σοφοκλῆς ἐντεῦθεν λαβὼν χρυσόνωτον Ἡλίου ἡνίαν φησίν. Ἡ δὲ Λαοδάμεια, καθὰ καὶ ὁ ἐν Ὀδυσσείᾳ Λαοδάμας, ἀρχικοῦ κληρονομοῦσιν ὀνόματος. καὶ Ἀγαμέμνων δὴ τοιοῦτος ὑπολαλεῖται ἐν τῷ "ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν". ᾧ γὰρ πολλοὶ δέδμηνται κοῦροι, λαοδάμας ἂν εἴη καὶ ἐκεῖνος, ταὐτὸν δ' εἰπεῖν λαγέτας καθ' ἕτερον ποιητήν. Ἐπαύξει δ' ἐνταῦθα τὴν δυσπραγίαν τοῖς πεσοῦσιν, εἰ καὶ ὑπὸ θείοις προσώποις πίπτουσι, Λαοδάμεια μὲν ὑπ' Ἀρτέμιδι, Ἴσανδρος δὲ ὑπὸ Ἄρεϊ, ὃς αὐτὸν μαρνάμενον Σολύμοισι κατέκτανε. καὶ ὅρα τὸ κατέκτανεν ἐντελῶς ῥηθὲν καὶ οὐ κατὰ τὸ "Ἄρτεμις ἔκτα", ὃ ἀνωτέρω κεῖται.

(v. 206) Ὅτι τῆς αὐτῆς ἐννοίας τὸ "Ἱππόλοχος δέ μ' ἔτικτε", καὶ τὸ "ἐκ τοῦ μέ φημι γενέσθαι" ἀξιωματικῶς κειμένου καὶ ἐνταῦθα τοῦ φημί καὶ κατὰ κριτικὴν ἀπόφανσιν. Ἔχει δέ τι καὶ σεμνὸν ὁ λόγος, φαμένου τοῦ Γλαύκου, ὡς καὶ ἔτικτέ με ὁ Ἱππόλοχος καὶ ἐγὼ κηρύττω τοῦτο οἷα μὴ αἰδούμενος τὴν ἐκ τοιούτου ἀνδρὸς γέννησιν. Καταστατικὴ δὲ τοῦτο ἔννοια, συμπληροῦσα τὴν τοῦ Γλαύκου ἐπὶ τῇ κατ' αὐτὸν γενεαλογίᾳ διήγησιν. τὸ δὲ μάλιστα συμπληρωτικὸν ταύτης μετ' ὀλίγα κείσεται.

(v. 207-209) Ὅτι Ἱππόλοχος πέμπων εἰς Τροίαν τὸν υἱὸν Γλαῦκον "μάλα πόλλ' ἐπέτελλεν αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ' ἄριστοι γένοντο". καὶ ἔστιν ἡ παραίνεσις [294] πρέπουσα εὐγενέσι καὶ ἀγαθοῖς πατράσι πρὸς ὁμοίους υἱούς. Εἴρηκε δὲ καί τις παλαιὸς ῥήτωρ πρὸς Ῥωμαῖον στρατηγόν, ἐρωτήσαντα ὅ τι θέλει ἐξ αὐτοῦ, τὸ Ὁμηρικὸν τοῦτο ἔπος τὸ "αἰὲν ἀριστεύειν καὶ ὑπείροχον εἶναι ἄλλων", ὡς καὶ ὁ Στράβων ἱστορεῖ. Ἔοικε δὲ ἀνενδεὴς ἐκεῖνος ὁ ῥήτωρ εἶναι. διὸ καὶ μηδενὸς ἔφη ἑτέρου προσδεῖσθαι ἢ τοῦ εἰσαεὶ τὸν στρατηγὸν προέχειν τῶν κατ' αὐτόν, ὡς οἷα καὶ φιλούμενον αὐτῷ.

(v. 211) Ὅτι τὸ "ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι" ἔννοιά ἐστὶ τῷ Γλαύκῳ συμπληρωτικὴ καὶ αὐτὴ γενεαλογίας. Ἐντεῦθεν καὶ ὁ Κυνικὸς Ἀντισθένης χρησάμενος πρὸς τὸν ἀνακρίνοντα τὸ γένος αὐτοῦ εἰπών, ὡς ἐμοὶ πατὴρ μὲν ἦν τῷ ἀγκῶνι ἀπομυσσόμενος, ἤγουν ταριχέμπορος καὶ τὰ ἑξῆς, ἐπάγει τὸ "ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι". Τὸ δὲ αἵματος ἀντὶ τοῦ σπέρματός φασιν οἱ σοφοί, ὡς τοῦ σπέρματος ὕλην τὸ αἷμα ἔχοντος.

(v. 212-225) Ὅτι ἐγήθησεν ὁ Διομήδης ἀναγνωρίσας τὸν Γλαῦκον ξένον πατρῷον. Διὸ καὶ τὸ ἔγχος καταπήξας ἐπὶ χθονὶ καὶ ἀργίαν αὑτοῦ καταγνοὺς μειλιχίοις λόγοις δηλαδὴ προσηύδα ποιμένα λαῶν "ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός". Εἶτα ἐπεξηγούμενος πῶς ξένος πατρῷος ὁ Γλαῦκος αὐτῷ, ἑταῖρος δηλαδὴ ἀπὸ ξενίας τῆς οὐκ ἐξ ἑαυτοῦ, ἀλλ' ἐκ πατέρων ἤτοι προγόνων, διηγεῖται οὕτω, γνώριμα λέγων καὶ διὰ τοῦτο πιστευόμενος "Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην", πρὸ τῆς εἰς Λυκίαν ὁδοῦ, "ξείνισ' ἐνὶ μεγάροισιν, ἐείκοσιν ἤματ' ἐρύξας", ἤγουν παρακατασχών, καθὰ καὶ Ἰοβάτης ἐφ' ἡμέρας τινὰς τὸν Βελλεροφόντην παρ' ἑαυτῷ κατέρυκεν. "Οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά. Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν", ἤγουν φοινικῷ χρώματι, τῷ ἐκ καρποῦ ἴσως τῆς πρίνου, Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον. καὶ διὰ τοῦτό φησι "νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ εἰμί, σὺ δ' ἐν Λυκίῃ, ὅτε κεν τῶν δῆμον ἵκωμαι".

(v. 217) Ὅρα δὲ τὸ "ἐείκοσιν" ἤματα ῥηθὲν ἁπλῶς καὶ οὐ κατά τινα παρατήρησιν ἀναγκαίαν. [Ἐνταῦθα δὲ ἀναγκαία κεῖται στιγμὴ μετὰ τὸ μεγάροισιν, ἵνα μή τις ἴσως ἐρεῖ σοφιζόμενος "μεγάροισιν εἴκοσι".

(v. 214) Τὸ δέ "μειλιχίοις" διαστολὴν ἔχει πρὸς τὰ φθάσαντα ῥηθῆναι ἐν τῷ "εἰ δέ τίς ἐσσι βροτῶν, ἴθι, ὡς ἂν ὀλέθρου πείραθ' ἵκηαι". ἐκεῖ γὰρ οὐ [295] μειλιχίοις ὁ ἥρως προσηύδα.]

(v. 218) Ξένια δὲ καλὰ τὰ εὐειδῆ καὶ ἀξιοθέατα. τὸ μὲν γὰρ χρύσεον δέπας καὶ καλὸν καὶ τῇ ὕλῃ τίμιον, ὁ δὲ φαεινὸς φοίνικι ζωστὴρ καλὸς διὰ τὸ τοῦ ἱμάντος φοινικοῦν. Ταῦτα δὲ δεινῶς ὁ Διομήδης καὶ δεξιώτατα προεκτίθεται, ἵνα εὐλόγως καὶ αὐτὸς τὴν τῶν ὅπλων ζητήσῃ ἄμειψιν, ὡς ῥηθήσεται, καὶ δοκιμάσῃ τὸν Γλαῦκον, εἰ μὴ ἐθέλει τὴν τῶν πατέρων αἰσχύνειν ἀρετήν.

(v. 224 s.) Ἰστέον δὲ καὶ ὅτι τῷ ἔχοντι φίλον ἐξ ἀλλοδαπῆς χρήσιμος μεταποιηθεὶς ὁ ῥηθεὶς τοῦ Διομήδους λόγος μέγα φρονοῦντος καὶ σεμνυνομένου, διότι αὐτὸς Ἀργεῖος ὢν ἔχει ξένον φίλον ἐν Λυκίᾳ. Ἔφη γὰρ "σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ" καὶ ἑξῆς. Ἔνθα τὸ ἐν Λυκίῃ ἐλλειπτικῶς ἐσχημάτισται κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα. Τὸ γὰρ ὅλον οὕτως ἐστὶ "σὺ δ' ἐν Λυκίῃ ξεῖνος φίλος ἐμοί". Σημείωσαι δὲ ὅτι τὸ "Ἄργεϊ μέσσῳ" ταὐτόν ἐστι τῷ ἐν Ἀργείοις, διὸ ἐπάγει "ὅτε ἂν τῶν δῆμον ἵκωμαι", ἤγουν ὅτε εἰς τὸν δῆμον τῶν Ἀργείων ἐπανέλθω. Καὶ ἔστι τὸ σχῆμα καινόν. ἡ γὰρ σύνταξις οὐ πρὸς τὸ ῥητὸν Ἄργος, ἀλλὰ πρὸς τὸν δι' αὐτοῦ νοούμενον, ἤτοι τοὺς Ἀργείους. πόλις γὰρ οἱ πολῖταί εἰσιν, ὥσπερ καὶ ναῦς οἱ ναῦται, καθὰ καὶ Σοφοκλῆς δηλοῖ, λέγων ὡς οὐδέν ἐστιν οὔτε ναῦς οὔτε πόλις ἔρημος ἀνδρῶν μὴ συνοικούντων ἔσω. Τοιοῦτόν τι σχῆμα ἐσημειώθη καὶ κατὰ τὸν ἀνάπλουν τῆς α ῥαψῳδίας ἐν τῷ "οἳ δ' ὅτε δὴ λιμένος ἐντὸς ἵκοντο". Σημείωσαι δὲ καὶ ὅτι τὸ "ὅτε τῶν δῆμον ἵκωμαι" πρὸς ἀκρίβειαν κεῖται. νῦν μὲν γὰρ ἄμφω ξένοι εἰσὶν ἀλλήλοις οὐκ ἐν Λυκίᾳ καὶ Ἄργει ἀλλ' ἐν τόπῳ ἑνὶ τῷ περὶ Τροίαν. ὅτε δὲ ἐπανέλθωσιν οἴκαδε, τότε Διομήδης μὲν ἐν μέσῳ Ἄργει φίλος ἔσται τῷ Λυκίῳ Γλαύκῳ, Γλαῦκος δὲ αὖ ἐν Λυκίᾳ μέσῃ ξεῖνος ἔσται τῷ ἐξ Ἄργους Διομήδει. Καὶ ἔστι σχῆμα συντομίας καὶ ἐνταῦθα. εἰπὼν γὰρ ὁ Διομήδης "ὅτε Ἀργείων δῆμον ἵκωμαι", ἀφῆκε τῷ Γλαύκῳ νοεῖν τὸ ὅμοιον, δηλαδὴ τὸ "ὅτε καὶ σὺ Λυκίων δῆμον ἵκῃ". Ἐσίγησε δὲ αὐτὸ ἀστείως ὁ ποιητής, οὐ μόνον ὡς δυσοιώνιστον λόγον τῷ φίλῳ, ἀλλὰ καὶ ὅτι τὸν Γλαῦκον οἶδεν [296] οὐκ ἐπανελθόντα εἰς τὰ οἰκεῖα.

(v. 221) Ἔτι ἰστέον καὶ ὅτι τὰ ξένια, ἤτοι τὰ τῆς ξενίας δῶρα, κειμήλια τοῖς παλαιοῖς ἀπετίθεντο εἰς ἀνάμνησιν πατρῴας φιλίας τοῖς ἐπιγόνοις. Διομήδης γοῦν φησιν, ὅτι εἰς Τροίαν ἰὼν οἴκοι κατέλειψεν ἀποκεῖσθαι τὸ ῥηθὲν τοῦ Βελλεροφόντου κύπελλον, καὶ Ὀδυσσεὺς δὲ τὸ τοῦ Ἰφίτου τόξον ἐν Ἰθάκῃ ἔλειψεν εἰς μνήμην ξενίας. ταμιεύεται γὰρ καθάπερ ἐν θαλάμοις τὸ ξένιον, οὕτως ἐν ταῖς τῶν ὁρώντων ψυχαῖς ἡ μνήμη τοῦ δόντος. καὶ γίνεται κειμήλιον ταμείου μὲν τὸ δῶρον, ἡ δὲ μνήμη ψυχῆς. Διὸ καὶ Διομήδης πιθανολογῶν τὴν πατρῴαν ξενίαν ἐκ τοῦ κυπέλλου λέγει εἰδέναι αὐτὴν καὶ μεμνῆσθαι, οὐ μὴν ἐκ πατέρων.

(v. 222 s.) "Τυδέα γάρ", φησίν, "οὐ μέμνημαι", πολλῷ δὴ πλέον τὸν πάππον Οἰνέα. Ἐνταῦθα δὲ εὐμεθόδως ὁ ποιητὴς καὶ τὴν τῶν ἑπτὰ ἐπὶ Θήβας ἱστορίαν παρενέθετο κομιδῇ ἀποστενώσας αὐτήν, ἐν οἷς ὁ Διομήδης φησίν, ὅτι "Τυδέα δ' οὐ μέμνημαι, ἐπεί μ' ἔτι τυτθὸν ἐόντα κάλλιπεν, ὅτ' ἐν Θήβαις ἀπώλετο λαὸς Ἀχαιῶν". Καὶ ὅρα τὸ μέμνημαι αἰτιατικῇ συνταχθέν.

(v. 226-233) Ὅτι συνέθεντο Διομήδης καὶ Γλαῦκος ἀλλήλων ἐν πολέμῳ ἀπέχεσθαι καθ' ἑαυτούς τε καὶ δι' ὁμίλου, ἤγουν κατὰ τὸν ὑπ' αὐτοὺς πάντα ὅμιλον. Ἀξιοῖ γὰρ ὁ Διομήδης οὕτω "ἔγχεσι δ' ἀλλήλων ἀλεώμεθα καὶ δι' ὁμίλου, πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες καὶ ἐπίκουροι κτείνειν, ὃν ἂν θεός γε πόροι καὶ ποσσὶ κιχείω, πολλοὶ δ' αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν, ὅν κε δύνηαι". Καὶ ἐπὶ τῇ συνθήκῃ ταύτῃ "χειράς τ' ἀλλήλων λαβέτην καὶ πιστώσαντο", ἤγουν πίστιν ἀλλήλοις ἐποίησαν διὰ τῆς συνήθους δεξιώσεως. Πιστώσεως γὰρ δηλωτικὸν τῶν δεξιῶν χειρῶν ἡ συμβολή, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. Καὶ σημείωσαι ὅπως αἰδέσιμος ἦν ἡ φιλία οὐκ αὐτοῖς μόνοις τοῖς ξενισθεῖσιν, ἀλλὰ κατὰ διαδοχὴν καὶ τοῖς ἐκ αὐτῶν. ἰδοὺ γὰρ Βελλεροφόντου καὶ Οἰνέως πάλαι ποτὲ ξένων ἀλλήλοις γενομένων, οἱ αὐτῶν ἔγγονοι τὸ τῆς ξενίας ἀγαθὸν αἰδεσθέντες εἰρηναῖα σπένδονται. καί πως τοῦ συγγενικοῦ θεσμοῦ κρείττων τοῖς παλαιοῖς ἦν ὁ κατὰ τὴν ξενίαν. Τεῦκρος μὲν γὰρ Τρωϊκὸς ὢν ἀνέκαθεν καὶ τῷ Πριάμῳ προσγενής [297] ‑ αὐτανέψιος γὰρ ἦν Ἕκτορος ‑ πολεμεῖ τοῖς Τρωσὶ καὶ ὁμοφύλοις αἵμασι χραίνεται. Γλαῦκος δὲ καὶ Διομήδης ὡς πατρῷοι ξένοι ἀλλήλων καὶ δι' ὁμίλου, ὡς εἴρηται, ἀλέονται, ἤτοι ἐκκλίνουσιν, ἀπέχονται.

(v. 228) Σημείωσαι δὲ καὶ ὅτι ὁ Διομήδης ἐν τῷ "ὃν ἂν θεὸς πόροι καὶ ποσσὶ κιχείω" ἐσέμνυνεν ἑαυτὸν ὡς καὶ θεοφιλῆ καὶ ποδώκη.

(v. 229) Τὸν μέντοι Γλαῦκον οὐ πάνυ σεμνύνει τὸ "ὃν ἂν δύνηαι". [Ἴσως δὲ τὸ μὲν "ὃν ἂν θεὸς πόροι" σταδαίαν μάχην δηλοῖ τὴν καὶ ἐπὶ πλέον ἐναγώνιον καὶ θείας δεομένην συνάρσεως. Τὸ δὲ "ὃν ποσσὶ κιχείω" φεύγοντος ἐχθροῦ πτῶμα ἐμφαίνει, ὃν οὐκ ἐξ ἀνάγκης αὐτὸς ὁ διώκων ἔτρεψεν εἰς φυγήν.]

(v. 230 s.) Ὅτι τὰ τεύχεα ὁ Γλαῦκος καὶ ὁ Διομήδης ἀλλήλοις ἐπαμείβουσιν ἀξιώσαντος Διομήδους οὕτω ποιῆσαι. "τεύχεα γάρ", φησίν, "ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ' εἶναι", καὶ οὕτως εἴη ἀνύποπτον τὸ ἀλλήλων ἡμᾶς καὶ δι' ὁμίλου ἀπέχεσθαι. ἄλλως γὰρ προδοτικοῦ ἂν ἤθους ἐκρίνοντο καὶ δολερᾶς καθυφέσεως τῆς εἰς πόλεμον. καὶ δίδωσι μὲν ὁ Διομήδης εὐτελῆ τινα, ὡς ῥηθήσεται, ὅπλα, λαμβάνει δὲ τιμιώτατα. Καὶ σημείωσαι ὅτι ὥσπερ ἐπὶ τῶν προγόνων, οὕτω κἀνταῦθα γίνεται. Οἰνεύς τε γὰρ ζωστῆρα δοὺς φοίνικι φαεινόν, ὡς προείρηται, χρύσεον δέπας ἀντέλαβεν ἐκ τοῦ Βελλεροφόντου φιλοτιμότερον διατεθέντος, καὶ Διομήδης ὁ τοῦ Οἰνέως ἀπόγονος χάλκεα νῦν δοὺς ὅπλα χρύσεα ἔλαβε. Καὶ ὅρα ὅπως ὁ Γλαῦκος προγονικὴν μεγαλοπρέπειαν καὶ φιλοτιμίαν μιμούμενος καὶ κατὰ πατρικὴν παραίφασιν μὴ θέλων πατέρων γένος αἰσχύνειν, ἄλλως τε καὶ τοῦ Διομήδους ἀπαιτήσαντος, ἤμειψεν αὐτῷ τὰ οἰκεῖα ὅπλα, ὑπὲρ δεκαπλάσιον ὄντα τῶν τοῦ Διομήδους τιμιώτερα.

(v. 235 s.) Φησὶ γὰρ "ὃς πρὸς Τυδείδην Διομήδεα τεύχε' ἄμειβε, χρύσεα χαλκείων, ἑκατόμβοι' ἐννεαβοίων". Ἀσφαλείας γὰρ ὁ Γλαῦκος μόνης ἐδεῖτο τῆς ἐκ τῶν ὅπλων, οὐ μὴν ὕλης τιμίας. πάντως δὲ οὐχ' ἧττόν τι τῶν χρυσέων ἀσφαλῆ καὶ τὰ χάλκεα.

(v. 234) Διὸ καί φησιν ὁ ποιητής "ἔνθ' αὖτε Γλαύκῳ φρένας ἐξείλετο Ζεύς", ὅ ἐστιν ἐξαιρέτους ἐποίησεν, ὡς τῷ Πορφυρίῳ δοκεῖ, διὰ τὸ τοιαύτην φιλοτιμίαν ἐνδείξασθαι καὶ μὴ γλισχρεύσασθαι περὶ τὴν τοῦ ξένου ἀξίωσιν καὶ οὕτως αἰσχῦναι τὴν τοῦ πάππου ἀρετήν. εἰ δὲ ἐν τοῖς ἑξῆς [298] τὸ "φρένας ἐξείλετο Ζεύς" φανερῶς ἐπὶ ἀφροσύνης κεῖται, ῥηθήσεται τὰ εἰκότα ἐκεῖ. Δῆλον δὲ ὅτι, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, πρὸς διάφορον σημασίαν ὁ Γλαῦκος βαρύνεται. πρὸς διαστολὴν γὰρ τοῦ ὁ γλαυκός ἐπιθέτου. τοιοῦτον δὲ ἐγνώσθη καὶ τὸ Λεῦκος πρὸς τὸ λευκός. ὅμοιον καὶ τὸ ἀρητός καὶ Ἄρητος, καὶ ἄλλα μυρία, ἐν οἷς καὶ τὸ διηνεκής καὶ Διηνέκης κύριον καθ' Ἡρόδοτον, Σπαρτιάτης ἄριστος γενόμενος ἐν τῇ μάχῃ τῶν Θερμοπυλῶν, καὶ δρυμός δὲ ὁ δρυωτὸς τόπος καὶ Δρύμος πόλις. Φησὶ γοῦν ὁ αὐτός, ὅτι κατέκαυσαν πόλεις οἱ Θεσσαλοὶ ὁδηγοῦντες τοὺς Πέρσας ἄλλας τε καὶ Δρύμον καὶ Θρόνιον καὶ τὰ ἑξῆς. Διαφόρου δ' εὐλόγου τονώσεως καὶ τὸ πυρρός ὁ πυρρόθριξ καὶ Πύρρος κύριον, καὶ γύρος ὁ κατὰ κύκλον καὶ γυρὸς ὤμοις ὁ ἐν Ὀδυσσείᾳ, ὅθεν καὶ πέτραι Γυραί, καὶ κυρτός ὁ κατὰ πάθος καὶ κύρτος ὁ ζωγρητικός. Ὅτι δὲ καὶ ἕτεροι Γλαῦκοι διάσημοι, δῆλον καὶ αὐτό, ἐν οἷς καὶ ὁ Ἀνθηδόνιος καὶ ὁ παρὰ Ἡροδότῳ, καὶ ὃν δὲ Γλαύκωνα ὁ Λυκόφρων καλεῖ παρωνύμως. [Δῆλον δὲ ὡς [299] καὶ ἰχθύος εἶδος ὁ γλαῦκος περιᾴδεται.]

(v. 230 s.) Σημείωσαι δὲ καὶ ὅτι οὐχ' ὡς κερδαλέος ὁ Διομήδης αἰτεῖ τὰ χρυσᾶ ὅπλα, προΐσχεται δὲ αἰτίαν εὐσχήμονα, ἵνα, φησί, πάντες γνῶσιν, ὡς ἐρρέθη, ὅτι ξένοι ἀλλήλων πατρῷοί ἐσμεν καὶ διὰ τοῦτο ἀπεχόμεθα τῆς πρὸς ἀλλήλους μάχης καὶ οὐ διά τινα φαύλην ὑπόληψιν, ἀλλὰ διὰ τὸν Πατρῷον καὶ Ἑταιρεῖον καὶ Ξένιον. Ἦν δὲ ἄρα ἡ τῶν ὅπλων ἄμειψις καὶ σημεῖον τῆς κατὰ παράταξιν ἀμείψεως. οὐκέτι γὰρ ἀλλήλοις ἀντεμάχοντο. Διὸ καὶ ἐν ὄψεσι πάντων τὰ ὅπλα ἠλλάξαντο, ἵνα διὰ φιλίαν ἀλλήλων ἀπέχεσθαι φαίνωνται καὶ μὴ τοὺς οἰκείους προΐεσθαι. [Εἰ δὲ καὶ Λυκάων ὁ Τρωϊκὸς ἤμειψε θώρακα τῷ ἀδελφῷ Πάριδι καὶ Ἀχιλλεὺς ὅπλα τῷ φίλῳ ἑταίρῳ Πατρόκλῳ, ἀλλ' ἐκεῖνα πρὸς ὥραν γεγονότα πάντῃ ἑτεροιοῦνται πρὸς τὰ ἐνταῦθα.] Ὅρα δὲ ὅπως εὐτυχῶς τῷ κρείττονι τὰ κρείττονα ὅπλα ἐγένετο, τῷ δὲ χείρονι Γλαύκῳ τὰ προσήκοντα, ὅπερ οἱ Ἕλληνες μετὰ ταῦτα ποιοῦσι κατὰ συμβουλήν, ὅπου "ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε", χείρονα δὲ χείρων.

(v. 236) Ἑκατόμβοιον δὲ καὶ ἐννεάβοιον, ὥσπερ καὶ δωδεκάβοιον καὶ εἰκοσάβοιον καὶ εἴ τι τοιοῦτον, οἱ μὲν ἐπὶ νομισμάτων ἀκούουσι, βοῦν εἰρῆσθαι τὸ νόμισμα λέγοντες διὰ τόν, ὡς καὶ προεγράφη, ἐν αὐτῷ τοῦ βοὸς ἔκπαλαι τύπον κατὰ τιμὴν τοῦ ζῴου, οἱ δέ, ὡς καὶ αὐτὸ εἴρηται, σταθμόν τινα τὰ τοιαῦτα νοοῦσι, δι' οὗ βόας ἑκατὸν τυχὸν ἢ ἐννέα ἢ δώδεκα ἢ εἴκοσιν ἢ ἁπλῶς τοσούσδε ὠνησάμενός τις κτήσεται.

(v. 237) Ὅτι σχῆμα ὑστερολογίας καὶ ἐν τῷ "Ἕκτωρ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν". ἀνιὼν γὰρ εἰς τὴν πόλιν πρῶτον φηγὸν ἵκανε περὶ τὸ πεδίον οὖσαν, εἶτα τὰς Σκαιὰς πύλας. Ὅρα δὲ [300] καὶ ἐνταῦθα τὸ τῆς ἱστορίας εὐκρινές. Μεσολαβήσας γὰρ ὁ ποιητὴς τῇ τοῦ Ἕκτορος εἰς Τροίαν ἀνόδῳ τὰ κατὰ Διομήδην καὶ Γλαῦκον, εἶτα τούτων ἀπαλλαγεὶς ἀνατρέχει πάλιν εἰς τὸν Ἕκτορα καὶ γίνεται εὐτάκτως τῶν ἐφεξῆς.

(v. 238-241) Ὅτι παιδεύει τὸν ἀκροατὴν καὶ ὁ παρ' Ὁμήρῳ Ἕκτωρ μὴ ἀεὶ πρὸς τὰς ἐρωτήσεις λεπτομερῶς ἀποτείνεσθαι, ὅπου ἂν μὴ συμφέρον εἴη. Ἐρωτᾶται μὲν γὰρ ὑπὸ τῶν Τρῳάδων, πῶς ἂν ἔχοιεν ἐν τῷ πολέμῳ οἱ προσήκοντες αὐταῖς, ὁ δὲ οὐδὲν ἄλλο ἔφη ἀλλ' ἢ θεοῖς μόνον ἐκέλευσεν εὔχεσθαι πάσας ἑξείης. καίτοι πολλαῖς αὐτῶν, ὡς ὁ ποιητής φησι, κήδεα ἐφῆπτο διὰ τὴν τῶν οἰκείων ἀπώλειαν.

(v. 241) Καὶ ὅρα τὸ "πολλαῖς κήδεα ἐφῆπτο", ἤτοι πολλῶν ἥπτετο ἡ βλάβη καὶ ἤδη αὐταῖς ἐπέκειτο. τοιοῦτον καὶ τὸ "ὀλέθρου πείρατα ἐφῆπται", ἤγουν τέλειος ὄλεθρος ἐπίκειται. Προσήκοντας δὲ ταῖς γυναιξὶ μετρεῖ Ὅμηρος παῖδάς τε κασιγνήτους τε ἔτας τε καὶ πόσιας, περὶ ὧν πολλαχοῦ δηλοῦται. Ἐνταῦθα δὲ ὅρα ὅτι καθάπερ ἐν συμποσίοις ἄκροι κάθηνται οἱ ἄριστοι, οὕτω κἀνταῦθα τὰ φίλτατα μὲν ἐν ἄκροις ὁ ποιητὴς ἔταξε, τὰ δὲ μὴ πάνυ τοιαῦτα, τοὺς κασιγνήτους καὶ τοὺς ἔτας, εἰς μέσον ἤλασεν.

(v. 242 s.) Ὅτι περικαλλέα λέγει τὸν τοῦ Πριάμου οἶκον, ξεσταῖς αἰθούσαις τετυγμένον, ἤτοι λιθίνοις ὑπαίθροις στοαῖς αἰθομέναις ἡλίῳ, καθὰ δηλοῖ τοὔνομα τῆς αἰθούσης, ὅθεν τῇ δημώδει γλώσσῃ παρεποιήθη τὰ ἡλιακά. Ὅτι δὲ ξεστὰς λέγει τὰς ἐκ λίθων ἐξεσμένων, δηλοῦσι καὶ οἱ ἐπαγόμενοι θάλαμοι ξεστοῖο λίθοιο δεδμημένοι. Περὶ δὲ αἰθούσης δηλοῖ μὲν σαφῶς καὶ ἡ Ὀδύσσεια, ῥηθήσεται δέ που καὶ ἐν τοῖς ἐφεξῆς.

(v. 244-250) Ὅτι ἐν τῷ τοῦ Πριάμου δόμῳ "πεντήκοντα ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο, πλησίοι ἀλλήλων δεδμημένοι", ἤγουν δεδομημένοι, "ἔνθα δὲ παῖδες κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι, κουράων δ' ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς δώδεκ' [301] ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο, πλησίοι ἀλλήλων δεδμημένοι. ἔνθα δὲ γαμβροὶ κοιμῶντο Πριάμοιο παρ' αἰδοίῃς ἀλόχοισι". Καὶ ὅρα τὴν ταὐτολογίαν τοῦ ποιητοῦ δὶς ἐνταῦθα εἰπόντος ἀπαραποιήτως τὸ "θάλαμοι ξεστοῖο λίθοιο, πλησίοι ἀλλήλων δεδμημένοι".

(v. 247) Σημείωσαι δὲ ὅτι καὶ τὰς τοιαύτας τοῦ Πριάμου θυγατέρας κόρας εἶπεν, οὐχ' ὡς παρθένους ‑ πῶς γὰρ τὰς ὑπὸ ἀνδράσιν οὔσας; ‑ , ἀλλὰ ἁπλῶς ἀντὶ τοῦ νέας, ὡς ταὐτὸν ὂν ἐνταῦθα εἰπεῖν κούρας τε καὶ νέας ἀλόχους. [Κρατεῖ δὲ καὶ μέχρι νῦν παρά τισι τῶν Ἑῴων τὸ κόρας λέγεσθαι καὶ μετὰ γάμον τὰς ἐν ἡλικίᾳ νέᾳ.]

(v. 244) Ὁ δὲ ἀριθμὸς τῶν πεντήκοντα θαλάμων ἔοικεν εἰς ποσὸν συνδιήκειν παίδων Πριάμου ἀρρένων κατὰ τὸ "ἡμεῖς δὲ πεντήκοντ' ἄγ' ἄμμοροι τέκνων". Τὸ δὲ ἔνεσαν μέτρου χάριν ῥηθὲν μετὰ προθέσεως μετ' ὀλίγα ἐν τῷ "δώδεκ' ἔσαν" δίχα προθέσεως εἴληπται.

(v. 245 et 249) Τὸ δὲ πλησίοι ἀμεμφῶς ἔχει. πολλαχοῦ γὰρ ἡ τοιαύτη κλίσις διαφαίνεται, ἐπεὶ προϋπάρχει ὁ πλησίος, οὗ ἡ αἰτιατικὴ γεννᾷ τὸ πλησίον ἐπίρρημα.

(v. 248) Ὅρα δὲ καὶ ὅτι τοὺς γυναικείους θαλάμους, οὐ μὴν καὶ τοὺς τῶν ἀνδρῶν, ὠνόμασε τεγέους ἀντὶ τοῦ ἀνωγείους, ἐπὶ τέγει ἑτέρου οἴκου ἀναστάντας, ὑπερῴους, πολυστέγους, πολυωρόφους, ἵνα μὴ διοδευομένων, φασί, κατοπτεύωνται αἱ γυναῖκες. Γίνεται δὲ τὸ τέγεος ἀπὸ τοῦ τέγος τέγειος καὶ ἀποβολῇ τέγεος, ὡς τέλος τέλειος τέλεος. ὥσπερ [302] δὲ μικρός καὶ σμικρός, οὕτω καὶ τέγος καὶ στέγος, ἐξ οὗ τὸ στέγω ῥῆμα. εἰσὶ δὲ καὶ ἄλλα τοιαῦτα ὀνόματα, ὡς ἀλλαχοῦ δεδήλωται. Ἰστέον δὲ ὡς εἰ καὶ ἀπὸ τοῦ τέγους, ὃ γίνεται ἀπὸ τοῦ τέγγω, παράγεται τὸ στέγος, ἀλλ' ἐξ αὐτοῦ αὖθις ὁ ὅλος οἶκος παρονομάζεται διὰ μέσου τοῦ στέγειν ῥήματος, ὡς ὑποδηλοῖ καὶ Εὐριπίδης, ἐν οἷς που λέγει, ὅτι ὄχλον στέγει δόμος. Θάλαμοι δὲ παρὰ μὲν τοῖς ὕστερον αἱ γυναικωνίτιδες, παρὰ δὲ Ὁμήρῳ καὶ οἱ ἁπλῶς ἐνδοτάτω οἶκοι ἀπὸ τοῦ θάλπειν ἐτυμολογούμενοι. [Ἡ δὲ θαλάμη οὐ δόμον δηλοῖ, κατάδυσιν δέ τινα ζῴων ἀλόγων, οἷον πολυπόδων καί τινων τοιούτων. ὅθεν μεταφορικῶς καὶ θαλαμῖται καὶ θαλάμακες, ἐρέται οἱ ὑπὸ τοὺς θρανίτας.]

(v. 248-250) Ἐνταῦθα δὲ ὅρα καὶ ὅπως ὁ ποιητὴς τὴν συγγενικὴν ἐγγύτητα βούλεται καὶ τῇ κατὰ τόπον σχέσει ἑνοῦσθαι, ὡς ἐγχωρεῖ, τὸ γένος ἅπαν τοῦ Πριάμου εἰς ἕνα τόπον συναγαγών. ὃ καὶ βουλόμενος ἐγκαθίσαι τῇ ψυχῇ τοῦ ἀκροατοῦ ἐπιμονὴν ἐποίησε διὰ τῆς ἀνωτέρω παρασημειωθείσης ταὐτολογίας.

(v. 251) Ὅτι τὸ ἠπιόδωρος οἰκεῖον ἐπίθετον ἀγαθῇ μητρί, ὁποία καὶ ἡ Ἑκάβη ἐνταῦθα τῷ Ἕκτορι ἐλεοῦσα τὸν παῖδα ἐκ μάχης ἐλθόντα καὶ ἠπίως δεξιουμένη αὐτόν, ὡς μετ' ὀλίγα φανήσεται. προκλητικὴ γάρ πως ἡ τοιαύτη λέξις ἐνταῦθα τῶν ἐν τοῖς ἑξῆς δώρων τῆς μητρός. Ἔχει δ' ἐνταῦθα τὸ Ὁμηρικὸν οὕτως "ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ", κατὰ τύχην δηλαδὴ καὶ [303] οὐκ ἔκ τινος προμηθείας, ὡς εὐθὺς φαίνεται. Ἰατροῖς δὲ καὶ τοῖς κατ' αὐτοὺς πρέπουσα ἡ τοῦ ἠπίου λέξις, ὡς καὶ ἡ τοῦ Ἀσκληπιοῦ δηλοῖ σύνθεσις καὶ τὸ "ἐπί τ' ἤπια φάρμακα πάσσειν", καὶ τὸ "ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι". Διὸ εἰκότως οἰκειοῦται καὶ μητρὶ ἀκεσωδύνῳ, ἣ ἐς τοσοῦτον οἶδε φύσει τῶν ἐξ αὐτῆς κήδεσθαι, ὡς μηδὲ μυῖαν ἐᾶν δάκνειν τὸ φίλον βρέφος ὑπνοῦν. Οὐκ ἐστέρηται δὲ τῆς τοῦ ἠπίου προσηγορίας οὐδὲ ὁ πατήρ, ὡς δῆλον ἐκ τοῦ "πατὴρ δ' ὣς ἤπιος ἦεν". Ἀγαθὴ δὲ πανταχοῦ λέξις ὁ ἤπιος, δίχα γε τοῦ κακοῦ ἠπιάλου, περὶ οὗ προδεδήλωται, ὃς φαῦλος ὢν ὅμως εὐωνυμεῖται λόγῳ ἀντιφράσεως. [Τὸ δὲ ἐναντίη οὐ δηλοῖ ἐναντίωσιν, ἀλλὰ εἴληπται ἀντὶ τοῦ ἀντιπρόσωπος. ὅμοιον δὲ καὶ τὸ "θάλαμοι κουράων ἑτέρωθεν ἐναντίοι", ὃ πρὸ ὀλίγων εἴρηται.]

(v. 252) Ὅτι ἡ Λαοδίκη, εἰς ἣν ἡ Ἑκάβη ἀπιοῦσα ἐντυγχάνει τῷ Ἕκτορι, εἶδος ἀρίστη τῶν Πριάμου θυγατέρων ἦν, αἳ δηλονότι ἄνδρας εἶχον. ἐν ἄλλοις δὲ τὴν Κασάνδραν οὕτω καλεῖ, ταῖς ἔτι παρθένοις ἐκείνην συγκρίνων. Ἐνταῦθα δὲ κεῖται καὶ τὸ εἰσάγειν ἀντὶ τοῦ εἰσιέναι ἢ ὑπάγειν. Φησὶ γὰρ "Λαοδίκην εἰσάγουσα θυγατρῶν εἶδος ἀρίστην". Χρήσιμον δ' ἐνταῦθα καὶ τὸ παρὰ τῷ Κωμικῷ παροιμιῶδες ἐπὶ τῶν εἰς οὐδὲν δέον ἀχθοφορούντων τὸ "ὄνος ἄγων μυστήρια". Καὶ ἐκεῖ γὰρ ἄγειν οὐ τὸ φέρειν ἀλλὰ τὸ ἀπιέναι, ἵνα ᾖ ὄνος ἄγων μυστήρια ὁ ἀπιὼν εἰς τὴν τοῦ μυστηρίου ἑορτήν.

(v. 253) Ὅτι καὶ ἐνταῦθα ἐμφῦναι χειρὶ τὸ χειρὸς λαβέσθαι καὶ στερεῶς αὐτῆς ἅψασθαι. καὶ ἔστι πως ὅμοιον τῷ ἐμφῦναι χείλεσιν, ὡς καὶ ἐν Ὀδυσσείᾳ γέγραπται.

(v. 254) Ὅτι τῆς Ἑκάβης τὸ "τί ποτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας" λεχθείη ἂν ἐπὶ τοῦ παρ' ἐλπίδα τῆς μάχης ἀναχωρήσαντος.

(v. 255 s.) Τὸ δὲ ἐφεξῆς βίαν μάχης δηλοῖ τὸ "ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν μαρνάμενοι". Λέγει δὲ δυσωνύμους τοὺς Ἀχαιοὺς ἢ κατὰ τὸ Δύσπαρι καὶ τὸ [304] Κακοΐλιον ἢ δυσφημοῦσα ὡς δῆθεν κακωνύμους διὰ τὸ δοκεῖν παρηχεῖσθαι αὐτοὺς τῷ ἄχει. Διχῶς γὰρ τὸ κακώνυμον. ἢ τὸ οὐδ' ὀνομάζεσθαι ἄξιον, ὡς δῆλον ἐκ τοῦ "Κακοΐλιον οὐκ ὀνομαστήν", ἢ τὸ δυσοιώνιστον καὶ τῇ προφορᾷ δύσφημον, ὡς καὶ εἴ τις εἴποι κατὰ Σοφοκλῆν δυσώνυμον τὸν Αἴαντα, ὡς δοκοῦντα παρὰ τὸ αἴ ἢ παρὰ τὸ αἰάζειν ὀνομασθῆναι.

(v. 256-258) Ὅτι τὸ τοῦ Ἕκτορος ἀνδρεῖον ἡ μήτηρ γινώσκουσα καὶ ὡς οὐκ ἂν ἔφυγε πρὸ τῶν ἄλλων τὴν μάχην ὑπονοεῖ τὴν αἰτίαν τῆς εἰς τὴν πόλιν αὐτοῦ ἐλεύσεως, ὅτι δηλαδὴ ἦλθεν ἐξ ἄκρης πόλεως, ἤγουν ἐκ τῆς ἀκροπόλεως, Διῒ χεῖρας ἀνασχεῖν, ὅ ἐστιν ἀνατεῖναι, ὡς πολλαχοῦ λέγεται. διὸ καὶ οἶνον αὐτῷ θέλει χειρίσαι ὡς ἐπὶ σπονδῇ.

(v. 261) Ὅτι γνωμικὸν τὸ "ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει", τουτέστι τὸ τοῦ κεκμηκότος μένος μεγάλως ὁ οἶνος αὔξει, κατὰ καιρὸν δηλαδὴ προσφερόμενος. καὶ οὕτω μὲν ἐνταῦθα λέγει διὰ τῆς τῷ Ἕκτορι λαλούσης Ἑκάβης ὁ ποιητής.

(v. 263-265) Μετ' ὀλίγα δὲ οἷά τις ἀμφοτερόγλωσσος ἄλλως τὸν λόγον μεταχειρίζεται διὰ τοῦ Ἕκτορος, εἰπόντος "μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ" καὶ ἐπαγαγόντος "μή μ' ἀπογυιώσῃς μένεος ἀλκῆς τε λάθωμαι", ὡς τῆς ἀκαίρου πόσεως αὖθις τοῦ οἴνου μελῶν ποιούσης πάρεσιν.

(v. 259-262) Σημείωσαι δὲ ὅτι ἡ μὲν Ἑκάβη πάνυ δεξιῶς καὶ εὐσχημόνως προτρέπεται τῷ υἱῷ λαβεῖν μελιηδέα οἶνον, "ὡς σπείσῃς", φησί, "Διῒ πατρί" πρῶτον, "ἔπειτα δέ κ' αὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα" καὶ αὔξησιν οὕτω λάβῃς μένεος, μονονουχὶ οὕτω πως ἐπιχειροῦσα· σὺ κέκμηκας τειρόμενος πολέμῳ, παντὶ δὲ κεκμηκότι τὸ μένος οἶνος αὔξει. καὶ σοῦ ἄρα τὸ μένος οἴνῳ αὐξηθήσεται. καὶ οὕτω μὲν συλλογίζεται ἡ Ἑκάβη.

(v. 264) Ὁ δὲ Ἕκτωρ παραιτεῖται τὸν οἶνον ῥητορικώτατα, πρὸς μὲν τὸ ἓν τῆς Ἑκάβης [305] λέγων, ὅτι οὐ πίωμαι, ἵνα μὴ ἀντὶ ἐπαυξήσεως μένους πάρεσιν μᾶλλον πάθω μελῶν καί, ὡς ἐρρέθη, λάθωμαι ἀλκῆς, πρὸς δὲ τὸ ἕτερον, ὅτι αἵματα ἔχων πτοοῦμαι ἄνιπτος σπένδειν.

(v. 266-268) Φράζει δ' ἐνταῦθα Ὅμηρος οὕτω "χερσὶ δ' ἀνίπτοισι Διῒ λείβειν αἴθοπα οἶνον ἅζομαι. οὐδέ πῃ ἔστι Διῒ αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι". Ἐν οἷς ὅρα ὅτι τε εἶδος εὐχῆς καὶ ἡ λοιβή, ὡς δῆλον ἐκ τοῦ εὐχετάασθαι, καὶ ὡς ἀδιάφορον σπένδειν εἰπεῖν κατὰ τὸ "ὡς σπείσῃς Διῒ πατρί", καὶ λείβειν κατὰ τὸ "Διῒ λείβειν οἶνον". Οἱ δὲ παλαιοὶ ἐνταῦθά φασι καί, ὅτι οὐδὲν καινόν, ἐὰν ἐναντίοι λόγοι λέγονται περὶ τοῦ οἴνου ὑπὸ διαφόρων προσώπων. εἰ μὲν γὰρ αὐτὸς ὁ ποιητὴς ἀφ' ἑαυτοῦ ταῦτα ἐλάλει, πάντα ἦν ἂν ἀλλήλοις ‹ἀν›ακόλουθα, νῦν δὲ προσώποις τὴν περὶ τοῦ οἴνου δόξαν ἀνατίθησιν, ὧν ἡ Ἑκάβη μὲν οἷα γυνὴ μὴ τὸν κάματον ἐπισταμένη τῶν ἀνδρῶν ἄλλα λέγει, Ἕκτωρ δὲ εἰδὼς ἀντιλέγει. ἔτι δὲ ἡ μὲν Ἑκάβη πρεσβυτικῆς ἐστιν ἡλικίας, ἡ δὲ τοιαύτη χαίρει τῷ οἴνῳ θερμῷ τε ὄντι καὶ ὑγρῷ, ὁ δὲ Ἕκτωρ ἀκμαῖος καὶ διὰ τοῦτο οὐ πάνυ προσήκων τοιούτῳ ποτῷ [τῷ τοῦ ἀκράτου δηλαδὴ οἴνου. πάντως γὰρ ἀκράτῳ ἔσπενδον κατὰ τὸ "σπονδαί τ' ἄκρητοι". Ἡ δὲ Ἑρμαϊκὴ κύλιξ ἴσον ἴσῳ κεκραμένη λόγον ἑτεροῖόν τινα ἔχει, ὡς ἐν τοῖς τοῦ Ἀριστοφάνους κεῖται. Κεφάλαιον δὲ αὐτῆς τὸ διττὸν τοῦ εἰς λόγον ἀλληγορουμένου Ἑρμοῦ. Παραδέδονται δέ τινες σπονδαὶ καὶ παντελῶς ἄοινοι, ὡς καὶ ἡ ἐπὶ τῷ ἡλίῳ διὰ μέλιτος, καθὰ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται.] Καὶ ἄλλως δὲ περὶ τὸν καιρὸν ἡ Ἑκάβη σφάλλεται. ἄμεινον γάρ, φασίν, ἐν ἅπασιν ὁ καιρός, ἄρτι δὲ οὐ καιρὸς οἴνου πόσεως. οὐ γὰρ ἁπλῶς οἴνου πόσις εἰς ἰσχὺν ἔχει συμβάλλεσθαι, εἴγε κατὰ τὸν εἰπόντα οἱ παλαιοὶ οὐδὲ ὕδωρ πρὶν ἐντραγεῖν ἔπινον, ἀλλὰ ἡ τροφὴ σὺν τῷ οἴνῳ μεγάλα συντελεῖ ἀνδρί, ὃς ἂν οἴνου κορεσσάμενος καὶ ἐδωδῆς πανημέριος πολεμίζῃ, ὡς ὁ ποιητὴς ἐν ἄλλοις φησί. καὶ ὁ τοιοῦτος οἶνος ὤνησε τὸν πιόντα κατὰ τὸ "ἔπειτα δὲ καὶ αὐτὸς ὀνήσεαι πιών". Ἔνθα καὶ φαίνεται παρετυμολογῶν τὸν οἶνον ὁ [306] ποιητὴς κατ' ἐξοχήν τινα ἐκ τοῦ ὀνεῖν, ὅ ἐστιν ὠφελεῖν, ἐξ οὗ καὶ τὰ βρώματα ὀνείατα λέγεται. [Τινὲς μέντοι, ὡς καὶ ἐν ἄλλοις δηλοῦται, παρὰ τὸ οἴω, τὸ κομίζω, καὶ τὸν νοῦν ἐτυμολογοῦσι τὸν οἶνον, ἀκολούθως τῷ τε Δειπνοσοφιστῇ καὶ τῷ Κωμικῷ, εἰπόντι ἄρδεσθαι οἴνῳ τὸν νοῦν ὡς λέγειν τι δεξιόν. Ἄλλοι δὲ παρὰ τὸ αἴτιον εἶναι οἰήσεως τὸν οἶνον τοῖς πίνουσι. φρονηματίζει γὰρ ἀλαζονικῶς ὁ οἶνος τοὺς ἀμέτρως φιλοῦντας αὐτόν.]

(v. 261) Τὸ δὲ "κεκμηῶτι" δῆλον ὅτι Ἰωνικόν ἐστι ταὐτὸν ὂν τῷ κεκμηκότι, ἀποβολὴν τοῦ κ πεπονθὸς Ἰωνικῶς καὶ ἔκτασιν τοῦ ο. Ἴσως δὲ καὶ αὐτὸ ἐφύλαξεν, ὡς ἀλλαχοῦ ἐρρέθη, τὸ ω τῆς εὐθείας ᾧ λόγῳ καὶ ὁ γέλως καὶ ὁ ἔρως καὶ τὰ ὅμοια ὀνόματα. Σημείωσαι δὲ ὅτι οὐ κατὰ τὴν κοινοτέραν παρατήρησιν μόνα τὸ βεβῶτος γεγῶτος ἑστῶτος καὶ τεθνεῶτος ἐκτείνουσι τὰς παραληγούσας, ἀλλὰ μυρίος ἕτερος ὁρμαθὸς τοιοῦτός ἐστι παρά γε τοῖς ποιηταῖς, ὡς πολλαχοῦ φαίνεται [Οὕτω [307] καὶ τοῦ τύπτομαι γράφομαι καὶ τῶν ὁμοίων πάντων ἐχόντων τὰ δεύτερα ἐν αὐτοῖς πρόσωπα εἰς ει δίφθογγον λήγοντα Ἀττικῶς, εἰ καὶ ὕστερον ἀναλογώτερον διὰ τοῦ η καὶ προσγεγραμμένου ἰῶτα γράφεται ἅπαντα τὰ τοιαῦτα, ὅμως ἐναπέμειναν τὸ ὄψομαι βούλομαι καὶ τὰ λοιπὰ δύο πρὸς ἀνάμνησιν τῆς παλαιᾶς γραφῆς, ἔχοντα ἐν τοῖς δευτέροις αὐτῶν προσώποις τὴν ει δίφθογγον· ὄψει βούλει οἴει καὶ εἶ.]

(v. 262) Ὅτι δὲ κέκμηκεν, ὡς εἰκός, ὁ Ἕκτωρ δῆλον, ὃς ἐκ τῆς κατὰ τὴν πεδιάδα μάχης ἕκαθεν πόλεως εἰς τὴν ἠνεμόεσσαν Ἴλιον ἔνοπλος ἀνέδραμε κατὰ σπουδήν. Ἰστέον δὲ καὶ ὅτι ἐκ τῶν τοῦ χωρίου τούτου ὁ μὲν ποτίζων φιλοφρονικῶς οἶνον ὡς ἐπ' ὠφελείᾳ ἐρεῖ ἂν τὸ "ἀλλὰ μένε, ὄφρα κέ τοι μελιηδέα οἶνον ἐνείκω" καὶ ἑξῆς, εἴ τι χρήσιμον, οἷον καὶ τὸ "ἔπειτα δὲ αὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα". ὁ δὲ παραιτούμενος δόσιν οἴνου εἴποι ἂν τὸ "μή μοι οἶνον ἄειρε μελίφρονα, μή μ' ἀπογυιώσῃς", καὶ τὸ ἑξῆς.

(v. 266) Τὸ δὲ "χερσὶ δ' ἀνίπτοις λείβειν ἅζομαι", καὶ ἑξῆς, ὡς προέκκειται, εὐλαβοῦς ἤθους καὶ θεοφιλοῦς καὶ οἵου ἀμοιροῦσιν ὅσοι τῆς ἱερωτάτης ὄντες τάξεως αἱμάτων ἄνδρες καὶ φαύλων ἐπιθυμιῶν γίνονται. Διὸ τὸ ἀνίπτοις χερσὶ λείβειν ἢ εἴ τι ἄλλο τοιοῦτον καὶ εἰς παροιμίαν ἔπεσε παρὰ τοῖς μεθ' Ὅμηρον ἐπὶ τῶν μὴ θείως τοῖς θείοις ἐγχειρούντων.

(v. 261) Ἰστέον δὲ ὅτι [τὸ μὲν "ἀέξει μένος" μεταφορικῶς εἴληπται ἀπὸ τῶν κατὰ φύσιν αὐξομένων σωμάτων, καθὰ καὶ τὸ "θυμὸς ἀέξεται", ἤγουν ψυχή, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται.]

(v. 264) Τὸ δὲ "ἄειρε" ἀντὶ τοῦ πρόσφερε εἴρηται, ἀφ' οὗ καὶ ὁ ἄρτος καὶ τὰ προσάρματα ἤγουν αἱ τροφαί. Τὸν δὲ μελίφρονα οἶνον ἀνωτέρω μελιηδέα εἶπεν, ὡς ταὐτὸν [308] ὂν οὕτως ἢ οὕτως εἰπεῖν. Οὐ κατὰ τὸ περίφρων τοίνυν καὶ ἀλκίφρων καὶ δαΐφρων καὶ τὰ τοιαῦτα, οὕτω καὶ μελίφρων οἶνος. ἐκείνοις μὲν γὰρ ἔγκειται τὸ φρονεῖν, ἐνταῦθα δὲ τὸ εὐφραίνειν, ἵνα ᾖ κατὰ τὸ "εὔφρονα καρπὸν ἀρούρης". Δι' εὐφωνίαν δὲ συγκέκοπται ὁ μελίφρων. τὸ γὰρ πλῆρες ὁ μελιεύφρων ἀηδῶς ἀπηχεῖται.

(v. 265) Τὸ δὲ "ἀπογυιώσῃς" ἀντὶ τοῦ εἰς ἄνεσιν ἀγάγῃς καὶ ὡς οἷον εἰπεῖν ἀπομελίσῃς. γυῖα γὰρ τὰ μέλη. ὥστε οὐ μόνον λυσιμελὴς ὕπνος καὶ θάνατος, ἀλλὰ καὶ ὁ παρὰ καιρὸν ἀειρόμενος οἶνος. καὶ οὕτω μὲν ἡ κοινότης. Κρεῖττον δέ ἐστιν εἰπεῖν, ὅτι Ὁμήρου εἰπόντος "γυιώσω μὲν σφῶϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους", ἤγουν χωλανῶ, βλάψω τὰ γυῖα, δύναται καὶ τὸ ἀπογυιῶσαι τῆς αὐτῆς εἶναι σημασίας, ἵνα εἴη ὥσπερ μάχομαι καὶ ἀπομάχομαι, καρτερῶ ἀποκαρτερῶ, ἀμύνω ἀπαμύνω, καὶ ἄλλα μυρία τοιαῦτα ταὐτόσημα, οὕτω καὶ γυιῶ καὶ ἀπογυιῶ τὴν αὐτὴν ἑρμηνείαν ἔχον καὶ ἐν προθέσει καὶ δίχα προθέσεως. Τὸ δὲ "μένεος" ἐκτείνει μετρικῶς ἐνταῦθα τὴν λήγουσαν διὰ τὴν ἀρέσκουσαν Ἀριστάρχῳ τελείαν στιγμὴν καὶ τὸ ἐν αὐτῇ οὕτω χρονίζον καὶ στάσιμον τῆς φωνῆς λόγῳ κοινῆς συλλαβῆς. Ἄλλως δέ γε δύο παθῶν ὥσπερ κεφαλικῶν τῶν ἐν τῇ ε ῥαψῳδίᾳ ῥηθέντων, οὕτω καὶ κοιλιακῶν ὡς ἄν τις ἐρεῖ ἐν τοῖς Ὁμηρικοῖς ἔπεσιν ὄντων, ἑνὸς μὲν κατὰ μέγεθος εἴτ' οὖν [309] πλεονασμόν, ὃ δὴ προκοίλιον ἐκ μεταφορᾶς τῶν τοιούτων λέγεται ζῴων, ἑτέρου δὲ κατ' ἔνδειαν ἤτοι ἔλλειψιν, ὃ σφηκῶδές τε καὶ σφηκοειδὲς λέγεται κατὰ μεταφορὰν τὴν ἐκ τῶν σφηκῶν, ἔτι δὲ καὶ λαγαρὸν τὸ αὐτὸ ἐκ τῆς κατὰ λαγόνας ἀπαχείας, εἴη ἂν ὁ παρὼν στίχος τοῦ τοιούτου εἴδους ὡς τρίχρονος τὸ μέσον ἤγουν τὸν τέταρτον πόδα ἰαμβικῶς καὶ μὴ τετράχρονος σπονδειακῶς ἢ δακτυλικῶς, ὡς ἐχρῆν ἐν μέτρῳ ἡρωϊκῷ. Τοιοῦτον καὶ τὸ "βῆν εἰς Αἰόλου κλυτὰ δώματα". Ἡ γὰρ ἄρχουσα τοῦ Αἰόλου καὶ ἡ μετ' αὐτήν, εἰ καὶ μὴ κατὰ ἴαμβον, ἀλλ' οὖν κατὰ τροχαῖον σφηκικὴ καὶ ἀπαχής ἐστι λαγαρουμένη. καὶ τοιαῦτα μὲν ταῦτα. Προκοιλίου δὲ παράδειγμα τὸ "ὦ Ἀχιλεῦ Πηλέος υἱέ". Ὁ γὰρ τρίτος ποὺς τετρασύλλαβος ὢν ὤγκωται οἷον τὴν κοιλίαν καὶ δέεται συστολῆς μετρικῆς. Τοιοῦτον καὶ τὸ "θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσφι". καὶ αὐτὸ γὰρ ἐν τῷ τρίτῳ ποδὶ ἀσυμμετρίαν ἔχον ἐθέλει σφίγγεσθαι τῇ συνιζήσει. Ὅμοιον καὶ τὸ πρῶτον ἔπος τῆς Ἰλιάδος καὶ τὸ πρὸ ὀλίγων ῥηθέν "Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον", καὶ τὸ "Πατρόκλου ποθέων ἀνδροτῆτα". καὶ οὕτω μὲν καὶ τάδε. Οἱ δὲ τὸ προκοίλιον λαγαρὸν καλέσαντες [310] διὰ τὸ ἀκούειν ἴσως λαγαρὸν εἶναι, οὗ τὸ πάχος ἐκκεκένωται εἰς πλάτος, οὐκ ἂν ἀρέσκοιεν τοῖς παλαιοῖς.

(v. 265) Τὸ δὲ "ἀλκῆς λάθωμαι", ὅ ἐστιν ἀμελήσω τοῦ ἀνδρίζεσθαι, ἀνάπαλίν ἐστι πρὸς τὸ "μνήσασθε δὲ θούριδος ἀλκῆς", ἐπεὶ καὶ τὸ λαθέσθαι ἀντίκειται φύσει τῷ μνήσασθαι.

(v. 266) Αἶθοψ δὲ οἶνος ὁ μέλας ἢ ὁ θερμός, ὡς ἐν ἄλλοις εἴρηται.

(v. 267) Τὸ δὲ ἅζομαι τί δηλοῖ καὶ διὰ τί δασύνεται, προείρηται. [Τὸ δὲ "οὐδέ πῃ ἔστιν" ἐλλειπτικῶς ἔχει καὶ ὡς οἷον εἰπεῖν μυστικῶς, ἵνα λέγῃ "οὐδέ πῄ ἐστι δέον" ἢ πρέπον ἢ ὅσιον ἢ θεοφιλὲς ἤ τι τοιοῦτον.]

(v. 268) Λύθρον δὲ ὁ τοῦ αἵματος μιασμὸς ἀναμεμιγμένος τῇ κόνει ἀπὸ τοῦ λύω ῥήματος διὰ τὸ δέεσθαι λύματος ἤτοι καθάρσεως. Ἔχει δὲ τὸ θῆτα πρὸς διαστολὴν τοῦ λύτρου, ὃ δηλοῖ τὸ ἄποινον [ἀντιστοιχίας γενομένης, ὁποία τίς ἐστι καὶ ἐν τῷ ἀμφιέχειν ἀμπέχειν, ὅθεν καὶ τὸ ἀμπίσχειν καὶ τὸ ἀμπέσχετο καὶ ἡ ἀμπεχόνη καὶ τὸ ἀμπέχονον παρὰ τῷ Κωμικῷ, πρὸς ἅπερ ἑτεροιοῦται τὸ σπεύδω, ἐξ οὗ τὸ σφεδανόν καὶ τὸ σφόδρα, [311] ἔτι δὲ καὶ τὸ ἔντεα ὡς τὸ "ἀνά τ' ἔντεα", ὅθεν αὐτοέντης καὶ αὐθέντης. τοιαῦτα δὲ καὶ ἄλλα πολλά.] Πεπαλαγμένον δὲ ἀντὶ τοῦ μεμολυσμένον ἐκ τοῦ παλάσσω, ἀφ' οὗ καὶ ὁ πηλός. Σημείωσαι δὲ ὅτι Ἕκτωρ μὲν χερσὶν ἀνίπτοις Διῒ λείβειν οἶνον οὐ θέλει, Τηλέμαχος δὲ ἐν Ὀδυσσείᾳ καὶ εὔχεσθαι μέλλων τὰς χεῖρας νίπτεται.

(v. 262) Κεῖται δ' ἐν τοῖς ῥηθεῖσι καὶ τὸ "τύνη" Δωρικὸν ἀντὶ τοῦ σύ, καθὰ καὶ πρὸ βραχέων, πλεοναζούσης τῆς νη συλλαβῆς, ὡς καὶ ἐπὶ τοῦ ἐγώ ἐγώνη κατὰ τοὺς παλαιούς. Πιστούμενος γὰρ ὁ ποιητὴς ἐκ μερικοῦ καθολικὴν γνώμην τὸ "ἀνδρὶ κεκμηκότι αὔξεσθαι δι' οἴνου τὸ μένος", φησίν, "ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσιν", ὅ ἐστι πολίταις. [Πλεονάζει δὲ ἡ νη συλλαβὴ οὐ μόνον ἐν τέλει λέξεων, ὡς εἴρηται, ἀλλὰ καὶ ἐν μέσῳ, οἷον, ἐκ τοῦ μένος, ἡ δύναμις, γίνεται ἀμενός, ὁ ἀσθενής, καὶ πλεονασμῷ ἀμενηνός. Οὕτω δὲ καὶ νῶ, τὸ σωρεύω, καὶ προσθέσει τῆς νη συλλαβῆς ἐν καταρχῇ νηνῶ, ἐξ οὗ τὸ "ἐπενήνεον ἐν κανέοισιν".] Ἰστέον δὲ ὅτι τὸ ἔτης πολλὰ μὲν σημαίνει κατὰ τοὺς παλαιούς, ἐφ' οὗ δ' ἂν τάσσηται σημαινομένου, ψιλοῦται. Εἰ γὰρ καὶ ὁ Ἀλεξίων, φασί, δασύνει αὐτὸ ὡς ἀπὸ τοῦ ἑταῖρος συγκοπέν, ἀλλ' ἐκ τῆς συναλιφῆς κρινόμενον, ὡς Ἀπίων φησὶ καὶ Ἡρόδωρος, τὸ ψιλὸν πνεῦμα κεκλήρωται. Αἰσχύλος γάρ φησιν "οὔτε δῆμος οὔτ' ἔτης ἀνήρ", καὶ Εὐριπίδης "πόλει μὲν ἄρχων, φωτὶ δ' οὐκ ἔτῃ πρέπων". συγκαταθετέον οὖν, φησί, τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι τὸ ἔτης.

(v. 270) Ὅτι τὸ "ἔρχεο σὺν θυέεσσιν" ἀντὶ τοῦ σὺν θυμιάμασι. Καὶ ἔστιν εὐθεῖα τὸ θύος. ἐκ τούτου δὲ παρήχθη ἡ τῶν [312] ζῴων θυσία, κληθεῖσα καὶ αὐτὴ οὕτω διὰ τὴν ἀναθυμιωμένην κνίσσαν. [Ὅτι ἐκ τοῦ α ἐπιτατικοῦ ἢ ἀθροιστικοῦ οὐ μόνον ἀολλέες οἱ ὁμοῦ ἠθροισμένοι καὶ συνειλημμένοι, ἀλλὰ καὶ ἀολλίζω ῥῆμα. Φησὶ γὰρ "ἀολλίσασα γεραιάς".]

(v. 271) Ὅτι καὶ ἐνταῦθα ταὐτολογία κεῖται πλατεῖα ἐκθεμένου Ἕκτορος τῇ μητρὶ Ἑκάβῃ δίχα παραποιήσεως ἅπερ ἐκ τοῦ ἀδελφοῦ Ἑλένου ἤκουσε περὶ τῆς ἐν τῇ ἀκροπόλει εὐχῆς.

(v. 280) Ὅτι τὸ "Πάριν μετελεύσομαι" ταὐτόν ἐστι τῷ μετὰ σὲ εἰς τὸν Πάριν ἐλεύσομαι. Οἱ δὲ μεθ' Ὅμηρον ἐπὶ ἀμύνης καὶ ἐκδικήσεως τὴν λέξιν τιθέασιν, οἷον "μετῆλθεν ἡ δίκη τὸν κακόν". Δύναται δὲ τὸ "Πάριν μετελεύσομαι" καὶ ἁπλῶς νοηθῆναι ἀντὶ τοῦ "εἰς τὸν Πάριν ἐλεύσομαι". Ἐν μέντοι τοῖς ἑξῆς, ἔνθα ἐρεῖ ὅτι ἔβη ἡ Ἑκάβη, "πολλαὶ δὲ μετεσσεύοντο γεραιαί", φανερῶς ἡ μετα πρόθεσις ὑστεροχρονίαν δηλοῖ, ἵνα λέγῃ ὅτι μετὰ τὴν Ἑκάβην ὥρμων ἀκολουθοῦσαι αὐτῇ.

(v. 280 s.) Ἰστέον δὲ ὅτι ἐνδοιασμὸν ἐπὶ ὑπακοῇ φράζει τὸ "ἐγὼ δὲ τὸν δεῖνα μετελεύσομαι ὄφρα καλέσσω, αἴ κ' ἐθέλῃσ' εἰπόντος ἀκουέμεν".

(v. 281-283) Ὅτι ἐπαρᾶται πάνυ ἐνδιαθέτως ὁ Ἕκτωρ τῷ Πάριδι οὕτως "ὥς κέ οἱ αὖθι", τουτέστιν εἴθε οἱ αὐτόθι, ἔνθα νῦν διάγει, "γαῖα χάνοι". διὰ τί; "μέγα γάρ μιν Ὀλύμπιος ἔτραφε πῆμα Τρωσί τε καὶ Πριάμῳ τοῖό τε παισίν", ἤγουν τῷ πατρὶ καὶ τῷ ἔθνει καὶ τοῖς ἀδελφοῖς, ἐξ ὧν ὡς μέρους καὶ τὴν λοιπὴν ἅπασαν δηλοῖ συγγένειαν.

(v. 284 s.) Λέγει δὲ καί, ὅτι "εἰ κεῖνόν γε ἴδοιμι κατελθόντα Ἄϊδος εἴσω, φαίην κεν φρέν' ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι", τουτέστιν εἴποιμι ἂν μηδέποτε παθεῖν ἄτερπον καὶ ἀηδῆ κακοπάθειαν. αἱ δὲ τοιαῦται ἀραὶ καὶ εἰς ἑτέρους φαύλους παραποιηθήσονται.

(v. 282) Σημείωσαι δὲ ὅτι Ὁμήρου εἰπόντος "εἴθε οἱ γαῖα χάνοι", καὶ πάλιν μετ' ὀλίγα "τότε μοι χάνοι εὐρεῖα χθών", ὁ Ξενοφῶν χαίνουσαν εἰς εὖρος παρ' Ὁμήρῳ τὴν γῆν εὑρηκὼς αὐτὸς [313] καταβαίνει τῷ λόγῳ πρὸς βάθος, καί φησί που, ὅτι ἐπεύχομαι πρὶν ταῦτα ἰδεῖν μυρίας ἐμέ γε κατὰ γῆς ὀργυιὰς γενέσθαι, γλυκέως εἰπὼν καὶ ἀφελῶς. Μετ' ὀλίγα δὲ ἄλλως ἐρεῖ τὸ νόημα ὁ ποιητής "ἐμοὶ δὲ κέρδιον εἴη χθόνα δῦναι", ὃ ταὐτόν ἐστι τῷ "χυτὴ κατὰ γαῖα καλύπτει".

(v. 285) Ὅτι δὲ οὐ μόνον ἄτερπος, ὡς νῦν, ἀλλὰ καὶ ἀτερπής ἑτέρωθι, δῆλον ἐν τῷ "χῶρον ἀτερπέα", καὶ "ἀτερπέα δ' αὖλιν ἔκυρσαν". [Ἰστέον δὲ ὅτι τε οἱ γράφοντες "ἄτερ που ὀϊζύος", ἤγουν δίχα κακοπαθείας, ἐννοίας οὐκ ἀστείας προΐστανται, καὶ ὅτι ἡ ἄτερπος ὀϊζύς δοκεῖ διαστολὴν ἔχειν πρός τινας ὑποτερπούσας, ὁποία καὶ ἡ κατὰ ἔρωτας, καθὰ δηλοῖ Ἑλένη, ἔνθα ἔφη πρὸς Ἀφροδίτην τὸ "περὶ κεῖνον", ἤγουν περὶ τὸν Πάριν, "ὀΐζυε", καὶ ὁποία ἡ περὶ τῶν τέκνων γλυκεῖα κατὰ τὸν εἰπόντα μέριμνα, καὶ ὅσαι δὲ ἄλλαι κατὰ προαίρεσιν ἐπί τινι δοκοῦντι καλῷ.]

(v. 284) Ὅρα δὲ ὅτι τε ἐντελῶς ἐρρέθη νῦν τὸ "Ἄϊδος εἴσω" καὶ οὐ κατὰ τὸ "Ἄϊδος δὲ κατῆλθε", καὶ ὅτι γενικῇ συντέτακται τὸ εἴσω ληφθὲν ἀντὶ τοῦ εἰς Ἅιδου, εἰ καὶ ἐν τῷ "δόμον εἴσω" ἄλλως ἀντὶ τοῦ εἰς δόμον εἴληπται.

(v. 287) Ὅτι ποιηταῖς φίλη λέξις τὸ ἀολλίζειν. Διὸ προσμένων αὐτῇ Ὅμηρος φθάσας τε ἔφη "ἀολλίσασα γεραιάς", καὶ αὖθις "αἳ δ' ἄρ' ἀόλλισσαν κατὰ ἄστυ γεραιάς".

(v. 286 s.) Ἰστέον δὲ ὅτι, ὅπερ τοῖς βασιλεῦσιν οἱ κήρυκες, τοῦτο ἐνταῦθα τῇ Ἑκάβῃ αἱ ἀμφίπολοι, ἃς αὐτὴ στέλλει ἀθροῖσαι κατὰ τὸν τοῦ Ἕκτορος λόγον εἰς εὐχὴν τὰς γεραιάς, ἤτοι τὰς ἐντίμους, κἂν οὔπω τινὲς εἰς γῆρας ἦλθον. Διὸ καὶ ὁ Ἕκτωρ τὴν ἄλοχον Ἀνδρομάχην οἴκοι μὴ εὑρὼν [314] οἴεται ὡς οὕτω γεραιὰν εἰς Ἀθηνᾶς αὐτὴν ἐλθεῖν. Ὅτι δὲ ἀμφίπολος οὐ μόνον ὄνομα δουλικόν, ἀλλά που καὶ τύμβου ἐπίθετον ἀμφιπολουμένου, ὅ ἐστι κύκλῳ περιοδευομένου, καὶ ὅτι ἡ ἀμφίπολος καὶ πρόσπολος λέγεται κατὰ τὸ "προσπόλων τινὸς ὑποστενούσης" παρὰ Σοφοκλεῖ, τὸ δ' αὐτὸ καὶ ἀρσενικῶς, ὡς δηλοῖ παρὰ τῷ αὐτῷ τὸ "ὦ φίλτατ' ἀνδρῶν προσπόλων", καὶ ὅτι καὶ πρόπολος ὁ τοιοῦτος λέγεται κατὰ τὸν Κωμικόν, οὐκ ἄδηλόν ἐστι. περὶ δὲ τούτων καὶ προείρηται. Ὁ μέντοι ἐπίπολος οὐ δουλικὸν ὄνομά ἐστιν, ἀλλὰ διαφέρει τῶν προρρηθέντων. δηλοῖ γὰρ τὸν μέχρι τέλους πολοῦντα καὶ παραμένοντά τινι, οἷον "σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος". [Ἴσως δὲ ἔχοι ἂν ἀπορίαν, διὰ τί μὴ ὥσπερ πρωτότοκος ἐν σημασίᾳ παθητικῇ ὁ πρῶτος τεχθεὶς προπαροξυτόνως, πρωτοτόκος δὲ ἐν παροξυτονήσει ἡ πρώτως τεκοῦσα, οὕτω κατὰ διαφορὰν σημασίας παθητικῆς τε καὶ ἐνεργητικῆς ἀμφίπολος μὲν τάφος ὁ ἀμφιπολούμενος προπαροξύνεται διὰ πάθος εὐλόγως εἰς ὃ ἀναλύεται, ἀμφιπόλος δὲ ἡ ἀμφιπολοῦσα πρὸ μιᾶς ἔχει τὸν τόνον διὰ τὴν ἐνέργειαν ἣν δηλοῖ. Τὴν δὲ τούτου λύσιν οὐχ' ὑποδύσκολόν ἐστιν εὑρεῖν.]

(v. 288) Ὅτι τὸ βασιλικὸν ταμιεῖον θάλαμον κηώεντα λέγει [εἰπὼν "αὐτὴ δ' ἐς θάλαμον κατεβήσατο κηώεντα",] ὅ ἐστι τεθυμιαμένον, εὐῶδες ὄζοντα, ἐκ τοῦ κῆαι, ὃ δηλοῖ τὸ καῦσαι. Κυρίως δὲ κηώεις ναὸς ἢ βωμός, ἐν ᾧ ἐκαίοντο θύματα, ὧν ἡ κνίσσα ἐποίει ὀδωδέναι τὰ ἐκεῖ. Ἰστέον δὲ ὅτι παρὰ τῇ ποιήσει τὰ διὰ τοῦ ωεις ὀνόματα βραχείᾳ μὲν παραληγόμενα συστέλλονται, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, οἷον σκιόεις, ἠερόεις, ἐρόεις, κερόεις, οὐατόεις, ἀνεμόεις, μακρὰν δὲ τὴν παραλήγουσαν ἔχοντα ἐκτείνεται, οἷον κητώεις, ὠτώεις. [315] οὕτως οὖν καὶ κηώεις. [Τὸ δὲ "ἐς θάλαμον κατέβη" οὐ βαθύτητα μόνον ἀλλὰ καὶ μέγεθος βασιλικοῦ θαλάμου δηλοῖ ταὐτὸν ὂν τῷ "κατέδυ πόλιν εὐρυάγυιαν".]

(v. 289-292) Ὅτι τὰς Σιδονίας γυναῖκας ἐπαινεῖ ἐπὶ ἱστουργίᾳ ὁ ποιητής, ἐν οἷς λέγει "ἔνθ' ἔσαν οἱ", τουτέστι τῇ Ἑκάβῃ, "πέπλοι παμποίκιλοι, ἔργα γυναικῶν Σιδονίων, τάς", ἤγουν ἅς, "αὐτὸς Ἀλέξανδρος θεοειδὴς ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον", οὐ δι' αὐτάς, ἀλλὰ "τὴν ὁδόν", ἤτοι κατὰ τήνδε κέλευθον, "ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν". Ὅρα δὲ ὅπως εὐμεθόδως κἀνταῦθα ἱστορίαν παρενέθετο Ἑλληνικὴν πρὸ τοῦ δεκαετοῦς χρόνου πραχθεῖσαν, καὶ ὅτι τὴν Ἑλένην ἁρπάσας ὁ Πάρις οὐ διὰ τῆς αὐτῆς ἐπανῆλθε, δι' ἧς τὰ πρῶτα ἔπλευσεν, ἀλλὰ δι' Αἰγύπτου καὶ Φοινίκης καὶ τοῦ Φαρίου καὶ Ἰσσικοῦ πελάγους περιοδεύσας καὶ πολὺν πλοῦν ἑλίξας, ἵνα μὴ ἐπιδιωχθεὶς καταληφθῇ, ἦλθεν εἰς Τροίαν, καὶ οὕτως ἐκ τῆς κατὰ Φοινίκην Σιδῶνος τὰς γυναῖκας εἴληφε, τυχὸν μὲν ὠνησάμενος, ἴσως δὲ καὶ ληϊσάμενος. Οὕτω ποτὲ καὶ οἱ Ἀργοναῦται διὰ τοῦ Ἑλλησπόντου εἰς Κολχίδα ἐξ Ἑλλάδος πλεύσαντες περιώδευσαν καὶ διὰ τοῦ Ἴστρου εἰς τὴν Ἀδριάδα διεκπεσόντες μόλις ἐπανεσώθησαν φόβῳ τοῦ Αἰήτου μακρὰ πλανηθέντες. Σημείωσαι δὲ καὶ ὅτι ὁ μὲν ποιητής φησιν, ὡς ἐπλάζετο Ἀλέξανδρος ἄγων τὴν Ἑλένην, ὁ δὲ τὰ Κύπρια ποιήσας λέγει, ὡς τριταῖος ἐκ Σπάρτης Ἀλέξανδρος ἀφίκετο εἰς τὸ Ἴλιον ἄγων Ἑλένην, εὐαέϊ τε πνεύματι χρησάμενος καὶ θαλάττῃ λείᾳ. Θᾶττον οὖν κατὰ τὸν τοιοῦτον ἐκεῖνος εἰς Τροίαν ἀνέπλευσεν ἤπερ ὁ Νέστωρ καὶ ὁ Διομήδης ὕστερον ἐκ Τροίας ἐνόστησαν, οἳ τετάρτῃ ἡμέρᾳ οἴκοι ἐγένοντο, ὡς ἡ Ὀδύσσεια ἱστορεῖ. Ἰστέον δὲ καὶ ὅτι τὴν Σιδῶνα ὁ ποιητὴς οὐ καθ' ἡμᾶς ἐκτείνει ἐπὶ τῶν πλαγίων, ἀλλὰ συστέλλει ὁμοίως τῷ [316] χελιδών χελιδόνος, ὡς καὶ ἐν Ὀδυσσείᾳ φαίνεται. Καὶ ἔοικε χρόνων γενέσθαι κἀνταῦθα μετάθεσιν, ὡς παρ' ἡμῖν μὲν συστελλομένης τῆς ἀρχούσης τῆς Σιδῶνος, ἐκτεινομένης δὲ τῆς μετ' αὐτὴν συλλαβῆς, παρὰ δὲ τῷ ποιητῇ ἀνάπαλιν.

(v. 289) Ὅρα δὲ καὶ ὅτι πέπλος καὶ ἐνταῦθα οὐκ ἐπὶ ἱματίου ἀλλὰ ἁπλῶς ἐπὶ ὑφάσματος, καὶ ὡς ἀπειρόκαλος ὁ Ἀλέξανδρος. οὐ γὰρ ὠνήσατο πέπλους Σιδωνίους, ἀλλὰ τὰς ἐργαζομένας ἔσχεν, ὡς ἂν ἔχῃ τὸ καλὸν ἀνέκλειπτον.

(v. 292) Τὸ δὲ ἀνήγαγεν ὕψους ἐστὶ δηλωτικὸν καὶ καλῶς εἴρηται, ὡς τοῦ εἰς Τροίαν ἐκ τῶν νοτίων πλόου ἀναγωγῆς τινος ἤτοι ἀναβάσεως καὶ ὡς εἰπεῖν ἀνάπλου ὄντος, ὅπερ καὶ ὁ ἐκεῖθεν ἀγάρροος Ἑλλησπόντιος κατάρρους δηλοῖ. Διὸ καὶ κατωτικὰ τὰ καθ' Ἑλλάδα ὁ κοινὸς λόγος φησίν, ὡς κάτω κειμένων τῶν ἐκεῖ πρὸς τὰ καθ' ἡμᾶς.

(v. 290) [Τὸ δὲ "αὐτὸς Ἀλέξανδρος" ἐρρέθη μὲν πάντως ἐξοχικῶς, ὑποκρύπτει δέ τι καὶ θαυμασμοῦ, εἰ οὕτω φεύγων ἐναγώνιος τοιάδε περιεργάζεται.]

(v. 292) Τὸ δὲ εὐπατέρειαν, ὃ δηλοῖ τὴν εὐγενῆ, ἀπὸ εὐθείας παρῆκται τῆς εὐπάτηρ εὐπάτερος. τὸ μέντοι εὐπάτωρ τῆς μεθ' Ὅμηρον ἐστι χρήσεως.

(v. 291) Τὸ δὲ ἐπιπλώς, περὶ οὗ καὶ προερρέθη, μετοχή ἐστι κατὰ ἀποκοπὴν τοῦ ἐπιπλώσας, ὡς ἀρέσκει τοῖς παλαιοῖς. οὐ γὰρ διδόασιν εἰπεῖν ὅτι ἀπὸ τοῦ πλῶμι ῥήματος γίνεται.

(v. 293) Ὅτι οἶνον ἄειρε ἀντὶ τοῦ πρόσφερε εἰπὼν ἐνεργητικῶς ἐνταῦθα παθητικῶς πέπλον ἀειραμένη φησί, τουτέστιν ἄρασα. καὶ σημείωσαι τὴν τῶν τοιούτων διαθέσεων διαφοράν.

(v. 294 s.) Ὅτι σεμνύνων κομματικῶς καὶ πρὸς κάλλος παρισωτικὸν ὁ ποιητὴς τὸν τῇ Ἀθηνᾷ ἀνατεθέντα πέπλον φησὶν "ὃς κάλλιστος ἔην ποικίλμασιν [317] ἠδὲ μέγιστος, ἀστὴρ δ' ὣς ἀπέλαμπεν, ἔκειτο δὲ νείατος ἄλλων", ἤγουν ἔσχατος καὶ ἰδιάζων, ὡς ἔκκριτος δηλαδή. χρήσιμα δὲ ταῦτα εἰς ἔπαινον ἀγαθοῦ πέπλου. Ὅρα δὲ τὸ ἔκειτο, ἐξ οὗ παρῆκται τὸ κειμήλιον. Σημείωσαι δὲ ὅτι καὶ ἐν Ὀδυσσείᾳ τὸν ὑπὸ τῆς Ἑλένης τῷ Τηλεμάχῳ δοθέντα πέπλον ὁμοίως ἐκφράζει, ὃς ἔργον ἦν τῶν Ἑλένης χειρῶν. Δηλοῖ δὲ τὸ "κάλλιστος ποικίλμασι" ποιότητα ποικιλμοῦ καὶ οὔκ ἐστιν ὅμοιον τῷ παμποίκιλος, ὅπερ μόνον πλῆθος ποικιλμάτων δηλοῖ.

(v. 298-300) Ὅτι παρὰ μὲν τοῖς ὕστερον αἱ ἱέρειαι παρθένοι ἦσαν καὶ θάνατος ἦν αὐταῖς ἐπιτίμιον διακορηθείσαις, ὡς ἱστόρηται ἐπί τε ἄλλαις καὶ τῇ τοῦ Ῥώμου καὶ Ῥωμύλου μητρί, ἣ παρὰ βραχὺ ἦλθε θανεῖν διὰ τὸ ἐν ἀξίᾳ ἱερείας οὖσα τεκεῖν. Ὅμηρος δὲ τὴν Κισσέως Θεανώ, τὴν Ἀντήνορος γυναῖκα, ἱέρειαν παραδίδωσιν Ἀθηνᾶς, οὔτε κληρωτὴν οὔτ' ἐκ γένους οὔτε ἑνὸς ψήφῳ, ἀλλ' ἥν, ὡς οἱ παλαιοί φασι, τὸ πλῆθος εἵλετο. Φησὶ γὰρ "θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος Κισσηΐς ἄλοχος Ἀντήνορος· τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν", ἧς ἀρσενικὸν ἱερεύς ἀναλόγως τῷ βασιλεύς βασίλεια.

(v. 299) [Ζητητέον δὲ περὶ τῆς Κισσηΐδος Θεανοῦς εἴτε Κισσέως ἦν θυγάτηρ, οὗ κατ' Εὐριπίδην καὶ ἡ Ἑκάβη, εἴτε ἑτέρου.

(v. 300) Τὸ δὲ ἔθηκαν καιρία λέξις ἐστίν, ἐξ ἧς καὶ ὁ θεσμοθέτης.]

(v. 301) Ὅτι ὀλολυγὴν τὴν τῶν γυναικῶν εὐχὴν καλεῖ ὁ ποιητὴς καὶ τὸ σὺν οἴκτῳ αὐτὰς εὔχεσθαι ὀλολύζειν φησίν. Ἐνταῦθα οὖν εἰπὼν "αἳ δ' ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον" ἐπάγει μετ' ὀλίγα "ὣς αἳ μὲν εὔχοντο". Οἱ δὲ νεώτεροι ἐπὶ τοῦ κλαίειν τὸ ὀλολύζειν ἔθεντο κατὰ τὸ "ἀνωλόλυξε τὸν νεανίαν". ἐξ οὗ καὶ ὄρνεον ἡ ὀλολυγών, ὡς ἐκ τοῦ τρύζειν ἡ τρυγών, ἣν λαλιστάτην [318] καθὰ καὶ τὴν κερκώπην ἡ παροιμία οἶδεν. [Οὕτω δὲ καὶ ἐκ τοῦ ὀλοφύζειν ὀλοφυγών καὶ πλεονασμῷ τοῦ δ ὀλοφυγδών ἡ παρὰ Θεοκρίτῳ, εἰ μὴ ἄρα ὥσπερ ὀλοφύζω ὀλοφυδνόν, οὕτω καὶ ὀλοφυδών καὶ προσθήκῃ τοῦ γ ὀλοφυγδών, κατὰ τὸ ἐδούπησαν ἐγδούπησαν.] Ἰστέον δὲ καὶ ὅτι καθ' Ἡρόδοτον ἐκ Λιβύων ἦλθεν εἰς Ἕλληνας τὸ ὀλολύζειν ἐπὶ ἱεροῦ. Λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι δοκεῖ μοι ὡς ἡ ὀλολυγὴ ἐπὶ τῶν ἱερῶν ἐν Λιβύῃ πρῶτον ἐγένετο. κάρτα γὰρ ταύτῃ χρῶνται αἱ Λίβυσσαι. Καὶ ὅρα τὸ ἐπὶ ἱεροῦ καὶ τὸ ἐπὶ τῶν ἱερῶν. ἔοικε γὰρ καὶ ἔξω ἱερῶν γίνεσθαι τὴν Λιβυκὴν ὀλολυγήν, ποιὰν οὖσαν γυναικείαν φωνὴν ἐξηλλαγμένην τῆς συνήθους, τὰ μὲν πρῶτα, ὡς εἰκός, καὶ ἐν ἑτέροις τόποις ἀπηχουμένην, ὕστερον δὲ καὶ ἐπὶ τῶν ἱερῶν ἐν εὐχαῖς. Ἰστέον δὲ ὅτι καὶ Εὐριπίδης "ἀντίμολπον ὀλολυγῆς κωκυτόν" εἰπὼν δηλοῖ, ὡς ὁ μὲν κωκυτὸς αὐτόχρημα θρῆνός ἐστιν, ἡ δὲ ὀλολυγὴ ἀπεναντίας αὐτῷ θεοῦ ἐπίκλησις καὶ εὐχὴ μετὰ ἐμμελοῦς τινος γυναικείου ἐνθεασμοῦ ἀτραχύντου οἶμαι καὶ λειοτάτου, ὡς καὶ ἡ τῆς λέξεως ὀνοματοποιΐα δηλοῖ. Ὅτι δὲ καὶ ἕτερόν ἐστιν εὐχῆς τῆς ἁπλῶς ἡ ὀλολυγὴ καὶ ὅτι διαφέρει τοῦ κλαίειν καὶ τοῦ αἰάζειν, δηλοῖ καὶ τὸ περιφορούμενον Ἱπποκράτειον συμβολικόν, ἐν ᾧ φέρεται, ὅτι ἀσπαζόμενοι, ὑπισχνούμενοι, κελεύοντες, εὐφημέοντες, εὐχόμενοι, ὀλολύζοντες, [319] εὐαγγελιζόμενοι, ἐς πᾶσαν ἴησιν ἀγαθοί, αἰάζοντες δὲ ἢ κλαίοντες ἢ συμπεπλεχότες τὰς χεῖρας ἢ περιηγκωνισμένοι καὶ ἑξῆς ἐς πᾶσαν ἰατρείην κακοί.

(v. 305) Ὅτι ὥσπερ ὁ ἐφιέμενος λείας ἀγελείαν Ἀθηνᾶν ἐπεκαλεῖτο, οὕτως οἱ περὶ σωτηρίας πόλεως χεῖρας αὐτῇ ἀνέχοντες, ὡς νῦν οἱ Τρῶες, ἐρυσίπτολιν Ἀθηνᾶν ἐπεβοῶντο, ἤγουν φύλακα πόλεως, ἀπὸ τοῦ ἐρύω, τὸ φυλάσσω.

(v. 30510) Ἰστέον δὲ ὅτι οὕτως ἡ Θεανὼ κατεύχεται Διομήδους πρὸς Ἀθηνᾶν "πότνια ἐρυσίπτολι, δῖα θεάων, ἄξον δὴ ἔγχος Διομήδεος ἠδὲ καὶ αὐτὸν πρηνέα δὸς πεσέειν" καὶ τὰ ἑξῆς. ἐν οἷς κεῖται παράλληλα τὸ αὐτίκα καὶ τὸ νῦν εἰς ἔνδειξιν σαφῆ τοῦ κατὰ ταύτην τὴν ὥραν. Φησὶ γὰρ "ὄφρα τοι αὐτίκα νῦν ἱερεύσομεν". πολλαχοῦ δὲ τὰ ῥηθέντα ἐπὶ συμμαχίᾳ παρῳδηθήσεται. Εἰ δὲ δοκεῖ ἀλογίστως εὔχεσθαι ἡ Θεανὼ πρηνέα πεσεῖν τὸν Διομήδην ‑ τί γάρ, φασίν, ἐὰν ὕπτιος πέσῃ ‑ , ἀλλ' ἡ εὐχὴ βούλεται φεύγοντα πεσεῖν τὸν ἥρωα, ἵνα μὴ εὐγενῶς ἀποθάνῃ ἀνδριζόμενος καὶ οὕτω κατὰ στέρνων δεξάμενος τὴν πληγήν. καὶ ὅτε δὲ εἴπῃ, ὅτι πολλοὶ ἔπεσον πρηνεῖς τε καὶ ὕπτιοι, πρηνεῖς μὲν λέγει, ὡς καὶ ἑτέρωθι ἐγράφη που, τοὺς ἐν φυγῇ πεσόντας, ὑπτίους δὲ τοὺς ἐξ ἀντιπροσώπου μάχης. [(v. 306) Ἰστέον δὲ ὅτι τὸ "ἄξον δὴ ἔγχος Διομήδεος" γυναικικοῦ ἀφελοῦς ἤθους ἐστὶν εὐχή. εἰς τί γὰρ εὔχεται ἀχρειωθῆναι τὸ ἡρωϊκὸν ἔγχος, εἴπερ αὐτὸν ἐχρῆν πεσεῖν, ὃ δὴ κεφάλαιον ἦν τῆς εὐχῆς. Εἰ μὴ ἄρα εὔχεται προκατεργασθῆναι τὸν ἥρωα λύπῃ διὰ τὸ κάταγμα τοῦ ἔγχους, εἶτα καὶ πρηνιχθῆναι, ὥς τις ἔφη.]

(v. 311) Ὅτι τὸ "ὣς ἔφατ' εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη" προαναφώνησίς ἐστι παραμυθουμένη ἀκροατὴν φιλέλληνα, ὡς οὐδέν τι πείσεται ὁ καλὸς Διομήδης ἐξ ὧν ἐκείνου ἡ Θεανὼ κατηύξατο. πῶς δ' ἂν καὶ ἐκακοποιήθη πρὸς Ἀθηνᾶς, ἣ πρὸ βραχέων ἀριστέα ἐκεῖνον κατὰ Τρώων ἐξέφαινεν; Εἰ δὲ δοκεῖ σφαλῆναι ὁ σοφὸς τὰ μαντικὰ Ἕλενος, ἐφ' οἷς τὴν ἐπὶ εὐχῇ συμβουλὴν ἔθετο, ἔστιν εἰπεῖν ὅτι οὐ πρὸς τὰ τοῦ Ἑλένου ἀνανεύει, ἀλλὰ πρὸς τὰ τῆς Θεανοῦς ἡ Ἀθηνᾶ. οὐ γὰρ ηὔξατο ἁπλῶς ἀποσχεῖν ἐκεῖνον τῆς Ἰλίου κατὰ τὸν τοῦ Ἑλένου λόγον, ἀλλὰ καταρρῖψαι πρὸ τῶν Σκαιῶν πυλῶν. οὔκουν ὁ Ἕλενος φαύλως παρῄνεσεν, ἀλλ' ἡ Θεανὼ κακῶς εὔξατο, διὸ οὐδὲ εἰσήκουσται. [Ἰστέον δὲ ὅτι τῇ ἀνανεύσει ἐναντίον ἡ ἐπίνευσις, ὡς δηλοῖ τὸ "κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων". [320] εἴη δὲ ἂν αὖθις τὸ ἐπινεῦσαι ὡς ἐπὶ δόσει κατὰ τὸ "ἕτερον μὲν δῶκε θεός, ἕτερον δ' ἀνένευσεν".]

(v. 313-317) Ὅτι τὸ τοῦ Ἀλεξάνδρου τεκμηριοῦσιν ἀπειρόκαλον καὶ οἱ οἶκοι αὐτοῦ. Φησὶ γὰρ "πρὸς δώματ' Ἀλεξάνδροιο βεβήκει καλά, τά ῥ' αὐτὸς ἔτευξε σὺν ἀνδράσιν, οἳ τότ' ἄριστοι ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες, οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ", ἤτοι ἐν ἀκροπόλει, ὡς καὶ ἀλλαχοῦ εἴρηται.

(v. 315) Τέκτονας δὲ κατὰ ὄνομα γενικὸν καὶ τοὺς οἰκοδόμους λέγει, ὧν πρωτότυπον τὸ τεύχειν, ῥηθὲν ἀνωτέρω κατὰ τρόπον ἐτυμολογίας ἐν τῷ "αὐτὸς ἔτευξεν", ὃ ταὐτόν ἐστι τῷ ἐποίησεν, ὡς δηλοῖ ἐπαχθὲν τὸ "ἐποίησαν θάλαμον", τουτέστιν ἔτευξαν

(v. 316) Ἔνθα σημειωτέον τὸ "ἐποίησαν αὐλήν", χρήσιμον ὂν εἰς τὸ ἐν Ὀδυσσείᾳ τυκτὸν δάπεδον. Δῆλον γὰρ ὡς οὐκ ἂν εἴη ἀπεοικὸς ποιητὴν αὐλὴν εἰπεῖν καὶ τυκτὸν δάπεδον, τουτέστιν οὐ φύσει τοιοῦτον ὂν ὁποῖον ἦν, ἀλλ' ἐξ ἐπιτεχνήσεως τεκτόνων, [οἳ περιγράφοντες αὐλὰς πρὸς συμμετρίαν τοῦ περιείργοντος ἕρκους οὕτω τεύχουσιν αὐτάς, οὐ γὰρ ἄλλως.] Ὅρα δὲ τὸ καὶ ἐν τρυφῇ ἀπέριττον τῶν ἡρώων. Εἰ γὰρ καὶ καλὰ τὰ δώματα τοῦ Ἀλεξάνδρου, ἀλλ' οὐ πολλά, θάλαμος δὲ εἷς ὁ ἐνδοτάτω καὶ τὸ ἐξωτέρω αὐτοῦ δῶμα καὶ μετ' αὐτὰ ἡ αὐλή. [(v. 314) Ὅρα δὲ καὶ ὅτι δυνάμενος εἰπεῖν "τὰ αὐτὸς ποίησεν" ὤκνησε τὴν ἄκαιρον χάσμην, συμμύσας αὐτὴν συνδέσμου φίλου ἐνθέσει τῇ τοῦ ῥά.]

(v. 317) Τὸ δὲ "ἐγγύθι Πριάμοιο καὶ Ἕκτορος" παραγγελία ἐστὶ τοῦ χρῆναι, εἰ δυνατόν, τοὺς συγγενεῖς ξυνοικεῖν τοῖς χρηστοτέροις ἐπὶ συγκροτήσει βίου.

(v. 318-320) Ὅτι τὸν Ἕκτορα ἐπιστάντα τῷ Ἀλεξάνδρῳ ἐν τῇ ἀκροπόλει ὁ ποιητὴς οὕτω διαζωγραφεῖ "ἐν δ' ἄρα χειρὶ ἔγχος ἔχ' ἑνδεκάπηχυ, πάροιθε δὲ λάμπετο δουρὸς αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης". Ὅρα οὖν τὸ σχῆμα τοῦ ἥρωος ὡς ἐν [321] γραφῇ. οὐ γὰρ οἷά τις μαλθακὸς καθέζεται ὡς ἀπὸ μόχθου, ἀλλὰ φερεπονῶν ἐπερείδεται μόνον τῷ δόρατι.

(v. 319) Ἰστέον δὲ ὅτι τὸ "ἔγχος ἔχε" τρόπος ἐτυμολογίας ἐστὶν ὡς τοῦ ἔγχους ἀπὸ τοῦ ἔχειν ὀνομαζομένου, καὶ ὅτι τὸ "ἔγχος ἔχ' ἑνδεκάπηχυ" οἱ μὲν ἀσυναλείπτως γράφοντες νοοῦσι δεκάπηχυ τὸ τοῦ Ἕκτορος ἔγχος, οἱ δὲ μετὰ συναλιφῆς λέγουσιν ἑνδεκάπηχυ, ᾧ καὶ ἀρέσκονται οἱ παλαιοὶ λέγοντες καὶ ὅτι τὸ ναύμαχον διπλάσιον τούτου ὡς ἐκ δύο συμβληθέν, ὅπερ δύο καὶ εἰκοσίπηχυ λέγει ὁ ποιητής. Σημείωσαι δὲ καὶ ὅτι ἐνταῦθα μὲν λάμπεσθαι λέγει ἁπλῶς τὴν αἰχμὴν τοῦ Ἕκτορος, ἐν τοῖς ἑξῆς δὲ τὰ τῶν Ἀργείων ἔγχεα λάμπειν ἐρεῖ ὡς ἀστραπὴν Διός.

(v. 320) Ὅρα δὲ καὶ ὅτι τὸ ἔγχος μερίσας εἰς δύο δόρυ μὲν εἶπε τὸ ξύλον αὐτοῦ, αἰχμὴν δὲ αὐτὸν τὸν προλάμποντα σίδηρον. Τὸν μέντοι κρίκον, ὃς περιθέει καὶ περιάγεται ἑλίσσων τὸ ξύλον, εἰς ὃ ἐμβέβληται ἡ αἰχμή, ὃν ἡ ἀπερινόητος γλῶσσα κουσπίον φησί, ἐκ μεταφορᾶς τοῦ περὶ τοὺς πόδας ξυλίνου δεσμοῦ, πόρκην ὁ Ὅμηρος καλεῖ. [Ὅτι δὲ τὸ περιθέειν κυκλοτερίαν δηλοῖ, διαδείκνυσι καὶ ὁ ἐν Ὀδυσσείᾳ θόλος ἐκ τοῦ θέειν ἐτυμολογούμενος, ὡς ἐρρέθη ἐκεῖ.] Ἐτυμολογεῖται δὲ ὁ πόρκης ἐκ τοῦ περικεῖσθαι ἢ ἐκ τοῦ περιέχειν, τραπέντος Ἰωνικῶς τοῦ δασέος χ εἰς τὸ ἀντίστοιχον ψιλόν.

(v. 319) Σκοπητέον δέ, εἴπερ τὸ ἑνδεκάπηχυ καὶ πρὸς διαστολήν τινα εἴρηται καὶ σαφήνειαν, ὡς ἔγχους δυναμένου καὶ τοῦ ξίφους λέγεσθαι. Σοφοκλῆς γὰρ ἔγχος περιπετὲς εἰπεῖν ἐτόλμησεν, ᾧ [322] περιπέπτωκεν Αἴας, ξίφος ὂν ἐκεῖνο πάντως. τὸ δ' αὐτὸ καὶ βέλος τολμηρῶς ἔφη ἐν τῷ "ἔγχος ἔχθιστον βελῶν", ὡς δοθὲν ὑπὸ ἐχθροῦ τοῦ Ἕκτορος. Δῆλον δὲ ὡς οὔτε Ἕκτωρ δόρυ ἔδωκεν Αἴαντι, ὃ ταὐτίζεται πρὸς ἔγχος, καὶ ὅτι οὐ βάλλεται ἔγχος τὸ κατὰ τὸ ξίφος. ἑκηβολίαν γὰρ ἡ τοῦ βέλους λέξις δηλοῖ. ἴσως οὖν καὶ ἐπ' ἀμφοῖν τετόλμηκεν ὁ Σοφοκλῆς καινότερον.

(v. 321 s.) Ὅτι τὸν περί τι πεπαιδευμένον οὐδὲ ἐν ἀργίας καιρῷ τοῦ ἔργου χρὴ ἀπέχεσθαι εἰς τὸ παντελές. Ἀλέξανδρον οὖν κατὰ τὴν Ὁμηρικὴν ἱστορίαν εὗρεν ὁ Ἕκτωρ ἐν τῷ θαλάμῳ καὶ τῇ γυναικωνίτιδι οὐ πεσσοῖσι τερπόμενον ἢ ἄλλως ἀνειμένον ἀλλὰ περικαλλέα τεύχε' ἕποντα, ὃ διασαφῶν ὁ ποιητὴς ἐπάγει· "ἀσπίδα καὶ θώρηκα καὶ ἀγκύλα τόξ' ἁφόωντα", ὅ ἐστι ψηλαφῶντα, χειριζόμενον, φιλοκαλοῦντα. ἐποίει δὲ τοῦτο ἴσως μὲν καὶ ταῖς γυναιξὶν ἐνδεικνύμενος, οὐ μὴν δὲ ἀλλὰ καὶ διὰ τὸ φύσει ἐπιρρεπῶς ἔχειν πρὸς αὐτά. εἶχε δέ που καὶ αἰδημόνως, ἐὰν ἡ μὲν Ἑλένη ταῖς ἀμφιπόλοις ἐκέλευεν ἔργα, αὐτὸς δὲ ἀργῶν ἐκάθητο.

(v. 323 s.) Τίνες δὲ αἱ ἀμφίπολοι, ὁ ποιητὴς κἀνταῦθα ἡρμήνευσεν εἰπὼν "Ἑλένη δὲ μετ' ἄρα δμωῇσι γυναιξὶν ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε", δηλῶν ὡς ταὐτὸν γυναῖκες δμῳαὶ καὶ ἀμφίπολοι.

(v. 321 s.) Ἐνταῦθα δὲ ὅρα καὶ ποιητικὰ πάρισα τὸ "τεύχε' ἕποντα" καὶ "τόξ' ἁφόωντα". Ἐκ δὲ τοῦ ἁφόω γίνεται καὶ τὸ ψηλαφῶ, λέξις αὕτη μουσική, ἐπεὶ καὶ κυρίως ἐπὶ χορδῶν τὸ ψηλαφᾶν λέγεται παρὰ τὸ τὸ ψαλτήριον ἁφᾶν. [Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν "τεύχε' ἕποντα" ταὐτόν ἐστι τῷ ἀμφέποντα, περιέποντα, περὶ αὐτὰ πονούμενον.

(v. 323) Τοῦ δὲ δμωῇσι εὐθεῖα ἑνικὴ μὲν ἡ δμωή, πληθυντικὴ δὲ αἱ δμωαί. οὐκ ἄδηλον δὲ ὅτι ἐν ἄλλοις ἔστι γράψαι ποτὲ καὶ δμωΐσι διὰ τοῦ ι ἐκ τοῦ δμωΐς δμωΐδος.]

(v. 325 s.) Ὅτι καὶ ἐνταῦθα τὸν ἀδελφὸν Πάριν [323] Ἕκτωρ νείκεσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν εἰπών "δαιμόνιε, οὐ μὲν καλά", ἀντὶ τοῦ οὐ καλῶς, "χόλον τόνδ' ἔνθεο θυμῷ", ἤγουν ἐνέθου τῇ ψυχῇ καὶ τὰ ἑξῆς. Καὶ σημείωσαι ὅπως τὴν τοῦ ἀδελφοῦ δειλίαν συσκιάζων καὶ μὴ ἀνέδην ἐξονειδίζων χόλον αὐτὴν εὐσχημονέστερον λέγει, ὡς δῆθεν χολουμένου τοῦ Πάριδος κατὰ τῶν Τρώων, οἷα μισούντων αὐτὸν καὶ διὰ τοῦτο ἐκδεδωκότων εἰς μονομαχίαν τῷ Μενελάῳ. καὶ οὕτω μὲν ὁ Ἕκτωρ.

(v. 332-336) Ὁ δὲ Πάρις καὶ ἐν τούτοις, ὡς καὶ ἐν τῇ Γ ῥαψῳδίᾳ, κατ' αἶσαν ὁμολογεῖ φιλονεικηθῆναι οὐδ' ὑπὲρ αἶσαν, καὶ οὐκ ἔχει τι ἀντειπεῖν γενναῖον, δεξάμενος δὲ ὡς ἀληθῆ τὸν τοῦ ἀδελφοῦ λόγον λέγει ὅτι "οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσει ἥμην ἐν θαλάμῳ, ἔθελον δ' ἄχεϊ προτραπέσθαι", ἤγουν εἰ καὶ ἐχολούμην, καθὰ καὶ σὺ λέγεις, τοῖς Τρωσίν, ἔτι δὲ καὶ ἐνεμέσων, ἀλλ' οὐ τοσοῦτον διὰ ταῦτα ἐκαθήμην οἴκαδε, ἀλλὰ διὰ λύπην ἁπλῶς θέλων ἄχεϊ προτραπέσθαι, ἤγουν χώραν ἢ μᾶλλον ἐκτροπὴν δοῦναι τῇ λύπῃ. καὶ ἄλλως δὲ εἰπεῖν, ἤθελον μὴ ἄντην ἰέναι τῷ ἄχει, ἀλλὰ προτραπέσθαι αὐτῷ καὶ οἷον τραπῆναι εἰς φυγὴν καὶ κατανωτίσασθαι ἐν τῷ ἀποστῆναι μὲν τῆς μάχης, καθεσθῆναι δὲ πρὸς ὥραν ἐν τῷ οἴκῳ. Καὶ σημείωσαι ὅπως τοῦ ἀδελφοῦ δόντος εὐπρόσωπον αἰτίαν γυναικισμοῦ τῷ Πάριδι καὶ ἐπίτηδες εἰπόντος μὴ δειλιᾶν αὐτὸν τὴν μάχην, ἀλλὰ χολοῦσθαι τοῖς Τρωσίν, ὁ Πάρις οὐ μόνον αὐτὸ δέχεται ὡς ἀληθές, ἀλλὰ καὶ νεμεσᾶν τοῖς Τρωσὶ λέγει, τουτέστιν οὐ μόνον χολοῦσθαι τὴν ἁπλῶς χολήν, ἀλλὰ καὶ τὴν μετὰ δικαίας μέμψεως. Εἰ δὲ καὶ τὸν χόλον καὶ τὴν νέμεσιν ἀπολέξεται, τὸ γοῦν ἔχειν ἄχος, ὅ ἐστι λύπην, ὀκνεῖ ἀρνήσεσθαι. οὕτω δεινὸς ὁ Πάρις αἰτιᾶσθαι τοὺς οὐδὲν αἰτίους

(v. 337-339) Τὸ δὲ ἐπαγόμενον ἔχει τι καὶ καταγέλωτος. Φησὶ γὰρ ὅτι "νῦν δέ με παρειποῦσ' ἄλοχος μαλακοῖς ἐπέεσσι ὥρμησεν εἰς πόλεμον". γελοῖος γὰρ ὁ ὑπὸ γυναικὸς εἰς μάχην ἐρεθιζόμενος, ὅπερ καὶ ὁ Πάρις ἐπιγνοὺς ἐπάγει "δοκεῖ δέ μοι ὧδε καὶ αὐτῷ λώϊον εἶναι". [324] ἦν γὰρ ἂν πάνυ μεμπτέος, εἰ μὴ δοκοῦν αὐτῷ ὑπὸ τῆς Ἑλένης εἰς μάχην ὥρμητο.

(v. 333) Ἰστέον δὲ ὅτι τε τὸ "οὐδ' ὑπὲρ αἶσαν" ταὐτόν ἐστι τῷ κατ' αἶσαν. διὸ καὶ ἐπιμονὴν ὁ λόγος ἔχει τὴν κατ' ἦθος ἀληθευτικήν. καὶ ὅτι ὅμοιον καὶ παρὰ τῷ φιλομήρῳ Σοφοκλεῖ τὸ "γνωτὰ κοὐκ ἄγνωτά μοι", καὶ τὸ "ἡδὺς οὐδὲ μητρὶ δυσχερής", καὶ τὸ "οὔτε τι τοῦ μὴ θανεῖν προμηθὴς τό τε μὴ βλέπειν ἑτοίμα" καὶ ὅτι τὸν Πάριν ψευσάμενον ἐν τῷ νέμεσιν ἔχειν εἰπεῖν κατὰ Τρώων ἡ Ἑλένη μετ' ὀλίγα αἰτιάσεται ὡς νεμέσεως ἀνεπιστήμονα.

(v. 326) Ὅρα δὲ καὶ τὸ "χόλον ἔνθεο θυμῷ", τουτέστιν ἐνεκότησας. ὁ γὰρ ἀπόθετος χόλος κότος ἐστί.

(v. 337) Τὸ δὲ παρειποῦσα ταὐτόν ἐστι τῷ παρπείσασα, ὡς καὶ ἐν τῇ Ἀ ῥαψῳδίᾳ κεῖται. Μαλακὰ δὲ ἔπη λέγει τὰ παραμυθητικά, ὡς τῆς λύπης σκληρυνούσης, ἢ μᾶλλον τὰ πειστικά.

(v. 339) Εἶτα ὁ Πάρις τὴν ἀγαθὴν ἐλπίδα προβεβλημένος ἐπάγει "νίκη δ' ἐπαμείβεται ἄνδρας". Γνωμικὸν δέ ἐστι τοῦτο, ἐν ᾧ ἄνδρας ὁ ποιητὴς λέγει ἢ τοὺς ἀνδρείους ἢ ἁπλῶς τοὺς πολεμιστάς. [(v. 333 s.) Ἰστέον δὲ ὅτι τὸ "Ἕκτορ, ἐπεί με κατ' αἶσαν ἐνείκεσας οὐδ' ὑπὲρ αἶσαν" ἐνταῦθα μὲν εὐθὺς ἀποδίδωσι τὸ ἑξῆς τῆς συντάξεως. ἐπάγει γάρ "τοὔνεκά τοι ἐρέω". Ἐν δέ γε τῇ γάμμα ῥαψῳδίᾳ τοιοῦτον κεῖται οὐδὲν εἰς ἐννοίας ἀπόδοσιν καίτοι ὀφειλόμενον κεῖσθαι. διὸ καὶ ταραχήν τινα ἡ ἀπόδοσις ἐκεῖ ἔχει ἀμφίβολον.]

(v. 363) Σημείωσαι δὲ καὶ ὅτι ὁ Ἕκτωρ ἀκούσας τοῦ ἀδελφοῦ, ὅτι γυνὴ παρορμᾷ εἰς μάχην αὐτὸν καὶ ὥσπερ ὑπὸ στρατηγῷ τῇ γυναικὶ τάττεται, ἀστείως μετ' ὀλίγα αὐτῇ ἐπιτρέπει τῇ Ἑλένῃ διεγείρειν τὸν ἄνδρα εἰς μάχην, εἰπὼν "ἀλλὰ σύ γε ὄρνυθι τοῦτον" καὶ οἷον ὑπάλειφε ἀναπεπτωκότα εἰς μάχην, "ἐπειγέσθω δὲ καὶ αὐτός". οὕτω γὰρ καὶ ἐκεῖνος ἔφη ἐν οἷς εἶπεν, ὅτι ἄλοχος ὥρμησέ με εἰς πόλεμον, δοκεῖ δέ μοι καὶ αὐτῷ λῷον εἶναι. Καὶ ὅρα ὅπως ἡ Ἑλένη οὕτω δύναται πείθειν, ὡς καὶ εἰς πόλεμον ἐξάγειν, οὐδὲν ἧττον τοῦ θρυλλουμένου Τυρταίου ἐρεθίζειν εἰς μάχην λόγοις ἔχουσα. Εἴποις ἂν οὖν ὅτι κἀνταῦθα ὡς καὶ ἐν Ὀδυσσείᾳ κρατήρ τις τῇ Ἑλένῃ ἐστίν, οὗπερ ὁ πιών, κἂν ἐντύχῃ πολλοῖς πτώμασι νεκρῶν, οὐ δεδίττεται. ὁ δὲ τοιοῦτος κρατὴρ ἡ συμβουλευτικὴ τῆς ἡρωΐδος ὁμιλία ἐστίν.

(v. 326-329) Ὅτι ὁ μάχης αἴτιος ἀκούσοι ἂν πρὸς τοῦ αὐτὸν μεμφομένου τὸ "δαιμόνιε, λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος [325] μαρνάμενοι, σέο δ' εἵνεκα ἀϋτή τε πτόλεμός τε ἄστυ τόδ' ἀμφιδέδῃεν", ἤγουν ἀνάπτεται. ἐξ οὗ ῥήματος καὶ δαΐς καὶ δηΐς ἡ μάχη. [Καὶ ἔστι τὸ "πόλεμος ἀμφιδέδῃεν" ἐμφαντικώτερον καὶ διὰ τοῦτο καιριώτερον τοῦ συνέστηκε καὶ τοῦ ἐγήγερται καὶ τοῦ συνέρρηκται ἢ συνέρρωγε καὶ τῶν ὁμοίων, ληφθὲν ἐκ τοῦ ἐμάχοντο "δέμας πυρός", ἤγουν ὡς πῦρ δαιόμενον δηλαδή. ἐξ οὗ καὶ τὸ "μάχη δέδῃε" καὶ "πῦρ δήϊον".]

(v. 329-331) Ὅτι τὸ μάχεσθαι καὶ ἐπὶ τοῦ φιλονεικεῖν καὶ ὀτρύνειν ἐπιπληκτικῶς ἔστιν ὅτε λαμβάνεται. Φησὶ γοῦν Ἕκτωρ πρὸς Ἀλέξανδρον "σὺ δ' ἂν μαχέσαιο καὶ ἄλλῳ, εἴ τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο". Τοῦτο δὲ καὶ ὀτρυντικὸν εἰς μάχην ἐστίν, ὥσπερ καὶ ἐφεξῆς τὸ "ἀλλ' ἄνα", τουτέστιν ἀνάστηθι, "μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται", ἤγουν θερμανθῇ διὰ πυρός, ὅ ἐστι καυθῇ. Παρακολούθημα δὲ τοῦτο ἁλώσεως πόλεως, ὡς ἐν τοῖς ἑξῆς που σαφέστερον δηλώσει ὁ ποιητής. Ἐκ δὲ τοῦ τοιούτου ἴσως πάθους καὶ τὸ πέρθειν ἐρρέθη. πρήθειν γάρ, καὶ ἐν συστολῇ καὶ μεταθέσει πέρθειν.

(v. 340) Ὅτι ἐν τῷ "ἀλλ' ἄγε νῦν ἐπίμεινον, ἀρήϊα τεύχεα δύω" λείπει τὸ ἵνα ἤ τι τοιοῦτον. βούλεται γὰρ εἰπεῖν ὅτι ἐπίμεινον, ἵνα ὁπλίσωμαι. Καὶ σημείωσαι ὅτι καὶ νῦν οἰκείως τῷ σπεύδοντι προσώπῳ καὶ τὸ σχῆμα τοῦ λόγου τῇ ἐλλείψει κατέσπευσται. οἰκεῖον δὲ τοῦτο ἀνδρὶ ἐθέλοντι ἕπεσθαι εἰς μάχην ῥωμαλέῳ τινί, ὥσπερ καὶ ἐφεξῆς τὸ "ἦ ἴθ', ἐγὼ δὲ μέτειμι, κιχήσεσθαι δέ σ' ὀΐω".

(v. 341) Ἔστι δὲ καὶ ὧδε μέτειμι τὸ μετὰ ταῦτα ἔρχομαι, ὁποῖόν τι πρὸ ὀλίγου ἐδήλου καὶ τὸ μετελεύσομαι καὶ τὸ μετεσσεύοντο, καθὰ προγέγραπται.

(v. 342) Ὅτι Ἕκτωρ ἀκούσας μὲν τοῦ ἀδελφοῦ Πάριδος λαλήσαντος οὐκ εὐγενῶς οὔτι προσέφη αὐτόν, μὴ καὶ λυπήσῃ ἀμειψάμενος, τὴν δὲ Ἑλένην προσφωνήσασαν σπουδαίως, ἅπερ εὐθὺς εἰρήσεται, ἀμείβεται, ὡς αὐτίκα δηλωθήσεται καὶ αὐτό.

(v. 344-348) Ὅτι συχνὰ ἡ Ἑλένη ἐπὶ τῇ ἁρπαγῇ μεταμελομένη, ὡς πολλαχοῦ φαίνεται, καὶ ἐνταῦθα κακολογεῖ ἑαυτὴν ἐν τῷ πρὸς Ἕκτορα εἰπεῖν· "δᾶερ", ἤτοι [326] ἀνδράδελφε, ὡς πολλαχοῦ κεῖται, "ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης", δυσανασχετοῦσα καὶ ὅτι μὴ ἅμα τῷ γεννηθῆναι ὤλετο. Φησὶ γὰρ "ὥς μ' ὄφελ' ἤματι τῷ, ὅτε με πρῶτον τέκε μήτηρ, οἴχεσθαι, προφέρουσα κακὴ ἀνέμοιο θύελλα", οὐ μὴν πνοή τις εὐήνεμος, "εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης, ἔνθα με κῦμ' ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι". Ταῦτα δὲ τὰ τῆς Ἑλένης καὶ πᾶς ἄν τις ἕτερος εἴποι ἀχθόμενος, ὅτε ζῇ ἐν κακοῖς.

(v. 344) Κύνα δὲ καὶ ἐνταῦθα καὶ κατωτέρω ἑαυτὴν ἡ Ἑλένη καλεῖ, ὥσπερ καὶ ἀλλαχοῦ κυνώπιδα, διότι τὴν ἀρχὴν ἀναιδῶς ἐθρασύνθη ἐξ Ἑλλάδος ἀκολουθῆσαι τῷ ἅρπαγι. Διὸ καὶ κακομήχανός ἐστιν, ὅπερ ἀλλαχοῦ ἀμήχανος λέγεται ἐν τῷ "ἀμήχανε Ἥρη". ἄλλον τρόπον ἤπερ Εὐριπίδης ἀμήχανον γυναῖκα τὴν εὐήθη λέγει καὶ ἐναντίαν τῇ πολυμηχάνῳ, ἧς δὴ πολυμηχάνου πρὸς ὁμοιότητα ἡ παρὰ τῇ κωμῳδίᾳ δωδεκαμήχανος Κυρήνη. Ὀκρυόεσσαν δὲ λέγει τὴν πολλοὺς νεκρώσασαν τοῖς δι' αὐτὴν πολέμοις καὶ κρυερῷ Ἅιδῃ προπέμψασαν. τὴν δ' αὐτὴν διὰ τοῦτο καὶ ῥιγεδανήν φησιν ἀλλαχοῦ.

(v. 345) Τὸ δὲ ὄφελεν ἐνταῦθα μὲν συστέλλει τὴν ἄρχουσαν Ἰωνικῶς γραφὲν ἐν ἑνὶ λ, μετ' ὀλίγα δὲ ἐκτείνει, ὡς καὶ πρὸ τούτου, κοινότερον προενεχθὲν ἐν δυσὶ λ.

(v. 346) Σημείωσαι δὲ καὶ ὅτι θύελλα τοιαύτη, ὁποίαν ἡ Ἑλένη φησίν, ἡ κατὰ τὰς Ἁρπυίας μυθευομένη ἂν εἴη, ὡς εἶναι τὸ ἐνταῦθα νόημα ὅμοιον πρὸς τὸ "Ἅρπυιαι ἀνηρείψαντο". Ὅτι δὲ καὶ ἀληθῶς ἄνεμοι ἀπηνεῖς δεινὰ πολλὰ ποιοῦσι κουφίζοντες ἐκ γῆς καὶ μακρὰν ἀπάγοντες δυσβάστακτα σωμάτων βάρη καὶ ἱστόρηται καὶ εἰς πεῖραν ἦλθε τοῖς καθ' ἡμᾶς. Ἰστέον δὲ καὶ ὅτι ὁ Λιβάνιος τὴν τῆς Ἑλένης ὑπερβαλὼν ἔννοιαν, ὡς ἐντεῦθεν ὠφελημένος, τερατωδέστερον λαλεῖ, ἐν οἷς ἀστείως λέγει, ὅτι φόβοις ἐταραττόμην μὴ τὴν πόλιν ἡμῖν ἁρπάσαντες ἄνεμοι φέροντες εἰς Ὠκεανὸν ἐμβάλωσι.

(v. 348) [327] Τὸ δὲ ἀπόερσεν ἀντὶ τοῦ ἔφθειρεν, ἀπὸ τοῦ ἔρρω ἔρσω Αἰολικοῦ. εὑρεθήσεται δὲ καὶ ἐν τοῖς ἑξῆς που ἡ τοιαύτη λέξις. [Φθορᾶς δὲ ἐμνήσθη τῆς ἐκ τοῦ κύματος μόνου ἀκριβῶς. τὸ γάρ τοι ὄρος, γῆς καὶ αὐτὸ μέρος ὄν, οὐκ ἐξ ἀνάγκης οὐδὲ ταχὺ οὕτω φθερεῖ τὸν ὑπὸ θυέλλης ἀνέμου ἡρπαγμένον ἕως ἐκεῖ.

(v. 347) Πρὸς διαστολὴν δὲ ἁρπαγῆς ἑτεροίας ἐρρέθη τὸ "εἰς ὄρος ἢ εἰς κῦμα". Μυθεύεται γάρ τις καὶ ἀλλοία, ὁποῖον καὶ τὸ "ὃν καὶ ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύειν". Ἡρπάγη δὲ καὶ ὁ Τιθωνὸς ὑπὸ τῆς Ἠοῦς, πλὴν οὔτε εἰς ὄρος οὔτε εἰς κῦμα. ληροῦσι δὲ οἱ μῦθοι καὶ ἄλλα τοιαῦτά τινα.]

(v. 350-353) Ὅτι ψέγουσα παρὰ τῷ Ἕκτορι τὸν Πάριν ἡ Ἑλένη λέγει, ὡς "ἀνδρὸς ἔπειτ' ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις, ὃς ᾔδη", τουτέστιν ἠπίστατο, "νέμεσίν τε καὶ αἴσχεα πόλλ' ἀνθρώπων. τούτῳ δ' οὔτ' ἂρ νῦν φρένες ἔμπεδοι, οὔτ' ἂρ ὀπίσσω ἔσονται, τῷ καί μιν ἐπαυρήσεσθαι ὀΐω". τουτέστιν οἴομαι αὐτὸν ἐπαπολαῦσαι, ἑαυτοῦ δηλαδὴ καὶ ὧν φρονεῖ. Εὐφήμως δὲ τοῦτο ἐρρέθη κατὰ τὸ "ἵνα πάντες ἐπαύρωνται βασιλῆος". Συνιστᾷ δὲ καὶ ἐν τούτοις ἡ Ἑλένη ἑαυτὴν αἰσχυντηλὴν καὶ αἰδήμονα καὶ νεμεσητικὴν ἑαυτῆς ἐφ' οἷς ἐσφάλη, τὸν δὲ Ἀλέξανδρον τούτων ἁπάντων ἀποστερεῖ καὶ ἐνδείκνυται, ὅτι κατ' ἀνάγκην σύνεστιν, ᾧ οὐκ ἀρέσκεται ἀνδρί.

(v. 352) Τὸ δὲ "φρένες ἔμπεδοι" ἐναντίον τῷ "φρένες ἠερέθονται", περὶ οὗ προείρηται. Σημείωσαι δὲ ὅτι καὶ σοφὴ ἐν τούτοις ἡ Ἑλένη διαδείκνυται. Ἀλέξανδρος μὲν γὰρ πεπίστευκε τῷ Ἕκτορι χόλον εἰπόντι τὴν αὐτοῦ ἄρτι ἀργίαν, παρελάλησε δὲ καὶ νεμεσᾶν τοῖς Τρωσίν, ὡς εἴρηται, μάταια καὶ νοῶν καὶ λέγων καὶ ἀδιανόητα. τί γὰρ ἂν καὶ χολοῖτο κατὰ τῶν ἀναιτίων, οἳ δι' αὐτὸν ἀναιροῦνται, ὡς καὶ πρὸ ὀλίγου ὁ Ἕκτωρ εἶπε καὶ μετὰ μικρὸν αὖθις ἐρεῖ. πῶς δ' ἂν καὶ νεμεσῴη τοῖς κατ' αὐτοῦ δικαιότατα νεμεσῶσιν; ἄφρων οὖν ὁ Πάρις οὔτε νοήσας, ὅτι ὁ Ἕκτωρ αἰσχύνων αὐτὸν [328] καὶ εἰρωνευόμενος εἰς χόλον ἐχρωμάτισε τὴν αἰτίαν τῆς αὐτοῦ ἀργίας, ἀλλὰ καὶ νεμεσᾶν εἰπὼν τοῖς Τρωσί, καὶ ἔοικε μηδὲ εἰδέναι τί ποτέ ἐστιν ἡ νέμεσις. καὶ οὕτω μὲν ὁ ἀνήρ. ἡ δὲ σοφὴ γυνὴ αἰτιᾶται αὐτόν, ἐπεὶ μὴ οἶδε νέμεσιν καὶ αἴσχεα, τουτέστι διότι οὔτε τὴν νέμεσιν οἶδε τί ἐστιν, καὶ οὐδὲ τὸν χόλον ἔγνω πρὸς αἶσχος αὐτοῦ σχηματισθέντα ὑφ' Ἕκτορος.

(v. 351) Ἰστέον δὲ ὅτι τὸ μὴ νέμεσιν εἰδέναι καὶ αἴσχεα καὶ τὸ ἑξῆς, ὡς ἀνωτέρω κεῖται, χαρακτήρ ἐστιν ἤθους θρασέος καὶ οὐδὲ ἔμφρονος, καὶ ὅτι ὡς τὰ πρός τι δοκεῖ ἀντικεῖσθαι ἡ νέμεσις καὶ τὸ αἶσχος, ὅ τε γὰρ νεμεσῶν ἐπ' αἰσχροῖς νεμεσᾷ καὶ ὁ αἰσχυνόμενος νεμεσῶντα αἰσχύνεται.

(v. 354-356) Ὅτι Ἑλένη μὲν κολακεύουσα τὸν Ἕκτορά φησι "ἀλλ' ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ' ἐπὶ δίφρῳ, δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν εἵνεκ' ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου εἵνεκ' ἄτης". ὁ δὲ οὕτως ἀκάμας ἐστὶν ὥστε, καθὰ περιεῖδε τὴν μητέρα οἰνοχοοῦσαν, οὕτω καὶ τὴν Ἑλένην καθίζουσαν.

(v. 360-362) Φησὶ γοῦν· "μή με κάθιζ' Ἑλένη, φιλέουσά περ, οὐδέ με πείσεις. ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ' ἐπαμύνω", καὶ ἑξῆς. Ὁ δὲ λόγος οὗτος πρέπει κατὰ μικράν τινα παρῳδίαν καὶ ἑτέροις, οἳ σπεύδοντες εἰς ἔργον ἐπέχονται πρός τινων οἰκείων αὐτοῖς. Ἔοικε δὲ ὁ Ἕκτωρ ἐν τούτοις ὑποπτεύειν τὸ τῆς Ἑλένης αἱμύλον καὶ αἰδεῖσθαι, εἰ τὸν μὲν μαλθακὸν Πάριν ἠρέθισεν ἐκείνη λόγοις πρὸς πόλεμον, αὐτὸν δὲ ἐκθηλυνεῖ καθίσασα. διὸ οὐδὲ ὑπακούει.

(v. 354) Ὅρα δὲ καὶ νῦν τὸν δίφρον ἐπὶ θρόνου. ἐν δὲ Ὀδυσσείᾳ καὶ ἀεικέλιος δίφρος εὕρηται, εἰς ὃν οἱ εὐτελέστεροι κάθηνται.

(v. 355) Τῷ δὲ τοῦ δαέρος ὀνόματι κολακευτικῶς ἡ σοφὴ Ἑλένη ἐναβρύνεται δὶς ἤδη τοῦτο εἰποῦσα κατ' ἐπιμονὴν καιρίως φίλην αὐτῇ. Ὅρα δὲ καὶ τὸ "πόνος ἀμφιβέβηκεν", ἤγουν κατέλαβε, περιῆλθεν. ὥστε οὐ πάντοτε ἡ λέξις τὸ σκέπειν καὶ βοηθεῖν δηλοῖ, ὡς οὐδὲ ἐν τῷ "ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει". Ὁμοίως οὐδὲ παρ' Εὐριπίδῃ ἐν [329] τῷ "πολὺν ταραγμὸν ἀμφιβάντ' εἶχον μάχης", ἤγουν ἀμφοτέρωθεν βάντες ἀντιπάλων δίκην κατ' ἀλλήλων.

(v. 360) Σημείωσαι δὲ καὶ τὸ "μή με κάθιζε", ἀλλοπαθὲς καὶ ἐνταῦθα ὄν. ὅτε μέντοι ἐρεῖ τις ὅτι ὁ δεῖνα ἷζεν ἢ ἐκάθιζεν, ἀντὶ τοῦ ἐκάθητο, αὐτοπαθὲς τότε τὸ τοιοῦτον ῥῆμα λέγεται.

(v. 356) [Ἰστέον δὲ ὅτι τὸ "εἵνεκα ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου εἵνεκ' ἄτης" παρατετηρημένως ἐρρέθη. αὐτὴ μὲν γὰρ ἁρπαγεῖσα ὠνείδισται εἰς κύνεον ἦθος, ὁ δὲ Πάρις καὶ ἄτην ἔσχε παγγενῇ ὀλοθρευόμενος. καὶ ἄλλως δὲ ἄτην λέγει τὴν ὑπ' ἐκείνου ἁρπαγήν.]

(v. 357 s.) Ὅτι τὸ ἀοίδιμος μέση λέξις ἐστὶ καὶ οὐκ ἀεὶ ἐπὶ ἐπαίνου λαμβάνεται. Φησὶ γοῦν ἡ Ἑλένη, ὅτι κακὸς μόρος, ὅ ἐστι κακὴ τύχη, ἐμοί τε καὶ Ἀλεξάνδρῳ πρὸς Διός, ἤτοι εἱμαρμένης, ἐτέθη, ὡς καὶ ὕστερον ἀνθρώποισι πελώμεθα ἀοίδιμοι ἐσσομένοις, ὅ ἐστιν ἐν ᾠδαῖς φερόμενοι, ταῖς ἐπὶ δυσκλείᾳ δηλαδή. Τὸ δὲ πέλεσθαι πολλαχοῦ μὲν παθητικῶς προφέρεται, ὡς καὶ ἐν τῷ "ἤματα μακρὰ πέλονται", οὐχ' ἥκιστα δὲ καὶ ἐνεργητικῶς, ὡς ἔν τε ἄλλοις καὶ ἐν τῷ "κακοῦ δ' ἄρα οἱ πέλεν ἀρχή".

(v. 3602) [Ὅτι τὸ "μή με κάθιζε φιλέουσά περ", ἢ φιλέων περ, "οὐδέ με πείσεις, ἤδη γάρ μοι θυμὸς ἐπέσσυται, ὄφρ' ἐπαμύνω τοῖς δεῖνα, οἳ μέγ' ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν" ἐρεῖ ἄν τις γενναῖος ἀνὴρ βραχύ τι ἀναπαυσάμενος τοῦ βοηθεῖν τισιν ἐν κινδύνῳ καὶ προκαλούμενος μὲν εἰς ἀνάπαυσιν, ἀπαναινόμενος δέ. Σημείωσαι δ' ἐνταῦθα καὶ ὡς, εἰ καὶ κατὰ τὴν παροιμίαν "εἷς ἀνὴρ οὐδεὶς ἀνήρ", ἀλλ' ἰδοὺ εἷς καὶ οὗτος κατὰ τὸν Ἀχιλλέα, οὗ ἀπεόντος ποθὴν ἔχουσιν οἱ ὁμόφυλοι.]

(v. 363) Ὅτι ἀλειπτικὸν εἰς ἔργον τὸ "ἀλλὰ σύ γ' ὄρνυθι τοῦτον", ἤγουν διέγειρε, "ἐπειγέσθω δὲ καὶ αὐτός".

(v. 365 s.) Ὅτι Ἕκτορος εἰπόντος πρὸς [330] Ἑλένην τὸ "καὶ γὰρ ἐγὼν οἶκόνδ' ἐλεύσομαι ὄφρα ἴδωμαι οἰκῆας, ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν", σημειοῦνται οἱ παλαιοὶ καὶ νῦν οἰκῆας ῥηθῆναι οὐ μόνον δούλους ἀλλὰ καὶ πάντας ἁπλῶς τοὺς ἐν τῷ οἴκῳ.

(v. 367 s.) Λέγει δὲ ὁ Ἕκτωρ καὶ ὡς "οὐ γὰρ οἶδα, εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις ἢ ἤδη μ' ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν", προλέγων κατά τι θεῖον, ὡς εἰκός, τὸ μετ' ὀλίγον ἐσόμενον ἐπ' αὐτῷ. Καὶ ἔστι καὶ τοῦτο εἶδός τι προαναφωνήσεως Ὁμηρικῆς, οὐχ' ὑπ' αὐτοῦ ῥηθὲν τοῦ ποιητοῦ, ἀλλὰ στοχαστικῶς ἀνατεθὲν ποικιλίας χάριν τῷ πεισομένῳ Ἕκτορι. Καὶ εἶεν ἂν ἅπερ ἐνταῦθά φησι καὶ ἃ δὲ πρὸς τὴν Ἀνδρομάχην ἐρεῖ μετ' ὀλίγα, ἐπιτελεύτιά πως κατ' οἶκτον καὶ συντακτήρια.

(v. 367) Ἔστι δὲ ὑπότροπος ὁ ἐν καλῷ νοστήσας καὶ σῷος ἐξ ὑποστροφῆς ἐπανελθών, ὅθεν ἄλλως παρ' Ἱπποκράτει τὸ ἐπ' οὐκ ἀγαθῷ ὑποτροπιάζειν νόσους. Ἰστέον δ' ὅτι τε προϊὼν αὐτὸς ὁ ποιητὴς διασαφεῖ τὸ "ὑπότροπος" εἰπών· "οὐ γάρ μιν ἔφαντο ὑπότροπον ἐκ πολέμου ἵξεσθαι". Καὶ ὅτι πολλαὶ καὶ ἄλλαι μέσαι λέξεις, ὡς καὶ ἡ τύχη καὶ ὁ κατ' αὐτὴν δαίμων, καὶ ὁ παντουργός, ὃ οὐ μόνον ἐπὶ θεοῦ κεῖται ἀλλὰ καὶ ἐπὶ πανούργου κατὰ τὸ "ἀνδρὶ παντουργῷ φρένας", καὶ ἡ καθοσίωσις δὲ καὶ οἱ καθωσιωμένοι, ὁσιότητά τε παρὰ τοῖς παλαιοῖς δηλοῦσι καὶ πίστιν, καὶ ἀντίθεσιν δὲ παρὰ τοῖς ὕστερον κατὰ τῶν ὁσίων τῷ θεῷ βασιλέων. καὶ ἡ συνωμοσία δὲ ἦν μὲν ὅτε σύμπνοιαν [331] ἁπλῶς ἐδήλου ἔνορκον, ὕστερον δὲ φατριασμὸν στασιωτικόν. καὶ τὸ ἄγος δὲ μεσοῦται, ἀφ' οὗπερ οὐ μόνον ὁ ἅγιος καὶ τὸ ἁγιάζειν καὶ ἡ ἁγιστεία καὶ ἡ παναγὴς θυσία καὶ ὁ εὐαγής, ἀλλὰ καὶ ὁ ἐναγὴς καὶ ὁ ἐξάγιστος καὶ τὸ ἁγηλατεῖν. ἔτι καὶ οἰωνὸς ὁ μέν τις αἴσιος, ὁ δὲ μὴ τοιοῦτος. καὶ ὄνειδος δὲ τὸ μὲν καλόν, τὸ δὲ ἑτεροῖον, ὡς οἱ τραγῳδοῦντες δηλοῦσι. καὶ ἡ φύσις δὲ πῇ μὲν μέγα κακὸν τοῖς κακῶς, πῇ δὲ σωτήριον τοῖς καλῶς χρωμένοις κατὰ τὸν εἰπόντα. καὶ ἡ συμφορὰ δὲ οὐ μόνον ἀποτρόπαιος ἀλλὰ καὶ ἀγαθή, ὡς δηλοῖ σὺν ἄλλοις καὶ ὁ εἰπὼν ἐπ' ἀγαθῷ τὸ "ἐπὶ συμφοραῖς γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο". πολλὰ δὲ τοιαῦτα καὶ ἕτερα. Ὅτι ἀνδρείαν γυναῖκα τὴν Ἀνδρομάχην Ὅμηρος ἐν διαφόροις ποιεῖ, ἧς καὶ αὐτὸ τοὔνομα παρὰ τὸ ἀνδρεῖον καὶ μάχιμον φερωνύμως σύγκειται.

(v. 386-389) Αὕτη καὶ νῦν ἀκούσασα τείρεσθαι τοὺς Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν, καὶ περὶ τῷ ἀνδρὶ δείσασα, [332] πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει μαινομένῃ εἰκυῖα, ἤγουν ἐοικυῖα,

(v. 371-373) καὶ "ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ πύργῳ ἐφειστήκει γοόωσά τε μυρομένη τε", διὸ οὐδὲ εὗρεν αὐτὴν ὁ Ἕκτωρ ἔσω. Ἡ δ' αὐτὴ καὶ ἐν τοῖς ἑξῆς στρατηγικῶς τὸ ποιητέον τῷ Ἕκτορι συμβουλεύει, τρόπον ὑποτιθεῖσα τῆς πρὸς Ἕλληνας παρατάξεως. οὕτω δέ πως καὶ ἡ Ἑλένη ἀνδρεία σεμνολογεῖται, εἴγε, ὡς προερρέθη, τὸν Πάριν αὐτὴ ὀτρύνει πρὸς πόλεμον. καὶ τοῦτο μὲν ὅμοιαί πως ἡ Ἑλένη καὶ ἡ Ἀνδρομάχη. ἀλλ' ἡ μὲν φίλανδρος ὑπερλίαν, Ἑλένη δὲ οὔτε τὸν Μενέλαον ἔστερξε καὶ τὸν Πάριν δὲ οὐ πάνυ τι φιλοῦσα φαίνεται. Σημείωσαι δὲ καὶ ὅτι καινότερον ὁ ποιητὴς τὰς τῶν πραγμάτων περιπετείας διασκευάζων οὐκ ἔκρινε δεῖν πλάσασθαι, ὡς τὴν Ἀνδρομάχην οἴκοι εὗρεν ὁ ἀνήρ. ἁπλοῦν γὰρ τοῦτό γε καὶ οὐκ ἐπιστρεπτικὸν ἀκοῆς. ποιεῖ δὲ αὐτὴν ἔξω οὖσαν τοῦ οἴκου, ὡς ἀνωτέρω εἴρηται. Τοῦτο δὲ πάνυ ἐπιστρέφει τὸν ἀκροατήν, τάχα που καὶ ἀχθόμενον, εἴπερ ὁ καλὸς Ἕκτωρ ἃ μὲν οὐ πάνυ ἔστεργεν εὗρε, τὰ δὲ φίλτατα οὐχ' εὑρίσκει. Ἐπεὶ δὲ οὐκ ἐχρῆν τοῦτο διόλου γενέσθαι ‑ χρεία γὰρ καὶ τῆς Ἀνδρομάχης ἐνταῦθα ἐπὶ ῥητορείᾳ ‑ , μεθοδεύει ὁ ποιητὴς ἄλλως τὴν τοῦ ζητουμένου εὕρεσιν δεξιώτατα. παλιννοστῶν γὰρ εἰς τὸν πόλεμον ἔτυχε τῆς ποθουμένης ἐντεύξεως, δι' ἧς ἱκαναὶ χάριτές τινες τῇ ποιήσει παρεισκριθήσονται, ὡς δηλωθήσεται. Καὶ ἄλλως δὲ θεωρῆσαι, ἡ Ὁμηρικὴ μέθοδος ἐπὶ τῇ τοῦ Ἕκτορος εἰς τὸ ἄστυ ἐλεύσει τοιάδε τίς ἐστι, κεστόν χαρίεντα λόγου ποικίλλουσα. Πέντε πρόσωπα ἐκφαίνονται ἀναγκαῖα τῷ ἥρωϊ, ὧν δύο μὲν ἄρρενα, τὰ δὲ λοιπὰ θατέρου γένους. Καὶ ἡ διαφορὰ ἐν αὐτοῖς φανερά. τῶν μὲν γὰρ ἀνδρῶν ἅτερος μὲν πληρέστατος εἰς ἔργον καὶ οἷος προσφωνεῖν τὸν Ἕκτορα. ὁ Πάρις γάρ. ὁ δὲ ἕτερος, ὁ παῖς Ἀστυάναξ, ἐστέρηται τούτοιν ἀμφοῖν. τῶν δὲ γυναικῶν μία μὲν μήτηρ, εἰς ἣν πρὸ ἔργου ἥκει κατ' εὐθὺ ὁ Ἕκτωρ χάριν εὐχῆς, ὡς προείρηται. ἡ δὲ ἑτέρα, ἡ Ἑλένη, [333] ὁδοῦ πάρεργον εἰς ὄψιν ἐλθοῦσα τῷ Ἕκτορι. ἐλθὼν γὰρ διὰ τὸν ἀδελφὸν καὶ ἰδὼν συγκατεῖδε καὶ αὐτήν. ἡ δὲ τρίτη ἡ ἄλοχος Ἀνδρομάχη ἐστίν. Ὡς δὲ καὶ ἡ ὁμιλία τῶν πέντε τούτων προσώπων ποικίλλεται, οὐδὲ τοῦτο ἀμφιγνοεῖται. Τὰ μὲν γὰρ τῆς Ἑκάβης πάντα σεμνά, ἔτι δὲ καὶ ἀπεριλάλητα. τὰ δὲ τοῦ Ἀλεξάνδρου πλατύτερα καὶ ὑπόκενα, ὡς δεδήλωται. τὰ δὲ τῆς Ἑλένης οὔτε οἴκτου μακράν εἰσι καὶ πρὸς κολακείαν δὲ κωτίλλονται. τὰ δὲ τῆς Ἀνδρομάχης διαλάμπουσιν εὖ μάλα πρός τε σεμνότητα ἱστορικὴν καὶ γλυκύτητα τὴν κατὰ ἀφέλειαν. ἡ δὲ τοῦ παιδὸς ὁμιλία ἐν γλώττης ἀργίᾳ ἑτεροίαν ἡδονὴν φύσει προβάλλεται, ὁποίαν ἐν τοῖς ἐφεξῆς εἰσόμεθα. Ἐπεὶ δὲ καὶ δουλικὰ τῷ ῥηθέντι τόπῳ ἔγκειται πρόσωπα, ἔχει τι καὶ αὐτὰ ποικίλον. Αἱ μὲν γὰρ περὶ τὴν Ἑκάβην ἀμφίπολοι τί ἂν εἶπον ἀολλίζουσαι τὰς γεραίας, οὐ δεδήλωται ὑπὸ τοῦ ποιητοῦ. αἱ δὲ τῆς Ἀνδρομάχης λαλοῦσι βιωτικῶς τῷ δεσπότῃ Ἕκτορι πρὸς ἅπερ ἠρώτηνται. ἡ δὲ τὸν Ἀστυάνακτα φέρουσα λαλεῖ οὐδὲν οὐδ' αὐτή, καθάπερ οὐδὲ τὸ φερόμενον βρέφος. Καὶ αἱ ἐντυχίαι δὲ τῶν προσώπων οὐκ ἀδιάφοροι. Ἑκάβη μὲν γὰρ Λαοδίκην ἐσάγουσα ἐναντίη τῷ Ἕκτορι ἦλθε πρὸς ἐντυχίαν κατὰ τύχην αὐτὸν εὑρηκυῖα, ὁ δὲ Πάρις ἐπίτηδες ἐρευνηθεὶς εὑρίσκεται, ἡ δὲ Ἑλένη ὡς παρακαθημένη τῷ Πάριδι τυχαίως εὕρηται, ἡ δὲ Ἀνδρομάχη σὺν τῷ βρέφει ἐξ ἀποτυχίας εἰς ὁμιλίαν ἥκει τῷ ἀνδρί. Μὴ γὰρ εὑρεθεῖσα οἴκαδε καταλαμβάνει δρόμῳ τὸν Ἕκτορα ἤδη ἐξιόντα τῆς πόλεως. [Ἐναντίη γάρ, φησί, κατὰ τὴν Ἑκάβην ἦλθε, πλὴν οὐχ' ἁπλῶς ἀλλὰ θέουσα.] καὶ τοιαῦτα μὲν καὶ ταῦτα.

(v. 37680) Ὁ δὲ ποιητὴς καὶ τὴν αὐτῷ συνήθη δεξιότητα ἐφερμηνευτικῶς ὑποδηλοῖ, ἔνθα ὁ Ἕκτωρ ἐρωτᾷ τὰς δμῳὰς "πῇ [334] ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο, ἠέ πῃ", ἤγουν ἤ που, "ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθα περ ἄλλαι Τρῳαὶ εὐπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται". Μονονουχὶ γὰρ λέγει, ὡς ἐδύνατο μὲν πλάσαι τὴν Ἀνδρομάχην ἀπελθοῦσαν ἐκ τοῦ οἴκου ἢ εἰς ἀδελφήν τινα τοῦ ἀνδρός, οἷον τὴν Κασάνδραν ἢ τὴν Λαοδίκην, ἢ εἰς μίαν τῶν συννύμφων ἢ ἀλλ' εἰς τὴν Ἀθηνᾶν, ὅπου καὶ αἱ λοιπαὶ Τρῳάδες. οὐκ ἐποίησε δὲ οὕτως. ἀλλὰ τὸ ξενίζον ἐπελέξατο, τουτέστι τὴν εἰς τὸ τεῖχος ἀπέλευσιν. Ἡ δὲ τοιαύτη μέθοδος, ἤγουν ἡ ἀποτυχία μὲν τῶν πολυειδῶν ἐρωτήσεων, μάθησις δὲ τοῦ ἐρωτωμένου ἑνός τινος πράγματος ἑτέρωθεν, πλατυσμόν τε τῇ ποιήσει ἐργάζεται φανερῶς καὶ τὸν νέον δὲ ἀκροατὴν τὰ πραγματικὰ εἰκότα διδάσκει, ἤγουν ὅτι τὸ αὐτὸ καὶ ἓν πρᾶγμα ἔστιν ὅτε κατὰ πολλοὺς τρόπους εἰκὸς γίνεσθαι. Ἐπίτηδες δὲ καὶ τὸν Ἀστυάνακτα τὸ βρέφος τοῦ οἴκου συνεκβάλλει ὁ ποιητής, ἵνα καὶ ἀπ' αὐτοῦ χάρις τις ἐπανθήσῃ τῷ ποιήματι ἀφελέστερον ὡς βρέφους.

(v. 389) Ὅ γε οὐδὲ ἕπεται τῇ μητρὶ κατὰ τὴν ἀμφίπολον, ἀλλὰ φέρεται, καθὰ διασαφεῖ ὁ ποιητὴς ἐν τῷ "φέρει δ' ἅμα παῖδα τιθήνη".

(v. 373) Ἰστέον δὲ ὅτι τὸ "γοόωσα", καθὰ καὶ τὸ αὐτῆς θέμα τὸ γοᾶσθαι, ἔστι μὲν ἐξ ὀνοματοποιΐας, ἀφ' ἧς καὶ ὁ γόος, παράγει δὲ καὶ τὸν παρὰ τοῖς ὕστερον γόητα, εἰπεῖν δὲ ταὐτόν, θρηνώδη ἐπαοιδόν, καθὰ Σοφοκλῆς ὑποδηλοῖ ἐν τῷ "οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι". δῆλον γὰρ ὡς ταὐτὸν θρηνεῖν ἐπῳδὰς καὶ γοᾶσθαι ἐπῳδάς. τοῦτο δὲ σοφοῦ γόητος ἔργον.

(v. 374) Κεῖται δ' ἐν τούτοις καὶ τὸ "τέτμε", λέξις πάντῃ ἄχρηστος τοῖς πεζὰ λαλοῦσιν, οἷον "οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν". καὶ εἴρηται μὲν περὶ αὐτοῦ καὶ ἀλλαχοῦ πλατύτερον, [335] ἐνταῦθα δὲ ἀρκεῖ φάναι καί, ὡς ἐκ τοῦ τέμω τέτομα μέσου παρακειμένου γέγονε κατὰ συγκοπήν, ἵνα ᾖ τὸ τέτμεν ἀντὶ τοῦ συντόμως καί, ὡς εἰπεῖν, ἐν ἐπιτομῇ κατέλαβεν.

(v. 378) Ἰστέον δὲ [ὅτι τε ἀττικίζεται τὸ "ἐς γαλόων" καὶ ἑξῆς, κατὰ τὸ ἐς διδασκάλων, ἵνα λέγῃ ἐς δόμους γαλόων ἢ ἐς θαλάμους εἰνατέρων ἢ ἐς ναὸν Ἀθηναίης. καὶ] ὅτι συγγενικαὶ λέξεις παρ' Ὁμήρῳ ὥσπερ τὸ δαήρ καὶ τὸ ἑκυρός καὶ τὸ πενθερός, οὕτω καὶ ἡ γάλως καὶ ἡ εἰνάτειρ. Δηλοῖ δὲ ἡ μὲν γάλως τὴν τοῦ ἀνδρὸς ἀδελφήν, καθὰ καὶ ἀλλαχοῦ δεδήλωται, ὁποία ἐστὶ τῇ Ἑλένῃ ἡ Κασάνδρα, κατὰ δὲ Αἴλιον Διονύσιον καὶ τὴν τοῦ ἀδελφοῦ γυναῖκα. πρὸς ἀλλήλας γάρ, φησί, λέγονται. Ταύτην δὲ Ὅμηρος τρισυλλάβως λέγει μεσολαβηθέντος τοῦ ο. ὡς γὰρ φῶς φόως, οὕτω γάλως γαλόως. Κλίνεται δὲ ἡ γάλως ἢ ἰσοσυλλάβως ἀποβολῇ τοῦ σ ἢ περιττοσυλλάβως ὡς ἥρωος. Παράγεται δὲ ἢ παρὰ τὸ γάλα διὰ τὸ γαλήνιον καὶ προσηνὲς τῆς κατὰ ἀγχιστείαν ἐγγύτητος, ἢ παρὰ τὸ καλεῖν, ἡ μάλιστα τῶν ἀγχιστευόντων καλουμένη ὑπὸ τῆς γυναικός. Σημείωσαι δὲ ὅτι ἑτερώνυμόν ἐστι συγγενικὸν καὶ ἡ γάλως ἤτοι γαλόως. ἐχρῆν γὰρ εἶναι δάειρα ἐκ τοῦ δαήρ δαέρος. καί εἰσιν οἱ τὴν χρῆσιν ταύτην εἰδότες, ὡς εὐθὺς δηλωθήσεται. Ὅμηρος δέ γε οὐκ εἰδὼς τὴν λέξιν ταύτην γάλως λέγει ἑτερωνύμως, οὐ δάειρα. Λυκόφρων δὲ μέμνηται μὲν Δαείρας, ἣν καὶ παρατίθησι τῇ Περσεφόνῃ ἐν στίχῳ ἑνί. οὐ συγγενικὴν δὲ λέξιν οἶδεν αὐτήν, ἀλλὰ δαιμονίαν. Καὶ δοκεῖ προληπτικῶς ἡ λέξις ὡς θεία ληφθεῖσα σιγηθῆναι παρὰ τῷ ποιητῇ ἐπὶ ἀνθρωπίνης συγγενείας, ὁποῖόν τι καὶ ἐπὶ τῆς τοῦ Διὸς Ἀθηναίας καὶ ἐπὶ γυναικὸς Ἀθηναίας προεδηλώθη. Ὅτι δὲ θεία λέξις τὸ Δάειρα, δηλοῖ ὁ εἰπών· Δάειραν Φερεκύδης ἱστορεῖ Στυγὸς ἀδελφήν. καὶ ἔοικε, φησίν, οὕτως ἔχειν. ἐπὶ γὰρ ὑγρᾶς οὐσίας τάττουσιν [336] οἱ παλαιοὶ τὴν Δάειραν. Διὸ καὶ πολεμίαν τῇ Δήμητρι νομίζουσι. ὅταν γὰρ θύηται αὐτῇ, οὐ πάρεστιν ἡ τῆς Δήμητρος ἱέρεια καὶ οὐδὲ τῶν τεθυμένων γεύεσθαι αὐτὴν ὅσιον. Φαύλως οὖν ὁ Φανόδημος Ἀφροδίτην, φησί, νομίζει τὴν Δάειραν καὶ τὴν αὐτὴν τῇ Δήμητρι λέγει. ἔτι δὲ φαυλότεροι οἱ τὴν Ἥραν δάειραν τῆς Δήμητρος ἀποδιδόντες. δάειρα γάρ, φασίν, ἡ τοῦ ἀνδρὸς ἀδελφή. Τινὲς δὲ φύλακα Περσεφόνης ὑπὸ Πλούτωνος ἀποδειχθῆναί φασι τὴν Δάειραν. Αἴλιος μέντοι Διονύσιος Δαῖραν γράφων δισυλλάβως τὴν Δάειράν φησιν, ὅτι οἱ περὶ τελετὰς καὶ μυστήρια τὴν ὑγρὰν οὐσίαν Δαῖραν ὀνομάζουσι. Δῆλον δὲ ὅτι ἀπὸ δαΐρας γραφομένης διὰ τοῦ ι ἡ ῥηθεῖσα δαῖρα συνῄρηται ὁμοίως κατά τινας τῷ Κάϊρα Καῖρα. καὶ τοιαύτη μὲν ἡ καὶ γάλως καὶ γαλόως. Ἡ δὲ εἰνάτειρ τὴν σύννυμφον δηλοῖ, ὁποία ἡ Ἑλένη τῇ Ἀνδρομάχῃ. γίνεται δὲ παρὰ τὸ εὐνάζειν οἱονεὶ ἡ συνευνάτειρα πρὸς ἄλλην. Αἴλιος δὲ Διονύσιος οὕτω φράζει· εἰνάτερες, αἱ τοῖς ἀλλήλων ἀδελφοῖς γεγαμημέναι, ἃς συννύμφους τινές φασιν. ὥσπερ δὲ εἰνάτειρες αἱ ἐπὶ ἀδελφοῖς σύννυμφοι, οὕτω καὶ ἀέλιοι κατὰ τοὺς παλαιοὺς οἱ ἀδελφὰς γυναῖκας ἔχοντες καὶ πλεονασμῷ τοῦ ι αἰέλιοι, κατὰ τὸ ἀεί αἰεί καὶ [κατὰ τὸ ἀζόκροτος] αἰζόκροτος, ἡ ξηρασία, παρὰ τὴν ἄζην, καὶ ἅψα αἶψα καὶ ἀζηός αἰζηός. Δαὴρ δέ ἐστιν, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη, ὁ τοῦ ἀνδρὸς ἀδελφός, καὶ παρῆκται ἀπὸ τοῦ δαίω, τὸ μανθάνω, ὃν μάλιστα τῶν ἄλλων ἀγχιστέων δέδαεν, ἤτοι μεμάθηκεν, ἡ γυνή. Ἑκυρὸς δὲ ὁ αὐτὸς μέν ἐστι τῷ πενθερῷ. Λέγεται δὲ ἑκυρὸς μέν, ὡς εἰς ἕ, ἤτοι εἰς ἑαυτόν, ἔχων [337] τὴν κύρην ἢ τὸ τῆς ἀγχιστείας κῦρος. Διὸ καὶ δασύνεται κατὰ τὴν ἄρχουσαν παρά γε τοῖς πλείοσιν. ὁ δέ γε συνθεὶς τοὺς κατὰ στοιχεῖον πνευματισμοὺς ψιλοῖ αὐτὸ κατὰ τὸ ἐκεῖνος. Καὶ φασί τινες παρὰ τὸ κῦρος γενέσθαι τὴν λέξιν κατὰ πλεονασμόν, διὸ καὶ ψιλοῦσθαι. Πενθερὸς δὲ ἴσως διὰ τὸ περὶ τοὺς νομίμους πένεσθαι ἔρωτας, ἤτοι ἀσχολεῖσθαι καὶ ἐνεργεῖν, ἐπεντεθέντος τοῦ θ διὰ τὸ εὔφωνον. [Ἰστέον δὲ ὅτι ἐν τοῖς Ἀριστοφάνους τοῦ γραμματικοῦ Συγγενικοῖς εὕρηταί τις διαφορὰ τοῦ ἑκυρός καὶ πενθερός. Φησὶ γάρ, ὡς πενθερὸς μὲν ὁ τῆς γυναικὸς πατὴρ τῷ νυμφίῳ καὶ πενθερὰ ἡ μήτηρ, ἑκυρὸς δὲ ὁ τοῦ ἀνδρὸς πατὴρ τῇ νύμφῃ καὶ ἑκυρὰ ἡ μήτηρ, οἷον τῇ Ἑλένῃ, φησίν, ὁ Πρίαμος καὶ ἡ Ἑκάβη. ἔνθα κεῖται καὶ τό· τινὲς δὲ ποιηταὶ καταφέρονται πολλάκις ἐπὶ τὸ καὶ τοὺς πενθεροὺς γαμβροὺς ὀνομάζειν. Λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι ἡ μὲν Κασάνδρα τῇ Ἑλένῃ γάλως ἐστί, ὁ δὲ Ἕκτωρ δαήρ, αὐτῆς δέ, ἤγουν τῆς Ἑλένης, ὄνομα οὐχ' εὑρίσκεται. καταλείπεται δή, φησίν, ὁριστικῷ λόγῳ ἀδελφοῦ λέγεσθαι γυνή. εἰ δέ τις οἴεται νυὸν αὐτὴν καλεῖσθαι Κασάνδρας καὶ Ἕκτορος, ἀλλ' ὁ αὐτὸς Γραμματικός φησι, ὅτι νυὸς ὡς ἐπὶ πλεῖστον υἱοῦ γυνὴ τῷ πατρὶ καὶ τῇ μητρί, ὡς ἡ Ἑλένη, φησί, τῷ Πριάμῳ καὶ τῇ Ἑκάβῃ.]

(v. 367 s.) Σημείωσαι δὲ ἐν τῷ τόπῳ τούτῳ καὶ εὐλάβειαν τοῦ Ἕκτορος. Ἀλέξανδρος μὲν γὰρ ὁ μαλακὸς θαρρεῖ νικῆσαι διὰ τὸ τὴν νίκην ἐπαμείβεσθαι ἄνδρας, ὡς προερρέθη, [νοῶν ἴσως ἐκεῖνος ἄνδρας οὐ τούς, ὡς ἐρρέθη, ἀνδρείους, ἀλλὰ τοὺς φύσει ἁπλῶς ἄρρενας.] Ἕκτωρ δὲ ὁ τηλικοῦτος ἀμφιβόλως ἔχει, ἐάν, ὡς προερρέθη, ὑπότροπος ἔλθῃ ἢ ὑπὸ χερσὶ Δαναῶν δαμασθῇ.

(v. 365 s.) Ὅρα δὲ καὶ ἁπλότητα ἡρωϊκὴν ἐν τοῖς τοῦ Ἕκτορος πρὸς τὴν Ἑλένην λόγοις, ἔτι δὲ καὶ σύνεσιν. Δυνάμενος γὰρ λαθεῖν ὅμως ἐκφαίνει τῇ Ἑλένῃ, ὡς εἰσελεύσεται οἴκαδε, "ὄφρα ἴδηται", ὡς εἴρηται, "οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν", εὖ εἰδὼς ὅτι οὐ μεμπτέος ἔσται ἀνδρὶ καὶ γυναικὶ ἐπὶ τοσοῦτον παρ' ἀλλήλοις μένουσιν ὁ πρὸς βραχὺ τοῖς οἰκείοις ἐντευξόμενος. καὶ ἄλλως γὰρ οἱ μὲν εἰκῇ συμμένουσιν, αὐτὸς δὲ τοὺς οἰκείους ἰδεῖν θέλει οὐ κατὰ τρυφήν, ἀλλά που, ὡς ἐρρέθη, συνταξόμενος τὰ [338] ἐπιθανάτια διὰ τὸ μὴ θαρρεῖν ὡς ὑπότροπος ἵξεται. Διὸ καὶ τοὺς οἰκῆας προέθετο τῆς ἀλόχου καὶ τοῦ παιδίου, ὡς οὐ κατὰ ἔρωτα εἰς οἶκον ἐλευσόμενος, ἀλλ' ἐφ' ᾧ συντάξασθαι ἅπασιν. Ἐνταῦθα δὲ καὶ σχῆμά ἐστι σύνηθες προεκθέσεως, προαναφωνοῦν τί ποιῆσαι μέλλει ὁ Ἕκτωρ μετὰ τὴν ἐντυχίαν τοῦ Πάριδος.

(v. 380) Εὐπλόκαμον δὲ δεινὴν θεὸν τὴν Ἀθηνᾶν λέγει ἐνδεικνύμενος μὴ καταρριπτεῖσθαι τὸ φοβερὸν τῷ περιουσιασμῷ τῶν τριχῶν. διὸ καὶ οἱ Ἀχαιοὶ οὐκ ἀπηξίουν εἶναι καρηκομόωντες. Τινὲς δέ γε οὐ τὴν Ἀθηνᾶν ἀφιᾶσιν εὐπλόκαμον λέγεσθαι, ἀλλὰ γράφουσι "Τρῳαὶ ἐϋπλόκαμοι". Δῆλον δὲ ὡς προϋπάρχει τοῦ πλοκάμου ὁ πλόκος, ὡς καὶ τοῦ ὀρχάμου ὁ ὄρχος, ἐξ οὗ διχῇ νοουμένου πῇ μὲν ὄρχαμος, πῇ δὲ ὄρχατος παράγεται. Χρῆσις δὲ πλόκου καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ "τόνδ' ἐγὼ τέμνω πλόκον". Τὸ δὲ δεινὴν προσρηθῆναι τὴν Ἀθηνᾶν συντελεῖ τι καὶ εἰς τὸ τὴν δεινότητα ὑπὸ τῶν ὕστερον σοφῶν δοξασθῆναι εἰς ταὐτὸν τῇ φρονήσει ποτὲ ἥκειν. Δεινότης γὰρ ἡ μὲν ἐπ' ἀγαθῷ φρόνησιν ὅσα καὶ μήτηρ ἀπογεννᾷ, ἧς θεράποντες Νέστωρ καὶ Ὀδυσσεὺς καὶ οἱ κατ' αὐτούς, ἡ δὲ ἀνάπαλιν πονηρίαν ἀποκυΐσκει ὁποῖα καί τι ἀμβλωθρίδιον, ἧς ὑποδρηστὴρ Πάνδαρος εἰς οὐκ ἀγαθὸν τῆς κατ' αὐτὸν Ἀθηνᾶς, ὡς ἔγνωσται, ἀπονάμενος. ὡς οὐδὲ οἱ λοιποὶ τοιοῦτοι ὄναιντο ἄν ποτε. Ἄλλως δὲ ῥητορικώτερον δεινὴν Ἀθηνᾶν κατὰ ἦθος βαρὺ ὁ Ἕκτωρ φησίν, ὡς τοιαύτην οὖσαν τοῖς Ἰλιεῦσι καὶ διὰ τοῦτο καὶ ἱκετευομένην. Διὸ καὶ εἰπὼν αὐτὴν δεινὴν ἐπήγαγεν εὐθὺς τὸ ἱλάσκονται. ὡς μὴ ἂν ἱλασμοῦ γινομένου, εἰ μὴ δεινὴ θεὸς ἦν αὐτή. [Πρωτότυπον δὲ τοῦ ἱλάσκεσθαι τὸ ἱλάεσθαι. ἱλάω γάρ, οὗ μέλλων ἱλάσω, ἐξ οὗ πλεονασμῷ συνήθει τοῦ κ ἱλάσκω. [339] θεῖαι δὲ λέξεις ὥσπερ τὸ ἱλάω, οὕτω καὶ τὸ ἱλάσκω καὶ τὸ ἵληθι καὶ ὁ ἵλαος κοινῶς καὶ ὁ ἵλεως Ἀττικῶς, ἐξ ὧν καὶ τὸ ἱλαρύνειν καὶ ὁ ἱλαρός. Διασημαίνεται γὰρ ἐν τούτοις θειοτέρα τις ἐπισκοπὴ καί, ὡς εἰπεῖν, ἐποπτεία ἢ ἐφορεία. Ἱλάω γὰρ τὸ ἵεμαι λάειν, ἤγουν ἐφίεμαι καὶ ὁρμῶ ἐπιβλέπειν. λάειν γὰρ τὸ βλέπειν. καὶ ἵλαος ἐντεῦθεν ὁ πρόθυμος ἐποπτεύειν τοὺς δεομένους. τοιαύτης δὲ σημασίας καὶ τὰ τούτοις σύστοιχα.]

(v. 386) Μέγαν δὲ πύργον Ἰλίου λέγει ἐφ' ὃν ἡ Ἀνδρομάχη ἔβη, ὡς καὶ τὸ ἄστυ παρακατιὼν μέγα φησί. πλὴν πύργος μὲν καθ' ὕψος μέγας, ἄστυ δὲ κατὰ τὸ καὶ εἰς πλάτος εὐρύχωρον.

(v. 389) Τὸ δὲ μαινομένη ἐνθουσιᾶν δηλοῖ τὴν γυναῖκα πρὸς ὁρμὴν τῷ τοῦ ἀνδρὸς πόθῳ, οὗ ἡ ἐπίτασις μανίᾳ ἔοικε, καθὰ δηλοῖ καὶ τὸ "μαίνεται δ' ὑφ' ἡδονῆς" παρὰ Σοφοκλεῖ. [Ὅτι δὲ οὐκ ἐν τάξει ἐβημάτιζεν ἡ Ἀνδρομάχη ἐπὶ πύργον βαίνουσα, δρόμῳ δὲ συντόνῳ ἐχρᾶτο, ὡς εἰ καὶ ἐμαίνετο, δηλοῖ καὶ μετ' ὀλίγα Ὅμηρος ἐν τῷ "ἐναντίη ἦλθε θέουσα Ἀνδρομάχη". Παραβολικὸν δὲ τὸ μαινομένη, γοργότατα φρασθὲν διὰ τὸ μηδὲ χρῆναι πλατυνθῆναι. διασαφητικὸν δὲ αὐτοῦ τὸ "ἐπειγομένη ἀφικάνει", ἐπὶ τὸ τεῖχος δηλαδὴ ἡ Ἀνδρομάχη.]

(v. 394) Ὅτι πολύδωρον ἄλοχον τὴν Ἀνδρομάχην λέγει ὡς πολύπροικον, ἐπίθετον τοῦτο θέμενος αὐτῇ πρέπον περικαλλεῖ γυναικὶ καὶ ἐξ εὐγενῶν καὶ πλουτούντων καταγομένῃ καὶ οἵων τε δῶρα προικῷα πολλὰ διδόναι φίλῃ θυγατρί. Τὸ μέντοι κύριον ὁ Πολύδωρος ἄλλον τρόπον οὕτω καλεῖται, ὡς πολλὰ δῶρα λαβὼν ἐκ φύσεως κατὰ τὴν περιᾳδομένην Πανδώραν. καὶ ἐνταῦθα μὲν ἀόριστα τὰ δῶρα, ἐν δὲ τῷ "γυναῖκες ἀλφεσίβοιαι" εἰδοπεποίηται. [Ἔτι δὲ εἰς πλέον ἐν [340] τῷ "πρῶθ' ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι' ὑπέστη, πολλὰ δ' ἔδωκε". Πολυδάπανοι γὰρ ἀληθῶς αἱ κόραι. ὅθεν παροιμία ἀστεία τὸ "παῖς μοι τριτογενὴς εἴη, μὴ τριτογένεια", ἤγουν υἱός, μὴ θυγάτηρ. Χρήσιμον δ' ἐνταῦθα καὶ Ἡσιόδου τὸ "μουνογενὴς δὲ πάϊς εἴη φερβέμεν" καὶ ἑξῆς.]

(v. 395-397) Ὅτι καινοπρεπεῖ ἐπαναλήψεως ὁ ποιητὴς κἀνταῦθα κέχρηται σχήματι, ὅπερ σόλοικον μὲν οὐκ ἄν ‑ οὐ γὰρ ἄκοντος Ὁμήρου ἐκπίπτει οὐδὲ τὸ τῶν ὀδόντων ἕρκος ἐκφεύγει ‑ , σολοικοφανὲς δὲ εἴποι τις ἄν. Ἔστι δὲ τοιοῦτον "Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος", εἶτα ἐπιφέρει ἀκαταλλήλως εὐθεῖαν "Ἠετίων, ὃς ἔναιεν Ὑποπλάκῳ ὑληέσσῃ, Θήβῃ Ὑποπλακίῃ, Κιλίκεσσιν ἄνδρεσιν ἀνάσσων". Ὤφειλε γὰρ ὁμοιοπτώτως ἐπαναλαβεῖν· "Ἠετίωνος, ὃς ἔναιεν ἐν Θήβῃ", ὁ δὲ τὸν ἀκροατὴν ἐπιστρέφων τῷ καινῷ τοῦ σχήματος ἤρξατο ὡς οἷον ἀπ' ἀρχῆς διηγούμενος οὕτως· Ἠετίων ἦν τις, ὃς ἔναιε, καὶ τὰ ἑξῆς. Τοιοῦτον σχῆμα καὶ τῆς β ῥαψῳδίας ἐν τῷ "φημὶ κατανεῦσαι τὸν Δία, ἀστράπτων ἐπιδέξια". Ἔδει μὲν γὰρ εἰπεῖν ἀστράπτοντα, ὁ δὲ καινῶς ἐπέβαλε καὶ ἐκεῖ ὡς ἀπ' ἀρχῆς ἄλλης ἀφηγηματικῶς, οἷον ὅτι ἀστράπτων ἦν ὁ Ζεὺς ἐκ τῶν δεξιῶν. Καὶ ὅτε δὲ τοὺς τοῦ Ῥήσου ἵππους ἐκφράζει ὁ ποιητής, ὁμοίῳ χρῆται σχήματι, ὡς κατὰ τόπον ῥηθήσεται, διὰ τὸ καὶ ἐν τοῖς τοιούτοις ἵπποις ξενίζον. Σημειοῦνται δὲ οἱ παλαιοί, ὅτι τὰ καινὰ καινῶς φράζει ὁ ποιητής.

(v. 397) Θήβην δὲ Ὑποπλακίην μὴ τὴν αὐτὴν μὲν τῷ Ἀτραμυτείῳ νομιστέον κατά τινας, ἐγγὺς δ' ὅμως ἐκείνου, καὶ ὡς εἰπεῖν Ἀτραμυτηνὴν κατὰ χώρας περιοχήν. Λέγει οὖν καὶ ὁ Γεωγράφος Ἀτραμυτηνὴν καὶ αὐτὴν καὶ τὴν Χρῦσαν, ἠρημῶσθαι δὲ ἀμφοτέρας. καὶ Ἡρόδοτος δὲ διαιρεῖ Θήβης πεδίον εἰπὼν καὶ Ἀτραμύτειον πόλιν. Ἕτεροι δὲ καὶ τοιαῦτα ἱστοροῦσι. [341] Θήβη θυγάτηρ γέγονεν Ἀδραμύστιος, ἀνδρὸς Πελασγοῦ, τοῦ τὴν Ἀδραμυστίαν ὁμώνυμον ἑαυτῷ κτίσαντος, ἣν οἱ ὕστερον Ἀδραμύτιον μετεκάλεσαν εὐφωνότερον. Ταύτης τῆς Θήβης τὸν γάμον ἐν γυμνικῷ ἀγῶνι ὥρισεν ὁ πατὴρ τῷ ἀριστεύσαντι. παρατυχόντα δὲ Ἡρακλέα νικῆσαί φασι καὶ λαβεῖν τὴν Θήβην εἰς γυναῖκα καὶ κτίσαι πόλιν ὁμώνυμον αὐτῇ, Πλακίαν τε ἐπικαλουμένην καὶ Ὑποπλακίαν διὰ τὸ κεῖσθαι ὑπὸ ὄρος τὸ Πλάκιον, ἀφ' οὗ ὄρους καὶ ἡ χώρα Ὑπόπλακος ὑλήεσσα κατὰ τὸν ποιητήν. Ὅρα οὖν ὅτι τὸ μὲν "Ὑποπλάκῳ ὑληέσσῃ" τοῦ ὅλου ἐστὶ δηλωτικόν, τὸ δὲ "Θήβῃ Ὑποπλακίῃ" τὸ μέρος δηλοῖ, τουτέστι τὴν πόλιν. Περὶ δὲ Θηβῶν Ὑποπλακίων καὶ ἐν Βοιωτίᾳ εἴρηταί τι, ἔνθα καὶ ἀπαρέσκεται ὁ Πορφύριος ὄρος εἶναι Πλάκιον. Εἴπερ δέ ἐστιν, ὡς ὁ πλείων λόγος κρατεῖ, ἀπὸ τῆς πλακὸς ἔχει τὴν κλῆσιν, ὡς καὶ ἡ ὑποπλακία Θήβη καὶ ἡ ὑλήεσσα ὑπόπλακος, ὅ ἐστιν ἡ ὀρεινὴ καὶ δασεῖα. Πλάκες δέ, φασί, πάντα τὰ πλατέα. ὅθεν καὶ τὸ πέμμα ὁ πλακόεις καὶ ἐν συναιρέσει πλακοῦς. Διὸ οὐδ' ἐξ ἀνάγκης λιθώδεις πᾶσαι πλάκες κατὰ τὸ "ἱερὴν ὑποπλάκα Σουνίου", ἀλλὰ καὶ ἑτέρως πλατεῖαι καὶ γόνιμοι, ὁποία καὶ ἡ παρὰ τῷ Εὐριπίδῃ σπειρομένη ἀρίστη Χεροννησία πλάξ. Κίλικες δὲ οὗτοι, ὧν Ἠετίων ἄρχει καθ' Ὅμηρον, πάντως ἕτεροί εἰσι τῶν περὶ τὴν νῦν μεγάλην Κιλικίαν, περὶ ὧν καὶ προείρηται. Ὁ δὲ Γεωγράφος περὶ τῆς τοιαύτης Κιλικίας [342] καὶ τοιαῦτά φησιν· Ἀδραμυτηνὴ ἡ Θήβη διέχουσα Ἀδραμυτείου σταδίους ἱκανούς, πλησίον δὲ αὐτῆς ἡ Κίλλα. καὶ ὅτι Κίλλας ἡνίοχος ἡγήσατο τῶν τόπων, ἀφ' οὗ ἴσως ἡ ἐκεῖ Κίλλα ὠνόμασται. Ὁ δ' αὐτός φησι καὶ ὅτι κάμψαντι τὸ Λεκτὸν ἐλλογιμώταταί εἰσι πόλεις Αἰολέων καὶ ὁ Ἀδραμυτηνὸς κόλπος, ἐν ᾧ πολλοὶ τῶν Λελέγων καὶ οἱ διττοὶ Ὁμηρικοὶ Κίλικες, ἐνταῦθα δὲ καὶ ὁ Μιτυληναίων αἰγιαλός. Πῶς δὲ διττοὶ οἱ ῥηθέντες Κίλικες, ὁ αὐτὸς δηλοῖ, λέγων ὅτι μετὰ τοὺς Λέλεγας, τοὺς Τρωϊκοὺς δηλαδή, περὶ ὧν ἐρρέθη οὐ πρὸ πολλοῦ ἐν τοῖς περὶ Πηδάσου, οἱ καθ' Ὅμηρον Κίλικες κατὰ τὴν Ἀτραμυτηνὴν παραλίαν. διῃροῦντο δὲ εἰς δύο δυναστείας, τὴν ὑπὸ τῷ Ἠετίωνι καὶ τὴν ὑπὸ τῷ Μύνητι, ὃς ἦρχε Λυρνησσοῦ, ἣν διὰ τοῦτο καὶ πόλιν Μύνητός που ἐρεῖ ἡ πατριῶτις αὐτῆς Βρισηΐς. Ἰστέον δὲ καὶ ὅτι διαφόρους γραφὰς ἀποφέρεται τὸ ῥηθὲν Ἀδραμύτειον, καθὰ καὶ Στέφανος παραδίδωσιν ἐν τοῖς Ἐθνικοῖς. καὶ γὰρ καὶ μετὰ τοῦ δ λέγεται Ἀδραμύτειον, καὶ μετὰ τοῦ τ Ἀτραμύτειον, ὡς καὶ τοῦ ῥηθέντος κτήτορος αὐτοῦ ἴσως οὕτω διφορουμένου, καὶ τὴν παραλήγουσαν δὲ διά τε δύο τ ἔχει καὶ δι' ἑνός, ἔτι δὲ καὶ διὰ διφθόγγου καὶ διὰ μόνου διχρόνου.

(v. 398) Ὅτι ἔχει μὲν ὁ ἀνὴρ γυναῖκα, ἔχεται δὲ γυνὴ τῷ ἀνδρί, ὡς ἡ Ἀνδρομάχη ἐνταῦθα τῷ Ἕκτορι.

(v. 399) Ὅτι εἰ καὶ Ἀλέξανδρος ἐπὶ μακρὸν ἔμεινε παρὰ τῇ γυναικί, ἀλλ' ὁ καλὸς Ἕκτωρ οὐχ' εὑρὼν οἴκοι, καθὰ καὶ προείρηται, τὴν γυναῖκα οὐκ ἀναμένει, ἄπεισι δὲ κατὰ σπουδὴν προτιμώμενος τῶν ἰδίων τὴν κοινὴν βοήθειαν. αὐτομάτως μέντοι εὑρίσκει τὴν γυναῖκα καὶ τὸ αὐτοῦ βρεφύλλιον, οὐ κατὰ ἔργον ὁδοῦ. Καὶ οὕτως ὁ ποιητής, οἷος αὐτὸς καινῶν θεωρημάτων εὑρετής, παρεντίθησιν, ὡς οὐκ ἂν ἐλπίσῃ τις, τῇ ποιήσει καὶ τὸ τῆς ἡρωΐνης ταύτης ἐπεισόδιον καὶ γλυκαίνει, ὡς ἐρρέθη, τὸν ἀκροατὴν πολυειδῆ τινα ὁμιλίαν παρεντιθείς. Εἰς μυρία [343] γὰρ τῷ ποιητῇ ἐχρησίμευσε τὸ ἀπελθεῖν τὸν Ἕκτορα εἰς τὴν πόλιν. δίχα γὰρ τῶν ἄλλων παρεισέδυ οὕτως ἀναγνωρισμὸς Γλαύκου καὶ Διομήδους, ὅθεν ἱστορίας πολὺ χύμα ἔρρευσεν. ἐκεῖθεν δὲ καὶ περὶ οἴνου ἐφιλοσοφήθη τὰ δέοντα καὶ περὶ Σιδονίων ἱστορήθη τινά, ἔτι δὲ καὶ περὶ Ἑλένης καὶ περὶ Ἠετίωνος καὶ περὶ Ἀνδρομάχης. γλυκανεῖ δὲ τὴν ποίησιν καὶ τὸ βρεφύλλιον τοῦ Ἕκτορος, καί, τὸ ὅλον εἰπεῖν, εὖ πεποίηται ὁ Ἕκτωρ ἀπελθὼν τῆς μάχης. Ἱλαρύνθη γὰρ οὕτω τῆς ποιήσεως ἡ σκυθρωπότης καὶ ἀπονιψαμένη τοῦ λύθρου τῶν πιπτόντων τοῖς ἐπεισοδίοις διεγέλασεν.

(v. 399-401) Ὅτι περὶ τοῦ ὑποτιτθίου Ἑκτορέου παιδὸς οὕτω φράζει ὁ ποιητής "ἅμα δ' ἀμφίπολος κίεν αὐτῇ παῖδ' ἐνὶ κόλπῳ ἔχουσ' ἀταλάφρονα, νήπιον αὕτως, Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον", ἤγουν ὅμοιον, "ἀστέρι καλῷ", οὐ μὴν ἡλίῳ εἴτε σελήνῃ. οὐ γὰρ ἔπρεπε βρεφυλλίῳ τοιοῦτον ἐπίθετον. Καὶ σημείωσαι [ὅτι τε καθὰ τῇ Ἀνδρομάχῃ ἀμφίπολος ἀκολουθεῖ ἔξω, οὕτω κατὰ τοὺς παλαιοὺς καὶ ἐν τοῖς ὕστερον ἠκολούθει ἐξιούσῃ τῇ δεσποίνῃ μία θεραπαινίς, καὶ] ὅτι χρήσιμα εἰς ἀγαθοῦ βρέφους ἔπαινον τὸ "ἀταλάφρονα νήπιον ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ". Τὴν δὲ ῥηθεῖσαν ἀμφίπολον καὶ τιθήνην ἀνωτέρω ἔφη καὶ ταμίην, [τὸ μὲν ἐκ τῆς κατ' οἶκον ἐνεργείας, ὁποία ἐν Ὀδυσσείᾳ ἡ τῆς Εὐρυκλείας καὶ τῆς Εὐρυνόμης, τὸ δὲ διὰ τὸ θηλάζειν τὸν βασιλικὸν παῖδα. Ἔφη γάρ "φέρει δ' ἅμα παῖδα τιθήνη", γυνὴ ταμίη. Γίνεται δὲ ἡ τιθήνη παρὰ τὸ θῶ θήσω, τὸ θηλάζω, ἀναδιπλασιασμῷ δυσφώνῳ καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν διὰ καλλίονα φωνήν. Τὴν δὲ τιθήνην καὶ τιθηνόν φασιν οἱ παλαιοί, λέγοντες καί, ὅτι τιτθή καὶ τροφός [344] καὶ τιθήνη διαφέρουσι παρὰ τοῖς μὴ πενιχροῖς. Τίτθαι μὲν γὰρ βαρυτόνως ἢ τιτθαί ὀξυτόνως αἱ τοὺς τιτθοὺς παρέχουσαι, ὅπερ ἐστὶ μαστούς, ἐξ ὧν καὶ βρέφος ὑποτίτθιον τὸ ὑπομάζιον. Τιθηνοὶ δέ, ἔτι δὲ καὶ τροφοί, ὧν τὸ ἀρσενικὸν οἱ τροφεῖς, αἱ τὸν ἄλλον, φασί, πόνον μετὰ τὸν ἀπογαλακτισμὸν ἀναδεχόμεναι ἤγουν περιφέρουσαι προσπαίζουσαι τοῖς τροφίμοις καὶ ἄλλως ἐπιμελῶς ἐκτρέφουσαι. καὶ τοιαῦτα μὲν ταῦτα. Ὁ δὲ τιτθὸς πλεονασμὸν ἔχει τοῦ τ ἐπίτηδες διὰ τραχυφωνίαν. γίνεται γὰρ ἀπὸ τοῦ ἐντίθεσθαι στόμασι βρεφικοῖς.]

(v. 400) Ἔστι δὲ ἀταλάφρων ὁ μὴ τάλας ἢ τλήμων ἀλλ' ἔτι φρονεῖν ἁπαλός. Τὸ δὲ αὕτως εἰ μὲν ἀντὶ ‹τοῦ› οὕτω λαμβάνοιτο, περιττὸν κεῖται, ὃ καὶ ἄλλαι, ὡς καὶ προεδηλώθη, λέξεις πάσχουσιν. εἰ δὲ μάλιστα τὸ ὡσαύτως σημαίνει, ἐκ παραλλήλου ἑρμηνεύει κεῖσθαι τὸ ἀταλάφρονα καὶ τὸ νήπιον, ἵνα εἴη ὁ παῖς καὶ ἀταλάφρων ὁμοίως καὶ νήπιος. ἀντὶ τοῦ μάτην γὰρ αὐτὸ νοῆσαι οὐκ ἐγχωρεῖ.

(v. 402) Λέγει δ' ἐνταῦθα ὁ ποιητὴς καὶ ὅτι ὁ Ἕκτωρ μὲν μετριοφρονῶν Σκαμάνδριον ἐκάλει τὸν παῖδα ὁμωνύμως ἀνδρί τινι Τρωϊκῷ, οὗ καὶ αὐτοῦ ἐμνήσθη ὁ ποιητής, κατὰ παρωνυμίαν τὴν ἀπὸ τοῦ ποταμοῦ Σκαμάνδρου, ὥσπερ καὶ Σιμοείσιός τις παρὰ τῷ ποιητῇ παρωνυμεῖται τῷ Σιμόεντι ποταμῷ, καί τις Ἰδαῖος τῇ Ἴδῃ τῷ ὄρει. καὶ οὕτω μὲν ὁ Ἕκτωρ.

(v. 403) Οἱ δὲ Τρῶες χάριτας εἰδότες τῷ προμάχῳ πατρὶ Ἀστυάνακτα τὸν υἱὸν ἐκάλουν τρόπῳ διωνυμίας, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται, οὐχ' ὅτι ὁ οὕτω νήπιος τοῦ ἄστεος ἄναξ ἦν τῆς Ἰλίου ἤτοι φροντιστὴς καὶ ἀνακῶς ἤγουν ἐπιμελῶς ἔχων αὐτῆς, εἰ καὶ ὁ Ἕκτωρ ἐπεύξεται Ἰλίου ἶφι ἀνάσσειν αὐτόν, ἀλλὰ διὰ τὸν πατέρα, ἐπειδή, φησί, μόνος ἐρύετο Ἴλιον Ἕκτωρ. Καὶ ὅρα ὅπως ἐτυμολογεῖ καὶ τὸν Ἀστυάνακτα τρόπῳ ποιητικῷ. Ἰστέον δὲ ὅτι καὶ διὰ τὰ τῶν πατέρων καὶ προγόνων ἔργα ἐτίθετό ποτε ὀνόματα τοῖς ἐπιγόνοις. Τὴν γοῦν Μάρπησσαν Ἀλκυόνην καλεῖσθαί φησί που Ὅμηρος ἐπώνυμον διὰ τὸ [345] τὴν μητέρα αὐτῆς ποτε πολλὰ πενθῆσαι δίκην ἀλκυόνος, καὶ τῷ Ὀδυσσεῖ δὲ ὁ πάππος Αὐτόλυκος τὸ τοιοῦτον ὄνομα ἔθετο, διότι πολλοί, φησίν, ἐμοὶ ὠδύσαντο, τουτέστιν ὠργίσθησαν, κατὰ γῆν, ὡς κλέπτοντι τὰ ἐκείνων. οὕτω γὰρ βούλεται ὁ ποιητὴς ἐτυμολογεῖσθαι τὸν Ὀδυσσέα, ὡς ἡ Ὀδύσσεια δηλοῖ. Ὅτι δὲ χαίρουσιν ἐτυμολογεῖν ἐν καιρῷ, καθάπερ οἱ ἄλλοι σοφοί, οὕτω καὶ οἱ ποιηταί, οὐκ ἄδηλόν ἐστιν. οἳ τὰ μὲν ὡς ἐκ παρόδου καὶ οὐ κατὰ πλάτος ἐτυμολογοῦσιν, ἀλλ' ὡς ἂν συνήσει ἀγχίνους ἀκροατής, τὰ πολλὰ καὶ ἓν πρὸς ἓν φράζοντες ἐτυμολογικῶς, ὡς ἔστι μυρία ἐκ τῶν Ὁμηρικῶν ἀναλέγεσθαι, καθὰ καὶ Πορφύριος ἐπισημαίνεται. τὰ δὲ καὶ πλατικώτερον προάγουσιν, ὡς ἔχει καὶ τὰ προσεχῶς εἰρημένα. Τοιοῦτος δὲ καὶ Ἡσίοδος ἔν τε ἄλλοις καὶ ἐν οἷς τὴν Πανδώραν ἐτυμολογεῖ, καὶ ἔνθα δὲ τὴν φιλομειδῆ καὶ τὴν Κυθέρειαν, τὸ μὲν ὅτι Κυθήροις προσεπ‹έ›λασε, τὸ δ' ὅτι μηδέων ἐξεφαάνθη, ὅ ἐστιν αἰδοίων τῶν τοῦ Κρόνου, καὶ ὅπου δὲ τὸν παρὰ τοῖς ἄλλοις Ὀϊλέα τετρασυλλάβως καλούμενον Ἰλέα τρισυλλάβως αὐτὸς λέγειν ἐθέλων φησὶν οὕτως αὐτὸν κληθῆναι, οὕνεκα νύμφην εὑράμενος ἵλεων μίχθη ἐρατῇ φιλότητι. Ὅθεν ἔστι συνιδεῖν ὅτι κατὰ πλεονασμὸν τοῦ ο ἐκ τοῦ Ἰλεύς γέγονεν ὁ Ὀϊλεύς, ὁμοίως τῷ κέλλω ὀκέλλω, κλῶ κλάζω ὀκλάζω, ἔτι δὲ καὶ τῷ Βριάρεως Ὀβριάρεως, ὡς τεχνογραφεῖ Ἡρῳδιανός. καὶ οὕτω μὲν Ἡσίοδος. Εὐριπίδης δὲ τὸν Οἰδίπουν ἐτυμολογῆσαι θελήσας ἐπέκρυψε μὲν τὸ σαφές, ὃ δὴ ἀρετὴ ἐτυμολογίας ἐστίν, ἀσαφῶς δὲ χρυσοδέτοις αὐτὸν περόναις ἐπίσημον ἔφη, δι' ὧν δηλαδὴ ἐξοιδηθέντες οἱ πόδες ὄνομα πεποιήκασιν αὐτῷ.

(v. 404) Ὅτι μὴ ἔχων ὁ Ἕκτωρ τὸν νήπιον Ἀστυάνακτα προσειπεῖν μειδιάματι φιλοφρονεῖται αὐτόν, ᾧ καὶ μόνῳ δεξιούμενοι τὰ βρέφη προσαγορεύομεν, λόγου μὲν οὐ συνιέντα, τὴν δὲ ὄψιν γνωρίζοντα. Φησὶ γὰρ "μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ".

(v. 405) Ἀνδρομάχη μέντοι ἄγχι παρίστατο δακρυχέουσα. καὶ οὕτω μερίζονταί [346] πως οἷον ἀμφότεροι τὸν κλαυσίγελων. Ἀλλ' ὅτε ἰδὼν τὸν τῆς περικεφαλαίας λόφον ὁ παῖς μετ' ὀλίγα ἐτάρβησε καὶ πτοηθεὶς συνεστάλη, τότε δὴ ὁ πατήρ τε καὶ ἡ μήτηρ ἐξεγέλασαν τῷ δέει τοῦ παιδὸς αὐτοὶ ἀντεπεξαγαγόντες τὸν γέλωτα. Καὶ ὅρα ὅπως πιθανῶς ὁ ποιητὴς διαφόροις πάθεσι τὸ χωρίον τοῦτο κατεκέρασε, μειδιάματι, δάκρυσι, δέει, γέλωτι. ἡ δὲ γλυκύτης καὶ τὸ ἐνδιάθετον ῥητορείαν ἐθέλει μακράν. Ἰστέον δὲ ὅτι τε καθὰ μειδιάματι, οὕτω δὴ καὶ δακρύοις ἔστι πως προσφωνεῖν κατὰ τὸ "προσεῖπε δακρύοις ὥστε σημῆναι φίλα", καὶ ὅτι καὶ διὰ νεύματος ἔστι γενέσθαι τὸ αὐτό, καὶ ὅτι τὸ μὲν Ὁμηρικὸν βρέφος ἔδεισεν, ὡς ἐρρέθη, παρὰ δὲ Ἡροδότῳ φέρουσα γυνὴ δέδωκέ τινι παιδίον, τὸ δὲ προσεγέλασε, φησί, τῷ λαβόντι, καὶ ὅτι τὸ μείδησεν ἀπὸ ἐνεστῶτος γίνεται διφορουμένου. Λέγεται γὰρ καὶ μειδῶ μειδιῶ, ὥσπερ κατηφῶ καὶ κατηφιῶ, καθὰ καὶ πρὸ μικροῦ γέγραπται.

(v. 407) Ὅτι τὸ "δαιμόνιε φθίσει σε τὸ σὸν μένος", ὃ Ἀνδρομάχη πρὸς τὸν ἄνδρα φησί, ἁρμόζει παντὶ θρασυνομένῳ ὑπὲρ τὸ δέον.

(v. 408-410) Ἐφεξῆς δὲ τὸ "οὐδ' ἐλεαίρεις παῖδά τε νηπίαχον καὶ ἔμ' ἄμμορον, ἣ τάχα χήρη σεῦ ἔσομαι" γυναικὸς λόγοι πρὸς ἄνδρα ὁρμῶντα εἰς κίνδυνον.

(v. 407) Ὅρα δέ, φασί, πῶς τὸ σὸν εἶπε μένος, οὐ μὴν πολέμιός τις καὶ ἀριστεύς, ὡς εἴγε πεσεῖν τὸν Ἕκτορα ἐν πολέμῳ ἀνάγκη, οὐχ' ἕνα τινὰ τοῦτο ποιήσειν ἡ Ἀνδρομάχη φησίν, ἀλλὰ τὸ Πανελλήνιον. "Τάχα γάρ σε κατακτανέουσι", φησίν, "Ἀχαιοὶ πάντες ἐφορμηθέντες". οὕτω μεγάλα φρονεῖ περὶ τοῦ ἀνδρός. Ἐπαινοῦσι δ' ἐνταῦθα οἱ παλαιοὶ καὶ τὸ "δαιμόνιε", παρασημειούμενοι, ὡς οὔτε "Ἕκτορ" οὔτε "ἄνερ" οὔτε τι τοιοῦτον ἕτερον προσεῖπεν αὐτόν, ἀλλὰ "δαιμόνιε", ὅπερ θυμὸν ἐμφαίνει καὶ εὔνοιαν. Θαυμάζει μὲν γάρ, φασί, τὴν ἰσχὺν τοῦ ἀνδρός, τὸ δὲ θράσος οὐκ ἐπαινεῖ, ὃ καὶ ὀκνήσασα ὀνομάσαι διὰ τὸ δύσφημον μένος εἶπεν ἀντ' αὐτοῦ. [Οὐκοῦν ἀληθῶς μέσως ἐνταῦθα εἴρηται τὸ δαιμόνιε, ὥσπερ καὶ μετ' ὀλίγα τὸ "δαιμονίη" ἐν τῷ "δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο". οὔτε γὰρ μακαριότητα μόνην οὔτε μὴν ἀθλιότητα κατὰ μόνας ἐν τούτοις ἔστι νοεῖν, ἀλλά τι κρᾶμα ἐξ ἀμφοῖν. Ὁ μέντοι δαίμων, ὥσπερ δὴ καὶ ἡ μοῖρα [347] καὶ ἡ τύχη ἄλλως λέγονται μέσαι λέξεις, καὶ ὡς ἐπὶ πολὺ μὲν τῷ εὖ καὶ τῷ δυς διακρίνονται εἰς ὃ νοοῦσιν, ἔστι δὲ ὅτε καὶ ἁπλᾶ ὄντα τῇ κατ' ἔννοιαν ἀκολουθίᾳ διευκρινοῦνται. Δαίμων γοῦν εὐροεῖν, καὶ δαιμόνιος δὲ Ἀριστοτέλης ἐπὶ καλῷ λέγονται, δαίμων δὲ βαρὺς τὸ ἀνάπαλιν. οὕτω δὲ καὶ ἡ μοῖρα ἐν ταῖς χρήσεσι θεωρεῖται. ὡσαύτως δὲ καὶ ἡ τύχη. τὸ μὲν γὰρ "θέλω τύχης σταλαγμόν" καὶ τὸ "τύχη Καίσαρος" ἀγαθὰ νοοῦσι. Τὸ δὲ "οὐκ ἔστιν, εἰ μὴ τὴν τύχην αὐτὴν λέγεις", καὶ ἡ παρὰ Σοφοκλεῖ ἀναγκαία τύχη τὴν μὴ εὖ πίπτουσάν τινι δηλοῦσιν.]

(v. 408) Ἰστέον δὲ καὶ ὡς διαφέρει νήπιος καὶ νηπίαχος οὐ κατὰ μόνον τὸ ἁπλοῦν καὶ τὸ σύνθετον, ἀλλὰ καὶ ὅτι νήπιος μὲν δηλοῖ ὁτὲ μὲν ἡλικίαν, ὁτὲ δὲ ἦθος, νηπίαχος δὲ συνεμφαίνει τῇ ἡλικίᾳ καὶ τὴν βρεφικὴν ἰαχήν, ἥτις ἐστὶ κλαυθμυρισμός. ἧς δὴ νηπιέης ἰαχῆς μαρτύριον μετ' ὀλίγα τὸ πρὸς κόλπον τιθήνης ἐκλίνθη ἰάχων. Ἔφη δ' ἐν τούτοις περὶ Ἀστυάνακτος τὸ μὲν "νήπιος" ὁ ποιητὴς ἀπαθῶς εἰπὼν "ἀταλάφρονα νήπιον", τὸ δὲ νηπίαχος ἡ μήτηρ Ἀνδρομάχη περιπαθῶς.

(v. 408 s.) Ὅρα δὲ καὶ ὅτι συνεχῶς δὶς ἐν τοῖς ῥηθεῖσι κεῖται ταὐτολιγικῶς τὸ τάχα, ὃ δηλοῖ τὸ ταχέως. Ἔφη γὰρ ἡ Ἀνδρομάχη "ἣ τάχα χήρη σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν". Ἐντελῶς δὲ πέφρασται τὸ "χήρη σεῦ". ἡ γὰρ χήρα τινός ἐστι χήρα. κατωτέρω δὲ τὸ "παῖδ' ὀρφανικὸν χήρην τε γυναῖκα" ἐλλέλειπται. Οὕτω καὶ πολιὰν μὲν εἰπεῖν ἐλλιπῶς ἔχει, τὸ δὲ "πολιὰς ἕλκετο τρίχας" καὶ "πολιᾶς ἀμύγματα χαίτης" ἀνελλιπῶς ἔχει.

(v. 410-413) Ὅτι ὁ λυπούμενος [348] ἐπὶ στερήσει φίλου ἢ εὐεργέτου εἴποι ἂν τὸ τῆς Ἀνδρομάχης πρὸς Ἕκτορα "ἐμοὶ δέ κε κέρδιον εἴη σεῦ ἀφαμαρτόντι χθόνα δύμεναι· οὐ γὰρ ἔτ' ἄλλη ἔσται θαλπωρή, ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς, ἀλλ' ἄχεα". Εἰ δὲ καὶ γονέων ἐστέρηται ὁ ταῦτα λέγων, ἁρμόττει καὶ τὸ ἐφεξῆς "οὐδέ μοί ἐστι πατὴρ καὶ πότνια μήτηρ". Λέγει δὲ θαλπωρὴν μὲν τὴν ὑπὸ ἡλίῳ διαγωγήν, ὅ ἐστι ζωήν. Χθόνα δὲ δῦναι τὸ τεθνάναι, ὅτε οὐκ ἔστι θάλπεσθαι, εἴγε κρυερὸς ὁ Ἅιδης λέγεται. Καὶ ἄλλως δὲ ἡ θαλπωρὴ ἔοικε βεβαίαν ἐλπίδα δηλοῦν καὶ οὐκ ἐν κενοῖς θάλπουσαν, ἣν ὁ μὴ ἔχων ἀνηκέστῳ πυρὶ θάλπεται, καὶ ἄλλως δὲ κεναῖς ἐλπίσι θερμαίνεται κατὰ τὸν εἰπόντα τραγικόν. Κοινότερον δὲ θαλπωρὴ ἡ θάλπουσα ἡδονή, ᾗ ἀντίκειται τὰ ὡς εἰπεῖν ψυχρὰ ἄχεα.

(v. 411) Τὸ δὲ ἀφαμαρτούσῃ ἀρίστη λέξις ἐπὶ ἀνδρὸς φίλου θανάτῳ καὶ οὐδεμία ἑτέρα καιριωτέρα ταύτης εὑρεθήσεται. [Ἰστέον δὲ καὶ ὅτι τὸ χθόνα δῦναι ταὐτόν ἐστι τῷ δῦναι δόμον Ἄϊδος εἴσω, ἤδη δὲ καὶ τῷ χυτῇ γαίᾳ καλυφθῆναι καὶ τοῖς τοιούτοις. Τὸ δέ γε χανεῖν τινι εὐρεῖαν χθόνα ἑτεροῖόν ἐστι. πρὸς ὃ γράψας τις τολμηρότερον, ὡς καὶ ἀλλαχοῦ παρεσημάνθη, ἔφη τὸ "οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον ἢ κατὰ τῆς γῆς καὶ τοῦ βαράθρου καὶ τοῦ ταρτάρου εἰς τὸν ὄλεθρον ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναριθμήτους".]

(v. 412) Τὸ δὲ ἐπεὶ ἂν τὸ ἐντελές ἐστι τοῦ παρὰ τοῖς ὕστερον λεγομένου ἐπάν, παρ' οἷς συνθετώτερον τοῦ ἐπεὶ ἂν τὸ ἐπειδάν. Ὅτι Ἀνδρομάχη τὰ κατὰ τοὺς οἰκείους γονεῖς διηγεῖται τῷ Ἕκτορι καὶ ταῦτα πάντως εἰδότι, παρέλκον τι καὶ αὐτὴ ποιοῦσα κατὰ γυναικεῖαν ἀφέλειαν εἰς οὐδὲν κατεπεῖγον. οὐ γάρ ἐστι, φασίν, ἀναλογισμὸς τοῦ δέοντος ἀσθενούσαις ψυχαῖς, ἢ πενθούσαις καὶ τεταραγμέναις. ἔτι δὲ οἱ ἀτυχοῦντες φιλοῦσι καὶ πρὸς εἰδότας ἀδολεσχεῖν, ὡς καὶ Ἀχιλλεὺς ἐν τῇ α΄ [349] ῥαψῳδίᾳ πρὸς τὴν μητέρα ποιεῖ. καὶ ἄλλως δὲ τῷ φιλοπενθεῖ συγχωρητέον μακρολογεῖν. Σημείωσαι δὲ ὅτι καὶ ταῦτα δεινῶς μεθοδεύει ὁ ποιητής, ἵνα εἰ καὶ ἀπὸ τῶν τελευταίων τῆς μάχης ἤρξατο, μηδὲ τῶν παλαιοτέρων ἔργων τῶν ἀξίων λόγου παραλείψῃ μηδέν.

(v. 413-428) Λέγει δὲ ἡ Ἀνδρομάχη οὕτως "οὐδέ μοί ἐστι πατὴρ καὶ πότνια μήτηρ. ἤτοι μὲν γὰρ πατέρα ἐμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς, ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν", ἤτοι ναιομένην, "Θήβην ὑψίπυλον", τὴν πατρίδα μου δηλαδή, "κατὰ δ' ἔκτανεν Ἠετίωνα, οὐδέ μιν ἐξενάριξε, σεβάσατο γὰρ τό γε θυμῷ, ἀλλ' ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν ἠδ' ἐπὶ σῆμ' ἔχευεν", ἤγουν διὰ χώματος ὑψηλοῦ ἐσήμανε τὸν τόπον τῆς ταφῆς. περὶ δὲ τὸ σῆμα "πτελέας ἐφύτευσαν νύμφαι ὀρεστιάδες κοῦραι Διός. οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν, οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω· πάντας γὰρ κατέπεφνεν Ἀχιλλεὺς βουσὶν ἐπ' εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσιν", ὥστε βουκολοῦντες παλαιῷ ἔθει καὶ ὄϊς νέμοντες ἐκεῖνοι ἔπεσον ὑπὸ τῷ Ἀχιλλεῖ. "μητέρα δέ", φησίν, "ἣ βασίλευεν Ὑποπλάκῳ ὑληέσσῃ, τήν, ἐπεὶ ἂρ δεῦρ' ἤγαγεν ἅμ' ἄλλοισι κτεάτεσιν, ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι' ἄποινα, πατρὸς δ' ἐν μεγάροισι βάλ' Ἄρτεμις ἰοχέαιρα", τουτέστιν αἴφνης μετὰ τὴν λύσιν τέθνηκεν, ἴσως διὰ λύπης ὑπερβολήν. ὅτι γὰρ τῶν αἰφνιδίων θανάτων ταῖς γυναιξὶν ἡ Ἄρτεμις ἐπιστατεῖ, καὶ πρὸ ὀλίγων εἴρηται.

(v. 415 s.) Πόλιν δὲ Κιλίκων ἀκριβῶς λέγει τὴν ὑπὸ τῷ Ἠετίωνι Θήβην, ὃν πρὸ βραχέων Κιλίκεσσιν ἔφη ἀνάσσειν. Τὴν δὲ Θήβην ὑψίπυλον λέγει ἀντὶ τοῦ μεγάλην ὡς ἀπὸ μέρους. Χρεία γὰρ τῇ μεγάλῃ πόλει τοιούτων πυλῶν, οὐ μὴν τῇ φαυλοτάτῃ, ὡς ἂν μὴ ἐπισκώψῃ τις τὸ ᾀδόμενον "κλείσατε τὰς πύλας, ἵνα μὴ ἐξέλθῃ ἡ πόλις". Ἴσως δὲ ταὐτὸν ὑψίπυλον εἰπεῖν ποτε καὶ τηλέπυλον, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται.

(v. 416 s.) Σημείωσαι δὲ καί, ὡς ἐνταῦθα φανερῶς ἐδήλωσεν, ὅτι ἐναρίζειν οὐ τὸ κτείνειν ἐστὶν ἀλλὰ τὸ σκυλεύειν. Φησὶ γάρ· κατέκτανεν, οὐδέ μιν ἐνάριζεν, ἀλλ' ἔκηε σὺν ἔντεσιν. ὅθεν καὶ ἔναρα τὰ σκῦλα, ὅ ἐστι τὰ λάφυρα. Ἔνθα ὅρα καὶ ὅπως ὁ Ἀχιλλεὺς τὴν τοῦ πολεμίου Ἠετίωνος ἀρετὴν ᾐδέσατο τιμήσας ἐκεῖνον μετὰ θάνατον. Τὸ γὰρ "σεβάσατο" ἀντὶ τοῦ ἐτίμησεν, ἀφ' οὗ καὶ ὁ παρὰ τοῖς ὕστερον σεβαστός. [350] [(v. 419) Τὸ δὲ "σῆμα ἐπιχεῦε" παραφράσας ὁ Σοφοκλῆς τάφον χῶσαι εἶπεν, ὅ ἐστιν ἀναχωματίσαι. ὅθεν καὶ τὰ ἱστορούμενα πολλαχοῦ χώματα.] Αἱ δὲ πτελέαι προσήκουσι νεκρῶν καὶ αὐταὶ μνήμασι διὰ τὸ ἄκαρπον, καθὰ καὶ αἱ ἰτέαι καὶ ὅσα ἕτερα δηλοῖ καὶ ἡ Ὀδύσσεια.

(v. 420) Νύμφαι δὲ ὀρεστιάδες φυσικαὶ ‹καὶ› φυτικαὶ νοοῦνται δυνάμεις διοικοῦσαι τὰ φυόμενα ἐκ γῆς καὶ εἰς αὔξην προκαλούμεναι καὶ ἁδρύνουσαι δι' ὑγρότητος καὶ θερμότητος τὰ ἐν ὄρεσι καὶ ἄγρια, ὧν εἶδος καὶ αἱ πτελέαι. Εἰ δὲ καὶ δρύες δι' αὐτῶν γίνονται καὶ μηλέαι καὶ τὰ ἐν λειμῶσιν, οὐδὲ τοῦτο ἀφῆκεν ἡ ποίησις ἀπεριλάλητον ἁμαδρυάδας νύμφας τινὰς πλασαμένη καὶ μηλίδας καὶ λειμωνιάδας. Αἱ δὲ τοιαῦται δυνάμεις νύμφαι μὲν λέγονται, ὡς καὶ ἀλλαχοῦ σαφέστερον εἴρηται, διὰ τὸ κατὰ τὸ νέον, ὅ ἐστι κατὰ τὸ ἔαρ, μάλιστα ἐκφαίνεσθαι, Διὸς δὲ θυγατέρες, ὅ ἐστιν ἀέρος καὶ αἰθέρος, διὰ τὴν ἄνωθεν ἑπομένην αὐταῖς ὑγρότητα καὶ θερμότητα. [Ἰστέον δὲ ὅτι καθάπερ ὁμώνυμος γυναικὶ κόρῃ, τουτέστι παρθένῳ, ἡ μυθευομένη τῆς Δήμητρος Κόρη, οὕτω καὶ αἱ μυθικαὶ Νύμφαι ὁμωνυμοῦσι ταῖς παρ' ἀνθρώποις. Ἔτι δέ, καθὰ αἱ παρθένοι κόραι καὶ μετὰ γάμον κόραι καὶ κοῦραι λέγονται διὰ τὸ νεάζειν, ὡς καὶ Ὅμηρος οἶδεν, οὕτω καὶ αἱ τοῦ μύθου Νύμφαι, ὧν πολὺ πλῆθος ἐν τῇ ποιήσει καὶ [351] γάμῳ ὑποπεσοῦσαι καὶ τεκοῦσαι Νύμφαι καλοῦνται κατά τινα κυριωνυμίαν. Ὅτι δὲ καὶ συγγενικόν ἐστιν ὄνομα ἡ νύμφη, καὶ ὅτι καὶ προβεβηκυῖάν τινα τῇ ἡλικίᾳ νύμφην ὁ ποιητὴς καλεῖ, οἷον "δεῦρ' ἴθι νύμφα φίλη", καὶ ὅτι παρώνυμος τῇ νύμφῃ ὁ νυμφίος, καὶ ὅτι ὁ παράνυμφος εἰκαιότερον οὕτω λέγεται. ὀρθότερον γάρ ἐστι παρανυμφίον καλεῖσθαι τὸν συναπάγοντα τῷ νυμφίῳ τὴν νύμφην ἢ πεζῇ ἢ ἐφ' ἁμάξης ὡς παρ' Ἀθηναίοις, ὑφ' ὧν καὶ πάροχος καλεῖται διὰ τὸ μόνος αὐτὸς συναναβαίνειν καὶ ὀχουμένῳ τῷ νυμφίῳ παροχεῖσθαι, καὶ ὅτι νυμφεῖον περιεκτικῷ λόγῳ ὁ τόπος ἐν ᾗ οἱ νυμφίοι, καὶ ὅτι νυμφαγωγός ὁ τὴν νύμφην ἄγων ἐκ τῆς πατρικῆς οἰκίας τῷ νυμφίῳ, καὶ μάλιστα ὁ τὴν κατὰ δεύτερον γάμον, καθ' ὃν οὐ θέμις τὸν νυμφίον μετιέναι, ἀλλ' ἀποστέλλεσθαι φίλον, ὃς οὕτω προσονομάζεται, δηλοῦσιν οἱ παλαιοί. καὶ οὕτω μὲν καὶ ταῦτα.]

(v. 422-424) Σημείωσαι δὲ καὶ ὅτι προσθήκη τις πένθους τῇ Ἀνδρομάχῃ οὐ μόνον ὅτι ἑπτὰ ἔπεσον αὐτῇ ἀδελφοί, ἀλλ' ὅτι καὶ ἐν ἰῷ, ἤγουν ἑνί, ἤματι, καὶ ὅτι οὐδὲ μαχόμενοι ἔπεσον, ἀλλ' ἐπὶ βουσὶ καὶ ὀΐεσσιν.

(v. 422) Ἰστέον δὲ ὅτι ἄπορον μὲν τοῖς παλαιοῖς διὰ τί κλίνεται μία μιᾶς μιᾷ ἐν ἀνομοιότητι τόνων. Ἔοικε δὲ παθεῖν τοῦτο ἐξ ἀναλογίας τῆς πρὸς τὸ οἰκεῖον ἀρσενικὸν καὶ οὐδέτερον. ἰδοὺ γὰρ ἐνταῦθα ἰῷ ἤματί φησιν ὁ ποιητὴς ἀντὶ τοῦ μιᾷ ἡμέρᾳ μετὰ περισπωμένου τόνου. Ἀριστάρχειος δέ, φασίν, ἡ τοιαύτη ἀνάγνωσις. Τινὲς δὲ καὶ Ἀττικὸν αὐτὸ εἶναι ἠθέλησαν. τὸν δὲ Ἀρίσταρχόν φασι καὶ [352] ἄλλα πολλὰ παρὰ τὴν ἀναλογίαν καινοτέροις τόνοις ὑποβαλεῖν, ὃς καὶ "μέσην ἐς ἄγυιαν" προπαροξυτόνως ἀναγινώσκων ἐν τοῖς ἑνικοῖς τὸ "ἐϋκτιμένας κατ' ἀγυιάς" ὀξυτόνως προέφερεν, ὁποῖόν τι πάσχει κατ' ἄλλους, ὡς προεγράφη, καὶ τὸ Θέσπια καὶ Θεσπιαί καὶ Πλάταια καὶ Πλαταιαί. Τούτων δὲ εἴ τις ἀποδοῦναι σχοίη σταθηρὰς αἰτίας, ἔχοι ἂν λῦσαι καὶ τὸ περὶ τοῦ ἡ μία τῆς μιᾶς ἄπορον. Περὶ δὲ τοῦ ἰῷ ἤματι, καὶ ἄλλα τινὰ ἐν τοῖς ἑξῆς γεγράψεται.

(v. 425) Τὸ δὲ "ἣ βασίλευε" σεμνώματος χάριν εἶπεν, ἐπειδὴ πολλαὶ γυναῖκες ὑπὸ βασιλεῦσιν οὖσαι ὅμως αὐταὶ οἷα παλλακαὶ οὐ βασιλεύουσι.

(v. 426 s.) Τὸ δὲ "τὴν ἐπεὶ ἂρ δεῦρ' ἤγαγεν" ἐπανάληψιν ἔχει οὐκ ἀναγκαίαν διὰ τὴν ἐξ ἐγγυτάτου ἀπόδοσιν τῆς συντάξεως. Ἦν γὰρ ἀσφαλῶς εἰπεῖν ὅτι μητέρα, ἣ βασίλευε, δεῦρο ἀγαγὼν ἀπέλυσεν. Οὕτω δὲ καὶ ἐν τῷ "ἂψ ὅ γε τὴν ἀπέλυσεν" οὐ κατά τι ἀναγκαῖον κεῖται τὸ τήν, ἀλλὰ περιττεύει πρὸς μέτρου πλήρωσιν. Τοῦ δὲ "ἐπεὶ ἄρ" κοινότερον τὸ ἐπειδή. Τοῦ δὲ ἀπέλυσεν οὐκ ἔχει καιριωτέραν λέξιν, ἀφ' ἧς δηλαδὴ καὶ τὰ λύτρα. Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι σὺν ἄλλοις κτεάτεσιν ἀγαγὼν Ἀχιλλεὺς τὴν τῆς Ἀνδρομάχης μητέρα, εἶτα καὶ ἀπερείσια λαβὼν ἀπέλυσεν ἐκείνην, οὐ προσλογισάμενος ἃ ἐληΐσατο, ἀλλ' ἐκεῖνα μὲν πολέμου δῶρον κρίνας, τῆς δὲ γυναικὸς ἀντιλαβὼν ἕτερα, ὃ δὴ καὶ τοῖς ὕστερον σύνηθες.

(v. 429-432) Ὅτι πάνυ περιπαθὴς καὶ ἐνδιάθετος ὁ τῆς Ἀνδρομάχης ὅλος πρὸς Ἕκτορα λόγος, καὶ μάλιστα ὁ μετὰ τὴν εἰρημένην συγγενικὴν ἱστορίαν, ἐν ᾧ μόνου τοῦ Ἕκτορος ἑαυτὴν ἐξαρτῶσα καὶ οὕτως εἰς οἶκτον κινοῦσα οὕτω φησὶν "Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης· ἀλλ' ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν' ἐπὶ πύργῳ", καὶ ἑξῆς.

(v. 450-462) Πρὸς ἅπερ ἀντιδιδοὺς ὁμοίαν εὔνοιαν ὁ ἀνὴρ ἢ μείζονα ἐρεῖ "ἀλλ' οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω, οὔτ' αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος οὔτε κασιγνήτων", οἳ οὐ κατὰ τοὺς σοὺς ἀδελφοὺς ἑπτὰ μόνοι, ἀλλὰ "πολέες τε καὶ ἐσθλοὶ ἐν κονίῃσι πέσοιεν ὑπ' ἀνδράσι δυσμενέεσσιν". οὔκουν αὐτῶν μοι τοσοῦτον μέλει ἄλγος, [353] "ὅσσον σεῖο, ὅτε κέν τις Ἀχαιῶν δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας", ἤγουν ἀφελόμενος, "καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης, πόλλ' ἀεκαζομένη", καὶ τὰ ἑξῆς. Καὶ σημείωσαι, ὅτι Ἀνδρομάχη μὲν τὸν Ἕκτορα τῶν οὐκέτ' ὄντων αὐτῇ συγγενῶν προτιμᾶται, αὐτὸς δὲ ἐκείνην τῶν ζώντων ὕπερθεν τίθησιν. ἀλλὰ περὶ τούτων μὲν εἰρήσεται μετ' ὀλίγα ἐν τοῖς ἑξῆς.

(v. 432-437) Ἐνταῦθα δὲ ἡ γυνὴ προβάλλεται εἰς οἶκτον καὶ τὸ "μὴ παῖδα ὀρφανικὸν θείης χήρην τε γυναῖκα". Παραγγέλλει δὲ σὺν τῷ μεῖναι ἐπὶ πύργῳ καὶ τὸ "λαὸν δὲ στῆσον παρ' ἐρινεόν, ἔνθα μάλιστα ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος". ἔνθα, φησί, τρὶς ἐλθόντες ἐπειρήσαντο οἱ ἄριστοι, ἀμφὶ Αἴαντε δύο καὶ ἀγακλειτὸν Ἰδομενέα καὶ ἀμφ' Ἀτρείδας καὶ Τυδέος ἄλκιμον υἱόν. Καὶ ὅρα ὅπως κἀνταῦθα περίνους ὁ ποιητὴς καὶ ποικίλος. Ἑλένη μὲν γὰρ ἐκπέμπει τὸν ἄνδρα εἰς μάχην, ὡς προείρηται, τάχα που καὶ ἐπευχομένη θάνατον, Ἀνδρομάχη δὲ τὸν οἰκεῖον κατέχει ὡς ῥιψοκίνδυνον. Ἐδέοντο γὰρ οὗτος μὲν χαλινοῦ κατὰ τὴν παροιμίαν, ἐκεῖνος δὲ κέντρου. Οἴονται δὲ οἱ παλαιοὶ τὸ τρὶς ἐλθόντας ἐπὶ τὸ τεῖχος πειράσασθαι τοὺς ἀρίστους σχῆμα εἶναι κατὰ τὸ σιωπώμενον, ὡς ἀληθῶς νῦν ἐλθόντων ἐκεῖ τῶν Ἑλλήνων, εἰ καὶ μὴ ἱστόρησεν Ὅμηρος. Ἐμφαίνει δὲ αὐτὸ καὶ ὁ Ἕκτωρ, ἐν οἷς πρὸ μικροῦ εἶπεν, ὅτι "λαοὶ φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος μαρνάμενοι". καὶ οὕτω μέν τινες. Οἱ δὲ ἀκριβέστεροι καὶ ἐκεῖνο πλάττεσθαί φασιν ὑπὸ τοῦ Ἕκτορος, ὡς ἂν αἰσχύνῃ τὸν Ἀλέξανδρον, καὶ τοῦτο δὲ πλάσμα εἶναι τῆς γυναικὸς νοοῦσιν, ὡς ἂν ἀποστήσῃ τῆς πεδιάδος τὸν Ἕκτορα. Ψεύσεται γάρ ποτε, ὥς που καὶ προερρέθη, καιρίως ὁ φρόνιμος κατὰ τὸν εἰπόντα "ἔνθα τι χρὴ ψεῦδος λέγεσθαι, λεγέσθω". Ὅλως οὖν καὶ ἀστεία εἰπεῖν καὶ ἀνδρεία δὲ φερωνύμως ἡ Ἀνδρομάχη, [354] ἥτις καὶ ἐν τοῖς ἑξῆς ὑπὸ Ἕκτορος ἐπαινεῖται ὡς δεξιῶς ἔχουσα ἱπποκομεῖν. Τινὲς δὲ τὸ τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ ἐρινεοῦ ἐπιθέσθαι τῇ Τροίᾳ οὐχ' ὡς γενόμενον ἄρτι νοοῦσιν, ἀλλ' ὡς πάλαι ποτὲ ἐπιχειρηθέν, ὥστε οὐ διδάσκει αὐτὸ ἡ γυνὴ τὸν Ἕκτορα, ἀλλ' ἀναμιμνῄσκει. Οὕτω δὲ καὶ τὸ "περὶ πόλιν αἰπύ τε τεῖχος" μάρνασθαι τοὺς Ἀχαιοὺς οὐ νῦν γενέσθαι φασίν, ἀλλ' ἐν ἄλλοις καιροῖς. Ἔφη γοῦν πρὸ ὀλίγου ὁ ποιητής, ὅτι ἔνθα κε Τρῶες ὑπ' Ἀχαιῶν Ἴλιον εἰσανέβησαν, εἰ μὴ ὁ Ἕλενος εἶπεν ἃ εἶπεν, ὥστε οὔπω σήμερον ἤγγισαν οἱ Ἕλληνες τῷ τείχει.

(v. 434) Ὅρα δὲ ὅπως τὰ καίρια λεπτολογῶν ὁ ποιητὴς καὶ αὐτὸ τοῦτο ἱστόρησεν, ὅθεν ἀναβατὸς ἦν μάλιστα ἡ πόλις καὶ τὸ τεῖχος ἐπίδρομον καὶ διὰ τοῦτο εὐεπιβούλευτον. Ἔστι δὲ Ἀττικὸν τὸ ἀμβατός ἀντὶ τοῦ ἀμβατή, ὅ ἐστιν ἀναβαινομένη.

(v. 429) Ὅρα δὲ καὶ τὸ "Ἕκτορ, σύ μοι πατήρ" καὶ τὰ ἑξῆς. Ἠρκέσθη γὰρ ἡ γυνὴ περιπαθῶς ἅμα καὶ ἀφελῶς μόνῃ τῇ κυριωνυμίᾳ τοῦ ἀνδρός, μηδέν τι ἐκεῖνον σεμνολογήσασα. Πολλὰ δὲ καὶ ἕτερα τοιαῦτα ἔστιν εὑρεῖν. Καὶ νῦν μὲν ἀφελείας τὸ τοιοῦτον, ἔστι δ' ὅπου καὶ βαρύτητος, ὡς ὅτε ἡ παρὰ τῷ Εὐριπίδῃ Ἠλέκτρα εἴπῃ τὸ "Ἑλένη, τί σοι λέγοιμ' ἄν;" Ἐκεῖ γὰρ ἡ τοῦ κυρίου ὀνόματος χρῆσις βαρυνόμενον ἦθος δηλοῖ κατὰ τοὺς παλαιούς. Ἰστέον δὲ καὶ ὅτι τὸ "σύ μοι πατὴρ καὶ πότνια μήτηρ" ἀπέχρησέ τινι τοιοῦτον εἰπεῖν τῷ Διονύσῳ τὸν Δία, γράψαντι οὕτως "ἄρσενι γαστρὶ λόχευσε πατὴρ καὶ πότνια μήτηρ".

(v. 429 s.) Ἐνταῦθα δὲ ὅρα τὴν γυναῖκα τὸν μὲν πατέρα καὶ τοὺς ἀδελφοὺς ἁπλῶς εἰποῦσαν, τὰ δὲ φίλτερα μετὰ σεμνῶν ἐπιθέτων προενεγκοῦσαν. πότνια γάρ, φησί, μήτηρ καὶ θαλερὸς παρακοίτης, ὃ ταὐτόν ἐστι τῷ ἀκοίτης καὶ τῷ ὁμόλεκτρος κατὰ τὸ "Ζηνὸς ὁμόλεκτρον κάρα", καὶ τῷ κοινολεχής κατὰ τὸ "κοινολεχὴς Αἴγισθος".

[355] Τούτοις δὲ ἰσοδύναμα κατὰ πολυωνυμίαν καὶ ὁ γαμέτης καὶ ὁ εὐνέτης καὶ τὰ ἐκ τούτου σύνθετα, ἔτι δὲ μεταφορικῶς παρὰ τοῖς ὕστερον καὶ ὁ σύζυγος καὶ εἴ τι κατὰ τοῦτο προφέρεται, καὶ ὁ ξυνάορος δέ. Τὰ δὲ τοιαῦτα καὶ θηλυκὰ γίνονται κατὰ σχηματισμοὺς ἰδίους ἐξιδιουμένων τοῖν γενοῖν, ἰδίᾳ μὲν τοῦ πόσις καὶ ἀνήρ, ἰδίᾳ δὲ τοῦ ἄλοχος, γυνή, δάμαρ.

(v. 432) Τὸ δὲ "χήρην γυναῖκα", ὡς καὶ προεδηλώθη, ἐλλειπτικῶς εἴρηται, πρὸ ὀλίγου ῥηθὲν ἐντελῶς ἐν τῷ "τάχα χήρη σεῦ ἔσομαι". ἡ γὰρ χήρα τινός ἐστι χήρα. τὸ δὲ ὅμοιον νοητέον καὶ ἐπὶ τοῦ "ὀρφανικὸν παῖδα". τινὸς γὰρ ὀρφανικός ἐστιν ὁ τοιοῦτος ὀρφανός. Ὥσπερ δὲ παρθενικὴ πολλαχοῦ ἡ παρθένος λαμβανομένου τοῦ κτητικοῦ ἀντὶ πρωτοτύπου, οὕτω καὶ νῦν ὀρφανικὸς αὐτὸς ὁ ὀρφανὸς παῖς. [Τὸ δὲ θείης, ὃ δὴ κοινῶς τῇ ει διφθόγγῳ παραλήγεται, πολλὰ τῶν ἀντιγράφων διὰ τοῦ ἦτα γράφουσιν ἐν τῇ παραληγούσῃ, καὶ αὐτοῦ ἢ δίχα τοῦ ἰῶτα, ὡς ἐκ τοῦ θῆς πλεονασμῷ τοῦ ἦτα κατ' ἐπένθεσιν, ἢ σὺν τῷ ἰῶτα ἐκ τοῦ θείης, τραπέντος τοῦ ε εἰς η.]

(v. 433) Ἐρινεὸς δέ, περὶ οὗ καὶ ἐν τοῖς ἑξῆς που ῥηθήσεται, μέρος τι τοῦ τείχους κατά τινας, ἔχον παραπεφυκότας ἐρινεούς. οἱ δὲ τοιοῦτοι οὐκ ἀκριβῶς λέγουσιν. Ὁ μέντοι Γεωγράφος οὕτω περὶ τούτου φησί. Ὁ ἐρινεὸς τραχύς ἐστι τόπος ἐρινεώδης, τῷ μὲν ἀρχαίῳ κτίσματι [356] ὑποπεπτωκώς, τῆς δὲ νῦν πόλεως ἀφεστηκώς. Ὥστε, φησί, τὸ "λαὸν στῆσον παρ' ἐρινεόν" οἰκείως λέγει ἡ Ἀνδρομάχη, πρὸς ἐκεῖνο τὸ ἀρχαῖον δηλαδὴ κτίσμα. Καὶ ἡ φηγὸς δέ, φησί, μικρὸν κατωτέρω τοῦ ἐρινεοῦ. διό φησιν ὁ ποιητής, ὅτι Ἀχιλλεὺς ἦλθεν ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγόν. Ἰστέον οὖν ὅτι, ἐπεὶ τόπος ἐρινεώδης ὁ ῥηθεὶς ἐρινεός, περιεκτική τίς ἐστι πως καὶ ἡ λέξις αὕτη, ὡς καὶ τὸ ἄστρον προεδηλώθη, ὅπερ ἐξ ἀστέρων ἐστὶ πολλῶν, καὶ ὁ ἀσφοδελὸς ἐν Ὀδυσσείᾳ λειμών, ἐν ᾧ πολλοὶ ἀσφόδελοι. Λέγει δὲ ὁ αὐτὸς Γεωγράφος καὶ ὅτι τῆς ἀρχαίας Ἰλίου οὐδὲ ἴχνος σῴζεται, καθὰ ἐν τῇ δ΄ ῥαψῳδίᾳ εἴρηται πλατύτερον, καὶ ὅτι οἱ ὕστερον οἰκίσαι αὐτὴν ἐννοησάμενοι οἰωνίσαντο ἢ διὰ τὰς ἐκεῖ συμφορὰς ἢ καὶ ὡς τοῦ Ἀγαμέμνονος ἀρὰς θεμένου κατὰ τῶν τειχιούντων αὐτήν. διὸ ἀποστάντες ἑτέραν ἐτείχισαν. Ἐρινεὸς δὲ κατὰ μέν τινας καὶ ἡ ἀγρία συκῆ καὶ ὁ καρπὸς αὐτῆς, ὥσπερ καὶ ἐλαία τό τε φυτὸν καὶ ὁ καρπός. Ἀριστοτέλης δὲ ἐρινεοὺς μὲν τὸ φυτὸν ἐν τοῖς Περὶ ζῴων, ἐρινοὺς δὲ τὸν καρπόν. ἀφ' οὗ κατὰ Παυσανίαν ἐρινάζειν τὸ περιάπτειν ταῖς ἡμέροις συκαῖς ὀλύνθους ἤτοι ἐρινέους φησίν. ἐξ ὧν οἱ λεγόμενοι ψῆνες μετεισέρχονται εἰς τὸν τῶν ἡμέρων συκῶν καρπὸν καὶ κρατύνουσιν αὐτὸν ὥστε μὴ ἀπορρυῆναι τοῦ δένδρου.

(v. 434) Ἐπίδρομον δὲ κατὰ τοὺς παλαιοὺς τὸ εὐάλωτον, ὅθεν ἔστιν ἐπιδραμεῖν καὶ ἐπιβῆναι, [ἵνα καὶ τὸ ἐπίδρομον εἴη πως ἀμβατόν], περίδρομον δέ γε τεῖχος τὸ στρογγύλον, φασίν, ὥσπερ ἀμφίδρομον τὸ ἑκατέρωθεν δρόμον ἔχον.

(v. 436) Τὸ δὲ "ἀμφ' Αἴαντε δύο καὶ Ἰδομενέα [357] ἠδ' ἀμφ' Ἀτρείδας καὶ Τυδέος υἱόν" σχῆμά ἐστιν ἐπαναφορᾶς καλλωπίζον τὸν λόγον. ἀπὸ γὰρ τῆς ἀμφι προθέσεως οἱ δύο στίχοι ἄρχονται. Κεκόλασται δέ πως τὸ σχῆμα καὶ οὐ λίαν καθαρῶς ἐπαναφέρει προηγουμένου συνδέσμου ἐν τῷ δευτέρῳ στίχῳ, ἐπεὶ οὐδὲ ἔδει τὴν Ἀνδρομάχην παθαινομένην καλλωπίζειν ἐμφανῶς τὸν λόγον. Ὅρα δὲ καὶ ὅτι τὸν μὲν Ἰδομενέα ἐξ ὀνόματος εἶπεν ἡ Ἀνδρομάχη, τὸν δὲ Διομήδην ἐκ τοῦ πατρὸς ἐδήλωσε, μισοῦσα ἴσως τὸν ἐν Ἀχαιοῖς μέγαν ἀριστέα καὶ αὐτὴ καὶ μηδὲ ὀνομάζειν ἐθέλουσα.

(v. 449-451) Ἐν οἷς δὲ περὶ τῶν γνησίων ὁ Ἕκτωρ λέγει, δαιδάλλει τὴν φράσιν Ὅμηρος. Ἀνδρομάχη μὲν γὰρ τὴν μητέρα ἐσέμνυνε, τὸν δὲ πατέρα καὶ τοὺς ἀδελφοὺς ἁπλῶς ὠνόμασεν, Ἕκτωρ δὲ τὴν μητέρα ἐπιθέτου δίχα ἐπιδραμὼν τὸν πατέρα τε σεμνολογεῖ ἄνακτα καὶ ἐϋμελίην εἰπών, καὶ τοὺς ἀδελφοὺς ἐσθλοὺς φάμενος. ἴσως δὲ καὶ τὴν Ἑκάβην ἡ ἐξοχὴ σεμνύνει. ἔφη γὰρ "οὔτ' αὐτῆς Ἑκάβης". τοῦτο δὲ ὑπεροχικῶς εἴρηται.

(v. 455-457) Ὅρα δὲ καὶ ἐν τοῖς ῥηθεῖσι καὶ τὸ ἄγειν μὲν ἐπὶ ἐμψύχου τῆς Ἀνδρομάχης τεθέν, τὸ δὲ φέρειν ἐπὶ ἀψύχου τοῦ ὕδατος. Ἔνθα σημείωσαι καὶ τὸ "πρὸς ἄλλης ἱστὸν ὑφαίνοις", ἀντὶ τοῦ ὑπ' ἄλλης εἴτ' οὖν παρ' ἑτέρας τινὸς προστασσομένη, καὶ οὐ τὰ ἑαυτῆς ἔργα κομίζουσα ‑ κατὰ τὸ "εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε" ‑ οὐδὲ ἑαυτῇ ταλασιουργοῦσα τὸ ὑφαινόμενον. Οἱ μέντοι μεθ' Ὅμηρον τὸ τοιοῦτον σχῆμα ἐπὶ ἑτέρας ἐννοίας τιθέασιν, ὡς δηλοῖ τὸ πρὸς καλῶν καὶ τὸ πρὸς κακῶν. τὸ μέντοι πρὸς σοῦ εἰμι ἀντὶ τοῦ ὑπὲρ σοῦ ἔοικέ πως τῷ Ὁμηρικῷ. τὸ δέ γε ἐπὶ δυσωπίας, οἷον πρὸς τῶν λόγων, πρὸς τῆς φιλίας, καὶ ὅσα τοιαῦτα, παντελῶς ἑτεροιοῦται πρὸς τὰ προειρημένα. Ἰστέον δὲ καὶ ὅτι Ὁμήρου διαλελυμένως εἰπόντος "ὕδωρ φορέοις", οἱ μετ' αὐτὸν συνέθεντο ἐντεῦθεν τὸ ὑδροφορεῖν.

(v. 457) Μεσσηῒς δὲ καὶ Ὑπέρεια κρῆναί εἰσι ῥηθεῖσαι [358] καὶ ἐν Βοιωτίᾳ, ὧν Ἕκτωρ ἐνταῦθα μέμνηται ἀπὸ αἰχμαλώτων, ὡς εἰκός, ταύτας μαθών.

(v. 456) Φιλομαθὴς ἄρα ὁ ἄνθρωπος, ὃς καὶ τοῦ Ἄργους ἐνταῦθα μόνου μέμνηται, παραμυθούμενος ἴσως τὴν γυναῖκα καὶ ἐν αἰχμαλωσίᾳ περισπούδαστον ἐσομένην. οὐ γὰρ νησιώτης αὐτὴν ἀπάξεταί τις ἢ ἕτερος τῶν τυχόντων, ἀλλ' εἰς βασιλικὸν γέρας ἐν Ἄργει ἐξαιρεθήσεται. Τὸ δὲ τοῦ Ἕκτορος φιλομαθὲς καὶ Εὐριπίδης Ὁμηρικῷ ζήλῳ ἐν τῇ κατ' αὐτὸν Ἑκάβῃ τῷ γυναικικῷ χορῷ περιτίθησιν, ἀπαριθμουμένῳ που στοχαστικῶς εἰς οἵους τόπους ἀπελεύσεται λαχοῦσα ἑκάστη γέρας οἷς ἂν τύχοι. Ἰστέον δὲ ὅτι τὸ "ἐν Ἄργει ἐοῦσα" δύναται μὲν νοηθῆναι καὶ διὰ τὸ Πελοποννήσιον Ἄργος, κρεῖττον δὲ εἰς τὸ Θετταλικὸν ἐκλαβέσθαι αὐτό, ἵνα μὴ διεσπασμένως οὕτω ἐν ἄλλῳ μὲν τόπῳ, τῇ Πελοποννήσῳ δηλαδή, στοχάσηται τὴν Ἀνδρομάχην ὑφαίνειν ἱστόν, ἐν ἑτέρῳ δὲ ὑδροφορεῖν, ἐν τῇ Θετταλίᾳ δηλονότι. Θετταλικαὶ γὰρ εἶναι κρῆναι μεμαρτύρηνται, ἥ τε Μεσσηῒς καὶ ἡ Ὑπέρεια, περὶ τὴν ἐν Βοιωτίᾳ ῥηθεῖσαν Ἑλλάδα οὖσαι, ὧν ἡ Ὑπέρεια πλησίον Φερῶν πόλεως Θετταλικῆς κατὰ τὸν Γεωγράφον. Εἰ δὲ καὶ ἐν Πελοποννήσῳ οἰήσεται τις ὁμωνύμους ταύταις κρήνας, ἵνα συναπτῶς ἐκεῖ νοοῖτο τὸ ὑφαίνειν καὶ ὑδροφορεῖν, ζητητέον πάντως καὶ ἱστορίαν δι' ἧς ὁ λόγος συγκροτηθήσεται.

(v. 458) Κρατερὰ δὲ ἀνάγκη ἡ κατὰ τὸ ἀκούσιον. διὸ καὶ ὁ ποιητὴς διασαφῶν φησι "πόλλ' ἀεκαζομένη, κρατερὴ δ' ἐπικείσεται ἀνάγκη". Ἔνθα ἐνθυμητέον, εἴπου ἐστὶ πρωτότυπόν τι τοῦ ἀεκάζεσθαι ἐν χρήσει. ἡ γὰρ ἑκὼν μετοχὴ καὶ μάλιστα ἡ ἀέκων ἐμφαίνουσι τοιοῦτόν τι.

[(v. 414) Ὅρα δ' ἐν τοῖς κατὰ τὴν Ἀνδρομάχην καὶ ὡς τοῦ φίλου Ἀχιλλέως μνήμην παρέρριψεν ὁ ποιητής, ὡς εἴωθεν ἐν διαφόροις εὐμεθόδως ποιεῖν.]

(v. 433-439) Ὅτι δυνατόν ἐστι πολλάκις καὶ κατὰ τύχην μέγα τι γενέσθαι καὶ καίριον. Φησὶ γοῦν ἡ Ἀνδρομάχη, ὡς οἱ ἄριστοι τῶν Ἀχαιῶν τρίς, ὡς ἐρρέθη, ἐλθόντες ὅπου ἡ πόλις μάλιστα ἦν ἀναβατός, ἐπειράσαντο. Καὶ ἡ αἰτία τῆς πείρας, ὅτι ἢ θεοπρόπος τις εὖ εἰδὼς εἶπεν αὐτοῖς τοιοῦτον ἐκεῖ τὸ τεῖχος εἶναι, ἢ καὶ αὐτῶν, φησί, θυμὸς ἐποτρύνει καὶ ἀνώγει, ὡς τῆς προθυμίας ἐπιτυχῶς ἐπιβεβληκυίας τῷ [359] πράγματι. Τὸ δὲ σχῆμα δισταγμός, ὅμοιον τῷ "ἤ τι ὀϊσσάμενος ἢ καὶ θεὸς ὣς ἐκέλευε". Καὶ ὅρα ὡς οὐδὲν ὕποπτον ἐνταῦθα κατὰ τῶν Τρώων. ἢ γὰρ θεός, φησίν, εἶπεν, ἢ οἱ ἐχθροὶ κατὰ τύχην οὕτως ἐποίησαν, οὐ μὴν ἐκ τῶν Τρώων ὕπεστί τι αἴτιον κατ' ἦθος προδοτικόν. ἀγαθοὶ ἄρα κατὰ Τροίαν ἅπαν τό τε ἐφέστιον καὶ τὸ ἐπικουρικόν.

(v. 441-446) Ὅτι τὸ δυσαπόβλητον τῆς καθ' ἕξιν ἀρετῆς ὑποδηλοῖ ὁ ποιητὴς ἐν τῷ τοῦ Ἕκτορος λόγῳ τῷ τοιούτῳ "ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι, ἀλλὰ μάλ' αἰνῶς αἰδέομαι Τρῶας καὶ Τρωϊάδας ἑλκεσιπέπλους, αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο, οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς αἰεὶ καὶ ἐν πρώτοισι μάχεσθαι, ἀρνύμενος πατρός τε μέγα κλέος καὶ ἐμὸν αὐτοῦ". Καὶ σημείωσαι ὅτι καὶ ἐκ μαθήσεως οἶδε τὰς ἀρετὰς περιγίνεσθαι ὡς διδακτὰς οὔσας τῷ συνεθισμῷ, καὶ μονίμους δὲ δοξάζει αὐτάς, ὡς προείρηται, καθότι καὶ ἐπιστῆμαι πρός τινων ἐλέγοντο διὰ τὸ κατ' αὐτὰς στάσιμον. Ἰδοὺ γὰρ ὁ Ἕκτωρ μαθὼν ἐσθλὸς εἶναι οὐκ ἔχει μεταβαλέσθαι, ἀλλὰ καὶ αἰδεῖται οὐ μόνον Τρῶας ἀλλὰ καὶ Τρῳάδας, εἴπερ οἷα κακὸς ἐκκλίνει τὸν πόλεμον. Οἷον δὲ ἀγαθὸν ἐν τοῖς τοιούτοις ἡ αἰδώς, μυριαχοῦ δηλοῦται, ὡς καὶ ἐν τῷ "αἰδὼς Ἀργεῖοι", καὶ "ἀλλήλους τ' αἰδεῖσθε", καὶ "αἰδομένων δ' ἀνδρῶν πλέονες σόοι".

(v. 441) Ἰστέον δὲ ὅτι τὸ μέλειν ἐπὶ φροντίδος ποτὲ μὲν μονάζει, οἷον "οὔ μοι μέλει", ποτὲ δὲ καὶ σύνταξιν ἐπιφέρεται, καὶ ταύτην ἢ κατ' εὐθεῖαν, ὡς τὸ "τάδε πάντα μέλει", ἤγουν ἐν φροντίδι ἐστί, καὶ "οὔ μοι Τρώων τόσσον μέλει ἄλγος", [360] καὶ "οὐδέν μοι μέλον", ἢ κατὰ γενικήν, οἷον "μέλει μοι τοῦδέ τινος", ἤγουν φροντίς μοί ἐστι.

(v. 442) Τὸ δὲ ἑλκεσίπεπλον τῶν γυναικῶν βαρβαρικόν ἐστι, ὡς καὶ ἀλλαχοῦ φανήσεται. Προϋπάρχει δὲ αὐτοῦ ῥῆμα τὸ ἑλκῶ ἑλκέσω, τὸ καὶ διὰ τοῦ η προφερόμενον ἐπὶ βίας, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. Φιλοτίμου δὲ ἤθους τὸ μὴ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας αἰδεῖσθαι, διότι καὶ ἐξ ἀμφοτέρων τοῖς ἀριστεῦσιν ἡ τιμή. οὕτω γάρ που καὶ κορυνήτην τινὰ ἐκίκλησκον, ἤτοι ἐκάλουν, οὐ μόνον ἄνδρες ἀλλὰ καὶ γυναῖκες καθ' Ὅμηρον.

(v. 441-443) Σημείωσαι δὲ ὅτι οὐκ ἀγαθὴ αὕτη αἰδὼς τῷ Ἕκτορι. Διὸ οὐδὲ ἐπανήξει τοῦ πολέμου, ἀλλὰ πείσεται τὰ ἱστορούμενα, διότι οὐδὲ πάντες οἱ αἰδούμενοι σῴζονται, ἀλλὰ πλέονες κατὰ τὸν ποιητήν, τινὲς δὲ καὶ πέφανται.

(v. 443) Σημείωσαι δὲ ὅτι τε τὸ "κακὸς ὥς" γράφεται καὶ "κακὸς ᾇ", ἤγουν καθὰ κακός, καὶ ὅτι τὸ κακός, δι' οὗ λαγαροῦται ὁ στίχος, ἐκτείνει ἐνταῦθα τὴν λήγουσαν λόγῳ κοινῆς συλλαβῆς, διότι τε φύσει ὀξύνεται καὶ διὰ τὸ καταπεραιοῦσθαι καὶ ἔχειν τὴν ἑξῆς συλλαβὴν ἀρχομένην ἀπὸ φωνήεντος, καὶ διὰ τὴν ἐπαγομένην δασεῖαν καὶ δι' ἕτερα. Τὸ δὲ ἀλυσκάζω δύο ἔχει παραγωγάς. Ἔστι γὰρ ἀλύω ῥῆμα, οὐ τὸ ἀδημονῶ, ἀλλ' ὡς καὶ ἐν Ὀδυσσείᾳ φαίνεται, τὸ χαίρω καὶ ἀνίεμαι καὶ ἐκλέλυμαι, οὗ μέλλων ἀλύσω, καὶ παράγωγον ἀλύσκω, ἐξ οὗ αὖθις παρῆκται τὸ ἀλυσκάζω. [Εἰ δ' ἴσως κατὰ τοὺς παλαιοὺς τὸ ῥηθὲν ἁλύω τὸ καὶ δασυνόμενον τὴν διὰ τῆς υι διφθόγγου ἔχει γραφὴν καὶ διὰ τοῦτο οὐκ ἔχει μέλλοντα, ζητητέον ἑτεροίαν ἐτυμολογίαν τοῦ ἀλυσκάζειν [361] εὐχερῆ οὖσαν. Οἱ δὲ παλαιοὶ λέγουσι καὶ ταῦτα· ἀλύειν ἐκτεταμένως, ἤγουν μετὰ μακρᾶς παραληγούσης, ἐπὶ τοῦ μετὰ λύπης περιπάτου, εἰς ὃ καὶ παράγουσι χρήσεις Ὁμηρικὰς μέν, συστελλούσας δὲ τὴν λυ συλλαβήν, ταύτας "ἣ δ' ἀλύουσ' ἀπεβήσατο", καὶ "δινεύεσκ' ἀλύων παρὰ θῖν' ἁλός". Καὶ μήποτε, φασί, τοῦτο ἐσχημάτισται παρὰ τὸ ἀλύτως ἔχειν τὴν ψυχήν. προσεπάγουσι δὲ καὶ τὸ "τὸν μὲν ἔπειτ' ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων", ἤγουν ἀνιώμενος. Κεῖται δέ, φασί, καὶ ἐπὶ χαρᾶς, οὐκ ἀπὸ τῆς αὐτῆς ἐννοίας, ἀλλ' ἀπὸ τοῦ ἀλεαίνεσθαι ψυχὴν καὶ διαχεῖσθαι, οἷον "ἢ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην".]

(v. 444) Τὸ δέ γε "θυμὸς ἄνωγεν", ὃ καὶ πρὸ ὀλίγων ἐρρέθη, ἀλλαχοῦ τῇ καρδίᾳ συνδυασθὲν ποιεῖ τὸ "ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ", καὶ "κραδίη καὶ θυμὸς ἄνωγεν".

(v. 446) Φιλοπάτωρ δὲ ὁ Ἕκτωρ, εἴγε πραγματεύεται πρόμαχος εἶναι οὐ μόνον ἑαυτοῦ χάριν, ἀλλὰ καὶ πατρὸς μέγα κλέος ἀρνύμενος, ἤγουν, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται, ἀντικαταλλασσόμενος. ἔστι δὲ τὸ "ἀρνύμενος κλέος πατρός" ὅμοιον τῷ "τιμὴν ἀρνύμενοι Μενελάῳ". [Ἐκεῖ μέντοι οὐ κλέος τὴν τιμὴν ἐθέλουσί τινες νοεῖν, ἀλλὰ τὴν ποινήν, ὡς ἐκ τοῦ τίω, τὸ τιμωρῶ.]

(v. 447 s.) Ὅτι φασὶν οἱ παλαιοί, ὡς τῶν δεινῶν ὧν ὁ χρόνος οὐχ' ὥρισται, τούτων ἡ προσδοκία ἔλαττον λυπεῖ. οὕτω γὰρ προειδότες ὡς τεθνηξόμεθα, ὅμως διὰ τὸ τῆς ὥρας ἄδηλον ἧττον λυπούμεθα. Οὐκοῦν καὶ Ἕκτωρ εἰδέναι λέγων τῇ γυναικί, ὡς ἁλώσεταί ποτε ἡ Ἴλιος, οὐ πάνυ ἐκφοβεῖ αὐτὴν τῷ [362] τέλει ὡς τῷ ἀορίστῳ τοῦ χρόνου παραμυθούμενος. Σημείωσαι δὲ ὅτι ὁ Ἕκτωρ ἐνταῦθα εἰδὼς ἀκριβῶς τὴν ὑπὸ Ἑλλήνων τῆς Τροίας ἅλωσιν ἐν τοῖς ἑξῆς οὕτω τῇ εὐτυχίᾳ μετεωρίζεται, ὡς ἐλπίζειν ἐξελάσαι τῆς Τρωϊκῆς χώρας τοὺς Ἕλληνας. Καὶ ὅρα ὅπως τὰς τῶν ἀνθρώπων γνώμας αἱ τύχαι μεταποιοῦσιν. Ἰστέον δὲ καὶ ὅτι ὁ ἀκριβῶς εἰδὼς τὸ μέλλον ἐρεῖ ἂν τὸ "εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν. ἔσσεται ἦμαρ ὅτ' ἄν" ποτε γενήσεται τόδε. καὶ ὅτι ἅλωσιν μὲν Τροίας οὐκ ἔγραψεν ὁ ποιητής, οἷα ὀλιγοημέρῳ μάχῃ προθέμενος ἀπασχολῆσαι τὴν ποίησιν, εἰς δὲ παραμυθίαν τοῦ φιλέλληνος ἀκροατοῦ καὶ διὰ τὸ τῆς ἱστορίας ἀπαράλειπτον πολλαχοῦ ἐν στενῷ προαναφωνεῖ ἁλώσεσθαι τὴν Τροίαν, ὡς καὶ νῦν τὸν Ἕκτορα ποιεῖ λέγοντα, ὅτι εὖ οἶδα ὡς ἔσσεται ἦμαρ ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς Πριάμου. Ἔστι δὲ τὸ μὲν ὀλώλῃ ὑποτακτικὸν τοῦ ὄλωλα, ὡς καὶ προεγράφη. Ἱερὰ δὲ ἡ Τροία διὰ τὰ πολλαχοῦ ῥηθέντα. Τὰ δὲ Ὁμηρικὰ ταῦτα ἔπη ἀπαραποίητα κατὰ λόγον ταὐτολογίας καὶ ἐν τῇ Δ ῥαψῳδίᾳ κεῖνται, ἔνθα καὶ οἷα ἡ Τροία ἔπαθεν ἁλοῦσα εἴρηται. [Ἔτι ἰστέον καὶ ὡς τοῦ ἔσεται συγκοπτομένου εἰς τὸ ἔσται λέγει τις παλαιὸς Τεχνικός, ὅτι δοκεῖ μοι μέμφεσθαι τῇ συνηθείᾳ "ἔσται" λεγούσῃ. οὐδέποτε γὰρ τὸ τρίτον τῶν τοιούτων μελλόντων χρεωκοπεῖται παραλήγεσθαι φωνήεντι, ἵνα τις εἴπῃ τὸ καλέσεται καλέσται ἢ τὸ τελέσεται τελέσται. Λέγει δὲ καὶ Σικελικὸν εἶναι τὸ ἔσσεται, οὐ μὴν Αἰολικόν. Σικελοὶ γάρ, φησί, διπλάζουσιν ἐν τοῖς τοιούτοις τὸ σίγμα, Δωριεῖς δὲ τοὺς τοιούτους μέσους παρενθέσει τοῦ ἰῶτα προφερόμενοι περισπῶσι· πλευσεῖται, πορευσεῖται, ῥευσεῖται. οὕτω γοῦν καὶ "ἄρκιον ἐσσεῖται φυγέειν". Δίων μέντοι ἔσσειται προπαροξυτόνως φησὶ λέγων ὅτι τὰ εἰς μακρὸν λήγοντα τῷ αὐτῷ λέγεται τόνῳ τοῖς ὁλοκλήροις καὶ ἐν τῇ τοῦ ἰῶτα παρενθέσει, οἷον σφέων σφείων, σπέους σπείους, δέους δείους. Ὅθεν εἰ καὶ τὸ ἔσσεται εἰς μακρὸν περαιοῦται ‑ εἰς δίφθογγον γάρ ‑ , πάλιν ἐν τῇ τοῦ ι παρενθέσει ἔσσειται γενήσεται ἐν τῷ αὐτῷ τόνῳ. νικῶσι δὲ ὅμως τὸν Δίωνα οἱ προπερισπῶντες τὸ ἐσεῖται.]

(v. 464 s.) Ὅτι ὁ Ἕκτωρ εἰπὼν οὐ τοιοῦτον αὐτῷ μέλειν τῶν ἄλλων ὅσον τῆς Ἀνδρομάχης, ὅτε τάδε πάθοι, ὡς προείρηται, μετ' ὀλίγα [363] εὔχεται τὸ "ἀλλά με τεθνειῶτα χυτὴ κατὰ γαῖα καλύπτοι πρίν γ' ἔτι σῆς τε βοῆς σοῦ θ' ἑλκηθμοῖο πυθέσθαι".

(v. 459-463) Λυπεῖ δὲ αὐτὸν σὺν ἄλλοις καὶ εἴ ποτέ τις εἴπῃσι τὴν Ἀνδρομάχην ἰδὼν δακρυχέουσαν "Ἕκτορος ἥδε γυνή, ὃς ἀριστεύεσκε μάχεσθαι [Τρώων ἱπποδάμων, ὅτε Ἴλιον ἀμφεμάχοντο"] καὶ ἐπάγει "ὥς ποτέ τις ἐρέει, σοὶ δ' αὖ νέον ἔσσεται ἄλγος χήτει τοιοῦδ' ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ". Καὶ ὅρα τὸ τοῦ Ἕκτορος καὶ ἐν τούτοις μεγαλόφρον καὶ φίλαυτον. Ἐν πολλοῖς γὰρ τῶν ἄλλων ἑαυτὸν ὑπεξαίρει καὶ περιαυτολογεῖ καὶ φιλοτιμεῖται τὴν παρὰ τοῖς ὀψιγόνοις μνήμην αὐτοῦ. Ὅρα δὲ καὶ ὅτι οὐκ εἶπεν ἐνταῦθα ὁ Ἕκτωρ, ὡς οὐδενός μοι μέλει τῶν ἄλλων, οὔτε Τρώων οὔτ' αὐτῆς Ἑκάβης οὔτε Πριάμου ‑ ἀναλγήτου γὰρ ὁ τοιοῦτος λόγος ‑ , ἀλλ' ὅτι ἔχει μὲν καὶ ἐκείνων μέλημα, οὐ τοσοῦτον δὲ ὅσον τῆς γυναικός. Καὶ μὴν φιλομήτωρ ὁ Ἕκτωρ, ὡς ὑπεμφαίνεται καὶ ἐκ τοῦ εἰπεῖν "αὐτῆς Ἑκάβης" κατ' ἐξοχήν. ἀλλὰ τὴν Ἀνδρομάχην πλέον πάντων οἰκτίζεται, διότι καὶ αὐτὴ ἀντὶ πάντων αὐτὸν ἐπιγράφεται. ὅτι δὲ καὶ φιλοπάτωρ ὁ Ἕκτωρ, πρὸ ὀλίγου δέδεικται.

(v. 462) Τὸ δὲ νέον ἄλγος σύστοιχόν ἐστι τῷ θαλερῷ δακρύῳ, οὗ μέμνηται ὁ ποιητὴς μετ' ὀλίγα ἐν τῷ "θαλερὸν κατὰ δάκρυ χέουσα". Ἐκ γὰρ τοῦ νέου ἄλγους θαλερὸν δάκρυ καταχέεται καὶ ἄλλως δὲ εἰπεῖν τό, ὡς προσεχῶς ἐρρέθη, δακρυχέειν καὶ τὸ νέον ἄλγος θαλερὸν κατὰ δάκρυ χέειν λέγεται.

(v. 463) Τὸ δὲ "τοιοῦδ' ἀνδρός" οὐχ' ἁπλῶς τὸ ἐνδύναμον δηλοῖ τοῦ ἥρωος, ἀλλ' ἐπιεικέστερον φράζεται κατὰ τὸ πῃ δύνασθαι, ἵνα λέγῃ ἀνδρὸς τοιοῦδε, ἤγουν ἐνδυνάμου καὶ ἰσχυροῦ ἀμύνειν ἀπὸ σοῦ τὸ δουλεύειν. Δούλιον δὲ ἦμαρ περιφραστικῶς αὐτὴ ἡ δουλεία, ὥσπερ καὶ ἐλεύθερον ἦμαρ ἀνωτέρω ἡ ἐλευθερία. ἄλλως γὰρ ἐνταῦθα νοῆσαι ἀδύνατον.

(v. 459-462) Ὅρα δὲ καὶ τὴν συντομωτάτην ἠθοποιΐαν ἐν τῷ "καί ποτέ τις εἴπῃσιν· Ἕκτορος ἥδε γυνή" καὶ ἑξῆς. δυσὶ γὰρ ἔπεσι περιγέγραπται, ὅτι μηδὲ ἐνεχώρει πολυλογεῖν τὸν εἰπόντα ταύτην Ἕκτορα οἷα εἰσάγαν σπεύδοντα.

(v. 464) Χυτὴ δὲ γαῖα τὸ χῶμα, ἤτοι ὁ κατὰ τύμβον ἀναχωματισμός. χυτὴ γάρ, φασίν, οὐχ' ἁπλῶς ἅπασα γῆ, ἀλλ' ἡ ἐπὶ νεκροῖς χεομένη.

(v. 465) Τὸ δὲ "πρίν γ' ἔτι", εἰ μὲν κατὰ συναλιφήν ἐστιν ἀντὶ τοῦ πρίν γε ἔτι, περιττεῦον ἔχει τὸ ἔτι, ὃ δὴ καὶ ἐν ἄλλοις γίνεται, ὡς καὶ προσεσημείωται. εἰ δὲ τρεῖς εἰσι λέξεις τὸ [364] πρίν, τὸ γε καὶ τὸ τι, περιττεύει τὸ τι, ὡς καὶ ἐν τῷ σχεδόν τι καὶ ἐν ἑτέροις. Ἑλκηθμός δὲ ἡ βία, ὡς καὶ πρὸ βραχέων ἐρρέθη, ἀπὸ τοῦ ἑλκῶ ἑλκήσω, οὗπερ ἡ χρῆσις ἐν Ὀδυσσείᾳ, "Λητὼ γὰρ ἥλκησεν". Ἰστέον γὰρ ὡς οὐ μόνον ἕλκω ἑλκύω, ἀλλὰ καὶ ἑλκῶ περισπωμένως. Τούτου δὲ διχῶς ὁ μέλλων παρὰ τοῖς ποιηταῖς διά τε τοῦ ε ἑλκέσω, ἐξ οὗ ἑλκεσίπεπλοι Τρῳάδες, αἱ βαθύζωνοι, καὶ διὰ τοῦ η ἑλκήσω, ἐξ οὗ ἑλκηθμός, ὁ βίαιος τῶν γυναικῶν ἑλκυσμός. Τὸ μέντοι ἑλκῶ ἑλκώσω, ἤγουν ἕλκος ποιήσω, κοινόν τέ ἐστι καὶ ὕστερον. Ὅρα δὲ καὶ ὅτι τὸ πυθέσθαι, ὃ δηλοῖ τὸ μαθεῖν ἢ ἀκοῦσαι, γενικῇ ἐν τοῖς ῥηθεῖσι συνέταξεν ὁ ποιητής.

(v. 460 s.) [Σημείωσαι δ' ἐν τοῖς ῥηθεῖσι καὶ τὸ ἀληθευτικὸν τοῦ Ἕκτορος. οὐ γὰρ πάντων ἔφη ἄριστος εἶναι μάχεσθαι, ἀλλὰ μόνων Τρώων. Ἔφη γὰρ "ὃς ἀριστεύεσκε μάχεσθαι Τρώων" καὶ ἑξῆς, οὔτε Ἀχαιῶν μνησθεὶς οὐδὲ μὴν Λυκίων ἢ ἐπικούρων, ἵνα μὴ καὶ ὑπερφρονοίη. Καλῶς δὲ γενικῇ συνέταξε τὸ ἀριστεύεσκε διὰ τὸ ὑπερθετικῶς ἔχειν τὸν ἄριστον, ὅθεν τὸ ἀριστεύειν γίνεται καὶ ὁ ἀριστεύς.]

(v. 466) Ὅτι ἐν ἄλλοις τὸ ὀρέγεσθαι δοτικῇ συντάξας, οἷον "ἔγχει ὀρεξάσθω", ἐνταῦθα γενικῇ συντάσσει. Φησὶ γὰρ "ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ", ἤγουν ἐκταθεὶς [365] ἥψατο.

(v. 467-470) Ὅτι πάνυ ἀφελῶς καὶ γλυκέως φράζει Ὅμηρος ὡς ἐν γραφικῇ ὄψει, ὅπως τὸν πατέρα ὡπλισμένον ἰδὼν τὸ βρέφος, ὁ Ἀστυάναξ, διετέθη. Φησὶ γὰρ "ἂψ δ' ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης", ἤτοι τῆς τροφοῦ, "ἐκλίνθη ἰάχων, πατρὸς φίλου ὄψιν ἀτυχθείς, ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην, δεινὸν ἀπ' ἀκροτάτης κόρυθος νεύοντα νοήσας". Ὅθεν καὶ οὐκ ἄλλως ἐθέλει φιληθῆναι τῷ πατρὶ ὁ παῖς, εἰ μὴ κόρυθος γυμνώσας τὴν κεφαλὴν γνωρισθείη αὐτὸς ὁ πατὴρ εἶναι.

(v. 467) Κόλπος δὲ καὶ νῦν κατὰ τοὺς παλαιοὺς ἡ ἀγκάλη. Σημαίνει δέ ποτε καὶ τὸ ἄνω τοῦ πέπλου, ὡς δηλοῖ καὶ Ἡρόδοτος εἰπὼν "ἐνδὺς χιτῶνα μέγαν καὶ κόλπον πολὺν καταλιπόμενος τοῦ χιτῶνος". Εἴληπται δὲ ἴσως ἐξ ὁμοιότητός τινος ἀπὸ τοῦ θαλασσίου κόλπου, ὅς ἐστι θάλασσα μεταξὺ δύο ἀκρωτηρίων, ἐτυμολογούμενος ἀπὸ τοῦ κέλλω, ἐξ οὗ τὸ ὀκέλλω καὶ τὸ προσώκειλε καὶ τὸ ἐξώκειλε.

(v. 467 s.) Τὸ δὲ "πάϊς ἰάχων" ἀσφαλῶς ἂν συνθήσει τὸν προρρηθέντα νηπίαχον. Ἐν δὲ τῷ "πατρὸς ὄψιν ἀτυχθείς" λείπει πρόθεσις ἡ κατα ἢ ἡ δια, ἵνα λέγῃ ὅτι ταραχθεὶς καὶ ἐκπλαγεὶς διὰ τὴν ὄψιν ἢ πρὸς τὴν ὄψιν τοῦ πατρός. Διὸ καὶ ἐν τῷ "ἵπποι ἀτυζόμενοι πεδίοιο" λείπει τοιοῦτόν τι, ἵνα λέγῃ ὅτι ταρασσόμενοι ἐπὶ πεδιάδος διὰ στέρησιν ἡνιόχου ἢ πτοίαν τινά.

(v. 468 s.) Διασάφησις δὲ τοῦ ἀτυχθείς οὐ μόνον τὸ ἐκλίνθη ‑ ἐκκλίνει γὰρ τὸ κατ' εὐθὺ ὁ ἀτυζόμενος ‑ , ἀλλὰ καὶ τὸ "ταρβήσας χαλκόν" καὶ ἑξῆς.

(v. 470) Ἐν οἷς ὅρα ὅτι τε καιρίως εἶπε δεινόν, ἤτοι φοβερόν, νεύειν τὸν λόφον, εἴγε ὁ παῖς βλέπων ἐτάρβησε, καὶ ὅτι τὸ ἐν ἄλλοις ῥηθὲν "δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν" ἐνταῦθα [366] πραγματικῶς ἐξηγήθη. ἐκφοβεῖ γὰρ καὶ τὸν Ἀστυάνακτα ὁ τῆς πατρικῆς περικεφαλαίας λόφος.

(v. 469) Τὸ δὲ ἱππιοχαίτης, ὡς καὶ πρὸ τούτου τὸ ἱππιοχάρμης, ἔοικεν ἔχειν καινότερον ἐν τῇ προπαραληγούσῃ τὸ ι κατὰ ἔλλειψιν τοῦ ε. ἀπὸ γὰρ τοῦ ἱππεία χαίτη γέγονεν. Ἐνταῦθα δὲ χρήσιμον καὶ τὸ "ἵππιος Ποσειδῶν", καὶ τὸ "μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα", ὧν διὰ τοῦ ι ἡ παραλήγουσα. Ζητητέον δὲ εἰ τοιαύτην ἔχει γραφὴν καὶ ὁ ἵππιος Κολωνός, ὃς ἀπὸ τοῦ ἱππίου Ποσειδῶνος ἔσχε τὸ οὕτω κληθῆναι, ὅπου, φασί, καὶ οἱ ὀρεωκόμοι ἵσταντο, παράσημον αὑτοῖς διὰ τὴν ἐξ ἵππου παρωνυμίαν τὸν τόπον, ὡς εἰκός, κρίναντες. Σημείωσαι δὲ καί, ὅτι νῦν λόφον εἰπὼν ἱππιοχαίτην κατωτέρω ἵππουριν κόρυθα λέγει τὴν ἔχουσαν τοιοῦτον λόφον, δηλῶν ὅτι εἰκὸς ἦν καὶ ἀπὸ χαίτης καὶ ἐξ οὐρᾶς δὲ ἵππου τῷ λόφῳ τρίχας ἐνίεσθαι. Ἱππιοχαίτην δὲ εἶπε λόφον πρὸς διαστολὴν τῶν τῆς γῆς λόφων, ὡς εἴγε μὴ οὕτως εἶπεν, ἀδιάρθρωτόν τι ἔλεγεν. Ὅρα δὲ καὶ ὅτι ἐν τῷ χωρίῳ τούτῳ τέσσαρας εἶπεν ἐφεξῆς ἀσυνδέτους μετοχάς· τὸ ἰάχων, τὸ ἀτυχθείς, τὸ ταρβήσας καὶ τὸ νοήσας, [ὃ καὶ σημείωσαι εἰς σέμνωμα τοῦ βρεφυλλίου. οὐ γὰρ ἁπλῶς εἶδεν, ἀλλὰ τῇ ὄψει καὶ τὸ νοῆσαι παρηκολούθησε κατὰ τὸ "νοῦς ὁρᾷ".]

(v. 471) Ὅτι ἐν τῷ "ἐκ δ' ἐγέλασε πατήρ τε φίλος καὶ πότνια μήτηρ" τὸ ἐξεγέλασεν [367] ἢ ἀντὶ τοῦ ἔξω καὶ κατὰ τὸ φαινόμενον ἐγέλασεν, ἄλλως ἤπερ παρ' Ἡσιόδῳ εὕρηται, ἢ ἀντὶ τοῦ πάνυ ἐγέλασε, πρὸς διαστολὴν τοῦ πρὸ μικροῦ μειδιάματος. Καὶ σημείωσαι ὅτι τε πρὸ ὀλίγου μὲν ὁ ἀνὴρ ἐμειδία διὰ τὸν παῖδα, δακρυχέουσα δὲ ἦν ἡ γυνὴ μεριζομένη τὸν παρὰ τοῖς ὕστερον κλαυσίγελων, ἐνταῦθα δὲ γελῶσιν ἀμφότεροι, μετὰ μικρὸν δὲ ἡ γυνὴ δακρυόεν γελάσασα κεράσει αὐτὴ δακρύοις τὸν γέλωτα. καὶ ὅτι τὸ "πατήρ τε φίλος" οὐκ ἀφίησι νῦν τὸ ἐκγελάσαι νοηθῆναι ὅλως κατὰ τό, ὡς ἐρρέθη, ἐν Ἡσιόδῳ κείμενον. ἐκεῖ μὲν γὰρ κατὰ ὀργὴν ὁ Ζεὺς ἐξεγέλασεν, ἐνταῦθα δὲ ὁ φίλος πατὴρ οὐκ ἂν οὕτως ἐκγελάσοι ἐπὶ τῷ φίλῳ υἱῷ.

(v. 473-481) Ὅτι ἀτυχθέντα, ὡς εἴρηται, ὁ πατὴρ τὸν παῖδα ἰδὼν αὐτίκ' ἀπὸ κρατὸς, καθὰ δεδήλωται, κόρυθ' εἵλετο, "καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν", ὃ καὶ αὐτὸ τὸν νηπίαχον ἐξεδειμάτου ὡς οἷα καταστραπτόμενον τῇ ἐκεῖθεν λαμπηδόνι. "αὐτὰρ ὅ γε ὃν φίλον υἱόν", ἤγουν τὸ ἴδιον τέκνον, "ἐπεὶ κῦσε πῆλέ τε χερσὶν εἶπεν ἐπευξάμενος· θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδ' ἐμόν, ὡς καὶ ἐγώ περ, ἀριπρεπέα Τρώεσσιν, ὧδε βίην τ' ἀγαθὸν καὶ Ἰλίου ἶφι ἀνάσσειν. καί ποτέ τις εἴπῃσι πατρὸς δ' ὅ γε πολλὸν ἀμείνων ἐκ πολέμου ἀνιόντα· φέροι δ' ἔναρα βροτόεντα κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ", ὡς τοιούτου δηλαδὴ τυχοῦσα παιδὸς ἴσου τῷ πατρὶ ἢ καὶ ὡς πολλὸν ἀμείνονος. Καὶ ὅρα ὅπως καὶ νῦν ὁ Ἕκτωρ περιαυτολογεῖ καὶ ὅτι ὁ μὲν τοῦ Σοφοκλέους Αἴας ὑπέρφρων πλαττόμενος "γένοιο πατρὶ ὅμοιος" ἐπεύχεται τῷ υἱῷ, τὴν δὲ τοῦ ἀμείνονος αὔξησιν εἰπεῖν ὀκνεῖ, ὡς μὴ ἐγχωροῦν γενέσθαι οὕτω διὰ τὸ μεγαλεῖον τοῦ πατρός, Ἕκτωρ δὲ τὸν ἑαυτοῦ υἱὸν καὶ ἀμείνονα γενέσθαι αὐτοῦ ἐθέλει, καὶ οὐχ' ἁπλῶς ἀμείνονα ἀλλὰ καὶ κατὰ πολύ. Ἰστέον δὲ καὶ ὅτι φύσει οἱ ἄνθρωποι τῶν μὲν ἄλλων οὐδενὸς ἐθέλομεν ἐκπίπτειν δεύτεροι, τῶν οἰκείων δὲ παίδων ὕστεροι [368] παρὰ πολὺ ἐρχόμενοι χαίρομεν. ὅθεν καὶ ὁ πατὴρ Ἕκτωρ πρῶτα μὲν ὅμοιον αὐτῷ εὔξατο γενέσθαι τὸν παῖδα, εἶτα καὶ πολλὸν ἀμείνονα.

(v. 474) Τὸ δὲ κῦσεν, ἤγουν ἐφίλησε, καὶ τὸ πῆλε χερσίν, ἤγουν διεκίνησεν εἰς ἀέρα ὧδε καὶ ἐκεῖ, ἀφέλειαν ὑπογράφει πατρὸς φιλόπαιδος, κατὰ μόνας χειριζομένου φίλον βρεφύλλιον καὶ διακινοῦντος εἰς ἀέρα ἐπὶ συμβόλῳ πετάσματος καὶ ὕψους τινός. [Ἀφελείας δὲ πατρικῆς περὶ βρέφος παράδειγμα καὶ ὁ Λάκων βασιλεὺς Ἀγησίλαος τῷ οἰκείῳ βρέφει περιβεβηκότι κάλαμον καὶ προβεβλημένῳ καλαμίσκον ἕτερον ὡς ἐν σχήματι αἰχμητοῦ ἱππέως τοιοῦτος καὶ αὐτὸς ἀντεπεξιὼν πολεμικῷ νόμῳ ἐν τῇ κατ' οἶκον αὐλῇ καὶ εἰς τοσοῦτον διὰ φίλτρον ὑποκαταβὰς τοῦ βασιλείου ὕψους, φύσεως οὕτω κατασπώσης ὥσπερ αὐτόν, οὕτω καὶ ἄλλους. Σημείωσαι δὲ ὅτι τὸ κύω ῥῆμα ἐνταῦθα μὲν φίλημα σημαίνει, ἀλλαχοῦ δὲ τὸ κατὰ γαστρὸς ἔχειν, οἷον "ὑποκυσαμένη τέκεν". Ἐκ δὲ τοῦ τοιούτου κύειν καὶ ἡ ἐγκύμων καὶ τὸ ἐγκυμονεῖν καὶ κῦμα τὸ γέννημα ὡς ἐκ τοῦ κύημα κατὰ κρᾶσιν, ὡς δηλοῖ παρ' Εὐριπίδῃ ἐν Κερκυόνι τὸ "γέμουσαν κύματος θεοσπόρου", ἤγουν ἐγκυμονοῦσαν ἐκ Ποσειδῶνος. Λέγεται δὲ κύειν ἀποτελεσματικῶς καὶ αὐτὸ τὸ γεννᾶν.] Τὸ δὲ πῆλεν ἔχει καὶ ἀπαρέμφατον, [369] κείμενόν που ἐν τοῖς ἑξῆς καθ' ὁμοιότητα τοῦ σφῆλαι καὶ τοῦ ἰῆλαι καὶ τοῦ ἀγῆλαι, οἷον "εὐνὰς ἀγῆλαι" παρ' Εὐριπίδῃ, ἀντὶ τοῦ τιμῆσαι, τελέσαι μετὰ ἀγαλλιάσεως. Ὥσπερ δὲ πάλλω ἔπηλα, οὕτω καὶ ψάλλω ἔψηλα, ἐξ οὗ καὶ τὸ ψηλαφᾶν κυριολεκτεῖται, ὡς ἀλλαχοῦ δηλοῦται.

(v. 478) Τὸ δὲ "καὶ Ἰλίου ἶφι ἀνάσσειν" εὐχή ἐστι τοῦ φερωνυμηθῆναι τὸν Ἀστυάνακτα κληθέντα παρὰ τὸ ἄστεος ἀνάσσειν, [εἰ καί τις παλαιὸς παίζων κωμικώτερον ἑτέρῳ λόγῳ Ἀστυάνακτα ἑαυτὸν ἔφη που ὡς μὴ στύοντα, τουτέστι μὴ πεφυκότα ἐντείνειν τὸ αἰδοῖον κατὰ ἔρωτα, ὅπερ ἄλλος τις Ῥωμαῖος ἀνὴρ Ὁμηρικῶς ᾐνίξατο, εἰπὼν "οὐ δύναμαι τανύσαι", παίξας τὸ τοιοῦτον ὡς ἐπὶ νευρᾶς τόξου.] Ὀνόματι δὲ ἰσοδυναμεῖ συνήθως καὶ τὸ τοιοῦτον ἀπαρέμφατον, ἵνα ᾖ· βίην τ' ἀγαθὸν καὶ βασιλέα Ἰλίου.

(v. 480) Τὸ δὲ "ἐκ πολέμου ἀνιόντα" σολοικοφανές ἐστιν, εἰ μή τις ἔξωθεν νοήσει τὸ ἰδών ἢ μαθών ἢ τοιοῦτόν τι, ἢ προσλάβῃ πρόθεσιν καὶ συντάξει ὑπερβατῶς, οἷον· καί ποτέ τις εἴπῃ πρὸς αὐτὸν ἢ δι' αὐτὸν ἐκ πολέμου ἀνιόντα.

(v. 479) Καὶ σημείωσαι ὅτι καὶ νῦν σπεύδοντι καὶ ἀγωνιῶντι προσώπῳ τὸ καινοφανὲς δέδωκε τῆς συντάξεως. Διὸ καὶ τὴν ἠθοποιΐαν ὥσπερ πρὸ ὀλίγου, οὕτω κἀνταῦθα ἐσμίκρυνε, καὶ μᾶλλον ἐνταῦθα, ἡμιστιχίῳ αὐτὴν ἐμπεριγράψας, εἰπὼν "καί ποτέ τις εἴπῃσι, πατρὸς δ' ὅ γε πολλὸν ἀμείνων". Ἴσως δὲ οὐδ' ἀνέχεται διὰ φιλαυτίαν πλατῦναι αὐτήν. διὸ οὐδὲ ηὔξατο ἀμείνω αὐτοῦ τὸν παῖδα γενέσθαι, ἀλλά φησι "καί ποτέ τις εἴπῃ", καὶ οὐδὲ ἔφη "καί ποτέ τινες εἴπωσιν", ἀλλά τις, εἷς δηλαδή. οὐ γάρ που οἴεται οὐδ' αὐτὸς δυνατὸν εἶναι ἀμείνω αὐτοῦ γενέσθαι τὸν παῖδα. [Ὅτι δὲ ἐν τῷ "καί ποτέ τις εἴπῃσιν" ἐκτείνεται τὸ τις μετρικῶς διὰ τὸ καταπεραιοῦσθαι [370] μέρος ὂν λόγου, καὶ ὅτι τὸ εἴπῃσι δύναται εἶναι καὶ ἀντὶ τοῦ προσείπῃ, ὅπερ αἰτιατικῇ συντάσσεται, καὶ ὅτι ἐν τῷ "πατρὸς δ' ὅ γε ἀμείνων" ὁ δε σύνδεσμος ἀντὶ τοῦ δη νοεῖται, δῆλον ἂν εἴη.]

(v. 480) Ἔναρα δὲ βροτόεντα ἢ παρὰ τὸ βροτός, ὃ δηλοῖ τὸν ἄνθρωπον, ἵνα δηλοῖ τὰ ἐξ ἀνθρώπων σκῦλα, ἢ παρὰ τὸ βρότος βαρύτονον, ὃ δηλοῖ τὸν μολυσμόν, ἵνα λέγῃ τὰ ᾑματωμένα.

(v. 482 s.) Ὅτι τὸ "ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε παῖδ' ἑόν. ἣ δ' ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ" φιλοφροσύνην φράζει γονέων περὶ βρέφος φίλον.

(v. 484) Ὅτι τὸ δακρυόεν γελάσαι τὴν Ἀνδρομάχην πάθος ψυχῆς δηλοῖ χαρᾷ καὶ λύπῃ σύμμικτον, χαρᾷ διὰ τὰ παρόντα, λύπῃ διὰ τὰ μέλλοντα. Φησὶ γὰρ "ἣ δ' ἄρα μιν δέξατο κόλπῳ δακρυόεν γελάσασα". Καί φασιν οἱ παλαιοί, ὅτι ἐν τῷ "δακρυόεν γελάσασα" δυνατῶς εἰπὼν ὁ ποιητὴς οὐχ' ἡρμήνευσε, τουτέστιν οὐκ ἔφρασε τὸ νόημα πρὸς σαφήνειαν. Καὶ λέγουσιν αὐτοί, ὅτι οὐχ' ἁπλοῦν τῇ γυναικὶ τὸ πάθος ἀλλ' ἐξ ἐναντίων σύνθετον, ἡδονῆς τε καὶ λύπης. γελᾷ μὲν γὰρ διὰ τὸ βρέφος, ἡ δὲ περὶ Ἕκτορος ἀγωνία εἰς δάκρυα προκαλεῖται αὐτήν, δι' οὗ οἶκτον κινεῖ τῷ ἀνδρί, ὡς δηλοῖ εὐθὺς ἐπαχθὲν τὸ "πόσις δ' ἐλέησε νοήσας".

(v. 485) Ὅτι καὶ ὁ Ἕκτωρ ἐνταῦθα χειρὶ κατέρεξε τὴν ἄλοχον, ὥς που τὸν υἱὸν ἡ Θέτις, "ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν".

(v. 486 s.) Ὅτι παραμυθητικὸν ἐξ ἀνδρὸς γυναικὶ τὸ "δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ· οὐ γάρ τίς μ' ὑπὲρ αἶσαν ἀνήρ" καὶ ἑξῆς, ὡς κατωτέρω κείσεται. [Ἔνθα τὸ "Ἄϊδι προϊάψει", φιλούμενον εἰς φράσιν τῷ ποιητῇ, ἔχει ἐν τοῖς πρὸ τούτων που ἀντιπαρακείμενον τὸ "ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν".] Τὸ δὲ "μή μοί τι" διεκόπη. τὸ γὰρ συνεχὲς "μή τί μοι λίην ἀκαχίζεο", ἀντὶ τοῦ μηδαμῶς. Ἀποτροπὴ δὲ καὶ ἐνταῦθα σοφὴ τοῦ λίαν, εἴτ' οὖν ἄγαν, ἀντεισάγουσα τὸ μέτριον.

(v. 488 s.) Ὅτι γνωματεύει ἐνταῦθα ὁ ποιητὴς οὕτω "μοῖραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται". Σῴζει δέ τινα ὁμοιότητα πρὸς τοῦτο προσεχῶς ἀνωτέρω κείμενον καὶ τὸ "οὐ γάρ τίς μ' ὑπὲρ αἶσαν Ἄϊδι προϊάψει". Λέγει δὲ μοῖραν τὸν ἐξ ἀνάγκης θάνατον. Φιλόσοφος δὲ ὁ ῥηθεὶς γνωμικὸς λόγος, δεικνύων, ὅτι ὁ γεγονὼς [371] φθείρεται. Σημείωσαι δὲ ὅτι ἐντεῦθεν παρέξεσται ὁ χρησμὸς ὁ παρὰ τῷ Αἰλιανῷ ἐν τῷ Περὶ προνοίας, λέγων οὕτω "μοῖραν μὲν θνητοῖσιν ἀμήχανον ἐξαλέασθαι, ἣν ἐπὶ γεινομένοισι πατὴρ Ζεὺς ἐγγυάλιξεν". Οὕτω κερδαίνει τι τῶν τοῦ ποιητοῦ καὶ ὁ Πύθιος, ὥσπερ καὶ ἕτεροι τῶν σοφῶν, ἐν οἷς καὶ ὁ γνωματεύσας τὸ "μηδὲν ἄγαν", ὃ καὶ αὐτὸ ἐξ Ὁμήρου ἀπενοσφίσθη προσεχῶς τε εἰπόντος τὸ "μή μοί τι λίην ἀκαχίζεο θυμῷ", καὶ ἐν τοῖς ἑξῆς τὸ "μήτ' ἄρ με μάλ' αἴνεε". Τὸ δὲ πεφυγμένον, ὃ καὶ ἐν Ὀδυσσείᾳ κεῖται, ἐκ τοῦ πεφευγμένον γέγονεν, ἀπελθόντος τοῦ ε διὰ τὸ λειότερον τῆς φωνῆς.

(v. 489) Τὸ δὲ ἐπήν ταὐτόν ἐστι τῷ ἐπάν καὶ ἐπειδάν καὶ ἐπεὶ ἄν, ὃ πρὸ ὀλίγων ἐρρέθη.

(v. 490-493) Ὅτι καὶ ἐνταῦθα ὁ ποιητὴς διὰ τοῦ Ἕκτορος γυναιξὶ πρέπειν φησὶ τὰ ἑαυτῶν ἔργα κομίζειν κατ' οἶκον, ἅπερ καὶ ἐν ὀλιγίστῳ ἐκτίθεται εἰπών· "ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε ἔργον ἐποίχεσθαι, πόλεμος δὲ ἄνδρεσσι μελήσει πᾶσιν, ἐμοὶ δὲ μάλιστα, [τοί", ἤγουν οἵτινες, "Ἰλίῳ ἐγγεγάασι".] Πολέμαρχος γὰρ ἐν Τρωσὶν ὁ Ἕκτωρ, ὡς ἐν Ἕλλησιν Ἀχιλλεύς. διὸ κατωτέρω ἀνδροφόνον αὐτὸν ὁ ποιητὴς καλέσει, καθά που καὶ τὸν Ἀχιλλέα.

(v. 498) Ἐνταῦθα δὲ καὶ οἰκεῖον εἶναι γυναιξὶ τὴν οἰκουρίαν γνωματεύει ὁ ποιητής. ταὐτὸν γὰρ τὸ ἐν οἴκῳ ἔργα κομίζειν καὶ τὸ οἰκουρεῖν. Ἔστι δὲ κομίζειν τὸ ἐπιμελείας ἀξιοῦν, ἐξ οὗ καὶ ἡ κομιδή. γίνεται δὲ ἀπὸ τοῦ κομῶ, ὡς ἐκ τοῦ νεμεσῶ τὸ νεμεσίζω καὶ τὸ πολεμίζω ἐκ τοῦ πολεμῶ. Σημείωσαι δὲ ὅτι τῆς πρὸς γυναῖκας Ὁμηρικῆς ταύτης παραγγελίας εὕρηται καὶ παρὰ Ἡροδότῳ παράδειγμα, ἔνθα φησίν, ὅτι Φερετίμη γυνὴ Βάττου τοῦ χωλοῦ, ἀφικομένη παρὰ τὸν Σαλαμίνιον, ἤτοι Κύπριον, Εὐέλθοντα, ἐδέετο στρατιᾶς ἐπί τινα πόλεμον. Ὁ δὲ πολλὰ πρότερον δοὺς καὶ μὴ θεραπεύων ‑ ἀεὶ γὰρ ἐκείνη τὸ μὲν διδόμενον, φησίν, ἐλάμβανε καὶ καλὸν ἔλεγε, κάλλιον δὲ ἔκρινε τὸ στρατιὰν λαβεῖν ‑ , τελευταῖον ἐξέπεμψεν αὐτῇ δῶρον, ἄτρακτον χρύσεον καὶ ἠλακάτην, ᾗ καὶ εἴριον [372] προσέκειτο, καὶ προσεπεῖπεν, ὅτι γυναῖκα τοιούτοις δωρεῖσθαι χρὴ ἀλλ' οὐ στρατιᾷ θνῃσκούσῃ ἐκ τῶν τρωμάτων.

(v. 492 s.) Ἰστέον δὲ καὶ ὅτι καθ' ὁμοιότητα τοῦ "πόλεμος ἄνδρεσσι μελήσει πᾶσιν, ἐμοὶ δὲ μάλιστα" εἴρηται ἀλλαχοῦ παρῳδηθὲν τὸ "μῦθος δ' ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δ' ἐμοί", καὶ ἐν ἄλλοις "τόξον δ' ἄνδρεσσι μελήσει". οὕτως ἑαυτὸν ὁ ποιητὴς παρῳδεῖ ἐν πολλοῖς. Ὅρα δέ, φασίν, ἠθῶν διαφοράν. Ἕκτωρ μὲν γὰρ τὸν πόλεμον ἄνδρεσσί φησι μελήσειν, Ἀλέξανδρος δὲ τῇ γυναικὶ Ἑλένῃ μέλειν τοῦ πολέμου φησί, ἐν οἷς ἔφη ὡς ἡ ἄλοχος παρειποῦσα μαλακοῖς λόγοις ὥρμησεν αὐτὸν εἰς τὸν πόλεμον. Ἔτι ἰστέον καὶ ὅτι ἡ νῦν προαναφωνητικῷ τρόπῳ ῥηθεῖσα παραίνεσις ἔπεισε τὴν Ἀνδρομάχην οἰκουρεῖν καὶ μηκέτι ἐξελθεῖν εἰς τὸν πύργον, ὡς εἴγε ἐξῆλθεν ἐν τοῖς ἑξῆς, οὐκ ἂν ἤνεγκεν ἰδοῦσα τὸν Ἕκτορα νεκρὸν ἑλκόμενον μὴ οὐχ' ἑαυτὴν καταρρῖψαι τοῦ πύργου, ὅπερ οὐκ ἔχων καθ' ἱστορίαν ποιῆσαι Ὅμηρος, μὴ καὶ εἰς κακόζηλόν τι ἀπεκβῇ, κατέσχεν αὐτὴν ἔσω τοῦ οἴκου ἀπὸ τῆς ἄρτι πειθαρχήσασαν τῷ ἀνδρί. [(v. 493) Ἰστέον δὲ ὅτι τὸ "οἳ Ἰλίῳ ἐγγεγάασιν" ἢ πρὸς τὸ πᾶσι κολλητέον καθ' ὑπερβατόν, ἵνα λέγῃ ὅτι πόλεμος μελήσει πᾶσι τοῖς Ἰλιεῦσιν, ἢ συννοητέον αὐτῷ εἰς τὸ "μάλιστα", ἵνα ᾖ· ἐμοὶ δὲ πόλεμος μελήσει μάλιστα καὶ ἐπέκεινα τῶν ὅλων Τρώων.

(v. 490) Τὸ δὲ "τὰ σαυτῆς ἔργα" πρὸς διαστολὴν ἑτεροίων ἔργων ἐρρέθη. ἔστι γὰρ καὶ πολέμου ἔργον καὶ "ἔργα καλὰ αἰζηῶν" καὶ ἄλλα δὲ μυρία.]

(v. 496) Ὅτι οὕτω φίλανδρος ἡ Ἀνδρομάχη, ὥστε καὶ ὑποχωροῦντι τῷ Ἕκτορι συνεφέπεταί πως καὶ οἷον συνεκδημεῖ τῇ ὁράσει ἐχομένη αὐτοῦ. Φησὶ γάρ, ὅτι "οἴκονδε βεβήκει ἐντροπαλιζομένη", ἤτοι συχνὰ ἐπιστρεφομένη, "θαλερὸν κατὰ δάκρυ χέουσα", περὶ οὗ πρὸ βραχέων εἴρηται. Ἀπάγει μὲν γὰρ αὐτὴν ἡ παραίνεσις, ἐπιστρέφει δὲ ἡ εὔνοια.

(v. 499502) Καὶ ἔσω γενομένη θρῆνον παρὰ ταῖς ἀμφιπόλοις ἁπάσαις ἤγειρε, ζῶντα ὀδυρομέναις τὸν Ἕκτορα. Φησὶ γὰρ "τῇσι δὲ γόον πάσῃσιν ἐνῶρσεν. αἳ μὲν ἔτι ζωὸν γόων", ὅ ἐστιν ἐθρήνουν, "Ἕκτορα. οὐ γάρ μιν ἔτ' ἔφαντο ὑπότροπον ἐκ πολέμοιο ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν", [οὐ τούτων ἢ ἐκείνων, ἀλλὰ δηλαδὴ [373] πάντων, κατὰ τὸ "τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ πάντες ἐφορμηθέντες".] Καὶ ὅρα ὅπως εὐνοοῦσιν ἐνταῦθα αἱ ἀμφίπολοι τοῖς δεσπόταις. Καί φασιν οἱ σοφοὶ χρῆναι τοὺς δεσπότας οὕτω δεσπόζειν ὅπως εὐνοῶνται. Ἰστέον δὲ καὶ ὅτι, καθὰ πρὸ τούτων οὕτω καὶ νῦν προεκθετικῶς ἀναπεφώνηται τὸ μὴ ὑπότροπον ἐπανελεύσεσθαι τὸν Ἕκτορα, καὶ ὅτι οὐχ' ὡς ἐν τοῖς ἑξῆς ἀμφίπολοι Πάτροκλον πρόφασιν κλαίουσιν, ἀληθῶς δὲ τὰ ἑαυτῆς ἑκάστη κήδεα, οὕτω καὶ ἐνταῦθα αἱ οἰκεῖαι πρόφασιν Ἕκτορα θρηνοῦσιν, ἀλλ' ἐνδιαθέτως οἰκτίζονται ὡς μηκέτι αὐτὸν ὀψόμεναι.

(v. 496) Τὸ δὲ ἐντροπαλίζεσθαι κείσεταί που καὶ ἐν τοῖς ἑξῆς ἐπὶ ἥρωος.

(v. 501) Περὶ δὲ τοῦ ὑπότροπος προγέγραπται.

(v. 499 s.) Τὸ δὲ γόον, ὅ ἐστι θρῆνον, καὶ γόων ἀντὶ τοῦ ἐθρήνουν ἔχει τι ψευδοπαρηχήσεως, ὁποῖαι καὶ ἕτεραι προδεδήλωνται ταὐτοφωνίαν ἔχουσαι ἐν ἀνομοιότητι γραφῆς.

(v. 503) Ὅτι τὸν Πάριν ἀναπαυσάμενον, εἶτα κατόπιν τοῦ ἀδελφοῦ σπουδαίως εἰς μάχην ἐξορμήσαντα, ἵππῳ εἰκάζει στατῷ, ὃς εἰωθὼς λούεσθαι ἐπὶ ποταμοῦ καὶ ἐν τῷ ἵστασθαι ἀναπολήσας φανταστικῶς τὰ λουτρὰ καὶ ποθήσας θέει διὰ πεδίου ἀπορρήξας τὰ δεσμά. Φησὶ γάρ· "οὐδὲ Πάρις δήθυνεν", ἤγουν δηθὰ καὶ ἐπὶ πολὺ διέτριψε καὶ ὡς εἰπεῖν ἐβράδυνεν, "ἐν ὑψηλοῖσι δόμοισι" μετὰ τὸν Ἕκτορα, "ἀλλ' ὅ γ' ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ, σεύατ' ἔπειτα", ἤγουν ὥρμησεν, "ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς".

(v. 506-513) Εἶτα ἐπάγων τὴν ῥηθεῖσαν παραβολήν φησιν "ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ δεσμὸν ἀπορρήξας θείει πεδίοιο κροαίνων, εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο κυδιόων. ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται, ὃ δ' ἀγλαΐῃφι πεποιθὼς ῥίμφα ἑ γοῦνα φέρει μετά τ' ἤθεα καὶ νομὸν ἵππων, ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης τεύχεσι παμφαίνων ὥστ' ἠλέκτωρ ἐβεβήκει καγχαλόων, ταχέες δὲ πόδες φέρον". Καὶ σημείωσαι, ὅτι γραφικῶς, ἤτοι ὡς ἐν ζωγραφίας τύπῳ, φράζει καὶ τὴν τοῦ ἵππου παραβολὴν ὁ ποιητής. Ἦ γάρ, ὦ οὗτος, ἀκούων ταῦτα οὐ δοκεῖς ἵππον ὁρᾶν κροαίνοντά τε καὶ κυδιόωντα, ὁποῖα τὰ τῶν εὐγενῶν ἵππων, οἳ καὶ αἰσθάνονται τῆς ἑαυτῶν ἀγλαίας ἕκαστος. εἴποις δ' ἂν καὶ ἀγέρωχον κεφαλὴν βλέπειν ὑψοῦ αἰρομένην καὶ χαίτας ἀγαθοῦ ἵππου ἐν τῷ οὕτω θέειν ἐπικυμαινομένας τοῖς ὤμοις. οὕτω καλλιγραφεῖ καὶ [374] τὰ τοιαῦτα Ὅμηρος. Ἰστέον δὲ ὅτι πρὸς μόνην προθυμίαν ἡ παραβολὴ καὶ σπουδὴν δρόμου. Διὸ καὶ εἰπών, ὅτι ὥρμησεν ὁ Πάρις ἀνὰ ἄστυ ποσὶ κραιπνοῖς πεποιθώς, εὐθὺς ἐπάγει τὴν ῥηθεῖσαν παραβολήν. Ἀνδρεῖον μέντοι οὐδὲ νῦν οὐδὲν ἔχει ὁ Πάρις, ἀλλὰ καὶ εἰς μάχην ἐκτρέχων μετὰ τῆς συνήθους ἀγλαίας πρόεισι. καὶ ἔστιν ὡς ἄν τις σκώψειε τὸ τοῦ Τραγικοῦ "ἡ πάλαι γυνή".

(v. 504) Ὅρα δὲ καὶ νῦν τὸ "κατέδυ τεύχεα" ὁμοίως ῥηθὲν τῷ "κατέδυ πόλιν". τὸ δὲ ἁπλοῦν αὐτοῦ πρὸ βραχέων ἐγράφη. Τὸ δὲ "ποικίλα χαλκῷ" πρὸς διαστολὴν ἔφη τῶν ἄλλως πολυτρόπως ποικιλλομένων.

(v. 506) Στατὸς δὲ ἵππος ὁ τῆς ἀγέλης ἀποσπασθεὶς καὶ ἐν φάτνῃ ἐφ' ἱκανὸν στὰς καὶ ἀναπαυθείς. Τὸ δὲ τοιοῦτον στῆναι καὶ τὸ ἱπποστάσιον ποιεῖ καὶ τὸ βουστάσιον καὶ τὸ βούσταθμον, ‑ ἃ καὶ ἐν ἁπλότητι σταθμοὶ λέγονται, [καὶ σταθμὰ δὲ κατὰ γένους μεταπλασμόν] ‑ καὶ τὸν ζωϊκὸν δὲ σηκόν, ὡς οἷον στηκόν τινα εἶναι, ἀφ' οὗ καὶ ὁ ναὸς σηκός, περὶ ὃν δηλαδὴ ἱερεῖα ἵστανται. Ἀκοστῆσαι δὲ τὸ πολυκριθῆσαι κατὰ τοὺς παλαιούς, ἤγουν τὸ κριθιάσαι. ἀκοσταὶ γὰρ αἱ κριθαί, ὅπερ, φασίν, ἐξ Ὁμήρου μὲν οὐ δείκνυται, παρὰ δέ γε Νικάνδρῳ καὶ ἄλλοις κεῖται. Οἱ δὲ παλαιοί φασι καὶ πάσας τὰς τροφὰς παρὰ Θεσσαλοῖς ἀκοστὰς λέγεσθαι. Ἄλλοι δὲ ἀκοστῆσαί φασι τὸ σχεῖν ἄχος ἐν τῷ ἵστασθαι, ἔνιοι [375] δὲ τὸ λαβεῖν ἄχθος [ἢ μᾶλλον, κατ' αὐτοὺς καὶ τοῦτο εἰπεῖν, ἄκος] τῇ στάσει καὶ τῇ τῆς τροφῆς ἀπολαύσει, ὡς τὸ "πίον τ' ἀκέοντό τε δίψαν". [Ἕτεροι τὸ ἀκολάστως διατεθῆναι, ἵνα ᾖ ἀκολαστῆσαι καὶ ἐν συγκοπῇ ἀκοστῆσαι.] Ἄλλοι δὲ τὸ ἡσυχάσαι παρὰ τὸ ἀκήν, ἤγουν ἡσύχως, στῆναι. Τινὲς δὲ γράφουσιν ἀγοστήσας, ὅ ἐστι ῥυπανθεὶς καὶ διὰ τοῦτο φαντασάμενος τὰς συνήθεις νομὰς καὶ τὰ πρῴην λουτρά, καί φασιν ὅτι γοῖτος λέγεται ὁ ῥύπος, ὅθεν καὶ τὸ ἀγοστήσας γίνεται. [Ἡ δὲ φάτνη παρὰ τὸ φαγεῖν γίνεται, ὥσπερ αὖ ἡ κάπη ἐκ τοῦ κάπτειν, ὅπερ ἐστὶν ἐσθίειν, οἷον "ἱππείῃσι κάπῃσι". Χρῆσις δὲ τοῦ κάπτειν καὶ παρὰ τῷ Κωμικῷ. "ἐνέκαψε" γάρ φησιν ἐκεῖνος.]

(v. 507) Τὸ δὲ "ἀπορρήξας δεσμόν" γενναιότητα ἵππου δηλοῖ οὕτω βιασαμένου τὸ ἐλεύθερον. Τὸ δὲ θείει διὰ μέτρον οὕτω γράφεται, καθὰ καὶ τὸ πλέειν πλείειν λέγεται. Τὸ δὲ πεδίοιο ἢ τῷ θείει συντακτέον, ἵνα λέγῃ· θέει διὰ πεδίου, ἢ [376] τῷ κροαίνων, ἵνα ᾖ· κατὰ πεδίου κροαίνων, ὅ ἐστι κρούων καὶ κροτῶν κατὰ τῆς πεδιάδος. ἵππος γάρ, φασίν, εἰς πεδίον.

(v. 508) Τὸ δὲ εἰωθώς κυρίως μὲν ἐπὶ ἀνθρώπων, ὡς καὶ τὸ ἔθος καὶ τὸ ἦθος, καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀλόγων. Διὸ καὶ θαρρήσας εἰπεῖν ὁ ποιητὴς ἐπὶ ἵππου τὸ εἰωθώς παρακατιών φησιν "ἤθεα καὶ νομὸν ἵππων", ὡς τοῦ εἰωθέναι καὶ τοῦ ἤθους συστοίχων ὄντων. Τὸ δὲ εἰωθὼς λούεσθαι ἐπὶ ποταμοῦ ἡ συνοχή ἐστι τῆς ὅλης παραβολῆς. Εἰ μὴ γὰρ τοιοῦτος ἵππος ὑποτεθείη, οὐδὲ τὰ λοιπὰ γίνεται τῆς παραβολῆς. Ὅτι δὲ φιλεῖ λούεσθαι ὁ ἵππος, δηλοῖ καὶ Ἀριστοτέλης γράψας, ὅτι φιλόλουτρον ζῷον ὁ ἵππος καὶ φίλυδρον καὶ χαίρει λειμῶσι καὶ ἕλεσι. Τὸ δὲ "ἐϋρρεῖος" δηλοῖ μὲν τὸ εὖ ῥέοντος, πάνυ δέ ἐστι τραχὺ καὶ πεζῷ λόγῳ δύσχρηστον. λειότερον δὲ αὐτοῦ τὸ εὐρείτης, τραχὺ δὲ ὅμως καὶ αὐτό. Σημείωσαι δὲ ὅτι καὶ νῦν τέσσαρες ἀσύνδετοι παράκεινται μετοχαί· τὸ ἀπορρήξας, τὸ κροαίνων, τὸ εἰωθὼς λούεσθαι καὶ τὸ κυδιόων.

(v. 509) Ἐν ᾧ ἔστιν ἐνθυμηθῆναι, ὡς κυδιᾶν μὲν ἴσως καὶ κυδροῦσθαι λέγοιτ' ἂν ἵππος οἷά τις φιλητός. ἐπεὶ καὶ ἐκ τοῦ κύω, τὸ φιλῶ, τὸ κῦδος. κύδιμος δὲ ἢ κυδάλιμος ἢ κύδιστος οὐκ ἂν λέγοιτο. Τὸ δὲ "ὑψοῦ κάρη ἔχει", ὅ ἐστιν ὑψαυχενεῖ, καὶ τὸ "χαῖται ὤμοις ἀΐσσονται", τοῦ κυδιόων εἰσὶν ἑρμηνευτικά. ἵππος γὰρ κυδιᾷ, οὗ ἡ κεφαλή τε ὑψοῦ αἴρεται καὶ αἱ χαῖται ὤμοις ἀΐσσονται.

(v. 510 s.) Τὸ δὲ "ὃ δ' ἀγλαίῃ πεποιθὼς ῥίμφα ἑ γοῦνα φέρει" σχῆμά ἐστι καινοπρεπὲς ἐπὶ καινῷ ῥηθὲν καὶ αὐτὸ πράγματι, ταὐτὸν δ' εἰπεῖν, σολοικοφανές. Ὤφειλε μὲν γὰρ ἢ εἰπεῖν, ὅτι ὃ δ' ἀγλαΐᾳ πεποιθὼς ῥίμφα θέει ἢ κροαίνει ἢ φέρεται γόνασιν ἢ τοιοῦτόν τι, ἢ καὶ ἄλλως ἀπὸ αἰτιατικῆς ἀρξάμενος οὕτω πως φράσαι· τὸν δ' ἀγλαΐᾳ πεποιθότα ῥίμφα, ὅ ἐστιν εὐκόλως καὶ κούφως, τὰ γοῦνα φέρει. [377] Ὁ δὲ καινοπρεπῶς κἀνταῦθα σχηματίζων ὡς ἐν σχεδιασμῷ ἔμιξεν ἀμφοτέρας τὰς συντάξεις, ἀρξάμενος ἀπὸ τῆς μιᾶς, ἧς ἡ εὐθεῖα κατάρχει, καὶ καταλήξας εἰς τὸ τέλος τῆς ἑτέρας τῆς κατὰ αἰτιατικὴν προϊούσης, συναγλαϊζόμενος οἷον τῷ φραζομένῳ πράγματι καὶ ὅλος αὐτοῦ γενόμενος καὶ τῆς ἀκολουθίας οὕτω λαθόμενος, οἷς γέγηθε, καὶ ἀγάλλων τὸν ἀκροατὴν τῇ καινοπρεπείᾳ τοῦ σχήματος. Τινὲς δέ γε ὑπερπαθοῦντες οἷον Ὁμήρου, εἰ σόλοικα φθέγγεται, θεραπεύουσι διὰ προθέσεως τὸ σολοικοφανές, φάμενοι, ὅτι ὁ ἵππος ῥίμφα ἑ κατὰ γοῦνα φέρει, ἵνα λέγῃ ὅτι ὁ ἵππος τῇ ἀγλαίᾳ θαρρῶν εὐκόλως ἑαυτὸν φέρει τοῖς γόνασι. Καὶ ἴσως ὥσπερ ἐν τῷ "πεδίοιο κροαίνων" λείπει πρόθεσις, ὡς ἐρρέθη, καὶ ἐν τῷ "λούεσθαι ποταμοῖο", οὕτω καὶ ἐν τῷ γοῦνα ἐνόμισαν ἐνδεῖν τὴν κατα πρόθεσιν. Ἕτεροι δὲ μεταγράφουσι "ῥίμφ' ἑὰ γοῦνα φέρει". Οἱ δὲ τοιοῦτοι λέγουσιν οὐδέν. Οὔτε γὰρ τὸ "ἕ" ἀντὶ τοῦ ἑαυτόν Ὁμηρικόν ἐστιν ἢ ὅλως ὀρθόν, ὅπερ οἱ προσεχῶς ἀνωτέρω πρῶτοι θεραπευταὶ εἶπον, οὔτε ὅπερ οἱ μετ' αὐτοὺς οὗτοι δεύτεροι, ὅτι δηλαδὴ ὁ ἵππος τὰ οἰκεῖα γόνατα φέρει, ἐμφαίνει Ὁμηρικὴν ἰδιότητα. αὐτὸν γὰρ μᾶλλον φέρουσι τὰ γόνατα συντόνως θέοντα, ὡς Ὁμήρῳ ἀρέσκει. Δεῖ γὰρ εἰδέναι ὅτι ὁ ποιητὴς εἴωθε τὰ σπουδαίως θέοντα λέγειν ὑπὸ τῶν ποδῶν φέρεσθαι, ὡς ἐν ἄλλοις τε δηλοῖ καὶ μετ' ὀλίγα ἐν τῷ "ταχέες δέ", ὡς ἐρρέθη, "πόδες ἔφερον τὸν Ἀλέξανδρον". Τινὲς δέ φασι τὸν τοῦ Ἀριστάρχου ἀναγνώστην Ποσειδώνιον ῥίμφαε λέγειν ἐν ἑνὶ τρισυλλάβῳ μέρει λόγου, πλεονάσαντος, φησίν, ἐν παρολκῇ τοῦ ε, ὡς ἐν τῷ "ἠὲ σὺ τόνδε δέδεξο". καὶ αὐτοὶ μὲν τοιαῦτα. Ὁ δὲ Ὁμηρικὸς ἀνὴρ ἥδιον [378] ἀκούοι ἂν καὶ νῦν καινοφωνοῦντος ἐλλόγως τοῦ ποιητοῦ τὰ ἀστεῖα ταῦτα σολοικοφανῆ ἤπερ ἀνέχοιτο Ἀττικῶς φθεγγομένων ἀκροᾶσθαι τῶν ἐπιδιορθουμένων αὐτόν. Σημείωσαι οὖν ὅτι ἐν τῷ "ὃ δ' ἀγλαΐᾳ πεποιθώς" λείπει ῥῆμα τῆς τοιαύτης εὐθείας καὶ ἔμεινεν ἀναπόδοτος ἡ ἔννοια, ὡς οἷα μὴ εὐπορήσαντος τοῦ ποιητοῦ ἐκ τοῦ παραυτίκα διὰ τὸ σχεδιάζειν εἰπεῖν ῥῆμα καιριώτερον καὶ διὰ τοῦτο τραπέντος εἰς ἕτερον νόημα, ὅπερ ἐστὶ τὸ φέρει αὐτὸν τὰ γόνατα. καὶ τοῦτό ἐστι τὸ τῆς καινοπρεπείας τοῦ σχήματος αἴτιον. Τὸ δὲ ἀγλαΐᾳ πεποιθώς καὶ ποσὶ πεποιθὼς ὅμοιον τῷ ἀλκὶ πεποιθώς. Ὡς γὰρ οἶδε λέων ἄλκιμος ὤν, οὕτω καὶ ὁ ῥηθεὶς ἵππος, ὅτι ἀγλαός, καὶ ὁ Πάρις, ὅτι ποδώκης.

(v. 512 s.) Τὸ δὲ "καταβεβήκει Περγάμου ἄκρης" μετάληψίς ἐστι τοῦ "ἄκρης πόλεως". ἐν ἑκατέροις γὰρ ἡ ἀκρόπολις νοεῖται. Φανερῶς δ' ἐνταῦθα θηλυκῶς ἡ Πέργαμος, εἰ καὶ ἐν ἄλλοις οὐδετέρως τὸ Πέργαμον. Τὸ δὲ "τεύχεσι παμφαίνων" νεόσμηκτά τε δηλοῖ τὰ ὅπλα τοῦ Πάριδος, ἐπεὶ πρὸ ὀλίγου, ὡς ἐρρέθη, ἐπεμελεῖτο αὐτῶν, καὶ ὁπλίτην δὲ νῦν ἀντὶ τοξότου αὐτὸν παριστᾷ. ἔοικε γὰρ καὶ αὐτὸς τοῦ τοξεύειν καταγνῶναι. διὸ ῥίψας τὰ τόξα παμφαίνει τεύχεσιν. Ἠλέκτωρ δὲ ἀντὶ τοῦ ἥλιος, ὡς δὲ Ἀπίων φησίν, ὁ λάμπων ὡς ἤλεκτρον, ὅπερ οὐκ ἄν τις ῥᾷον ἀποδέξαιτο, τά τε ἄλλα, καὶ ὅτι οὐκ ἔδει τὸ μὲν τοῦ Ἕκτορος βρεφύλλιον ἀστέρι εἰκάσαι, ἠλέκτρῳ δὲ τὸν θεοειδῆ Ἀλέξανδρον. Μάλιστα μὲν οὖν θαυμαστέον τὴν παραβολὴν ταύτην, ὅτι ἐκ ταπεινοῦ τοῦ κατὰ τὸν ἵππον λόγου μετέωρος ἦρται ὁ Πάρις τῇ κατὰ τὸν ἠλέκτορα ἥλιον παραβολῇ, ὥς που καὶ τὸν Ἀγαμέμνονα ἀπὸ ζωϊκῆς παραβολῆς θειοτέραις εἰκασίαις ἐσεμνολόγησεν ἡ ποίησις. Τεχνικῶς δὲ ὁ ποιητὴς τὴν μὲν κατὰ [379] τὸν ἀγλαὸν ἵππον παραβολὴν πλατὺ διεσκεύασεν, ἀπεστένωσε δὲ τὴν κατὰ τὸν ἥλιον. Ἡ μὲν γὰρ ταπεινὴ οὖσα ἤθελε τριβὴν λόγου ἐκφραστικήν, τὸ δὲ κατὰ τὸν ἥλιον οὐχ' οὕτω ῥᾴδιον ἁπλῶς ἐνταῦθα ἦν. Καὶ ἄλλως δέ, ἐκκλίνων τὸ κατὰ τὴν φράσιν ὁμοειδὲς τὴν μὲν τῶν παραβολῶν ἐπλάτυνε, τὴν δὲ ἑτέραν κατεσμίκρυνε μυστηριωδῶς, ὡς οὐκ ἄν τις φράσῃ γοργότερον. Γίνεται δὲ ἠλέκτωρ ἥλιος ἢ παρὰ τὸν χρυσοφαῆ ἤλεκτρον ἢ καὶ ὅτι ἀνατέλλων ἀποστερεῖ λέκτρου ἤτοι λέχους καὶ κοίτης τοὺς ἐργατικούς, ὡς οἷά τις ἀλέκτωρ ὤν, εἶτα ἠλέκτωρ κατὰ τροπὴν [ἐκφεύγουσαν τὴν πρὸς τὸν ἀλέκτορα συνέμπτωσιν.] Σημείωσαι δὲ καὶ ὅπως ὁ Ἀλέξανδρος λόγῳ ἐρεθισθεὶς οὐ μόνον τοῦ οἰκουρεῖν ἀπήχθη, ἀλλὰ καὶ ἀνδραγαθήσει μετ' οὐ πολύ.

(v. 514) Τὸ δὲ καγχαλόων, ὅ ἐστι χαίρων, εἰς χάρμην τὴν ἀληθῶς ἀπιέναι τὸν Πάριν δηλοῖ. Ἔστι γὰρ κυρίως χάρμη μάχη, ἣν ὑποδύεταί τις οὐχ' ὑποπτήσσων ἀλλὰ καγχαλόων καὶ χάρμα ἔχων, καὶ ἄλλως δὲ εἰπεῖν, μελπόμενος Ἄρηϊ.

(v. 516) Ὅτι ὀαρίζειν τὸ ὁμιλεῖν ἐν λόγοις. Φησὶ γὰρ "ἔνθα Ἕκτωρ ᾗ ὀάριζε γυναικί", τουτέστι διὰ λόγων ὡμίλει. πολλαχοῦ δὲ περὶ τῆς τοιαύτης δηλοῦται λέξεως ἔν τε τῇ Ἰλιάδι καὶ τῇ Ὀδυσσείᾳ. Παράγωγον δὲ αὐτῆς ὁ ὀαριστύς καὶ ὀαριστής, ὁ ὁμιλητής. Προϋπάρχει δὲ τῶν τοιούτων τὸ ἀείρειν καὶ ἡ ἀπ' αὐτοῦ ἄορ καὶ ἡ ξυνάορος καὶ ὁ ξυνάορος. ὅθεν ἐν μεταθέσει τὸ ὀαρίζειν καὶ τά, ὡς ἐρρέθη, ἐξ αὐτοῦ.

(v. 518) Ὅτι καὶ ἐνταῦθα, ὡς καὶ ἐν Ὀδυσσείᾳ, τὸ ἠθεῖος, περὶ οὗ καὶ ἀλλαχοῦ κεῖται, λέξις ἐστὶ συγγενική, ὡς καὶ τὸ θεῖος. Ἔστι δὲ προσφώνησις νεωτέρου ἀδελφοῦ πρὸς παλαιότερον. [380] Ἐλήφθη δὲ κατὰ παράχρησιν ὕστερον παρά τισι καὶ ἀντὶ τοῦ θεῖος, ὃ δηλοῖ τὸν θαυμαστόν, [πλεονάσαντος τοῦ η, ὡς καὶ ἐν τῷ ἠβαιόν καὶ ἠλύγη καὶ ἠμύω. Ἐν δὲ τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους κεῖται καί, ὅτι ἠθείους τοὺς ὁμοτρόπους φαμὲν τῷ τὰ αὐτὰ ἤθη ἔχειν καὶ ἐν ὁμοίοις ἤθεσι καταγεγονέναι. Παρ' ἐνίοις γάρ, φησί, τὰ ἔθη ἤθη λέγεται. Τινὲς δέ, φησί, τὴν φωνὴν ἐκ συγγενοῦς λέγουσι πρός τινα πρεσβύτερον φιλοφρόνως ἀναφέρεσθαι. ἀντισπᾷ δέ πως τὴν ἔννοιαν Εὔμαιος λέγων περὶ Ὀδυσσέως τὸ "ἀλλά μιν ἠθεῖον καλέω".] Ἐν δὲ τοῖς Ἀπίωνος καὶ Ἡροδώρου κεῖται, ὅτι ἴσως τὸ θεῖος, τὸ σημαντικὸν ἐπαίνου, πλεονασμῷ τοῦ η ἠθεῖος γέγονε, καὶ ἔστι προσφώνησις ἔχουσά τινα σεβασμόν. Συγχέεται δὲ παρὰ τοῖς μεθ' Ὅμηρον ἡ λέξις. Ἔστι δὲ τὸ μὲν τέττα φίλου, τὸ δὲ ἄττα τροφέως, τὸ δὲ πάππα πατρός, τὸ δὲ ἠθεῖε ἀδελφοῦ. Φησὶ γοῦν ὁ Πάρις πρὸς Ἕκτορα "ἠθεῖε, ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω δηθύνων", ἤγουν βραδύνων ἐγὼ κωλύω σε σπεύδοντα. Ὅρα δὲ ὅτι κολακεύων καιρίως καὶ ὁ Πάρις ψεύδεται. Εἰδὼς γὰρ ὅτι ὁ Ἕκτωρ διὰ τὰ φίλτατα ἤργησεν, ὡς ἐκείνου τοῦτο προειπόντος, ὅμως ἐνταῦθα εἶπεν ἐπέχεσθαι τὸν Ἕκτορα σπεύδοντα, ὡς αὐτοῦ δὴ τοῦ Πάριδος δῆθεν βραδύνοντος. Τὸ δὲ "ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω" ἐρεῖ ἂν ὁ ἐμποδών τινι πρὸς ἔργον γινόμενος.

(v. 519) Ἐνταῦθα δὲ κεῖται καὶ τὸ ἐναίσιμον ἀντὶ τοῦ καθῆκον. Φησὶ γὰρ "οὐδ' ἦλθον ἐναίσιμον, ὡς ἐκέλευες". μετ' ὀλίγα δὲ ἐν τῷ "ἀνὴρ ὃς ἐναίσιμος εἴη" τὸν δίκαιον ἢ συνετὸν ἡ λέξις δηλοῖ. [Ἐνταῦθα δὲ ὅρα ὡς, εἰ καὶ αἶσα τριχῶς λέγεται, ἐπί τε εἱμαρμένης, ὡς μυριαχοῦ φαίνεται, καὶ ἐπὶ τοῦ καθήκοντος εἴτ' οὖν προσήκοντος, ὡς καὶ αὐτὸ πολλαχοῦ κεῖται, καὶ ἐπὶ μερίδος δέ, ὡς τὸ "λαχὼν ἀπὸ ληΐδος αἶσαν", ἥτις αἶσα καὶ μοῖρα λέγεται, [381] καθ' ὃ σημαινόμενον καὶ μοῖραν κρεῶν φαμεν. Εἰ γοῦν καὶ τριχῶς οὕτως ἡ αἶσα νοεῖται, ἀλλὰ τὸ ἀπ' αὐτῆς σύνθετον τὸ ἐναίσιμον μονάζειν δοκεῖ. οὔτε γὰρ μόρσιμόν τι δηλοῖ οὔτε μερίδα, μόνον δὲ τὸ κατ' ἀρετὴν καθῆκον. Ὁ μέντοι αἴσιος οἰωνὸς καὶ ὁ ἀπαίσιος ἐκ τῆς καθ' εἱμαρμένην αἴσης παρονομάζονται, ὥσπερ καὶ ὁ αἴσιος ὄρνις καὶ ἡ αἰσία τύχη καὶ εἴ τι ἄλλο τοιοῦτον. Ἔστι δέ που τοῦτο καὶ κατὰ τὸ ἐναίσιμον, ὡς καὶ ὅτε φησίν, ὡς πολλοὶ ὄρνιθες πέτονται, οὐδέ τε πάντες ἐναίσιμοι, ἤγουν σημαίνοντές τι μέλλον.]

(v. 520-523) Σημείωσαι δὲ καὶ ὅτι κολακευθείς, ὡς εἴρηται, ὁ Ἕκτωρ, ὃν μέγαν ἐνταῦθα ὁ ποιητής φησιν ἐν τῷ "μέγας κορυθαιόλος Ἕκτωρ", ἀνταποδίδωσιν εὐθὺς τὸ ὅμοιον καὶ ἀντικολακεύων ψεύδεται καὶ αὐτός. Ἐπικρύπτων δὲ καὶ πάλιν ὑπούλως τὸ πρὸς μάχην ἀχρεῖον τοῦ ἀδελφοῦ οὐκέτι μὲν χόλον αὐτὸ καλεῖ, ὡς πρὸ μικροῦ ὠνόμασεν εὐφημότερον, ἑκούσιον δὲ ἀμέλειαν αὐτὸ λέγει, καὶ ἄλκιμον αὐτὸν καλέσας ὅμως οὐκ ἐθέλειν φησὶ μάχεσθαι. Τοῦτο δὲ ποιεῖ στρατηγικῶς, εἰς μάχην θαρρύνων αὐτὸν ἀμφοτέρωθεν, οἷς τε φθάσας ὡμίλησε σφοδρότερον καὶ οἷς ἄρτι μειλίχιος προσφέρεται. Καὶ τοίνυν ἀνύει τι μέγα μετὰ μικρὸν Ἀλέξανδρος, ἀνελὼν τὸν τοῦ κορυνήτου Μενέσθιον, οὐ τοσοῦτον ὡς προπέτης καὶ ὡς ἀναπεπαυμένος, ἀλλ' ὡς λόγῳ συνήθως ἐρεθισθείς. Τοιοῦτον γὰρ ὡς πολλαχοῦ φαίνεται ἡ παραίνεσις. Ἔστι δ' ἐνταῦθα τὰ τοῦ Ἕκτορος πρὸς τὸν Πάριν τοιαῦτα "δαιμόνιε, οὐκ ἄν τίς τοι ἀνήρ, ὃς ἐναίσιμος εἴη, ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι, ἀλλὰ ἑκὼν μεθίης τε καὶ οὐκ ἐθέλεις".

(v. 5235) Εἶτα καὶ ἑαυτοῦ ὑπερλαλῶν, ἐφ' οἷς ἤδη προκατηγόρησε τοῦ Πάριδος, φησὶ διὰ λύπην ἐκεῖνο ποιῆσαι, ὡς δι' αὐτόν, καθὰ κατωτέρω κείσεται, αἰσχυνόμενος. Ἰστέον δὲ ὅτι τὸ "δαιμόνιε, οὐκ ἄν τίς τοι ἀνήρ" καὶ ἑξῆς ὅλον τὸ ῥηθὲν χωρίον, πρὸς ἀμελητὴν ἀνδρεῖον οἰκεῖον ῥηθῆναι, καὶ ὅτι [382] τὸ "ἐπεὶ ἄλκιμός ἐσσι" κομματικὴ παράφρασίς ἐστι τοῦ "οὐκ ἄν τίς σοι ἀνὴρ ἔργον ἀτιμήσειε μάχης", ὥσπερ τὸ "καὶ οὐκ ἐθέλεις" ἑρμηνεία ἐστι τοῦ "ἀλλὰ ἑκὼν μεθίης" ἤγουν ἀμελεῖς. ὅθεν καὶ μεθήμων ὁ ἀμελητὴς καὶ μεθημοσύνη ἡ ἀμέλεια καὶ μέθυ ὁ εἰς μεθημοσύνην ἄγων οἶνος καὶ μέθη τὸ ἐκεῖθεν πάθος. Γράφεται δὲ καὶ νῦν τὸ μεθίης ἐν τῇ ληγούσῃ καὶ διὰ τοῦ η, ὡς τὸ τίθημι τίθης κατὰ λόγον ἐνεστῶτος, καὶ διὰ διφθόγγου δὲ ὡς παρατατικός, ὁμοίως τῷ ἐτίθεις. Ἐναίσιμος δὲ ὁ κατὰ τὸ δέον φρονῶν.

(v. 522) Τὸ δὲ ἔργον μάχης πρὸς διαστολὴν ἑτέρων ἔργων εἴρηται, ὧν ἐστι καὶ τὸ δηλοῦν τὴν γεωργίαν κατ' ἐξοχήν, ἐξ οὗ καὶ ἐργάζεσθαι τὸ γεωργικῶς πονεῖσθαι, καὶ ὁ παρὰ Σοφοκλεῖ ἐργάτης καὶ ὁ παρὰ Θεοκρίτῳ ἐργατίνας. Τὸ δὲ ἀτιμήσει πρωτότυπόν ἐστι τοῦ ἀτίμητος, ὃ δηλοῖ παρ' Ὁμήρῳ τὸν ἄτιμον ἐν τῷ "ὡσεί τιν' ἀτίμητον μετανάστην". καὶ ἔστι τὸ θέμα αὐτοῦ δευτέρας συζυγίας τῶν περισπωμένων, ὡς ἡ Ὀδύσσεια σαφῶς δηλοῖ. οἱ δὲ μεθ' Ὅμηρον ἐν τρίτῃ συζυγίᾳ τὸ ῥῆμα τοῦτο τιθέασιν. ἀτιμῶ γὰρ ἀτιμώσω φασίν.

(v. 5235) Ὅτι γοργὸς λόγος [383] ἐνταῦθα καὶ καίριος, ἐν οἷς ὁ Ἕκτωρ, ὡς ἐρρέθη, ἀπολογεῖται, ἀνθ' ὧν φθάσας ᾔσχυνε τὸν Ἀλέξανδρον. Φησὶ γὰρ "τὸ δ' ἐμὸν κῆρ ἄχνυται ἐν θυμῷ, ὅθ' ὑπὲρ σέθεν αἴσχε' ἀκούω πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο". Συντομώτατα γὰρ ἐνταῦθα ὁ Ἕκτωρ καὶ ὑπὲρ ἑαυτοῦ καὶ ὑπὲρ τῶν Τρώων λαλεῖ, μονονουχὶ λέγων ὡς οὔτε οἱ Τρῶες μεμπτέοι καταλέγοντές σου, ὡς πολλὰ πονοῦντες διὰ σέ, οὔτ' αὖθις ἐγώ, ὁ ἀντὶ σοῦ ἀκούων ἐξ ἐκείνων αἰσχύνης ἄξια, ὡς δυνάμενος μὲν ἐκθεραπεῦσαι τὸ σὸν κακόν, μὴ ἐθέλων δὲ διὰ τὸ πρὸς σὲ φίλτρον.

(v. 523) Ὅρα δὲ τὸ "ἐμὸν κῆρ ἄχνυται ἐν θυμῷ". Ἔοικε γὰρ νῦν διαφοράν τινα ἔχειν τὸ κῆρ, ἤγουν ἦτορ, καὶ ὁ θυμός, ἤγουν ἡ ψυχή. καὶ τοίνυν τινὲς ἦτορ καὶ ἐνταῦθα τὴν καρδίαν νοοῦσι. δύναται μέντοι τὸ ἐν θυμῷ καὶ ἀντὶ τοῦ ἐν ὀργῇ νοηθῆναι. Ἄλλοι δὲ τῶν παραφραζόντων ἦτορ μὲν συνήθως τὴν ψυχήν φασι, θυμὸν δὲ τὴν διάνοιαν

(v. 524) Ὅρα δὲ καὶ τὸ "ὑπὲρ σοῦ αἴσχε' ἀκούω", ληφθὲν ἀντὶ τοῦ διὰ σέ, καὶ ὡς ἄν τις εἴποι χάριν σοῦ.

(v. 526) Ὅτι ὁ μετὰ ἔχθραν σπενδόμενος εἴποι ἂν τὸ "ἀλλ' ἴομεν, τὰ δ' ὄπισθεν ἀρεσσόμεθα", ἤγουν ὕστερον φιλιωσόμεθα, ἐκ τοῦ ἀρώ ἀρέσω, ἤγουν εἰς φιλίαν συναρμόττω, [ἐξ οὗ καὶ ἀρεστήρ, εἶδος πέμματος ἀρέσκοντος, ὡς εἰκός,] καὶ ἀρθμός ἡ φιλία, καὶ ἄρθμιος ὁ φιλιωθείς. πολλαχοῦ δὲ ἡ τοιαύτη λέξις κεῖται, ἀφ' ἧς καὶ ἀρέσαι παρὰ τοῖς ὕστερον τὸ συγκαταθέσθαι. ὅθεν καὶ τὸ εὐαρεστεῖν [384] καὶ τὸ ἀρέσκειν καὶ ὁ ἄρεσκος. Ὅρα δὲ καὶ νῦν τὸ ἴομεν, ἀντὶ τοῦ ἔλθωμεν, ληφθὲν ἀντὶ ἐνεστῶτος, ὡς τὸ τίομεν, κυλίομεν, καὶ τὰ τοιαῦτα.

(v. 528) Ὅτι κρατῆρα στήσεσθαι ἐλεύθερον λέγει τὸ ἐν εἰρήνῃ παυσάμενον πολέμου καθ' ἡσυχίαν τρυφῆσαι.

(v. 528 s.) Ἐνταῦθα δὲ σημείωσαι τὸ τοῦ Ἕκτορος ἐμβριθὲς καὶ φιλάληθες. Ἐκολάκευσε μὲν γὰρ τὸν ἀδελφόν, ὡς προσεχῶς ἐρρέθη, καὶ ἀρέσεσθαι ὑπέσχετο, πλὴν οὐ σήμερον ἢ αὔριον ἢ ἐγγύς που ἡμερῶν, ἀλλ' ὅτε κρατῆρα στήσονται ἐλεύθερον ἐκ Τροίας ἐλάσαντες Ἀχαιούς, ἤτοι ἐξελάσαντες. Δῆλον γὰρ ὡς πρὶν ἢ τοῦτο γενέσθαι, οὐ παύσηται ἂν ἐν καιρῷ αἰσχύνων, εἰ δεήσει, τὸν ἀδελφόν, καὶ τὸ ἀρέσεσθαι ἀπολεγόμενος. Σημείωσαι δὲ καὶ ὅτι ἐκ τοῦ στήσειν κρατῆρα τὸ πιεῖν δηλοῦται, ὡς καὶ ἐκ τοῦ στήσειν τράπεζαν τὸ φαγεῖν.