Μετάβαση στο περιεχόμενο

Παρεκβολαί εις την Ομήρου Ιλιάδα/Εκ των της δέλτα ραψωδίας

Από Βικιθήκη
Παρεκβολαὶ εἰς τὴν Ὁμήρου Ἰλιάδα
Συγγραφέας:
Ἐκ τῶν τῆς δέλτα ῥαψῳδίας


ΕΚ ΤΩΝ ΤΗΣ ΔΕΛΤΑ ΡΑΨΩΙΔΙΑΣ

[685] Ὅτι ἔμμετρος ἐπιγραφὴ τοῦ γράμματος τούτου αὕτη· Δέλτα· θεῶν ἀγορή, ὅρκων χύσις, Ἄρεος ἀρχή. κοινὴ δὲ ἥδε· ὁρκίων σύγχυσις καὶ ἐπιπώλησις Ἀγαμέμνονος. οἱ δὲ Σχολιασταὶ πολλαχοῦ μέμνηνται καὶ χωρίς τινος προσθήκης τῆς ἐπιπωλήσεως, οἷον "ὅτι φησὶν ὁ ποιητὴς ἐν τῇ Ἐπιπωλήσει", ἤγουν ἐν τῇ δ΄ ῥαψῳδίᾳ. ἐκτείνουσι δὲ καὶ τὸ πω τῆς λέξεως ταύτης Ὁμηρικώτερον. ἐπιπώλησις δὲ καλεῖται ἡ δ΄ ῥαψῳδίᾳ, διότι ἐν αὐτῇ ἐπιπωλεῖται στίχας ἀνδρῶν ὁ βασιλεύς.

(v. 1-4) Ὅτι θεῖόν τι πρᾶγμα τὴν βουλὴν καὶ τὴν δημηγορίαν ὑποδεῖξαι θέλων ὁ ποιητὴς οὐ μόνον ἀνθρώπους βουλευομένους καὶ δημηγοροῦντας ποιεῖ, ἀλλὰ καὶ θεοὺς πολλαχοῦ πολιτικώτερον, ὡς καὶ ἐνταῦθα, καί πως μῖγμά τι βασιλείας καὶ δημοκρατίας ἡ ἐν θεοῖς ἀρχὴ φαίνεται, ὡς παρὰ Ἕλλησι. Τὸ μὲν γάρ· "ἡμεῖς δὲ φραζώμεθα" καὶ τὸ "παρὰ Διῒ καθήμενοι ἠγορόωντο" δημοκρατίας ἔργα, τὸ δὲ αὐτὸν τὸν Δία ποιεῖν, ἃ βούλεται ἀπάνευθεν ἄλλων, τοῦτο οὐκέτι δημοκρατίας ἐστί. καὶ ἑτέρως δὲ εἰπεῖν, ἐπεὶ ἀνθρωποπαθεῖς οἱ τῆς ποιήσεως θεοί, πλάττει καὶ αὐτοὺς οὐδέν τι τῶν μεγάλων πράττοντας δίχα τοῦ βουλεύσασθαι, ποτὲ μὲν ἐν ἀδείᾳ, ποτὲ δὲ καὶ ἐν συμποσίῳ, κατ' ἔθος καὶ τοῦτο παλαιόν τε καὶ σοφόν. ὡς καὶ ἐνταῦθα οἱ θεοί "πὰρ Ζηνὶ καθήμενοι", ὅ ἐστι πάρεδροι ὄντες τῷ Διΐ, "ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐῳνοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσιν ἀλλήλους δειδέχατο", βουλευόμενοι καὶ περὶ Τροίας. καὶ ἄλλως δὲ εἴωθεν ὁ ποιητὴς τὰ κατὰ πεπρωμένον τέλος γινόμενα εἰς βουλὴν Διὸς ἀνάγειν, ὅ ἐστιν εἰς τὸ τῆς εἱμαρμένης κῦρος. καὶ ἐνταῦθα οὖν τὴν τῶν ὅρκων σύγχυσιν καὶ τὴν τοῦ πολέμου αὖθις σύμμιξιν εἰς εἱμαρμένην ἀνάγων ποιεῖ τὸν Δία σὺν τοῖς θεοῖς βουλευόμενον τὰ ποιητέα.

(v. 1) Ἰστέον δέ, ὅτι κατὰ τὴν ἀλληγορίαν θεοὶ καὶ ἐνταῦθα οἱ ἀστέρες, ἢ ἁπλῶς [686] ἢ μόνοι οἱ πλάνητες, παρὰ τὸ θέειν.

(v. 2) Ἥβη δὲ αὐτοῖς οἰνοχοεῖ, ἀναθυμίασις δηλαδὴ ἀκατάπαυστος καὶ ἀεὶ νεάζουσα. πόσις γὰρ οἷον ἄστρων αὕτη κατὰ Ἕλληνας, οἳ καὶ παρεδρεύουσι τῷ Διΐ, τουτέστι τῇ εἱμαρμένῃ, ὡς εἴρηται. κατὰ γὰρ ποιάν, φασί, τῶν ἄστρων διάθεσιν τὰ τῆς εἱμαρμένης συντελεῖται ἑδραίως καὶ ἀσφαλῶς. διὸ καὶ καθῆσθαι παρὰ τῷ Διῒ λέγονται, καίτοι ἄλλως παρὰ τὸ θέειν θεοί ἐτυμολογούμενοι. ὁ τοιοῦτος δὴ Ζεὺς καὶ ὁ περὶ αὐτὸν τοιοῦτος ἀθροισμὸς καὶ τῇ Τροίᾳ τὴν ἐκ παραβάσεως ὅρκων ἐπιπλέκουσιν ἢ ἐπικλώθουσιν ἅλωσιν, ἔτι δὲ καὶ ἄλλως εἰπεῖν, διὰ τῆς μονομαχίας ὁ πόλεμος διακέκοπται καὶ οἱ μὲν λαοὶ ἀμφοτέρωθεν ἄοπλοι κάθηνται, νενίκηται δὲ Ἀλέξανδρος καὶ ἡ νίκη τοῦ Μενελάου ἐστίν, ὡς καὶ ὁ Ζεὺς ἐπικρινεῖ, καὶ ἀνάγκη λοιπὸν ἢ ἐκδοθῆναι τὴν Ἑλένην, ὡς νενικημένου τοῦ Πάριδος, ἢ δίκην συστῆναι, ὡς μὴ καὶ πεφονευμένου αὐτοῦ. ἐπεὶ δὲ οὐ δυνατὸν πλασθῆναι γενέσθαι ταῦτα διὰ πολλοὺς λόγους, βουλεύεται ὁ ποιητής, πῶς ἂν εὐμηχάνως αὖθις συνάψῃ τὸ τῆς μάχης διασπασθὲν καὶ τοῦ εἰς νοῦν ἐκλαμβανομένου Διὸς πολλὰ ἐν τῷ ποιητῇ σκοπήσαντος, οὐδὲν αὐτῷ εὕρηται πιθανώτερον ἄλλο καὶ εὐπλαστότερον ἢ τὸ συγχεθῆναι τοὺς ὅρκους παρά τινος τῶν Τρώων. ἐπεὶ δὲ πάντες ἐμίσουν τὸν Ἀλέξανδρον ἶσα κηρὶ μελαίνῃ, ὡς προείρηται, ἐπιλέγεται εἰς τοῦτο τὸν κατάρατον Πάνδαρον. καὶ τοίνυν τοῦ Ἀγαμέμνονος ἀξιώσαντος δίκαια, οἱ μὲν ἄλλοι πάντες μέλλουσιν, ἀντειπεῖν οὐκ ἔχοντες, Πάνδαρος δὲ βάλλει λάθρᾳ τὸν Μενέλαον καὶ ἐπ' αὐτῷ προεξανίστανται τῶν Ἑλλήνων οἱ Τρῶες νομίσαντες, ὡς εἰκός, βασιλικὸν εἶναι τοῦτο βούλημα, καὶ οὕτω συνάγονται πιθανῶς εἰς πόλεμον τὰ στρατεύματα. καὶ ἐπ' ἀληθείᾳ μὲν ὁ ποιητὴς ἐν ἑαυτῷ κατὰ Δία νοῦν ἐβουλεύσατο, πῶς ἂν διασπάσας ἤδη τῇ μονομαχίᾳ τὴν μάχην αὖθις συναγάγῃ αὐτὴν καὶ πόλεμον κακὸν ἐγείρῃ καὶ φύλοπιν αἰνήν, διὰ δὲ τὸ σεμνότερον καὶ ὑψηλότερον πιθανότερόν τε καὶ εὐπλαστότερον εἰς θεοὺς ἀνάγει τὸ βούλευμα, οἱονεὶ λέγων, ὅτι οὐδὲν ἐκώλυε διὰ τῆς μονομαχίας ταύτης λυθῆναι τὴν μάχην καὶ φιλότητα ἐν ἀμφοτέροις γενέσθαι, εἰ μὴ ἄνωθεν κεκώλυτο βουλευσαμένων θεῶν, ἢ τῶν μυθικῶν ἢ τῶν τῆς ἀλληγορίας, ὡς εἴρηται.

(v. 1) Ὁ δὲ Ζήν ἢ ῥηματικῶς ἔχει, [687] ὡς ἀπὸ τοῦ ζῶ, ἢ ἐκ τοῦ Ζεύς παρωνόμασται. ἐν οἷς ὅρα, ὅτι, ἐπεὶ μήτε ἀπὸ τοῦ Ζήν Ζηνός προῆλθε πατρωνυμικὸν Ζηνίδης, μήτε ἀπὸ τοῦ Ζεύς Ζείδης κατὰ ἀναλογίαν ὁμοίως τῷ Ἀζεύς Ἀζείδης, ὃ ἐν τῇ Βοιωτίᾳ κεῖται, ὠκνήθη καὶ ἐκ τῆς Διός γενικῆς γενέσθαι Διΐδης, τύπῳ δὲ γέγονε τοπικῷ ἐκ τοῦ Διός ὁ Δῖος, ἵνα εἴη, ὡς Χίϊος Χῖος, ὁ ἀπὸ Χίου, οὕτω καὶ Δίϊος Δῖος, ὁ ἀπὸ Διός, ὡς εἴ τις εἴποι ἀπ' αἰθέρος ἢ οὐρανοῦ. ἔχει δὲ ἄλλως καὶ πατρωνυμίας χαρακτῆρα τὸ Δίϊος Δῖος κατὰ τὸ Τελαμώνιος Αἴας. ὅτι δέ, ὥσπερ Ζεύς Διός, παρὰ τὸ ζῶ ἢ παρὰ τὸ δεύω, ἔτι δὲ καὶ Ζήν Ζηνός, ὁμοίως δὲ καὶ Ζάν Ζανός κατὰ τὸ "βροντάτω μέγας Ζάν", οὕτω καὶ Ζάς ὁ αὐτὸς κατὰ τὴν αὐτὴν ἐτυμολογίαν, δηλοῦσιν οἱ παλαιοί. ὡς δὲ καὶ ὀξύνεται ὁ Ζάς καὶ τὸ ντ ἔχει ἐν τῇ γενικῇ, δῆλον ἐκ τοῦ παραδόντος, ὅτι, καθὰ Πράς Πράντος, ὄνομα ποταμοῦ καὶ πόλεως, καὶ Φθάς Φθάντος κύριον παροξυνόμενον μετοχικῶς ἐν τῇ γενικῇ κατὰ τὸ φάς φάντος, οὕτω καὶ Ζάς Ζάντος, ὃ σημαίνει τὸν Δία.

(v. 4) Τὸ δὲ δειδέχατο, ἤγουν ἐδεξιοῦντο, ῥῆμα σύνηθες Ἰωνικόν, τὴν παρὰ τοῖς ὕστερον πρόποσιν δηλοῖ. προπίνουσι γὰρ ἀλλήλοις κατὰ τὸ καὶ παρὰ Ῥωμαίοις ἔθος οἱ ἀλλήλους δεπάεσσι δεξιούμενοι.

(v. 3) Σημείωσαι δέ, ὅτι σεμνύνει τὸν χρυσὸν Ὅμηρος, οἷς καὶ εἰς οὐρανὸν αὐτὸν ἀνάγει, καὶ τὸν ἐν ἄλλοις πολύχαλκον διὰ τὸ στερεὸν ὧδε πολύχρυσον πλάττει διὰ τὸ καλόν, τό τε δάπεδον τοῖς θεοῖς ἀπὸ χρυσοῦ στρωννύων καὶ χρυσέοις αὐτοὺς λέγων πίνειν δεπάεσσιν. ἀλληγορικῶς μέντοι διὰ τοῦ χρυσέου μὲν δαπέδου τὸ ἀνέφελον δηλοῦται τοῦ ἄνω τόπου, ὡς ἐν Ὀδυσσείᾳ μάλιστα φαίνεται, διὰ δὲ τῶν χρυσέων ποτηρίων ὁ ἥλιος ἐμφαίνεται, ὃς τὰς ὑγρότητας ἀνάγει, δι' ὧν τὸ ἐκεῖ συμπόσιον τοῖς ἀλληγορουμένοις θεοῖς γίνεται. δι' οὗ καὶ ὁ ἄπονος βίος δηλοῦται τῶν μυθικῶν θεῶν καὶ ἀκάματος καὶ ἄφροντις, ἃ τοῖς περὶ γῆν οὔκ εἰσι. Τὸ δὲ χρυσοῖς δεπάεσσι δεξιοῦσθαι τοὺς θεοὺς ἀλλήλους τὰς συμπαθείας τῶν ἀστέρων δηλοῖ καὶ τὴν εἰς ἓν ἔστιν ὅτε σύμπνοιαν καὶ οἷον δεξίωσιν, δι' ἧς δοκοῦσι τὰ περὶ γῆν κατεργάζεσθαι.

(v. 2) Ἰστέον δέ, [688] ὅτι καὶ ὁ παρ' Εὐριπίδῃ Ζηνὸς πολύχρυσος οἶκος ἐκ τοῦ Ὁμηρικοῦ χρυσέου δαπέδου εἴληπται. ἔστι δὲ δάπεδον μὲν τόπος ἐγγὺς οἰκημάτων, αὐτὸς μὴ ἔχων οἰκήματα, ἢ τόπος ἐν πόλει ψιλὸς οἰκημάτων, ὡς δηλοῖ παρά τινι καὶ τὸ "περιφέρων τὴν ἀσπίδα, ἐπίχαλκον οὖσαν, προσίσχε τῷ δαπέδῳ ἐντὸς τοῦ τείχους", ἢ χωρίον ὁμαλὸν εἰς διατριβὴν ἀνεθέν, ὅπερ ἐν Ὀδυσσείᾳ καὶ τυκτὸν λέγει δάπεδον, ἐν ᾧ οἱ μνηστῆρες γυμνάζονται. δύναται δὲ κἀνταῦθα, ὥς που καὶ κατὰ Ὀδύσσειαν, τὸ ἐντὸς οἰκίας ἐμβαδὸν δάπεδον λέγεσθαι, ὡς μὴ μόνον αἴθριον, ἀλλὰ καὶ ὑπωρόφιον εἶναι δάπεδον. γίνεται δὲ παρὰ τὸ δᾶ, ὃ δηλοῖ Δωρικῶς τὴν γῆν, καὶ τὸ πέδον. γήπεδον μέντοι τὸ ἐν πόλει προκείμενον οἰκίας οἷον κηπίδιον. οἰκόπεδον δὲ οἰκίας καταρριφείσης ἔδαφος, ὅπερ κοινότερον καὶ ἐρείπιον οἱ ὕστερόν φασιν. Ἰστέον δέ, ὅτι, ὥσπερ ἰσοδύναμοι λέξεις τὸ δᾶ καὶ τὸ πέδον καὶ τὸ γῆ καὶ πέδον, οἷον "ὄμνυ πέδον γῆς" παρὰ Σοφοκλεῖ, ἀπετέλεσαν τὸ δάπεδον καὶ τὸ γήπεδον, οὕτω καὶ ἐπ' ἄλλων γίνεται ὁμοιοσήμων λέξεων. τὸ γοῦν ὄρω καὶ τὸ θύνω συνελθόντα τὸ ὀροθύνω συνέθηκαν, ὃ δηλοῖ τὸ διεγείρω, καὶ τὸ στρέφειν καὶ δινεῖν τὸ στρεφεδίνηθεν, καὶ τὸ καίειν καὶ πυροῦν τὸ καπυρόν, καὶ ἡ ἔρα καὶ γῆ τὸ ἔργον τὸ ἐπὶ γεωργίας, καὶ τὸ ἠλεόν καὶ μάταιον παρὰ Ὀππιανῷ τὸ ἠλέματον. ὁμοίως δὲ καὶ ἐκ τοῦ φιλεῖν καὶ τοῦ ἥδεσθαι τὸ φιληδεῖν γίνεται· καὶ ἐκ τοῦ πόπος καὶ ἄναξ, θείων λέξεων, ὡς προδεδήλωται, πόπανον τὸ θεῷ ἄνακτι καθοσιούμενον, ὡς ἐμφαίνει καὶ ὁ Κωμικός, καὶ ἐκ τοῦ κάσις καὶ γνωτός ὁ κασίγνητος τροπῇ τοῦ μακροῦ εἰς μακρόν· καὶ ἐκ τοῦ πρᾷος καὶ εὐμενής ὁ ἐν τῇ τραγῳδίᾳ πρευμενής· καὶ ἐκ τοῦ ἀπάγειν καὶ ἀπελαύνειν τὸ ψιλούμενον ἀγηλατεῖν· καὶ ἐκ τοῦ χύω καὶ χέω κατὰ τοὺς παλαιοὺς ὁ κυκεών· καὶ ἐκ τοῦ θροῦς καὶ βοή ὁ θόρυβος· καὶ ἐκ τοῦ μόρος καὶ φόνος ὁ ἐν τῇ ω΄ ῥαψῳδίᾳ μόρφνος αἰετός· καὶ ἐκ τοῦ χρέος καὶ ὀφειλή [689] ὁ χρεωφειλέτης· καὶ ἐκ τοῦ πτίσσειν καὶ αἰνεῖν, ταὐτοδυνάμων λέξεων, ὥς φησι Παυσανίας ἐν τῷ αὐτοῦ Λεξικῷ, ἡ πτισσάνη· καὶ ἐκ τοῦ ἄττειν καὶ ἅλλεσθαι κατά τινας τὸ ἀττάλλειν· καὶ ἐκ τοῦ θορεῖν καὶ ἀΐσσειν ὁ Θράϊξ· καὶ ἐκ τοῦ καίειν καὶ δαίειν Κανδάων, ὁ Ἄρης, διὰ τὴν καυστειρὰν μάχην τὴν καὶ δηΐδα· καὶ ἐκ τοῦ φονεύειν καὶ κτείνειν τὸ φονοκτονεῖν· καὶ ἐκ τοῦ δονεῖν καὶ πάλλειν τὸ δνοπαλίζειν· καὶ ἐκ τοῦ ἱκέσθαι καὶ θύειν ὁ ἰχθύς· καὶ ἐκ τοῦ ἄρχειν καὶ ἡγεῖσθαι ὁ ἀρχηγός· καὶ ἀπὸ τοῦ χέειν, ῥέειν, νάειν, ὁ χρόνος· καὶ ἐκ τοῦ νάειν καὶ ῥέειν ὁ Νηρεύς· καὶ ἐκ τοῦ σύεσθαι, ἤγουν ὁρμᾶν, καὶ τοῦ κίειν ἡ συκῆ· [ἐκ τῶν αὐτῶν δὲ κατὰ τοὺς παλαιοὺς καὶ ὁ σικυός κατὰ μετάθεσιν ἢ τροπὴν διχρόνων. οὕτω δὲ καὶ ἐκ τοῦ θῶ, τὸ τίθημι, καὶ τοῦ θῶ, τὸ θηλάζω, τήθη ἡ ἐντιθεῖσα ἔνθεσιν, ἤγουν τροφήν, τῷ θηλάζοντι βρέφει· καὶ ἀπὸ τοῦ τείρω καὶ ἔδω τερηδών, ζωΰφιον ἐμφυόμενον ὀστοῖς καὶ ξύλοις καὶ ὅσοις τοιούτοις κραύροις ἐμφύονται σώμασι τοιαῦτα θηρίδια, ὧν εἶδος καὶ οἱ ἐν Ὀδυσσείᾳ ἶπες.] Ἔτι ὁμοίως καὶ ἐκ τοῦ ἐναίρειν καὶ κτείνειν ἐναροκτάντας ὁ θάνατος. τοιοῦτον δὲ καὶ ἡ Ὁμηρικὴ Ἁλοσύδνη καὶ ἡ τοῦ Καλλιμάχου Ὑδατοσύδνη· ὀνόματα δὲ ταῦτα Νηρηΐδων. [οὐκ ἀπέοικε δὲ τῶν τοιούτων οὐδὲ ὁ Ὠραπόλλων, ἀνὴρ λόγιος, οὗ ἡ σύνθεσις ἐκ τοῦ Ὦρος καὶ Ἀπόλλων, ἃ καὶ ἄμφω ἐπίθετά εἰσι Φοίβου. συμφωνεῖ δὲ καὶ τὸ μυθολογεύειν, ὅπερ ἐστὶ μυθεῖσθαι καὶ λέγειν· ἤδη δὲ καὶ τὸ λογολεσχεῖν, λόγος γάρ τις καὶ ἡ λέσχη ἐστι.] Τὴν δὲ τοιαύτην σύνθεσιν παρεισήγαγεν ὁ ἐκ παραλλήλου σχηματισμός, ὃς ἢ ἐννοίας ὁμοίας [690] ἀλλήλαις ἐπιστοιβάζει, οἷον ὁ μέγας βασιλεὺς ἦλθεν, ὁ τρισμέγιστος ἄναξ παραγέγονεν, ‑ ἄμφω γὰρ τὰ κῶλα ταῦτα ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῦσι νόημα ‑ ἢ λέξεις ἰσοδυνάμους παραλληλίζει, οἷον τυχὸν ἴσως οὕτω γέγονε, καὶ λίαν πάνυ ταχέως καὶ ὅσα τοιαῦτα. ἐκ δὲ τῆς τοιαύτης τῶν λέξεων παραθέσεως ἐπενοήθη καὶ ἡ τοῦ ῥηθέντος δαπέδου καὶ τῶν ὁμοίων αὐτῷ σύνθεσις. οἱ δὲ θερμότεροι καὶ ταὐτοφώνους λέξεις οὕτω συνέθεντο. τοιοῦτον γὰρ τὸ φιλόφιλος καὶ τὸ φαυλεπίφαυλος καὶ εἴ τι ἄλλο οὕτω σύγκειται, ὡς καὶ τὸ πάμπαν ἐπίρρημα. καὶ τοῦτο μὲν οὕτως ἁπλούστερον. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν τεχνικώτερον, ὅτι αἱ παράλληλοι λέξεις ἢ σύγκεινται ἢ παράκεινται. ἄμφω δὲ ταῦτα ἢ ἐκ ταὐτότητος γίνεται ἢ ἐξ ὁμοιότητος. οἷον ἐκ ταὐτότητος μὲν παραλληλισμὸς ἐν συνθέσει μὲν τὸ πάμπαν, ἐν παραθέσει δὲ τὸ πάνυ πάνυ καὶ πάλαι πάλαι παρὰ τῷ Κωμικῷ, καὶ ἔλακεν ἔλακε παρ' Εὐριπίδῃ καὶ ὅσα τοιαῦτα. ἐκ δὲ ὁμοιότητος λέξεων παραλληλισμὸς ἐν συνθέσει μὲν τὸ γήπεδον καί, ὅσα τοιαῦτα πρὸ βραχέων ἐρρέθη, ἐν παραθέσει δὲ τὸ λίαν πάνυ καὶ τυχὸν ἴσως καὶ τὰ ὅμοια. λέγομεν δὲ ἐν ταὐτότητι μὲν τὰ καὶ τῇ φωνῇ καὶ τῷ νοήματι τὰ αὐτά, ἐν ὁμοιότητι δὲ τὰ τῇ προφορᾷ μὲν ἀνόμοια, τῇ σημασίᾳ δὲ ὅμοια, μάλιστα δὲ ταὐτοδύναμα. Σκοπητέον δὲ καί, μήποτε τὸ ἐνταῦθα δάπεδον τοῦ Διὸς ὅμοιόν ἐστι τῷ αὐλή, ὅπερ ἐν Ὀδυσσείᾳ φησὶν Ὅμηρος εἰπών· "Ζηνός που τοιήδε γ' Ὀλυμπίου ἔνδοθεν αὐλή".

(v. 2 s.) Ἥβη δὲ οἰνοχοεῖν λέγεται νέκταρ τοῖς ἄνω οὐ κατὰ τὸν ἐπὶ Ἡφαίστῳ ἐν τῇ α΄ ῥαψῳδίᾳ λόγον, ἀλλὰ διὰ τὸ ἀγήρω καὶ ἀεὶ νεάζοντα εἶναι τὰ θεῖα καὶ οἷον ἡβάσκοντα. κύριον δὲ μυθικῶς ὄνομα ἐνταῦθα ἡ Ἥβη, θυγάτηρ Ἥρας Ἡρακλεῖ συνοῦσα. ἑτέρως μέντοι πρὸς ἀλήθειαν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀνθρώπου ἡλικίαν ἡ λέξις δηλοῖ, ὅτε τριχοῦνται αὐτῷ τὰ ἐκ νέων ἄτριχα. διὸ καὶ ἀπότριχες ἐλέγοντο οἱ ἄνηβοι. [Ἐκ τοῦ ἥδω δέ, ὅ ἐστιν [691] εὐφραίνω, ἡ ἥβη· χαρίεσσα γὰρ ἡ τοιαύτη ἡλικία καὶ ἡδεῖα κατὰ τὸ "οὗ περ χαριεστάτη ἥβη". ἀφ' ἧς καὶ τὰ ἱστορούμενα ἐνηβητήρια καὶ τὸ ἡβηδὸν ἐπίρρημα καὶ τὸ ἡβῶ ἡβήσω, καὶ ἡβάσω δέ, ἐξ οὗ τὸ ἡβάσκω προσλήψει τοῦ κ, καὶ ἡ ἐν Ὀδυσσείᾳ πρωθήβη καί, ὅσα ἐκεῖ δηλοῦται, καὶ τὸ ἡβυλλιᾶν, τὸ παρὰ τῷ Κωμικῷ, καὶ τὸ ἐφήβαιον, οὗ πρόκειται ἥβη ἑτεροία, μέρος αὐτὴ δηλοῦσα σώματος.]

(v. 3) Ἀττικὸν δὲ τὸ ἐῳνοχόει, ὡς καὶ τὸ ἑώρακε καὶ τὸ ἐωνημένος, ὁ ὠνησάμενος, καὶ ἄλλα μυρία. οἱ δὲ παλαιοὶ καὶ τοιαῦτά τινά φασιν, ὅτι, ὥσπερ ᾦγε καὶ ἀνέῳγεν, οἷον· "τὸν οὐ θεὸς ἄλλος ἀνῷγε" καί· "χήλου δὲ ἀπὸ πῶμα ἀνέῳγε" καὶ ἥνδανεν ἑήνδανεν, οἷον· "ἀλλ' οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε" καί· "οὐδ' Ἀγαμέμνονι πάμπαν ἑήνδανε" καί· "ὦσα παρέξ" καὶ "ἐπὶ στόμα ἔωσεν", οὕτως ἀλλαχοῦ μὲν ᾠνοχόει υἱὸς Μενελάου, νῦν δὲ Ἥβη νέκταρ ἐῳνοχόει. οὕτως Ἡρωδιανός. Ζηνόδοτος δὲ ἐνῳνοχόει γράφει διὰ προθέσεως. ὅρα δέ, ὅπως, ὡς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ πλατύτερον ἐρρέθη, ἐπὶ νέκταρος οὐκ εὐκαίρως εἶπε τὸ οἰνοχοεῖν, ἀλλὰ ἁπλῶς καὶ νῦν ὡς λέξιν συμποσιακήν, ὡς εἴ τις εἴποι· ἐδίδου νέκταρ πιεῖν οἷά τινα οἶνον. οὐχ' οὕτω δὲ ἄν τις εἴποι καί, ὅτι ὕδωρ ἐῳνοχόει. τοῦτο μὲν γὰρ οὐκ ἔχει βοήθειαν, τὸ δὲ Ὁμηρικὸν ἔχει πολλάς. τὸ δὲ νέκταρ πίνεται κατὰ μῦθον, ὥσπερ αὖ πάλιν ἡ ἀμβροσία ἐσθίεται. καὶ ἔστιν αὕτη μὲν ἀναβαίνουσα ῥοή, κάτωθεν δηλαδή, ἐκεῖνο δὲ μὴ καταρρέουσα ὑγρότης, ἀλλὰ δαπανωμένη ἄνω, ὑφ' ἧς οἱ ἀστέρες τρεφόμενοι διαγίνονται. ἢ καὶ ἄλλως, νέκταρ καὶ ἀμβροσία αἱ ἐκ γῆς ἀναβαίνουσαι ῥοαὶ ὑγραὶ καὶ αὖθις νέον καταρρέουσαι, ἀφ' ὧν καὶ οἱ ἀστέρες δοκοῦσι τρέφεσθαι. ὃ δὴ καὶ Ὠκεανὸς κύκλῳ ῥέων ὑπὸ τῶν παλαιῶν νενόηται καὶ ὑφ' Ὁμήρου Ὠκεανὸς θεῶν γένεσις λέγεται. Ὅτι δὲ τὸ νέκταρ ἐτυμολογεῖται καὶ παρὰ τὸ νέον ἀεὶ κτέαρ εἶναι, καὶ εἴ τι ἄλλο ἄξιον [692] λόγου, καὶ ἀλλαχοῦ δηλοῦται, ὥσπερ καὶ τὸ θείας εἶναί τινας λέξεις τὸ νέκταρ καὶ τὴν ἀμβροσίαν. διὸ καὶ πολλὰ τῶν καλῶν σωμάτων τε καὶ πραγμάτων ἐκεῖθεν παρωνυμοῦνται. λόγος οὖν ἀμβρόσιος καὶ νὺξ ἀμβροσία καὶ ἀμβρόσιαι χαῖται καὶ ἀμβρόσιον στόμα παρ' Εὐριπίδῃ καὶ νεκτάρεος ἑανός καὶ χιτών καὶ οἶνος δέ, κατὰ τὸ "ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ". Φασὶ δὲ οἱ παλαιοὶ παρθένων ἔργον εἶναι τὸ οἰνοχοεῖν καὶ ἀνδρῶν δὲ νέων, ὧν καὶ τὸ ὑπηρετεῖν. ὅθεν καὶ παῖδες οἱ δοῦλοι καὶ παιδίσκαι διὰ τὸ τῆς παιδικῆς ἡλικίας ὑπηρετητικόν.

(v. 6) Ὅτι ὥσπερ ἐκ τοῦ βάλλειν μετὰ τῆς ὑπο προθέσεως γίνεται τὸ ὑποβλήδην, ὡς ἐν τῇ α΄ ῥαψῳδίᾳ κεῖται, [καὶ μετὰ τῆς ἀνα προθέσεως τὸ "ἀμβλήδην γοόωσα", ὡς ἐκ τοῦ μουσικῶς ἀναβάλλεσθαι κατὰ τὸ "ἀνεβάλλετο καλὸν ἀείδειν",] οὕτω καὶ ἐνταῦθα τὸ παραβλήδην, ὃ δηλοῖ τὸ ἐκ παραβολῆς καὶ συγκριτικῶς. φησὶ γάρ, ὅτι αὐτίκ' ἐπειρᾶτο Ζεὺς ἐρεθιζέμεν Ἥρην κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων.

(v. 7-12) Ὁ δὲ λόγος τῆς παραβολῆς, ἤγουν συγκρίσεως, ἦν, ὅτι "δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων, Ἥρη τ' Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη· ἀλλ' ἤτοι "ταί", ἤγουν αὗται, ὑμεῖς, "νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον, τῷ δ' αὖτε φιλομειδὴς Ἀφροδίτη", μία δηλαδὴ αὐτῷ ἀρηγὼν οὖσα, "αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει. καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι". ἔχει δὲ τὸ κέρτομον ὁ λόγος οὐ μόνον, διότι τὰς δύο συγκρίνει τῇ μιᾷ, ἀλλὰ καί, ὅτι ἐκείνων τῶν δύο ἡ μὲν τοῖς Ἀργείοις ἐπονομάζεται· Ἀργεία γὰρ λέγεται Ἥρα, διὸ καὶ ἐπικουρεῖν ἐκείνοις ὀφείλει. Ἀθηνᾶ δὲ ἀλκῆς καὶ μένους οὖσα ἐπώνυμος, ὅμως ἀγεννῶς ἐκθηλύνεται. Ἀφροδίτη δέ, ἡ φιλομειδής, κρεῖττόν τι ἔχει ἐκείνων. ὁ δὲ ῥηθεὶς λόγος παρῳδηθεὶς ἔσται ποτὲ χρήσιμος καὶ ἐπί τινος πλείονας μὲν ἔχοντος βοηθούς, χαύνους δέ. Ὅρα δέ, ὅτι ἡ σύγκρισις οὐκ ἀνδρειοτέραν τῶν δύο τὴν μίαν εἶναι συνάγει· πῶς γὰρ ἐὰν καὶ μόνη ἀλλαχοῦ Ἀθηνᾶ τὴν Ἀφροδίτην ἀχρείαν ἐκφαίνῃ καὶ Διομήδης δὲ συναιρομένης Ἀθηνᾶς βάλλῃ ἐκείνην; ἀλλ' ἡ ἀγωγὴ αὕτη τῆς συγκρίσεως ἐπιμελεστέραν ποιεῖ τῶν δύο τὴν μίαν, εἴπερ αὐταὶ μὲν χωρὶς κάθηνται, ἡ δὲ Ἀφροδίτη τῷ Ἀλεξάνδρῳ ἀεὶ παραμέμβλωκεν, ἤτοι παραμεμέληκε, καὶ διὰ φροντίδος γίνεται ἢ μάλιστα παραμεμόληκε καὶ ἐγγὺς [693] μολεῖ· ἐγγύτητα γὰρ ἡ παρα πρόθεσις δηλοῖ, ὡς τὸ "οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι", ἤγουν ἐγγὺς τοῦ Διός. καὶ ἄλλως δὲ σαφέστερον καὶ συντομώτερον εἰπεῖν, ἡ ῥηθεῖσα παραβολή, ἤτοι σύγκρισις, ἐκ τοῦ μείζονος μέν ἐστι, λέγει δὲ ὡς δύο μὲν αἱ τοῦ Μενελάου, μία δὲ ἡ τοῦ Πάριδος. καὶ αὐταὶ μὲν σεμνῶς ὀνομάζονται, ἡ δὲ ἐκ τοῦ μειδιάματος. καὶ ὅμως αὐταὶ μὲν νόσφι κάθηνται τοῦ Μενελάου, ἡ δὲ ἀεὶ παρμέμβλωκε. καὶ αἱ μὲν θέας τέρψιν ποιοῦνται τὴν μάχην, ἡ δὲ ἀμύνει τὰς κῆρας τῷ Πάριδι.

(v. 11) Ἰστέον δέ, ὅτι τὸ παρμέμβλωκε τρία σημαίνει, ἓν μὲν τὸ μεμέληκε καὶ φροντίδα ἔχει, καὶ γίνεται ἐκ τοῦ μέλω μελήσω μεμέληκα, καὶ συγκοπῇ μέμληκα, καὶ πλεονασμῷ τοῦ β διὰ καλλιφωνίαν καὶ τροπῇ τοῦ η εἰς ω μέμβλωκα. ἕτερον δὲ τὸ παραμεμόληκεν, ἤγουν παρῆλθεν, ὡς εἴ τις εἴποι, ὅτι παρμέμβλωκεν ἡ ἡμέρα, ἤγουν παρῴχετο. ἡ δὲ χρῆσις ἐν Ὀδυσσείᾳ καὶ γίνεται ἐκ τοῦ μολῶ μολήσω κατὰ τὸ αὐτὸ κανόνισμα. τρίτον δὲ τὸ παραμεμόληκε, τουτέστιν ἐγγύς ἐστιν, πάρεστιν, ὡς ἐνταῦθα φαίνεται. λέγει οὖν ἀντιθετικῷ σχήματι, ὡς ὑμεῖς μὲν νόσφι κάθησθε, ἡ δὲ ἀεὶ τῷ Ἀλεξάνδρῳ παρμέμβλωκεν, ἤτοι παρακολουθεῖ, ἐγγὺς οὖσα, οὐ νόσφι καθημένη. Σημείωσαι δέ, ὅτι ὁ Ζεὺς μὲν σεμνότερον φράσας ἐνέφηνε τὴν πρὸς τὸν Πάριν σχέσιν τῆς Ἀφροδίτης, ἡ Ἑλένη δὲ πρὸ τούτου θυμωθεῖσα παραλαλεῖ οὕτω διακεῖσθαι αὐτὴν πρὸς Ἀλέξανδρον, ὡς ἢ ἄλοχον εὐνοοῦσαν ἢ δούλην εὐλαβῶς ὑπείκουσαν.

(v. 7) Τὸ δὲ ἀρηγών λέγεται μὲν καὶ ἀρωγός, γίνεται δὲ ἀπὸ τοῦ Ἄρης, ὥσπερ ὁ βοηθὸς ἀπὸ τῆς βοῆς, ὃ καὶ αὐτὸ τὴν μάχην ἔστιν ὅτε δηλοῖ, καθὰ καὶ ὁ Ἄρης.

(v. 8) Ἀλαλκομενηῒς δὲ ὡς γίνεται ἀπὸ τοῦ ἀλαλκεῖν ἤτοι βοηθεῖν διὰ μένος, ἢ ἀπό τινος Ἀλαλκομενέως ἥρωος, ἢ ἀπὸ Ἀλαλκομενίου ὄρους, οἱ Ἐτυμολόγοι φασί.

(v. 10) Τὸ δὲ φιλομειδής, ὅπερ Ἡσίοδος ἐκ τῶν τοῦ Κρόνου μηδέων ἐτυμολογεῖ, ὡς Βοιωτικῶς διὰ τῆς ει διφθόγγου τὴν παραλήγουσαν γράφεσθαι, διπλάζει τὸ μῦ διὰ μέτρον κατά τινα τῶν ἀντιγράφων, ὡς ἂν οὕτως ἡ τοῦ στίχου λαγαρότης μεστωθῇ πρὸς μέτρον ἄρτιον.

(v. 11) Τὸ δὲ αἰεί τὴν παράμονον ἐπὶ τῷ Πάριδι φροντίδα τῆς Ἀφροδίτης δηλοῖ. Τὸ δέ "καὶ αὐτοῦ κῆρας ἀμύνει" διασαφητικόν ἐστι τοῦ παρμέμβλωκεν. ἐνθυμητέον δέ, ὅτι ἐκ τοῦ κῆρας [694] ἀμύνειν ὁ κηραμύντης ὕστερον συντέθειται, ὁ αὐτὸς ὢν τῷ ἀλεξικάκῳ, ἵνα ὡς ἐκ τοῦ ἀμύνειν ἁπλοῦ ὁ Ἀμύντας τὸ κύριον, οὕτως εἴη ἐκ τοῦ κῆρας ἀμύνειν ὁ κηραμύντης, ὃν Σοφοκλῆς ἀλεξίμορον εἴποι ἄν. ἡ δὲ τοιαύτη ἀγωγὴ [καὶ τὴν παρ' Ἡσιόδῳ ἀλεξιάρην νειὸν καὶ τὴν χειμάμυναν χλαῖναν καὶ τὴν ἀλεξάνεμον, ἤδη δὲ καὶ] τὴν ἐκ τριχῶν μυιοσόβην συνέθετο.

(v. 12) Τὸ δὲ ὀϊόμενον ἢ ἐνεργητικῶς κεῖται ἀντὶ τοῦ νομίζοντα, ἢ παθητικῶς ἀντὶ τοῦ νομιζόμενον. σημείωσαι δέ, ὅπως πάνυ δεξιῶς μεθοδεύει τὴν τῶν ὅρκων σύγχυσιν ὁ ποιητής, οὐκ ἐξ ἐπιταγῆς τοῦ ὁρκίου Διός, ὃς καὶ τῶν ὅρκων ταμίας ἐστίν, ἀλλ' ἐκ τοῦ κατὰ τὴν Ἥραν χόλου, ὃν ἐκ τοῦ ῥηθέντος κερτόμου ἐρεθισμοῦ αὐτὴ μετ' ὀλίγα πείσεται. Ἰστέον δὲ καί, ὅτι μεγάλης βοηθείας δηλωτικὸν τὸ "αἰεὶ κῆρας ἀμύνει καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι".

(v. 13) Ὅτι οὐ μόνος Ἀγαμέμνων ἐπεψηφίσατο νίκην, ὡς εἴρηται, τῷ ἀδελφῷ Μενελάῳ, ἀλλ' ἰδοὺ καὶ ὁ Ζεὺς λέγων· "ἀλλ' ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου". καὶ ὅρα, ὡς ἀρηΐφιλον ὁ ποιητής, καθὰ προγέγραπται, καὶ διὰ τοῦ Διὸς καλεῖ τὸν Μενέλαον, ὥσπερ καὶ διὰ τοῦ Πριάμου καὶ ἑτέρων.

(v. 14-16) Ὅτι βουλευτοῦ λόγος τὸ "ἡμεῖς δὲ φραζώμεθα, ὅπως ἔσται τάδε ἔργα". εἰ δὲ περὶ πολέμου καὶ εἰρήνης ἡ βουλή, οἰκεῖον καὶ τὸ ἐπαγόμενον· "ἢ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν ὄρσομεν ἢ φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν". προεκθετικῶς δὲ καὶ σκεπτικῶς ταῦτά φησιν Ὅμηρος μελετῶν τε, ὡς καὶ προερρέθη, πῶς μεταχειρίσεται τὰ ἑξῆς, καὶ ἅμα προαναφωνῶν τὴν Τρωϊκὴν ἅλωσιν.

(v. 20) Ὅτι τὸ "αἳ δ' ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη" ἀντὶ τοῦ μεμυκόσι χείλεσι ποιὸν ἦχον διὰ τῆς ῥινὸς ἀπετέλεσαν δυσχεραίνουσαι. ἔστι δὲ μύζειν, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ, τὸ τὴν φωνὴν τοῦ μῦ στοιχείου ἐκφωνεῖν. ἐκ δὲ τοῦ μύζειν καὶ ὁ μυκτὴρ λέγεται καὶ ὁ μυγμὸς καὶ τὸ μυχθίζειν παρά τε Αἰσχύλῳ καὶ ἄλλοις. οὕτω δὲ [695] καὶ ἀπὸ τοῦ ῥῶ παρηχεῖται ὁ ῥοῖζος καὶ ἀπὸ τοῦ σίγμα ὁ σιγμός. [Ὅτι δὲ ἡ τοῦ μύζειν κίνησις καὶ τὴν μύτιν παράγει, ἧς χρῆσις ἐν τῷ Ἀθηναίῳ, ἔτι δὲ καὶ τὴν μύξαν, καὶ ἐν ἄλλοις δηλοῦται, καθὰ καὶ ὅτι μύξα οὐ μόνον περίττωμα τὸ ζωϊκόν, ἀλλὰ καί τις ἑτεροία, ἡ παρὰ τῷ Ὀππιανῷ γλαγόεσσα, καὶ ἡ τοῦ λύχνου δέ, ἣν καὶ μύκητά φαμεν, ἀφ' ἧς καὶ λύχνος δίμυξος παρά τινι Φιλυλλίῳ, ὥς φησιν ὁ αὐτὸς Ἀθήναιος.]

(v. 21) Ὅτι σύντομα ὁμοιοτέλευτα ἐν τῷ "πλησίαι ἤσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην", ἀντὶ τοῦ πλησίαι καθεζέσθην, κακὰ δὲ τοῖς Τρωσὶν ἐβουλευέσθην. καὶ ὅρα τὸ πλησίαι· ἀπὸ ἀρσενικοῦ γὰρ τοῦ ὁ πλησίος θηλυκὸν ἡ πλησία, οὗ πληθυντικὸν αἱ πλησίαι.

(v. 22) Ὅτι ἐν τῷ "ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπεν" οὐκ ἔστι τὸ ἀκέων ἐπίρρημα ἀντὶ τοῦ ἡσύχως, ὡς Ἀριστόνικος βούλεται, ὁμοίως τῷ "ἀλλ' ἀκέων δαίνυσθε", ἀλλ' ἀντὶ τοῦ ἀκέουσα εἴρηται Ἀττικῶς. Ἀπολλώνιος γὰρ ἐν τῷ Περὶ μετοχῶν ἀποδείκνυσιν ἐκ τῆς συντάξεως ἀκριβέστατα, ὅτι οὐ δύναται εἶναι ἐπίρρημα μεσότητος. καινὸν οὖν γένος οὐ μόνον ἡ ὑλήεις Ζάκυνθος καὶ ὅσα τοιαῦτα, ἀλλὰ καὶ τὸ "ἀκέων Ἀθηνᾶ". τοιοῦτον κατά τινας καὶ παρὰ τῷ φιλομήρῳ Σοφοκλεῖ τὸ "κρυπτᾷ τ' ἀχέων ἐν ἥβᾳ", ἤγουν ἐν ἀφανεῖ ἀχέουσα ἥβῃ, ἡ Ἠλέκτρα δηλαδή. περὶ δὲ τοῦ ἀκέων δεδήλωται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ἔστι δὲ τὸ "οὐδέ τι εἶπε" διασαφητικὸν τοῦ ἀκέων ἦν, ὃ ταὐτόν ἐστι τῷ ἀκήν, τῷ δηλοῦντι μὲν τὸ ἡσύχως, γινομένῳ δὲ ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ χαίνειν. ὅμοιον δὲ πρὸς τὸ "ἀκέων ἦν οὐδέ τι εἶπε" τὸ "ἀκὴν ἐγένοντο σιωπῇ". ἐνταῦθα δὲ ὅρα καί, ὅτι ἔστι ποτὲ σιγᾶν καὶ διὰ θυμὸν πολύν. Ἀθηνᾶ γοῦν σιωπᾷ νῦν σκυζομένη Διῒ πατρί, οὗ πρὸς διασάφησιν ἐπῆκται τὸ "χόλος δέ μιν ἄγριος ᾕρει", ὃς καὶ ἐπέχει τὴν λαλιὰν τῇ Ἀθηνᾷ ἢ κατὰ ἐγκοπὴν ἢ κατὰ εὐλάβειαν.

(v. 23 s.) Σημείωσαι δ' [696] ἐν τούτοις καί τινα καινὴν παρήχησιν τὸ "χόλος δέ μιν ἄγριος ᾕρει· Ἥρῃ δ' οὐκ ἔχαδε χόλον στῆθος". παρηχεῖται γάρ πως τὸ ῥῆμα τὸ ᾕρει πρὸς τὸ Ἥρη κύριον ὄνομα. καὶ ζητητέον τὴν ὁμοιότητα ἐν τῇ α΄ ῥαψῳδίᾳ εἰς τὸ ἔδεισαν καὶ οὐκ ἔδησαν. Περὶ δὲ τοῦ σκύζεσθαι, [ἀφ' οὗ καὶ τὸ σκυδμαίνειν καὶ τὸ ἐπισκύνιον,] ῥηθήσεταί που ἐν τοῖς ἑξῆς. Τὸ δέ "οὐκ ἔχαδε" δηλοῖ μὲν τὸ οὐκ ἐχώρησε, καὶ γίνεται ἀπὸ τοῦ χῶ, τὸ χωρῶ, ἐξ οὗ καὶ χώρα καὶ χωρίον, ὅθεν παράγωγον τὸ χάζω καθ' ὁμοιότητα τοῦ σχῶ σχάζω, ἐξ οὗ τὸ "γῆρυν ἄφθογγον σχάσας", κλῶ κλάζω, κρῶ κράζω, βῶ βάζω, φῶ φάζω, ῥῶ ῥάζω, ἐξ οὗ ἐν Ὀδυσσείᾳ τὸ "ῥάσατε δ' ὕδωρ" καὶ "ἐρράδαται τοῖχοι", βρῶ βράζω καὶ τὰ ὅμοια μονοσύλλαβα. ἢ δὲ κατὰ μέσον παρακείμενον ἀναγνωστέον κέχαδεν ἢ κατὰ δεύτερον ἀόριστον ἔχαδε. Θρασεῖα δὲ ἡ Ἥρα καὶ ἐν τοῖς παροῦσιν, εἴπερ Ἀθηνᾶ μὲν ἡσύχως ἔχει πέττουσα τὸν χόλον ζέοντα ἔσω, αὐτὴ δὲ ὑπερεκβλύζει διὰ τοῦ στόματος, οἷα τοῦ στήθους μὴ στέγοντος, περὶ ὃ ζωπυρούμενος ἀνάπτεται κατὰ καιρὸν ὁ θυμός, καθὰ καὶ ἐν τῷ "τέτλαθι κραδίη" δηλοῦται καὶ ἐν τῷ τὸν Ἀχιλλέα διάνδιχα μερμηρίζειν ἐν λασίοις στήθεσι καὶ ἐν ἑτέροις πολλοῖς. ὡς ἐπὶ ἀγγείου δέ τινος εἴρηται τὸ "οὐκ ἔχαδε στῆθος χόλον", ἵνα εἴη νοεῖν, ὡς τῇ μὲν Ἀθηνᾷ τὸ στῆθος ἔστεγε τὸν χόλον, τῇ δὲ Ἥρᾳ ὑπερεξεχεῖτο, τουτέστιν ἡ μὲν οὐδὲν εἶπεν, ὡς ὁ ποιητὴς ἔφη, ἡ δὲ Ἥρα ἐξελάλησε.

(v. 24 s.) διὸ ἐπάγει· "ἀλλὰ προσηύδα· αἰνότατε Κρονίδη" καὶ ἑξῆς, ὡς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ κεῖται.

(v. 26-28) Ὅτι βαρὺ τῇ Ἥρᾳ δοκεῖ, ἐὰν ἀτέλεστον ἱδρῶτα ἱδρώσῃ, κάμοιεν δὲ μάτην αὐτῇ οἱ ἵπποι λαὸν ἀγειρούσῃ κατὰ Πριάμου. τοῦτο δὲ [697] μυθικῶς μὲν ἡ Ἥρα ἐποίει πονουμένη ὑπὲρ τῶν Ἀχαιῶν διὰ τὴν κατὰ τοῦ Πάριδος μῆνιν. ἄλλως δὲ ἡ βασιλικὴ αὐτὸ ἐξουσία ἐνεργοῦσα ἦν πρεσβευτικῶς, εἰς ἣν ἀλληγορεῖται ἡ Ἥρα, ὡς πολλαχοῦ δηλοῦται. ἰστέον δέ, ὅτι τὸ Ὁμηρικὸν τοῦτο χωρίον παρῳδηθὲν λεχθείη ἂν πρός τινος ἐν κενοῖς κοπιάσαντος, οἷον "πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ' ἀτέλεστον ἱδρῶθ', ὃν ἵδρωσα μόγῳ". εἰ δὲ καὶ πολιτικὸν εἴη τὸ ἔργον, ἁρμόσει ποτὲ καὶ τὸ ἑξῆς "καμέτην δέ μοι", ἢ ἔκαμον δέ μοι, "οἱ ἵπποι λαὸν ἀγείροντι". Τὸ δέ "πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον" καὶ ἑξῆς, μετ' ὀλίγα ἐκ πυσματικοῦ παραινετικῶς σχηματίζων Ὅμηρός φησιν· "ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον."

(v. 26) Ἰστέον δὲ καί, ὅτι τοῦ ἅλιον πόνον ἐφερμηνευτικόν ἐστι τὸ ἀτέλεστον ἱδρῶτα. οὐκ ἄδηλον δέ, ὡς ἐπὶ ψόγῳ τῆς ναυτιλίας ἅλιον ἐκ τῆς ἁλὸς τὸ μάταιον εἴρηται, καὶ ὡς τὸ ἀτέλεστον καὶ ἀτελεύτητον λέγεται. αὐτὸ δὲ παρὰ Σοφοκλεῖ καὶ τὸν μὴ τελευτὴν ἐπάγοντα τοῖς ζητουμένοις δηλοῖ ἐν τῷ "ἄτεγκτος κἀτελεύτητος φανῇ". [Ἰστέον δὲ καί, ὅτι βλασφημίας μόριον παλαιός τίς φησι καὶ τὸ ἅλιος, ῥηθὲν παρὰ τὴν ἅλα, ἧς τὸ ὕδωρ εἰκαῖόν τι ἐδόκει πρὶν ἢ τὰς νῆας ἐφευρεθῆναι.]

(v. 27) Ἀττικὸν δὲ συνήθως τὸ "ἱδρῶτα, ὃν ἵδρωσα", ὡς καὶ τὸ "δαίνυ δαῖτα" καὶ τὰ ἄλλα, ἐν οἷς συνεκφωνεῖται τῷ ῥήματι καὶ τὸ ἐξ αὐτοῦ ὄνομα.

(v. 29 et 37 s.) Ὅτι ἐφ' οἷς τις παραχωρεῖ δυσαρεστούμενος μέν, ἄκων δὲ ὑπενδιδούς, καλῶς ἂν ἐρεῖ τὸ τῆς Ἥρας, ἤγουν τὸ "ἔρδε, ἀτὰρ οὐ πάντες ἐπαινέομεν ἄλλοι". ὁμοίως καὶ τὸ τοῦ Διός· "ἔρξον, ὅπως ἐθέλεις, μὴ τοῦτό γε νεῖκος ὀπίσσω σοὶ καὶ ἐμοὶ μέγ' ἔρισμα μετ' ἀμφοτέροισι γένηται".

(v. 29) Ἰστέον δέ, ὅτι τὸ ἔρξον ὅπως ἐθέλεις, περιφραστικὴ ἑρμηνεία ἐστὶ τοῦ ἔρδε, ὃ ἐλλιπῶς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ κεῖται. ταὐτὸν δὲ νεῖκος καὶ ἔρισμα, ὅ ἐστιν ἔρις. Ὅρα δὲ τὸ ἔρδε καὶ τὸ ἔρξον διαφόρως ἐξ ἑνὸς θέματος προφερόμενα. προϋποκειμένου γὰρ τοῦ ῥέζω ῥέξω, εἶτα μεταθέσεως γενομένης, τὸ ἕρζω τροπῇ μὲν συνήθει τοῦ ζ εἰς δ ἔρδω γεγονὸς μένει ἄκλιτον, καθ' αὑτὸ δὲ ὂν διὰ τοῦ ξ ἔχει τὸν μέλλοντα [698] Δωρικώτερον, ἐξ οὗ τὸ ἔρξον. καὶ ἄλλως δὲ τὸ ἔρξον δύναται ἀπὸ τοῦ ἔργω εἶναι, ἀφ' οὗ τὸ ἔοργα. [Ὅρα δέ, ὅτι πρωτοτύπου μὲν ὄντος τοῦ ῥέζω, ὅπερ ἐστὶν ἐρρωμένως πράττω, ὡς ἐκ τοῦ ῥῶ μονοσυλλάβου ῥήματος, δευτερεύοντος δὲ τοῦ ἔρδω, χρῆσις ἐνταῦθα κεῖται ἀμφοῖν, τοῦ μὲν ἐν τῷ κακὰ ῥέζουσι, τοῦ δὲ ἐν τῷ ἔρδε.]

(v. 31 s.) Ὅτι ὁ ἄγαν τινὶ θυμούμενος ἀκούσοι ἄν ποτε οἰκείως τὸ "δαιμόνιε, τί νύ σε κακὸν ῥέζω, ὅτ' ἀσπερχὲς μενεαίνεις", ἤγουν τί σε κακοποιῶ, ὅτι πάνυ ἐπισπέρχεις, ἤτοι σπεύδεις, εἰς τὸ κατ' ἐμοῦ μένος. Ἥρα δὲ τοῦτο ἀκούει ἐκ Διὸς δαιμονίη προσρηθεῖσα. Ἔστι δὲ ἀσπερχὲς τὸ πολυσπούδαστον, ὃ περισπερχὲς λέγει ὁ Σοφοκλῆς, κατ' ἐπίτασιν καὶ αὐτός. ἁπλοῦν δὲ αὐτοῦ ῥητὸν οὐ τὸ σπερχές, ἀλλὰ τὸ σπερχνόν, ὅμοιον ὂν τῷ τερπνόν καὶ στεγνόν.

(v. 34-36) Ὅτι θυμὸν θέλων ἐνδείξασθαι τῆς Ἥρας πάνυ πολὺν ὁ Ζεὺς φησίν. "εἰ δὲ σύ γε εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας ἄλλους τε Τρῶας, τότε κεν τὸν χόλον ἐξακέσαιο". ὁ δὲ λόγος ἁρμόσει ποτὲ παρῳδηθεὶς καὶ ἄλλοις προσώποις πάνυ θυμουμένοις, ὁποῖον καὶ τὸ εὐξάμενον ἔφεσιν αὐτῷ ἐγγενέσθαι ἥπατι ἀνθρώπου ἐμφῦναι ὥστε καταφαγεῖν. Σημείωσαι δέ, ὅτι ἀνωτέρω αἰνότατος ὑπὸ Ἥρας ὁ Ζεὺς ὀνειδισθεὶς ἀντισκώπτει ἄρτι αὐτὴν εἰς ἄκραν ἀπήνειαν, δι' ἣν ὠμὸν ἂν φάγοι τὸν Πρίαμον καὶ τοὺς περὶ αὐτόν.

(v. 36) Ὅρα δὲ καὶ τὸ "χόλον ἐξακέσαιο". νόσος μὲν γὰρ οἷον τὸ χολοῦσθαι, τὸ δὲ παύσασθαι τοῦ χόλου ἀκέσασθαί ἐστι.

(v. 35) Τοῦ δὲ βεβρώθοις τὸ θέμα βεβρώθω, γενόμενον κατὰ ἀναδιπλασιασμὸν ἐκ τοῦ βρῶ, καθὰ ἐκ τοῦ κλῶ τὸ κλώθω.

(v. 39) Ὅτι τὸ "ἐνὶ φρεσὶ βάλλεο σῇσιν" ἀντὶ τοῦ ἐπιτυχῶς θὲς εἰς νοῦν. δῆλον δέ, ὡς διαφέρει τὸ βαλέσθαι τοῦ βαλεῖν.

(v. 39-54) Ὅτι ἀντιπαραχωροῦσιν ἀλλήλοις βιωτικώτερον θελημάτων τινῶν Ζεύς τε καὶ Ἥρα, ἵνα μὴ τὴν συζυγίαν τῇ φιλονεικίᾳ διϊστῶσι. ῥητορικωτάτη δὲ ἡ σκευωρία τοῦ λόγου. ὁ μὲν γὰρ Τροίαν, ἣν μίαν, ὥς φησιν, ἔχει, χαρίζεται, ἡ δὲ ἀντὶ μιᾶς τρεῖς αὐτῷ [699] προΐεται. δοκεῖ δὲ ἐνταῦθα μαντικώτερον παραλαλεῖν ὁ ποιητὴς τὴν τῆς Μυκήνης ἀπώλειαν, ἣν ἐκ τῶν ῥηθεισῶν τριῶν κακῶς παθοῦσαν καὶ Ἀριστοτέλης ἱστόρησε. Φέρεται δὲ ἱστορία καί, ὅτι Περσεὺς μὲν αὐτὰς ἔκτισεν, ἐταπεινώθησαν δὲ μετὰ τὰ Τρωϊκά, ὕστερον δὲ κατεσκάφησαν ὑπὸ Ἀργείων, ὡς μηδὲ ἴχνος, φασί, Μυκήνης εὑρίσκεσθαι. Ἔχει δ' ὁ τόπος οὗτος καὶ αὔξησιν χαρίτων. Ζεὺς μὲν γὰρ οὐχ' ἁπλῶς πόλιν προϊέσθαι λέγει, ἀλλ' ἣν ἐτίμα πασῶν μάλιστα πόλεων τῶν ὑπ' οὐρανόν, προσθεὶς καὶ αἰτίαν τὸ αὐτόθι ἐνδελεχὲς τῶν θυσιῶν. Ἥρα δέ φησι καὶ αὐτή, ὅτι οὐ τῶν τυχόντων ὑπεξίσταμαί σοι, ἀλλὰ τῶν φιλτάτων. Σημείωσαι δέ, ὅτι ψεύδεται ὁ Ζεὺς ἐνταῦθα φανερῶς, νόμῳ ῥητορικῷ αὔξων τὴν χάριν. ὅτι γὰρ οὐχ' οὕτως ἐκθύμως τὴν Τροίαν φιλεῖ, δηλοῖ ὁ Ποσειδὼν ἐν τῷ· "ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων". καὶ εἰκότως· ἐπιώρκησαν γάρ.

(v. 40-49) Φράζει δ' ἐν τούτοις ὁ ποιητὴς οὕτω· "ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι τὴν ἐθέλω, ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι, μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐᾶσαι· καὶ γὰρ ἐγώ τοι δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ. αἳ γὰρ ὑπ' ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, τάων μοι περὶ κῆρι", τουτέστι τούτων μοι περισσότερον ἐν τῇ ψυχῇ, "τιέσκετο Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμελίω Πριάμοιο· οὐ γάρ μοί ποτε θυμὸς ἐδεύετο δαιτὸς ἐίσης", τῆς τῶν θυόντων δηλαδή, "λοιβῆς τε κνίσσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς". καὶ ταῦτα μὲν τὰ τοῦ μυθικοῦ Διός.

(v. 50-61) Ἡ δὲ Ἥρα "ἤτοι ἐμοί", φησί, "τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες, Ἄργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη", ὧν ἐκ τοῦ Ἄργους καὶ Ἀργεία λέγεται. "τάων οὔ τι ἐγὼ πρόσθ' ἵσταμαι οὐδὲ μεγαίρω τὰς διαπέρσαι, ὅταν τοι ἀπέχθωνται περὶ κῆρι. εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι, οὐκ ἀνύω φθονέουσα, ἐπειὴ πολὺ φέρτερός ἐσσι· ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον· καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι" καὶ ἑξῆς.

(v. 40) Ἰστέον δέ, ὅτι ἐν τοῖς ῥηθεῖσι τὸ μεμαώς ταὐτόν ἐστι τῷ μισῶν περὶ κῆρι, οὗ παθητικὸν τὸ ἀπέχθωνται περὶ κῆρι.

(v. 41) Τὸ δέ "πόλιν, ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι" περίφρασίς ἐστι τοῦ πόλιν φιλουμένην σοι.

(v. 42) Τὸ δέ "μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐᾶσαι" θυμούμενός τις εἴποι ἂν πρὸς τὸν οὐ κατὰ καιρὸν μεσιτεύοντα εἰς παῦσιν θυμοῦ. ἔστι δὲ διατρίβειν τὸ παρατείνειν καὶ ὑπερβιβάζειν. οὕτω καὶ ἡ Πηνελόπη διατρίβειν λέγεται τοῖς μνηστῆρσι τὸν γάμον.

(v. 43) Τὸ δέ "ἐγώ τοι δῶκα" ἢ ἀπολύτως ἀντὶ τοῦ παρεχώρησα ἢ ἀντὶ τοῦ ἐδωρησάμην σοι πόλιν φίλην μοι, τὴν Τροίαν δηλαδή, ὡς προϊὼν αὐτὸς ἑρμηνεύσει. Τὸ δέ "ἑκὼν ἀέκοντί γε θυμῷ" ἔπεσε μὲν εἰς κοινὴν παροιμίαν τήν "ἑκὼν ἀέκων τόδε τι πεποίηκα", [δι' ἧς βοηθοῖτ' ἂν καὶ τὸ "ἡ [700] γλῶσσ' ὀμώμοχ', ἡ δὲ φρὴν ἀνώμοτος", ὃ δὴ πικρῶς λογιστεύει ὁ Κωμικός.] Πάνυ δὲ ἀκριβῶς ἔχει τὸ Ὁμηρικὸν καὶ οὐ πάσχει ἀντίφασιν, ὡς δῆθεν ἀδύνατον ὂν συνυπάρχειν τὸ ἑκών καὶ τὸ ἀέκοντι θυμῷ. δῆλον γάρ, ὡς πολλάκις μὴ προηγησαμένης προαιρέσεως γίνεταί τι, ὃ πῇ μὲν ἐθέλομεν, πῇ δὲ οὔ. οὕτω καὶ οἱ τὰ φορτία ἐν κλύδωνι ἀποβάλλοντες πὼς μὲν ἀέκοντες δρῶσι ‑ τῷ δέει γὰρ τοῦ κινδύνου. ‑ πὼς δὲ ἑκόντες. ‑ ἵνα γὰρ σωθῶσι. ‑ καὶ ἑκόντες μὲν ἀποβάλλουσιν, ἄκοντες δὲ ζημιοῦνται. Ἰστέον δέ, ὡς ὁ μὲν Ὁμηρικὸς Ζεὺς συντόμως τε καὶ ἀσαφῶς τὸ ῥηθὲν ἔφρασεν, ἡ δὲ Ἥρα διασαφεῖ τὸ νόημα εἰποῦσα περὶ τῶν ἑαυτῆς πόλεων, ὅτι τούτων ἐγὼ οὐ προΐσταμαι οὐδὲ μεγαίρω. εἴπερ γάρ, ὡς καὶ προεγράφη, φθονῶ καὶ οὐκ ἐῶ διαπέρσαι, οὐκ ἀνύω φθονέουσα, ἐπεὶ πολὺ φέρτερος εἶ. ἰδοὺ γὰρ καὶ αὐτὴ ἑκοῦσα καὶ ἄκουσα συντίθεται τῷ τοῦ Διὸς θελήματι. καθὸ μὲν γὰρ οὐ προΐσταται τῶν ἑαυτῆς πόλεων, ἑκοῦσα ἐκχωρεῖ, ἄλλως δὲ ἀέκουσα διὰ τὸ μηδὲν ἀνύειν, ἐὰν καὶ φθονῇ. τοῦτο δὲ καὶ ἄλλοι πάθοιεν ἂν καὶ εἴποιέν ποτε τοῖς αὐτῶν εἴκοντες κρείττοσιν. οἷος καὶ Τηλέμαχος, ὃς εἴκει μὲν τοῖς μνηστῆρσι, λέγει δέ· "ἦ τ' ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε πάρεστι".

(v. 44) Τὸ δέ "ὑπὸ ἡλίῳ" ὑφ' ἥλιον ὡς ἐπὶ πολὺ γράφουσιν οἱ μεθ' Ὅμηρον. οὕτω δὲ καὶ τὸ ὑπ' οὐρανῷ ὑπ' οὐρανόν. Ἀττικὴ δὲ ἡ ῥηθεῖσα Ὁμηρικὴ φράσις, ὁμοία τῷ ὑπὸ διδασκάλῳ εἶναι καὶ ὑφ' ἡγεμόνι τάττεσθαι καὶ ὑπὸ σκότῳ πράττεσθαι. Τὸ δέ "καὶ οὐρανῷ ἀστερόεντι" παρέλκειν δοκεῖ ἁπλοϊκῶς οὕτω παραρριφέν, ὡς ἐν βιωτικῇ ὁμιλίᾳ· ἤρκει γὰρ καὶ μόνον τὸ "αἳ ὑπὸ ἡλίῳ εἰσὶ πόλεις". πάντως γὰρ αἱ ὑπὸ ἡλίῳ καὶ ὑπὸ οὐρανῷ εἰσιν. οὕτω δὲ καὶ ἐν τῷ πόληες περιττεύει τὸ "ἐπιχθονίων ἀνθρώπων" καὶ οὐκ ἀναγκαίως κεῖται. Ἀστερόεις δὲ οὐρανὸς πρὸς διαστολὴν ὁμωνυμίας, ὡς οὐρανοῦ ποτε καὶ τοῦ ἀέρος λεγομένου.

(v. 46) Ἴλιος δὲ νῦν ἱερὰ οὐ μόνον προσηγορικῶς τῷ κοινῷ λόγῳ τῶν πόλεων, ἀλλὰ καὶ διὰ τὰ ἐνταῦθα ἱστορηθέντα ἐνδελεχῆ θύματα, [ὧν δηλωτικὰ σὺν ἄλλοις καὶ τὰ Ἰλίεια, ἑορτὴ ἐγχώριος ἐπώνυμος τῇ Ἰλίῳ. Τούτων δὲ ἡ παραλήγουσα γραφομένη διὰ τῆς ει διφθόγγου, ἀνομοίως τῷ Ὀλύμπια, Πύθια, Ἴσθμια, Διάσια, Διονύσια καὶ τοῖς τοιούτοις, αἰτιολογηθήσεται μὲν καὶ ἐν τοῖς ἑξῆς, ὅπου ἀνακύψει τὸ "Ἤλιδι δίῃ". καὶ ἄρτι δὲ ῥητέον, ὅτι ἔχει ἀναλογίαν ἐξ ἀφορμῆς πρωτοτύπου ἡ διὰ τῆς ει διφθόγγου [701] γραφὴ τοῦ Ἰλίεια. ὡς γὰρ εὐλόγως ἐκ τοῦ Ἥρα γίνεται προσλήψει τοῦ ἰῶτα τὰ ἐξ αὐτῆς Ἥραια, ἡ ἑορτή, καὶ ἐκ τοῦ Ἀθηνᾶ τὰ Ἀθήναια καὶ ἐκ τοῦ ἑκατόμβη Δωρικῇ τροπῇ καὶ προσλήψει τοῦ ι τὰ Ἑκατόμβαια, ἔτι δὲ ἀναλογώτερον εἰπεῖν, ἐκ τοῦ Ἡρακλῆς Ἡρακλέος τὰ Ἡράκλεια καὶ μᾶλλον ἐκ τοῦ Διομεύς, Ζεύς, Διομέως τὰ Διόμεια, οὕτως ἴσως καὶ ἐκ τοῦ Ἰλιεύς Ἰλιέως τὰ Ἰλίεια.

(v. 48) Ὅτι δὲ αἱ συχναὶ Ἰλιακαὶ θυσίαι ἀναγκαίως ἐπὶ κακοῖς πυκνοῖς προηγουμένοις ἐγίνοντο, δηλοῖ καὶ παροιμία λέγουσα τὸ "ἀεὶ Ἰλίῳ κακά", λεχθεῖσα μὲν ἐπί τινι κακῷ ὑστερογενεῖ, οὐκ ἀπᾴδουσα δὲ οὐδὲ πρὸς τὰ Ὁμηρικά. ἡ δὲ αὐτὴ προγενεστέρα ἐστὶ τοῦ "κακῶν Ἰλιάς", ἢ ἀνάπαλιν, αὕτη πρὸ ἐκείνης εἴρηται, ὡς τά γε ἄλλα μιᾶς ἐννοίας εἰσὶν ἀμφότεραι.] Ὅτι δὲ θηλυκῶς εἴωθεν Ὅμηρος προφέρειν τὴν Ἴλιον, ἅπαξ που αὐτὴν κατὰ οὐδέτερον γένος εἰπὼν ἐν τῷ "Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς", δηλοῦται καὶ ἀλλαχοῦ.

(v. 47) Τὸ δὲ ἐϋμελίω συνεκόπη ἀπὸ Ἰωνικοῦ τοῦ ἐϋμελίεω, ὡς καὶ τὸ "Βορέω ὑπ' ἰωγῇ" ἀπὸ τοῦ Βορέεω, καὶ τὸ Ἑρμείω ἀπὸ τοῦ Ἑρμείεω, καθάπερ εἴρηται καὶ ἐν τῷ "Ἀσίῳ ἐν λειμῶνι".

(v. 49) Τὴν δὲ κνίσσαν πολλὰ τῶν ἀκριβῶν ἀντιγράφων δι' ἑνὸς σ γράφουσιν ἐκτάσει τῆς παραληγούσης καὶ ἀρέσκεται οὕτω καὶ Ἡρωδιανός, ὡς καὶ ἀλλαχοῦ δηλοῦται πλατύτερον. Τὸ δέ "τὸ γὰρ λάχομεν γέρας ἡμεῖς" σχῆμά ἐστιν Ὁμήρῳ σύνηθες, ὡς δηλοῖ σὺν ἄλλοις καὶ τὸ "τὸ γὰρ γέρας ἐστὶ γερόντων" καὶ "τὸ γὰρ γέρας ἐστὶ θανόντων". δικαιοσύνης δὲ καὶ τῆς κατ' αὐτὴν ἰσότητος δηλωτικὸν τὸ ἐλάχομεν, ὡς πολλαχοῦ φαίνεται.

(v. 54) Τὸ δέ "πρόσθεν ἵσταμαι" ὅμοιόν ἐστι τῷ προΐσταμαι. δῆλον γάρ, ὡς ὁ πρόσθεν τινὸς ἱστάμενος προΐσταται ἐκείνου.

(v. 55) Τὸ δὲ φθονεῖν ταὐτὸν μὲν κατὰ πολυωνυμίαν τῷ μεγαίρειν, σαφέστερον δὲ ἐκείνου. διὸ δὶς ἐνταῦθα τῇ τοιαύτῃ λέξει ὁ Ζεὺς ἐχρήσατο. ἔστι δὲ νῦν φθονεῖν τὸ μέμφεσθαι καὶ ἐμποδίζειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ. Ὅτι δὲ καὶ ἄλλως ἡ ποίησις καὶ οἱ ποιητικώτεροι τῶν Ἱστορικῶν φθονερὸν τὸ θεῖόν φασι φῦλον, δηλοῖ καὶ Ἡρόδοτος, ὃ καὶ ἀλλαχοῦ παρασεσημείωται. Ὅρα δὲ καί, ὅτι τὸ μεγαίρειν ἑρμηνεύων ἐπήγαγεν· "εἴ περ γὰρ φθονέω" καὶ ἑξῆς. Ἰστέον δὲ καί, ὅτι ὁ μὴ δυνάμενος μὲν ἀντιστῆναί [702] τινι δυνατῷ ἐμποδίζοντι, δυσωπῶν δὲ τυχεῖν οὗ θέλει, εὐκαίρως ἂν παρῳδήσας εἴποι τὸ "οὔ τοι ἐγὼ πρόσθεν ἵσταμαι οὐδὲ μεγαίρω· εἴπερ γὰρ φθονέω, οὐκ ἀνύω φθονέων, ἐπεὶ πολὺ φέρτερός ἐσσι· ἀλλὰ χρὴ καὶ ἐμὸν θεῖναι λόγον ἢ πόνον οὐκ ἀτέλεστον· καὶ γὰρ ἐγὼ τοιόσδε εἰμί".

(v. 58-61) Ὅτι ἀξιοῖ Ἥρα τιμᾶσθαι [οὐ μόνον, ἐπειδὴ θεός ἐστιν, ἀλλὰ καὶ] διὰ τὸ τοῦ αὐτοῦ εἶναι γένους τῷ Διΐ, λέγουσα οὕτω· "γένος δέ μοι ἔνθεν ὅθεν σοί· καί με πρεσβυτάτην", ὅ ἐστι τιμιωτάτην, "τέκετο Κρόνος ἀγκυλομήτης, ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις κέκλημαι, σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις", ὡς οἷον συλλογιστικῶς τὸν λόγον τοῦτον περαίνουσα. αὐτὴ γὰρ Διός, ὁ Ζεὺς δὲ τίμιος. καὶ αὐτὴ ἄρα τιμία. [Ἰστέον δέ, ὅτι τὸ "γένος δέ μοι ἔνθεν ὅθεν σοι" περίφρασίς ἐστι τοῦ ἀδελφή σοί εἰμι.]

(v. 60) Τὸ δὲ ἀμφότερον ὡς ἐπίρρημα καὶ νῦν εἴληπται, καθὰ καὶ ἐν τῷ "ἀμφότερον βασιλεύς τ' ἀγαθὸς καὶ αἰχμητής", ἵνα λέγῃ, ὅτι ἀμφοτέρωθεν ἔχω τὸ πρεσβεῖον ὡς καὶ εὐγενὴς καὶ σὴ ἄλοχος. δῆλον δέ, ὡς τὴν ἄκοιτιν ἡ μὲν ποιητικὴ πολυφωνία καὶ ἄλοχον λέγει καὶ ὁμόλεκτρον καὶ ἀνδρὸς εὔνιδα, ἡ δὲ κοινὴ λαλιὰ σύνευνον.

(v. 61) Τὸ δὲ κέκλημαι οὐκ ἐνδοιασμὸν δηλοῖ, ἀλλ' ἀντὶ τοῦ εἰμί κεῖται, ἵνα λέγῃ, ὡς οὐ ψεύδομαι εἶναι σή, ἀλλ' ὑπὸ πάντων οὕτω καλοῦμαι. εἰς δέ γε ἀλληγορίαν πάνυ χρήσιμος ἡ λέξις. οὐ γάρ ἐστιν ὁ ἀὴρ αἰθέρος ἄκοιτις, ἀλλὰ καλεῖται τοῦτο ἀλληγορικῶς.

(v. 62 s.) Ὅτι φιλικῆς ἐνδόξων προσώπων ἀντιπαραχωρήσεως τὸ "ἀλλ' ἤτοι μὲν ταῦθ' ὑποείξομεν ἀλλήλοισι, σοὶ μὲν ἐγώ, σὺ δ' ἐμοί· ἐπὶ δ' ἕψονται ἄλλοι".

(v. 66) Ὅτι τὸ πειρᾶν ἐνεργητικῶς Ἀττικοὶ ἐπὶ τῆς εἰς γυναῖκα ἐπιχειρήσεως λέγουσιν, οἷον πειρᾷ ὁ δεῖνα τὴν δεῖνα. τὸ δὲ πειρᾶσθαι παθητικὸν ἀντὶ τοῦ ποιεῖσθαι ἀπόπειραν. Ὅμηρος μέντοι τὸ πειρᾶσθαι πειρᾶν ἐνταῦθά φησιν ἐνεργητικῶς, εἰδὼς καὶ τὴν παθητικὴν χρῆσιν ἔν τε τῷ "νῦν μὲν πειρᾶται" καὶ ἐν τῷ "εἰ δ' ἄγε μὴν πείρησαι" καὶ ἀλλαχοῦ. καὶ Θουκυδίδης δὲ τῶν τειχῶν ἡμῶν πειρᾶν λέγει καὶ "πειραθεὶς ὁ Ἁρμόδιος". χρῆσις δὲ νῦν τοῦ πειρᾶν αὕτη· "πειρᾶν δ', ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι". προαναφωνητικὴ δὲ αὕτη ἔννοια ἐκτιθεμένη, ὅπως διασκευασθήσεται τὰ ἐφεξῆς ὑπὸ Ἀθηνᾶς, ἣν στελεῖ ὁ Ζεὺς διὰ τὴν Ἥραν ἐπὶ συγχύσει τῶν ὅρκων, τουτέστιν, ἣν ὁ Ὁμηρικὸς νοῦς φρονίμως προβαλεῖται εἰς πιθανότητα [703] τῶν μελλόντων ἱστορηθῆναι. καὶ τοῦτο μὲν οὕτως. Ὁ δὲ τονικὸς κανὼν τοῦ ὑπερκύδαντας τοιοῦτός ἐστι παρὰ τοῖς παλαιοῖς· τὰ εἰς δας ὑπὲρ δύο συλλαβὰς ἰσοσυλλάβως κλίνεται, οἷον Τιμαχίδας Τιμαχίδα, Σουΐδας Σουΐδα, Λεωνίδας Λεωνίδα, Χαρμίδας Χαρμίδα, χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνων ῥημάτων γίνεται· ἐκεῖνα γὰρ διὰ τοῦ ντ περιττοσυλλαβῶς κλίνεται, οἷον οἶδα ῥῆμα, ἐξ οὗ Οἴδας Οἴδαντος, μείδω Μείδας Μείδαντος, χαρίζομαι Χαρίδας Χαρίδαντος, φείδομαι Φείδας Φείδαντος. τούτων οὕτως ἐχόντων δοκεῖ καὶ τὸ ὑπερκύδαντες, ὃ δηλοῖ τοὺς ἄγαν ἐνδόξους, ἀπὸ βαρυτόνου ῥήματος γεγονός, τοῦ κυδαίνω, συνεκδραμεῖν τῇ κλίσει τῶν κυρίων ὀνομάτων, ἢ καὶ ἄλλως, γενέσθαι ἐκ τοῦ κυδάεις κυδάεντος, κυδάεντες, κύδαντες κατὰ συγκοπήν, καὶ ἐν συνθέσει ὑπερκύδαντες. Ἡρωδιανὸς δὲ ἐν Ἐπιμερισμοῖς μετοχὴν λέγει τοῦτο ἀπὸ τοῦ κυδάναντες. ἐν δὲ τῷ Ὀνοματικῷ ὄνομα λέγει εἶναι αὐτό. ᾧ καὶ πιστευτέον, ὥς φασιν οἱ παλαιοί, ἤπερ τοῖς Ἐπιμερισμοῖς. τοῦτο μὲν γὰρ Ἡρωδιανοῦ εἶναι ὡμολόγηται, ἐκείνων δὲ εἰσὶν οἳ ψευδεπίγραφοι λέγονται.

(v. 67) Δηλήσασθαι δὲ ὅρκια περιφραστικῶς τὸ ἐπιορκῆσαι, ὅπερ ἐστὶ βλάβη ὅρκων. ὡς γὰρ καρπὸν δηλεῖταί τις ἀπάγων ἐκεῖνον, ὡς ἡ α΄ ῥαψῳδία προεδήλωσεν, οὕτω καὶ ὅρκου δηλητήριον ὁ ἀφανισμὸς καὶ τὸ αὐτοῦ ἄπρακτον. ἔστι δ' ἐν τούτοις καὶ προθέσεως ἔλλειψις. τὸ γὰρ Ἀχαιοὺς ἄρξωσι καὶ ἑξῆς ταὐτόν ἐστι τῷ ἀρχὴν ποιήσωσιν εἰς τοὺς Ἀχαιοὺς τοῦ παραβαθῆναι τοὺς ὅρκους. τὸ δὲ ῥῆμα τοῦτο καὶ παθητικῶς εἴωθε λέγεσθαι καὶ μετὰ προθέσεως δέ ποτε, εἴτε τῆς κατά, εἴτε τῆς ὑπό. ἐπὶ μέντοι ἀρχικῆς ἐξουσίας ἀεὶ καὶ ἐνεργητικῶς προφέρεται καὶ δίχα προθέσεως.

(v. 68) Ὅτι καὶ ἐνταῦθα καὶ πανταχοῦ, ὥς που καὶ προεγράφη, παρὰ τῷ ποιητῇ τὸ ἀπιθεῖν διὰ τοῦ ι γράφεται, ὡς ἀπὸ τοῦ πιθῶ περισπωμένου μέλλοντος. γράφει γοῦν δακτυλικῶς· "οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε", ἤγουν ὁ πάντων αἴτιος. ὡς γὰρ βωτιάνειρα μὲν γῆ πρὸς μέρος ἡ ἄνδρας τρέφουσα, [704] καθόλου δὲ ἡ παμβῶτις γῆ, ὡς καὶ προδεδήλωται, οὕτω καὶ πατὴρ μὲν ἀνδρῶν καὶ θεῶν κατά τι μέρος, ὅτι μηδὲ σεμνὸν ἦν πατέρα τινῶν ἑτέρων αὐτὸν προσρηθῆναι, εἰς τὸ καθόλου δὲ ὁ πάντων ἐπιτελεστὴς κατὰ τὸ "σέο δ' ἐκ τάδε πάντα πέλονται".

(v. 75-79) Ὅτι ἐν μὲν τῇ α΄ ῥαψῳδίᾳ τὴν Ἀθηνᾶν εἶπε κατελθεῖν οὐκ ἐνσώματον. διὸ οὐδὲ ἔβλεπέ τις αὐτὴν ἀλλ' ἢ μόνος Ἀχιλλεύς. ἐνταῦθα δὲ ἀστέρι εἰκασθεῖσα εἰς τὸ μέσον κατέθορεν, ἤτοι εἰς τὸ μεταίχμιον. φησὶ γάρ· "οἷον δ' ἀστέρα ἧκε Κρόνου παῖς", ἤγουν ὁ Ζεὺς ἀὴρ ἔπεμψεν, "ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν, λαμπρόν, τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται, τῷ", ἤγουν τούτῳ, "εἰκυῖα ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, κὰδ δ' ἔθορ' ἐς μέσον, θάμβος δ' ἔχεν εἰσορόωντας", Τρῶάς τε καὶ Ἀχαιούς, ὃ δὴ πάσχειν ἔθος τοὺς ὁρῶντας τέρατα. οἰκείως δὲ ἡ φωσφόρος Ἀθηνᾶ τοιούτῳ εἴκασται [παραβολικῶς· εἰ γὰρ καὶ μὴ πρόκειται παραβολικόν τι ἐπίρρημα, οἷον τὸ ὡς ἢ τὸ ἠΰ, ἠΰτε, ἤ τι τοιοῦτον, ἀλλ' ἡ κατὰ τὸν εἰρημένον ἀστέρα ἔννοια παραβολική ἐστιν ἄλλως, ὡς δηλοῖ καὶ τὸ "τῷ εἰκυῖα ἤϊξεν", ἤγουν ὁμοιουμένη λόγῳ παραβολῆς. διὸ καὶ εἶχεν εἰπεῖν ὡς ἐν παραβολῇ· ὡς δ' ὅτε ἀστὴρ πίπτει ἄνωθεν τοιόσδε, ὧς ἤϊξεν Ἀθηνᾶ ἐπὶ χθόνα.]

(v. 75) Ἀστέρα δὲ νῦν οὐ τὸν κυρίως λέγει, ἀλλά τι ἀστεροειδές, οἷον κομήτην ἢ σκηπτοῦ τι εἶδος ἢ ὁποῖοι οἱ διᾴττοντες, ὧν ἡ γένεσις ἀέρος στροφή. διὸ καὶ ἀνέμους ὡς ἐπὶ πολὺ δηλοῦσι διὰ ἀέρος τροπάς. τὸ δὲ τοιοῦτον ἀστεροειδὲς ἐκ παρατηρήσεως τερασκόπων τέρας λέγει εἶναι ἢ ναύταις, εἰ ἐν θαλάσσῃ δηλαδὴ πέσῃ ἢ στρατῷ, ἐὰν εἰς στρατόπεδον κατενεχθῇ, ὡς καὶ νῦν ἐγένετο. σπινθῆρες δὲ αὐτοῦ πολλοὶ ἵενται, πρὶν κάτω ἐλθόντα ὁμιλῆσαι ἀέρι ψυχρῷ. τότε γὰρ σβέννυται.

(v. 81-84) Ἰστέον δέ, ὅτι οἱ θεαταὶ ἀμφιβάλλοντες, ὡς εἰκός, ἐπὶ τῷ φανέντι τέρατι, διὰ μὲν τὸ πυρόεν τοῦ δῆθεν ἀστέρος μάχην καυστειρὰν ὑφορῶνται, ὅτι δὲ ἔσβεσται, φιλότητα καραδοκοῦσι καὶ παῦσιν πολέμου. Φησὶ γάρ· "ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον", ὃ δὴ σχῆμά ἐστιν Ὁμηρικὸν ἐν ταῖς καθ' ὅμιλον ἠθοποιΐαις. "ἦ ῥ' αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ ἔσσεται, ἢ φιλότητα μετ' ἀμφοτέροισι τίθησι Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται;" [705] ἤγουν ὃς λόγῳ εἱμαρμένης διοικονομεῖται τὰ κατὰ μάχην. Σημείωσαι δὲ τὸ ταμίης ὡς χρήσιμον εἰς τοὺς ἐν τῷ τέλει τῆς Ἰλιάδος πίθους, οἳ κατάκεινται ἐν Διὸς οὔδει. ἔστι γὰρ νοῆσαι, ὡς ἐν τοῖς τοιούτοις πίθοις καὶ τὰ ἐκ πολέμου ἀγαθὰ καὶ κακὰ ταμιεύονται. Ἰωνικὸν δὲ τὸ ταμίης, καθὰ καὶ τὸ κυματίης ποταμός.

(v. 75) Ἰστέον δὲ καὶ νῦν, ὅτι ἀστὴρ μὲν ἕν τί ἐστι σῶμα, ἄστρον δὲ ζῴδιόν τι ἐκ πολλῶν ἀστέρων συγκείμενον, ὡς μυριαχοῦ φαίνεται, ἵνα ᾖ, καθὰ καὶ προδεδήλωται, ὡς περιεκτικόν τι καὶ τὸ ἄστρον, καθὰ καὶ ὁ παρ' Ὁμήρῳ ἀσφοδελὸς λειμών, ὁ τῶν καθέκαστα ἀσφοδέλων περιεκτικός. διὸ καὶ Εὐριπίδης τὸν ἥλιον τὴν ἐν ἄστροις οὐρανοῦ τέμνειν ἔφη ὁδόν, τὴν διὰ τῶν ζῳδίων οὕτω κίνησιν φράζων, ὧν ἕκαστον ἐκ διαφόρων ἀστέρων καὶ ἀστρίων διεζωγράφηται. [(v. 79) Ὅρα δέ, ὅτι, ὡς καὶ ἐν ἄλλοις, οὕτω κἀνταῦθα μέσον τὸ μεταίχμιον εἴρηκε, καὶ ὅτι θάμβος ἡ διὰ θέας ἐμβιβαζομένη ἔκπληξις εἰς ψυχήν. διὸ καὶ ἔφη· "θάμβος δ' ἔχεν εἰσορόωντας". τὸ δ' ὅμοιον νοητέον καὶ ἐπὶ τοῦ θαμβεῖν.]

(v. 86 ss.) Ὅτι Ἀντηνορίδῃ Λαοδόκῳ ἡ Ἀθηνᾶ ὁμοιωθεῖσα, κρατερῷ αἰχμητῇ ἀνδρί, ὡμίλησε τῷ Πανδάρῳ. καὶ ἔοικεν οὗτος ὁ Λαοδόκος ἀναπεῖσαι νῦν τὸν Πάνδαρον ὀϊστεῦσαι κατὰ τοῦ Μενελάου ἐπὶ συγχύσει τῶν ὅρκων. καὶ καινὸν οὐδέν, εἰ παῖς πατρὸς ἀγαθοῦ νόμους ἐνταῦθα παρέβη ξενίας. "παῦροι γὰρ παῖδες ἐοίκασι πατράσιν, οἱ πλείονες κακίους" φησὶν Ἡσίοδος. ὅτι δὲ ἀγαθὸς ὁ τοῦ Λαοδόκου πατὴρ Ἀντήνωρ καὶ ὅτι προεξένησεν Ὀδυσσέως καὶ Μενελάου, ἐν τῇ γ΄ ῥαψῳδίᾳ γέγραπται.

(v. 87) Ἰστέον δὲ καί, ὅτι ἐκ τῆς τοῦ πατρὸς ἀρετῆς ὁ Λαοδόκος ἔοικεν ὀνομασθῆναι. λαοδόχος γὰρ ἐκεῖνος ἦν τῇ ἐνεργείᾳ, ὡς πρόξενος. Σημείωσαι δέ, ὅτι τε πιθανῶς κρατερὸς αἰχμητὴς ὑπόκειται ὁ Λαοδόκος, ἵνα ῥᾷον αὐτῷ πεισθείη ὁ Πάνδαρος, εἴγε καὶ ἀριστεὺς ἐκεῖνος ὢν εἰς ἔργον τοῦτον προκρίνει ἐπίπροσθεν ἑαυτοῦ θέμενος, καὶ οὐδὲ τόξων εὖ εἰδώς, ἀλλ' αἰχμητής. ὡς εἴγε τοξότης ἦν ὁ Λαοδόκος, εἶχεν ἂν [706] ὑπιδέσθαι τοὺς αὐτοῦ λόγους ὁ Πάνδαρος, διὰ τί τοῦτον ἐρεθίζει καὶ μὴ αὐτὸς ἐθέλει ὀϊστεύειν Μενελάου, ὃ παραφράζων Ὅμηρος ἐπιπροεῖναι Μενελάῳ φησὶ πικρὸν ὀϊστόν. καὶ ὅτι ἡ ὁμιλοῦσα τῷ ἄφρονι Πανδάρῳ Ἀθηνᾶ, ὥστε συγχέαι τοὺς ὅρκους καὶ οὕτως ἀσεβεῖν ἀναπείθουσα, αὐτός ἐστιν ὁ τοῦ Πανδάρου νοῦς καὶ ἡ ἐν αὐτῷ δεινότης, ἡ ἀληθῶς μὲν πονηρία, δοκοῦσα δὲ ἐκείνῳ φρόνησις καὶ ἀγχίνοια, ὡς ὑπεμφαίνεται ἐν τῷ· "ἀγχοῦ δ' ἱσταμένη προσηύδα" προϊσχομένη ἐλπίδας, ὡς χάριν μὲν καὶ κῦδος ἄροιτο πρὸς τοῦ λαοῦ, μάλιστα δὲ τῷ Ἀλεξάνδρῳ ἀρέσοι βαλὼν καὶ ἀνελὼν τὸν Μενέλαον.

(v. 93-104) Φησὶ γοῦν· "ἦ ῥά νύ μοί τι πίθοιο, Λυκάονος υἱὲ δαΐφρον, τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν, πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ, τοῦ κεν δὴ πάμπρωτα πάρ' ἀγλαὰ δῶρα φέροιο, αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ' ἀλεγεινῆς. ἀλλ' ἄγε ὀΐστευσον Μενελάου" καὶ ἑξῆς. ἐπελέξατο δὲ τὸν Πάνδαρον ἡ Ὁμηρικὴ δεινότης καὶ ὡς ἐπίκουρον, τοῖς γάρ τοι ἐγχωρίοις Τρωσὶ πᾶσιν ἶσα κηρὶ ὁ Ἀλέξανδρος ἤχθετο, καὶ ὡς τοξότην, ἵνα νομισθῇ ὁ Ἀλέξανδρος παρεκβὰς τὸν διαμετρητὸν χῶρον, οὕτω λαθὼν τοξεῦσαι κατὰ Μενελάου. ἔτι δὲ καὶ ὡς ἄριστον ἐν τοξόταις, εἴγε καθ' Ὅμηρον αὐτὸς ὁ Ἀπόλλων τὸ τόξον αὐτῷ ἔδωκε. καὶ ὡς φιλοχρήματον δὲ καὶ σμικρολόγον, καθὰ δηλοῖ καὶ ἡ θυσία, ἣν ἄρτι Λυκηγενέϊ κλυτοτόξῳ Ἀπόλλωνι ἐπαγγέλλεται, σμικροπρεπὴς οὖσα, καὶ ταῦτα ἐπ' ἀναγκαίοις. ἄρνες γὰρ ἀτελεῖς καὶ οὐ κατὰ τοὺς ἀρνειοὺς τέλειοι, οὐδὲ ταῦροι καὶ αἶγες, ὁποῖα Χρύσης καλλιερεῖ ὁ τὰ τοῦ θύειν ἀπόρρητα εἰδώς. δηλοῖ δὲ τὸ αὐτὸ καὶ ὁ καιρὸς τῆς θυσίας. οὐ γὰρ νῦν ἀρνῶν πρωτογόνων ἐθέλει ῥέξειν κλειτὴν ἑκατόμβην, ἀλλὰ οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης, ὡς ἐκεῖσε τὰ τοιαῦτα εὑρήσων εὐπόριστα, Ἀθηνᾶς καὶ τὸ τοιοῦτον ἐπιβλαβὲς τῷ φαύλῳ ὑποθεμένης, εἴτε τῆς μυθικῆς εἴτε τῆς κατ' αὐτὸν δοκούσης φρονήσεως. ἔτι δηλοῖ τὸ τοῦ Πανδάρου γλίσχρον καὶ ἡ ἐπὶ Τροίαν αὐτοῦ δίχα ἵππων στρατεία, ἵνα μὴ κατατρύχωσιν αὐτόν, ὡς ἐκεῖνός φησι, τῇ δαπάνῃ τούτου. καὶ τὸ ἔθνος φύσει ἐπίορκόν τε καὶ ἄπιστον. ἐκ πατέρων γὰρ ἱστοροῦσιν αὐτὸ τοιούτων κατάγεσθαι λέγοντες, ὅτι Τριόπας Περραιβῶν τύραννος οὕτως ὠμὸς ἦν, ὥστε ὁ υἱὸς Καρνάβας κτείνας αὐτὸν τυραννοκτονίας γέρας ἔλαβε παρὰ τῶν πολιτῶν, φυγάς τε ἥκων εἰς Βρένθιν τῆς Τροίας καὶ καθαρθεὶς ὑπὸ Τρωὸς καὶ λαβὼν ἔδαφός τι κτίζει Ζέλειαν. τοίης γενεῆς τε καὶ αἵματος ἦν ὁ [707] τοὺς ὅρκους ἄρτι συγχέας.

(v. 88-91) Ἰστέον δὲ καί, ὅτι τὸν Πάνδαρον ἀντίθεον ὁ ποιητὴς λέγει καὶ ἀμύμονά τε κρατερόν τε, ὀνομάζων αὐτὸν συνήθως ἐξ ὧν ἔχει καλῶν. τοὺς δὲ περὶ αὐτὸν κρατερὰς στίχας ἀσπιστάων λέγει "λαῶν" ἢ ἀνδρῶν, "οἵ οἱ", φησίν, "ἕποντο ἀπ' Αἰσήποιο ῥοάων", οὗ Αἰσήπου καὶ ἡ Βοιωτία μέμνηται. Σημείωσαι δὲ καί, ὅτι ἕτερος ἦν παλαιὸς ἥρως Πάνδαρος. φησὶ γοῦν ὁ Γεωγράφος οὕτω· ὑπόκειται τῷ Κράγῳ Πίνναρα, μεγίστη πόλις Λυκίας, ἔνθα Πάνδαρος τιμᾶται, τυχὸν ὁμώνυμος τῷ Τρωϊκῷ, (ὡς καὶ "Πανδαρέου κούρη χλωρηῒς ἀηδών"), καὶ τοῦτον γὰρ ἐκ Λυκίας φασί.

(v. 89) Λυκάονος δὲ υἱὸς ὁ ῥηθεὶς Πάνδαρος, ὁ καὶ ἐν τῇ Βοιωτίᾳ ἱστορηθείς, οὗ δὴ Λυκάονος ἡ κατὰ τὴν εὐθεῖαν παραλήγουσα ἐκτείνεται. διὸ καὶ συστέλλει τὸ ω ἐν τῇ γενικῇ, ὁμοίως τῷ Μαχάων Μαχάονος καὶ τοῖς τοιούτοις. φησὶ γοῦν· "εὗρε Λυκάονος υἱόν", ὅπερ ἀσυνδέτως ἐρρέθη συσχηματισθὲν γοργῶς τῇ κατεπείξει τῆς Ἀθηνᾶς.

(v. 90) Ἰστέον δέ, ὅτι στρατηγῷ παρατεταγμένῳ ἁρμόττει τὸ "ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο"

(v. 94) καὶ ὅτι τὸ τλαίης δυσχέρειαν ἐμφαίνει ἔργου, ὡς τοῦ Πάριδος μὴ τλησομένου ποιῆσαί τι πρὸς ἐπιορκίαν. ὁ δ' οὕτω τλήμων, ὥστε αὐτίκα ὑπακούει. διὸ καὶ ἄφρονα λέγει αὐτὸν Ὅμηρος, εἰ καὶ ἄλλως ἐδόκει φρονεῖν. [φησὶ γὰρ ἀντιθετικῷ τρόπῳ "τῷ δὲ φρένας ἄφρονι πεῖθε".] Τὸ δὲ ἐπιπροέμεν δύναται καὶ μιᾷ προθέσει ἀρκεῖσθαι. καλὸν οὖν καὶ τὸ ἐφεῖναι καὶ τὸ προεῖναι ἰὸν τῷ Μενελάῳ. κρεῖττον μέντοι τὸ ἐπιπροεῖναι, ἵνα ἡ μὲν ἐπι πρόθεσις τὴν κατα σημαίνῃ, ὡς πολλαχοῦ τῆς Ὁμηρικῆς ποιήσεως λαμβάνεται, καθὰ καὶ ἐν τῷ· "δαιμονίη τί μοι ἐπέχεις", ἡ δὲ προ τὴν πρὸ τῶν ἄλλων δηλώσῃ βολήν.

(v. 95) Χάρις δὲ κύδους διαφέρει, καθότι κῦδος μὲν ἡ εὔκλεια, χάρις δὲ ὁμολογία εὐεργεσίας ἐστί. διὸ καὶ πάμπρωτα δῶρα ἐκ Πάριδος λήψεσθαί φησι τὸν Πάνδαρον, οἷα καὶ τῶν ἄλλων ὕστερον ἐπιδωσόντων, ὡς εὐεργέτῃ.

(v. 97) Τὸ δέ "δῶρα φέροιο" τὸ παρὰ τοῖς ὕστερον δωροφορεῖν συνέθετο.

(v. 99) Τοῦ δὲ δμηθέντα διασαφητικὸν τὸ "πυρῆς ἐπιβάντ' ἀλεγεινῆς", ὅπερ ἐστὶ περίφρασις τοῦ καυθέντα. ἐκεῖνο δὲ παρακολούθημά ἐστι νεκροῦ. ἀφελῶς δὲ πέφρασται τὸ "πυρῆς ἐπιβάντα" ἐπὶ νεκροῦ. κυρίως γὰρ τίθεται ὁ τοιοῦτος ἐπὶ πυρᾶς, οὐκ ἐπιβαίνει αὐτός. Περὶ δὲ πυρῆς ἀλεγεινῆς δηλοῦται ἀλλαχοῦ.

(v. 100) Ἐν δὲ τῷ "ὀΐστευσον Μενελάου" [708] λείπει πρόθεσις. τὸ γὰρ ἐντελές "κατὰ Μενελάου".

(v. 101) Λυκηγενὴς δὲ Ἀπόλλων κατὰ τὸν μῦθον, οἱονεὶ Λυκιηγενής, ὡς ἐν Λυκίᾳ γεγονώς, ἢ τῇ μεγάλῃ κατά τινας ἢ τῇ μικρᾷ, ἧς Πάνδαρος ἦρχε, περὶ ἧς καὶ ἡ Βοιωτία δηλοῖ, ἀφ' ἧς καὶ ὁ πατὴρ Λυκάων παρωνόμασται, εἰς ἥν, φασί, μετὰ τὸ γεννῆσαι ἀπηλλάγη ἡ Λητὼ τὴν τῆς Ἥρας ζηλοτυπίαν ἐκκλίνουσα. καὶ ἄλλως δὲ Λυκηγενὴς λέγεται, ὅτι λύκος, φασίν, ἐπεφάνη τῇ Λητοῖ ἐν τῷ τοκετῷ ὅτε καὶ πτοηθεῖσα Πτῷόν τε τὸν ἐξ αὐτῆς Ἀπόλλωνα ἐπωνόμασε καὶ Λυκηγενῆ. διὸ καὶ Ἀπόλλωνι κατὰ μῦθον ὁ λύκος ἀνεῖτο καὶ νομίσματι ἐνεχαράττετο· καὶ Λύκειος δὲ ἀπ' αὐτοῦ ἐκαλεῖτο αὐτός τε ὁ Ἀπόλλων καὶ ἀγορὰ δέ τις ἐν τῷ Ἄργει. ἑτέρως δέ, ὥσπερ ὁ κύκνος ἱεροῦται Ἀπόλλωνι ὡς ἡλίῳ διὰ τὴν λευκότητα, καὶ ὁ κόραξ διὰ τὴν νυκτερινὴν μελανίαν, ἧς οἷα καὶ μητρός ἀπογεννᾶται, ὡς ἀλλαχοῦ γέγραπται, οὕτω καὶ λύκος ἀνάκειται αὐτῷ διὰ τὸ μέσον εἶναι ἀμφοῖν τὸ λύκειον χρῶμα. τεφρῶδες γὰρ καὶ οὔτε φαεινὸν οὔτε ἄκρως μέλαν, ἀλλ' οἷόν τι τὸ πρὸ τῆς κροκοπέπλου ὑπονύκτερον χρῶμα, ὃ καὶ λυκόφως ἡ καθωμιλημένη γλῶσσα καλεῖ. Κλυτότοξος δὲ ὁ αὐτὸς Ἀπόλλων, ὡς σὺν τῇ μαντικῇ καὶ μουσικῇ καὶ ἰατρικῇ ἐπιστατῶν καὶ τῇ τοξικῇ κατὰ τὸν μῦθον. ὡς δὲ καὶ τῷ ἀλληγορουμένῳ Ἀπόλλωνι ἐνθεωρεῖται ταῦτα, ἑτέραν ζητεῖ λόγου τριβήν. [Ὅρα δέ, ὡς ἰσοδυναμεῖν δοκούντων ἔστιν ὅτε τοῦ κλύειν καὶ τοῦ κλείειν, ὅ ἐστι κλεΐζειν καὶ δοξάζειν, ἐκ μὲν τοῦ κλύειν τὸν κλυτότοξον συνέθετο, ἐκ δὲ τοῦ κλείειν κλειτὴν κατωτέρω ἑκατόμβην φησί.] Τοὺς δὲ πρωτογόνους ἄρνας καὶ τὰ τοιαῦτα πρωτογεννήματα ἡ κοινὴ γλῶσσα λαλεῖ. [(v. 103) Ἱερὰ δὲ [709] ἡ Ζέλεια ὡς πόλις ἁπλῶς φυλακτικὴ τῶν ἔσω οἰκούντων. οὕτω δὲ ἱερὰ καὶ τείχη πόλεως. λέγει δέ που χρήσιμά τινα περὶ τούτων καὶ Πλούταρχος.] Ἐν δὲ τῷ "νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης" σημείωσαι, ὅτι τὸ διπλοῦν ζ οὐκ ἔχει συνήθως ἐκτείνειν τὸ πρὸ αὐτοῦ βραχὺ φωνῆεν, ὡς οὐδὲ κατὰ Ὀδύσσειαν ἐν τῷ "ὑλήεντι Ζακύνθῳ", ἀλλ' ἀντὶ βραχείας λαμβάνεται ἀναγκαίως ἡ τελευταία συλλαβὴ διὰ τὸ μὴ δύνασθαι ἄλλως τεθῆναι ἐν μέτρῳ. εἰ γὰρ ὑποθώμεθα ἐν τῷ Ζέλεια καὶ ἐν τῷ Ζάκυνθος δύνασθαι τὸ ζ διὰ τὴν διπλόην ποιεῖν χρονικὴν ἔκτασιν, οὐδ' ὅλως εἰς μέτρον δακτυλικὸν ἡ Ζέλειά ποτε καὶ ἡ Ζάκυνθος παραληφθήσεται. ἡ τοιαύτη δὲ ἀνάγκη βιάζεται καὶ τὴν τοῦ Σκαμάνδρου ἄρχουσαν, ὡς προερρέθη, τὸ πρὸ αὐτῆς βραχὺ ἐκτείνειν μηδέποτε. οὕτω τὸ μέτρον βίαν ἔστιν οὗ ἐπάγει παρανομεῖσθαι, ὥσπερ τὰς ἐκτάσεις, οὕτω καὶ τὰς συστολάς, καὶ ἀλόγως γίνεσθαι, ὥς φασιν οἱ παλαιοί. διὸ καὶ τὸ Αἰγυπτίη ἐν Ὀδυσσείᾳ συστέλλει τὸ υ. τινὲς μέντοι ἐκεῖ τὴν τῶν δύο ἀφώνων ἀσθένειαν τῆς τοῦ διχρόνου συστολῆς αἰτίαν φασίν. Ἡ δὲ ῥηθεῖσα Ζέλεια, ὡς καὶ προεγράφη, ὑπὸ τῇ Ἴδῃ τῷ Τρωϊκῷ ὄρει ἔκειτο. ἐκαλεῖτο δὲ καὶ Λυκία τὸ παλαιὸν καὶ Τροία μικρά. διὸ καὶ ἐν τοῖς ἑξῆς ὁ Πάνδαρος Τρώων ἡγεῖσθαι λέγεται, ὅ ἐστι τῶν Ζελειτῶν. Ἰστέον δὲ καί, ὅτι παράγωγόν ἐστι τὸ Ζέλεια ἐκ πρωτοτύπου τοῦ Ζέλη, ὡς καὶ τοῦ Πηνελόπη τὸ Πηνελόπεια. ὅμοια καὶ τὸ Ὑψιπύλη Ὑψιπύλεια, Θεσσαλονίκη Θεσσαλονίκεια, Σεβαστή Σεβάστεια, Κολώνη Κολώνεια. δοκεῖ δὲ τοιοῦτον εἶναι σὺν ἄλλοις καὶ τὸ χώνη χώνεια. εὕρηται δὲ καὶ ἐρήμεια ἐκ τοῦ ἐρήμη. ὅμοιον καὶ τὸ Ἀπάμα Ἀπάμεια, οὐ μόνον κύριον, ἀλλὰ καὶ πόλεως ὄνομα τῆς τε περὶ τὸν Κιανὸν κόλπον κειμένης, ἥτις καὶ Μύρλεα ἐκλήθη, καὶ τῆς περὶ Συρίαν. Ἰστέον δὲ καί, ὅτι, ὥσπερ διὰ τοῦ εια γίνεται παραγωγή, οὕτω καὶ διὰ τοῦ αια, ὡς δηλοῖ τὸ φώκη Φώκαια, νίκη Νίκαια.

(v. 104) Ὅτι ἐπὶ τοῦ πείθοντος ἄφρονα εἴς τι κακὸν οἰκεῖον εἰπεῖν τὸ "ὣς φάτο· τῷ δὲ φρένας ἄφρονι πεῖθε". τοιοῦτος δὲ ἄφρων καὶ ὁ Πάρις, ὃς ἐπείσθη [710] τῇ Ἀθηνᾷ βουλευσαμένῃ τὰ μὴ λῴονα.

(v. 105) Ὅτι τὸ "αὐτίκ' ἐσύλα τόξον ἐΰξοον" ὁ Πάνδαρος, καὶ αὖθις τὸ "σύλα πῶμα φαρέτρης" τὸ λάθρᾳ ὑποψηλαφᾶν σημαίνει ὥστε τοξεῦσαι. δῆλον δέ, ὅτι καὶ ἐπὶ τοῦ σκυλεύειν ἡ λέξις τίθεται πολλαχοῦ, ἐπεὶ σκῦλον τὸ λάφυρον λέγεται. ὁ μέντοι σκυλαδέψης καὶ ἕτερόν τι σημαινόμενον τοῦ σκύλου δηλοῖ, ὡς ἀλλαχοῦ δηλωθήσεται.

(v. 105-111) Ὅτι ἀναπαύων ὁ ποιητὴς ἐνταῦθα τὸν ἀκροατὴν ἐπεισοδίῳ κυνηγετικῷ ἱστορικῷ γενεαλογεῖ τε τὸ ῥηθὲν τοῦ Πανδάρου τόξον καὶ ἐκφράζει αὐτὸ λέγων, ὅτι ἰξάλου αἰγὸς ἀγρίου ἦν, "ὅν ῥά ποτ' αὐτὸς ὑπὸ στέρνοιο τυχήσας πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι βεβλήκει πρὸς στῆθος, ὃ δ' ὕπτιος ἔμπεσε πέτρῃ", λέγων καὶ νῦν, ὡς καὶ ἐν τῇ βῆτα, πέτραν τὸ σπήλαιον. εἶτα καὶ μετρεῖ τὰ τοῦ αἰγὸς τούτου κέρατα, ὡς εἰρήσεται.

(v. 105) Ἴξαλον δὲ αἶγα Πορφύριος μὲν τὸν τομίαν φησὶ λέγων ὡς ἐπὶ πολὺ τῶν ἀγρίων αἰγῶν τοὺς τελείους διωκωμένους κατὰ παράτριψιν ἀποβάλλειν τὰ αἰδοῖα, ὅπερ οἱ κάστορες ἑκόντες εἰς ἑαυτοὺς κατεργάζονται, ὅτε διώκονται, ὁποῖον δή τι καὶ Ἀριστοτέλης διὰ τὸν χλούνην ἱστορεῖ, ὃ δηλοῖ ἐκτομίαν σῦν ἄγριον, ὡς ἐν τοῖς ἑξῆς που φανήσεται. καὶ εἶδον πολλοὶ καὶ τῶν καθ' ἡμᾶς τὰ τοιαῦτα πάθη ἐπί τε συῶν ἐπί τε αἰγῶν. ἕτεροι δὲ ἴξαλόν φασι τὸν ὀχευτικόν, ἤτοι τὸν κήλωνα, καὶ περὶ τὰς τῶν θηλειῶν ἰξύας ἤτοι ὀσφύας ἁλλόμενον. οἱ δὲ τὸν μετὰ χειμῶνα ἐπὶ ἅλας ἱκνούμενον ποιμενικῷ νόμῳ, ἵνα μὴ ψώραν πάθῃ. τοῦτο δὲ καὶ δασύνεσθαι ἀπαιτεῖ τὴν ἄρχουσαν, εἰ καὶ ψιλοῦται κατὰ ἔθος Αἰολικόν. καὶ ἐπὶ ἡμέρων αἰγῶν λέγοιτο ἄν, οὐ μὴν ἐπὶ ἀγρίων, ὁποῖος ἄρτι ὁ Ὁμηρικός. τοιούτους γὰρ ἁλίζει οὐδείς, εἰ μὴ ἄρα κατὰ τύχην αὐτοί που δράσουσι τοῦτο ἁλοπηγίῳ περιτυχόντες. τινὲς δὲ ἀπὸ τοῦ ἅλις ἵξεσθαι φασι. πηδητικὸς γὰρ καὶ ὁρμητίας [711] ὁ ἄγριος αἴξ. ἐν δὲ ῥητορικῷ τινι Λεξικῷ φέρεται καί, ὅτι ἴξαλος ὁ προπηδῶν καὶ τέλειος. ἐν δὲ ἑτέρῳ καί, ὅτι, ὥσπερ παρδαλῆ καὶ λεοντῆ, οὕτω καὶ ἰξαλῆ αἰγεία περισπωμένως, ἐπεὶ ἴξαλοι αἶγες. λέγεται δὲ καὶ ἄλλα εἰς τοῦτο παρὰ τοῖς παλαιοῖς διάφορα.

(v. 106) Τὸ δὲ ὑπὸ στέρνοιο ταὐτὸν τῷ ὑπὸ τὸ στέρνον, ἵνα ᾖ πρόθεσις ἀντὶ προθέσεως. στέρνον δὲ καὶ στῆθος εἰπεῖν οὐκ ἀνομοίως ἔχει. διὸ ταὐτὸν τὸ στέρνου τυχεῖν καὶ στῆθος βαλεῖν. Τοῦ δὲ τυχήσας, ὃ καὶ τέτριπται, καθὰ καὶ τὸ τετυχηκώς, ἀρχὴ προσεχὴς μὲν τὸ τυχῶ τυχήσω, πόρρω δὲ ὁ δεύτερος μέλλων τοῦ τεύχω, καθὰ καὶ τοῦ τυπῶ τυπώσω καὶ τοῦ τυπτῶ τυπτήσω ὁ δεύτερος μέλλων τοῦ τύπτω προκατάρχει. οὕτω δὲ καὶ τῆς βλεπήσεως, ἣ κεῖται ἐν τῷ Ἐτυμολογικῷ, ἐνεστὼς μὲν ὁ βλεπῶ, αὐτοῦ δὲ προΰπεστιν ὁ δεύτερος μέλλων τοῦ βλέπω.

(v. 107) Τὸ δέ "δεδεγμένος ἐν προδοκαῖς" τρόπος ἐστὶν ἐτυμολογικός. προδοκὴ γάρ ἐστι τόπος στενός, ἐν ᾧ δοκεύει τις [ὁδοιδόκου δίκην] καὶ δέδεκται τὸ θηρώμενον.

(v. 106 et 108) Τὸ δὲ ἀρρενικῶς λεχθέν "ὅν ποτε βεβλήκει" οὐκ ἐᾷ ἐπίκοινον ὄνομα εἶναι τὸ αἴξ. ἰδοὺ γὰρ ὁ αἴξ, οὗ θηλυκὸν πάντως ἡ αἴξ.

(v. 109) Ὅτι μετρῶν ὁ ποιητὴς τὰ τοῦ ῥηθέντος αἰγὸς κέρατά φησι· "τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει", ὡς εἶναι κατά τινας ὁμοῦ ἄμφω σπιθαμῶν πέντε καὶ δώρου ἑνός, ἀνὰ μέρος δὲ ἑκάτερον ἀνὰ δύο σπιθαμῶν καὶ μικρόν τι πρός. τρίτον γὰρ σπιθαμῆς τὸ δῶρον, ὃ λέγεται καὶ παλαιστή θηλυκῶς καὶ ὁ παλαιστής ἀρσενικῶς. ἔστι δὲ διάστημα τετραδάκτυλον. καὶ οὕτω μὲν ὁ ποιητὴς λέγει οὐδὲν ἀπίθανον ἱστορῶν, ὡς ἡ πεῖρα διαδείκνυσι πολλαχοῦ. τί γὰρ μέγα δισπίθαμον κέρας ἀγρίου αἰγός, εἴγε καὶ ἓν καθ' αὑτὸ μόνον ὦπται καὶ ὑπὲρ τέσσαρας σπιθαμὰς καὶ ἕως καὶ ὑπὲρ [712] ἑπτά. φασὶ δὲ καὶ ἐν Δήλῳ τῇ νήσῳ ἀνακεῖσθαι κέρατα ἐκ τῶν κατ' Ἐρυθρὰν θάλασσαν τόπων, κριοῦ μὲν δίπηχυ καὶ δακτύλων ὀκτώ, ἱστῶν μνᾶς εἰκοσιέξ, τράγου δὲ πήχεων δύο καὶ σπιθαμῆς σταθμοῦ ἴσου. Ὅρα δέ, ὅπως ἑξκαίδεκα ὀφείλων εἰπεῖν ὁμοίως τῷ ἕξκλινον καὶ τῷ Ἕξγυιον, ὃ πόλις ἐστὶ Σικελίας ἓξ ἀγυιὰς ἔχουσα κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, ὁ δὲ ἑκκαίδεκα λέγει, τραπέντος τοῦ ξ εἰς κ διὰ συγγένειαν ὡς καὶ ἐπὶ τῆς ἐξ προθέσεως. οὕτω που καὶ χρόνος ἑξάμηνος ἕκμηνος λέγεται καὶ τὸ ἕκτον δὲ ἐκ τοῦ ἕξ οὕτω παρωνόμασται. Ἰστέον δέ, ὅτι εἰς κέντρωνα ἤγουν εἰς Ὁμηρόκεντρον τὸ ἐπὶ Πανὸς συνετέλεσέ τινι τὸ "τοῦ κέρα ἐκ κεφαλῆς" καὶ ἑξῆς, ὡς τοῦ Πανὸς κερασφόρου ὄντος κατὰ τὸν μῦθον. ῥηθήσεται δέ ποτε σκωπτικῶς καὶ κατὰ Πανικοῦ ἀνδρὸς κοινότερον. [Ἰστέον δὲ καί, ὅτι τοῦ πεφύκει, ὅ ἐστι βεβλαστήκει, οὐκ ἔστι καιριωτέρα λέξις ἐπὶ κεράτων, ἅπερ ὕστερον τοῖς κερασφόροις φύονται].

(v. 110 s.) Ὅτι γοργῶς διασκευάζων ὁ ποιητὴς τόξου κατασκευὴν οὕτω φησί· "καὶ τὰ μέν", λέγει δὲ τὰ κέρατα, "ἀσκήσας κεραοξόος ἤραρεν", ἤγουν ἥρμοσε, "τέκτων, πᾶν δ' εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην", εἰς ἣν δηλαδὴ ἐνίεται ἡ νευρά. καὶ ὅρα, ὅτι καὶ τὸν τοῦ τόξου τεχνίτην τέκτονα γενικῶς καλεῖ, κεραοξόον μέντοι πρὸς εἰδικὴν διαστολὴν τῶν λοιπῶν τεκτόνων, [οὗ ἡ συνθετικὴ ἀναλογία κατὰ τὸ δορυξόος, λαοξόος, ἤτοι λιθοξόος, καὶ τὰ ὅμοια.] Ἀσκῆσαι δὲ καὶ νῦν τὸ ἐπιμελείας ἀξιῶσαι, [ἵνα εἴη ὥσπερ νῆμα ἀσκητόν, οὕτω καὶ ἀσκητὰ κέρατα. Τὸ δὲ ἤραρεν ἀναλόγως ἔχει. οὐ μὴν τοιοῦτον καὶ τὸ ἄραρεν, οὗ μετοχὴ ἀραρώς. ἐκεῖνο γὰρ Ἰωνικώτερον ὂν διέβη καὶ εἰς Ἀττικισμόν.]

(v. 111) Λειᾶναι δὲ τὸ ξέσαι ἢ ῥινῆσαι. Ἡ δὲ Ὁμηρικὴ χρυσῆ κορώνη καὶ εἰς παροιμίαν ἔπεσε καὶ ὁ ἀγαθὸν τέλος τοῖς φθάσασιν ἐπιθεὶς χρυσέην ἐπιθεῖναι τῷ παντὶ κορώνην [713] λέγεται. ἡ δὲ χρυσῆ κορωνὶς ἴσως μὲν καὶ ἐκ ταύτης τῆς κορώνης ὑπεκορίσθη, ἴσως δὲ καὶ ἐκ τῆς τὰς θύρας συναπτούσης. λέγεται δὲ κορώνη τόξου τροπικῶς, καθὰ καὶ θύρας, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀπὸ τῆς ζωϊκῆς, ἧς πρὸς διαφορὰν δοκεῖ ἀστείως αὕτη χρυσέα κληθῆναι, ὡς μὴ κατ' ἐκείνην οὖσα μέλαινα.

(v. 112 s.) Ὅτι τὸ εἰς γῆν θεῖναι τὸ τόξον πρὸς τῇ γῇ ἀνακλῖναί φησιν. ὅτι δὲ τὸ εἰς γῆν ἀνακλῖναι ὅμοιόν ἐστι τῷ καταθεῖναι, δηλοῖ εἰπών· "καὶ τὸ μὲν εὖ κατέθηκε τανυσάμενος", [ὃ καὶ τανύσας λέγεται κατὰ τὸ "οὐ δύναμαι τανύσαι".]

(v. 113) Ὅτι πρόσθε τοῦ Πανδάρου σάκεα σχέθον, ἤγουν ἔσχον, ἐσθλοὶ ἑταῖροι συγκρύπτοντες ἐκεῖνον, ἵνα λάθῃ βαλὼν τὸν Μενέλαον. οὔκουν μόνος φαῦλος ὁ Πάνδαρος, ἀλλὰ συνεξομοιοῦνται αὐτῷ καὶ οἱ ὑπ' αὐτόν, ὅπερ ὡς τὰ πολλὰ γίνεται.

(v. 117) Ὅτι τὸν ὀϊστόν, ὃν ἐξείλετο Πάνδαρος, ἤτοι ἐξήγαγεν ἢ ἐξελέξατο, εἰς τὴν κατὰ Μενελάου βολήν, ἀβλῆτα καλεῖ Ὅμηρος εἰπών· "αὐτὰρ ὃ σύλα πῶμα φαρέτρης, ἐκ δ' ἕλετ' ἰὸν πτερόεντα μελαινάων ἕρμ' ὀδυνάων". Ἔστι δὲ ἀβλὴς ὁ μήπω βληθείς, ὅ ἐστι ἀφεθεὶς κατά τινος. διὸ καὶ ἀθετοῦσι τὴν λέξιν οἱ παλαιοὶ φάμενοι μὴ εἰωθέναι τὸν ποιητὴν τὸ βάλλειν ἐπὶ τοῦ ἁπλῶς ἀφιέναι τιθέναι. αἰτιῶνται δὲ καὶ τὸ ἕρμα λέγοντες, ὅτι οὐχ' ὃ θέλει ὁ ποιητὴς λέγει. ἕρμα γὰρ Ὁμηρικῶς τὸ ἔρυμα καὶ κώλυμα. τὸ δὲ βέλος οὐ γίνεται κώλυμα ὀδυνῶν ἀλλὰ μᾶλλον ἐνέρεισμα. ἔστι δὲ λύοντα τὰ τοιαῦτα εἰπεῖν, ὅτι ἀβλῆτα μὲν ὀϊστὸν λέγει τὸν μήπω βαλόντα, ἤτοι ἐπιτυχόντα τινός, διὰ τὸ μηδὲ ἀφεθῆναι, ἕρμα δὲ ὀδυνῶν, ἐν ᾧ αἱ ὀδύναι οἷον ἐνοικοῦσι καὶ ἐνερείδονται, ὥστε ὅπου αὐτὸ εἰσέλθῃ, ἐκεῖ καὶ θανασίμους ὀδύνας συνεισέρχεσθαι. [Ἰὸν δὲ πτερόεντα κοινότερον μὲν λέγει τὸν πτεροῖς προϊόντα. καὶ ἄλλως [714] δὲ ἢ πρὸς διαστολὴν ἴσως ἰοῦ τοῦ κατὰ τὸν ὄφιν καὶ ὅσα τοιαῦτα ἢ καὶ πρὸς διαφορὰν ὀϊστοῦ, ὃς οὐ πτεροῖς διοικεῖται, ἀλλά τισιν ἑτεροίοις, ὡς εἰκός. ἔτι δὲ πτερόεις ἰὸς ὁ ταχὺς καὶ ἐπιπτέσθαι μενεαίνων.]

(v. 118-126) Ὅτι τὸ τοῦ Πανδάρου τόξευμα οὕτω διασκευάζει ὁ ποιητής· "αἶψα δ' ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν· ἕλκε δ' ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια. νευρὴν μὲν μαζῷ πέλασε, τόξῳ δὲ σίδηρον. αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, λίγξε βιός, νευρὴ δὲ μέγ' ἴαχεν, ἆλτο δ' ὀϊστὸς ὀξυβελὴς καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων".

(v. 123) Ἰστέον δέ, ὅτι ἀρχαϊκὸν τὸ τὴν νευρὰν πελάζειν τῷ μαζῷ, ὃ καὶ Ἀμαζόνες ἐποίουν, ὡς προείρηται. τὸ δὲ μέχρι καὶ εἰς τὸ δεξιὸν οὖς αὐτὴν ἐντανύειν νεώτερον, ὡς καὶ ὁ Προκόπιος ἐν τοῖς Λιβυκοῖς προοιμιαζόμενος ἱστορεῖ.

(v. 118) Τοῦ δὲ κατακοσμεῖν νευρὰν ἐπὶ ὀϊστῷ οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν, κἂν μυρία πονήσοι τις. [Δηλοῖ δὲ τὸ εὐκόσμως κατετίθει οἷα κοσμήτωρ. Πικρὸν δὲ ὀϊστὸν λέγει τὸν πρὸ βραχέων ὀδυνηρὸν εἰς θάνατον πρὸς διαστολὴν τοῦ μὴ πολεμικοῦ ἀλλὰ γυμναστικῶς γλυκάζοντος.]

(v. 122) Γλυφίδες δὲ τὸ γλύμμα τοῦ ἀτράκτου τὸ ἐντιθέμενον τῇ νευρᾷ. νεῦρα δὲ βόεια περιφραστικῶς καὶ ἐτυμολογικῶς ἡ προρρηθεῖσα νευρὰ λέγεται, ἐξ ὧν καὶ ἠρτύετό ποτε, καθὰ πρὸ ὀλίγου ἐρρέθη, ἡ νευρά, ὡς καὶ ἡ κλῆσις δηλοῖ. [Κατακρουόμενα γάρ, ὡς εἰκός, βόεια νεῦρα, εἶτα ξαινόμενα καὶ κλωθόμενα συνεστρέφοντο, καθὰ καὶ σχοῖνος. καὶ οὕτως ἐχρησίμευον εἰς ῥαίβωσιν τόξου κατὰ τοὺς ἄρτι βοείους ἱμάντας. κἀντεῦθεν ἡ τότε κυρίως νευρὰ ψευδωνυμεῖται κατὰ τῆς ὕστερον.]

(v. 123) Μαζὸς δὲ καὶ ἐπὶ ἀνδρῶν ἰδοὺ κεῖται, ὥστε οὐκ ἐπὶ μόνων λέγεται γυναικῶν. δοκεῖ δὲ γενέσθαι ἐκ τοῦ μαδός κατὰ φανερὰν στοιχειακὴν τοῦ δ καὶ τοῦ ζ συγγένειαν. μαδᾷ γὰρ φύσει ἀναγκαίως ἅπας μαζός, ὁ καὶ μασδὸς Δωρικῶς καὶ μαστὸς διὰ τοῦ τ καὶ μασθὸς δὲ διὰ τοῦ θ λεγόμενος. χρῆσις δὲ τοῦ μαδοῦ, ἐν οἷς Ἡρακλείδης, εἰπὼν ἐκ τοῦ ἔδω τὸ ἔσθω γίνεσθαι Δωρικῶς τροπῇ τοῦ δ εἰς θ, ὡς τὸ "ἔθων Οἰνῆος ἁλωήν", λέγει, ὅτι καὶ τὸν μαδὸν οὕτω [715] μασθὸν λέγουσιν οἱ Δωριεῖς. καὶ τὸ ψεῦδος δέ, φησίν, ἄραντες τὸ ε ψύθος φασί. τινὲς δὲ ἀπὸ τοῦ μῶ μάζω, τὸ ζητῶ, παράγουσι τὸν μαζόν, ὡς τοῖς βρέφεσι ζητούμενον.

(v. 124) Κυκλοτερὲς δὲ τόξον λέγει οὐ τὸ φύσει τοιοῦτον, σκολιὸν γάρ ἐστι καὶ ἀγκύλον πρὸ τῆς τάσεως, ἀλλ' ὅπερ τῷ ἑλκυσμῷ τοιοῦτον γίνεται. ὅτε γὰρ ἡ νευρὰ πελάσει τῷ μαζῷ, τῷ τόξῳ δὲ ὁ τοῦ βέλους σίδηρος, ῥαιβοῦται τὸ τόξον εἰς κυκλοτέρειαν.

(v. 125) Τὸ δὲ λίγξε καὶ τὸ ἴαχεν ὠνοματοπεποίηνται. τέθειται δὲ τὸ μὲν λειότερον οἰκείως ἐπὶ τοῦ τόξου, τὸ δὲ τραχύτερον ἐπὶ τῆς νευρᾶς. Τὸ δὲ ἆλτο ὅτι ψιλοῦται καὶ διὰ τί, προεγράφη.

(v. 126) Τὸ δὲ ὀξυβελής φανερῶς δηλοῖ, ὅτι βέλος κυρίως τὸ τοῦ ὀϊστοῦ σιδήριον, ἀφ' οὗ καὶ τὸ ὅλον βέλος λέγεται, ὡς καὶ ἀπὸ τοῦ σιδήρου τῆς αἰχμῆς τὸ ὅλον δόρυ αἰχμήν φαμεν. Τοῦ δὲ πτέσθαι, ὅ ἐστι πετάσαι, χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν Οἰδίποδι. ἔοικε δὲ τῇ κινήσει τοῦ σχέσθαι· ὡς γὰρ ἐσχόμην σχέσθαι, οὕτω καὶ ἐπτόμην πτέσθαι, οἷον· "περιχαρὴς δ' ἀνεπτόμην". [Δῆλον δέ, ὥς ἐστι καὶ ἐπτάμην πρῶτος ἀόριστος, ἐξ οὗ καὶ τό· "τίς γάρ ποτ' ἀρχὴ τοῦ κακοῦ προσέπτατο" καὶ ἀπαρέμφατον παρά γε Εὐριπίδῃ τὸ διαπτάσθαι. σύνδρομον δὲ ἰῷ πτερόεντι τὸ ἐπιπτέσθαι.] Τὸ δὲ μενεαίνων ὡς ἐπὶ αἰσθητικοῦ εἴρηται. ἔθος γὰρ Ὁμήρῳ κατὰ λόγον γλυκύτητος προαιρετικὴν ὁρμὴν καὶ τοῖς ἀψύχοις προσπλάττειν καὶ ψυχοῦν οἷον αὐτά. οὕτω καὶ ὀϊστὸς ἐνταῦθα πέτεσθαι θέλει. καὶ ἀλλαχοῦ βέλη χροὸς ψαῦσαι φιλοτιμεῖται καὶ Ἄρης, ὅ ἐστι σίδηρος, αἵματος προθυμεῖται κορέσασθαι. φασὶ δὲ οἱ παλαιοί, ὅτι ἐν τοῖς τοιούτοις ἡ τροπὴ ἀπὸ τοῦ πάσχοντος ἐπὶ τὸ ποιοῦν γίνεται. τοῦ γὰρ στρατιώτου πάσχοντος τὸ θέλειν πέτεσθαι τὸν ὀϊστὸν καθ' ὅμιλον καὶ ψαῦσαι τὸ βέλος χροὸς καὶ τὸν σίδηρον αἵματος κορέσασθαι ἀπ' αὐτοῦ ἐπὶ τὰ ὅπλα γίνεται ἡ τροπὴ τὰ ποιοῦντα τὴν στρατιωτικὴν ἔφεσιν. ὅμοιον καὶ τὸ "γέλασε δὲ πᾶσα περὶ χθών". πάσχοντος γὰρ τοῦ θεατοῦ τὸ γελᾶν ἐπὶ τὴν ποιοῦσαν τοῦτο χθόνα τὸ τοῦ γέλωτος πάθος τέτραπται. [716]

(v. 127) Ὅτι ἐνταῦθα πρῶτον χρᾶται Ὅμηρος σχήματι ἀποστροφῆς, τῷ κατὰ κλητικὴν δηλαδὴ πτῶσιν, τὸν μὲν ἀκροατὴν ἀφείς, τρέψας δὲ τὸν λόγον πρὸς τὸν τῆς ἱστορίας Μενέλαον ἐν τῷ "οὐδὲ σέθεν, Μενέλαε, θεοὶ μάκαρες λελάθοντο". γίνονται δὲ παρ' Ὁμήρῳ αἱ ἀποστροφαὶ πρὸς ἀξιόλογα πρόσωπα, οἷον ἐν Ὀδυσσείᾳ μὲν ἅπαξ πρὸς τὸν εὐνούστατον τῷ δεσπότῃ Εὔμαιον, ἐν Ἰλιάδι δὲ διαφόρως πρός τινας οἵους ἀξίους εἶναι καλεῖσθαι προσφωνητικῶς καὶ τυγχάνειν ἐπιστροφῆς. οὐ γὰρ δήπου καὶ πρὸς τὰ τυχόντα τῶν προσώπων ἀποστρέφειν τὸν λόγον δέον ἤγηται ὁ σεμνότατος ποιητής, ὡς πολλαχοῦ φανήσεται. Τὸ δὲ λελάθοντο Ἰωνικῶς ἀναδεδιπλασίασται.

(v. 128) Ὅτι ἀγελείη Ἀθηνᾶ οὐκ ἂν ἀπὸ τοῦ τὰ ἄγη ἐλαύνειν εἴη ἄν, ἵνα μὴ δασυνθῇ οὕτως ἡ ἄρχουσα. εἴρηται δὲ μᾶλλον ἢ ἀπὸ τοῦ λείαν ἄγειν ‑ ληῗτις γάρ ἐστιν ‑ ἢ παρὰ τὸ λεὼν ἄγειν ἤτοι λαόν, ὡς ἡγεμονική, ἀφ' ἧς ἐννοίας καὶ τὸν στρατηγὸν λαγέταν ἡ ποίησις ἔφη. ἐκεῖθεν δὲ καὶ τὰ κύρια, ὁ Ἀγησίλαος καὶ ὁ Ὁμηρικὸς Ἀγέλαος.

(v. 12931) Ὅτι ἡ Ἀθηνᾶ πρόσθε στᾶσα Μενελάου βέλος ἐχεπευκὲς ἄμυνε καὶ τόσον ἔεργεν ἀπὸ χροός, ὡς ὅτε μήτηρ παιδὸς ἐέργει μυῖαν, ὅθ' ἡδέϊ λέξεται ὕπνῳ, ἤγουν ὅτε εἰς ὕπνον ἡδὺν ἐκεῖνος κατενεχθῇ. καὶ ὅρα, ὅπως περιῆλθε τοὺς Τρῶας ἡ Ἀθηνᾶ δεξιώτατα, τὸν μὲν Πάνδαρον κατὰ Μενελάου ἐρεθίσασα ἐπὶ βλάβῃ τῶν ὅρκων, φυλάξασα δὲ τὸν Μενέλαον. κατὰ γὰρ τὴν τραγῳδίαν τὸ κακὸν δοκεῖ ποτ' ἐσθλὸν εἶναι τῷδε, ὅτῳ θεὸς φρένας ἄγει πρὸς ἄτην. ὃ καὶ Πάνδαρος ἔπαθε. διὰ δὲ τῆς κατὰ τὴν μυῖαν παραβολῆς τὸ παράμονόν τε τῆς φυλακῆς τῆς Ἀθηνᾶς ἐδήλωσεν ὁ ποιητὴς δεικνύς, ὅτι καὶ αὐτὴ τῷ Μενελάῳ παρμέμβλωκε καὶ τὴν τοῦ Πανδάρου βολὴν ἐξηυτέλισε, μυίας εἰκάσας πετάσματι τὴν τοῦ ἀβλῆτος πτερόεντος ὀϊστοῦ ἄφεσιν. ὑπνοῦντι δὲ παιδὶ τὸν ἥρωα Μενέλαον εἴκασε διὰ τὸ ἀφροντιστεῖν ἄρτι πεποιθότα τοῖς ὅρκοις καὶ οἷον ἀναπίπτειν καὶ ἀνακεῖσθαι. καιρία δὲ λέξις ἐν τοῖς ῥηθεῖσι τὸ εἴργειν καὶ ἀπείργειν, διὸ καὶ δὶς ἐρρέθη κατ' ἐπιμονήν.

(v. 132-139) Ὅτι πολλὰ φθάσας ὁ Μενέλαος δυστυχῆσαι τοῦθ' ἓν μέγα, ὡς εἰκός, εὐτυχεῖ, ὅτι τὸ βέλος ἡ Ἀθηνᾶ τῶν καιρίων ἀπαγαγοῦσα τοῦ σώματος ἴθυνεν αὐτό, ὅθι ζωστῆρος ὀχῆες χρύσεοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ. καὶ τὸ ἐντεῦθεν γίνεται τοιαῦτα καθ' Ὅμηρον· "ἐν δ' ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός, διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο μίτρης θ', ἣν ἐφόρει ἔρυμα χροός, ἕρκος ἀκόντων, ἥ οἱ πλεῖστον ἔρυτο, διαπρὸ δὲ εἴσατο καὶ [717] τῆς", ἤγουν προῆλθεν ἐντὸς καὶ διὰ ταύτης, "ἀκρότατον δ' ἂρ ὀϊστὸς ἐπέγραψε χρόα φωτός". ἔστι δέ, ὃ λέγει, τοιοῦτον.

(v. 133 s.) Θώραξ ἐλέγετό τις στατός, ὁ μέχρι λαγόνων ἄνωθεν καθήκων, ᾧ ἢ ἐπίκειται ἢ ὑποβέβληται ζωστήρ, ὃς κατά τινας καὶ ζῶμα ἐλέγετο, κατιὼν αὐτὸς ἀπὸ λαγόνων μέχρι γονάτων καὶ κνημῶν. ἃ δὴ ἀμφότερα, ἤγουν τὸν στατὸν θώρακα καὶ τὸν ζωστῆρα, συλληπτικῶς θώρακα ὁ ποιητὴς ἐνταῦθα λέγει, ὥστε εἶναι τὴν αὐτῶν συνοχὴν διπλόον θώρακα.

(v. 137) Ἡ δὲ μίτρα ἐντὸς τούτων παρὰ τὸ ἦτρον πρὸς πλείω φυλακὴν ἔκειτο. διό φησιν· "ἥ οἱ πλεῖστον ἔρυτο", τουτέστιν ἐφύλασσεν, ὅθεν καὶ ἔρυμα χροὸς ἐτυμολογικῶς λέγεται, ἔσω μὲν ἐριώδης οὖσα, ἵνα μὴ θλίβῃ τὸ ὑποκείμενον, ἔξω δὲ χαλκῆν τινα λεπίδα, ἤγουν χαλκοῦν ἐκπέταλον ἔχουσα. διὸ καὶ προϊὼν ἐρεῖ, ὅτι χαλκῆες ἄνδρες ἔκαμον αὐτήν, ἣν δι' αὐτὸ τοῦτο καὶ ἔρυμα χροὸς καλεῖ καὶ ἕρκος ἀκόντων. διὰ τοῦ θώρηκος οὖν τοῦ στατοῦ καὶ τοῦ μετ' αὐτὸν ζωστῆρος καὶ τῆς μίτρας ἐλθὼν ὁ ὀϊστὸς οὐ μέγα τι ἔδρασε κατὰ τοῦ Μενελάου. οἱ δέ φασιν, ὅτι ἄνω τῆς μίτρας καὶ τῆς συνδέσεως τοῦ ῥηθέντος ζώματος καὶ τοῦ στατοῦ θώρακος ζώνη ἐπέκειτο σφίγγουσα τὰ πάντα, ἥτις ἐκαλεῖτο ζωστήρ. οὗ ζωστῆρος ἄνω ἐμπεσὼν ὁ τῷ Μενελάῳ ἐπαφεθεὶς ὀϊστὸς οὐ πολὺ τὸ ἐνεργὸν ἔσχεν, ἀλλὰ ἀκρότατον ἐπέγραψε χρόα φωτὸς ἀποκωλυσάντων τὴν εἰς βάθος πρόοδον πρῶτα μὲν τοῦ ἐξ ἐπιπολῆς ζωστῆρος, ἤτοι τῆς ζώνης χρυσῆς οὔσης, ‑ χρύσεοι γάρ, φησίν, ὀχῆες ζωστῆρος συνεῖχον ‑ εἶτα τοῦ διπλοῦ, ὡς εἴρηται, θώρακος, τουτέστι τοῦ στατοῦ καὶ τοῦ ὑποβεβλημένου αὐτῷ ζώματος, καὶ τετάρτης τῆς μίτρας. ὅτι δὲ ὁ ζωστὴρ ἄνω ἦν τοῦ ζώματος, δηλοῖ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς λέγων· εἰρύσατο ζωστὴρ παναίολος καὶ ὑπένερθε ζῶμα καὶ μίτρη, πλέον αὐτὴ τὸ βέλος ἀμβλύνασα. ἄλλοι δὲ διπλοῦν θώρακα νοοῦσι τὰ πρὸς ταῖς λαγόσι καὶ ἐκ πλαγίων πτερύγια τοῦ θώρακος, ἅπερ πτυχθέντα καὶ οὕτως ἀλλήλοις ἐπιφερόμενα καὶ τῷ ζωστῆρι σφιγγόμενα διπλοῦσιν ἐκεῖ τὸν θώρακα. Σημείωσαι δέ, ὅτι μίτρα παρὰ τοῖς μεθ' Ὅμηρον καὶ ἐπὶ τῆς περὶ κεφαλὴν ταινίας λέγεται, ἤτοι κοινότερον εἰπεῖν ἐπὶ φασκίας, ὡς δηλοῖ παρ' Εὐριπίδῃ τὸ μίτραις ἀναδέτοις ῥυθμίζεσθαι πλόκαμον, καὶ τὸ παρ' Ἡροδότῳ "μίτραις κατειλίχατο", καὶ οἱ περὶ κεφαλὰς [718] μιτροφόροι. ἐξ ὧν ὁρμώμενοί τινες ταινίαν ἡρμήνευσαν ἁπλοϊκῶς οὕτω τὸν στέφανον. Φασὶ δέ τινες καὶ αὐτὸ τοῦτο στεφάνους εἶναί ποτε τὰς μίτρας, φάμενοι, ὅτι μίτραι κυρίως οἱ ἀπὸ φασκιῶν καὶ ὡραρίων στέφανοι. γυναικεῖοι δὲ ἴσως καὶ οἱ τοιοῦτοι. παρὰ τὸν μίτον δὲ ἡ λέξις ἐτυμολογεῖται, ὡς οἷον μίτηρά τις οὖσα.

(v. 132) Ὅρα δὲ καί, ὡς οὐ μόνον ὀχεὺς πυλῶν καὶ περικεφαλαίας, ἀλλ' ἰδοὺ καὶ ζωστῆρος ὀχῆες ἀπὸ τοῦ ἔχειν λεγόμενοι καὶ αὐτοί. φησὶ γοῦν κατὰ τρόπον ἐτυμολογίας, ὅτι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον.

(v. 137 s.) Τοιοῦτος δὲ τρόπος καὶ τὸ "ἔρυμα χροός, ἥ οἱ πλεῖστον ἔρυτο". ἀπὸ γὰρ τοῦ ἐρύω ἐτυμολογεῖται τὸ ἔρυμα.

(v. 133) Τὸ δὲ ἤντετο γλυκέως εἴρηται ὡς ἐπὶ ἐμψύχου. δοκεῖ γάρ πως τὰ διπλούμενα συναντᾶν ἀλλήλοις. ἐνεστὼς δὲ αὐτοῦ συνηθέστατος Ὁμήρῳ τὸ ἄντω βαρύτονον, ἐξ οὗ τὸ ἄντομαι καὶ ἀντόμενος. οἱ μέντοι μεθ' Ὅμηρον περισπῶσιν ὡς τὸ βοῶ.

(v. 134) Οὐ πόρρω δὲ γλυκύτητος οὐδὲ τὸ ἐνέπεσεν ὀϊστός. ὁ μέντοι κοινότερον φράζων εἴποι ἂν ἐνέκρουσε. Τὸ δὲ ἀρηρότι δόξοι ἂν παράγωγον εἶναι τοῦ ζωστῆρος, ἵνα εἴη ζωστὴρ ζῶμα ἀρηρός.

(v. 135) Τὸ δὲ ἐλήλατο ταὐτόν ἐστι τῷ διῆλθε. Σημειωτέον δὲ καί, ὅτι πάντα τὰ τοῦ χωρίου τούτου συχνοῖς ἐπιθέτοις κοσμεῖ κατὰ ἰδέαν γλυκύτητος, πικρὸν μὲν καὶ ὀξυβελῆ τὸν ὀϊστὸν εἰπὼν καὶ βέλος ἐχεπευκές, δαιδάλεον δὲ τὸν ζωστῆρα, πολυδαίδαλον δὲ τὸν θώρακα, τὴν δὲ μίτραν ἔρυμα χροός καὶ ἕρκος ἀκόντων, [ὃ δὴ ἑτεροῖόν ἐστι τοῦ ἕρκος πολέμου. ἐκεῖνο γὰρ σεμνότερον, διὸ καὶ ἡρωϊκοῖς ἀνδράσι πολεμισταῖς ἐπιλέγεται, Αἴαντι δηλονότι καὶ τοῖς τοιούτοις.

(v. 137) Ὅρα δέ, ὡς ὁμώνυμος ὢν φωνὴ ὁ ἄκων, ὁ μὲν κατὰ μάχην παρὰ τὴν ἀκὴν γίνεται, ὃ δηλοῖ σιδήρου ὀξύτητα, ὁ δὲ λοιπὸς ἐκ τοῦ ἀέκων κέκραται.] Τὸ δὲ ἐφόρει δηλοῖ μὲν τὸ ἔφερε, κεῖται δὲ κοινότερον καὶ ἐπὶ ἐνδύσεως ‑ φορεῖ γοῦν τις ἱμάτιον ‑ καὶ ἐπὶ ὑποδέσεως, ὅθεν ἀφόρητοι βλαῦται παρὰ Ἀθηναίῳ ὑποδήματα μήπω φορηθέντα ποσί. Τὸ δέ "ἔρυμα χροός, ἕρκος ἀκόντων", ἔπαινος μέν ἐστι τῆς ῥηθείσης μίτρας, πεφιλοτίμηται δὲ κομματικῶς ἐν ὁμοιότητι νοημάτων. εἴληπται δὲ ὡς ἀπὸ τείχους, ὃ λαοῦ τέ ἐστιν ἔρυμα καὶ ἕρκος πολεμίων. διὸ καὶ ὅμοιον ἕρκος πολέμου εἰπεῖν καὶ ἕρκος ἀκόντων. Ἡ δὲ χρῆσις τοῦ χροός πάνυ συνήθης Ὁμήρῳ. δῆλον δέ, ὡς ἐκ τοῦ χροῦς Δωρικώτερον γέγονεν ὁ χρὼς συνεκδραμὼν κατὰ τὸν [719] ὀξὺν τόνον τῷ ἱδρώς, οὐ μὴν τοῖς ἀνομοιογενέσι μονοσυλλάβοις, ὁποῖα ἡ Κῶς, ἡ Τλῶς, ἡ Κρῶς.

(v. 138) Τοῦ δὲ εἴσατο εἴω ἐστὶ τὸ θέμα, ὃ πολλαχοῦ διαφαίνεται. ταὐτὸν δὲ κατ' ἔννοιαν τὸ διελήλατο καὶ τὸ διαείσατο, πλὴν ὅσον τοῦτο μὲν ποιητικώτερον, ἐκεῖνο δὲ κοινότερον.

(v. 139) Τὸ δὲ ἀκρότατον τὸ πάντῃ ἀβαθὲς δηλοῖ τῆς πληγῆς. διὸ τὸ "ἐπέγραψεν ἀκρότατον χρόα" ταὐτόν ἐστι τῷ ἐπιπολῆς ἔξεσε. γράψαι γὰρ τὸ ἐπιξέσαι, ὡς καὶ ἀλλαχοῦ λεχθήσεται. ὅτι δὲ καὶ τραχύτερον εἰς ἐκφώνησιν τὸ γράφειν τοῦ ἐν Ὀδυσσείᾳ γλάφειν, καὶ αὐτὸ ἀλλαχόθι ῥηθήσεται.

(v. 140) Ὅτι πληγῆς φραστικὸν τὸ "αὐτίκα δ' ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς". Ἰστέον δέ, ὅτι αἷμα μέν ἐστι κελαινεφὲς τὸ κελαινὸν φαινόμενον καὶ αὐτόχρημα καθ' Ὅμηρον εἰπεῖν μέλαν, ὡς μετ' ὀλίγα ἐρεῖ, καὶ κελαινὸν δέ, ὡς ἐν τῇ α΄ ῥαψῳδίᾳ ἔφη. Ζεὺς δὲ κελαινεφὴς καὶ αὐτὸς μὲν λέγοιτ' ἂν οὕτω διὰ τὸ μέλας εἶναι φανῆναι καὶ δυσόρατος. μέλας γὰρ ὁ ἀήρ, ὅθεν καὶ ἠερόεν τὸ σκοτεινὸν καὶ ἠέρα τὴν ἀορασίαν φησὶν ὁ ποιητής. Ἐτυμολογεῖται δὲ καὶ ἄλλως ἐκεῖνος παρὰ τὸ τὰ νέφη κελαίνειν ἤτοι μελαίνειν, ὡς καὶ ἀλλαχοῦ γέγραπται. νεφεληγερέτης γάρ. Ὠτειλὴ δὲ κυρίως μὲν τραῦμα τὸ ἐκ τοῦ οὐτάσαι, ὅ ἐστιν ἐγγύθεν τρῶσαι. Ὅμηρος δὲ ἐνταῦθα τὸ ἐκ τῆς βολῆς οὕτως ἐκάλεσε. καὶ μὴν ἄλλως διαφορὰν οἶδεν Ὅμηρος τοῦ οὐτάσαι καὶ τοῦ βαλεῖν, ὡς πολλαχοῦ φανήσεται. διαφέρει δὲ οὐλῆς ὠτειλή, ὅτι ὠτειλὴ μὲν αὐτὸ τὸ τραῦμα, οὐλὴ δὲ τύλος ἢ τύπος θεραπευθέντος τραύματος. Τοῦ δέ "ἔρρεεν αἷμα" ἑτεροῖόν ἐστι τὸ "ἀνεκήκιεν αἷμα", ὡς ἑτέρωθι φανεῖται.

(v. 141-147) Ὅτι αἱ ἐκ Καρίας καὶ αἱ Λυδαὶ γυναῖκες ἀγαθαὶ ἦσαν βάπτειν ἐλεφάντων ὀστᾶ φοινικῷ χρώματι καὶ ὅτι ὁ τοιοῦτος ἐλέφας ἐν θαλάμῳ τοῖς βασιλεῦσιν ἔκειτο ἄγαλμα. οὔπω γὰρ ὁ χρυσὸς ἐτυράννει τῶν ἄλλων ὑλῶν. Καὶ σημείωσαι, ὅπως ἀνέκαθεν τὰ ἐρυθροβαφῆ βασιλέων ἦσαν παράσημα. [720] τοιούτῳ ἐλέφαντι ἀπεικάζει Ὅμηρος τὰ κάτω τοῦ Μενελάου, ὅτε τῷ ἐκ βολῆς αἵματι περιερρέοντο, λέγων οὕτω· "ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων, κεῖται δ' ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο ἱππῆες φορέειν, βασιλῆϊ δὲ κεῖται ἄγαλμα, ἀμφότερον κόσμος τε ἵππῳ ἐλατῆρί τε κῦδος, τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ εὐφυέες κνῆμαί τε ἠδὲ σφυρὰ κάλ' ὑπένερθεν".

(v. 146 s.) Καὶ οὕτω μὲν ἡ παραβολὴ λευκὸν φύσει τὸν Μενέλαον ἱστορεῖ. εἰ δὲ καὶ θηλυπρεπὲς ἐν ἥρωσιν ἡ λευκότης, διὸ τὸν Τρωϊκὸν Κύκνον Θεόκριτος τοιοῦτον ὄντα θῆλυν ἀπὸ χροιᾶς ἔφη, ἀλλ' ἐνταῦθά φασιν οἱ παλαιοί, ὅτι κἂν ἄλλως εὐπαθὲς τὸ λευκόν, ἰσχυρότερα δὲ τὰ μελάγχροα τῶν σωμάτων, ἀλλὰ παρὰ τοῖς Λάκωσι χαρακτὴρ ἀνδρίας ἦν λευκὸς χρὼς καὶ κόμη ξανθή, ὁποῖον καὶ τὸν Ἀλέξανδρον εἶναι ἱστορεῖ ὁ ποιητής. ὅτι δὲ τὸ ἐν σώμασι λευκὸν οὐκ ἐν ἐπαίνῳ ἦν, καὶ ἐν ῥητορικοῖς δηλοῦται Λεξικοῖς, ὧν ἐν θατέρῳ μὲν κεῖται, ὅτι λευκοὶ οἱ δειλοὶ καὶ λευκώπιοι οἱ αὐτοί, ἐν δὲ ἑτέρῳ, τῷ τοῦ Αἰλίου Διονυσίου δηλαδή, τὸ "οὐδὲν λευκῶν ἀνδρῶν ὄφελος". ᾧ συμπαράκεινται καὶ ἕτεραι κεφαλαιώδεις παροιμίαι αὗται, καὶ "οὐδεὶς δυσώνης χρηστὸν ὀψωνεῖ κρέας", καὶ "οὐδὲν φρονεῖ δίκαιον ἐστυκὼς ἀνήρ". Ὅρα δέ, ὡς καὶ αὕτη ἡ παραβολὴ ἔχει τι πολυμαθίας διὰ τῶν ἐν αὐτῇ ἱστοριῶν, πολλαχοῦ καὶ τοῦτο τεχναζομένου τοῦ ποιητοῦ, ὡς προδεδήλωται.

(v. 141) Ἰστέον δέ, ὅτι ἐλέφαντα μὲν λέγει τὸ ἐλεφάντινον ὀστοῦν, τῷ τοῦ ὅλου ὀνόματι ὀνομάζων τὸ μέρος. ᾧ τρόπῳ καὶ βοῦς τὸ δέρμα, ἡ βύρσα δηλαδή, καὶ παρὰ Σοφοκλεῖ "γέλωτι φαιδρὸν κάρα", ἤτοι πρόσωπον. ὅτι δέ ποτε καὶ τὸ ὅλον τῷ τοῦ μέρους καλεῖται ὀνόματι, μικρὸν ὅσον δηλωθήσεται. τινὲς δὲ ἐλεφαντά ἀναγινώσκουσιν ὀξυτόνως, ὡς τὸ καλά, ἵνα λέγῃ τὰ ἐλεφάντινα. Φοίνικα δὲ λέγει τὸ φοινικοῦν χρῶμα τὸ ἐκ καρποῦ, φασί, πρίνου, ὃ μάλιστα πολὺ [721] λέγονται συλλέγειν Τροιζήνιοι. ὁμωνυμεῖ δὲ τῇ ῥηθείσῃ λέξει καὶ ἡ ὀπώρα ὁ φοῖνιξ. δι' αὐτὴν δὲ καὶ τὸ δένδρον ὁ φοῖνιξ. ἀρχὴ δὲ παραγωγικὴ αὐτῆς ὁ φόνος ἤτοι τὸ αἷμα, οὗ πρὸς ὁμοιότητα ὁ τοῦ φοίνικος καρπὸς ἐρεύθεται. ὅθεν καὶ Φοῖνιξ κύριον διὰ τὸν κατ' αὐτόν, ὡς εἰκός, φοινίκεον χροῦν. Μιαίνειν δὲ παρὰ τῷ ποιητῇ τὸ βάπτειν, ὅπερ ἄλλοι φαρμάσσειν φασίν. ἐντεῦθεν καὶ μιαιφόνος Ἄρης οὐκ ἐπὶ ψόγῳ, ἀλλ' ὡς αἱμοβαφής, καὶ μιαρὸς αἵματι οὐχ' ὡς μιαραὶ ἡμέραι παρὰ τοῖς ὕστερον αἱ τῶν κατοιχομένων, ἀλλ' ὁ αἱμοβαφὴς κατὰ τὸ "οὐδέ ποθι μιαρός", ὅπερ ἐν τῷ τέλει τῆς Ἰλιάδος κεῖται.

(v. 142) Μῃονὶς δὲ γυνὴ ἡ Λυδή. Μαίονες γάρ, ὡς καὶ προδεδήλωται, καὶ Μῄονες οἱ Λυδοί, παρ' οἷς καὶ ἀγαθαὶ λέγονται εἶναι βαφαί. Κάειρα δὲ γυνὴ ἡ Καρίνη κατὰ τοὺς παλαιοὺς ἢ Καρική, ἤτοι ἐκ Καρίας. παρὰ δὲ Ἡροδότῳ κεῖται καὶ ἐσθὴς Κάειρα. ἔστι δὲ παρά τισι τῶν παλαιῶν εὑρεῖν καί, ὅτι διὰ τοῦ ι τινες τὸ Κάϊρα γράφοντες, εἶτα καὶ δισυλλάβως Καῖρα συναιροῦντες ἔλεγον, ὡς καὶ ἐν τῇ Βοιωτίᾳ δεδήλωται. κατὰ τὸν ὅμοιον δὲ τρόπον καὶ Δάειρα κατὰ Αἴλιον Διονύσιον διὰ τοῦ ι γραφὲν πρός τινων, εἶτα συναιρεθὲν δισυλλάβως ὑπὸ Ἀττικῶν Δαῖρα ὀνομάζεται. ἦν δέ, φησί, μήτηρ Ἐλευσῖνος. περὶ δὲ τούτου καὶ ἐν τοῖς ἑξῆς που ῥηθήσεται. Παρήϊον δὲ ἵππων τὸ τοῦ χαλινοῦ παραγναθίδιον. λέγεται δέ ποτε οὕτω καὶ αὐτὴ ἡ παρειά. [Ὅρα δ' ἐντεῦθεν καί, ὅτι παρειά καὶ ἐπὶ ἀλόγων ζῴων φαίνεται λέγεσθαι.]

(v. 143) Τὸ δέ "κεῖται ἐν θαλάμῳ", καθὰ καὶ τὸ "κεῖται ἄγαλμα" κειμήλιον εἶναι δηλοῖ καὶ τὸν τοιοῦτον ἐλέφαντα, ταὐτὸν δὲ εἰπεῖν, ἀπόθετον κτῆμα, ἐπεὶ καὶ ταὐτὸν κεῖσθαι καὶ ἀποτεθεῖσθαι. Τὸ δέ "πολέες ἠρήσαντο" πολυέραστον εἶναι δηλοῖ τὸν ῥηθέντα ἐλέφαντα. [722]

(v. 144) Τὸ δὲ φορέειν ἀπὸ τοῦ ἵππου μετήνεκται εἰς τὸν ἱππότην. ἵππος γὰρ φορεῖ παρήϊον ἐξ ἐλέφαντος, οὐ μὴν ὁ ἱππεύς. Ἄγαλμα δὲ πανταχοῦ παρὰ τῷ ποιητῇ πᾶν, ἐφ' ᾧ τις ἀγάλλεται, ὡς δηλοῖ καὶ ἡ Ὀδύσσεια, εἰ καὶ οἱ μεταγενέστεροι ἐπὶ ξοάνου τὴν λέξιν τεθείκασι. [Παλαιὸς δέ τις γράφει οὕτως· ἄγαλμα οὐ συνήθως τὸ θεῶν ἢ ἡρώων, ἀλλὰ κοινῶς, οἷον "βασιλῆϊ δὲ κεῖται ἄγαλμα" καὶ "ἄλλα δ' ἀγάλματ' ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε" καὶ "ἵν' ἄγαλμα κεχάροιτο ἰδοῦσα". Ἰστέον δὲ καί, ὅτι τὸ μὴ λαμπρὸν ἄγαλμα, εἶτ' οὖν ἀγαλλίαμα, εἴη ἄν ποτε καὶ ἄθυρμα, ὅτε δηλαδὴ ἀφελέσι προσώποις χορηγεῖται, ὡς ἡ Ὀδύσσεια δηλοῖ ἐν τῷ "ἐδίδου ἀθύρματα".] Ἰστέον δέ, ὡς, εἰ καὶ ταὐτὰ νοεῖ τὸ χαίρειν καὶ τὸ ἀγάλλεσθαι, ἀλλὰ τὰ ἐξ αὐτῶν, τὸ ἄγαλμα καὶ τὸ χάρμα, διαφέρουσι. βαρύτητος μὲν γὰρ τὸ χάρμα, ἐπεὶ καὶ μυκτῆρα δηλοῖ καὶ κατάγελων, ὡς δηλοῖ τὸ "δυσμενέσι μὲν χάρμα" καὶ τὸ "σὸν ἅρμα χάρμα καὶ γέλως". ἑτεροίας δὲ ἡδονῆς τὸ ἄγαλμα, ὡς καὶ τὸ ἀγαλλίαμα. καὶ τὸ χαίρειν δέ γε καὶ τὸ ἀγάλλεσθαι δοκεῖ ποτε διαφορὰν ἔχειν. χαίρει μὲν γάρ τις καὶ ἐπὶ ἐχθρῷ, ἤγουν κατὰ ἐχθροῦ, ἀγάλλεται δὲ ἄλλως ἐπὶ μόνοις τοῖς φιλουμένοις, ὡς εἰ καὶ φιλόκαλος ἐπί τινι καλλωπισμῷ.

(v. 145) Τὸ δὲ ἀμφότερον σχῆμα καὶ νῦν ἐπιρρηματικὸν Ὁμηρικόν, ὡς καὶ πρὸ τούτων ἐφάνη. Κόσμος δὲ κύδους διαφέρει, καθότι ὁ μὲν εἰς κάλλος τῷ ἵππῳ συμβάλλεται, τὸ δὲ κῦδος ἐκεῖθεν παρέπεται τῷ κειμηλιοῦντι τὸν ἐλέφαντα.

(v. 146) Τὸ δέ "μιάνθην μηροί" δυϊκόν ἐστι ῥῆμα ἀπὸ τοῦ μιανθήτην γεγονὸς κατὰ συγκοπήν. εἰ δέ τις ὑπολάβῃ χρῆναι γράφεσθαι "μίανθεν αἵματι μηροί", τουτέστιν ἐμιάνθησαν, ἔχοι ἂν ἴσως προσιστάμενον τῇ τοιαύτῃ ἐννοίᾳ τὸν μετρικὸν ποδισμόν. Ὅρα δὲ καὶ τὴν ἀπόδοσιν τῆς παραβολῆς. οὐ γὰρ κατέληξε συνήθως εἰς τὸ ὥς, ἀλλὰ εἰς τὸ τοῖοι διὰ ποικιλίαν ῥητορικήν. ἐξευτελίζει δὲ καὶ τὴν τοῦ Πανδάρου βολὴν ἡ παραβολή. ὡς γὰρ ἐλέφας τέχνῃ βάπτεται ὑπὸ γυναικῶν, οὕτως οἱ τοῦ Μενελάου μηροὶ ἐκ τῆς τοῦ Πανδάρου βολῆς.

(v. 147) Εὐφυεῖς δὲ μηροὶ οἱ εὖ πεφυκότες καὶ τῷ ὅλῳ σύμμετροι. ὅτε μέντοι εὐφυέα που πτελέην ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ ποιητής, τότε μάλιστα κυριολεκτεῖ. οἱ δέ γε παρὰ τοῖς ὕστερον εὐφυεῖς ψυχικῶς ἐπαινοῦνται [723] ὡς εὖ πεφυκότες εἰς τὸ μαθεῖν, τὸ δὲ παρ' Εὐριπίδῃ "εὐφυὲς πρόσωπον" κατὰ τοὺς εὐφυεῖς ἐρρέθη μηροὺς ἐκ τῆς καθ' Ὅμηρον φυῆς. Σφυρὰ δὲ καλὰ τῷ Μενελάῳ, πρὸς ἀναλογίαν καὶ αὐτὰ τοῦ ὅλου σώματος. Καὶ σημείωσαι, ὅτι κατὰ τοῦτον τὸν λόγον οὐδ' ἂν Ἀλεξάνδρου ψόγος εἴη τὸ ἀργύρεα ἤτοι λευκὰ καὶ καλὰ ἔχειν τὰ ἐπισφύρια. Ὅρα δὲ καί, ὅτι ἄλλο μὲν τὸ καλὰ σφυρὰ ἔχειν, ἄλλο δὲ τὸ καλλίσφυρος. τὸ μὲν γὰρ σύνθετον γυναικὸς ἐπίθετον, καλὰ δὲ σφυρὰ ἰδοὺ καὶ ἐπὶ ἥρωος εἴρηται. σφυρὰ δὲ λέγεται τὰ ἀπολήγοντα πρὸς τῷ ἀστραγάλῳ καὶ ἐκ πλαγίου ἐξέχοντα, καθ' ὁμοιότητα, ὡς οἱ παλαιοί φασι, τῶν χαλκευτικῶν σφυρῶν. Ἰστέον δὲ καί, ὅτι ἐνταῦθα σαφῶς καὶ εὐτάκτως Ὅμηρος τὴν τῶν σφυρῶν τάξιν δηλοῖ εἰπών· "μηροὶ κνῆμαί τε καὶ σφυρὰ ὑπένερθεν", οἷς ὑπόκεινται πόδες τὸ ἔσχατον, κατ' Ἀριστοτέλην εἰπεῖν, ὧν, φησί, τὸ μὲν ἐσχισμένον κατὰ τὸ ἐμπρόσθιον δάκτυλοι, τὸ δὲ σαρκῶδες κάτωθεν στῆθος. Ἰστέον οὖν, ὅτι μηρῶν ὄντων, εἶτα κνημῶν, ἐπὶ δὲ ταύταις σφυρῶν, καὶ τελευταῖον ποδῶν, ὁ εἰπὼν τὸ ὅλον πόδας ἐκ μέρους τὸ ὅλον ὀνομάζει, ὡς καὶ ἐπὶ ἄλλων πολλῶν γίνεται.

(v. 151) Ὅτι ὄγκους ὁ ποιητὴς ὀνομάζει τὰς ἀκίδας, αἳ γωνιοῦσι τὸ βέλος, εἰπών· "ὡς δ' ἴδε νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας, ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσιν ἀγέρθη". καὶ προϊὼν δὲ ὀξέες ὄγκοι φησί. καὶ ἐν Ὀδυσσείᾳ δὲ σιδηροθήκην τινὰ ἢ βελοθήκην ὄγκιον καλεῖ. οἱ δὲ παλαιοί φασι καὶ οὕτως· ὄγκοι· γωνίαι, καὶ ὄγκαιον· ἀγγεῖον, τὸ καὶ ὄγκιον, ἐν ᾧ ἀκίδες βελῶν. ἐκ δὲ τοῦ τοιούτου ὄγκου καὶ ἐπὶ ἀλαζονικοῦ ὀξύτητος ἡ μεταφορὰ γίνεται. Νεῦρον δὲ λέγει τὸ κύκλῳ σφίγγον τὴν τοῦ σιδήρου τοῦ βέλους ἐμβολήν. [Καὶ νῦν μὲν φυσικῶς ἡ λέξις ἔχει. ὅτε δέ τις ἀκολουθῶν παλαιᾷ χρήσει νεῦρα πραγμάτων ἐρεῖ τὰ χρήματα, τροπικῶς ἔφρασεν, ὥσπερ καὶ ὁ εἰπὼν ἐκνενευρίσθαι τοὺς ἀσθενῶς ἢ ἀμελῶς περὶ τὰ πρακτέα ἔχοντας. καὶ ὁ μετενεγκὼν δὲ ἀπὸ τῶν νευροσπαστουμένων ζῴων τοὺς νευροσπάστας ὁμοίως ἐποίησεν, ὧν παρώνυμος ἡ νευροσπαστικὴ τέχνη, ἐφ' ᾗ περίπυστος ἦν, φασί, Ποθεινὸς ὁ ἐξ Ἀθηνῶν. τέχνη δὲ πάντως οὐ σπουδαία ἡ νευροσπαστική, ἀλλὰ τῶν κατ' εἶδος [724] παιδιᾶς. δῆλον δ' ὅτι ἀλλοπαθοῦς ῥήματος ὄντος τοῦ ἐκνευρίζειν προϋπόκειται τὸ νευρῶ, τουτέστιν ἐνδυναμῶ.]

(v. 152) Ἰστέον δὲ καί, ὅτι τὸ "θυμὸς ἀγέρθη", ὅ ἐστι συνήχθη, συντίθησι παρ' Ὁμήρῳ τὸ θυμηγερέειν. δῆλον δέ, ὡς ὁ συναγερθεὶς θυμὸς φθάσας ἐξέλιπε, τοῦτο δὴ τὸ παρ' Ὁμήρῳ μὲν ὀλιγηπελέειν, παρὰ δὲ τοῖς ὕστερον ὀλιγοθυμεῖν καὶ λειποψυχεῖν, ὃ καὶ ὁ βασιλεὺς παθὼν διὰ τὸν ἀδελφόν, εἶτα συνήγαγε θυμόν. ἐνέφηνε δὲ ὁ ποιητὴς τὸ ῥηθὲν λειποψύχημα διὰ τοῦ περὶ τὸν βασιλέα φόβου εἰπών· "ῥίγησε δ' ἂρ ἔπειτα ἄναξ ἀνδρῶν".

(v. 153) Ὅτι πένθους δηλωτικὸν τὸ "τὸν δὲ βαρυστενάχων μετέφη ὁ δεῖνα χειρὸς ἔχων, ἐπεστενάχοντο δ' ἑταῖροι".

(v. 155 s.) Ὅτι τὸ εἰς ἐπικίνδυνον μονομαχίαν ἐναγαγεῖν οἶον, ἤγουν μόνον, προστῆσαί φησιν ἐν τῷ "φίλε κασίγνητε, θάνατον νύ τοι ὅρκι' ἔταμνον οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι". ἐκ δὲ τούτου καὶ προστατεῖν ῥῆμα τὸ πρὸ τῶν ἄλλων ἴστασθαι, εἰ καὶ μὴ εἰς μονομαχίαν, ἀλλ' οὖν εἴς τινα βοήθειαν. Ἰστέον δέ, ὅτι τὸ φίλε ἐκτείνει ἐνταῦθα τὴν παραλήγουσαν, οὐχ' ὥστε μὴν καὶ περισπασθῆναι αὐτήν, ἀλλὰ κατὰ λόγον κοινῆς συλλαβῆς διὰ τὴν ὀξεῖαν, ὡς καὶ ἐν ἄλλοις γίνεται. Τὸ δὲ ἔταμνον πρώτου προσώπου ἐστί, λέγοντος τοῦ βασιλέως, ὅτι θάνατόν σοι ἔθυσα τοὺς γενομένους ὅρκους. Καὶ ὅρα τὸ καίριον τοῦ ὅρκια τάμνειν, περὶ οὗ προείρηται· δυνάμενος γὰρ εἰπεῖν ὅρκι' ἔτευξα, ὁ δ' οὐχ' οὕτως ἔφη, ἀλλὰ τὴν τοῦ τάμνειν λέξιν προέκρινε. Τὸ δέ "οἶον μάχεσθαι" προϋπάρχει τοῦ μονομαχεῖν. Τὸ δὲ προστήσας ἔοικεν ἀπὸ ἱερείου ἐνταῦθα ληφθῆναι, ὃ πρὸ ἑτέρων ζῴων ἵσταται ἀγόμενον ἐπὶ σφαγῇ.

(v. 157) Ὅτι ὅπερ ἔφη πρὸ τούτου πημῆναι ὅρκια καὶ δηλήσασθαι, ἐνταῦθα ὅρκια πιστὰ πατῆσαί φησι, δριμύτερον δὲ τοῦτο ἐκείνων. πολλὴν γὰρ δηλοῖ καταφρόνησιν τὸ πατῆσαι, ταὐτὸν ὂν τῷ ῥῖψαι οἷον εἰς πάτον, ἤγουν εἰς τρίβον, καὶ ἐπεμβῆναι ὑβριστικῶς.

(v. 158 s.) Ὅτι ἀγαθὴ ἔννοια εἰς φυλακὴν ὅρκου τὸ "οὐ μέν πως ἅλιον πέλει ὅρκιον καὶ δεξιαί, ᾗς ἐπέπιθμεν", ἤγουν αἷς ἐπείσθημεν. ἔστι δέ, ὡς καὶ προείρηται, τοῦ ἐπέπιθμεν πρῶτον ἑνικὸν πρόσωπον ὁ "ἐπέπιθον" δεύτερος Ἰωνικὸς ἀόριστος, οὗ τὸ πληθυντικὸν συγκοπὲν Αἰολικῶς πεποίηκε τὸ ἐπέπιθμεν, ὅπερ οὐκ ἂν προφέροι τις πεζολογῶν. οἷον δέ τι παρὰ τοῖς παλαιοῖς ἡ τῶν δεξιῶν ἅψις, δηλοῖ καὶ ἡ Ὀδύσσεια. Σημείωσαι δ' ἐντεῦθεν, ὅτι ἐν τοῖς ὅρκοις [725] καὶ δεξιῶν ἥπτοντο, εἰ καὶ Ὅμηρος οἰκείῳ νόμῳ τοῦτο ἐσίγησεν ἐν τοῖς φθάσασιν, ὡς καὶ ἐπὶ ἄλλων πολλῶν ποιεῖ κατὰ σχῆμα ἀποσιωπήσεως. ὅτι δὲ ἐκ τῶν ῥηθεισῶν δεξιῶν καὶ τὸ φιλικῶς δεξιοῦσθαι εἴρηται καὶ ἡ κατὰ φιλίαν δεξίωσις, δῆλόν ἐστιν. Οὐκ εἶναι δὲ ἅλιον τὸ ὅρκιον λέγει διὰ τὸ ὑπὸ θεοῦ ἐφορᾶσθαι καὶ τοὺς ὅρκους, ὡς καὶ πᾶσαν ἄλλην φιλοτήσιον δεξίωσιν. διὸ καθὰ ὅρκιος Ζεύς, οὕτω καὶ φίλιος ὁ αὐτὸς καὶ ἑταιρεῖος, καθ' ὅμοιον δὲ λόγον καὶ ὁμόγνιος, ὡς καὶ πατρῷος, πρὸς τούτοις δὲ καὶ ἑρκεῖος καὶ ἐφέστιος, ὁ καὶ ἐπίστιος Ἰωνικῶς, καὶ ὅσα δὲ ἄλλα τοιαῦτα κοινωνικὰ ὀνόματα, ἐν οἷς καὶ ὁ ξένιος καὶ ὁ φράτριος.

(v. 160-162) Ὅτι γενναίου στρατηγοῦ ἴδιον τὸ μὴ συμπεπτωκέναι τοῖς καιροῖς, ἀλλ' ἐλπίζειν ἀεὶ τὰ χρηστότερα. οὕτως Ἀγαμέμνων, εἰ καὶ βεβλῆσθαι καιρίως οἴεται τὸν ἀδελφὸν καὶ ὡς τεθνηξόμενον πενθεῖ, ὅμως πέποιθεν, ὡς εἰ καὶ μὴ αὐτίκα τετέλεσται κακὰ τοῖς ἐχθροῖς, ἀλλ' ὀψὲ γοῦν τελεσθήσεται. λαλεῖ οὖν εὐέλπιδος ἀνδρὸς λόγους εἰπών· "εἴπερ γάρ τε καὶ αὐτίκ' Ὀλύμπιος οὐκ ἐτέλεσσεν, ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν". εἶτα ἑρμηνεύων, τί δηλοῖ τὸ "σὺν μεγάλῳ", φησί· "σὺν σφῇσι κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν". [Οὐ καινὸν δὲ τὸν ἠδικημένον Μενέλαον εὔελπιν εἶναι, εἴγε καὶ ὁ ἀλάστωρ Πάρις ἡττηθείς, ὡς εἴρηται, θαρρεῖ ἐσαῦθις νικῆσαι, καθὰ προεγράφη, τὸν ἀρηΐφιλον Μενέλαον.]

(v. 162) Ἰστέον δέ, ὅτι τὸ σφίσιν εἴτε θηλυκοῦ γένους εἴη εἴτε καὶ μή, ὥστε σημαίνειν τὸ αὐταῖς ἢ τὸ αὐτοῖς, διὰ τοῦ ι γράφεται παρὰ τῇ ποιητικῇ ἀκριβείᾳ, εἰ μή που, ὡς καὶ νῦν, ἀντὶ τοῦ ἰδίαις λαμβάνεται. αὐτὸ γὰρ ἀπὸ τοῦ ὁ σφός, ἡ σφή, ταῖς σφαῖς, ἔχει τὸ η ἐν τῇ παραληγούσῃ ὁμοίως τῷ ᾗσι φρεσί, καὶ σῇσι καὶ ὅσα τοιαῦτα. Τὸ δέ "ἀπέτισαν σὺν σφῇσι κεφαλαῖς" ἐν Ὀδυσσείᾳ ἐλλειπτικῶς παραφράζων φησί· "σῷ κράατι τίσεις".

(v. 161) Ὅρα δὲ καί, ὅτι ἐν τῷ "ἔκ τε καὶ ὀψὲ τελεῖ" καὶ ἐν τῷ "σύν τε μεγάλῳ ἀπέτισαν" χρόνοι ἀντὶ χρόνων συνήθως λαμβάνονται, ἤγουν [726] ἐνεστὼς καὶ παρῳχημένος ἀντὶ ἀληθοῦς μέλλοντος. τὸ γὰρ ἐκτελεῖ ἀντὶ τοῦ πάντως ἐκτελέσει καὶ τὸ ἀπέτισαν ὁμοίως ἀντὶ τοῦ ἐξ ἅπαντος ἀποτίσουσιν. [(v. 161 s.) Ἰστέον δέ, ὅτι τὸ "σύν τε μεγάλῳ ἀπέτισαν σὺν σφῇσι κεφαλῇσι" καὶ ἑξῆς παροιμιακή τις τροπικὴ ἔννοιά ἐστι, μετενηνεγμένη ἀπὸ ἀκολουθίας χρέους, δηλοῦσα, ὅτι τὸ χρέος, ὃ λαβόντες οἱ Τρῶες ἔχουσι πολλοὺς ἤδη ἐνιαυτούς, ὅπερ ἐστὶν ἡ ἡρπασμένη Ἑλένη, ὀψέ ποτε ἀποτίσουσιν, ὡς οἷά τι ἀρχαῖον, ἤγουν κεφάλαιον, ὀφειλῆς. καὶ οὐχ' ἁπλῶς, ἀλλὰ σὺν μεγάλῳ καὶ τόκῳ καὶ ποινῇ, τουτέστι προστίμῳ. τὰ δέ εἰσιν αἱ κεφαλαὶ τῶν ἁρπασάντων καὶ ἡ τῶν αὐτοῖς φιλτάτων αἰχμαλωσία. ὁμοιοῦται δέ πως τῇ τοιαύτῃ Ὁμηρικῇ ἐννοίᾳ ἐν τοῖς μετὰ ταῦτα τὸ "μὴ τὸ χθιζὸν Ἀχαιοὶ ἀποστήσωνται χρέος".]

(v. 163-165) Ὅτι παραρρίπτει καὶ ἐνταῦθα τὴν τῆς Τροίας ἅλωσιν ὁ ποιητὴς παραμυθούμενος ἀγωνιῶντα τὸν φιλέλληνα. παράγει γὰρ τὸν βασιλέα λέγοντα· "εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς Πριάμοιο". σχῆμα δὲ καὶ τοῦτο προαναφωνήσεως, ὅπερ παρῳδήσει τις καὶ ἐπὶ ἑτέραις ὑποθέσεσι προμαντευόμενός τι κακόν· οἷον ὅτι εὖ οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν, ὡς ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτε τόδε γένηται. ἰστέον δέ, ὅτι οὐ παρέργως, ἀλλὰ καὶ λίαν περιέργως εἶπεν ὁ ποιητὴς τὸ "ἔσται καιρός, ὅτε ὀλεῖται ἡ Τροία". κατὰ γὰρ τὸν Γεωγράφον καὶ ἑτέρους οὐδὲν ἴχνος ἐστὶ τῆς ἀρχαίας πόλεως. ἐκπεπορθημένων γάρ, φησί, τῶν κύκλῳ, οὐ μὴν κατεσπασμένων τελέως, ταύτης δ' ἐκ βάθρων ἀνατραπείσης, οἱ λίθοι πάντες εἰς τὴν ἐκείνων ἀνάκτισιν μετηνέχθησαν, εἰ καὶ οἱ Ἰλιεῖς λέγουσιν οὐ τελέως ἠφανίσθαι αὐτὴν μετὰ τὴν ἅλωσιν. ὁ δ' αὐτὸς λέγει καί, ὅτι Ἰλιέων κώμη, ἔνθα ἡ παλαιὰ Ἴλιος, τριάκοντα σχεδὸν σταδίων ἀνωτέρω πρὸς τὴν ὕστερον, εἰ καὶ Ἰλιεῖς φιλοδοξοῦντες ἤθελον ταύτην εἶναι τὴν παλαιάν. ἡ δὲ τοιαύτη κώμη Ἀθηνᾶς ἔσχε, φησίν, ἱερὸν μικρὸν καὶ εὐτελές. Ἀλέξανδρος δὲ ὁ Μακεδὼν μετὰ τὴν ἐν Γρανίκῳ νίκην ἀναβὰς ἀναθήμασί τε ἐκόσμησε καὶ πόλιν ἀντὶ κώμης προσηγόρευσε καὶ ἐλευθέραν ἔκρινε καὶ ἄφορον, ὑπέσχετο δὲ καὶ πόλιν ποιῆσαι μεγάλην καὶ ἱερὸν ἐπισημότατον. λέγεται δὲ μετὰ τὴν ὑπὸ Ἑλλήνων κατασκαφὴν πλείους μεταβεβληκέναι τόπους. [727] λέγει δὲ καί, ὅτι τὸ ὕστερον Ἴλιον οὕτω ποτὲ ὠλιγωρήθη, ὡς μηδὲ κεραμωτὰς ἔχειν στέγας. ὕστερον δὲ ἐπανορθωθεῖσα ἑάλω, φησίν, ὑπὸ Φιμβρίου Ῥωμαίου ἑνδεκαταίᾳ τῶν Ἰλιέων μὴ δεχομένων αὐτὸν ὡς λῃστήν. ἐπεὶ δὲ ἐκαυχᾶτο, ὅτι τὴν πόλιν, ἣν Ἀγαμέμνων δέκα ἔτη μόλις εἷλε χιλιόναυν στόλον ἔχων, αὐτὸς ἕνδεκα ἡμέρας χειρώσαιτο, εἶπέ τις Ἰλιεύς· "οὐ γὰρ ἦν Ἕκτωρ ὑπερμαχῶν τῆς πόλεως". Καῖσαρ δὲ ὁ θεὸς πάνυ αὐτῆς προὐνόησε ζηλώσας Ἀλέξανδρον. ἦν γάρ, ὥσπερ Ἀλέξανδρος φιλόμηρος, οὕτω Καῖσαρ φιλαλέξανδρος. συνάγεται οὖν ἐκ τῶν τοῦ Γεωγράφου παντελῶς ἀπολωλέναι τὴν παλαιὰν Ἴλιον, ὃς καὶ ῥητῶς φησιν, ὅτι Ὅμηρος ἀφανισμὸν δηλοῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ "ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱρή". δῆλον δέ, ὅτι καὶ ἠλαζονεύοντο Ἰλιεῖς μὴ ἀφανισθῆναι τὴν κατ' αὐτοὺς πόλιν. ὅθεν καὶ ὁ Δίων ἐπηγωνίσατο ἀνασκευάσαι τὰ Τρωϊκά. καὶ αὐτοὶ τάχ' ἂν ἔχαιρον τοῖς λεγομένοις ὑπὸ τοῦ Δίωνος. Ἑλλάνικος δέ, φασί, χαριζόμενος αὐτοῖς συνηγορεῖ τὴν αὐτὴν εἶναι πόλιν τὴν νῦν τῇ τότε. ὅτι δὲ τοῦτο οὐκ ἀληθές, καὶ ἐν τοῖς ἑξῆς που δηλωθήσεται. φησὶ δὲ καὶ Λυκοῦργος ὁ ῥήτωρ οὕτω περὶ τῆς Ἰλίου· "τίς οὐκ ἀκήκοεν, ὡς ἅπαξ ὑπὸ τῶν Ἑλλήνων κατεσκάφη". ὕστερον δέ τινες ἀνακτίσαι μὲν διενοήσαντο, οἰωνισάμενοι δὲ ἐπαύσαντο, εἴτε διὰ τὰς συμφοράς, εἴτε καταρασαμένου τοῦ Ἀγαμέμνονος κατά τι παλαιὸν ἔθος. ὥσπερ καὶ Κροῖσος ἐξελών, φασί, τὴν Σαρδιανὴν ἀρὰς ἔθετο κατὰ τῶν τειχιούντων τὸν τόπον.

(v. 164) Τὸ δέ "ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος" καὶ ἐν τοῖς ἑξῆς που ἐρεῖ ὁ ποιητὴς κατὰ ὁμοίαν προαναφώνησιν. προλέγει δ' ἐνταῦθα τὸ τοιοῦτον ὁ βασιλεύς, οἷα πεποιθὼς τοῖς ἐκ Διὸς τέρασι.

(v. 166-168) Φησὶ γάρ· "Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων αὐτὸς ἐπισείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι τῆσδ' ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα". Ἰστέον δέ, ὅτι οὐκ αὐτὸς ἐλπίζει ὁ βασιλεὺς ἑλεῖν τὴν Τροίαν, ἀλλὰ διὰ τὴν ἐπιορκίαν τῶν Τρώων ἀπολωλέναι αὐτήν ποτε λέγει. περὶ γὰρ ἑαυτοῦ δυσελπιστεῖ.

(v. 169 ss.) διὸ καὶ ἐπάγει· "ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται, ὦ Μενέλαε, αἴ κε θάνῃς καὶ μοῖραν ἀναπλήσῃς βιότοιο· καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην· αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης" καὶ τὰ ἑξῆς.

(v. 164) Ἐν δὲ τοῖς ἐκτεθειμένοις τὸ μὲν ὀλώλῃ παρακείμενός ἐστιν [728] ὑποτακτικὸς ἐκ τοῦ ὄλωλα, ὅμοιος τῷ ὄρωρα ὀρώρῃ.

(v. 166) Ὑψίζυγος δὲ ὁ ὑψηλὸς κυβερνήτης ἀπὸ τοῦ ὕψι ἐπιρρήματος καὶ τοῦ κυβερνητικοῦ ζυγοῦ. [Εἰπεῖν γὰρ ὁ ἐν ὕψει καθήμενος ὀκνοῦσιν οἱ παλαιοὶ φάμενοι ὀρείαυλον μέν, τὸν ἐν ὄρει διατρίβοντα, καὶ ἐγχείμαργον καὶ ὅσα τοιαῦτα, διφθόγγῳ στοιχεῖν δίχα γε τοῦ ὀρίγανον, ὃ χαίρει ὄρεσι, καὶ τῶν ὅσοις ἐπάγονται δύο σύμφωνα, οἷον ὀρίτροφος, ὀρίδρομος, ὀριβρεμέτης. τὰ δὲ παρὰ τὸ ὕψος καὶ κάλλος ἐν διχρόνῳ μόνῳ εἶναι· ὑψίκομος, καλλίδρομος. ἔτι καὶ ἄλλως ὑψίζυγος] ὁ ἄνω σταθμίζων τὰ κατ' ἀνθρώπους, ἵνα ἐν μιᾷ λέξει συντέμῃ τὸ νόημα ἐκεῖνο, ἐν ᾧ τὸν Δία ποιήσει τάλαντα μεταχειριζόμενον καὶ τὰς τῶν Ἀχαιῶν καὶ Τρώων κῆρας ὡς ἐπὶ ζυγοῦ ταλαντεύοντα καὶ ὡς εἰπεῖν ζυγοστατοῦντα. [εἰς τοῦτο δὲ ὑπεναντιοῦται ὁ εἰπών, ὅτι ζυγός παρ' Ὁμήρῳ οὐ συνήθως ἐπὶ σταθμοῦ. ζυγὸν γὰρ ἐκεῖνος οἶδεν ἅρματος καὶ ἁμάξης καὶ ζυγόδεσμον ἱμάντα τὸ ζυγὸν τῶν ζῴων ζευγνύντα.] Δύναται δὲ ὑψίζυγος εἶναι καὶ ὁ ὑψηλός, εἴτ' οὖν ὑφίθρονος βασιλεύς, κατὰ τὸ "ἐπὶ ζυγοῖς καθέζετο ἀρχῆς", τὸ τοῦ τραγικοῦ. καὶ τοῦτο δὲ ἀπὸ τῆς κυβερνητικῆς μετήνεκται καταστάσεως. [Λέγει δὲ καὶ ὁ ῥηθεὶς προσεχῶς παλαιός· ζυγὰ καὶ καθέδραι ἐρεσσόντων, ὅθεν ὑψίζυγος ὁ ὕψι καθέδραν ἔχων.]

(v. 167) Τὸ δὲ ἐπισείῃ σειστὸν Διὸς ὅπλον τὴν αἰγίδα εἶναι δηλοῖ, οὐ μὴν βλητικόν. οὐ γὰρ βάλλει, σειομένη δὲ ἐκφοβεῖ. Ἐρεμνὴν δὲ λέγει τὴν σκοτεινὴν ἀπὸ τοῦ Ἔρεβος. οὕτω δὲ καὶ ἀπὸ τοῦ σέβω γίνεται τὸ σεμνόν, τροπῇ τοῦ β εἰς μ. περὶ δὲ τῆς αἰγίδος προγέγραπται μὲν ὀλίγον τι ἐν τῇ ἄλφα ῥαψῳδίᾳ, ἑτέρωθι δὲ γραφήσεται κάλλιον. [Ἐνταῦθα δὲ τοσοῦτον καὶ μόνον ῥητέον, ὅτι τὸ ἐρεμνὸν τῆς αἰγίδος νέφος ὑπεμφαίνει αὐτὴν εἶναι πυκνὸν [729] καὶ καταιγιδῶδες.] Τὸ δέ "πᾶσι" πανωλεθρίαν Τρώων τε καὶ τῶν παρ' αὐτοῖς ἐπικούρων δηλοῖ.

(v. 168) Τὸ δέ "τῆσδε ἀπάτης κοτέων" παρήχησίς ἐστι πρὸς τὸ ὅρκια πάτησαν. παρηχοῦνται γὰρ ἡ ἀπάτη καὶ τὸ ἐπάτησαν. ἐτέθη δὲ κατὰ μακρὰν ἀπόστασιν διὰ τὸ σωφρόνως ἔχειν καὶ περὶ τὰ τοιαῦτα τὸν ποιητήν.

(v. 170) Τὸ δέ "μοῖραν ἀναπλήσῃς", ὅ ἐστιν ἐκπληρώσῃς, "βιότου", περίφρασίς ἐστι τοῦ θάνῃς. καὶ ἡ μοῖρα δὲ τοῦ βιότου αὐτὸν τὸν βίον δηλοῖ περιφραστικῶς. [δοκεῖ δὲ σεμνῶς ὁ ποιητὴς λέξιν κοινὴν καὶ οὕτω σαφῆ τὴν τοῦ θανεῖν περιφράσαι φιλοτιμότερον, ὡς οὐκ ἂν ἕτερός τις φράσειε.]

(v. 171) Πολυδίψιον δὲ τὸ Ἄργος καλεῖ ἢ ὡς πάνυ ποθούμενον Ἕλλησιν ἤ, ὅτι μυθεύεται ἄνυδρόν ποτε εἶναι, ὕστερον μέντοι εὔυδρον γενέσθαι Ποσειδῶνος ἀναρρήξαντος τὰς ἐν Λέρνῃ πηγὰς διὰ τὸν τῆς Ἀμυμώνης ἔρωτα, ἐξ ἧς καὶ Ἀμυμώνια ἐν Ἄργει ὕδατα. ἢ καὶ ἀπὸ τῶν Δαναΐδων, αἳ παραγενόμεναι ἐξ Αἰγύπτου φρεωρυχίαν ἐδίδαξαν, ὡς Ἡσίοδος· "Ἄργος ἄνυδρον ἐὸν Δαναὸς ποίησεν ἔνυδρον". τῷ μέντοι Γεωγράφῳ ἀρέσκει πολυΐψιον αὐτὸ νοεῖν χωρὶς τοῦ δ. τοῦ δέλτα δὲ ἐγκειμένου λέγει, ὅτι τινὲς ὑπερβατῶς αὐτὸ δέχονται σὺν τῷ δ κατὰ συναλιφὴν συνδέσμου· "καί κεν ἐλέγχιστος πολὺ δ' ἴψιον Ἄργος ἱκοίμην", ἀντὶ τοῦ εἰς Ἄργος πολυδιάφθορον πολέμοις, κατὰ τὸ "πολύφθορόν τε δῶμα Πελοπιδῶν". τὸ γὰρ προϊάψαι καὶ τὸ ἰάψαι βλάβην τινὰ δηλοῖ. ἄλλως γάρ, φησίν, ἡ χώρα τὸ Ἄργος εὐυδρεῖ, εἰ καὶ αὐτὴ ἡ πόλις ἐν ἀνύδρῳ κεῖται. λέγει δὲ καὶ αὐτός, ὡς πολύυδρον Δαναὸς τὸ Ἄργος ἐποίησε καταδείξας τὰ ὑδρεῖα. Σημείωσαι δὲ καί, ὅτι προσπαθῶς ὁ βασιλεὺς δοκεῖ ἔχειν τῇ τῶν ὑδάτων δαψιλείᾳ. διὸ οὐ μόνον οἷον οἰκτιζόμενος πολυδίψιον τὸ Ἄργος καλεῖ, ἀλλὰ καὶ φρεωρυχίᾳ φιληδεῖν ἱστόρηται. Ἀγαμεμνόνεια γοῦν ᾄδονταί τινα φρέατα, ἐπεὶ περὶ Ἀττικήν, φασί, καὶ ἐν Αὐλίδι καὶ πολλαχοῦ τῆς Ἑλλάδος ὤρυξεν ὁ Ἀγαμέμνων φρέατα. καὶ τοίνυν ὁ ὀκνῶν οἰνοβαρῆ καὶ ἔμφορτον οἴνου τὸν Ἀγαμέμνονα σκώπτειν, ὡς προϊστόρηται, ἔχοι ἂν ἐν τούτοις τὸ νηφάλιον αὐτῷ ἐπιμαρτύρασθαι διὰ τὸ φιλίως ἔχειν, ὡς εἴρηται, πρὸς τὰ ὕδατα. Ἔτι σημείωσαι καί, ὅτι πολυδίψιον εἰπεῖν καὶ λειψύδριον ταὐτά πως φαίνεται καὶ ἔοικεν ἐκεῖνο ἐκ τοῦ Ὁμηρικοῦ πολυδιψίου ληφθῆναι. ἦν δὲ Λειψύδριον χωρίον, φασίν, ὑπὲρ τῆς [730] Σπάρτης, ὃ ἐτείχισαν οἱ φυγάδες τῶν τυράννων, ὧν οἱ Ἀλκμαιωνίδαι προειστήκεισαν. ἐκπολιορκηθέντων δ' αὐτῶν ὑπὸ τῶν περὶ Πεισίστρατον σκολιὸν εἰς αὐτοὺς ᾔδετο, ἤγουν μέλος τι ἐψάλλετο παροίνιον, τοιοῦτον· Αἲ αἲ Λειψύδριον προδοσέταιρον, οἵους ἄνδρας ἀπώλεσας μάχεσθαί τ' ἀγαθοὺς καὶ εὐπατρίδας. ἦν δὲ καὶ παροιμιαζομένη ἡ ἐπὶ Λειψυδρίῳ μάχη.

(v. 172) Τὸ δέ "πατρίδος αἴης" ἐντελῶς εἴρηται, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ "πλάζει δ' ἄπο πατρίδος αἴης" καὶ μετ' ὀλίγα ἐν τῷ "φίλην ἐς πατρίδα γαῖαν". ὅτε δέ γε πατρίς μόνον λέγεται, ἐλλειπτικῶς λαλεῖται· λείπει γὰρ τὸ αἶα ἢ γῆ ἢ χώρα ἤ τι τοιοῦτον, ὥσπερ καί, ὅτε τις οἰκείαν τὴν πατρίδα λέγει, κατ' ἔλλειψιν λέγει. τὸ γὰρ πλῆρές ἐστι καὶ τότε, οἰκεία γῆ ἢ πόλις ἢ πατρίς. ἔτι ἰστέον καί, ὅτι τὸ "Ζεὺς δέ σφιν ὑψίζυγος αἰθέρι ναίων" καὶ ἑξῆς, ὡς προέκκειται, παρῳδηθήσεταί ποτε εἰς θεὸν ἢ καὶ ἄνδρα ὑψηλόν, ὃς κατὰ ἀπατεώνων χολώσεται.

(v. 172-181) Ὅτι τοῦ μέλλοντος ἐπιστρεφόμενος εὐγενῶς ὁ βασιλεὺς λυπεῖται καὶ χανεῖν αὐτῷ τὴν χθόνα εὐρεῖαν εὔχεται, οὐ μόνον, εἴπερ Μενελάου θανόντος οἰχήσονται Ἀχαιοὶ λιπόντες τὴν Ἑλένην εὐχωλήν, ὅ ἐστι καύχημα, Πριάμῳ καὶ Τρωσίν, ἀλλὰ καὶ εἴπερ αὐτοῦ κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ τῶν τις Τρώων ὑπερηνορεόντων τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο ἐρεῖ· "αἴθ' οὕτως ἐπὶ πᾶσι χόλον τελέσοι Ἀγαμέμνων, ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδε Ἀχαιῶν. καὶ δὴ ἔβη οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν σὺν κεινῇσι νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον". τοῦτο δὲ καὶ οἷον ἐπίγραμμά τι ποιεῖ ἐπὶ τῷ τοῦ ἀδελφοῦ τύμβῳ περιπαθῶς, ἵνα μηδὲ τὰ τοιαῦτα ὁ ποιητὴς ἀφήσει ἀνεξέργαστα. πάνυ δέ, φασί, περιπαθῶς κενὰς τὰς νῆας λέγει, ἐν αἷς οὐ πλεύσει ὁ ἀδελφὸς Μενέλαος. καὶ τὸ "ἀγαθὸν δὲ Μενέλαον" καὶ τὸ "Μενελάου κυδαλίμοιο" οὕτω λέγει, ὡς εἴ τις θάψας πατέρα εἴποι, ὅτι ἀγαθὸν καὶ κύδιστον πατέρα ἀπώλεσα. οὕτω μονῳδεῖ ὡς ἐπὶ τεθνεῶτι τῷ ἀδελφῷ, ὅσγε καὶ τῆς χειρὸς πρὸ τούτων ἔχων αὐτὸν βαρυστενάχων εἶπεν, ἃ εἶπεν.

(v. 185) Ἐκεῖνος μέντοι θαρσύνει αὐτὸν εἰπών, ὡς οὐκ ἐν καιρίῳ ὀξὺ ἐπάγη βέλος, ἤγουν οὐκ ἐν ἐπιτηδείῳ μέρει, ὡς δηλοῖ καὶ ὁ γράψας πληγῆναί τινα τὰ ἐπιτήδεια. [Ἰστέον δέ, ὅτι καιρία μὲν πληγή, εἰς ἣν ὁ πλήξας οὐκ ἀπώλεσε τὸν καιρὸν ἐν κενοῖς, οὐ καιρία δὲ τὸ ἀνάπαλιν. χρήσιμον δ' ἐνταῦθα καὶ τὸ "μάλιστα δὲ καίριόν ἐστι" καὶ ὁ καίριος δὲ [731] λόγος καὶ ὁ ἄκαιρος ὅμοιόν τινα νοῦν ἔχει. οὕτω δέ πως καὶ τὸ παρακαίρια ῥέζειν. [(v. 175) Ἰστέον δέ, ὅτι τὸ μέν "ἀτελευτήτῳ ἐπὶ ἔργῳ" ταὐτόν ἐστι τῷ ἀτελεῖ, ὅπερ ἐστὶ μὴ εἰληφότι τέλος, εἰ καὶ οἱ μεθ' Ὅμηρον ἀτελεύτητόν φασι τὸ μὴ πεφυκὸς τέλος ἔχειν, ἤγουν φθοράν, ἀλλὰ αἰώνιον.]

(v. 176) Τὸ δὲ ὑπερηνορεόντων, ἐξ οὗ Εὐριπίδης μεγαλάνορα ὑπερηνορίαν ἔφη, δηλοῖ μὴ σώφρονος ἀνδρὸς εἶναι τὴν ῥηθεῖσαν Τρωϊκὴν ἠθοποιΐαν, ἀλλὰ σκωπτικοῦ τινος καὶ οὐκ εὐπαιδεύτου, καὶ μᾶλλον, εἰ καὶ ἐπιθρῴσκων τῷ τοῦ νεκροῦ τάφῳ, τουτέστιν ἐπεμπηδῶν, τὰ τοιαῦτα λαλεῖ. [Δοκεῖ γὰρ φίλον εἶναι τοῖς κακοήθεσιν ὥσπερ ἐνάλλεσθαι καὶ ἐπεμβαίνειν σώμασιν ἐχθροῖς νεκροῖς, οὕτω καὶ μνήμασιν, ἐφιεμένοις κωφὴν γαῖαν ἀεικίζειν.]

(v. 178) Τὸ δέ· αἴθε οὕτως ἐπὶ πᾶσιν ὁ δεῖνα χόλον τελέσοι, ὡς καὶ νῦν ἅλιον ἐμόχθησεν ἢ ἐπόνησεν ἤ τι τοιοῦτον, προσαρμόσοι ἂν παρῳδηθὲν παντὶ πολλὰ μὲν προθεμένῳ βλάψαι τινάς, μηδὲν δὲ ἰσχύσαντι.

(v. 180) Τὸ δέ "φίλην ἐς πατρίδα γαῖαν" ἐφερμηνευτικόν ἐστι τοῦ οἴκαδε.

(v. 182) Τὸ δέ "ὥς ποτέ τις ἐρέει, τότε μοι χάνοι εὐρεῖα χθών", ἐξ οὗ λαβών τις ἔφη τὸ ἐθέλειν δῦναι κατὰ γῆς πολλὰς ὀργυίας, σχετλιασμός ἐστιν ἐπὶ λόγῳ φορτικῷ.

(v. 184 s.) Βολῆς δὲ ἀβλαβοῦς φραστικόν, ἔτι δὲ καὶ διαβολῆς οὐδαμινῆς, τὸ "θάρσει μηδέ τί πω δειδίσσεο, οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος". ἐνθυμητέον δὲ ἐν τῇ ῥηθείσῃ βασιλικῇ φιλοτιμίᾳ καὶ τῇ τοῦ μέλλοντος ἐπιστροφῇ καὶ τὸν παρ' Εὐριπίδῃ φιλότιμον ἥρωα, ὃς ζῶν μὲν αὐτάρκως ἔχει καὶ ἐπὶ μικροῖς, θανὼν δὲ τῆς διὰ μακροῦ χάριτος ἐφίεται, δηλῶν καὶ αὐτός, ὡς οἱ ἀγαθοὶ ἄνδρες ἐπιστρέφονται τοῦ μέλλοντος.

(v. 190) Ὅτι ἐν τῷ "ἕλκος δ' ἰητὴρ ἐπιμάσσεται" ἐπιμάσσεσθαι λέγει τὸ ἀποσπογγίζειν. ἀπὸ τούτου δὲ καὶ τὸ ἐκμάσσεσθαι καὶ ἐν Ὀδυσσείᾳ τὸ "ἀναμάξεις τῇ σῇ κεφαλῇ" καὶ τὸ "εἰσεμάσατο θυμόν". καὶ ἄλλως δ' ἐνταῦθα ἐπιμάσασθαι τὸ διὰ ἐπαφῆς θεραπεῦσαι. μάσσεσθαι γὰρ καὶ τὸ ἅπτεσθαι. δοκεῖ δὲ οὐ φαῦλον εἶναι εἰπεῖν τὸ ἐπιμάσσεται καὶ ἀντὶ τοῦ ἐκμυζήσει, ὃ κεῖται μετ' ὀλίγα ἐν τῷ "αἷμ' ἐκμυζήσας". Ἰστέον δέ, [ὅτι τε ἐκ τοῦ μάσσειν καὶ τὸ ἐκμαγεῖον γίνεται καὶ τὸ [732] χειρόμακτρον καὶ ἡ μαγδαλιά, ἥτις ἦν ζύμωμά τι, ἐν ᾧ ἀποματτόμενοι τὰ ἐκ τῶν βρωμάτων λιπαρὰ ῥύπη οἱ παλαιοὶ ἐρρίπτουν κυσίν. ὅθεν καὶ παροιμία ἐπὶ τῶν λίχνων καὶ παρασίτων τὸ "κύων ζῶν ἀπὸ μαγδαλιᾶς". καὶ ὅτι τὸ μάττειν καὶ ἐπὶ τοῦ φυρᾶν ἄρτους τίθεται, ὅθεν καὶ ἡ μάζα καὶ ἡ μαγὶς καὶ ὁ μάγος δὲ ἀπὸ τοιούτου τινὸς γίνεται ῥήματος, καὶ μάλιστα ἐκ τοῦ ἀνωτέρω ῥηθέντος, ὡς τοῖς παλαιοῖς καὶ αὐτὸ δοκεῖ. καὶ ὅτι τὸ εἰρημένον ἐκμαγεῖον ἔκμαγμα λέγει ὁ Κωμικός.] καὶ ὅτι διασαφῶν ὁ ποιητὴς τὸ "ἕλκος ἰητὴρ ἐπιμάσσεται" ἐπάγει· "ἠδ' ἐπιθήσει φάρμακα, ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων", ὃ παραφράζων ἐν τοῖς ἑξῆς λέγει "αἷμ' ἐκμυζήσας ἐπ' ἂρ ἤπια φάρμακα πάσσε", τὰ παύοντα δηλαδὴ μελαινάων ὀδυνάων. Ἕλκος δὲ οὐ κατὰ τοὺς ὕστερον ἰδιωτικοὺς τὸ πῦον, ‹ὃ› οὐδὲ ὁ ποιητὴς οἶδεν, ἀλλὰ τὴν κατὰ τραῦμα λύσιν τῆς συνεχείας. ἅμα γοῦν βάλλεταί τις ἢ τιτρώσκεται καὶ εὐθὺς ἕλκος γενέσθαι τῷ τοιούτῳ φησί, [λεγόμενον οὕτω διὰ τὸ παρειλκύσθαι τοῦ συνεχοῦς, διὸ καὶ ἄπελος αὐτὸ εἶπε Καλλίμαχος διὰ τὸ μὴ πελάζειν ἀλλήλοις τὰ παρειλκυσμένα χείλη τοῦ διαιρέματος.]

(v. 191) Τὸ φάρμακον δὲ μέση λέξις ἐπί τε μὴ ἀγαθοῦ λαμβανομένη παρὰ τὸ φέρειν ἄχος καὶ ἐπὶ ἀγαθοῦ παρὰ τὸ φέρειν ἄκος. διὸ φάρμακα ἐν τοῖς ῥηθεῖσιν εἰπὼν προσέθετο χάριν σαφηνείας τὸ "ἃ παύσει ὀδυνάων" καὶ δηλονότι ἀκέσεται, καὶ τὸ "ἤπια", ὧν παρώνυμός ἐστιν, ὡς ῥηθήσεται, καὶ ὁ Ἀσκληπιός. "Μέλαιναι δὲ ὀδύναι" αἱ θανατηραί, ὡς εἰς Ἅιδην μέλανα, ταὐτὸν δὲ εἰπεῖν εἰς σκότον, κατάγουσαι.

(v. 192) Ὅτι τὸν Ταλθύβιον θεῖον κήρυκα λέγει, καθότι καὶ φθάσας ἐν τῇ α΄ τοὺς κήρυκας τοῦ Διὸς ἀγγέλους ἔφη.

(v. 193) Ὅτι δυὸ ὄντων ἐπιφανῶν Ἕλλησιν ἰατρῶν, Ποδαλείριος μέν, οὗ ἡ ἐτυμολογία προγέγραπται, περὶ δίαιταν ἐπονεῖτο, Μαχάων δὲ περὶ τραύματα εἶχε, Τρίκκης καὶ αὐτὸς ἄρχων, πόλεως Θετταλικῆς, ἥν, ὡς καὶ ἐν Βοιωτίᾳ ἐγράφη, ἄρτι Τρίκκαλά φαμεν, καλουμένην καὶ αὐτὴν ἱππόβοτον, [733] ὡς ὁ ποιητὴς λέγει, ἐπεὶ καὶ Ἄργος ἱππόβοτον ἔγνωμεν οὐ μόνον τὴν Πελοπόννησον, ἀλλὰ καὶ τὰ κατὰ Θετταλίαν. ἦν δὲ στρατιωτικώτερος ὁ Μαχάων, ὡς καὶ ἡ κλῆσις ὑποδηλοῖ.

(v. 194) Ἄμφω δὲ Ἀσκληπιάδαι ἦσαν, ἤτοι παῖδες Ἀσκληπιοῦ ἀμύμονος ἰητῆρος, ὥς φησιν ὁ ποιητής. Ἀσκληπιὸς δὲ Χείρωνος μαθητής, Χείρων δὲ εὑρετὴς ἰατρικῆς καὶ λυρικῆς, υἱὸς Φιλύρας καὶ Κρόνου, εἷς τῶν Κενταύρων, ἐξ οὗ Χειρώνεια ἕλκη τὰ δυσαλθῆ, ἃ δηλαδὴ Χείρων κατέδειξε θεραπεύεσθαι. ἐκλήθη δέ, φασίν, Ἀσκληπιὸς ἢ διότι Ἄσκλην τὸν Ἐπιδαύριον ὀφθαλμιῶντα ἰάσατο ἤπιος ἐκείνῳ φανείς, ἢ πλεονασμῷ τοῦ λ παρὰ τὸ ἀσκεῖν ἠπίως τοὺς νοσοῦντας, ὅ ἐστιν ἐπιμελείας ἀξιοῦν, ἢ παρὰ τὸ μὴ σκελετεύεσθαι αὐτοὺς ἐᾶν ἠπίως προσφερόμενον. ἡ δὲ ὀξυτόνησις τοῦ ὀνόματος ἀπορίαν ἔχει, εἴπερ καὶ ἄλλως αἱ συνθέσεις τοὺς τόνους ἀναβιβάζουσι. καλῶς οὖν ἐποίει Δημοσθένης, ὡς ἱστορεῖται, προπαροξύνων τὴν λέξιν καὶ ἀναγινώσκων, Ἀσκλήπιος. ἡ δ' αὐτὴ ἀπορία καὶ ἐπὶ τοῦ ἔμπορος καὶ λογεμπόρος, ὡς δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ἴσως δὲ καὶ ἐπὶ τοῦ μύδρος καὶ ἀμυδρός καὶ ἐπὶ ἑτέρων δέ τινων.

(v. 206) Ὅτι ἐν τῷ "τόξων εὖ εἰδώς" τὸ μὲν εὖ εἰδώς ἀντὶ τοῦ ἐπιστήμων ὤν λαμβάνει ὁ ποιητής, καθὰ καὶ ἐν ἄλλοις μυρίοις, εἰωθὼς καὶ ἄλλως τὸ εἰδώς μόνον αὐτὸ καθ' αὑτὸ γενικῇ συντάσσειν. τόξα δὲ τὴν τοῦ τοξεύειν ἐπιστήμην νοεῖ, λέγων, ὅτι τὸν Μενέλαον ἔβαλέ τις Τρώων ἢ Λυκίων τόξων εὖ εἰδώς. Τὸ δὲ Λυκίων ἀπὸ μέρους πάντας δηλοῖ τοὺς ἐπικούρους τῶν Τρώων. ἄξιοι δὲ λόγου οἱ Λύκιοι ὡς πολλοὶ καὶ ζαχρηεῖς ἐν πολέμῳ ὄντες, καθά που αὐτὸς ἐρεῖ ὁ ποιητής. Λυκίους δὲ οὐ τοὺς ὑπὸ τῷ Πανδάρῳ λέγει ὁ βασιλεύς, οἳ καὶ αὐτοί, ὡς προείρηται, Τρῶες ἦσαν, ἀλλὰ τοὺς ἐκ τῆς μεγάλης Λυκίας, οἵπερ ἦσαν ὑπὸ τῷ Σαρπηδόνι. οὕτω δὲ καὶ Ἀργεῖοι καὶ Ἀχαιοὶ ἀπὸ μέρους πάντες οἱ Ἕλληνες.

(v. 206 s.) Ὅτι σεμνύνει ἀριστέα βληθέντα τὸ "ὅν τις ὀϊστεύσας ἔβαλε· τῷ μὲν κλέος, ἄμμι δὲ πένθος".

(v. 211 s.) Οὕτω δὲ καὶ τὸ "βλήμενος ἦν· περὶ δ' αὐτὸν ἀγηγέραθ' ὅσσοι ἄριστοι κυκλόσε· ὃ δ' ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς". τοιοῦτος δὲ παρὰ τῷ ποιητῇ ὁ Μενέλαος, ὃν οὐ καινοπραγεῖ ὀνομάσας ἰσόθεον, εἴγε καὶ τὸν Ἀλέξανδρον θεοειδέα [734] ἐκάλεσε καὶ τὸν Πάνδαρον ἀντίθεον. ἐγκωμιαστικὸς γὰρ τὰ πολλὰ ὁ ποιητής, ὡς προερρέθη, καὶ τοὺς ἥρωας ἀφ' ὧν ἂν ἔχοιεν ἀγαθῶν χαρακτηρίζει, ἐπικρύπτων εἴ τί που καὶ φαῦλον ἔχουσι, καὶ οὐ βλασφημῶν εἰς οὐδὲν δέον κατὰ τὸν ἐπίτριπτον Ἀρχίλοχον ἢ τὸν ἀργαλέον Ἱππώνακτα ἢ εἴ τις ἄλλος ἐπεσβόλος ἦν κατ' αὐτούς.

(v. 218) Ὅτι τὸ ἐκπιέσαι τὸ τοῦ ῥηθέντος ἕλκους αἷμα ἐκμυζῆσαι λέγει. ἐγίνετο δέ, φασί, τοῦτο, ἵνα μὴ πυώσῃ σαπὲν καὶ βλάψῃ τὴν ἀπούλωσιν. τοῦτο δὲ ἀνωτέρω ἐπιμάσσεσθαι εἶπεν. ἀλλ' οἷον μὲν τὸ Ὁμηρικὸν τοῦτο ἐκμυζῆσαι, ᾔδεισαν οἱ τότε τὰ τοιαῦτα ἕλκη μεταχειριζόμενοι, οἱ δὲ νῦν βλέπουσι πολλοὺς καὶ μάλιστα τῶν βαρβαρικωτέρων, ὁπηνίκα τραῦμά τινι ἐντριβῇ, τῷ στόματι ἐκμυζῶντας τὸ αἷμα τοῦ ἕλκους, θεραπείαν καὶ οὕτω τεχνωμένους τινά. μυζᾷ δέ τις οὕτω καὶ γάλα ἐκ θηλῆς, ὡς καὶ δοκεῖν ἐκ τούτου γίνεσθαι τὸν μαζὸν ἐτυμολογούμενον καὶ ἄλλως, ὡς ἀλλαχοῦ δηλοῦται. [Μυζᾷ δὲ καὶ μυελόν τις καὶ ἄλλα τινὰ τοιαῦτα. δῆλον δ' ὅτι καὶ βδάλλειν τὸ τοιοῦτον λέγεται, ὡς ἐκ μεταφορᾶς φλεβῶν. εἰ δέ τι τοιοῦτο δηλοῖ καὶ τὸ βύζην ἐπίρρημα, χρὴ ζητῆσαι.] Ὠνοματοπεποίηται δὲ καὶ τὸ μυζᾶν ἐκ τοῦ μῦ στοιχείου ἄλλως ἤπερ τὸ μύζειν. Ὅτι τρεῖς φαρμάκων ἰδέαι παρ' Ὁμήρῳ· ἐπίπαστα, ὡς νῦν ἐπὶ Μενελάου, ᾧπερ ἤπια φάρμακα εἰδὼς πάσσεν ὁ Μαχάων· καὶ χριστά, οἷον ἰοὺς χρίεσθαι, καὶ πιστὰ κατὰ τὸν Αἰσχύλον, τουτέστι ποτὰ ἢ πότιμα, ὡς ἐπὶ Ἑλένης ἐν Ὀδυσσείᾳ τῷ κρατῆρι ἀναμιγνύσης φάρμακα. ἐκ δὲ τῆς τοιαύτης λέξεως οὐ μόνον τὸ φαρμακεύειν, ἰατρικὴ λέξις, ἀλλὰ καὶ φαρμάσσειν, τὸ στομοῦν σίδηρον ἐκ βαφῆς, καὶ τὸ ἁπλῶς βάπτειν καὶ τὰ βαφεῖα, φαρμακῶνες παρὰ τοῖς παλαιοῖς.

(v. 214) Οἶδε δὲ καὶ τρεῖς βελουλκίας Ὅμηρος, ἐκτομὴν ἐπὶ Εὐρυπύλου καὶ διωσμὸν ἐν τοῖς ἑξῆς ἐπὶ Διομήδους καὶ ἐξολκήν, ὡς νῦν ἐπὶ Μενελάου. φησὶ γάρ· "τοῦ δ' ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι", οἱ προρρηθέντες δηλαδή. ἔστι δὲ τὸ πάλιν ἄγεν ἀντὶ τοῦ εἰς τὸ ἔμπαλιν ἐκλάσθησαν. τοῦτο δὲ εἴρηται πρὸς διαστολὴν τῆς πρώτης περιαγωγῆς καὶ κλάσεως, ἣν οἱ ὄγκοι πάσχουσι γλωχινούμενοι ἐν τῷ χαλκεύεσθαι. τότε μὲν γὰρ ἐπὶ τὸ ἄνω ἀφορῶντες γωνιοῦνται, νῦν δὲ θραυόμενοι ἔμπαλιν ἄγονται. ποιητικὴ δὲ λέξις [735] καὶ τὸ ἄγεν. καὶ ἔστιν ὥσπερ τραφείς τραφέντος τράφεν, ὅ ἐστιν ἐτράφησαν, οὕτω καὶ ἀγείς ἀγέντος ἄγεν.

(v. 219) Ὅτι τὸ φιλεῖν φίλα φρονεῖν λέγει περιφραστικῶς, οἷον "τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων", ὁ προρρηθείς.

(v. 220) Ὅτι καιρία λέξις ἐπὶ σπουδαίας ἐνεργείας τὸ ἀμφιπένεσθαι. φησὶ γοῦν· "ὄφρα τοί", ἤγουν οὗτοι, "ἀμφεπένοντο Μενέλαον". τὸ δ' αὐτὸ καὶ ἀμφιπονεῖσθαί ἐστιν, ὡς τοῦ πόνου καὶ τοῦ πονεῖν γινομένων ἐκ τοῦ πένεσθαι.

(v. 221) Ὅτι Πάνδαρος μὲν κατὰ Μενελάου ὀϊστεύσας κατῆρξε κακοῦ, ἐπηκολούθησαν δὲ Τρώων στίχες ἀσπιστάων, οἳ πρῶτοι ἐπιδραμόντες ἐπῆλθον αὐτοὶ τοῖς Ἕλλησι διὰ τὸ ἴσως νομίσαι θελήσει τῶν Τρωϊκῶν βασιλέων παρασπονδῆσαι τὸν Πάνδαρον. πάντες οὖν ἰδοὺ τοὺς ὅρκους ἐπάτησαν. δεόντως ἄρα καὶ ἀπολοῦνται πάντες κατὰ τὸ "Ζεὺς ἐπισείει ἐρεμνὴν αἰγίδα πᾶσι". τοὺς δὲ ἀσπιστὰς ἀσπιδοφέρμονα θίασον ἡ τραγῳδία εἶπεν.

(v. 222) Ὅτι τὸ ἐνδύσασθαι τὰ ὅπλα καταδῦναι τεύχεα λέγει. φησὶ γοῦν· "οἳ δὲ κατὰ τεύχε' ἔδυν, μνήσαντο δὲ χάρμης". μετῆκται δὲ ἡ λέξις ἀπὸ τῶν εἰς βάθος δυνόντων. δύναται δὲ ταὐτὸν τῷ ἀμφιέσασθαι καὶ ἀμφιβαλέσθαι καὶ περιβαλέσθαι. λέγεται δέ τις καὶ πόλιν δύνειν καὶ πόλεμον. Ἰστέον δέ, ὅτι, ὥσπερ ἐκ τῆς γενικῆς μετοχῆς τοῦ λέγοντος ἀποκοπῇ τοῦ τέλους γίνεται τρίτον πληθυντικὸν παρῳχημένου χρόνου μετὰ αὐξήσεως "ἔλεγον ἐκεῖνοι", ὁμοίως καὶ τύπτοντος ἔτυπτον, καὶ τρέχοντος ἔτρεχον, καὶ ὅσα τοιαῦτα, οὕτω καὶ ἐκ τοῦ φύς ὀξυτόνου φύντος ἔφυν καὶ φάς φάντος ἔφαν καὶ βάς βάντος ἔβαν καὶ στάντος ἔσταν, μιχθείς μιχθέντος ἔμιχθεν καὶ δύντος ἔδυν. καθ' ὅμοιον δὲ λόγον καὶ φαανθέντος ἐφάανθεν Αἰολικὸν καὶ πληγέντος ἔπληγεν καὶ κοσμηθέντος ἐκόσμηθεν καὶ τὰ τοιαῦτα, περὶ ὧν καὶ προγέγραπται. [Πολλαχοῦ δὲ καὶ ἀναύξητα τὰ τοιαῦτα, ὁποῖον τὸ τραφέντος τράφεν, ἀγέντος ἄγεν, ὡς ἀνωτέρω κεῖται, ἀγερθέντος ἄγερθεν, βλαβέντος βλάβεν καὶ ἄλλα.]

(v. 223-225) Ὅτι σπουδὴν πολλὴν τοῦ βασιλέως ἐνδείξασθαι θέλων διὰ συνεχῶν ἤκει συντόμως καὶ ἐνταῦθα μετοχῶν κατὰ σχῆμα ἄρσεως καὶ θέσεως, πλεοναζούσης διὰ κάλλος τῆς ἄρσεως. εὐειδὲς γὰρ σχῆμα καὶ αἱ ἀποφάσεις. καί φησιν· "ἔνθ' οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον οὐδὲ καταπτώσσοντα οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι, ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν". τῶν γοῦν ἵππων καταπηδήσας ἐποίει τὰ [736] καὶ τὰ πεζὸς περιϊών, ἵνα δηλαδὴ τῇ φιλοπονίᾳ δυσωπήσῃ τοὺς Ἕλληνας καὶ μηδὲ ἐπαχθὴς ᾖ ἀπὸ τοῦ ἅρματος διαλεγόμενος.

(v. 223) Ἔστι δὲ βρίζειν τὸ ἀπονυστάζειν, κυρίως δὲ τὸ βαρέως ἢ μετὰ τὴν βορὰν ἵζειν. ἡ δὲ λέξις καὶ ἐν Ὀδυσσείᾳ. τῶν δὲ ῥηθέντων τὸ μὲν βρίζειν τὴν παντελῆ ἀμέλειαν ἀποφάσκει τοῦ βασιλέως, τὸ δὲ πτώσσειν τὴν δειλίαν, τὸ δὲ οὐκ ἐθέλειν τὴν ὀκνηρίαν καὶ τὸ ἀπρόθυμον. [(v. 223) Ἰστέον δέ, ὅτι τὸ "οὐκ ἂν ἴδοις" ἀποστροφῆς ἐστι σχῆμα, ὡς ἢ τῆς Μούσης ἀποστρεψάσης τὸν αὐτῆς λόγον πρὸς τὸν αὐτῆς ὁμιλητὴν ποιητήν, ἢ καὶ τοῦ ποιητοῦ πρὸς τὸν ἀκροατήν. ἔστι δὲ τὸ "οὐκ ἂν ἴδοις" Ἀττικῶς ἀντὶ τοῦ "οὐκ ἂν εἶδες".]

(v. 227) Ὅτι τοὺς πνευστιῶντας ἵππους φυσιόωντας λέγει εἰπών· "καὶ τοὺς μὲν θεράπων ἀπάνευθ' ἔχε φυσιόωντας", ὅπερ σημαίνοι ἂν καὶ τὸ φρυαττομένους ἢ καὶ τὸ ἀσθμαίνοντας, ὥς φασιν οἱ παλαιοί, καὶ πνεῦμα ἠρεθισμένους. ἦν δὲ ὁ τοιοῦτος θεράπων Εὐρυμέδων προσφυῶς τῷ εὐρυκρείοντι βασιλεῖ δοθεὶς εἰς ἡνίοχον. ἔστι δὲ καὶ τῷ Νέστορι Εὐρυμέδων ἕτερος. [Ἱστορεῖ δὲ τῷ βασιλικῷ Εὐρυμέδοντι πατέρα Πτολεμαῖον Πειραΐδην, τουτέστι Πειραίου υἱόν, οὗ τῆς παραληγούσης διφθόγγου ἐξεβλήθη τὸ ἰῶτα ἐν τῷ πατρωνυμικῷ ἀναγκαίως πρὸς εὐχρηστίαν μέτρου, ὁμοίως τῷ Ἀλκαῖος Ἀλκαΐδης. χρῆσις δὲ Πειραίου καὶ ἐν Ὀδυσσεία.]

(v. 229) Ὅτι τὸ πλησίον ἔχειν τοὺς ἵππους παρίσχειν, ὅ ἐστι παρέχειν, λέγει ἐγγύτητα καὶ νῦν δηλούσης τῆς προθέσεως. οἱ δέ γε μεθ' Ὅμηρον ἐπὶ τοῦ δοῦναι τὴν λέξιν τίθενται ἐξ ὁμοιότητος, ἐπεὶ καὶ ὁ δωρούμενος ἐγγὺς τοῦ λαμβάνοντος ἔχει τὸ διδόμενον, παρέχων, οὐ μὴν ἀπέχων.

(v. 230) Ὅτι στρατηγικὸν μόχθον ἐν πολέμῳ δηλοῖ τὸ "ὁππότε μιν γυῖα λάβοι κάματος πολέας κατακοιρανέοντα".

(v. 231) Ὅτι Ὁμήρου εἰπόντος ἐνταῦθα, ὡς πεζὸς ὁ βασιλεὺς ἐπεπωλεῖτο στίχας ἀνδρῶν, [καὶ μετ' ὀλίγα δέ· "κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν",] Ἐπιπώλησιν ἐντεῦθεν, ὡς καὶ προερρέθη, τὴν ῥαψῳδίαν ταύτην τινὲς ὠνόμασαν.

(v. 234 ss.) [737] Ὅτι ὥσπερ ἐν τῇ βῆτα τὸν Ὀδυσσέα ποικίλον τὴν ὁμιλίαν ἐποίει ἄλλως ἄλλοις ἐντυγχάνοντα, οὕτω καὶ νῦν τὸν βασιλέα, καὶ μάλιστα ὧδε ἀναγκαίως ποικιλώτερον, ὡς καὶ ἐπεξιόντα τοῖς καθέκαστον. καὶ τοιοῦτός ἐστιν, ὃν ἐν Ὀδυσσείᾳ λέγει πολύτροπον, τὸν μὴ καθάπερ εἰκόνα γεγραμμένην ἑστῶτα ἐπὶ σχήματος ἑνός, ἀλλ' εἰς πολλὰ τρεπόμενον καὶ πολυκίνητον τῇ διανοίᾳ καὶ ἀληθῶς πολυμήχανον. ἄλλως γάρ, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν διείληπται, ποικιλίαν ἤθους ἔχειν οὐκ ἂν εἰς ἐγκώμιον ἥρωος θείη τις. Σημείωσαι δέ, ὅτι πρῶτον μὲν κοινῶς τὴν βασιλικὴν δημηγορίαν ὁ ποιητὴς μελετᾷ, εἶτα καὶ ἰδικῶς. οἷον πρῶτον μὲν ἀορίστως οὕτως· "οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων, τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν· Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς· οὐ γὰρ ἐπὶ ψεύδέσι πατὴρ Ζεὺς ἔσσετ' ἀρωγός, ἀλλ' οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο, τῶν", ἤτοι αὐτῶν, "τέρενα χρόα γῦπες ἔδονται, ἡμεῖς δ' αὖτ' ἀλόχους τε φίλας καὶ νήπια τέκνα ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν. οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, τοὺς μάλα νεικείεσκε χολωτοῖς ἐπέεσσιν· Ἀργεῖοι ἰόμωροι, ἐλεγχέες, οὔ νυ σέβεσθε" καὶ τὰ ἑξῆς, ἐν οἷς καὶ νεβροῖς εἰκάζει τοὺς τοιούτους ὁ βασιλεύς, ὡς μετ' ὀλίγα εἰρήσεται. καὶ οὕτω μὲν στρατηγικῶς κατὰ τὸ ἀόριστον. εἶτα καταβὰς εἰς ὡρισμένα πρόσωπα λέγει, ὅπως ἦλθεν εἰς τοὺς Κρῆτας ὁ βασιλεὺς καὶ τί εἶπε καὶ τί ἐκεῖθεν ἤκουσεν. εἶτα ἐπὶ τοὺς Αἴαντας, μεθ' οὓς εἰς τὸν Νέστορα καὶ ἑξῆς. ἔνθα συχνὴν συνήθη ποικιλίαν ὁ ποιητὴς ἐπιδείκνυται, ἄλλα περὶ ἄλλων ἱστορῶν· οἷον τοὺς μὲν περὶ Ἰδομενέα θωρήσσεσθαι λέγων, τοὺς δὲ περὶ τοὺς Αἴαντας καὶ κορύσσεσθαι καὶ κινεῖσθαι εἰς μάχην, τὸν δὲ Νέστορα ἤδη τάσσειν εἰς πόλεμον τοὺς περὶ αὐτόν, Μενεσθέα δὲ τὸν βασιλέα τῶν Ἀθηναίων καὶ τὸν Ὀδυσσέα ἑστάναι διὰ τὸ μὴ θέλειν προϋπάρξαι μάχης, Διομήδην δὲ καὶ Σθένελον ἵστασθαι μὲν καὶ αὐτούς, ἐν ἵπποις δὲ καὶ ἅρμασιν, ἤτοι ἄνω ἵππων καὶ ἁρμάτων. οὕτω πολυειδῶς σχηματίζειν οἶδε τὰ πράγματα ὁ ποιητὴς ἄλλους ἄλλως καθιστῶν ἔχοντας. καὶ αἱ τοῦ βασιλέως δὲ πρὸς ἕκαστον ὁμιλίαι πολυειδεῖς πλάττονται καὶ αὐταί. Ἰδομενέα μὲν γὰρ ἀποδεξάμενος, τὸν ὑπασπιστὴν δὲ αὐτοῦ Μηριόνην οὐδενὸς ἀξιώσας λόγου, προφέρει χάριτας οἰκείας, ἀνθ' ὧν ὁ Ἰδομενεὺς ὀφειλέτης ἐστὶν ὁλοψύχου συμμαχίας τῷ βασιλεῖ. ἐπὶ δὲ τοῖς Αἴασιν εὐκτικῶς σχηματίζει τὸν λόγον, εὐχόμενος πάντας τοιούτους γενέσθαι τοὺς Ἕλληνας. τῷ δὲ γέροντι Νέστορι εὐκτικῶς καὶ αὐτῷ προσενεχθείς, τοὺς δὲ ὑπ' αὐτὸν ἐν οὐδενὶ λόγῳ θέμενος, ἐπεύχεται κατὰ τὴν προθυμίαν αὐτοῦ γενέσθαι καὶ τὴν δύναμιν. τὸν δὲ Μενεσθέα καὶ Ὀδυσσέα λόγοις ὀνειδιστικοῖς βάλλει καὶ μάλιστα τὸν Ὀδυσσέα, ἵνα καὶ οὕτω καινότητα καὶ ποικιλίαν [738] τινὰ ὁ λόγος αὐτῷ ἔχῃ, καὶ ὡς ἀμνήμονας χαρίτων αὐτοὺς ἐλέγξας καὶ γνοὺς τὸν Ὀδυσσέα λυπούμενον ἐπαναλαβὼν τὸν λόγον μειλίχια προσφωνεῖ. τὸν δὲ Διομήδην εἰς δειλίαν τε ὀνειδίζει οὐδὲν εἰπὼν πρὸς τὸν ὑπασπίζοντα Σθένελον, καὶ ἀνομοίως αὐτὸν ἔχειν τῷ πατρὶ Τυδεῖ λέγει παρεμπλέξας καὶ ἱστορίαν τοῦ Θηβαϊκοῦ πολέμου, ἔνθα ὁ Τυδεὺς εὐδοκίμησε. καὶ οὕτω μὲν ἡ πρὸς τοὺς ἥρωας δημηγορία τῷ βασιλεῖ πολυσχημάτιστος. οὐχ' ἧττον δὲ ταύτης πολυσχήμων καὶ ἡ τῶν ἡρώων πρὸς αὐτὸν ἀμοιβή. καὶ αὐτὴ γὰρ πολυειδὴς καὶ ὡς δυνατὸν ἀσυνέμπτωτος. Ἰδομενεὺς μὲν γὰρ ἀγαθὸς ἑταῖρος ἔσεσθαι ὑπισχνεῖται, ὡς τὸ πρῶτον ὑπέστη καὶ κατένευσε, κατηγορεῖ δὲ καὶ τῶν Τρώων, ὡς συγχεάντων τὰ ὅρκια. οἱ δὲ Αἴαντες οὐδέν τι ὅλως λαλοῦσι. Νέστωρ δὲ εὔχεται καὶ αὐτός, ὅσα καὶ ὁ βασιλεύς, καί τινα ἱστορίαν λαλεῖ καὶ ὑπισχνεῖται πονήσειν τὰ δυνατά. Ὀδυσσεὺς δὲ ἀντιτραχύνεται αὐτὸς ἠρέμα πρὸς τὸν βασιλέα τοῦ Ἀττικοῦ Μενεσθέως εἰς τὸ πᾶν σιωπῶντος. Διομήδους δὲ αἰδεσθέντος τὸν βασιλέα καὶ διὰ τοῦτο σιγήσαντος, ὁ μηδενὸς λόγου ἀξιωθεὶς Σθένελος ἀμείβεται μὲν αὐστηρότερον, ἐπιστομίζεται δὲ ὑπὸ τοῦ Διομήδους. οὕτω πολυδαίδαλον καλὸν ἡ Ὁμηρικὴ ποίησις καὶ ὑπὲρ τὸν ὑμνούμενον κεστόν.

(v. 233) Ἰστέον δέ, ὅτι τὸ "θαρσύνεσκεν ἐπέεσσι" πρὸς διαστολὴν κεῖται τοῦ δώροις θαρσύνειν. Τὸ δέ "μήπω τι" ἀργὴν ἔχει τὴν παραπλήρωσιν. ἔστι γὰρ ἀντὶ τοῦ μή τι περιττοῦ κειμένου τοῦ πω. παρὰ δέ γε τοῖς ὕστερον χρονικὴν σημασίαν ἔχει τὸ μήπω, καθὰ καὶ τὸ οὔπω. παρέλκει δὲ ὁμοίως καὶ τὸ τι, καθὰ καὶ ἐν τῷ οὔτι. ὅλον γὰρ τὸ "μήπω τι μεθίετε" ταὐτόν ἐστι τῷ "μὴ ἀμελεῖτε".

(v. 235) Τὸ δέ "οὐκ ἐπὶ ψευδέσσι πατὴρ ἔσσεται ἀρωγός" οἱ μὲν παροξύνουσιν, ἵνα λέγῃ, ὅτι οὐκ ἔσται βοηθὸς ὁ πατὴρ τοῖς ψεύσταις Τρωσίν, οἱ δὲ προπαροξύνουσι κατὰ γένος οὐδέτερον νοοῦντες, ὅτι οὐ ψεύσεται τὴν βοήθειαν. πατὴρ δὲ καὶ νῦν κατ' ἐξοχὴν ὁ Ζεύς. τὸ δὲ πληρέστερον "πατὴρ ἀνδρῶν τε θεῶν τε", ὡς καὶ τοῦτο προείρηται.

(v. 237) Τέρενα δὲ χρόα τὴν ὅλην σάρκα λέγει ὡς ἐκ μέρους τοῦ προφαινομένου ἐξ ἐπιπολῆς πρὸς διαστολὴν τῶν ὀστῶν. ἐκεῖνα γὰρ οὐ τέρενα ἤτοι ἁπαλά. ὥσπερ δὲ ὁ χροῦς, οὕτω καὶ ὁ χρώς τὸ προφαινόμενον δηλοῖ τῆς κατ' ἄνθρωπον σαρκός, ἤγουν τὴν χροιάν, κατὰ τὸ "παραδραθέειν ᾗ χροιῇ". διὸ καὶ πρὸς τὸ ἐν χρῷ ὁμοιότητα ἔχει τὸ χρῴζειν, οἷον "γόνατα μὴ χρῴζειν ἐμά", ἤγουν χρωτίζειν καὶ ἐν χρῷ ἔχειν. ὅμοιον δὲ καὶ τὸ "μάτην [739] κεχρώσμεθα", ἤγουν ἱκετεύθημεν κατὰ δεξιὰν καὶ γόνατα. τοιοῦτον δὲ καὶ τὸ χραίνειν κατὰ παραγωγήν, οὗ πρῶτος μετέχει ὁ χροῦς, ἐξ οὗ τέτραπται τραγικῶς καὶ τὸ "ἀγορᾶς χραίνων κύκλον". συγγενὲς δὲ τοῖς τοιούτοις καὶ τὸ χρίμπτειν, ὅ ἐστιν ἐν χρῷ πελάζειν, καὶ τὸ χρίειν, ἔτι δὲ καὶ τὸ χράειν, ὅ ἐστιν ἐπιπίπτειν. ὥσπερ δὲ ὁ τέρην χροῦς ἐκ μέρους τὴν ὅλην ἐδήλωσεν ἐνταῦθα σάρκα, οὕτω καὶ τὸ "γῦπες ἔδονται" τῷ μέρει τοῖς γυψὶ καὶ λοιπὰ σαρκοβόρα συνεισάγει ὄρνεα, ὧν γένος ὁ οἰωνὸς κατὰ τὸ "οἰωνοῖσί τε πᾶσιν".

(v. 238) Ἀλόχων δὲ Τρωϊκῶν ὁ βασιλεὺς ἄρτι μέμνηται, καθὰ καὶ ὁ ῥήτωρ Νέστωρ πρὸ τούτων καθ' ὁμοίαν μέθοδον, ὡς ἐξ ἐκείνου κερδάνας τὸ νόημα.

(v. 241) Τὸ δέ "χολωτοῖς ἐπέεσσιν" ἐπενεχθὲν μετὰ τὸ νεικείεσκεν δοκεῖ ὁρισμὸς νείκους εἶναι, ἵνα ᾖ νεῖκος λόγος χολωτός.

(v. 242) Ἰόμωροι δὲ νῦν ἀπὸ μέρους οἱ ἁπλῶς πολεμισταί, κυρίως δὲ οἱ περὶ βέλη μεμορημένοι, ὅ ἐστι κακοπαθοῦντες, ἐκ τοῦ μόρος, ὃ δηλοῖ τὴν κακοπάθειαν, ἐκταθέντος τοῦ ο. ἢ οἱ ποιούμενοι ὤραν ἤτοι φροντίδα τῶν ἰῶν πλεονασμῷ τοῦ μῦ. ἑλκυσθήσεται δὲ ὁ αὐτὸς τῆς ἐτυμολογίας τρόπος καὶ εἰς τὸ ἐγχεσίμωρος. Τὸ δὲ ἐλεγχέες τοὺς ἐφυβρίστους καὶ ἀξίους ἐλέγχου δηλοῖ. τί δέ ἐστι κυρίως ἔλεγχος, ὁ τῶν στάσεων Ἐξηγητὴς δηλοῖ. εὐθεῖα δὲ τοῦ ἐλεγχέες ὁ ἐλεγχής. καὶ κλίνεται ἐλεγχέος, ἐξ οὗ θηλυκὸν ἐλεγχείη, ὡς ἔγχος ἔγχεος ἐγχείη. παραλαλεῖ δὲ καὶ δειλίαν ὁ ἔλεγχος ἐοικὼς ἀπὸ τοῦ ἐλᾶν τὸ ἔγχος γίνεσθαι. ψόγος γὰρ ἦν ἀνδρὶ Ἕλληνι ἡ τοῦ ἔγχους μὲν ἀπέλασις ἤτοι περιφρόνησις, φροντὶς δὲ τῶν ἰῶν ἤγουν τῶν ὀϊστῶν. ὅθεν καὶ ἐφ' ὕβρει ἔθηκεν ἴσως τὸ ἰόμωροι. τοξεύειν γὰρ οὐ πάνυ ἐν πολέμῳ ἤθελον οἱ ἥρωες. διὸ καὶ ἄμφω ἀντιπαρέθηκε τὸ ἰόμωροι καὶ τὸ ἐλεγχέες, ὡς μὴ δέον ὂν μήτε ἰομώρους εἶναι μήτε ἐλεγχέας τοὺς ἥρωας. [Εἰκὸς δὲ καὶ παρὰ τὸ ἑλεῖν ἔγχος γενέσθαι τὸν ἔλεγχον, ὡς πολλῶν ὅπλοις διακρινόντων τὰ στασιαζόμενα. εἰ δὲ ψιλοῦται ἡ ἄρχουσα, καινὸν οὐδέν. [740] κανονικῶς γὰρ αὐτὸ γίνεται, ὡς τῆς τρίτης συλλαβῆς ἀπὸ δασέος ἀντιστοίχου ἀρχομένου τοῦ χῖ. οὕτω δὲ καὶ τὸ ἔλαφος γεγονὸς παρὰ τὸ ἑλεῖν ὄφεις ψιλοῦται κατὰ τὴν ἀρχὴν διὰ τὸ φῖ κατάρχον τῆς τρίτης συλλαβῆς. δῆλον δέ, ὡς καὶ αὐτὴ καὶ παρὰ τὸ ἐλᾶν ὄφεις γίνεται.] Σέβεσθε δὲ ἀντὶ τοῦ αἰδεῖσθε ἢ καὶ ἐκπλήττεσθε, ἐφ' οἷς δηλαδὴ ποιεῖτε. οὔπω γὰρ ἐπὶ τιμῆς τότε ἡ λέξις ἔκειτο. ὅθεν καὶ σέβας ἡ ἔκπληξις ἔν τε ἄλλοις καὶ ἐν τῷ "σέβας μ' ἔχει εἰσορόωντα".

(v. 2436) Ὅτι τοὺς Ἕλληνας ἀργοὺς ἑστῶτας καὶ τεθηπότας σκώπτει ὁ βασιλεὺς νεβροῖς εἰκάζων αὐτούς, αἳ μακρὰ δραμοῦσαι καὶ καμοῦσαι ἵστανται ἔκθαμβοι. φησὶ γάρ· "τίφθ' οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί, αἵ τ' ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι ἑστᾶσιν, οὐδ' ἄρα τί σφιν μετὰ φρεσὶ γίνεται ἀλκή· ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε". πάνυ δὲ ἐπιτυχὴς ἡ παραβολή. τοιοῦτον γὰρ κατὰ φυσικὴν ἰδιότητα ἡ νεβρός. καὶ ὅρα, ὅπως καὶ τὴν διάθεσιν τῶν Ἑλλήνων, τὴν κατὰ τὸ σχῆμα καὶ τὸ εἶδος, διεζωγράφησεν ὁ ποιητὴς πλάσας ἵστασθαι τοὺς Ἀχαιοὺς τεθαμβημένους, ὡς εἰκός, ἐπὶ τοῖς γινομένοις, ὃ καὶ οἱ Ὁμηρικοὶ πάσχουσιν ἀκροαταὶ διὰ τὸ τῶν ἀκουσμάτων παράδοξον.

(v. 243) Ἔστι δὲ [τὸ μέν "τίφθ' οὕτως" ἀντιστοιχούμενον ἐκ τοῦ τίπτε δύο [741] ψιλῶν μεταπεσόντων εἰς δύο δασέα, ὃ γίνεται καὶ ἐπὶ τοῦ ἐρρίφθη καὶ ἐτύφθη καὶ ἐβλάφθη, ἐκ τοῦ ῥίπτω καὶ τύπτω καὶ βλάπτω, ἔτι δὲ καὶ ἐπὶ τοῦ ἐρρῆχθαι, πεφοινίχθαι, πεπλῆχθαι, ἀπὸ τοῦ ἔρρηκται, πεφοίνικται, πέπληκται, καὶ ἐπὶ ἄλλων ὁμοίων.] Τὸ [δὲ] τεθηπότες μέσος παρακείμενος τοῦ θάπτω, ὅπερ ἄγειν οἶδε τοὺς συμπαθεῖς εἰς ἔκπληξιν. ἀφ' οὗ καὶ θάπος καὶ Ἰωνικῇ ἐναλλαγῇ τῶν στοιχείων τάφος, ἡ ἔκπληξις, καὶ θαπών μετοχὴ ἐνεργητικοῦ δευτέρου ἀορίστου καὶ κατὰ ὅμοιον ἄλλαγμα τῶν ἀφώνων ταφών, ὁ ἐκπλαγείς. ὅτι δὲ Ἰώνων ἰδία ἡ τοιαύτη τῶν δασέων καὶ ψιλῶν ἀντιμεταχώρησις εἰς τὰ σύστοιχα, δηλοῦσι μὲν καὶ τὰ τοῦ γλυκέος Ἴωνος Ἡροδότου, τὸ ἐνθεῦτεν, τὸ κιθών, τὸ βάθρακος καὶ ἕτερα, δηλοῦσι δὲ καὶ πολλὰ τῶν κοινῶν καὶ ἰδιωτικῶν. τὰ γοῦν ἀκάνθια ἀχάντια τῶν τινές φασιν ἑῴων ἀνδρῶν, καὶ ἡ τοῦ κύσθου δὲ λεοντῆ παρὰ τῷ Κωμικῷ εἰς τοιοῦτον πίπτει Ἰωνισμόν, εἴπερ ἀπὸ τοῦ κέχυται γίνεται διὰ τὴν ἐκεῖθεν κατὰ φύσιν χύσιν. Ἰωνικῶς δὲ ἰδιώτισται καὶ τὸ ἐκ τῆς χύτρας συντεθὲν μονόκυθρον. οὐ μακρὰν δὲ τούτων οὐδὲ τὸ πάσχα ἐκ τοῦ φάσκα καλλιφωνηθέν. Νεβροὶ δὲ τὰ νεογνὰ τῆς ἐλάφου, ὡς πολλαχοῦ δηλοῦται. Ἰωνικὴ δὲ καὶ Ἀττικὴ ἡ κατὰ θηλυκὸν γένος προφορὰ τῆς νεβροῦ.

(v. 244) Τὸ δέ "ἐπεὶ οὖν" ἀργοῦ κειμένου τοῦ οὖν ταὐτόν ἐστι τῷ ἐπειδή.

(v. 243) Τὸ δέ "ἔστητε τεθηπότες οὐδὲ μάχεσθε" τὸν σκοπὸν συναιρεῖ τῆς ὅλης παραβολῆς. ἵστανται γὰρ οἱ Ἀχαιοὶ κατὰ τὰς νεβροὺς καὶ τεθήπασι κατ' ἐκείνας καὶ οὐ μάχονται, ὡς οὐδ' ἐκεῖναι ἀλκὴν ἐνδείκνυνται.

(v. 248) Ὅτι τὴν πολιὴν θῖνα, ἧς καὶ ἐνταῦθα μέμνηται ὁ ποιητὴς ἐν τῷ "νῆες εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης" "πολιῆτιν ἀκτήν" Εὐριπίδης φησὶ παραφραστικῶς ἐν τῷ "ψάμαθοι πολιήτιδος ἀκτῆς", ἤγουν λευκῆς κατὰ τοὺς παλαιούς. καὶ ἔοικεν ἐκεῖνος πρῶτα μὲν πολῖτιν εἰπεῖν τὴν πολιάν, εἶτα Ὁμηρικῶς πλεονάσαι τῷ η. καὶ γὰρ καὶ [742] Ὅμηρος τὸν πολίτην πολιήτην φησίν, ὅπερ Ἰωνικὸν εἶναι δοκεῖ κατὰ τὸ Μασσαλιήτης, Ἀπολλωνιήτης, οἰκιήτης, ἃ κεῖνται παρὰ τῷ Ἡρωδιανῷ. δύναται δὲ ἐκεῖνο καὶ ἀπὸ τοῦ πολιά γενέσθαι τροπῇ τοῦ α εἰς η.

(v. 249) Ὅτι τὸ "ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων", ἀντὶ τοῦ ὑπεράνω θήσει, σκεπάσει ὑμᾶς. οὕτω δέ, φασί, καὶ οἱ μεθ' Ὅμηρον, οἷον "ὑπερέσχεν ὑμῶν τὴν χεῖρα θεός". Σημείωσαι δέ, ὅτι τὸ Κρονίων καὶ ἐνταῦθα ὡς καὶ ἐν ἄλλοις ἐκτείνει τὴν παραλήγουσαν καὶ ὅτι τὸ "ἢ μένετε ὄφρα εἰδῆτε, ἐὰν ὑμῶν χεῖρα ὑπέρσχῃ θεός" παροιμίαν γεννᾷ τὴν εἰποῦσαν "σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει". οὐ γὰρ χρὴ ἀναμένειν, ἵνα ἁπλῶς οὕτω χεῖρα ὑπέρσχῃ θεός, ἀλλὰ συνεισάγειν καὶ τὰ οἴκοθεν. οἱ δὲ ὕστερον καὶ ἐπὶ νίκης τὸ ὑπερσχεῖν τιθέασιν, ὥσπερ καὶ τὸ ὑπερέχειν.

(v. 250) Ὅτι στὶξ μὲν ἐξ ἀνδρῶν πεντακοσίων κατὰ τοὺς παλαιούς, οὐλαμὸς δὲ τάξις ἐκ τεσσαράκοντα ἀνδρῶν, φάλαγξ δὲ ἀπὸ ἑκατόν καὶ εἴκοσι, πύργος δὲ ἐκ τριακοσίων καὶ ἑξήκοντα, τάξις αὕτη τετραγωνοειδῶς πυκνουμένη. Ὅμηρος δὲ ἐν τῇ ἐπιπωλήσει ταύτῃ χρᾶται μὲν ταύταις ταῖς λέξεσι, λαμβάνει δὲ αὐτὰς ἐπὶ τῆς ἁπλῶς κατὰ πληθύν τινα τάξεως, ἐν οἷς λέγει στίχας ἀνδρῶν καὶ οὐλαμὸν ἀνδρῶν καὶ πυκινὰς φάλαγγας καὶ πύργους Ἀχαιῶν. γίνεται δέ, ὡς καὶ ἑτέρωθι δηλοῦται, ἡ μὲν στὶξ ἀπὸ τοῦ στείχω διὰ τὸ τῆς πορείας εὔτακτον, οὐλαμὸς δὲ παρὰ τὸ οὖλον, τὸ συνεστραμμένον, ὡς τὸ "οὖλον κεκλήγοντες", ἐξ οὗ καὶ οὐλόθριξ, ἵνα δηλοῖ οὐλαμὸς στρατοῦ συστροφήν. φάλαγγες δὲ παρὰ τὰ φαλάγγια, ὥς φασιν οἱ παλαιοί. οὕτω δὲ παρ' ἐκείνοις ἐκαλοῦντο τὰ ξύλα, ὅθεν αἱ στρατιωτικαὶ φάλαγγες, ἐπειδὴ ξύλοις οἱ πάλαι καὶ ῥοπάλοις καὶ κορύναις ἐμάχοντο. διό, φασί, καὶ ἡμεῖς τὰ ἐκ ξύλων οἰκοδομήματα φάλαγγας καλοῦμεν. καὶ μήποτε διὰ τοῦτο καὶ τὰ ἐν ταῖς δοκοῖς τῶν οἴκων τεχνουργοῦντα ἀράχνια φαλάγγια λέγεται, ἴσως δὲ καὶ τὰ τοῖς πλοίοις ὑποτιθέμενα ἕρματα ἐντεῦθεν οἱ πολλοὶ φαλάγγια λέγουσιν. Ἀριστοτέλης δὲ καὶ ἐπὶ δακτύλου τὴν λέξιν τίθησιν, οὗ τὸ μὲν καμπτικόν, φησί, κόνδυλος, τὸ δὲ ἄκαμπτον φάλαγξ. Ἡρόδοτος δὲ ἐβένου φάλαγγάς πού φησιν. Ὁ δέ γε πύργος καθ' ὁμοιότητα τῶν [743] οἰκοδομουμένων λέγεται διὰ τὴν τῶν στρατιωτῶν πύκνωσιν, ἣν ἀλλαχοῦ διὰ παραβολῆς παραδηλώσει ὁ ποιητὴς πύργου εἰκάζων οἰκοδομῇ τὴν τοιαύτην τάξιν. περὶ δὲ τοῦ λόχου μετ' ὀλίγα ἐν οἰκείῳ τόπῳ ῥηθήσεται.

(v. 251) Ὅτι τὸ "ἦλθεν ἐπὶ Κρήτεσσι" κατὰ ἀντίπτωσιν εἶπεν ἀντὶ τοῦ ἐπὶ τοὺς Κρῆτας. οὕτω δὲ καὶ κατωτέρω ἐρεῖ "ἦλθεν ἐπ' Αἰάντεσσιν".

(v. 253 s.) Ὅτι Ἰδομενεὺς μὲν ἐν προμάχοις ἵστατο "συῒ ἴκελος ἀλκήν". καὶ ὅρα καὶ νῦν συντομίαν παραβολῆς. Μηριόνης δὲ πυμάτας, φησίν, ὤτρυνε φάλαγγας, οὐραγὸς δηλονότι ὤν. οὐρὰ γὰρ καὶ κατὰ Ξενοφῶντα τὸ ὀπίσω τῆς φάλαγγος, ὥσπερ στόμα καθ' Ὅμηρον ὁ τόπος τῶν προμάχων. καὶ οὕτω μὲν τάξεως εἶχον οἱ ἀριστεῖς.

(v. 25564) Ὁ δὲ βασιλεὺς ἰδών, φησίν, αὐτοὺς γήθησε καὶ δὴ τὸν Ἰδομενέα προσεποτρύνει μειλιχίοις, ἔπεσι δηλαδή, ἀναμνήσας, ὡς τιμᾷ αὐτὸν ἔν τε πολέμῳ τὸ δεξιὸν τυχὸν κέρας αὐτῷ διδοὺς ἤ τι τοιοῦτον ἄλλο ποιῶν, τιμᾷ δέ "καὶ ἀλλοίῳ ἐπὶ ἔργῳ", οἷον ἐν βουλῇ καὶ θυσίαις καὶ δημηγορίᾳ, τιμᾷ δὲ καὶ ἐν δαιτί, "ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον Ἀργείων οἱ ἄριστοι ἐνὶ κρητῆρσι κέρωνται· εἴ περ γάρ", φησίν, "ἄλλοι γε καρηκομόωντες Ἀχαιοὶ δαιτρὸν πίνωσι, σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηκεν, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγει". ἐτίθεντο δὲ καὶ τὰ τοιαῦτα ἐν τιμῇ οἱ παλαιοί, ὡς καὶ μετ' ὀλίγα φανήσεται. καὶ ἔστι, καθὰ καὶ προσεσημείωται, ἀφορμὴ καὶ τοῦτο τοῦ οἰνοβαρῆ τὸν βασιλέα ὑπ' Ἀχιλλέως λεχθῆναι, ὥσπερ καὶ τὸ τοὺς Ἕλληνας πρὸ τούτου καὶ τοὺς Τρῶας ἐν ὑποθέσει συμποσίου μετρεῖν.

(v. 259) Οἶνος δὲ καὶ νῦν γερούσιος ὁ τοῖς γέρουσιν, ἤτοι τοῖς ἐντίμοις, διδόμενος ἐν συμποσίῳ κοινῷ. Αἶθοψ δέ, ὡς καὶ προεγράφη, ὁ μέλας ἢ θερμός. ἔνθα ὅρα, πηλίκην ἔχει διαφορὰν ὁ αἶθοψ καὶ ὁ Αἰθίοψ, καὶ ταῦτα ἐξ ὁμοίας ὄντα παραγωγῆς, [ὥσπερ σὺν ἄλλοις καὶ τὸ περίττευμα καὶ περίττωμα.]

(v. 260) Τὸ δέ "ἐνὶ κρητῆρσι κέρωνται" τρόπου ἐστὶν ἐτυμολογικοῦ. δῆλον γάρ, ὡς ἐκ τοῦ κερᾶν ὁ κρατήρ, ὡς οἷά τις ὢν κερατήρ. Σημειωτέον δὲ τὸ κέρωνται οὐκ ἐκ περισπωμένου ἐνεστῶτος κινηθέν, ἀλλ' ἔκ τινος βαρυτόνου, ὁποῖον οὐκ ἔστι ῥᾳδίως εὑρεῖν.

(v. 262) Δαιτρὸν δὲ πίνειν ἐπιρρηματικῶς ἀντὶ τοῦ μεμερισμένως. [744] ἡ δὲ μεταφορὰ ἐκ τοῦ τὰ κρέα μερίζοντος δαιτροῦ. Ἐν δὲ τῷ "σὸν δὲ πλεῖον δέπας" ὁ δε σύνδεσμος ὁ αὐτός ἐστι τῷ δη ἢ τῷ ἀλλα. Τὸ δὲ πλεῖον τὸ γέμον δηλοῖ τὸ παρὰ τοῖς ὕστερον ἔμπλεων, ὃ παρ' ἐκείνοις μὲν ἐκτείνεται Ἀττικῶς, παρὰ δὲ τοῖς παλαιοῖς συστέλλεται κοινότερον.

(v. 266 s.) Ὅτι ὁ τὸ ὑποσχεθὲν ἐκπληρώσειν κατατιθέμενος εἴποι ἂν τὸ τοῦ Ἰδομενέως· "μάλα τοι", ὅ ἐστί σοι, "ἐγὼν ἐρίηρος ἑταῖρος ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα". Τὸ δὲ ὑπέστην καὶ νῦν ἀντὶ τοῦ ὑπεσχόμην, ἀνεδεξάμην, ἐκ μεταφορᾶς κίονος ὑποκάτω στάντος καὶ ἀνέχοντος τὰ ἐπικείμενα. δοκεῖ δὲ καὶ διασαφητικὸν τοῦ ὑπέστην εἶναι τὸ κατένευσα. [Ἰστέον δέ, ὅτι ἐρίηρος ἑταῖρος οὐ μόνον ὁ ἄγαν ἐράσμιος, ἀλλὰ καὶ μάλιστα ὁ ἄγαν ἀραρὼς καὶ ἡρμοσμένος τῷ φίλῳ καὶ μὴ δυαζόμενος.]

(v. 268) Ὅτι σπευστικὸν εἰς μάχην τὸ "ἀλλ' ἄλλους ὄτρυνε, ὄφρα τάχιστα μαχώμεθα".

(v. 269) Ὅτι τὸ παραβῆναι ὅρκους φθάσας εἰπεῖν δηλήσασθαι καὶ πημᾶναι καὶ καταπατῆσαι τὸ αὐτὸ καὶ συγχέαι φησὶν ἐν τῷ "ἐπεὶ σύν γε ὅρκια ἔχευαν Τρῶες". οὕτω πλούσιος καὶ λέξεσιν ὁ ποιητής. εἴληπται δὲ ἡ λέξις ἐκ μεταφορᾶς τῶν πρῴην μὲν εὐκρινῶς ἐχόντων εἶτα συνταραχθέντων, ὁποῖα καὶ τὰ χαλώμενα καὶ καταπατούμενα καὶ συμφυρόμενα καὶ πτυρόμενα.

(v. 270 s.) Ἀπειλὴ κατὰ ἐπιόρκων τὸ "τοῖσι δ' αὖ θάνατος καὶ κήδε' ὀπίσσω ἔσσεται, ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο", τουτέστιν, ὡς προσεχῶς ἐρρέθη, συνέχευαν.

(v. 272) Ὅτι χαρμοσύνου ἀπελεύσεως φραστικὸν τὸ "ὣς ἔφατο, ὃ δὲ παρῴχετο γηθόσυνος κῆρ".

(v. 273) Ὅτι ὁμοῦ τάσσει ὡς ἐπὶ πολὺ τοὺς δύο Αἴαντας ὁ ποιητής, ὡς καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἴρηται, οὐ μόνον διὰ τὴν ὁμωνυμίαν, ἀλλὰ καὶ διότι ὁ μικρὸς ἐδέετο τοῦ μεγάλου, ὡς ἐν τοῖς ἑξῆς φανήσεται. σημείωσαι δὲ καί, ὅτι παρεμφαίνων ὁ ποιητὴς τὸ παροιμιῶδες, ὡς ἄρα εἷς ἀνὴρ οὐδεὶς ἀνήρ, ἑκάστῳ τῶν Ἑλληνικῶν στρατηγῶν παραζευγνύει τινὰ ἢ ὁμοεθνῆ ἢ καὶ ἑτεροῖον, οἷον τῷ ἐκ Κρήτης Ἰδομενεῖ τὸν Μηριόνην, Κρῆτα καὶ αὐτὸν ὄντα, ὡς καὶ τῷ Διομήδει τὸν Σθένελον, ‑ Ἀργεῖοι γὰρ ἄμφω ‑ τῷ δὲ μεγάλῳ Αἴαντι τὸν μικρόν, οὐ τῆς αὐτῆς ὄντα πατρίδος, τῷ δὲ Ἀττικῷ Μενεσθεῖ οὐχ' ὑποτάσσει, ἀλλ' ἐγγύς που συμπαρατάσσει Ὀδυσσέα τὸν Ἰθακήσιον, τῷ μέντοι γεραιτάτῳ Νέστορι οὐχ' ἕνα τινά, πολλοὺς δὲ ὑποστρατήγους δίδωσι. πέντε γὰρ ταξίαρχοι τὸν ἐκείνου ἀναπληροῦσι τόπον ἀπομάχου διὰ τὸ γῆρας ὄντος. μόλις γὰρ καὶ οἱ τοσοῦτοι τὸ τοῦ Νέστορος ἀναπληρώσουσιν ἔλλειμμα. ἃ γὰρ ἐκεῖνος ὁ εἷς ἐποίησεν ἂν τὸ τῆς νεότητος ἔχων ἄνθος, αὐτοὶ ῥᾳδίως οὐκ ἂν συντελέσωσι. Σημείωσαι δὲ καί, ὅτι μονοειδές τι ποιήσας ἐνταῦθα ἐπὶ Ἰδομενέως καὶ Διομήδους ‑ ἀμφοτέροις γάρ, ὡς εἴρηται, ὁμοπάτριδες ὑποστράτηγοι ὁ Μηριόνης καὶ ὁ Σθένελος ‑ οὐκ ἐγγὺς αὐτοὺς [745] ἔθετο, ἀλλὰ διέστησεν, ἵνα λανθάνειν ἔχῃ τὸ ὁμοειδές, τοῦ μὲν ἐν πρώτοις μνησθείς, τοῦ δὲ ἐς ὕστερον.

(v. 274) Ὅτι νέφος πεζῶν εἰπὼν ὁ ποιητὴς τῶν ὑπὸ τοὺς Αἴαντας, ἤγουν πυκνότητα καί τινα μελανίαν ἐκ πυκνώσεώς τε πολλῆς καὶ ἐκ τῆς ἀπὸ σιδήρου ὁπλίσεως, καὶ τολμήσας τὴν λέξιν τοῦ νέφους ἐπὶ ἀνθρώπων εἰπεῖν κατὰ σκληρὰν τροπήν, ὅμως θεραπεύει τὴν τόλμαν εὐθὺς συνήθως διὰ παραβολῆς τῆς ἀπὸ πυκνότητος καὶ μελανίας νέφους, οἱονεὶ λέγων, ὡς, ἐὰν ἡ τοῦ νέφους ὁμοιότης προσαρμόζῃ αὐτοῖς, δοτέον μοι καὶ νέφος πεζῶν εἰπεῖν. οὕτω καὶ ἐν Ὀδυσσείᾳ τὴν τοῦ Ὀδυσσέως φάμενος καρδίαν ὑλακτεῖν παρεμυθήσατο τὸ ἀναιδὲς τῆς λέξεως τῇ ἀπὸ τοῦ κυνὸς παραβολῇ. καὶ ἄλλα δὲ τοιαῦτα ποιεῖ πολλαχοῦ.

(v. 275-282) Εἰπὼν οὖν, ὅτι κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν ‑ τοιούτων γὰρ οἱ Αἴαντες ἄρχειν ἐοίκασιν ‑ ἐπάγει παραβολὴν τοιαύτην· "ὡς δ' ὅτ' ἀπὸ σκοπιῆς εἶδε νέφος αἰπόλος ἀνὴρ ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς, τῷ δέ τ' ἄνευθεν ἰόντι", ἢ ἐόντι, "μελάντερον ἠΰτε πίσσα φαίνεται ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν· ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα· τοῖαι ἅμ' Αἰάντεσσι διοτρεφέων αἰζηῶν δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες κυάνεαι, σάκεσί τε καὶ ἔγχεσι πεφρικυῖαι".

(v. 281) Ὅρα οὖν, ὅτι πρὸς τὸ πυκνὸν καὶ πάνυ μέλαν τῆς πεζικῆς τάξεως εἴληφε τὴν ἐκ τοῦ νέφους παραβολήν. ὡς γὰρ τὸ ἐν νέφει μέλαν πυκνόν ἐστι, οὕτω καὶ αἱ τῶν πεζῶν φάλαγγες πυκιναὶ ἐκινοῦντο κυάνεαι. διὸ καὶ νέφος πεζῶν εἰπεῖν ἐτόλμησεν, ὃ μιμητικῶς ἀντιστρέψας ὁ πολύνους Λυρικός, καθά που καὶ προδεδήλωται, στρατὸν ἔγραψέ που νεφελῶν, ὡς δῆθεν ταὐτὸν ὂν εἰπεῖν "στρατιᾶς νέφος" καὶ αὖ ἀνάπαλιν "στρατιὰν νεφελῶν". ἀφ' οὗ κερδήσαντες οἱ ναυτικοὶ στρατεύεσθαι νέφη φασίν, ὅτε πολλὰ συσταθέντα ἐπαγγέλλονται ταραχὴν ἀέρος διὰ τὴν περὶ αὐτὰ μελανίαν τὴν ἐκ πυκνώσεως. δῆλον δὲ καί, ὅτι μελαίνει ἐν ἡμέρᾳ τὸν μεταξὺ ἀέρα ἡ τοῦ πλήθους πυκνότης, ὡς καὶ τὸ νέφος ἡ τῶν ἀτμίδων πύκνωσις. Σημείωσαι δὲ καί, ὡς, ἐπειδὴ ἐκ νεφῶν πολλάκις καὶ ἀστραπαὶ ἀποπάλλονται, καλῶς ἄρα ἡ τραγῳδία ἐτόλμησεν ἐκ τοῦ ῥηθέντος Ὁμηρικοῦ νέφους λαβοῦσα εἰπεῖν ὅπλων ἀστραπὴν ἐν τῷ "κατέσχον ἅπαν πεδίον ἀστραπαῖς".

[(v. 274) Ἰστέον δέ, ὅτι τὸ νέφος πεζῶν ἔχει τι καὶ ἀντιθετικῆς ἀστειότητος ῥηθὲν πρὸς διαστολὴν τοῦ κυρίως νέφους. ἐκεῖνο μὲν γὰρ οὐράνιον, τοῦτο δὲ περιπέζιον.] Πεζοὶ δὲ γίνονται μὲν ἀπὸ τοῦ [746] πέζα, ὁ πούς, καὶ δηλοῦσιν ἀνθρώπους ποσὶν ἁπλῶς βαίνοντας πεδοῖ, ὅ ἐστι περὶ τὸ πέδον. [ἐξ οὗ τροπῇ συνήθει τοῦ δ εἰς ζ γίνεται καὶ ἡ πέζα καὶ ὁ πεζός καὶ τὰ ἐξ αὐτῶν.] Νῦν δὲ στρατιωτικὴν σημαίνουσι τάξιν διαστελλομένην πρός τε τοὺς ἐφ' ἁρμάτων καὶ τοὺς κέλητας. ἐξ αὐτῆς δὲ οἱ πεζαίτεροι, τάγμα καὶ αὐτοὶ στρατιωτικόν. ὧν ἡ γραφὴ διάφορος. οἱ μὲν γὰρ ἐν τρισὶ ψιλοῖς ε γράφονται κατὰ τοὺς παλαιούς, στρατιῶται ὄντες τὴν μὲν μίαν πέζαν ὡπλισμένοι, τὴν δὲ ἑτέραν γυμνοί. ἄλλοι δὲ τὴν παραλήγουσαν διὰ διφθόγγου ἔχουσιν, ὡς ἐν πεζοῖς ἑταῖροι ὄντες τῷ ἄρχοντι διὰ τὸ ἐν μάχῃ ἀπόλεκτον κατ' ἀνδρίαν, ὁποίων, φασί, καὶ Δημοσθένης μέμνηται ἐν Φιλιππικοῖς. [ἡ μέντοι ἀναλογία γράφει τὴν προπαραλήγουσαν καὶ διὰ διφθόγγου τῷ λόγῳ τοῦ πρωϊαίτερος καὶ τῶν ὁμοίων.] καὶ οὕτω μὲν ταῦτα.

(v. 2759) Ἔχει δὲ καὶ ἡ εἰρημένη παραβολὴ πολυμάθειάν τινα· φύσιν τε γὰρ νέφους ὑποδηλοῖ καὶ διδάσκει, ὅτι τὸ πελάγιον νέφος, τὸ οὕτω μέλαν καὶ πυκνόν, ὄμβρον ἐπάγει καὶ μάλιστα Ζεφύρῳ διωκόμενον. αὐτὸς μὲν γὰρ τὰ νέφη συνάγων χειμῶνα ποιεῖ, Εὖρος δὲ καὶ Νότος παύουσι διαλύοντες τὰ συνιστάμενα. καὶ ἱστορίας δὲ ζωϊκὰς ἡ παραβολὴ ἔχει, ὅτι δηλαδὴ ζῷον αἱ αἶγες δύσριγόν τε καὶ ὑψίνομον. κατὰ δέ τινας καὶ ὄϊς κύουσα, ἐὰν αἴθριος ἀκούσῃ βροντῆς, ἐκτιτρώσκει. Φησὶ δὲ καὶ Ἀριστοτέλης, ὅτι διδάσκουσιν οἱ ποιμένες τὰ πρόβατα συνθεῖν, ὅταν ψοφήσῃ. ἂν γὰρ βροντήσαντος ὑπολειφθῇ τις καὶ μὴ συνδράμῃ, ἐκτιτρώσκει, ἐὰν τύχῃ κύουσα. διὸ ὅταν ψοφήσῃ ἐν τῇ οἰκίᾳ, τουτέστιν ἁπλῶς κτύπον τινὰ ποιήσῃ, συνθέουσι διὰ τὸ ἔθος. τοῦτο γοῦν ὑπεμφαίνει καὶ ὁ ποιητὴς ἐν τῷ "ὑπό τε σπέος ἤλασε μῆλα", ὡς καὶ τοῦ αἰπόλου τηνικαῦτα ὑπὸ σπηλαίῳ ποιουμένου τὰ μῆλα, οὐ μόνον ἵνα μὴ καταβραχῶσιν, ἀλλὰ καὶ ἵνα μὴ τυχὸν βροντῶν καταρρηγνυμένων ἐκτρώσωσιν, ὡς εἶναι δῆλον ἐκ τούτου, ὅτι δεῖ καὶ πολύπειρον καὶ σοφὸν τὰ τοιαῦτα τὸν νομέα εἶναι.

(v. 275) Ἰστέον δέ, ὅτι σκοπιὰ μὲν ἡ τοῦ ὄρους κορυφή, δι' ἧς διασκοπεῖν ἔστι τὰ πόρρω. ἡ δ' αὐτὴ καὶ περιωπὴ λέγοιτ' ἂν καὶ χῶρος περίσκεπτος, ὅθεν τὰ πέριξ βλέποι τις ἂν καὶ σκέπτοιτο. Ἐν δὲ τῷ "εἶδε νέφος" διὰ διφθόγγου γράφει ὁ ποιητὴς τὸ εἶδεν ὡς ἐκ παρατατικοῦ, εἰ καὶ ἐν διαφόροις αὐτὸ συστέλλει ὡς δεύτερον ἀόριστον. ἐπαμφοτερίζει τοίνυν παρὰ τῷ ποιητῇ καὶ ἡ τοῦ ῥήματος τούτου γραφή. Αἰπόλος δὲ ὑπόκειται νέμων ἐν τῇ ῥηθείσῃ σκοπιᾷ διὰ τὸ τὰς αἶγας μάλιστα ὑψινόμους εἶναι, ὡς εἴρηται. [747] διὸ καὶ αἰπόλος λέγεται ὁ ἄγων αὐτάς, οὐ μόνον ὡς αἰγοπόλος, ἀλλὰ κατά τινας καὶ ὡς αἰποπόλος, ἤγουν περὶ τὰ ὕψη πολῶν, διὰ τὸ καὶ τὰς αἶγας μάλιστα τοῖς τραχέσι χαίρειν. διὸ καὶ τῶν νήσων αἱ τραχύτεραι αἰγίβοτοί εἰσι.

(v. 276) Τὸ δὲ ἐρχόμενον βούλεται μὲν εἶναι ἀντὶ τοῦ κινούμενον, εἴρηται δὲ ὡς ἐπί τινος ἐμψύχου, καθὰ καὶ τὸ "ἰὸν κατὰ πόντον". Ζεφύρου δὲ ἀνέμου μέμνηται ἢ ἁπλῶς οὕτω κατὰ τὸ ἐπελθὸν ἢ ὡς τὸν τοιοῦτον φιλῶν ἄνεμον μάλιστα ἢ καί, διότι αὐτοῦ μᾶλλον ἴδιον τὸ ἠρεμαίαν φρῖκα ὑποκινεῖν, ἧς χρεία ἐν τῇ ῥηθείσῃ παραβολῇ. Ἰωὴ δὲ ἡ τοῦ ἀνέμου πνοή, πρὸς ἀναλογίαν τοῦ ἐρωή καὶ ζωή, ἀπὸ τοῦ ἴω, καθὰ δηλοῖ τὸ "φαίνεται ἰὸν κατὰ πόντον". ἐξ αὐτῆς δὲ ἡ ἐν Ὀδυσσείᾳ ἰωγή, καθὰ δηλοῦται ἀκριβῶς ἐκεῖ.

(v. 277) Τὸ δέ "μελάντερον ἠΰτε πίσσα" ἁπλῶς ἀντὶ τοῦ μέλαν κατὰ τὴν πίσσαν. οὐ γὰρ εἶχεν εἰπεῖν τι πίσσης μελάντερον. διὸ καὶ τὴν ὑπεροχικὴν σύγκρισιν εἰς ἰσότητα κατεβίβασεν, ἐν μέσῳ τῆς διεξοδικῆς παραβολῆς ἄλλην ταύτην συντομωτάτην ἐπεμβαλὼν παραβολήν. Τὸ δὲ τοῦ νέφους πάμμελαν πολλὴν ἐμφαίνει πύκνωσιν καὶ σύστασιν τῶν ἀναθυμιάσεων. ἄλλως γὰρ αἱ νεφέλαι ἀραιαὶ οὖσαι διαυγεῖς φαίνονται καὶ μᾶλλον αἱ πυρσαί.

(v. 278) Τὸ δέ "ἄγει λαίλαπα" γλυκέως ἔχει, οἷα τοῦ ἐρχομένου καὶ ἰόντος πυκνοτάτου νέφους ἐπισυρομένου λαίλαπα, ὡς εἰ καί τι ἔμψυχον ἦν.

(v. 279) Τὸ δὲ σπέος παρὰ τὸ σβέω ἐτυμολογοῦσιν οἱ παλαιοί, ἵνα εἴη σβέος τι διὰ τὸ τῶν σπηλαίων ἀφώτιστον. ἐξ αὐτοῦ δὲ ἔοικε συγκεκόφθαι τὸ σπές. Μῆλα δὲ ἐνταῦθα τὰς αἶγας δοκεῖ λαλεῖν γενικῶς. ἄλλως δὲ μῆλα τὰ πρόβατα. [748]

(v. 281) Τὸ δὲ κίνυντο ἀπὸ τοῦ κινύω κίνυμι παρῆκται ῥήματος, ἐξ οὗ καὶ τὸ "οὐδέ σε λήθω κινύμενος". τοῦ δὲ κινύω αὖθις παράγωγον τὸ κινύσσω, ἐξ οὗ παρ' Αἰσχύλῳ "αἰθέριον κίνυγμα", τὸ ἀέριον εἴδωλον, ὅπερ οὐκ ἀπέοικε τοῦ αἰθύγματος, ὃ ἀπὸ τοῦ αἰθύσσω γίνεται.

(v. 282) Τὸ δὲ πεφρικυῖαι ἀντὶ τοῦ ὀρθούμεναι. πᾶν δὲ τὸ φρῖσσόν τινι φρίσσει τῷ λόγῳ τῶν πρός τι κατὰ Ὁμηρικὴν συνήθειαν, τὸ λήϊον ἀσταχύεσιν, ὁ κάπρος τῇ λοφιᾷ, ὁ ἄνθρωπος ταῖς θριξίν, ἡ μάχη ταῖς ἐγχείαις, ἡ θάλασσα τοῖς κύμασιν. οὕτω γοῦν καὶ νῦν αἱ φάλαγγες φρίσσουσι σάκεσί τε καὶ ἔγχεσιν, ἤγουν ὀρθὰ ἔχουσιν ἔτι πρὸ τῆς συμβολῆς τὰ σάκεα καὶ τὰ ἔγχεα. ὅθεν λαβὼν Εὐριπίδης ἔφη τὸ "πυκναῖς ἀσπίσι πεφρικότα", παρ' ᾧ κεῖται καὶ "λέοντος δέρος χαίτῃ πεφρικός". δῆλον δέ, ὅτι, ὥσπερ τὸ κυμαίνεσθαι θαλασσία λέξις ἐστίν, ὅπως ἂν καὶ λαμβάνοιτο, οὕτω καὶ τὸ φρίσσειν κἂν ἐπὶ λοφιᾶς ἢ χαίτης ἢ ληΐου ἢ ἔγχους λέγοιτο. [καὶ ὅτι ὁμοίου τόπου καὶ ἡ φρίκη καὶ ἡ φρίξ καὶ ἐπιφρίξ καὶ τὸ φρικαλέον καὶ τὸ φρικτόν.] καὶ ὅτι καὶ φόβον δηλοῖ ἐν τῷ "αἱ τρίχες φρίσσουσιν", ἤτοι ὀρθαὶ ἵστανται. καὶ χαρὰν δέ ποτε σημαίνει καὶ οἱονεὶ ὄρθωσιν ἐκ λυπηρᾶς καταπτώσεως, ὡς τὸ "ἔφριξα ἔρωτι, περιχαρὴς δ' ἀνεπτόμην".

(v. 286 s.) Ὅτι ἰδὼν Ἀγαμέμνων τοὺς ἀμφὶ τοὺς Αἴαντας εὖ παρατεταγμένους καὶ ἤδη κινουμένους εἰς μάχην φησί· "σφῶϊ μέν, οὐ γὰρ ἔοικεν, ὀτρυνέμεν οὔτι κελεύω· αὐτοὶ γὰρ μάλα" ποιεῖτε τόδε τι. τοῦτο δὲ καὶ παροιμιῶδές ἐστι καὶ οἰκεῖον λέγεσθαι πρὸς πάντας, οἳ οἴκοθεν ἐπί τι καλὸν σπεύδουσιν. εἶτα καὶ ἐπεύχεται, ὅτι τοῖος πᾶσι θυμὸς ἐνὶ στήθεσσι γένοιτο, λέγων καί, ὅτι οὕτως ἂν τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. καὶ ὅρα, ὅπως καὶ σχήματι καὶ νοήματι τὰ αὐτὰ εὔχεται ὁ βασιλεὺς νῦν ἐπὶ τῶν ἀνδρείων τούτων Αἰάντων, ἅπερ καὶ ἐπὶ τοῦ φρονιμωτάτου Νέστορος, πλὴν ὅσον ἐκεῖ μὲν δέκα τοιούτους ἤθελε μόνους ἔχειν, ὧδε δὲ πάντας τοὺς Ἀχαιοὺς τοιοῦτον ἔχειν θυμόν. καὶ δηλοῖ τοῦτο ὑπεροχὴν τῆς συνέσεως πρὸς τὴν ἀνδρίαν, ὡς καὶ ἐν τῇ β΄ ῥαψῳδίᾳ εἴρηται. Ἰστέον δέ, ὅτι τὸ "σφῶϊ μέν" ὀφεῖλον γραφῆναι σφῶϊν, ἀντὶ τοῦ ὑμῖν, ἵνα ἦν "σφῶϊν οὔτι κελεύω", ὁμοίως τῷ "σφῶϊν μέν τ' ἐπέοικεν", ὃ μετ' ὀλίγα κεῖται, ὅμως διὰ μέτρου εὐχρηστίαν ἄλλως καινῶς ἀπεδόθη καθ' ἑτεροίαν σύνταξιν. ἔνθα ὅρα καὶ τὴν διακοπὴν τῆς ἐννοίας. [749] ἐπεμβληθείσης γὰρ τῆς αἰτίας, εἶτα ὑπερβατῶς ἀνεπληρώθη τὸ ἐντελὲς κατὰ ἰδέαν περιβολῆς. τὸ δέ γε ἁπλοῦν ἦν "ὑμῖν μὲν οὔτι κελεύω, οὐ γὰρ ἔοικεν ὀτρύνειν".

(v. 290) Τὸ δὲ ἠμύσειε λέξις μέν ἐστι ποιηταῖς φιλουμένη, γίνεται δὲ ἀπὸ τοῦ μύειν πλεονασμῷ τοῦ η, ὁμοίως τῷ βαιόν ἠβαιόν καὶ τοῖς τοιούτοις. δηλοῖ δὲ τὸ κατακλιθείη, σμικρυνθείη, καθ' ὁμοιότητα τῶν μυόντων εἴτε ὀμμάτων εἴτε λοιπῶν σωμάτων.

(v. 291) Τὸ δέ "χερσὶν ὑφ' ἡμετέραις ἁλοῦσα" πρὸς διαστολὴν ἑτεροίας ἐπικλίσεως ἐρρέθη· ἐπεὶ δυνατὸν καὶ ἄλλως ἠμύσαι πόλιν ἁλώσεως δίχα, σεισμῷ τυχὸν ἢ παλαιότητι. [καὶ ἄλλως δὲ διαστολὴν δηλοῖ τοῦτο τῆς ὑπὸ χερσίν, ἤγουν ὑπὸ χειρῶν ἑτέρων, ἁλώσεως. Τὸ δέ "ἁλοῦσά τε περθομένη τε" ἢ ταὐτολογεῖ συνήθως ἢ σὺν τῇ ἁλώσει καὶ ἐμπρησμὸν ὑπεμφαίνει· ἐκ τοῦ πρήθω γὰρ καθ' ὑπέρθεσιν καὶ τροπὴν τὸ πέρθω γίνεται.]

(v. 293 s.) Ὅτι ἐν τῷ "ἔνθ' ὅ γε Νέστορ' ἔτετμε, λιγὺν Πυλίων ἀγορητὴν οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι" στέλλειν μέν ἐστι τὸ ἐπιτέλλεσθαι, ὃ καὶ μετ' ὀλίγα κεῖται. Τὸ δὲ ἔτετμε ποιητικὴ λέξις ὑποδύσκολος, λαμβανομένη ἀντὶ τοῦ κατέλαβε. καὶ γίνεται ἀπὸ τοῦ τέμω ἔτεμε καὶ ἀναδιπλασιασμῷ ἐτέτεμε καὶ συγκοπῇ ἀναγκαίᾳ διὰ τὸ δύσμετρον τοῦ διτροχαίου ποδὸς ἔτετμεν, ἤτοι κατ' ἐπιτομὴν καιροῦ καὶ συντόμως ἢ ἐπιτόμως εὗρε. Δηλοῖ οὖν σπουδὴν ἡ λέξις. διὸ καὶ καιριώτερόν ἐστι τοῦ ἐν Ὀδυσσείᾳ. φησὶ γὰρ καὶ ἐκεῖ, ὅτι τὸν δεῖνα γῆρας ἔτετμε. θεραπεύονται δὲ εἰς δακτυλικὸν μέτρον τὰ τοιαῦτα πολυβράχεα ἢ διὰ προσθέσεως ἢ δι' ἐλλείψεως συμφώνου. προσθέσεως μέν, ὡς μογοτόκος μογοστόκος, ἐλλείψεως δέ, ὡς ἐτέτεμεν ἔτετμεν, ἔτι δὲ διὰ τροπῆς φωνήεντος ἢ ἐπενθέσεως. τροπῆς μέν, ὡς θεοτόκος θεητόκος, ἐπενθέσεως δέ, ὡς ἐπετανός ἐπηετανός καὶ ἐπήβολος. τοιοῦτον δὲ καὶ τὸ σταχυηλόγος καὶ ἄλλα, ὅμοιον τῷ θεητόκος.

(v. 295) Ὅτι Ἀλάστωρ ἐνταῦθα [750] ὑποστράτηγός τις Νέστορος, ὡς οἱονεὶ ἄλαστος ἤγουν μὴ πάσχων λήθην. παρὰ δὲ τοῖς ὕστερον καὶ Ζεὺς ἀλάστωρ, ὃν ἐλάνθανεν οὐδέν, ἢ ὁ τοῖς ἄλαστα πάσχουσιν ἐπαμύνων κατὰ τοὺς παλαιούς. κοινῶς μέντοι ἀλάστωρ, φασίν, ὁ ἁμαρτωλός, ἢ κατὰ Χρύσιππον ὁ φονεύς, διὰ τὸ ἄξιος εἶναι ἀλᾶσθαι ἢ ἀπελαύνεσθαι. βαρύτερον δὲ ἡ λέξις καὶ ἐπί τινων δαιμόνων κεῖται· δαίμονες γὰρ ἀλάστορες οἱ κακύνοντες.

(v. 297-300) Ὅτι Νέστωρ τοὺς ἑαυτοῦ στέλλων, ὡς ἐρρέθη, καὶ ὀτρύνων μάχεσθαι, "ἱππῆας μὲν πρῶτα σὺν ἵπποισι καὶ ὄχεσφιν, πεζοὺς δ' ἐξόπισθε στῆσε πολέας τε καὶ ἐσθλούς, ἕρκος ἔμεν πολέμοιο", ἵνα δηλονότι τοὺς ἱππεῖς ὑποχωροῦντας οἱ πεζοὶ δέχωνται οἷά τινες πύλαι τείχους, ἢ καθ' Ὅμηρον εἰπεῖν "πολέμου γέφυραι", καὶ αὖθις οἱ αὐτοὶ πεζοὶ ἐκ διαστάσεως συναγόμενοι καὶ ἑνούμενοι ὡσεὶ πύργος καὶ οἷον ἕρκος πολέμου ὑπομένωσι τοὺς πολεμίους ἐπιόντας. κακοὺς δέ, φησίν, ἐς μέσον ἤλασε, καὶ ἱππότας δηλαδὴ καὶ πεζούς. διὰ τί; ἵνα τις, φησί, καὶ οὐκ ἐθέλων κατ' ἀνάγκην πολεμίζῃ, τοῖς μὲν ὄπισθεν ὠθούμενος, ἑπόμενος δὲ τοῖς ἐπὶ τοῦ μετώπου. μεταξὺ γοῦν δύο καλῶν ἕνα κακὸν ἐνέβαλε καὶ τοὺς δειλοὺς Λακωνικῶς ἄνδρα παρ' ἄνδρα ἔστησεν, ἵνα συνέλκοιντο ὑπὸ τῶν γενναίων οἱ κακοί. καὶ τοῦτό ἐστι τὸ ἐπὶ τριῶν ταχθῆναι τὴν φάλαγγα, ὃ δή φησιν Ἀρριανὸς ἐν τῇ Ἰνδικῇ, ἤγουν ἐπὶ τρεῖς ὡς εἰπεῖν στίχους ἢ ὀρδίνους. ἡ δὲ τοιαύτη ἔκταξις καὶ τοὺς τριστάτας ἔχει. ἕτεροι δὲ τὸ μὲν πρῶτα ἐπὶ τοῦ δεξιοῦ κέρατος ἤκουσαν, τὸ δὲ ὄπισθεν ἐπὶ τοῦ ἀριστεροῦ ἐνόησαν, καί φασιν ἐπὶ μετώπου τάσσεσθαι τὴν φάλαγγα καὶ [751] οὐ κατὰ βάθος. Ἡρόδωρος δὲ καὶ Ἀπίων φασὶ κατὰ πλινθίον γενέσθαι τὴν τοῦ Νέστορος τάξιν, τουτέστι κατὰ στίχους ἐπιμήκεις, τὸν αὐτὸν ἔχοντας ἀριθμόν, καὶ μεταξὺ τῶν δύο στίχων ὁδόν τινα εἶναι, ὅπως δι' ἐκείνης καὶ προελθεῖν δύνωνται βουλόμενοι καὶ ὑποστρέψαι πάλιν. ταύτης δὲ τὰς μεταξὺ ὁδοὺς γεφύρας ὁ ποιητὴς καλεῖ. καὶ τοιούτου, φασί, τοῦ διαστήματος ὄντος οὐκέτι συμβαίνει οὔτε ἐπισκοτεῖσθαι τοὺς πεζοὺς ὑπὸ τῶν ἱππέων, ὡς αἰτιῶνταί τινες τὴν τοῦ Νέστορος ἔκταξιν, οὔτε συμπατεῖσθαι ὑπ' ἐκείνων. ἀναχωροῦσι γὰρ διὰ τῶν καλουμένων γεφυρῶν.

(v. 300) Ἰστέον δέ, ὅτι, ὥσπερ ἡ σελήνη σεληναίη λέγεται κατὰ παραγωγὴν καὶ εὐνή εὐναία τραγικῶς, ἡ ἄγκυρα, καὶ ἡ παρ' Ὁμήρῳ καλάμη καλαμαία κοινότερον καὶ ἡ πέρα περαία [καὶ ἡ ἀλκή ἀλκαία ἐπὶ λέοντος, καὶ ἡ προνομή προνομαία ἐπὶ ἐλέφαντος καὶ ἡ ἀκτή Ἀκταία, ἐπὶ Ἀττικῆς παρὰ Καλλιμάχῳ,] καὶ ἡ ἀρχή ἀρχαίη καὶ ἡ Ἀθήνη Ἀθηναίη, οὕτω καὶ ἡ ἀνάγκη ἀναγκαίη ἐν τῷ "ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ". ἔνθα ἐφερμηνευτικά εἰσιν ἀλλήλων τὸ "οὐκ ἐθέλων" καὶ τὸ "ἀναγκαίῃ". καὶ σημείωσαι ἀνάγκην ταύτην ἐπαινουμένην. στρατηγικὴ γάρ ἐστιν ἐπὶ σωτηρίᾳ τῶν ὁμοεθνῶν. εἰσὶ δέ τινες καὶ ἐν Ὀδυσσείᾳ ἀναγκαῖοι πολεμισταί, ἄλλως ἐκεῖνοι οὕτω λεγόμενοι.

(v. 301-305) Ὡς δὲ τιμιώτεροι τῶν ἄλλων οἱ ἱππεῖς, δηλοῖ ἐπαγαγών· "ἱππεῦσι πρῶτ' ἐπετέλλετο" κελεύων "σφοὺς ἵππους ἐχέμεν", ἤγουν ἐπέχειν τοὺς ἰδίους ἵππους, "μηδὲ κλονέεσθαι ὁμίλῳ", ἀτάκτως δηλαδή· "μηδέ τις", φησίν, "ἱπποσύνῃ καὶ ἠνορέῃφι πεποιθὼς οἶος πρόσθ' ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, μηδ' ἀναχωρείτω", μόνος δηλονότι πρὸ τῶν ἄλλων. διὰ τί; "ἀλαπαδνότεροι γάρ", φησίν, "ἔσεσθε". λύεται γὰρ οὕτως ἡ τάξις καὶ λειποταξίου γραφῇ ἐνέχεται ὁ πρόσθε τῶν ἄλλων ἐθέλων μάχεσθαι, ὡς καὶ ὁ πρὸ τῶν ἄλλων ἀναχωρῶν. τὸν δὲ λειποτακτοῦντα καὶ [752] θανάτῳ ἐν τοῖς πρὸ τούτου ἐδικαίου ὁ Νέστωρ τε καὶ ὁ βασιλεύς. Ἄσιος δέ τις ἐν τοῖς μετὰ ταῦτα ἐναγλαϊζόμενος τοῖς ἑαυτοῦ ἵπποις καὶ ἀστρατηγήτως φανητιῶν ἐπάξια τῆς ἀτασθαλίας πείσεται. [(v. 302) Ὅρα δὲ τὸ σφούς, οὗπερ εὐθεῖα, εἰ καὶ μὴ πρόχειρος εἰς χρῆσιν, ὁ σφός. ὅθεν καὶ χρηστὴ δοτικὴ "σφοῖσι", τοῖς ἰδίοις, καὶ αἰτιατική "σφούς" καὶ θηλυκόν, ὡς εἰκός, "σφή". ἐξ οὗ καὶ τὸ "σφῇ ἀρετῇ" καὶ "σφῇσι κεφαλαῖς", ταῖς ἰδίαις.]

(v. 303) Ἱπποσύνην δὲ λέγει τὴν ἱππικὴν ἀρετήν, ἤτοι τὴν ἡνιοχικήν, ἄλλο οὖσαν παρὰ τὴν ἠνορέην ἤτοι τὴν ἀνδρίαν. τὸ δέ "μηδέ τις μεμάτω μηδ' ἀναχωρείτω" ἐναλλαγὴν ἔχει σχήματος. ἄλλως γὰρ ἀπαρέμφατα καὶ ταῦτα ἐχρῆν εἶναι ἀκολούθως τῷ "ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι", ἵνα ἔλεγε χρῆναι ἵππους ἐπέχειν μηδὲ κλονεῖσθαι καθ' ὅμιλον μηδέ τινα μόνον προπηδᾶν μηδὲ ἀναχωρεῖν.

(v. 305) Ἀλαπαδνότεροι δὲ ἀντὶ τοῦ εὐκαταφρόνητοι, εὐπόρθητοι, ἐκ τοῦ ἀλαπάζω, τὸ πορθῶ, κατὰ συγγένειαν τοῦ ζ πρὸς τὸ δ, ὡς καὶ ἐκ τοῦ παίζω παιδνός ἐν Ὀδυσσείᾳ καὶ ἐκ τοῦ ὀλοφύζω ὀλοφυδνός.

(v. 306 s.) Ὅτι καθάπαξ ὁ γέρων Νέστωρ ἀργὰς ἔχων τὰς χεῖρας, ἀνύει ὅμως ἄλλως ἀγαθὰ ταῖς βουλαῖς πολλαχοῦ τῆς ποιήσεως. διὸ καὶ ἐνταῦθα ὁ ποιητὴς ἐν αὐτῷ καὶ μόνῳ τὴν εὐκοσμίαν τῆς κατὰ πόλεμον ἐκτάξεως θεωρεῖ τοὺς ἄλλους πάντας παραδραμών. ποιεῖ οὖν αὐτὸν παραινοῦντα τοῖς ὑπ' αὐτὸν ἱππεῦσι καὶ τοιαῦτα· "ὃς δ' ἂν ἀνὴρ ἀπὸ ὧν", ἤγουν ἰδίων, "ὀχέων ἕτερα ἅρματα ἵκηται, ἔγχει ὀρεξάσθω, ἐπειὴ πολὺ φέρτερον οὕτω". τουτέστιν· εἴ τις ἅρματος πολεμίου κρατήσει, μὴ ἀρκεσθήτω, ἵνα τυχὸν καὶ εἰς τὰς νῆας κατάγῃ τὸ κρατηθέν, ἀλλὰ ἔγχει πάλιν πολεμείτω, ἵνα καί τι πλέον κατορθώσῃ. ἢ καὶ ἄλλως· εἴ τις εἰς ἅρμα τοῦ πλησίον Ἕλληνος ἀναβῇ, ὡς ἢ ἐκπεσὼν τοῦ οἰκείου ἢ ἄλλως κατά τινα χρείαν, ἔγχει ὀρεξάσθω, τουτέστιν ἔγχος ἐκτεινάτω. ὀρέγω γὰρ τὸ ἐκτείνω, ἐξ οὗ καὶ ὀρεκτὰς ἔφη ἐν τῇ Βοιωτίᾳ μελίας, τὰς ἀπὸ χειρῶν πληττούσας. παραταξάσθω οὖν, φησί, καὶ ἀμυνέτω καὶ μὴ ἡνιοχείτω, ἵνα μὴ τῇ ἀγνοίᾳ τῆς τῶν ἀλλοτρίων ἵππων συνηθείας βλάπτῃ μᾶλλον τὸν βοηθούμενον. οὕτω καὶ ὁ Τρωϊκὸς Πάνδαρος ποιήσει, ὅτε εἰς τὸ τοῦ Αἰνείου ἀναβῇ ἅρμα. ἔνθα καὶ [753] αἰτίαν ἐκεῖνος ταύτην πρὸς τὸν Αἰνείαν ἐρεῖ· "μή ποτε οἱ σοὶ ἵπποι δείσαντες οὐκ ἐθέλωσιν ἐκφέρειν πολέμοιο σὸν φθόγγον ποθέοντες". ἄλλοι δὲ καὶ οὕτω νοοῦσι τὸ τοῦ Νέστορος παράγγελμα· εἴ τις τὸ οἰκεῖον ἀφεὶς εἰς ἑτέρου ὁμοεθνοῦς ἅρμα ἔλθοι, δόρυ ἐκεῖνος ὁ ἕτερος ἄνωθεν ὀρεξάσθω καὶ ἐκτείνας αὐτὸ ἀνακομισάτω ἐπὶ σωτηρίᾳ εἰς τὸ ἴδιον ἅρμα τὸν εἰς αὐτὸν ἐλθόντα. κατὰ δὲ ἑτέρους ἐκεῖνος ὁ ἕτερος ὁμοεθνής, ὁ τὸ ἅρμα ἔχων, ἔγχος ἐκτείνας παταξάτω τὸν τοιοῦτον, ἵνα δηλαδὴ μηδεὶς τὸ ἴδιον ἀφῇ ἅρμα φόβῳ τοῦ ὑπὸ τοῦ συμφυλέτου τρωθῆναι καὶ πεσεῖν. Καὶ σημείωσαι, ὅτι τὸ Ὁμηρικὸν τοῦτο χωρίον ἀμφιβόλως ἔχει τέσσαρας ἐννοίας προβεβλημένον, καὶ ταύτας ἁπάσας ἔσω λόγου κειμένας, ὡς δέδεικται. πολλαχοῦ δὲ Ὅμηρος καὶ οὕτω ποικίλλεται, ὡς εἶναι εἰπεῖν αὐτὸν ἐν τοῖς τοιούτοις "τετράγωνον ἄνευ ψόγου". μεταπίπτει μὲν γὰρ ταῖς ἀμφιβόλοις ἐννοίαις οὕτως ἢ οὕτως. ἐν ἁπάσαις δὲ σταθερός ἐστι καὶ ἄψογος. Ἰστέον δέ, ὅτι τὸ "ἔγχει ὀρεξάσθω", ἀντὶ τοῦ ἐκταθήτω, πρὸς ὁμοιότητα εἴρηται τοῦ "χειρὶ ὀρεξάσθω". διὸ καὶ ὥσπερ τὸ "χειρὶ ὀρεξάσθω", ἀντὶ τοῦ "ἐκτεινάτω τὴν χεῖρα", οὕτω καὶ ἔγχει ὀρεξάσθω ἀντὶ τοῦ ἔγχος τεινάτω, καθὰ εἴρηται. ὥσπερ γὰρ ὁ πόδα τείνων ἢ χεῖρα ποδὶ ὀρέγεται καὶ χειρί, οὕτω καὶ ὁ δόρυ ἐκτείνων δόρατι ὀρέγεται, τὴν τάσιν τῷ ἔγχει ποιούμενος διὰ μέσης χειρός.

(v. 308 s.) Ὅτι ἀγαθὰ ὁ ποιητὴς διὰ τοῦ γέροντος βουλευσάμενος καὶ ἄριστα τάξας καί πως ἀποδεξάμενος ἑαυτὸν ἐπάγει· "ὧδε καὶ οἱ πρότεροι πόλιας καὶ τείχε' ἐπόρθουν τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες". τοῦτο δὲ καὶ πᾶς ἂν εἴπῃ ὁ παραγγέλλων εἰς παλαιὰ στρατηγήματα. Σημείωσαι δέ, ὅτι τὸ ῥηθὲν καθολικὸν καὶ ἀόριστον παράδειγμα τὸ "ὧδε καὶ οἱ πρότεροι" καὶ ἑξῆς ἐντρεπτικώτερόν ἐστι τοῦ ὡρισμένου καὶ μερικοῦ. οὐ γὰρ ὁ δεῖνα ἢ ὁ δεῖνα οὕτω πόλεις ἐπόρθει, ἀλλ' οἱ παλαιοὶ πάντες.

(v. 310) Ὅτι ἐν τῷ "ὣς ὁ γέρων ὤτρυνε πάλαι πολέμων εὖ εἰδώς" πολλὴν πεῖραν καὶ τὴν ἐντεῦθεν ἐπιστήμην ἐπιμαρτύρεται τῷ Νέστορι. τὸ δέ "πολέμων εὖ εἰδώς" ταὐτόν ἐστι τῷ πρὸ μικροῦ ῥηθέντι "τόξων εὖ εἰδώς".

(v. 311) Ὅτι ποικιλώτατος ὢν τὴν φράσιν ὁ ποιητὴς πολλαχοῦ καὶ αὐταῖς λέξεσι ταὐτολογεῖ, ὡς καὶ ἐνταῦθα. εἰπὼν γὰρ ἐπὶ τῶν Αἰάντων "καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων", ὡσαύτως καὶ ἐπὶ Νέστορος λέγει. ἐπὶ δέ γε τῶν Κρητῶν λέξεων τε μεταθέσει ἐχρήσατο καὶ ὑπαλλαγῇ τῶν βασιλικῶν ἐπιθέτων εἰπών· "τοὺς δὲ ἰδὼν [754] γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων". οὕτω δὲ καὶ τὸ "Ἀτρείδης δὲ παρῴχετο γηθόσυνος κῆρ" δὶς εἶπεν, ἐπί τε τῶν Κρητῶν καὶ ἐπὶ τοῦ Νέστορος. Ὅτι δὲ καὶ ἡ ταὐτολογία ἐζηλοῦτο τοῖς παλαιοῖς, οὐκ ἔστιν ἀμφιβαλεῖν, καὶ οὐ μόνον ἐν ἐπῳδοῖς καὶ ἐν κρούμασι μουσικοῖς καὶ χορεύμασι καὶ λόγοις ἀγγέλων καὶ ἐν μιμήσεσι θυμουμένων προσώπων καὶ ἐπιθυμούντων καὶ ἄλλως δὲ ἀγωνιώντων, ἀλλὰ καὶ καθ' ἑτέρους τρόπους, ὧν εἷς καὶ ὁ κατ' Εὐριπίδην, ὃς ἐπετηδεύσατο ἐν διαφόροις τῶν αὐτοῦ δραμάτων ἀποτελευτᾶν ἐκεῖνα εἴς τε τὸ γνωμολογεῖν πολλὰς μορφὰς εἶναι τῶν δαιμονίων καὶ ἑξῆς, καὶ εἰς τὸ ἐπεύχεσθαι στεφανηφόρος γίνεσθαι διὰ τοῦ νικᾶν, ἀπαραποιήτως τὰς ῥηθείσας δύο ἐννοίας ταὐτολογῶν, ἔνθα δέον εἶναι μεθώδευσεν.

(v. 313-316) Ὅτι εὔχεται Ἀγαμέμνων συμβῆναι τῇ τοῦ Νέστορος προθυμίᾳ καὶ τὸ σῶμα λέγων· "ὦ γέρον, εἴθ' ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν, ὥς τοι γούναθ' ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη· ἀλλά σε γῆρας τείρει ὁμοίϊον, ὡς ὄφελέν τις ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι", ἤγουν ἐν νέοις εἶναι. πρέπει δὲ ἡ εὐχὴ παντὶ ἀγαθῷ γέροντι.

(v. 317-325) Ὁ δὲ Νέστωρ εἰπών, ὅτι μάλα μέντοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς οὕτως εἶναι, ἐπάγει γνωμικῶς τὸ "ἀλλ' οὔ πως ἅμα πάντα θεὸς ἔδωκεν ἀνθρώποισιν· εἰ τότε κοῦρος ἔα, νῦν αὖτέ με γῆρας ἱκάνει. ἀλλὰ καὶ ὣς ἱππεῦσι μετέσσομαι", ἤτοι συνέσομαι, "ἠδὲ κελεύσω" καὶ ἑξῆς. πεζὸς γὰρ οὐκ ἔχει μάχεσθαι διὰ γῆρας.

(v. 314) Ἰστέον δέ, ὅτι τὸ "βίη δέ τοι ἔμπεδος εἴη" ἀκριβῶς πρόσκειται διὰ τὸ πολλοῖς γούνατα μὲν ἕπεσθαι, ὁποῖος καὶ ὁ Τρωϊκὸς ποδώκης Δόλων, βίαν δέ, ὅ ἐστιν ἀνδρίαν, μὴ προσεῖναι. ἀφ' ἧς βίας οἱ μεθ' Ὅμηρον ῥήτορες νόημα βίαιον καλοῦσι τὸ γενναῖον καὶ ἀνδρικόν.

(v. 315) Γῆρας δὲ "ὁμοίϊον" ὡς ἐπὶ ψόγῳ κεῖται, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται. σημειοῦνται γὰρ οἱ παλαιοὶ τὸ ὁμοίϊον τὸν ποιητὴν ἐπὶ φαύλου λαμβάνειν. Ἀπίων γοῦν καὶ Ἡρόδωρός φασιν, ὅτι οἱ Γλωσσογράφοι ὁμοίϊον κατὰ διαίρεσίν φασι τὸ κακόν, οἷον "γῆρας τείρει ὁμοίϊον" καὶ "νεῖκος ὁμοίϊον ἔμβαλε μέσον" καὶ "θάνατον μὲν ὁμοίϊον" καὶ "τέλος ὁμοίϊον πολέμου", ἵνα εἴη ὁμοίϊον περὶ ὃ πάντες ὁμοίως διάκεινται ὡς χαλεπόν. τὸ μέντοι εἰπεῖν γῆρας ὁμοίϊον τὸ ὁμοίως πᾶσιν [755] ἐπικείμενον τοῖς ἐπιτεινομένοις εἰς τὸ ζῆν εὐνόητον μέν, οὐκ ἀρέσκει δὲ τοῖς παλαιοῖς.

(v. 321) Τὸ δὲ ἔα σημαίνει μὲν κἀνταῦθα τὸ ἦν, δηλοῦται δὲ περὶ αὐτοῦ ἀκριβῶς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.

(v. 319) Ὅτι Νέστωρ Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος ἢ Ἀφείδαντος ἀνεῖλεν, ὡς αὐτὸς λέγει, μονομαχήσας ἐκ προκλήσεως ἐν μάχῃ τῇ περὶ γῆς ὅρων προμαχῶν τῶν Πυλίων. φασὶ δὲ καί, ὡς ὑπὸ χαρᾶς ὁ Νέστωρ τότε τὸ περιορισθὲν χωρίον ἅπαν ἐξῆλθε καὶ ὅτι ἔτι σκαρίζοντος τοῦ Ἐρευθαλίωνος ἐφορμήσαντες οἱ Ἀρκάδες τοῖς Πυλίοις αἴφνης συνέβαλον καὶ ἐνίκησαν καὶ θάψαντες τοὺς νεκροὺς ἐπέγραψαν· "ἐνθάδ' Ἐρευθαλίωνα φίλους τ' ἐπὶ τύμβον ἔθηκαν Ἀρκάδες, βασιλῆος γένος ἔξοχον Ἱππομέδοντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο".

(v. 318 s.) Σημείωσαι δέ, ὅπως ὁ ἐν ἄλλοις πολύλογος Νέστωρ καιρίως νῦν ἐστένωσε τὸ διήγημα εἰπών· "μάλα μὲν ἐθέλοιμι οὕτως εἶναι, ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν", ἤτοι ἐφόνευσα. οὐ γὰρ ἦν πολυλογεῖν ἐν τοιούτῳ καιρῷ, μᾶλλον δὲ περιαυτολογεῖν. εἰ δὲ ὁ βασιλεὺς μετ' ὀλίγα τὴν τοῦ Τυδέως ἱστορίαν πλατυλογεῖ, ἀλλ' ἐκεῖνος εἰς χρήσιμον τῷ καιρῷ τοῦτο ποιεῖ ἐπὶ ἐλέγχῳ τοῦ Διομήδους. Σημείωσαι δέ, ὅτι πολλαχοῦ εἴωθεν ὁ ποιητὴς ἀνδραγαθοῦντα πάλαι ποτὲ τὸν Νέστορα ἱστορεῖν, ἵνα ὁ γέρων εἴη ἀριστεὺς κατὰ τὸ παρῳχημένον, ἐπειδὴ κατὰ τὸ ἐνεστὼς ἀνδραγαθεῖν οὐ δύναται. σύγκεινται οὖν τοῖς Τρωϊκοῖς νεκροῖς παρὰ τῇ ποιήσει ταύτῃ καί οἱ ποτε τοῦ Νέστορος. καὶ οὕτω καὶ αὐτὸς οὐκ ἀργὸς φαίνεται, ἀλλὰ τοῖς ἀριστεῦσι συγκαταλέγεται, τῷ Τρωϊκῷ τούτῳ πολυανδρίῳ ἐπιρρίπτοντος οἷον τοῦ ποιητοῦ καὶ τοὺς τοῦ γέροντος Νέστορος νεκρούς. ἐνταῦθα οὖν πρῶτον ὁ ποιητὴς παραρρίψας παλαιὸν νεκρὸν τοῦ Νέστορος, εἶτα τὸν υἱὸν Ἀντίλοχον παραγαγὼν ἀριστεύοντα, χωρήσει ἐπὶ τὰ ἑξῆς.

(v. 319) Ὅρα δὲ καί, ὡς ἐνταῦθα μὲν ἐπ' ὀλίγον ἐμνήσθη τοῦ Ἐρευθαλίωνος, ἐν μέντοι τοῖς ἑξῆς που πλατύτερον μεμνήσεται μερίσας καὶ τὴν τοιαύτην ἱστορίαν διαφόροις τόποις, ὡς ἔθος ἔχει ποιεῖν ἐν πολλοῖς. [Ἰστέον δέ, ὅτι οὐ πόρρω τῆς κατὰ τὸν Φοίνικα ἐννοίας ὁ Ἐρευθαλίων κεῖται. ὁ Φοῖνίξ τε γὰρ τὸ κύριον, ὥσπερ καὶ ὁ καρπός, παρὰ τὸ φοινίκεον καὶ οὕτως ἐνέρευθες τῆς χροιᾶς καλεῖται καὶ ὁ Ἐρευθαλίων δὲ ὁμοίως.] Τὸ δὲ κατέκταν ἔστι μὲν καινόσχημον, δοκεῖ δὲ καὶ αὐτὸ Αἰολικὸν εἶναι, ὡς ἀπὸ τοῦ κατακτάς κατακτάντος, ἢ μᾶλλον ἀποκοπὴν παθεῖν ἐκ τοῦ ἔκτανον πρώτου προσώπου.

(v. 322-325) Ὅτι γέρων ἀπόμαχος εἴποι ἂν ἐν καιρῷ τὸ "κελεύσω βουλῇ καὶ μύθοισι, τὸ γὰρ γέρας ἐστὶ γερόντων· αἰχμὰς δ' αἰχμάσσουσι νεώτεροι, οἵπερ ἐμοῦ ὁπλότεροι, πεποίθασί [756] τε βίῃφι".

(v. 324) Ἀττικὸν δὲ τὸ αἰχμὰς αἰχμάσσουσιν, ὡς τὸ δαίνυ δαῖτα καὶ ἱδρῶθ', ὃν ἵδρωσα, καὶ ἁπλῶς ἡ μυριαχοῦ συμπαρακειμένη θέσις τῶν ῥημάτων καὶ τῶν ἐκεῖθεν γεννωμένων ὀνομάτων. ἴσως δὲ καὶ παρήχησις τοῦτό ἐστι, καθὰ καὶ τὸ "τὸ γὰρ γέρας ἐστὶ γερόντων". αὐτὸ δὲ καὶ εἰς ἐτυμολογίας πίπτει σχῆμα. παρὰ τὸ γέρας γὰρ οἱ γέροντες.

(v. 325) Ὁπλότεροι δὲ οὐ μόνον οἱ νεώτεροι, ἀλλὰ μάλιστα οἱ μάχιμοι καὶ ὅπλα αἴρειν δυνάμενοι, ἔτι δὲ καὶ οἱ ἁπλῶς ἐργατικοὶ καὶ ἐνεργεῖς. ὅπλα γὰρ πάσης τέχνης τὰ ἐργαλεῖα καὶ ὁπλίζεσθαι τὸ εἰς ἔργον ἑτοιμάζεσθαι. διὸ καὶ παρακατιών φησι· "δαῖτα ἐφοπλίζοιμεν".

(v. 322 s.) Τὸ δέ "κελεύσω βουλῇ καὶ μύθοις" ἐμφαίνει, ὅτι ἔστι καὶ ἔργοις κελεύειν, καθὰ καὶ διδάσκειν οὐ μόνον λόγοις ἀλλὰ καὶ ἔργοις ἔστιν.

(v. 327) Ὅτι τὸ "εὗρ' υἱὸν Πετεῶο" ἀσυνδέτως καὶ γοργῶς προάγει ὁ ποιητὴς συντέμνων τῇ τοῦ βασιλέως σπουδῇ καὶ τὴν φράσιν. γοργότερον γὰρ τοῦ συνδεδεμένου τὸ ἀσύνδετον. τοιοῦτον καὶ πρὸ ὀλίγου τὸ "εὗρε Λυκάονος υἱόν". προϊὼν δὲ μετὰ συνδέσμου ἐρεῖ "εὗρε δὲ Τυδέος υἱόν". Ὁ δὲ Πετεὼς Ἀττικὴν ἔχει κατά τινας κλίσιν ἰσοσύλλαβον· ἔστι γὰρ τοῦ Πετεῶ καὶ πλεονασμῷ τοῦ ο μικροῦ Πετεῶο, κατὰ ὁμοιότητα τῶν διαλελυμένων γενικῶν, ὧν, ὡς προεγράφη, ἀνόμοιοι ταῖς παραληγούσαις αἱ λήγουσαι. κεῖται δὲ ἡ λέξις καὶ ἐν τῇ Βοιωτίᾳ. [Κατὰ δέ τινας ὁ Πετεός, τοῦ Πετεοῦ ἐστι, καὶ ποιητικῶς Πετεοῖο, καὶ τροπῇ συνήθει τῆς οι διφθόγγου εἰς ω μέγα Πετεῶο, οὗπερ ἡ κλῆσις παρὰ τὸ πέτεσθαι, ὡς πτηνοῦ διὰ τὸ ὠκύπουν. ἦν δὲ ἄν, καθὰ καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται, ὡς Πετεώς Πετεώ, καὶ προσλήψει τοῦ ο Πετεῶο κατὰ τὸ ἀνωτέρω παραδεδομένον, οὕτω καὶ Ἄθως Ἄθω Ἄθωο ἐν τῷ "ἐξ Ἄθοω [757] δ' ἐπὶ πόντον ἐδύσατο κυμαίνοντα", κωλύοντος δὲ τοῦ μέτρου παρέληξε τὸ μικρὸν ο, ὡς καὶ ἐν τῷ φῶς φόως καὶ Κῶς Κόως.]

(v. 328) Ὅτι τοὺς Ἀθηναίους μήστωρας ἀϋτῆς λέγει, ὅ ἐστι βουλευτικοὺς ἐν μάχῃ. καὶ δὴ τακτικώτατος ἱστορεῖται εἶναι ὁ Ἀττικὸς οὗτος βασιλεὺς Μενεσθεύς, ὡς καὶ ἡ Βοιωτία δηλοῖ. τοὺς δὲ Καδμείους προϊὼν κέντορας ἵππων ἐρεῖ ὡς εὖ πωλοδαμνοῦντας. ἄλλως γὰρ οὐκ ἔπαινος ἵππου τὸ κεντεῖσθαι, ἀλλὰ ὀκνηρίας ἔνδειξις, καθὰ δηλοῖ καὶ Πίνδαρος ἀκέντητόν τινα ἵππον ἐπαινῶν ὡς εὐπρόθυμον.

(v. 330) Τὰς δὲ τῶν Κεφαλλήνων στίχας οὐκ ἀλαπαδνὰς μετ' ὀλίγα φησίν, ἀλλὰ δηλαδὴ ἐξ ἐναντίου ἀνδρειοτάτας, ὥσπερ ἀλλαχοῦ τὸν Αἴαντα λέγει οὐκ ἀφαυρότατον Ἀχαιῶν ἀντὶ τοῦ ἀνδρειότατον. καὶ οὐκ ἐγήθησεν Ἀχιλλεύς, ἀλλὰ δηλονότι τοὐναντίον πολλὰ ἐλυπήθη. τοιοῦτον καὶ Σοφοκλέους περὶ Οἰδίποδος τὸ "πρέσβυς, οὐ πάνυ μοίρας εὐδαιμονίσαι πρώτης", ἤγουν γέρων οὐ τῆς πρώτης μοίρας τῶν εὐδαιμονιζομένων, ἀλλὰ δηλαδὴ τῆς ἐσχάτης. ὅμοιον καὶ παρ' Ἡροδότῳ τὸ "ὁμιλήσαντα Ἑλλήνων οὐ τῷ ἀσοφωτάτῳ σοφιστῇ Πυθαγόρᾳ", ἀλλὰ δηλαδὴ ἀνάπαλιν τῷ πάνυ σοφῷ. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα. ὅτι δὲ ταῖς τοιαύταις ἄρσεσι χρὴ συνυπακούεσθαι καὶ θέσιν, ἐδήλωσε πρὸ βραχέων Ὅμηρος ἐν τῷ "οὐ βρίζοντα οὐδὲ καταπτώσσοντα οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι, ἀλλὰ μάλα σπεύδοντα". Τὸ δὲ μήστωρες οὐ διὰ μέτρον ἐκτείνει τὴν παραλήγουσαν, ἀλλὰ κατὰ διάλεκτον Ἀττικήν. ὅτι δὲ Κεφαλλήνων ἄρχει ὁ Ὀδυσσεύς, καὶ ἐν τῇ Βοιωτίᾳ δηλοῦται, ὅπου, ὡς καὶ ἐν Ὀδυσσείᾳ, εἴρηται καὶ πόθεν ἕλκουσιν οἱ Κεφαλλῆνες τὸ ὄνομα.

(v. 329) Ὅτι πλησίον τῶν Ἀθηναίων ὁ Ὀδυσσεὺς τάττεται χαίρων αὐτοῖς, ὡς εἰκός, διά τε τὴν τοῦ ἔθνους λογιότητα καὶ διὰ τόν, ὡς ἐρρέθη, τακτικώτατον ἐν αὐτοῖς βασιλέα Πετεών. [(v. 331) Κεῖται δ' ἐν τούτοις καὶ τὸ "ἠκούετο λαός" ἀντὶ τοῦ ἤκουεν, Ἀττικὸν ὂν καὶ Ἰωνικὸν καὶ αὐτό, καθὰ παρὰ Σοφοκλεῖ σὺν μυρίοις ἄλλοις καὶ τὸ "ἐσῴζετο τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται", ἀντὶ τοῦ ἔσῳζε καὶ ἀντὶ τοῦ σῴζει.]

(v. 333-335) Ὅτι σχῆμα κεῖται ἀμφιβολίας καὶ ἐνταῦθα δύο ἐννοίας προϊσχόμενον. φησὶ γάρ, ὡς οἱ περὶ Μενεσθέα καὶ Ὀδυσσέα "ἵσταντο μένοντες", ἤτοι ἀναμένοντες, [758] "ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο", τουτέστιν ἀνέμενον, πότε ἂν πύργος, ἤτοι τάξις Τρώων κατὰ τῶν Ἀχαιῶν ἐκταχθεῖσα, προεπιχειρήσῃ καὶ κατάρξῃ τῆς μάχης ἐπὶ παραβάσει τῶν συνθηκῶν συμπαρασπονδήσασα τῷ Πανδάρῳ. ἢ καὶ ἄλλως, ἀνέμενον συντεταγμένοι, ὡς εἴρηται, οἱ Ἀθηναῖοι καὶ οἱ Κεφαλλῆνες, ὁπότε πύργος Ἀχαιῶν ἄλλος, Ἑλληνικὸς δηλαδή, κατὰ Τρώων ὁρμήσει, ὃ καὶ κάλλιον, ὡς δῆλον καὶ ἐκ τοῦ ἐφεξῆς εἰπεῖν, ὅτι ὁ βασιλεὺς ἔβη μετ' ἄλλους, ἵνα ὥσπερ τὸ μετ' ἄλλους, οὕτω καὶ τὸ πύργος ἄλλος νοοῖτο ἐπὶ Ἀχαιῶν. εἰ καί τινες αἰτιῶνται καὶ τοῦτο λέγοντες δεῖν συντεταγμένως αὐτοὺς πολεμεῖν.

(v. 338-348) Διόπερ ὁ Ἀγαμέμνων κακοῖς δόλοις κεκασμένον καὶ τὰ ἑξῆς τὸν Ὀδυσσέα ἐρεῖ αἰτιασάμενος καὶ τὸν Μενεσθέα ἐν τῷ εἰπεῖν οὕτως· "ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον, τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ' ἄλλους; σφῶϊν μέν τ' ἐπέοικε μετὰ πρώτοισιν ἐόντας ἑστάμεν ἠδὲ μάχης καυστειρῆς ἀντιβολῆσαι. πρῶτοι γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο, ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζοιμεν Ἀχαιοί· ἔνθα φίλ' ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα οἴνου πινέμεναι μελιηδέος, ὄφρ' ἐθέλητον. νῦν δὲ φίλως χ' ὁρόῳτε", ἤγουν ἡδέως ἂν βλέποιτε, "καὶ εἰ δέκα πύργοι Ἀχαιῶν ὑμῶν προπάροιθε μάχοιντο". συνάγει δὲ ὁ λόγος, ὅτι αἰσχρὸν ἐν συμποσίῳ μὲν τοῖς πρώτοις καταλέγεσθαι ὑμᾶς, ἐν δὲ μάχῃ τοῖς δεκάτοις. καὶ οὕτω μὲν ὁ βασιλεύς.

(v. 349-351) Ὀδυσσεὺς δὲ οὐκ ἐνεγκὼν τὴν ἐπίπληξίν φησιν· "Ἀτρείδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;" ὃ δὴ μυριαχοῦ τῆς Ὁμηρικῆς κεῖται ποιήσεως· "πῶς δὴ φῂς πολέμοιο μεθιέμεν, ὁππότ' Ἀχαιοὶ Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;" δικαιολογούμενος ἀπὸ καιροῦ πρὸς τὸ ἀργεῖν καὶ δοκεῖν πτώσσειν καὶ ὁμολογῶν μὲν ἵστασθαι, αἴτιον δὲ τούτου λέγων τὸ μὴ εἶναι νῦν πόλεμον ὀξύν. Πρὸς ὃ μηδὲν ἔχων ὁ βασιλεὺς ἀντειπεῖν ἱλαρυνθήσεται μικρὸν ὅσον.

(v. 353-355) Τέως δὲ προστίθησιν Ὀδυσσεὺς καὶ ταῦτα· "ὄψεαι, ἢν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα Τρώων· σὺ δὲ ταῦτ' ἀνεμώλια βάζεις". Ἔνθα σημείωσαι, ὡς Ὀδυσσεὺς μὲν ἄρτι ὀργῆς γέγονεν ἀκρατὴς ἐν δέοντι, Διομήδης μέντοι φέρει ἐν τοῖς ἑξῆς τὴν ἐπίπληξιν ἀκούσας τὸ "τί πτώσσεις" καὶ τὰ ἐφεξῆς. αἴτιον δέ, ὅτι αὐτὸς μὲν νέος, Ὀδυσσεὺς δὲ πρεσβύτερος καὶ φρονιμώτερος. οἱ δὲ τοιοῦτοι τιμᾶσθαι σφᾶς αὐτοὺς δεῖν οἴονται. καὶ ἄλλως δέ, ὁ Ὀδυσσεὺς ὡς πανοῦργος ἐπιπλήσσεται καὶ δριμύτερον ἤπερ ὁ Διομήδης. αὐτῷ γὰρ ὁ τοῦ πατρὸς Τυδέως ἔπαινος μειώσει τὴν ὕβριν. ἔτι δὲ λάλος ἐπικληθεὶς ὁ Διομήδης σιωπήσει, ἵνα μὴ βεβαιώσῃ τοῖς ἔργοις τὴν ὕβριν. ἤκουσε γὰρ τοῦ πατρὸς χερείων εἶναι τῇ μάχῃ, ἀμείνων δὲ τῇ ἀγορᾷ. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ὀδυσσέως.

(v. 356-363) Ὁ δὲ [759] βασιλεὺς γνοὺς εὐλόγως αὐτὸν ὀργιζόμενον, ἐπιμειδήσας καὶ ἀγαλλιάματι κεράσας τὸ σκυθρωπὸν συγγνώμην τε αἰτεῖ καὶ μειλίχια προσφωνεῖ. φησὶ γὰρ περὶ αὐτοῦ ὁ ποιητὴς οὕτω· "τὸν δ' ἐπιμειδήσας προσέφη, ὡς γνῶ χωομένοιο· πάλιν δ' ὅ γε λάζετο μῦθον", τουτέστιν ἀνέλαβε τὸν λόγον ἀνάπαλιν εἰπών· "Διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, οὔτε σε νεικείω περιώσιον οὔτε κελεύω· οἶδα γάρ, ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις, ἅ τ' ἐγώ περ. ἀλλ' ἴθι, ταῦτα δ' ὄπισθεν ἀρεσσόμεθα, εἴ τι κακὸν νῦν εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν". τοῦτο δὲ μεταποιήσοι τις ἂν παρῳδήσας, ὅτε τινὶ μετὰ νεῖκος φιλιοῦται. θαυμασία δ' ἐν τοῖς ῥηθεῖσιν ἡ Ὁμηρικὴ μέθοδος. πρὸ γὰρ τῶν πολεμικῶν ἔργων ψυχαγωγεῖ τὸν ἀκροατὴν ἐν τούτοις λόγων ἡδέων τε καὶ πικρῶν κράματι. πικροὶ μὲν γὰρ οἱ ψόγοι, εὐπρόσιτοι δὲ οἱ ἔπαινοι. πρέπουσι δὲ ἄμφω προσώποις ἐνδόξοις. διὸ καὶ ταχὺ παύονται. ἄλλως γὰρ, εἴπερ ἦν ἂν ὁμοιότης ἐν τούτοις, ἐποίησεν ἂν δεινὰ ἡ ἐν αὐτοῖς σκωπτικὴ τραχύτης. Ἰστέον δὲ καί, ὅτι σκώπτει τὸν Ὀδυσσέα ὁ βασιλεύς, ἐπειδὴ θαρρεῖ τά γε εἰς αὐτόν. διὸ καὶ ὡς οἰκείῳ ἀπαρατηρήτως προσφέρεται, καθὰ καὶ πρὸ τούτου τὸ βασιλικὸν συμπόσιον ἔδειξεν. οὐ πάνυ δὲ πικρὸν τὸ σκῶμμα. τί γὰρ μέγα δεινόν, εἰ κακοῖς δόλοις κεκοσμῆσθαι λέγει αὐτόν; ὃς οὐκ ἐπαισχύνεταί που τὸ παντοίοις δόλοις κοσμεῖσθαι, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις μέλεσθαι λέγει διὰ τοὺς δόλους. ὅθεν καὶ παρασημαίνεται ὁ βασιλεύς, ὡς οὐ φιλονεικεῖ αὐτὸν περιώσιον ἤτοι μέγα. δι' οὗ διδάσκει ὁ ποιητής, ὅπως δεῖ τοῖς φίλοις προσφέρεσθαι, ὡς δέον ὂν μὴ νεικεῖν περιώσιον, ἵνα ὕστερον δυνώμεθα καὶ ἀρέσεσθαι ἤτοι συναρμοσθῆναι φιλικῶς καὶ εἰς ἀρθμόν, ὅ ἐστιν ἁρμονίαν φιλίας, ἐλθεῖν. τὸ γὰρ νεῖκος στάσις τε καὶ διάστασις. καὶ τοιάδε μὲν ταῦτα.

(v. 338 s.) Ἐν δὲ τῷ "ὦ υἱὲ Πετεῶο" ἐκτείνεται ἡ λήγουσα τῆς κλητικῆς, ὡς καὶ ἑτέρωθι δηλοῦται, λόγῳ κοινῆς συλλαβῆς, διά τε τὴν προηγουμένην δασεῖαν καὶ διὰ τὴν ἐπικειμένην ὀξεῖαν καὶ διὰ τὴν τῆς λέξεως καταπεραίωσιν καὶ διὰ τὸ δύνασθαι διπλασιάζεσθαι τὸ ἐπαγόμενον ἄφωνον. Τὸ δέ "κακοῖσι δόλοισι" πρὸς διαφορὰν κεῖται δόλων ἑτέρων ἀγαθῶν, οἷς ἐπαινετῶς ἄν τις κοσμοῖτο, [καθὰ καί τις ἄλλος κλεπτοσύνῃ θ' ὅρκῳ τε τοῖς οὐ κακοῖς, ψεγόμενος μέντοι καὶ ἐκεῖνος, ἤκουσεν ἂν κακῇ τε κλεπτοσύνῃ καὶ κακοῖς ὅρκοις κεκοσμῆσθαι. ὅτι δὲ καὶ ἀψεγέσι δόλοις ὁ πολυμήχανος Ὀδυσσεὺς ἐκοσμεῖτο, [760] δι' οὓς πᾶσιν ἀνθρώποις οὐκ ἐμισεῖτο ἀλλ' ἔμελεν, ὁ ποιητὴς ἱστορεῖ. οὕτω τις καὶ ἀπάτῃ χρώμενος εἰς δέον οὐκ ἂν ψέγοιτο, εἴγε κατὰ τὴν παροιμίαν ἀπάτης ἀγαθῆς οὐκ ἀποστατεῖ θεός. ᾗ ἀντίκειται ἡ κακή, ὁποίαν ὁ βασιλεὺς ἐκ Διὸς ἔπαθε. διὸ καί, ὡς ἐκ τοῦ ἀψόγου δόλου ὠνομάσθη, ὡς εἰκός, ὁ Δόλιος, τὸ κύριον, καὶ ὁ Δόλοψ, οὕτω ἐκ τῆς οὐ φαύλης ἀπάτης ὁ Ἐλεφήνωρ, ὡς ἐκ τοῦ ἐλεφαίρω, τὸ ἀπατῶ, καθὰ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δηλοῦται. Ὅτι δὲ Ὀδυσσεὺς ὡς καὶ δόλιος καὶ δόλων ἆτος ἐξ Ἑρμοῦ ἐλέγετο κατάγεσθαι, δῆλόν ἐστιν. ἐξ Ὁμήρου δὲ παρείλκυσε καὶ Σοφοκλῆς κίναδος ἐπίτριπτον τὸν Ὀδυσσέα σκῶψαι ὡς δόλιον κατὰ ἀλώπεκα τὴν καὶ κερδώ, ἀφ' ἧς εἴη ἂν καὶ κερδαλεόφρων. καὶ μὴν ἄλλως ἐνταῦθα] κερδαλεόφρονα τὸν Ὀδυσσέα ὁ βασιλεὺς καλεῖ, ὡς δῆθεν πραγματευόμενον τὸ ἔξω κινδύνων ἑστάναι.

(v. 340) Τὸ δέ "καταπτώσσοντες ἀφέστατε" δηλοῖ καὶ ἑτεροίαν εἶναι μάχης ἀπόστασιν μὴ ψεκτήν, ὁποίαν ὁ Ὀδυσσεὺς οἰκειοῦται, οὐκ ἂν μεθίεσθαι τοῦ πολέμου εἰπών, εἴπερ ἦν ὀξὺς Ἄρης, περὶ οὗ προδεδήλωται. συγκέκοπται δὲ τὸ ἀφέστατε ὡς ἀπὸ τοῦ ἀφεστήκατε. διὸ καὶ δασύνεται. ἐν δὲ τῷ "μίμνετε δ' ἄλλους" τὸ ἄλλους περὶ πύργων νοητέον, ὡς δηλοῦται ἐν τῷ "καὶ εἰ δέκα πύργοι Ἀχαιῶν πρὸ ὑμῶν μάχοιντο".

(v. 341) Τὸ δέ "μετὰ πρώτοισιν ἐόντας" καλὸν μὲν καὶ οὕτω γραφέν. ἦν δὲ γράψαι καὶ ἐοῦσι, κατὰ δοτικήν. ἀμφοτέρως γὰρ ἔχει τὸ ἀσόλοικον. ἡ δὲ τοιαύτη διπλόη τῆς συντάξεως πολλαχοῦ διαφαίνεται.

(v. 342) Μάχη δὲ καυστειρὴ μυριαχοῦ τῆς ποιήσεως ἡ θερμὴ καὶ πυρόεσσα κατὰ τὸ "μάχοντο δέμας πυρός". διὸ καὶ δηϊοτής καὶ δηΐς ἡ αὐτὴ, καὶ δήϊος πόλεμος, ἀπὸ τοῦ δαίω τοῦ δηλοῦντος τὸ καίω. ἡ δὲ γραφὴ τῆς παραληγούσης Βοιώτιος, ὡς καὶ ἡ τῆς ὠτειλῆς. Ἀντιβολεῖν δὲ ἀεὶ παρ' Ὁμήρῳ τὸ συναντᾶν καὶ ὡς εἰπεῖν ἄντην [761] βάλλειν καὶ ἐπιτυγχάνειν, παρὰ δὲ τοῖς νεωτέροις καὶ τὸ παρακαλεῖν παρὰ τὸ ἄντην ποδῶν βάλλεσθαι ἤτοι ῥίπτεσθαι τοὺς ἱκετεύοντας. [Διφορεῖται δὲ κατὰ σύνταξιν ἡ λέξις. ἐνταῦθα μὲν γὰρ μάχης ἀντιβολῆσαί φησίν, ἀντὶ τοῦ τυχεῖν καὶ ἄντην γενέσθαι, ἀλλαχοῦ δέ "εἴπερ μοι ἀντεβόλησαν ἐείκοσι" φησίν, ἀντὶ τοῦ συνήντησαν. τὸ μέντοι κοινότερον ἀντιβολεῖν αἰτιατικὴν πτῶσιν φιλεῖ. ἀντιβολῶ σε γάρ φαμεν.]

(v. 343) Τὸ δὲ ἀκουάζεσθον παράγωγον μέν ἐστι τοῦ ἀκούω, δηλοῖ δὲ συγκλήτους εἶναι εἰς δαῖτα τοὺς οὕτως ἀκουαζομένους. δῆλον γάρ, ὡς καλοῦνται οἱ ἀκουαζόμενοι κατὰ τὸν Ὅμηρον δαιτός.

(v. 344) Τὸ δέ "δαῖτα γέρουσιν" ἐφερμηνευτικόν ἐστι τοῦ οἶνον γερούσιον. ὡς γὰρ γέρουσιν ἐφοπλίζεται δαίς, οὕτω καὶ οἶνος. διὸ ῥηθείη ἄν, ὥσπερ οἶνος, οὕτω καὶ δαὶς γερούσιος. Ἰστέον δέ, ὅτι ἀπὸ κοινοῦ, καθὰ καὶ προδεδήλωται, ἦσαν τὰ βασιλικὰ συμπόσια, ὡς δηλοῖ καὶ τὸ "ἐφοπλίζοιμεν Ἀχαιοὶ δαῖτα". ἄλλως γὰρ οὐκ ἐνεχώρει τὸν βασιλέα οἴκοθεν δαπανᾶν ὡς τοὺς μὲν ἄλλους ἔχειν τὰ οἰκεῖα γέρα, αὐτὸν δὲ ἧσθαι δευόμενον. Δῆλον δὲ καί, ὡς γέροντας κἀνταῦθα συνήθως τοὺς ἐντίμους λέγει, οἷς μόνοις ἦν ἡ ἀπὸ κοινοῦ δαίς, ἣν τιμίαν ἔκρινον οἱ τότε ἀριστεῖς, ὡς καὶ ἡ Ὁμηρικὴ ἱστορία δηλοῖ.

(v. 345) Τὰ δὲ ὀπταλέα κρέα καὶ σῖτον ὀπτὸν ῥηθείη ἂν καθ' Ἡρόδοτον καὶ ἐπὶ ἄρτου δὲ ἡ τοιαύτη λέξις τίθεται, ὡς ὁ αὐτὸς δηλοῖ ἐν οἷς λέγει, ὅτι λωτοῦ τι εἶδος πτίσαντες Αἰγύπτιοι ποιοῦνται ἐξ αὐτοῦ ἄρτους ὀπτοὺς πυρί. γίνεται δὲ τὸ μὲν ὀπταλέον πλεονασμῷ τῆς αλ συλλαβῆς ἐκ τοῦ ὀπτόν, αὐτὸ δὲ κατὰ συγκοπὴν ἐκ τοῦ ὀπτῶ ὀπτήσω ὀπτητόν. τὸ γὰρ ἀπαθὲς ὀπτόν τὸ θεατὸν δηλοῖ, ὡς καὶ Ἀθήναιος λέγει, ἔνθα σοφίζεται εἶναι ἰχθὺν ὠμόν, ὀπτόν. ἔοικε δὲ ὁμοίως ἐκ τοῦ ἕψω ἑψήσω ἑψητόν γενέσθαι τὸ ἑφθόν, κατὰ συγκοπὴν καὶ τροπήν. τάχα δὲ καθ' ὁμοιότητα τοῦ ὀπτητόν ὀπτόν εἴρηται παρ' Ἀριστοτέλει καὶ ἑρπτόν τὸ ἑρπετόν.

(v. 346) Τὸ δέ "ὄφρα ἐθέλητον" νῦν μὲν σαφῶς εἴρηται, ἀλλαχοῦ δὲ περιφράζων ποιητικώτερον πόσιος καὶ ἐδητύος ἐξ ἔρον εἷναί φησιν, ἤγουν τὴν ἐπιθυμίαν πληρῶσαι, καὶ ἐξ ἔρον ἕντο, ἤγουν τὴν ἐπιθυμίαν ἐπλήρωσαν. [762]

(v. 347) Τὸ δὲ ὁρόῳτε, ὅπερ οἱ μεθ' Ὅμηρον ὁρῴητέ φασιν, ἐκ τοῦ ὁράοιτε ὁρῷτε γίνεται πλεονασμῷ Ἰωνικῷ τοῦ προπαραλήγοντος ο. πρῶτον δὲ αὐτοῦ πρόσωπον τὸ ὁρόῳμι, οὗ κοινὸν τὸ ὁράοιμι ὁρῷμι. [ἔστι δὲ τὸ "φίλως χ' ὁρόῳτε" ταὐτὸν τῷ ἡδέως ἂν βλέποιτε, ὃ διαστέλλεται πρὸς τὸ σὺν φόβῳ ὁρᾶν.] Πύργος δέ, ὡς καὶ πρὸ μικροῦ ἐρρέθη, τάξις στρατιωτική, καθὰ καὶ τὸ πλινθίον. πεπύκνωτο δὲ τετραγωνοειδῶς κατὰ σχῆμα πύργου, ὡς διδάξει παραβολικῶς ἀλλαχοῦ ὁ ποιητὴς ἁρμονίᾳ λίθων τοίχου εἰκάσας τοῦτον τὸν τακτικὸν πύργον.

(v. 351) Τὸ δέ "πῶς δὴ φῂς πολέμοιο μεθιέμεν" καὶ ἑξῆς τραχέως ἠρώτηται, ὡς τοῦ βασιλέως μὴ ἔχοντος ἀποκρίνασθαι.

(v. 352) Ὀξὺς δὲ Ἄρης ὁ τῶν ἤδη συμβεβληκότων εἰς μάχην. ὁ γὰρ πρὸ τῆς συμβολῆς τῆς μεθ' ὅπλων οὐκ ὀξύς ἐστιν, ἀλλ' ὡς εἰπεῖν ἀμβλὺς διὰ τὸ ἀνουτάτους ἔτι καὶ ἀτρώτους μένειν τοὺς ἀντιμάχους. καὶ ἄλλως δέ, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, ὀξὺς Ἄρης διὰ τὸν ὀξὺν σίδηρον, ὃς καὶ αὐτὸς Ἄρης κατ' ἀλληγορίαν λέγεται, [ἵνα ᾖ ἐγείρειν ὀξὺν Ἄρην τὸ μὴ κατακοιμίζειν ὑπὸ ἡσυχίᾳ τὰ ὄργανα τῆς μάχης, ἀλλ' ἐγείρειν καὶ ἐπανιστᾶν τοῖς ἐχθροῖς.]

(v. 353) Τὸ δέ "ὄψεαι ἢν ἐθέλῃσθα" καὶ ἑξῆς, σκῶμμά τι λεληθὸς ἔχει πρὸς τὸν βασιλέα, ὡς ἐν τῷ καιρῷ τοῦ ὀξέος πολέμου μὴ ἂν δυνησόμενον ἐπέρχεσθαι καθ' ἡσυχίαν καὶ ἐπιτηρεῖν τοὺς στρατηγούς. διὸ καὶ εἴποι ἄν τις τὸ "ἢν ἐθέλῃσθα" ταὐτὸν εἶναι τῷ "εἰ δύνασαι". πολλαχοῦ γὰρ καὶ ἐπὶ τοιούτου σημαινομένου τίθεται τὸ ἐθέλειν. τοῦ δὲ μεμήλῃ πρῶτον πρόσωπον τὸ μέμηλα ὡς καὶ τοῦ ὀλώλῃ τὸ ὄλωλα, καθὰ καὶ προδεδήλωται.

(v. 354) Τὸ δέ "Τηλεμάχοιο φίλον πατέρα" ὀνειδισμόν τινα ἔχει, ὡς τοῦ Ὀδυσσέως πατρὸς μὲν ὄντος, διὰ δὲ τὸν βασιλέα παρ' οὐδὲν θεμένου τὰ φίλτατα καὶ νῦν ὑβριζομένου ἐφ' οἷς ἔδει αὐτὸν καὶ ἀμοιβὴν σχεῖν μεγάλην. [Τὸ δέ "προμάχοισι μιγέντα" ἔστι μὲν περίφρασις τοῦ προμαχόμενον, φιλεῖται δὲ Ὁμήρῳ κατὰ τὴν αὐτοῦ φραστικήν, καθὰ καὶ Πινδάρῳ, παρ' ᾧ καὶ τὸ νικῆσαι νίκῃ μιγῆναι λέγεται.]

(v. 355) Τὸ δέ "ἀνεμώλια [763] βάζεις" ταὐτόν ἐστι τῷ "ψευδῆ λέγεις". ὁ μὲν γὰρ ἀληθὴς λόγος πράγμασιν ἐγκαθήμενος οὐκ ἂν ἀνέμοις λέγοιτο φέρεσθαι, ὁ δὲ ψευδὴς κενεμβατῶν ἀέρος μόνον ἔστι πληγὴ καὶ πλέον οὐδέν. Σημείωσαι δέ, ὅπως ὁ μὲν συνετὸς ῥήτωρ Ὀδυσσεὺς ἀνεμώλια βάζειν τὸν βασιλέα λέγει, οὐ πάνυ τραχύνων τὸ σκῶμμα, Σθένελος δὲ ἐν τοῖς ἑξῆς ἀπαιδευτότερον λαλῶν "μὴ ψεύδεο", φησίν, "ἐπιστάμενος σάφα εἰπεῖν". Ἰστέον δὲ καί, ὅτι, ὥσπερ σόος σῶς, κατὰ συναίρεσιν τῶν δύο μικρῶν ο εἰς μέγα, καὶ πρόορα πρώρα καὶ ὁμοορόφιος ὁμωρόφιος καὶ τὸ οἰκίδιον τᾠκίδιον, οὕτω καὶ ἀνεμοόλια ἀνεμώλια, τὰ ἀνέμοις οἷον ὀλλύμενα καὶ ὡς εἰπεῖν ἀνεμόφθορα.

(v. 356) Τὸ δὲ ἐπιμειδήσας καίριον ἐν τοῖς παροῦσιν. οὐ γὰρ ἐχρῆν τὸν βασιλέα, οὕτω θυμωθέντα ὡς καὶ ὑβρίσαι, ταχὺ μεταβληθῆναι τοῦ χόλου ὡς καὶ χανδὸν γελάσαι. ἀρκεῖ δὲ μόνον σεμνῶς γαληνιάσαι ὡς εἰς μειδίαμα καὶ οὕτω καταστορέσαι τὴν κύμανσιν τῆς ψυχῆς, ὁποῖόν τι ἐν ἄλλοις καὶ ὁ γέλως ἀνύει κατὰ Ὁμηρικὴν μέθοδον.

(v. 357) Τὸ δέ "γνῶ χωομένοιο" σύστοιχόν ἐστι τῷ "πολέμων εὖ εἰδώς" καὶ "εἰδὼς πυγμαχίης". διὸ καὶ γενικῇ κατ' ἐκεῖνα συντάσσεται, ἵνα ᾖ τὸ "γνῶ χωομένου" ἀντὶ τοῦ γνῶσιν καὶ εἴδησιν ἔσχεν ὀργιζομένου. τοιοῦτον δὲ καὶ ἐν Ὀδυσσείᾳ τὸ "γνώτην ἀλλήλων".

(v. 358) Τὸ δὲ πολυμήχανε πάνυ δεξιῶς ἐξεφωνήθη πρὸς ἔπαινον, ὥσπερ ἀνωτέρω αὐτοῦ τὸ πολύμητις Ὀδυσσεύς. τὸ γάρ "κακοῖσι δόλοισι κεκασμένε" μεταλαβὼν ἐν τῇ δευτέρᾳ προσφωνήσει σεμνότερον ὁ βασιλεὺς πολύμητιν καὶ πολυμήχανον τὸν Ὀδυσσέα καλεῖ, ὡς οὕτω δέον αὐτὸν καλεῖσθαι, οἷα τῆς μηχανῆς εὐφημοτέρας οὔσης τοῦ δόλου, καὶ μάλιστα διὰ τὴν μετὰ τοῦ πολύ σύνθεσιν. ἄλλως γὰρ ὁ μὴ πολυμήχανος, ἀλλὰ παμμήχανος, ψέγοιτ' ἄν, εἰ καὶ ἐπ' ἔλαττον τοῦ παντοίοις δόλοις κεκοσμημένου, ὥσπερ ἂν ψεκτέος εἴη καὶ ὁ κατ' ἔλλειψιν τοῦ φρονεῖν ἀμήχανος ὡς ἀνόητος.

(v. 358) Σεμνύνει δὲ τὸν Ὀδυσσέα ὁ βασιλεὺς καὶ ἀπὸ τοῦ πατρός, καθὰ καὶ τὸν Μενεσθέα, καὶ ἀπὸ τῆς τύχης δέ, καὶ οὕτως ἐκθεραπεύει καὶ αὐτὸν εἰπών· "Διογενὲς Λαερτιάδη". ἠθικὰ δὲ ταῦτα πάντα καὶ οἷα διδάσκειν, ὅπως δεῖ καθομιλεῖν τοὺς καιρούς.

(v. 359) Τὸ δὲ περιώσιον, ὡς καὶ ἑτέρωθι δηλοῦται, [764] καθ' ὁμοιότητα γίνεται τοῦ θωυμάσιον. ὡς γὰρ ἐκεῖνο Ἰωνικῶς ἐκ τοῦ θαυμάζω θαυμάσω κεκίνηται, οὕτω καὶ τοῦτο ἐκ τοῦ περιαύω περιαύσω, τὸ φωνῶ, ἵνα ᾖ περιωύσιον, τὸ ἐξάκουστον τῇ ἐκφωνήσει, καὶ ἀπελεύσει τοῦ υ περιώσιον.

(v. 360) Τὸ δέ "οἶδα, ὥς τοι θυμὸς ἐνὶ στήθεσσι" καὶ ἑξῆς φιλίας ἐστὶ παραστατικόν.

(v. 361) Τὸ δέ "τὰ γὰρ φρονέεις, ἅ τ' ἐγώ περ" συνετέλεσέ τι καὶ αὐτὸ τῷ πρώτως εἰπόντι, ὅτι ὁ φίλος ἄλλος ἐγώ. δεῖ γὰρ ὡς ἐν τοῖς ἄλλοις κοινόν τινα ἐν κοινοῖς κατὰ τὴν τραγῳδίαν τῷ φίλῳ ξυνεῖναι, οὕτω καὶ ὁμοφρονεῖν, ὡς αὐτὸν ἐκεῖνον εἶναι κατὰ πάντα, ὅπου γε καὶ τάφους κοινοῦνται οἱ φίλοι καὶ τὰ ὀστᾶ σφίσι μίγδ' ἀλλήλοισιν ἐν ὁμῇ σορῷ τίθενται, ὅθεν πάνυ καλῶς εἴληπται καὶ τὸ "ὦ οὗτος" καὶ "ὦ αὕτη", ἀντὶ τοῦ "ὦ φίλε" καὶ "ὦ φίλη" ὡς τῶν οὕτω καλούντων δεικτικῶς τιθέντων τὸ οὗτος καὶ τὸ αὕτη καὶ ἑαυτοὺς ὑποδεικνύντων καὶ μονονουχὶ λεγόντων· "ὦ ἐγώ", ὡς ταὐτὸν ὂν ἐπὶ φίλου εἰπεῖν, ὦ σύ καὶ ὦ ἐγώ. Δήνεα δὲ τὰ βουλεύματα παρὰ τὸ δήν, ὃ σημαίνει τὸ ἐπὶ πολύ. ἀφ' οὗ καὶ δηναιὸς ὁ πολυχρόνιος. χρόνου γὰρ χρεία τοῖς ὀρθὰ βουλευομένοις. κατὰ γὰρ τὴν τραγῳδίαν φρονεῖν οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.

(v. 363) Μεταμώνια δὲ τὰ μάταια καὶ μὴ ὀνοῦντα, ὅ ἐστιν ὠφελοῦντα, ἵνα ἐκ τοῦ μη στερητικοῦ καὶ τοῦ ὀνῶ ἔχῃ κρᾶσιν ἡ λέξις τοῦ ο καὶ η εἰς ω μέγα, ὡς καὶ ἐπὶ τοῦ δῶμα γίνεται καὶ τοῦ σιωπή καὶ ἑτέρων πολλῶν. εἰ δὲ καὶ μεταμώλια γράφεται, εἴη ἂν ὁ σχηματισμὸς Ἀττικός. Ἀθηναῖοι γὰρ ἀντὶ τοῦ ν ἔστιν ὅτε λ τιθέασιν, ὁποῖον καὶ τὸ νίτρον καὶ ὁ πνεύμων, ἃ ἐκεῖνοι λίτρον φασὶ καὶ πλεύμονα, ὡς δηλοῖ καὶ ὁ Κωμικὸς ἐν τῷ "ψευδολίτρου κονίας" καὶ ἐν τῷ "πλευμόνων ἀνθάψεται". ὅμοιον δὲ τούτοις καὶ τὸ νεογιλόν. κἀνταῦθα γὰρ τὸ λ τοῦ ν ἀντέγκειται. νεογιλὸν γὰρ τὸ νεωστὶ γινόμενον [καί, ὡς ἓν ἀνθ' ἑνὸς κοινότερον φράσαι, νεογνόν.] τάχα δὲ καὶ τὸ γάλα οἱονεὶ γάνα ἐστὶ διὰ τὸ ἐξ αὐτοῦ γάνος. [(v. 366) Ὅτι ὥσπερ [765] δῶμα πηκτὸν τὸ εὐπαγὲς προσυπακουμένου δηλονότι τοῦ εὖ, οὕτω καὶ ἅρματα κολλητά, ὅ ἐστιν ἅρμα κολλητόν, τὸ εὖ κεκολλημένον ἤγουν συμπεπηγμένον. οὐ δήπου γὰρ ἀναγκαίως κόλλῃ τὸ ἅρμα συνείχετο. σφῆνες γὰρ μάλιστα καὶ ἧλοι ἁρμόττουσιν αὐτό.

(v. 367) Ὅτι ἐστὶ πατρωνυμικὸς τύπος καὶ διὰ τοῦ ιος. οὕτω γὰρ Τελαμώνιος Αἴας, ὁ τοῦ Τελαμῶνος, καὶ Σθένελος Καπανήϊος υἱός, ὁ τοῦ Καπανῆος, ὡς εἰκὸς δὲ καὶ Πηλήϊος, ὁ τοῦ Πηλῆος, καὶ Νηλήϊος, ὁ τοῦ Νηλῆος, κατὰ τὸ "Νηλήϊοι ἵπποι". ὅθεν καὶ ἀναλόγως Καπανηϊάδης ἐκ τοῦ Καπανήϊος παρῆκται κατὰ τὸ Δέξιος Δεξιάδης καὶ τὰ ὅμοια. δύναται δὲ οὕτως εἶναι καὶ Πηληϊάδης καὶ Νηληϊάδης καὶ ὅσα τοιαῦτα· ἴσως δὲ καὶ ἐκ τοῦ Καπανεύς, Καπάνειος, διαλέλυται ὁ Καπανήϊος υἱὸς προστεθειμένου τοῦ υἱός πρὸς διαστολὴν κτητικοῦ τινος, οἷον τοῦ Καπάνειος οἶκος ἢ Καπανήϊος ἵππος.]

(v. 370 s.) Ὅτι ὁ ἐν πολέμῳ δειλὸς ἀκούσοι ἂν οἰκείως τὸ περὶ τοῦ βασιλέως πρὸς τὸν Διομήδην ῥηθέν· "ὤ μοι δεῖνα, τί πτώσσεις, τί δ' ὀπιπτεύεις πολέμοιο γεφύρας;" τίνες δὲ αὗται, πρὸ ὀλίγου γέγραπται. Σημείωσαι δέ, ὅτι πάνυ ἀστεῖος ὁ λόγος οὗτος. ἐπεὶ γὰρ ἐφ' ἅρματος ὁ Διομήδης ἵσταται, σκώπτει αὐτὸν ὁ βασιλεὺς πεζὸς περιϊὼν ὡς ἐξ ἀπόπτου τὸν πόλεμον βλέποντα καὶ τὰς αὐτοῦ διεξόδους ὡς ἀπὸ σκοπιᾶς τινος καθορῶντα τοῦ ἅρματος καί, ὡς εἰπεῖν, ἀπὸ περιωπῆς, καθὰ ὑπεμφαίνει τὸ ὀπιπτεύεις. ἀπὸ τοῦ ὄπτω γὰρ γίνεται καὶ αὐτό, καθὰ καὶ ἡ περιωπή, ἤγουν ἡ τῶν πέριξ ὀπωπή. ὄπτω γὰρ καὶ κατὰ παραγωγὴν ὀπτεύω καὶ ὀπιπτεύω κατὰ ἀναδιπλασιασμόν. ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ ὁ ἀλλαχοῦ δηλούμενος παρθενοπίπης καὶ πυρροπίπης καὶ ὅσα τοιαῦτα, ἔτι δὲ καὶ ὁ Ὀππιανός. διὸ καὶ ἐν δυσὶ π γράφεται ἀπὸ συγκοπῆς.

(v. 372 s.) Ὅτι τὸ "οὐ μὲν Τυδέϊ γε ὧδε πτωσκαζέμεν φίλον ἦεν, ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι" λέγεται μὲν παρὰ τοῦ βασιλέως, ἵνα τὸν Διομήδην καταιδέσῃ ὡς μὴ τῷ πατρὶ ὅμοιον, δύναται δὲ παρῳδεῖσθαι εἰς [766] γενναῖον πρόμαχον.

(v. 371) Ἰστέον δέ, ὅτι προϋπόκειται μὲν τὸ πτώσσω ὡς τὸ "τί πτώσσεις", ἐξ αὐτοῦ δὲ γίνεται τὸ πτώσκω, ἐκεῖθεν δὲ τὸ πτωσκάζω καθ' ὁμοιότητα τοῦ ἀλύσκω ἀλυσκάζω, καὶ ὅτι πτήσσω μὲν κοινὸν καὶ Ἀττικόν, πτώσσω δὲ Ἰωνικόν. οὕτω δὲ καὶ ῥήσσω ῥώσσω, ἐξ οὗ καὶ ῥώξ ῥωγός, ὡς τὸ "ἀνὰ ῥῶγας μεγάροιο". ἐκ δὲ τοῦ πτώσσω καὶ ὁ πτώξ καὶ ὁ πολυπτὼξ τόπος, ἤγουν ὁ ἔχων πτῶκας πολλούς.

(v. 373) Τὸ δέ "πρὸ φίλων μάχεσθαι" ἐντελῶς γέγραπται. ἀπ' αὐτοῦ δὲ ἐλλιπῶς ἐπινενόηται τὸ προμάχεσθαι, οὗπερ ἡ σημασία τὸ πρὸ φίλων ἢ πατρίδος ἢ γονέων ἢ ἑτέρων τινῶν μάχεσθαι.

(v. 374 s.) Ὅτι ὁ ἐπαινῶν ἀριστέα τινά, ὃν οὐκ εἶδεν ὀφθαλμοῖς, εἴποι ἄν, ὅτι "ὣς φάσαν, οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε ἤντησα οὐδὲ ἴδον· περὶ δ' ἄλλων φασὶ γενέσθαι", ἤγουν περιγενέσθαι, ταὐτὸν δὲ εἰπεῖν περιττότερον γενέσθαι τῶν ἄλλων. οὕτω δὲ καὶ περιεῖναί τινων τὸ περιττότερον ἐκείνων εἶναι, οἷον "περὶ μὲν βουλῇ Δαναῶν ἐστε". ὡς νοεῖσθαι τὴν περι πρόθεσιν ἐν τοῖς τοιούτοις ἀντὶ τοῦ περισσοτέρου, ὃς γινόμενος ἐκ τῆς περι προθέσεως καὶ τοῦ σόω, τὸ ὁρμῶ, δηλοῖ τὸν ἄγαν ταχὺν καὶ σωστικὸν καὶ ἁπλῶς εἰπεῖν μέγαν καὶ πολὺν κατά τινα ἀρετήν, ὡς δηλοῖ τὸ "περιττὸς Ἀριστείδης" καὶ τὸ "περιττὸς τὴν σοφίαν", ὅμοιον ὂν τῷ πολύς τὰ θεῖα καὶ τοῖς τοιούτοις· λέγει δέ που καὶ Εὐριπίδης ἐπὶ ἐπαίνῳ τὸ "περισσὸς ὢν ἀνήρ", ἀντὶ τοῦ μέγας, πολύς. καὶ οὕτω μὲν ὡς ἐπὶ πολύ. Λαμβάνεται δέ ποτε τὸ περιττὸν καὶ οὐκ ἐπὶ ἐπαίνου, ὡς καὶ ἐν τῷ "τὸ γὰρ περισσὰ πράττειν οὐκ ἔχει νοῦν οὐδένα". [καὶ ἐν τῷ "τὰ γὰρ περισσὰ κἀνόνητα σώματα".] καὶ εἴη ἂν πρός γε τὸ τοιοῦτον περιττὸν ἐπαινετὸν μάλιστα τὸ ἀπέριττον.

(v. 376-381) Ὅτι εὐμηχάνως καὶ ἐνταῦθα παρεισοδιάζει ὁ ποιητὴς πλατεῖαν Ἑλληνικὴν ἱστορίαν περὶ τοῦ ᾀδομένου Θηβαϊκοῦ πολέμου ἐν τῷ τὸν βασιλέα κατασμικρύνειν μὲν τὸν Διομήδην, ἐξαίρειν δὲ τὸν ἐκείνου πατέρα ὡς καὶ θαρσαλέον καὶ ἀνδρεῖον, ὅπερ βαρύ ἐστι. μέγα γὰρ κακὸν υἱῷ πατρὸς ἀγαθοῦ τὸ μὴ πατρῴζειν. Φησὶ γοῦν ὁ βασιλεύς, ὅτι τε οὐκ ἦν πτοιαλέος ὁ Τυδεύς, ὡς ὁ Διομήδης, καθὰ προσεχῶς ἐγράφη, καὶ [767] ὅτι ἄτερ μὲν πολέμου εἰσῆλθε Μυκήνας ὁ Τυδεὺς ξεῖνος ἅμ' ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων κατὰ Ἐτεοκλέους καὶ Θηβαίων καὶ ζητῶν ἐπικούρους, ὅτε Θυέστης μέν, ὁ τότε ἐπιτροπεύων κατὰ τοὺς παλαιοὺς Ἀγαμέμνονος, ὡς καὶ ἐν τῇ β΄ ῥαψῳδίᾳ γέγραπται, ἔτι δὲ καὶ οἱ Μυκηναῖοι ἤθελον δοῦναι, ὁ Ζεὺς δὲ ἐκώλυσε. Καὶ σημείωσαι, ὅτι ἀπολογία τρόπον τινὰ ταῦτα τῷ βασιλεῖ πρὸς τὸν Διομήδην, ὃς εἴποι ἂν μὴ ἀναγκαῖος ὀφειλέτης εἶναι συμμαχίας τῷ βασιλεῖ, ὅτι μηδ' αὐτὸς Τυδεῖ τῷ πατρὶ πάλαι ποτὲ δεομένῳ συνήρατο. φησὶν οὖν ὁ βασιλεὺς ὑπὲρ μὲν ἑαυτοῦ, ὅτι οὐκ οἶδεν αὐτὸς τὸν Τυδέα ὡς νεώτατος ὢν τότε, ὑπὲρ δὲ τοῦ ῥηθέντος ἐπιτρόπου καὶ τῶν συμπολιτῶν, ὅτι ἐκείνους θέλοντας συμμαχῆσαι διεκώλυσε τὸ δαιμόνιον, ᾧ πείθεσθαι δεῖ. Φησὶ γάρ, ὅτι "οἳ δ' ἔθελον δοῦναι καὶ ἐπῄνεον, ὡς ἐκέλευον" καὶ ἑξῆς. ἔνθα σημείωσαι τὸ "οἳ δέ". Μυκήνας γὰρ εἰπὼν ἐπάγει τὸ "οἳ δέ", ὡς ταὐτὸν ὂν Μυκήνας καὶ Μυκηναίους εἰπεῖν. πόλις γὰρ οἱ πολῖταί εἰσι κατὰ τὸ "οὐδέν ἐστιν οὔτε πόλις οὔτε ναῦς ἔρημος ἀνδρῶν μὴ συνοικούντων ἔσω". διὸ καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ ἀντὶ τοῦ εἰπεῖν "ὅτε δὲ ἡ ναῦς ἐνελιμενίσθη" ἔφη· "οἳ δ' ὅτε δὴ λιμένος ἐντὸς ἵκοντο", ἤγουν οἱ περὶ τὴν νῆα, ὡς ταὐτὸν ὂν εἰπεῖν ἡ ναῦς καὶ οἱ τῆς νέως. ἴσως δὲ καὶ διὰ τὸ πάντῃ φανερὸν ἐσίγησε καὶ τοὺς Μυκηναίους καὶ τοὺς ναύτας, ὡς καὶ ἐν τῷ "τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων". οὐ γὰρ λέγει τίνες ἀπηύρων τὴν Βρισηΐδα, ὡς δήλων καὶ αὐτῶν ὄντων. Ἰστέον δέ, ὅτι τοῦ τὸν Οἰδίποδα κατὰ τῶν ῥηθέντων αὐτοῦ δύο παίδων ἀγανακτῆσαι καὶ ἐπαράσασθαι διαλαχεῖν αἵματι καὶ σιδήρῳ τὴν βασιλείαν, ἀφ' ἧς αἰτίας ὁ Θηβαϊκὸς ἐξήφθη πόλεμος, ἄλλοι μὲν ἄλλας αἰτίας ἀποδεδώκασιν, ἐν αἷς καὶ μοῖρά τις κρεῶν παραδέδοται τὸν πατέρα λυπήσασα καὶ τὸ μὴ προστῆναι δὲ αὐτοῦ ἐξωθουμένου τῆς πατρίδος. τινὲς δὲ αἰτίαν γενέσθαι τοῦ κακοῦ λέγουσι μητρυιὰν ἐπιγενομένην αὐτοῖς. ἀποβαλὼν γάρ, φασίν, Οἰδίπους Ἰοκάστην ἔγημεν Ἀστυμέδουσαν, ἥτις διαβαλοῦσα τοὺς προγόνους τόν τε Πολυνείκην καὶ τὸν Ἐτεοκλέα ὡς πειρῶντας αὐτὴν ἐξέμηνε τὸν Οἰδίποδα εἰς θυμὸν καὶ ἀνεκύκησε τὰ ἱστορούμενα. Λέγεται δὲ καί, ὅτι Ἄδραστος βασιλεὺς Ἄργους χρησμὸν ἔχων λέοντι καὶ κάπρῳ συνοικίσαι τὰς θυγατέρας καὶ ἰδὼν ἱκετεύσαντας εἰς αὐτόν, Τυδέα μὲν συὸς ἐναπτόμενον δέρας, Πολυνείκην δὲ λέοντος δέρος χαίτῃ πεφρικός, κατὰ τὴν τραγῳδίαν εἰπεῖν, συνέβαλεν ἐπ' αὐτοῖς τὸν χρησμὸν καὶ ἔδωκε Τυδεῖ μὲν Δηϊπύλην, ἐξ ὧν Διομήδης, Ἀργείαν δὲ Πολυνείκει. Ἕτεροι δὲ παράσημα εἶναι τοῖς ἥρωσι τούτοις φασὶν ἐν ταῖς ἀσπίσι λέοντα καὶ κάπρον, ἐξ ὧν τὸν Ἄδραστον ἐναχθέντα εἰς τὸν νοῦν τοῦ χρησμοῦ συζεῦξαι τοῖς ξένοις τὰς θυγατέρας. εἰσὶ δέ, οἳ καὶ φιλονεικῆσαι αὐτοὺς οἴονται περὶ τῆς ξενίας ἐν τῷ τοῦ Ἀδράστου οἴκῳ καὶ τὴν μάχην εἰκασθῆναι τοῦ μὲν εἰς λέοντος ὀργήν, τοῦ δὲ εἰς ὁρμὴν συός. καὶ οὕτω ἐπιγαμβρεῦσαι αὐτοὺς τῷ βασιλεῖ, ἐφ' ᾧ φυγάδας ὄντας καταγαγεῖν εἰς τὰ [768] οἰκεῖα.

(v. 377) Ἔτι ἰστέον καί, ὅτι τὸ ξεῖνος διασαφητικόν ἐστι τοῦ ἄτερ πολέμου, ἵνα μὴ νοοῖτο κατ' ἐμπορίαν ἢ ἐκ παρόδου ὁ Τυδεὺς εἰς Μυκήνας ἐλθεῖν, ἀλλὰ διὰ πρεσβείαν, ἧς χάριν ἐπεξενώθη ἐκεῖ, καὶ ὅτι μέση λέξις ὁ ξεῖνος. Λέγεται γὰρ οὕτω καὶ ὁ δεχόμενός τινα εἰς ξενίαν καὶ ὁ δεχθείς, ὥσπερ καὶ ἐν Ὀδυσσείᾳ ἱκέτης ὁ ἱκετεύσας τε καὶ ἱκετευθείς. περὶ μέντοι τῶν ἐκ τούτων συνθέτων, τί δήποτε σημαίνουσι, προδεδήλωται, ἤγουν ὅτι πρόξενος μὲν ὁ ὑπὸ πόλεως ἠξιωμένος ἐν τῇ σφετέρᾳ προΐστασθαι ξένων, οἷος ὁ Ἀντήνωρ ἐν τοῖς Τρωσὶ καὶ ὁποῖοι οἱ βασιλικοὶ διοικηταί. ἀπ' αὐτοῦ δὲ κατὰ μεταφορὰν καὶ ὁ καλοῦ τινος ἢ κακοῦ αἴτιος οὕτω λέγεται, οἷον ἀπωλείας πρόξενος ἢ φθορᾶς ἢ σωτηρίας ἢ ὑγείας, ὡς παρ' ἑαυτῷ ξενίσας οἷον τὸ πρᾶγμα, εἶτα ἑτέροις διαπεμψάμενος. ἰδιόξενος δὲ ὁ ἰδίᾳ ἢ πατρόθεν ξένος, ὡς Μενελάῳ Τηλέμαχος καὶ ὁ μυθικὸς Μέντης τῷ Τηλεμάχῳ. ἀστόξενος δὲ ὁ ἐκ προγόνων τισὶν ἐπιχώριος, ὡς Ἀτρεὺς Φρυξὶ καὶ Τεῦκρος Τρωσίν. ἀπὸ γὰρ προγόνων Φρὺξ μὲν ὁ Πελοποννήσιος Ἀτρεύς, Τρωϊκὸς δὲ Τεῦκρος ὁ Σαλαμίνιος. δορύξενος δὲ ὁ πολέμου χάριν ἢ ἐκ πολέμου φιλιωθείς, ὡς Γλαῦκος καὶ Διομήδης.

(v. 380) Τὸ δὲ ἐπῄνεον ἀντὶ τοῦ συνῄνουν, συγκατετίθεντο. πολλαχοῦ δὲ παρά τε ἄλλοις καὶ παρὰ τῷ ποιητῇ ἐπὶ τοιούτου σημαινομένου τίθεται τὸ ἐπαινεῖν, [ὡς δηλοῖ καὶ τὸ "ἐπὶ δ' αἰνεῖτον βασιλῆες" ἐν Ὀδυσσείᾳ. Δῆλον δέ, ὡς ὁ μὴ οὕτως ἐπαινῶν ἀπηνὴς ἂν εἴη καὶ κρατερὸς κατὰ τὸ "ἀπηνέα τε κρατερόν τε". ἔστι δὲ καὶ ἄλλως ἀπηνὴς κατὰ τὸν Κωμικὸν ὁ ἄπο αἴνου, ὡς ἐν ταῖς Νεφέλαις φαίνεται. ὁ τοιοῦτος δὲ ἀντικεῖσθαι δοκεῖ τῷ ἐπαινετῷ. ὁ δέ γε προειρημένος ἀπηνὴς λέγοιτο ἂν καὶ ἀπηλεγής, ὃς ἀπηλεγέως ἀποείποι ἂν, ὡς μὴ ἐπαινῶν [769] δηλαδή, τουτέστι συγκατατιθέμενος.] Ὅτι Τυδέως Μυκήνας εἰσελθόντος, ὡς ἐρρέθη, καὶ λαὸν ἀγείροντος "οἵ ῥα τότ' ἐστρατόωντο ἱερὰ πρὸς τείχεα Θήβης" ἐπικουρίας δεόμενοι, Μυκηναῖοι μὲν ἤθελον δοῦναι καὶ ἐπῄνεον, καθὰ καὶ αὐτὸ εἴρηται, "ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων".

(v. 382-400) Εἶτα πλατύνων τὴν ἱστορίαν φησί· "οἳ δ' ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο, Ἀσωπὸν δ' ἵκοντο βαθύσχοινον, λεχεποίην, ἔνθ' αὖτ' ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί", τουτέστιν ἐπὶ ἀγγελίαν ἔπεμψαν τὸν Τυδέα, ὃ καὶ Ἀχαιοὶ ἐν Τροίᾳ ἐποίησαν, ὡς προϊστόρηται, στείλαντες ἐκεῖ Ὀδυσσέα καὶ Μενέλαον. "αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμείωνας δαινυμένους" κατὰ τὸ βασιλικὸν δῶμα. "ἔνθ' οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς τάρβει μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείωσιν· ἀλλ' ὅ γ' ἀεθλεύειν προκαλίζετο" ἐν τῷ τηνικαῦτα παρευρημένῳ γυμνικῷ, φασίν, ἀγῶνι, "πάντα δ' ἐνίκα ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη. οἳ δὲ χολωσάμενοι Καδμεῖοι, κέντορες ἵππων, ἂψ ἀνερχομένῳ", ἤγουν ἐπανιόντι εἰς τοὺς ἑαυτοῦ, "πυκινὸν λόχον εἷσαν ἄγοντες κούρους πεντήκοντα, δύο δ' ἡγήτορες ἦσαν, Μαίων Αἱμονίδης" καὶ Λυκοφόντης υἱὸς Αὐτοφόνου. "Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν". ὃ γοργῶς ἑρμηνεύων φησί· "πάντας ἔπεφνεν, ἕνα δ' οἶον ἵει οἶκόνδε νέεσθαι", ἄγγελον δηλαδὴ τοῦ κακοῦ. "Μαίον' ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας". εἶτα συμπληρῶν ὁ βασιλεὺς τὸ διήγημα ἐπὶ θαύματι τοῦ Τυδέως φησί· "τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν γείνατο εἷο", τουτέστιν αὐτοῦ, "χέρῃα μάχῃ, ἀγορῇ δέ τ' ἀμείνω". ὃ βαρὺ σκῶμμα ἔδοξεν ἂν τῷ Διομήδει, ὡς μὴ πρέπον ἥρωϊ τοιούτῳ. ἐχρῆν γὰρ μᾶλλον ἄλλως ἔχειν κατὰ τὸν εἰπόντα, ὡς ἐν νεότητι "γλῶσσαν μὲν ἀργήν, χεῖρα δ' εἶχον ἐργάτιν". διὸ καὶ αἰδεσθείς, ὡς καὶ προσεσημείωται, ἄρτι μὲν σιγᾷ οὐδὲν ἀμειψάμενος, μὴ καὶ βεβαιώσῃ ἔργοις αὐτοῖς τὸ λάλος εἶναι. ἐν τοῖς ἑξῆς δὲ διαδείξας τὴν ἐν αὐτῷ ἀνδρίαν ταμιεύσεται ἀντειπεῖν τῷ βασιλεῖ κρατερῶς, ὅτε ἀγεννῶς ἴδῃ ἐκεῖνον διατιθέμενον. φιλομαθὴς δὲ καὶ μνήμων ὁ βασιλεύς, ἐν οἷς εἶπε, φαίνεται, οὕτως ἀκριβῶς μεμνημένος παλαιᾶς πράξεως, ὡς καὶ ὀνόματα ἐκτιθέναι λοχαγῶν καὶ ποσότητα τῶν ἐν τῷ λόχῳ πεσόντων, καὶ τίς ποτε ἦν ὁ ἐκεῖθεν διασωθείς· φιλοῖτο δ' ἂν μάλιστα τῷ Διομήδει ὡς οὕτω τὴν τοῦ πατρὸς Τυδέως ἀριστείαν ἐς ψυχὴν ἐπιμελῶς μνήμης χάριν ἀπογραψάμενος, εἰ καὶ ἄλλως ἴσως ὑποδάκνει αὐτόν, ὅτι μὴ ἐχαρακτήρισεν ὁ βασιλεὺς τὸν Τυδέα καὶ ἀγορητὴν δεξιόν. ὅρα δὲ καί, ὡς εὐμεθόδως ἐν ὀλιγίστῳ πρῶτον ὑπολαλήσας τὴν τοῦ Τυδέως εἰς Μυκήνας ἔλευσιν ἐν τῷ "ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας" καὶ ἑξῆς, εἶτα ποικιλίας χάριν ἐπλάτυνε τὴν ἱστορίαν σαφῶς.

(v. 381) Ἰστέον δέ, ὅτι τὸ "Ζεὺς ἔτρεψεν", ἤγουν παρέτρεψεν, [770] ἐκώλυσε, "παραίσια σήματα φαίνων" παραδηλοῖ ἐξ ἀέρος τινὰ καὶ τότε συμβῆναι σύμβολα, ὡς εἰκός, δι' ὧν ἐκωλύθησαν οἱ Μυκηναῖοι συμμαχίαν δοῦναι τοῖς Ἀργείοις. εἰκὸς δὲ καὶ ἔκ τινων μαντειῶν γενέσθαι τὴν ἀποτροπήν, ἐπειδὴ πάντες οἱ χρησμολογοῦντες ὑποφῆται Διὸς ἐλέγοντο, οἷα πανομφαίου. [Σημείωσαι δὲ τὸ ῥηθέν "Ζεὺς ἔτρεψεν" εἰς τὸ "Ζεὺς τερπικέραυνος". Δοκεῖ γὰρ εἶναι τερπικέραυνος ὁ τρέπων ἐν τῷ ἀφιέναι κεραυνούς, καθὰ ἐνταῦθα ἔτρεψε σήματα φήνας.] Παραίσια δὲ τὰ παρὰ τοῖς ὕστερον ἀπαίσια. πολλάκις γὰρ ἡ παρα πρόθεσις ταὐτὸν τῇ ἀπο προθέσει δύναται.

(v. 382) Τοῦ δὲ ᾤχοντο διασαφητικόν ἐστι τὸ πρὸ ὁδοῦ ἐγένοντο, ἵνα μὴ ἐπὶ θανάτου νοηθείη ἡ λέξις. οἴχεσθαι γὰρ πολλαχοῦ καὶ τὸ θνῄσκειν λέγεται. καὶ ἔστι νῦν τὸ ᾤχοντο ταὐτὸν τῷ ἐπορεύθησαν, προέκοψαν εἰς ὁδόν. Τὸ δέ "πρὸ ὁδοῦ ἐγένοντο" περίφρασίς ἐστι τοῦ προώδευσαν. ἐκ δὲ τούτου τοῦ πρὸ ὁδοῦ συνετέθη τὸ φροῦδος, οἷον· "φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος" καὶ "ἐπεὶ δὲ φροῦδος Ἀργείων στρατός", ὅ ἐστιν ἐπεὶ ᾤχοντο οἱ Ἀργεῖοι. ὁμαλῶς μὲν οὖν ἐκφωνεῖται τὸ "πρὸ ὁδοῦ", τραχύφωνον δὲ τὸ φροῦδος λαμβανόμενόν ποτε καὶ ἀντὶ τοῦ ἀφανοῦς σκωπτικῶς. Σημείωσαι δέ, ὅτι πρὸ ὁδοῦ οἱ μεθ' Ὅμηρον λέγουσιν, ὡς Παυσανίας δηλοῖ, τὸ ἀναγκαιότερον καὶ ὡς εἰπεῖν προὔργου.

(v. 383) Ἀσωπὸς δὲ ὅτι Βοιώτιος ποταμός, πᾶσι δῆλόν ἐστιν. οὕτω δὲ δῆλον καί, ὡς τὰ ποτάμια ὕδατα διὰ τὸ γόνιμον πολυβότανά εἰσι. διὸ καὶ ὁ Ἀσωπὸς βαθύσχοινος ἱστορεῖται παρὰ τῷ ποιητῇ, ἔτι δὲ καὶ λεχεποίης, ὡς πολλὴν ποίην τρέφων, ἤγουν βοτάνην, ἐν ᾗ λέξεταί τις, ἤγουν κατακοιμηθείη, διὰ τὸ δασύ.

(v. 384) Τὸ δὲ Τυδῆ [771] οὐκ ἀπὸ τοῦ Τυδέα συνῄρηται, ἀλλ' ἀποκέκοπται ἐκ τοῦ Τυδῆα, καθάπερ ἀρέσκει τοῖς Τεχνικοῖς. οὕτω δὲ καὶ τὸν Ὀδυσσῆα Ὀδυσσῆ ἔστιν εἰπεῖν καὶ ἕτερα δὲ ὅμοια.

(v. 385) Τοῦ δὲ Καδμείωνας πρωτότυπον οἱ Καδμεῖοι, ὃ κατωτέρω κεῖται, καὶ ἔστιν ὡς πατρωνυμικὸν καθ' ὁμοιότητα τοῦ Ἀτρείων καὶ Πηλείων καὶ τῶν ὁμοίων.

(v. 387) Τὸ δέ "ξεῖνός περ ἐών" θρασύτητα τοῦ Τυδέως ἐμφαίνει, ὡς μὴ δέον ὂν ξεῖνον ἐόντα ἔριδα προφέρειν τοῖς ξεινοδόκοις μήπως, Ὁμηρικῶς εἰπεῖν, ἑαυτοῦ πάντα κολούῃ. καὶ ἄλλως δὲ εἰπεῖν, συχνὸς ἐν τούτοις τῷ βασιλεῖ ὁ τοῦ καθ' Ὅμηρον ἱππηλάτου Τυδέως ἔπαινος, εἴπερ οὐδὲ ξένος καὶ ἐν πολλοῖς μόνος ὢν ἐν ἀλλοτρίᾳ ἐτάρβει, ἀλλὰ προὐκαλεῖτο ἀθλεῖν, ἔνθα ἐχρῆν αὐτὸν ἢ ὡς ξένους αἰδεῖσθαι τοὺς Καδμείους ἢ φοβεῖσθαι ὡς πολεμίους, εἰ μὴ τὸ θάρσος ἐκώλυε. καὶ οὐ προεκαλεῖτο μὲν αὐτούς, ὁ δὲ λόγος ἔργων ἦν κενός, καὶ οὐχ' ἁπλῶς ἐνίκα, ἀλλὰ πάντα ἐνίκα, καὶ οὐδὲ σὺν πόνῳ, ἀλλὰ ῥηϊδίως. καὶ τὴν Ἀθηνᾶν δὲ εἶχεν ἐπιτάρροθον, ἤτοι βοηθόν. ἦν ἄρα καὶ θεοφιλὴς καὶ μάλιστα κατ' Ἀθηνᾶν, ὅ ἐστι φρόνησιν. ἔοικε γὰρ συνετῶς μεταχειρίσασθαι τὰ ἐκεῖσε ἄεθλα ὁ Τυδεύς.

(v. 389) Τὸ δέ "πάντα ἐνίκα" οὐ μόνον ἄνδρα ὑποδηλοῖ, ἀλλὰ μάλιστα πάντα τὰ ἄεθλα ληφθέντος τοῦ τοιούτου ὀνόματος κατὰ κοινοῦ ἐκ τοῦ ἀεθλεύειν ῥήματος, ὃ καὶ ἐπ' ἄλλων πολλῶν φαίνεται γίνεσθαι.

(v. 390) Τὸ δὲ ἐπίρροθος, ὅτι πρωτότυπόν ἐστι τοῦ ἐπιτάρροθος, ἐν ἄλλοις δηλοῦται.

(v. 391) Οἱ δὲ Καδμεῖοι ὥσπερ καὶ οἱ Καδμείωνες ἑτερωνύμως ἔχουσι πρὸς τὴν πατρίδα τὰς Θήβας, ἐξ ἧς Θηβαῖοι καλοῦνται. παρώνυμοι δέ εἰσι τῷ προγόνῳ Κάδμῳ τῷ ἐκ Φοινίκης, ὃ μυριαχοῦ καθωμίληται. παράγονται δὲ Καδμεῖοι μὲν ἀπὸ τῆς Καδμηΐδος γῆς, ἵνα ᾖ ἐκεῖθεν Καδμήϊος Καδμεῖος κατὰ τὸ ἀχρήϊος ἀχρεῖος, περὶ οὗ προδεδήλωται.

(v. 385) Καδμείωνες δὲ ἀπ' αὐτοῦ δὴ τοῦ Καδμεῖοι. οὐ γὰρ ἔστιν εἰπεῖν ἀκριβῶς πατρωνυμεῖσθαι τοὺς Καδμείωνας, ἵνα ᾖ, ὥσπερ Οὐρανός Οὐρανίδης Οὐρανίων κατὰ τὸ Κρονίδης Κρονίων, οὕτω καὶ Κάδμος Καδμείων. ἐγράφετο γὰρ ἂν οὕτω διὰ τοῦ ι, καθὰ καὶ ὁ Οὐρανίων. δοκεῖ δὲ ἀπὸ τοῦ κάζω, τὸ κοσμῶ, παρῆχθαι ὁ Κάδμος καί πως δηλοῖ τὸν κόσμιον τραπέντος κἀνταῦθα τοῦ ζ εἰς δ συνήθως, ὡς καὶ ἐν τῷ ὀκλάζω, ὀκλαδίας δίφρος, καὶ χειμάζω, χειμάδιον, καὶ ἐν ἑτέροις μυρίοις τοῖς καὶ προδηλωθεῖσιν. Ἰστέον δέ, ὅτι οὐ κύριον μόνον ὁ [772] Κάδμος, ἀλλὰ καὶ Ἑρμοῦ ἐπίθετον, οὗ παράγωγον ὁ Καδμῖλος παρὰ Λυκόφρονι, καὶ ὄρους δὲ ὄνομα. φησὶ γοῦν ὁ Στράβων, ὅτι Κάδμος ὄρος, ἐξ οὗ Λύκος ῥέει ποταμὸς εὐμεγέθης, προσβάλλων τῷ Μαιάνδρῳ.

(v. 391) Κέντορες δὲ ἵππων οὐ μόνον οἱ, ὡς ἐρρέθη, εὖ πωλοδαμνοῦντες, ἀλλὰ καὶ οἱ τεχνικῶς ἡνιοχοῦντες, ὁποῖον ἐν Ὀδυσσείᾳ τὸ "νόῳ δ' ἐπέβαλλεν ἱμάσθλην".

(v. 392) Πυκινὸν δὲ λόχον ὁ ποιητὴς λέγει οὐ μόνον ὡς κατὰ σύνεσιν γινόμενον, ἀλλὰ καὶ ὡς δέον ὂν τοὺς ἐλλοχῶντας πυκνοῦν ἑαυτούς, ἵνα λανθάνωσι. διὸ καὶ λόχον εἷσάν φησιν, ὅ ἐστιν ἐκάθισαν, ὡς τῶν ἐλλοχώντων κεῖσθαι οἷον ὀφειλόντων κατὰ τὸ ὑποκαθῆσθαι, ἵνα ὑποκρύπτωνται. παρηχεῖται δέ πως πρὸς τὸ λόχον εἷσαν τὸ ἡγήτορες ἦσαν καθ' ὁμοιότητα τοῦ "ἔδεισαν θεοὶ οὐδέ τ' ἔδησαν" καὶ τῶν τοιούτων, ἃ προδεδήλωται.

(v. 392 s.) Ὅρα δ' ἐν τούτοις, ὅτι τοὺς πεντήκοντα ἄνδρας λόχον εἶπε. καὶ μήν τινες λόχον φασὶ τὸν ἐξ εἰκοσιτεσσάρων ἀνδρῶν. ἴσως δὲ καὶ ὁ ποιητὴς νῦν τοῦτο ἐμφαίνει εἰπών, ὅτι κοῦροι πεντήκοντα δύο δ' ἡγήτορες ἦσαν. εἰκοσιτέσσαρες γὰρ ἄνδρες καὶ αὖ πάλιν τοσοῦτοι ἀνὰ ἕνα εἶχον ἡγήτορα, ταὐτὸν δὲ εἰπεῖν, λοχαγόν, ὡς δηλοῖ τὸ λόχον ἄγοντες. ὅτι δὲ ὁ Ξενοφῶν ἐξ ἑκατὸν συντετάχθαι τὸν λόχον βούλεται, εἴσεται ὁ ἐκείνῳ ἐντυχὼν εἰπόντι· "λόχος ἕκαστος εἰς ἑκατόν". ἡ δὲ τραγῳδία καὶ ἄλλοι λόχον φασὶ τὸ ἁπλῶς στρατιωτικὸν σύνταγμα καὶ λοχαγὸν τὸν τούτου ἄρχοντα. [Ἰστέον δέ, ὅτι κοῦρον τὸν νέον λέγειν εἰδὼς Ὅμηρος οὔ φησι διὰ διφθόγγου καὶ τὸν κόρον, ἐξ οὗ τὸ κορέννυσθαι. παρεκκλίνουσι γὰρ καὶ Ἴωνες τὴν τῶν λέξεων, ὅπῃ δυνατόν, ὁμωνυμίαν τὴν κατὰ συνέμπτωσιν ὁμόφωνον. οὕτω καὶ οὖρος μὲν λέγεται ὁ ὅρος Ἰαστί, οὐ μήν ποτε καὶ τὸ ὄρος τὸ οὐδέτερον. εἰ δὲ καὶ διὰ τὸν Οὖνον, τὸ ἐθνικόν, ὀκνοῦσι τὸ ζῷον τὸν ὄνον διὰ τοῦ υ λέγειν, οὐκ [773] ἔστιν ἐνστῆναι. πρὸς ὃ παίξας ὁ Κωμικὸς ἔφη κατὰ δούλου, ὡς "τὸ βάρος, ὃ σὺ φέρεις, οὗνος φέρει", συναλείψας τὴν εὐθεῖαν τοῦ ὄνου καὶ ἀποτελέσας γέλοιον. ὁ ὄνος γὰρ καὶ κράσει οὗνος. καὶ τοῦτο μὲν τοιοῦτον.] Εἰ δέ τι χρὴ ἐνταῦθα καὶ ἀστεΐσασθαι, σκοπητέον καὶ τὸ χολωσάμενοι καὶ τὸ λόχον εἷσαν. ἀναγραμματισθεὶς γὰρ καὶ νῦν ὁ χόλος τὸν λόχον ποιεῖ, ὥστε καὶ τῶν τοιούτων κατάρξαι δοκεῖ ὁ ποιητὴς τοῖς βουλομένοις οὕτω λέγειν, οἳ μάννα φασὶ τὸ τοῦ λόγου νᾶμα καὶ ὅσα τοιαῦτα· ἐν οἷς καὶ τὸ μῦθος καὶ θυμός, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, καὶ τὸ ἔμεινας καὶ ἔνειμας παρ' Εὐριπίδῃ ἐν τῷ "οὐ μάντεως ὄπα ἔμεινας, οὐ χρόνῳ μακρῷ σκέψιν ἔνειμας". καὶ τὸ παρὰ Λυκόφρονι πέλας καὶ λέπας περατοῦντα δύο στίχους συνεχεῖς, ὧν τὸ μὲν πέλας δηλοῖ τὸ ἐγγύς, τὸ δὲ λέπας ὀρεινὴν τραχύτητα, ἐξ οὗ καὶ λεπαία χθὼν τραγικῶς ἡ ὀρεινή. δοκεῖ δ' ἐξ ὀνοματοποιΐας οὕτω τετυπῶσθαι καὶ ἡ λακέρυζα παρὰ τὸ κελαρύζειν. τοιούτου τρόπου καὶ τὸ αἵματα ἰάματα καὶ ἕτερα. ὅρα δ' ἐν τούτοις καί, ὅτι εὕρηνται παρὰ τῷ ποιητῇ πατέρων ὀνόματα υἱοῖς ἀποχρήσαντα εἰς κλῆσιν κατὰ ὁμοίαν μετάθεσιν γραμμάτων ποιηθέντα, ἣν καὶ ἀλλαχοῦ ἔγνωμεν. ἐν γοῦν Ὀδυσσείᾳ πατὴρ μὲν Αἴσων, Ἰάσων δὲ ὁ υἱός, κατὰ διάλυσιν τῆς αι διφθόγγου καὶ μετάθεσιν τοῦ ι.

(v. 394) Ἐνταῦθα δὲ Αἵμων μὲν πατήρ, Μαίων δὲ υἱός, ὃν ὁ Τυδεὺς ἀνεῖλε, τεθείσης τῆς αι διφθόγγου ἐν τῇ ἀρχῇ. Μαίων γάρ, φησίν, Αἱμονίδης.

(v. 395) Ὁ δὲ Αὐτοφόνος ἀνδρείου κλῆσίς ἐστιν, ὃς οὐχ' ἑτέροις ἐπιτάσσων ἀριστεύει, ἀλλ' αὐτὸς φονεύων καὶ αὐτόχειρ τῆς ἀριστείας γενόμενος. δῆλον δέ, ὅτι μέτρου ποτὲ διδόντος καὶ ὁ αὐτοφόνος αὐτοφόντης ἂν ῥηθείη, καὶ ὁ λυκοφόντης λυκοφόνος.

(v. 396) Ἀεικής δὲ ὁ ῥηθεὶς πότμος διὰ τὸ κατ' αὐτὸν ἀπρεπές, ὡς μὴ δέον ὂν τοσούτους ὑφ' ἑνὶ πεσεῖν. "πάντας γάρ", φησίν, "ἔπεφνεν". [(v. 397) Ἔστι δὲ τὸ ἔπεφνε διασαφητικὸν τοῦ "πότμον ἐφῆκεν", [774] ἵνα πότμος μὴ ἡ τύχη νοηθείη, ἀλλ' ὁ θάνατος.]

(v. 398) Τὸ δὲ ἵει ἀδιάφορόν ἐστι πρὸς τὸ προέηκε. ποιητικὰ δὲ καὶ ἄμφω. ὁ δὲ ῥηθεὶς Μαίων ἢ ὡς κῆρυξ τιμηθεὶς ἀφείθη κατά τινας ἢ διά τι τέρας, ὥς φησιν ὁ ποιητής. εἰκὸς γὰρ τέρας φανῆναι τότε, ὅπερ σιγᾷ Ὅμηρος, ὡς μὴ ἀναγκαῖον ὂν ῥηθῆναι.

(v. 399) Ὁ δὲ Αἰτώλιος διφορεῖται ὁμοίως τῷ Δάρδανος Δαρδάνιος, κάπρος κάπριος, Κάϋστρος Καΰστριος, ἔκτοπος ἐκτόπιος, ὁ καὶ ἄφορμος παρὰ Σοφοκλεῖ, ἔγχωρος, οὗ χρῆσις παρὰ Λυκόφρονι, ἐγχώριος.

(v. 400) Τοῦ δὲ εἷο τὸ πρωτότυπον οὗ, καθάπερ καὶ τοῦ σοῦ τὸ σεῖο καὶ τοῦ ἐμοῦ τὸ ἐμεῖο. Τοῦ δὲ χέρῃα ὀφείλει μὲν ἡ παραλήγουσα οἷα συγκοπεῖσα ἐκ τοῦ χερείονα γράφεσθαι κατὰ τὴν παραλήγουσαν διὰ τοῦ ε καὶ ι, νικᾷ δὲ ὅμως τὴν διὰ τοῦ η καὶ ι δίφθογγον ἔχειν κατὰ τὰ πλείω τῶν ἀντιγράφων. οὕτω δὲ καὶ τὸ χέρῃι καὶ χέρῃες, ὡς ἐν ἄλλοις φαίνεται.

(v. 401 s.) Ὅτι κἂν ὁ Διομήδης ἐπιπληττόμενος σιωπᾷ τὴν τοῦ βασιλέως αἰδεσθεὶς ἐνιπήν, ἤγουν τὴν διὰ λόγων ἐπίπληξιν καὶ κακολογίαν ‑ ἐνίπτω γὰρ τὸ κακολογῶ, ὅθεν ἡ ἐνιπή κατὰ τὸ τύπτω τέτυπα τυπή, ἡ τύψις ‑ , ἀλλ' ὁ Σθένελος καὶ τραχύτατα καὶ ῥητορικώτατα ἐπιχειρεῖ τῇ συγκρίσει καὶ οὐ τὸν Διομήδην μόνον ἀπεναντίας τῷ βασιλεῖ κρείττω τοῦ πατρὸς Τυδέως ἀποδείκνυσιν, ἀλλὰ κοινῶς τῶν ἑπτὰ ἐπὶ Θήβας κρείττονας ἀποφαίνει τοὺς ἐπιγόνους παρεισάγων καὶ αὐτὸς ἱστορίαν τῆς τῶν Θηβῶν ἁλώσεως.

(v. 404) Λέγει γάρ· "Ἀτρεΐδη, μὴ ψεύδ' ἐπιστάμενος σάφα εἰπεῖν". τοῦτο δὲ παντὶ προσαρμόσει ἑκοντὶ κρύπτοντι τὴν ἀλήθειαν. ἔνθα σκοπητέον, ὡς ὁ μὲν μὴ σάφα εἰδὼς οὐκ αἰτιατέος, εἰ ψεύσεται, ὃς δὲ σαφῶς [775] οἶδεν, ἀπαιτεῖται μὴ ψεύδεσθαι.

(v. 410) Εἶτα ἐπάγει, ὅτι μηδὲ πατέρας ὁμοίῃ ἔνθεο τιμῇ.

(v. 405-407) ἡμεῖς τοι πατέρων οὐχ' ἁπλῶς ἀμείνονες, ἀλλὰ μέγα ἀμείνονες εὐχόμεθα, ἤτοι αὐχοῦμεν, εἶναι. πόθεν δῆλον; "ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο", ἔνθα δηλαδὴ ἐκεῖνοι ἔπεσον. εἵλομεν δὲ αὐτήν "παυρότερον λαὸν ἀγαγόντες ὑπὸ τεῖχος Ἄρειον", τουτέστι τὸ τοῦ Ἄρεος, ἢ κρεῖττον τοῦ ἐνταῦθα κατὰ Τροίαν τείχους ἢ ὀχυρώτερον, ὡς εἰκός, ἤπερ ὅτε οἱ πρόγονοι ταῖς Θήβαις ἐπεστράτευσαν. ἐκεῖ γοῦν, φησίν, ἠνδραγαθήσαμεν καὶ ταῦτα σὺν ὀλίγῳ λαῷ καὶ κατὰ τείχους κρείττονος, ὅπου οἱ πρόγονοι πλείονες ὄντες ἐν χείρονι τειχίσματι ἐδυστύχησαν. καὶ ὅρα τὸ τοῦ Ὁμήρου ἀμφίγλωσσον, ὃς διὰ μὲν τοῦ βασιλέως χείρους τῶν προγόνων τοὺς ἐπιγόνους ἐνέφηνε, διὰ δὲ τοῦ Σθενέλου τὸ ἀνάπαλιν ἀπέδειξεν. [Ἐν τούτοις δὲ ὁ σχηματισμὸς τοῦ "ὑπὸ τεῖχος Ἄρειον" ὅμοιός ἐστι τῷ "ὅσοι ὑπὸ Ἴλιον ἦλθον".] Σημείωσαι δὲ καί, ὅτι ὁ Σθένελος, ἵνα μὴ δόξῃ ἀπαρακαλύπτως τῶν πατέρων ἄρτι καταφέρεσθαι, λέγει τὸ πᾶν ἐν Θήβαις ἀνύσαι τοὺς ἐπιγόνους τούς τε ἄλλους καὶ αὐτόν ‑ ἀνεπαχθῶς γὰρ καὶ ἑαυτὸν ἐπαινεῖ ‑ "πειθομένους τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ", δεικνὺς πλαγίως πως αὐτοὺς καὶ θεοφιλεῖς, ἵνα μηδὲ εἰς τοῦτο ἐλαττοῖντο τοῦ Τυδέως, ὃν ἡ Ἀθηνᾶ ἐφίλει. τοὺς μέντοι προγόνους ὀλέσθαι φησίν, οὐ δι' ἀνανδρίαν ἀλλ' ἀτασθαλίαν. φησὶ γάρ·

(v. 409) "Κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο". παραλαλεῖ δὲ ἴσως τὸ τοῦ Πολυνείκους καὶ τὸ τοῦ Τυδέως ἐφάμαρτον, ἵνα καὶ κατὰ τοῦτο οἱ πατέρες ἐλαττοῖντο τῶν ἐπιγόνων, ἢ μάλιστα λέγει, ὅτι οἱ Θηβαῖοι ὡς ἀτάσθαλοι ὤλοντο διὰ τὴν εἰς τὸν Πολυνείκην ἀδικίαν. εἶτα ἐπάγει λόγον, ὃν ἐρεῖ τις ὑπερεξαίρων ἑαυτὸν τῶν προγόνων.

(v. 410) Φησὶ γάρ· "τῷ μή μοι πατέρας ποθ' ὁμοίῃ ἔνθεο τιμῇ". τοῦτο δὲ δεινῶς εἶπε κωλύων τὴν ἐπ' ἔλαττον σύγκρισιν. ὁ γὰρ ἐξαθερίζων τὸ ὁμοίῃ ἐντεθῆναι τιμῇ, πῶς ἂν καταδέξοιτο τὴν ἐλάττονα, ὁποίαν προσεχῶς ὁ βασιλεὺς ὑπελάλησε κατὰ τοῦ Διομήδους, μὴ οὖσαν μὲν πάντῃ ἀπαρακάλυπτον κατὰ τὸ "ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς", ἔχουσαν δ' ὅμως καὶ αὐτὴν βαρύνειν τὸν ἥρωα.

(v. 407) Ἰστέον δέ, ὅτι παυρότερον λαὸν λέγει, τουτέστιν ὀλιγώτερον, οὐ μόνον, οὗ εἶχον οἱ πρόγονοι, ἀλλὰ καὶ τοῦ τῶν Θηβαίων πλήθους. ἐννέα δέ φασιν εἶναι τὸν ἀριθμὸν τοὺς ἐπιγόνους· ἦσαν γὰρ Αἰγιαλεὺς Ἀδράστου, Θέρσανδρος Πολυνείκους, Διομήδης Τυδέως, Σθένελος Καπανέως, Ἀλκμαίων καὶ Ἀμφίλοχος Ἀμφιαράου, Στρατόλαος Παρθενοπαίου, Πολύδωρος Ἱππομέδοντος, Μέλων Ἐτεόκλου. Θηβῶν δὲ ἐβασίλευε τότε ἐν τῷ τῶν ἐπιγόνων πολέμῳ Λαοδάμας ὁ Ἐτεοκλέος, ὃς καὶ ἀνῃρέθη. Σημείωσαι δέ, ὅτι οὐ μόνον ὑπερπαθῶν τοῦ Διομήδους ὁ Σθένελος λέγει, ἃ λέγει, ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ λαλῶν. τῷ γὰρ τοῦ Διομήδους [776] ψόγῳ συναδοξῶν ἦν καὶ αὐτός, εἴγε καὶ ὁ Καπανεύς, ὁ τοῦ Σθενέλου πατήρ, ὥσπερ καὶ ὁ Τυδεύς, μέγιστα ἐν τῷ Θηβαϊκῷ πολέμῳ ἐδυστύχησεν. εἰ γοῦν ὁ Διομήδης χείρων τοῦ πατρός, ἄρα καὶ ὁ Σθένελος τοῦ οἰκείου ἠλάττωται πατρός. τάχα δὲ καὶ τὸ "ἡμεῖς πατέρων ἀμείνονες" οὐ τοὺς ὅλους δηλοῖ ἐπιγόνους ‑ τί γὰρ νῦν ἔδει πάντων ὑπερλαλεῖν; ‑ ἀλλὰ μόνους τὸν Διομήδην καὶ τὸν Σθένελον. διὸ καὶ δυϊκῶς λέγει παρακατιών· "παυρότερον λαὸν ἀγαγόντε", ἡμεῖς οἱ δύο δηλαδή. Ἰστέον δέ, ὅτι ἐκ τῶν ῥηθέντων Θηβαϊκῶν πολέμων παροιμία ἐξέπεσεν ἐπὶ τῶν ἀλυσιτελῶν τὸ Καδμεία νίκη, ἐπειδή, φασί, Θηβαῖοι τὰ πρῶτα νικήσαντες ὕστερον ὑπὸ τῶν ἐπιγόνων ἡττήθησαν. Ἀρριανὸς μέντοι ἐν τοῖς Βιθυνιακοῖς, ὡς καὶ προεδηλώθη, ἐπὶ μεγίστης νίκης τὴν παροιμίαν ἐδέξατο. τινὲς δὲ αὐτὴν ἄλλως εἰλῆφθαί φασιν, ἢ ἀπὸ Οἰδίποδος, ὃς Θήβῃσι τὸ τῆς Σφιγγὸς αἴνιγμα λύσας, εἶτα ἔπαθλον τὴν μητέρα ἔγημεν, ἢ ἀπὸ Κάδμου, ὃς ἀνελών, φασί, τὸν τὴν Ἀρείαν κρήνην τηροῦντα δράκοντα ἐθήτευσεν Ἄρει ὀκτὼ ἔτη.

(v. 406) Ἑπτάπυλον δὲ Θήβην ἑνικῶς λέγει τὰς Βοιωτίας Θήβας πρὸς διαστολὴν τῶν ἑκατομπύλων Αἰγυπτίων, ἃς ἀλλαχοῦ ἱστορήσει ὁ ποιητής. Ἰστέον δὲ καί, ὅτι, ὡς καὶ ἀλλαχοῦ ἐπεσημάνθη, πολλὰ εὕρηνται ὀνόματα καὶ ἑνικῶς λεγόμενα καὶ πληθυνόμενα. ὡς καὶ ὅτε Κρήτην καὶ Κρήτας τὴν αὐτὴν νῆσον λέγει Ὅμηρος. οὕτως οὖν ἐπαμφοτερίζει καὶ τὸ τῆς Θήβης ὄνομα καὶ τὸ τῆς Μυκήνης, ἣν Μυκήνας πρὸ ὀλίγων εἶπεν ὁ ποιητής, ὥς που καὶ τὴν Μάλειαν Μαλείας, "Μαλειάων ὄρος αἰπύ". τοιούτῳ δὲ τρόπῳ καὶ ὄρος τὸν Ἄτλαντα πληθυντικῶς ἔφη τις Ἄτλαντας καὶ τὸν Ἄρειον πάγον Ἀρείους πάγους. Σημείωσαι δὲ καί, ὡς πολλαί τινες αἰτίαι παρὰ τῷ ποιητῇ τοῦ σιγᾶν τὰ πρόσωπα. οὐ μόνον οὖν ἔκπληξις αἰτία σιγῆς, ἀλλὰ καὶ αἰδώς. Διομήδης οὖν ἐνταῦθα σιγᾷ, αἰδεσθεὶς βασιλέως ἐνιπὴν αἰδοίοιο. μετ' ὀλίγα δὲ ὁ λαὸς ἕπεται "σιγῇ δεδιότες σημάντορας", ἤγουν εὐλαβούμενοι τοὺς ἄρχοντας. ἐνθυμητέον δὲ καὶ τοὺς κήρυκας, οἳ σιωπῶσι ταρβήσαντες καὶ αἰδόμενοι τὸν Ἀχιλλέα. καὶ σπουδὴ δέ ποτε γίνεται σιγῆς αἰτία, καὶ ἡ τῶν ἀναντιρρήτων δὲ ἀπολογιῶν ἀκρόασις.

(v. 412) Ὅτι ἐν τῷ "τέττα, σιωπῇ ἧσο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ", ὃ λέγει Διομήδης πρὸς Σθένελον, κατασιγαστικὸν ὂν στωμυλίας τὸ ἧσο ἀντὶ τοῦ δίαγε καὶ μένε κεῖται. ἄλλως γὰρ οὐκ ἦν ἐν τοιαύτῃ μάχῃ καθέζεσθαί τινα. σπουδὴν δὲ καὶ ἁπλότητα ἡ λέξις ἐνδείκνυται, ὡς μὴ εὐκαιροῦντος τοῦ Διομήδους κυριολεκτεῖν. ζήτει δὲ καὶ ἐν τοῖς τοῦ Θερσίτου τὸ "ἧσαι ὀνειδίζων" πρὸς ὁμοιότητα τῆς νῦν ῥηθείσης λέξεως τοῦ ἧσο. Τὸ δὲ τέττα, [777] περὶ οὗ καὶ ἐν ἄλλοις δηλοῦται, προσφώνησίς ἐστι καὶ νῦν φιλεταιρικὴ νέου πρὸς μείζονα, ἀμετάφραστος κατὰ τοὺς παλαιοὺς καὶ ἀμετάληπτος, ἤγουν μὴ ἔχουσα εἰς ἑτέραν λέξιν καιριωτέραν μεταλαμβάνεσθαι. οἱ δέ φασιν, ὅτι ὥσπερ βάπτω βαπτίζω βάπτης, οὕτω τέττω τεττίζω τέττης, καὶ ἡ κλητικὴ τέττα. τὸ δὲ τεττίζω γράφει Ζηνόδοτος ἐν τῷ "τοὺς ἐλεεινὰ κατήσθιε τεττίζοντας". καί τοι κατά τινας τιττίζοντας ἐκεῖνος γράφει διὰ τοῦ ι, οὐ μὴν διὰ τοῦ ε. τινὲς δὲ σχετλιαστικὸν νοοῦσι τὸ τέττα, ἀποκοπὲν ἐκ τοῦ τέτλαθι.

(v. 413-419) Ὅτι καὶ ὑβριζόμενος ὁ Διομήδης ὅμως οὐ νεμεσᾶν λέγει τῷ βασιλεῖ ὀτρύνοντι καί που καὶ ἐπιπλήττοντι, προσθεὶς καὶ τὴν αἰτίαν ἐν τῷ εἰπεῖν οὕτω· "οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι, ποιμένι λαῶν, ὀτρύνοντι μάχεσθαι Ἀχαιούς. τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται, εἴ κεν Ἀχαιοὶ Τρῶας δηϊώσουσιν ἕλωσί τε Ἴλιον ἱρήν· τούτῳ δ' αὖ μέγα πένθος Ἀχαιῶν δηϊωθέντων". ἤδη δέ πως ὁ ἥρως καὶ καταγινώσκει νωθρείαν ἑαυτοῦ. διὸ καὶ ἐπαγαγών· "ἀλλ' ἄγε δὴ καὶ νῶϊ", τουτέστιν ἡμεῖς, "μεδώμεθα θούριδος ἀλκῆς", ἤγουν φροντίσωμεν τοῦ εἶναι ἄλκιμοι, καταπηδᾷ χαμᾶζε σὺν τεύχεσι καὶ σπεύδει ἐς μάχην, ὅπερ οὐκ ἐποίει πρὸ τούτου, καὶ ταῦτα τὸν βασιλέα βλέπων οὕτω πονούμενον. Ἰστέον δέ, ὡς οὐ μάτην ὁ Διομήδης προσέθηκε τὸ ποιμένι λαῶν, ἀλλὰ δηλῶν, ὅτι ἄλλου τινὸς οὕτω βαρέως μεμψαμένου οὐκ ἂν ἠνέσχετο. πλὴν εἰ καὶ οὕτως αὐτῷ ἐπιεικὴς ὁ λόγος, ἀλλ' ἔχει τι δακνηρὸν ἄλλως ἐν τῷ "τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται". μονονουχὶ γὰρ τὸν βασιλέα ὑπερπονεῖν ἐθέλει, διότι ἐπὶ τοῖς τῶν ὑπ' αὐτὸν στρατιωτῶν καὶ στρατηγῶν μόχθοις αὐτὸς κυδαίνεται. γεννᾷ δὲ ὁ ῥηθεὶς λόγος καὶ γνωμικὴν ἔννοιαν τοιαύτην, ὡς ἄρα τοῖς βασιλεῦσι καὶ κῦδος ἕπεται κατορθούντων τῶν ὑπ' αὐτὸν καὶ αὖθις μέγα πένθος, εἰ δυστυχήσουσιν.

(v. 419-421) Ὅτι ὁπλίτου ἐνδόξου πήδημα βαρὺ κατὰ τὸ Διομήδειον ἐμφαίνει τὸ "σὺν τεύχεσιν ἆλτο χαμᾶζε. Δεινὸν δ' ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος ὀρνυμένου". εἶτα ἑρμηνεύων τὸ δεινόν φησιν· "ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν", ἤγουν καὶ θρασυκάρδιός τις ἔδεισεν ἂν ἀκούσας. ὠνοματοπεποίηται δὲ τὸ ἔβραχεν, ὡς καὶ τὸ βρέχω. κεῖται δὲ ἐπὶ ὅπλων κτύπου ἡ λέξις ἐν δευτέρῳ ἀορίστῳ διὰ τὴν τοῦ α εὐρυφωνίαν, οὐκέτι μέντοι καὶ ὁ ἐνεστώς, ἀλλ' [778] ἐκεῖνος ἐπὶ ὑετοῦ μόνου λαμβάνεται. Τὸ δέ "ἐπὶ στήθεσσιν" ἐκ μέρους τὸ πᾶν δηλοῖ σῶμα τοῦ ἥρωος. εἰκὸς δὲ καὶ μάλιστα περὶ τὰ στήθη πλείω γενέσθαι ἦχον διὰ τὰ ἐν τοῖς ἔμπροσθεν φερόμενα ὅπλα.

(v. 421) Τοῦ δὲ ταλασίφρονος προϋπόκειται τὸ ταλάσω, οὗ χρῆσις ἀλλαχοῦ παρὰ τῷ ποιητῇ, ὃ συγκοπὲν καὶ τραπὲν ποιεῖ τὸ τλήσω, ἐξ οὗ τλησικάρδιος καὶ τλησίπονος.

(v. 422-428) Ὅτι μιμούμενος ὁ ποιητὴς ἐν παραβολῇ θαλασσίᾳ τραχύτητα κυμάτων ἤχου ὁμοίαις πως λέξεσι φράζει τὸ ὑποκείμενον συνεκτραχύνων δι' ὅλου τῷ λεγομένῳ καὶ τὴν φωνήν. λέγει γάρ· "ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτ' ἐπασσύτερον Ζεφύρου ὑποκινήσαντος", ἤγουν ἠρέμα τὸ πρῶτον εἰς φρῖκα διασαλεύσαντος, "πόντῳ μὲν τὰ πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ' ἄκρας κυρτὸν ἐὸν κορυφοῦται· ἀποπτύει δ' ἁλὸς ἄχνην", ἤγουν ἀφρὸν ἢ φυκίον, ἃ πτύελον ὥσπερ, ἤτοι ἀπόπτυσμα, θαλάσσης εἰσὶν ἐρευγομένης ἔξω, ὡς ἐν ἄλλοις φησίν· "ὣς τότ' ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες νωλεμέως πόλεμόνδε". καὶ ἔστιν ἡ ῥηθεῖσα παραβολὴ πρὸς τὴν πυκνότητα τῶν κατὰ φάλαγγας κινουμένων καὶ τὸν ἐκεῖθεν πολὺν ἦχον. Αἰολικὴ δὲ λέξις ποιηταῖς φίλη τὸ ἐπασσύτερον ἐκ τοῦ ἆσσον γινομένη, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. δηλοῖ δὲ καὶ ἐνταῦθα τὸ ἐγγύς καὶ διὰ τοῦτο τῇ ἐπαλληλίᾳ πυκνόν. συγγενὲς δὲ καὶ τὸ νωλεμές τῇ τοιαύτῃ λέξει. ἐπεὶ καὶ ταὐτόσημα τὸ ἐγγύς καὶ τὸ πυκνῶς καὶ τὸ ἐπασσυτέρως καὶ τὸ ἀδιαλείπτως, ὅ ἐστι νωλεμές.

(v. 426) Ἰστέον δέ, ὅτι ἄχνην Ὁμήρου εἰπόντος τὸ λεπτότατον τοῦ κύματος, ὅπερ ἐν ταῖς ἔξω προσρήξεσιν ἀπαφρίζεται, Σοφοκλῆς ἄλλως τὴν λέξιν ἐκλαβόμενος ἄχνην τὴν δρόσον ἔφη ἐν τῷ "θάλλει δ' οὐρανίας ὑπ' ἄχνης ὁ καλλίβοτρυς νάρκισσος", οὐδ' αὐτὸς ἀπροσφυῶς γράψας διὰ τὸ μηδὲ τὰς τοῦ ὑετοῦ σταγόνας συνεχεῖς εἶναι ἀλλὰ διεχεῖς. ὅθεν καὶ ἡ ἄχνη ὠνόμασται, ἀέχη τις οὖσα καὶ κατὰ κρᾶσιν καὶ πλεονασμῷ τοῦ νῦ ἄχνη, ὡς καὶ ἑτέρωθι δηλοῦται [779] σαφέστερον. Εὐριπίδης δὲ καὶ αὐτὸς μιμησάμενος τὸ "ἁλὸς ἄχνη" οἰνωπὸν ἄχνην λέγει τὴν ἐν λοιβαῖς καταχεομένην τῆς γῆς. τοῦ δὲ ἀέχνη ἄχνη ταὐτότης μὲν ἐν τῷ ἀεχήν ἀχήν, ὁ πτωχός, ὁμοιότης δέ τις ἐν τῷ ἃ ἔχω "ἅχω" παρὰ Σοφοκλεῖ. Ὅρα δὲ καί, ὅτι ἐπίτηδες ἐνταῦθα ὁ ποιητὴς συχνῇ τῇ ὀνοματοποιΐᾳ ἐχρήσατο. ὁ γὰρ ἦχος καὶ τὸ ῥήγνυσθαι καὶ τὸ βρέμειν καὶ τὸ ἀποπτύειν ὠνοματοπεποίηνται. οὕτω δὲ καὶ πολλῷ τῷ ῥῶ ἐν τοῖς ῥηθεῖσι χρᾶται καὶ μάλιστα ἐν τοῖς τελευταίοις δυσὶ στίχοις. εἰ γὰρ καὶ ἄλλως μεμπτέος ὁ τοῦ τοιούτου στοιχείου πλεονασμός, διὸ καὶ οἱ Ἐρετριεῖς ἐκωμῳδοῦντο, καθά που καὶ προεγράφη, ὡς πολλῷ τῷ ῥῶ χρώμενοι, ἀλλ' ἐν τοιούτοις τόποις, ἤγουν ἐν μιμητικῇ τραχυφωνίᾳ πραγμάτων, χρεία συχνοῦ καὶ τοῦ στοιχείου τούτου, ὡς ἐρρέθη καὶ ἐν τῷ "τριχθὰ καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός". ἄλλως γὰρ ἦν καὶ τὸ χέρσῳ γαίῃ εἰπεῖν καὶ τὸ ῥηγνύμενον ἀγνύμενον καὶ τὸ ἄκρας θῖνας, οὕτω δὲ καὶ ἑτέρας λέξεις μεταλαβεῖν εἰς τὸ λεῖον καὶ ἄρροιζον.

(v. 426) Ὅρα δὲ καί, ὅτι τὸ κυρτὸν καὶ ἐπὶ κυμάτων λέγεται, ὡς καὶ ἐπὶ ἄλλων ἀψύχων, γινόμενον παρὰ τὸ κύπτειν κατὰ τοὺς παλαιοὺς ἢ καὶ παρὰ τὸ κρύπτειν.

(v. 422) καὶ ὅτι κῦμα θαλάσσης ἔφη πρὸς διαστολὴν οὐ μόνον λίμνης ἀλλὰ καὶ ποταμοῦ. ἐγείρει γὰρ καὶ αὐτὸς κύματα, ἐξ ὧν κυματίης ὁ τοῦτο πάσχων λέγεται.

(v. 426) Καὶ ὅτι ἐφερμηνεύων καὶ ἐνταῦθα συνήθως ἑαυτὸν ὁ ποιητὴς ἐπήγαγεν εἰς δήλωσιν τοῦ κορύσσεται τὸ κορυφοῦται. οὐκ ἄρα ἐπὶ μόνων ὅπλων τὸ κορύσσεσθαι. οὕτω δὲ καὶ μετ' ὀλίγα ὕδωρ εἰπὼν συμβάλλειν εἰς μισγάγκειαν ἐπάγει ἑρμηνευτικῶς τὸ "κοίλης ἔντοσθε χαράδρης". ἔστι γὰρ ἡ μισγάγκεια κοίλη χαράδρα.

(v. 425) Ὁμοίως δὲ καὶ τὸ "χέρσῳ ῥηγνύμενον" ἐφερμηνευτικόν ἐστι τοῦ "ἐν αἰγιαλῷ πολυηχέϊ ὄρνυται". καὶ ἐν τοῖς ἑξῆς δὲ εἰπών, ὡς ἔβαλέ τις δουρὶ κόρσην, ἐπάγει διασαφητικῶς "αἰχμὴ δὲ διὰ κροτάφου ἐπέρησε", καὶ οὐχ' ἁπλῶς, ἀλλὰ διὰ κροτάφου ἑτέρου, ὡς ταὐτὸν ὂν κόρσην εἰπεῖν καὶ κρόταφον. τὸ γὰρ ἕτερος ὡρισμένης καὶ ἀντιζυγούσης δυάδος δηλοῖ τὸ ἕν. εἰπὼν οὖν "ἔβαλε δουρὶ κόρσην" ὤφειλεν εἰπεῖν "αἰχμὴ δὲ δι' ἑτέρας κόρσης ἐπέρησεν". ἐπεὶ δὲ οὐκ εἶπεν οὕτως ἀλλ', ὅτι δι' ἑτέρου κροτάφου ἐπέρησε, ταὐτὸν ἄρα κόρση καὶ κρόταφος, ὃν καὶ ἐκ τῆς κόρσης ἐτυμολογοῦσί τινες, οἳ μεταθέντες τὸ ῥῶ ποιοῦσι κρόσην, εἶτα ἐξ αὐτῆς παράγουσι διὰ τοῦ α καὶ φ διεξοδικώτερον τὸν κρόταφον, ἵνα εἴη κρόσαφος καὶ Ἀττικῶς κρόταφος. Ὅτι δὲ καὶ τοιαῦται γίνονται παραγωγαί, ἤγουν διὰ τοῦ α καὶ φ, δηλοῖ καὶ τὸ [780] χρυσάφιον ἐκ τοῦ χρυσός παραχθέν, ὥσπερ καὶ ἀπὸ τοῦ ξύλου τὸ ξυλάφιον, [καὶ ἕδος ἑδάφιον.] ἀπὸ δέ γε τῆς κόρσης γίνεται καὶ ἡ κόρρη τροπῇ τοῦ σ εἰς ρ, ὁμοίως τῷ πυρσός πυρρός, ταρσός ταρρός. καὶ τὸ κατὰ κόρρης δὲ τύψαι τινὰ τὸ κατὰ κόρσης ἤτοι κροτάφου ἐστί. παρὰ Ἀττικοῖς δὲ κόρρη ἡ γνάθος. Ἀριστοτέλης δὲ κρόταφόν φησι τὸ μεταξὺ ὀφθαλμοῦ ὠτὸς καὶ κορυφῆς. ὅτι δὲ καὶ ἀπὸ τοῦ κηρύσσειν τάφον ἐτυμολογεῖται, δηλοῦσιν οἱ παλαιοί. συντελεῖ δὲ εἰς τοῦτο καὶ Θεόκριτος εἰπών· "ἀπὸ κροτάφων πελόμεθα πάντες γηραλέοι καὶ ἐπισχερώ", ἤτοι κατὰ τάξιν καὶ ἐφεξῆς, "ἐς γένυν ἕρπει λευκαίνων ὁ χρόνος". [(v. 424 s.) Ἔτι ἰστέον καί, ὅτι πόντον μὲν κἀνταῦθα συνήθως ἔφη τὸ τῆς θαλάσσης πελαγίζον, (οὗ καταπνεομένου ἀνέμοις, ὅθεν καὶ πόντος λέγεται ὡς οἷά τις πνότος, κυρτοῦνται κύματα κορυσσόμενα καὶ ἔξω ἐλαύνονται,) χέρσον δὲ τὸν ἀνωτέρω αἰγιαλόν. καὶ ὅτι τὸ ῥηγνύμενον τὸν ῥηγμῖνα παράγει. δῆλον γάρ, ὡς ῥηγμὶν αἰγιαλώδης ἐστὶ περὶ ὃν κύματα ῥήγνυνται, καὶ ὅτι τὸ βρέμει προσαρμόττον καὶ πυρὶ καὶ ἀνέμοις ἰδοὺ κεῖται καὶ ἐπὶ κύματος. τροπικῶς δέ ποτε καὶ ὁ ἀλαζὼν καὶ ὁ ἀπειλητὴρ βαρὺ βρέμειν λέγονται. καὶ ὅτι ἄκρας τὰ ἀκρωτήρια λέγει, ἐν οἷς μάλιστα βρέμει τὰ κύματα.]

(v. 429-431) Ὅτι πλάττων ὁ ποιητὴς ἐνταῦθα τοὺς ἡγεμόνας κελεύοντας τοῖς ἑαυτῶν ‑ φησὶ γάρ· "κέλευε δὲ οἷσιν", ἤγουν ἰδίοις, "ἕκαστος ἡγεμόνων" ‑ παρεμφαίνει χρῆναι καὶ εὐρυβόας εἶναι τοὺς στρατηγοὺς καί, ὡς αὐτός που λέγει, βοὴν ἀγαθοὺς καὶ μάλιστα, ὅτε συρρήγνυται πόλεμος. Εἶτα ἐπαινῶν εἰς εὐταξίαν τοὺς Ἀχαιούς, ὡς καὶ πρὸ τούτων, σιγῇ προϊέναι αὐτούς φησιν εἰς μάχην, οὐ κατεπτηχότας, ἀλλὰ δι' εὐλάβειαν. φησὶ γάρ· "οἱ δ' ἄλλοι ἀκὴν ἴσαν", ὅ ἐστιν ἐπορεύοντο, "οὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔχοντα ἐν στήθεσιν αὐδήν, σιγῇ δειδιότες σημάντορας". καὶ εἰκότως· εἰ γὰρ μὴ αὐτοὶ ἐσίγων, οὐκ ἂν εἶχον ἄλλως ἀκριβῶς ἀκούειν, ὧν οἱ ἡγεμόνες ἐκέλευον. καὶ σημείωσαι, ὅπως διεσάφησε τὴν σιγήν. οὕτω γὰρ σιγῶσιν, ὥστε δοκεῖν ἄφωνοι εἶναι. [(v. 429) Ἔστι δὲ τὸ [781] μὲν ἴσαν στυγητὸν πεζῷ λογογράφῳ. ποῦ γὰρ παρὰ τοῖς τοιούτοις τὸ ἴω, ἴσω, ἐξ ὧν ἀόριστος ἴσα, οὗ τὸ τρίτον πληθυντικὸν ἴσαν, εἰ καὶ ποιηταῖς τὸ τοιοῦτον ᾠκείωται λεξείδιον.]

(v. 431) Τὸ δὲ σιγῇ ἑρμηνεία τοῦ ἀκήν. τὸ δὲ σχῆμα τῆς ἐννοίας ὑπερβατόν. λέγει γάρ, ὅτι ἀκὴν ἴσαν σιγῇ δειδιότες σημάντορας, οἳ νῦν μὲν ὡς κελεύοντες, εἴτ' οὖν σημαίνοντες, σημάντορες εἴρηνται, ὅτε δὲ καὶ τάσσουσι τὸν στρατὸν εὐκόσμως, κοσμήτορες λέγονται.

(v. 429) Τὸ δέ "οὐδέ κε φαίης" οὐκ ἔστι κατὰ τὸ "οὐδέ κε φαίης ἀνδρὶ μαχεσσάμενον ἐλθεῖν", ἀλλ' ἑτεροῖον. ἐκεῖνο μὲν γὰρ Ἀφροδίτη ἔφη πρὸς τὴν Ἑλένην, τὸ δ' ἐνταῦθα ἡ ἀείδειν προκληθεῖσα Μοῦσα τῷ προκαλεσαμένῳ ποιητῇ λαλεῖ. καὶ ἄλλως δέ γε ὁ ποιητὴς ἀποστρέφει τὸν λόγον πρὸς τὸν ἀκροᾶσθαι αὐτοῦ λαχόντα.

(v. 431) Ὅρα δὲ τὸ δειδιότες παιδευτικὸν ὃν τοῦ χρῆναι καὶ δέος ὑπεῖναι τοῖς ἀρχομένοις, ἵνα καὶ σῴζοιντο οὕτω κατὰ τὸν τραγικόν. [Τοῦ δὲ σιγῇ ἀναλόγως δοκεῖ ἐκτετάσθαι ἡ παραλήγουσα ὡς ἐκ τοῦ σέσιγα μέσου παρακειμένου, οὗ θέμα τὸ σίζω κείμενον ἐν Ὀδυσσείᾳ. εἰ δὲ καὶ ὁ τοῦ αὐτοῦ θέματος ἐνεργητικὸς παρακείμενος ὁ σέσιχα παράγει τὸ σιχός, ὁ ἀπόπτυστος, καὶ πλεονασμῷ τοῦ κάππα σικχός, κατὰ τὸ βάζω βέβαχα βάχος καὶ βάκχος, εἴη ἂν καὶ αὐτὸ εὔλογον. Δῆλον δ' ὅτι ἐκ τοῦ σικχός καὶ ῥῆμά ἐστι σικχάζω.]

(v. 431 s.) Ὅτι ἐν ἄλλοις μὲν ἡ τῶν πολεμικῶν ὅπλων λαμπρότης πλείονος λόγου ὕλη γίνεται τῷ ποιητῇ, ἐνταῦθα δέ, οὕτω δόξαν αὐτῷ, ἀρκεῖται περὶ τῶν Ἀχαιῶν εἰπὼν μόνον τὸ "ἀμφὶ δὲ πᾶσι τεύχεα ποικίλα ἔλαμπεν".

(v. 433-436) Ὅτι σεμνύνας τοὺς Ἕλληνας ἐπὶ εὐταξίᾳ διὰ τὴν ῥηθεῖσαν σιγὴν εὐθὺς ἐκ τοῦ ἐναντίου ὑπογράφει τὸν κατὰ Τρῶας πολὺν θόρυβον παραβολικῶς, οὐ κατὰ γεράνους, ὡς πρὸ τούτων, ἀλλὰ κατὰ συχνὰ ποίμνια γινόμενον, εἰπών· "Τρῶες δ' ὥς τ' ὄϊες πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ μυρίαι ἑστήκωσιν ἀμελγόμεναι γάλα λευκόν, ἀζηχές", ὅ ἐστι συνεχές, "μεμακυῖαι, ἀκούουσαι ὄπα ἀρνῶν", ὃ δὴ καὶ αἴτιον αὐταῖς τοῦ πολλὰ μηκᾶσθαι, "ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει". ἴσως δὲ τῷ ὀνόματι τῶν ὀΐων καὶ τῶν ἀρνῶν καὶ τὰς αἶγας νῦν καὶ τοὺς ἐρίφους συννοητέον. Ὅρα δέ, ὅτι τε ἀγροικικὴν ἡ παραβολὴ ὡς ἐκ παρέργου περιέχει ἱστορίαν καὶ ὅτι ἀκαταλλήλως ἐν αὐτῇ ἔχει πρὸς τὴν ἀπόδοσιν ἡ σύνταξις τῆς [782] ἀρχῆς. ἄρχεται μὲν γὰρ κατὰ εὐθεῖαν, ἀποδίδοται δὲ κατὰ γενικήν, οἷον· Τρῶες δὲ ὡς ὄϊες μηκῶνται, οὕτω Τρώων ἀλαλητὸς ὀρώρει, ὡς δῆθεν ταὐτὸν ὂν Τρῶες εἰπεῖν καὶ Τρώων ἀλαλητός. τινὲς δὲ ἀσύντακτον μεῖναί φασι τὸ "Τρῶες δὲ ὥστ' ὄϊες". οὐ γὰρ ἔχει ἀπόδοσιν. καὶ ἔστιν οὕτω πάνυ καινοπρεπὲς τὸ σχῆμα. ἠδύνατο μὲν γὰρ ὁ ποιητὴς συνήθως ἀποδοῦναι τὴν παραβολήν, ὡς καὶ ἤρξατο, καὶ εἰπεῖν ἐν τῇ ἀποδόσει, ὅτι ὧς Τρῶες ἐποίουν τάδε τινά, ἢ καὶ ἄλλως γράψαι κατὰ τὴν ἀρχήν "Τρώων δὲ ὥστ' ὄϊες" καὶ ἑξῆς, ἵνα ἦν ὁμοιόπτωτος τῇ ἀποδόσει καὶ ἡ ἀρχή. ὁ δὲ οὐκ ἠθέλησεν, ἀλλὰ οἷον συνεβαρβάρισε καὶ αὐτὸς τῷ Τρωϊκῷ ἀλαλητῷ.

(v. 433) Πολυπάμμονα δὲ τὸν πολυκτήμονα λέγει. πάμματα γὰρ παρὰ Δωριεῦσι τὰ κτήματα καὶ πάσασθαι τὸ κτήσασθαι, ὅθεν καὶ τὸ πῶϋ καὶ πηός, ὁ κτητὸς ἐξ ἀγχιστείας συγγενής. Σκοπητέον δέ, εἰ Δώριον τὸ πάμμα καὶ ὁ πολυπάμμων, πῶς ἐν αὐτοῖς διπλάζεται τὸ ἀμετάβολον. οὐ γὰρ Δωριέων τοῦτο, παρ' οἷς τὸ σχῆμα καὶ βῆμα σχᾶμα καὶ βᾶμα λεγόμενα οὐ διπλάζουσι τὸ μῦ. ἴσως οὖν καὶ Αἰολέων τὰ ῥηθέντα εἰσίν, ὑφ' ὧν διπλοῦνται τὰ σύμφωνα παρὰ τὴν πολλὴν συνήθειαν. ὅτι δὲ καὶ οἱ χωριτικώτεροι τῶν ἄρτι κτήματά φασι τὰ τετράποδα, οἴδασιν οἱ ὁμιλοῦντες αὐτοῖς.

(v. 435) Τὸ δὲ ἀζηχές ἐκ τοῦ ἀδιεχές γίνεται, ὃ ἐναντίον ἐστὶ τῷ συνεχεῖ, ἀποβολῇ τοῦ ι καὶ τροπῇ συνήθει τοῦ δ εἰς ζ καὶ τοῦ ε εἰς η, ὡς δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Τὸ δὲ μεμακυῖαι γίνεται μὲν ἀπὸ τοῦ μηκῶ μηκήσω, δοκεῖ δὲ συγκεκόφθαι ἀπὸ τοῦ ἐκεῖθεν γινομένου δυσεκφωνήτου παρακειμένου. Ἰστέον δέ, ὡς Ὁμήρου ἐπὶ ὀΐων τιθέντος τὴν τοιαύτην λέξιν, οἱ μεθ' Ὅμηρον ἐπὶ αἰγῶν μὲν εἵλοντο λέγειν τὸ μηκᾶσθαι, ταῖς οἰσὶ δὲ ἀπεκλήρωσαν τὸ βληχᾶσθαι. εἴποι δ' ἄν τις καί, ὅτι φαίνεται κατὰ σχῆμα συντομίας ἐνταῦθα ῥηθῆναι τὸ μηκᾶσθαι εἰς δεῖγμα τοῦ καὶ τὰς αἶγας νῦν συνεπινοεῖσθαι καὶ τοὺς ἐξ αὐτῶν ἐρίφους διὰ τὸ δοκεῖν τὸ μηκᾶσθαι ἐπὶ αἰγῶν κυριολεκτεῖσθαι, ὡς εἴρηται, ἵνα ᾖ ὅμοιον τῷ "ἵπποι βουκολοῦνται". ὡς γὰρ ἂν τοῦτο συμβιβάζοιτο εἰς νοῦν, οὕτω καὶ τὸ "ὄϊς μηκῶνται".

(v. 436) Ὁ δὲ πολλαχοῦ δηλούμενος ἀλαλητός προσεταιρίζεται καὶ τὴν τραγῳδικὴν ἀλαλήν, οἷον "ἀλαλαῖς αἰαγμάτων". ἴσως δὲ ἀπ' αὐτῆς τὸ ἀλαλάζειν καὶ ὁ ἐκεῖθεν ἀλαλαγμός. Τὸ δέ "ἀνὰ στρατὸν εὐρύν" αἰτιολογεῖ τὸν πολὺν Τρωϊκὸν ἀλαλητόν. ὁ γὰρ πολὺς [783] στρατὸς ἀκόσμως ἔχων καὶ πολὺν ἀπετέλει θόρυβον, οὗ τὴν αἰτίαν ἀριδηλότερον ὁ ποιητὴς ἀποδιδούς φησι·

(v. 437 s.) "Οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ' ἴα γῆρυς, ἀλλὰ γλῶσσ' ἐμέμικτο, πολύκλητοι δ' ἔσαν ἄνδρες", ἤγουν ἐκ πολλῶν συγκληθέντες γλωσσῶν. οἱ γὰρ Ἕλληνες ὡς ὁμόγλωσσοι, οὐ πολύκλητοι, βραχύ τι κατὰ τὰς διαλέκτους διαφέροντες καὶ οὐδὲ τοῖς τόποις πολυσπερέες καὶ πάνυ μακρὰν διεστῶτες. Τοῦ δὲ θρόος προϋπόκειται ῥῆμα τὸ θρέω, ἤγουν σὺν θορύβῳ βοῶ ἢ λαλῶ, οἷον "πάθεα θρεομένης" καὶ "θρεομένη σαυτῇ κακά". ἐκ δὲ τοῦ θρόος συνῄρηται ὁ θροῦς, ἐξ αὐτῶν δὲ ὁ ἀθρόος καὶ ὁ ἄθρους. Τὸ δέ "γλῶσσ' ἐμέμικτο" ἢ πληθυντικῶς νοητέον ἀντὶ τοῦ γλῶσσαι πολλαὶ μεμιγμέναι ἦσαν, ὡς τῆς αι διφθόγγου ἐκθλιβείσης, ἵνα ᾖ τὸ πλῆρες, ὅτι γλῶσσαι ἐμέμικτο, ὁποῖον ἀλλαχοῦ τὸ "κνῆμαι παλάσσετο" ἑνικοῦ ῥήματος ἐπαγομένου πληθυντικῷ ὀνόματι, ᾧ δὴ σχήματι πλεονάζει μάλιστα ὁ Πίνδαρος, ἢ καὶ ἄλλως λόγῳ προσηγορίας ἑνικῶς ῥητέον "γλῶσσα ἐμέμικτο", καθὰ δηλοῖ Ὅμηρος τὸ τοιοῦτον νόημα παραφράζων ἐν τῇ Βοιωτίᾳ, ἔνθα φησὶν οὕτω· "πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων". οἷος δὲ ὁ θροῦς τῶν διαφόρων γλωσσῶν, ἴσασιν οἱ πεπειραμένοι, παρ' οἷς ἔγνωσται καὶ ὡς τὸ τῶν ὁμογλώσσων ἀνάρμοστον, ὅτε διαφόροις μερίζονται γνώμαις, παραβολῆς δέεται Ὁμηρικῆς παριστώσης ἐναργῶς, ἡλίκον κλάζουσιν. Ἐνταῦθα δὲ νοητέον καί, ὅτι, κἂν ὁ ποιητὴς σιωπᾷ, ὅμως τὸ πρᾶγμα νοεῖν δίδωσιν, ὡς οἱ Τρῶες ἐν τῷ δημηγορεῖν ὑποβολεῦσιν ἐχρῶντο, ὅ ἐστιν ἑρμηνεῦσιν. οὐ γὰρ αἱ, ὡς ἐρρέθη, μεμιγμέναι γλῶσσαι συνιέναι ἄλλως εἶχον τῆς τοῦ Ἕκτορος τυχὸν ἢ Ἀντήνορος ἐν κοινῷ δημηγορίας.

(v. 439) Ὅτι τοὺς μὲν Ἕλληνας Ἀθηνᾶ ὀτρύνει εἰς μάχην, Ἄρης δὲ τοὺς Τρῶας, θυμὸς δηλαδὴ ἄλογος. προϊὼν δὲ λέγει, ὅτι καὶ Ἀπόλλων ἐρεθίζει τοὺς Τρῶας. πρὸς αὐτῶν γὰρ ἦν ἔτι τὸ εἱμαρμένον, οὗπέρ ἐστι δηλωτικὸς ὁ Ἀπόλλων, ὡς πολλαχοῦ φαίνεται.

(v. 440 s.) Συμπαραμίγνυσι δὲ Ὅμηρος τῷ Ἄρει καὶ τῇ Ἀθηνᾷ τόν τε Δεῖμον τόν τε Φόβον, κακὰ δὴ ταῦτα πολέμῳ φίλα, ἔτι δὲ καὶ τὴν Ἔριν, ἧς ἄνευ οὐκ ἄν ποτε συσταίη πόλεμος. φησὶ γάρ· "Δεῖμός τ' ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα, Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε".

[(v. 440) [784] Ἰστέον δέ, ὅτι, καθὰ ὁ φίλος καὶ ὁ δαήρ καὶ ἄλλα διάφορα, οὕτω καὶ ὁ Ἄρης ἀλογίστῳ συστολῇ κατὰ τοὺς παλαιοὺς ὑποπίπτει, ὡς δῆλον μάλιστα ἐκ τοῦ "Ἆρες Ἄρες βροτολοιγέ", ὃ καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται.] καὶ ὅτι, εἰ καί τινες ἵππους Ἄρεος τὸν Δεῖμόν φασι καὶ τὸν Φόβον, ἀλλ' ἐνταῦθα θεράποντες αὐτοὶ καὶ ὀπαδοὶ φαίνονται Ἄρεος. ἔστι δὲ δεῖμος μὲν τὸ δεδιέναι, φόβος δὲ ἡ φυγή. Ἄμοτον δὲ ὅτι τὸ τέλειον λέγεται καὶ πλῆρες ὡς ἐκ μεταφορᾶς τραυμάτων μηκέτι δεομένων μότου, πολλαχοῦ περιλαλεῖται.

(v. 4415) Ὅτι τὴν Ἔριν, ἣν κασιγνήτην Ἄρεος ἔφη καὶ ἑταίραν τά τε ἄλλα καί, διότι δὲ ὡς τὰ πολλὰ ἡ Ἔρις ἐπιταθεῖσα εἰς πόλεμον καταστρέφει, πλάττει καὶ ὡς δαιμόνιόν τι τεράστιον, λέγων ὡς "ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα" προσαυξανομένη "οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει". Αἰνίττεται δὲ διὰ τούτων τὸ τῆς ἔριδος ἴδιον. μικρᾶς γὰρ πολλάκις εἰς ἔριν προϋπαρξάσης αἰτίας, ἀκρίδος τυχὸν ἢ πέρδικος κατὰ τὰς ἱστορίας (γυναικὸς γὰρ εἰπεῖν ἢ τοιούτου τινὸς πλείων ὁ λόγος) μέγιστος ἐκεῖθεν ἐκκορυφοῦται αὐξόμενος πόλεμος καί, κατὰ τὸν ποιητὴν εἰπεῖν, "ὀφέλλει στόνον ἀνδρῶν", ὅτε δὴ οἱ μὲν μαχόμενοι ἐπὶ γῆς εἰσιν, ἡ βοὴ δὲ οὐρανὸν ἷκεν. ὁ γοῦν Τρωϊκὸς πόλεμος ἀφορμὴν μὲν ἔχει μικράν, τὴν Ἑλένην, αὐτὸς δὲ ἡλίκος γέγονεν, οὐδεὶς ἀγνοεῖ.

(v. 441) Τὸ δέ "κασιγνήτη ἑτάρη τε" διδάσκει μὴ ἀεὶ τοὺς ἀδελφοὺς ἐξ ἀνάγκης καὶ φίλους εἶναι. ἐπίτασις γοῦν ἀδελφικῆς φιλίας καὶ ὁμονοίας τὸ ἑταῖρος.

(v. 443) Τὸ δέ "οὐρανῷ ἐστήριξε κάρη" στρυφνῶς πέφρασται ἀντὶ τοῦ "ἕως εἰς οὐρανὸν ἐλθοῦσα οὐ δύναται ὑπεραναβῆναι". Ἰστέον δέ, ὅτι Ὅμηρος μὲν εἰπών, ὡς Ἔρις οὐρανῷ ἐστήριξε κάρη, ἐντελῶς ἅμα καὶ ἀσφαλῶς ἔφρασεν. Εὐριπίδης δὲ ἐν τῷ "κῦμα οὐρανῷ στηρίζον" ὑπερβολικῶς τε ἔφη κατὰ ἀφέλειαν τοῦ λαλοῦντος προσώπου καὶ οὐδὲ ἀνελλιπῶς, εἰ μή τις τὸ στηρίζον ἀντὶ τοῦ ἐγγίζον εἴπῃ καὶ στηριζόμενον. [Δῆλον δ' ὅτι ἡ Ἔρις οὐρανῷ στηρίζει κάρη ἤ, ὅτε ἡ κατ' [785] αὐτὴν ἀϋτὴ οὐρανὸν ἵκει καθ' Ὅμηρον, ἢ καὶ ἄλλως ἀλληγορικῶς οἱ ἐρίζοντες εἰς οὐρανὸν ἀφορῶσι καὶ τὰς ἐκεῖ διοσημίας ἐπισκοποῦνται καὶ τὰ ἐκ Διὸς τέρατα.]

(v. 444) Ὅτι τὸ ἔργον τῆς εἰρημένης κατὰ πόλεμον Ἔριδος ὑποδηλῶν φησιν· "ἣ καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ ἐρχομένη καθ' ὅμιλον, ὀφέλλουσα στόνον ἀνδρῶν". ὅτι δὲ τὸ ὁμοίϊον ἐπὶ κακοῦ κεῖται, προγέγραπται.

(v. 446-451) Ὅτι ἐκφράζων ὁ ποιητὴς συμβολὴν πολέμου λέγει· "οἳ δ' ὅτε δὴ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, σύν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν χαλκεοθωρήκων, ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντ' ἀλλήλλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων", ὃ καὶ ἀλλαχοῦ κεῖται, "ῥέε δ' αἵματι γαῖα", ἀντὶ τοῦ ἐρρέετο, ἢ καὶ ἄλλως, ἐνεργητικῶς πρὸς ὁμοιότητα τοῦ "ἔρρεε δακρύοις ὁ ὀφθαλμός", ὅπερ ἐν τῷ Περὶ προνοίας φησὶν Αἰλιανός. ἔχει δέ τι ὅμοιον τοῦτο καὶ πρὸς τὸ λέγειν ἀνακεχωρηκότα τόπον τὸν ἔρημον καὶ ἥσυχον. ὡς γὰρ τόπος ἀναχωρεῖν λέγεται, οὕτω καὶ γῆ ῥέειν, ἄμφω δηλαδὴ οὐ καθ' αὑτό, ἀλλὰ δι' ἕτερον. ἔτι δὲ ὁμοιοῦταί πως καὶ πρὸς τὸ κινεῖσθαι τὸ λήϊον ἀσταχύεσι καὶ φρίσσειν τὴν μάχην δόρασι.

(v. 449) Σημείωσαι δέ, ὅτι τὸ "ἀσπίδες ἔπληντο ἀλλήλαις", τουτέστιν ἐπλησίασαν, ἐφερμηνευτικόν ἐστι τοῦ συνέβαλον ῥινούς. ἐκεῖνο γὰρ ἀσαφὲς ἦν, ἐκ δὲ τούτου ἐνάγεταί τις νοεῖν, ὅτι καὶ τὸ συνέβαλον ἔγχεα καὶ μένεα ἀνδρῶν τὴν ἐγγύτητα δηλοῖ τῶν ἐγχέων καὶ τῶν ἀνδρῶν, οἳ περὶ ἕνα τόπον, συνῆλθον.

(v. 447) Μένεα γὰρ ἀνδρῶν νῦν οἱ ἄνδρες κατὰ περίφρασιν. ἐκ δὲ τοῦ συνέβαλον ἡ πολεμικὴ παρῆκται συμβολή. Ῥινοὺς δὲ τὰς ἀσπίδας εἶπεν ἐκ μέρους, ἐπεὶ οὐκ ἔστιν ἀσπὶς ῥινοῦ ἄνευ, ὅ ἐστι δέρματος, εἰ μὴ ἄρα τις τὰς πλεκτὰς ἢ τὰς λινέας ἢ τὴν τοῦ Ἀχιλλέως ἐρεῖ. [Ὅρα δέ, ὅτι ἐν μὲν τῷ "σύν ῥ' ἔβαλον ῥινούς" ἀναγκαίως κεῖται ὁ ῥα σύνδεσμος, ἵνα ἡ κεφαλὴ οὕτω μηκυνθῇ τοῦ στίχου. ἐν δὲ τῷ πρὸ αὐτοῦ "οἳ δ' ὅτε δή ῥ' ἐς χῶρον" περιττῶς ἔπεσε διὰ μόνον φίλον τῷ ποιητῇ ῥοῖζον.]

(v. 448) Τὸ δὲ χαλκεοθωρήκων ἔοικε πρὸς διαστολὴν ἑτεροίων τινῶν εἰρῆσθαι θωράκων, ὡς δῆλον καὶ ἐκ τῶν ἐν διαφόροις ἱστορίαις λινοθωράκων. Ὀμφαλοὶ δὲ ἀσπίδος βοῦλλαί τινες εἰς κόσμον ἐπικείμεναι καὶ μάλιστα περὶ τὸ μέσον, ὅθεν καὶ εἴρηνται καθ' ὁμοιότητά τινα τοῦ ζωϊκοῦ ὀμφαλοῦ.

(v. 449) Τὸ δὲ ὀρυμαγδός [786] καὶ νῦν ἐν τῇ παραληγούσῃ ἔχει τὸ γ διὰ μέτρον. ὡς ἐπὶ πολὺ μέντοι διὰ δακτύλου ἀπαρτισμὸν ἐν τῇ προπαραληγούσῃ τίθεται. ὠνοματοπεποίηται δὲ καὶ αὐτό.

(v. 450) Εὐχωλὴ δὲ ἢ ἐντυχία πρὸς τὸ θεῖον ἢ μάλιστα, ὡς καὶ προεγράφη, καύχημα, ὡς τῶν μὲν ὀλλυμένων οἰμωζόντων, τῶν δὲ ὀλλύντων ἐπικαυχωμένων τοῖς πίπτουσιν. Ἐν δὲ τῷ "οἰμωγή τε καὶ εὐχωλή" καὶ ἑξῆς, ὡς καὶ προδεδήλωται, ἦν μὲν ἂν κατὰ φύσιν ἡ σύνταξις, συγκειμένων τῶν ὀλλύντων μὲν τῇ εὐχῇ, τῶν ὀλλυμένων δὲ τῇ οἰμωγῇ. Ὅμηρος δὲ ἀλληνάλλως τάξας καινότερον ἔγραψεν, ἰδίᾳ μὲν θέμενος ὁμοῦ τὰ ὀνόματα, ἰδίᾳ δὲ τὰς μετοχάς, καὶ τῷ δευτέρῳ συνεχίσας τὴν οἰκείαν μετοχήν, εἶτα καὶ τὴν τοῦ πρώτου ἀποδεδωκώς, ὁποῖα καὶ ἄλλα πολλὰ εὕρηνται, ὡς ἐν τῇ γ΄ ῥαψῳδίᾳ πλατύτερον παρεσημάνθη. τοιούτου δέ τινος τύπου καὶ τὸ "πικρία καὶ γλυκύτης μέλιτός τε καὶ ἀψινθίου". ἡ γὰρ γλυκύτης τῷ μέλιτι συγκειμένη συνεχῆ πως τὸν λόγον ποιεῖ.

(v. 452-456) Ὅτι ἐπαινεῖται καὶ ἡ κατὰ τὴν μισγάγκειαν ἐνταῦθα παραβολὴ ἀφορμὴν μὲν σχοῦσα τὸ ἐς χῶρον ἕνα ξυνελθεῖν τοὺς πολεμίους καὶ συμβαλεῖν, ὡς ἐρρέθη, τοιαύτη δὲ οὖσα· "ὡς δ' ὅτε χείμαρροι ποταμοὶ κατ' ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν, ὣς τῶν μισγομένων γένετ' ἰαχή τε φόβος τε". καί φασιν οἱ παλαιοί, ὡς ἐπεὶ ὁ τοῦ πολέμου ὅμαδος ἦχός ἐστιν ἔχων ὅπλα κτυποῦντα, ἀλαλαγμοὺς ἀνδρῶν, ἵππων φριμαγμούς, βοάς, εὐχάς, οἰμωγάς, εἰκότως καὶ ταύτην οὕτω τὴν παραβολὴν διεσκεύασεν ὁ ποιητὴς τραχύνων αὐτὴν ὀνοματοποιΐαις καὶ συναπειλῶν τῷ ῥεύματι. διὰ τοῦτο οὐδὲ ἀένναον παρείληφε ποταμόν, ἀλλὰ χείμαρρον διὰ τὸ τραχύτερον τῆς βοῆς.

(v. 452) Ἰστέον δέ, ὅτι γενικὸν μὲν ὄνομα τὸ ποταμοί, εἰδικὸν δὲ τὸ χείμαρροι, καὶ ὅτι τὸ χείμαρροι, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται, Πτολεμαῖος μὲν ὁ Ἀσκαλωνίτης παροξύνει ὡς ἀπὸ τοῦ χειμάρρους, ἵνα φέρῃ τὸν τόνον τῆς ἑνικῆς εὐθείας, Νικίας δὲ προπαροξύνει πιθανώτερον ἐκ τοῦ χειμάρροος, ἵνα ἔχῃ συγκοπὴν ἐκ τοῦ χειμάρροοι. λέγουσι δὲ ἐκεῖνοι, ὅτι Ὅμηρος τὰ τοιαῦτα ἑνικὸν ἐντελέστερον οἶδε προφερόμενα, οἷον "Ἑλλήσποντος ἀγάρροος" καὶ "στήῃ ἐπ' ὠκυρρόῳ ποταμῷ" καὶ "ἐς ποταμὸν εἰλεῦντα βαθύρροον". σπανίως δὲ καὶ τὸ συνηλειμμένον "χειμάρρους κατ' ὄρεσφι" καὶ [787] "πλήθοντι ἐοικὼς χειμάρρῳ". τὸ μέντοι ἁπλοῦν ἀεὶ ἐντελῶς· "ὤθει δ' ἐν σάκεϊ πίπτων ῥόος". [καὶ τοιαῦτα μὲν αὐτοί. Ὁ δὲ Ἡρωδιανὸς ἑτεροῖόν τι λέγει, ἐν οἷς φησιν, ὅτι χειμάρρους ῥητέον σὺν τῷ υ, ἀλλ' οὐχ' ὥς τινες χείμαρρος. τὰ γὰρ εἰς ους ἁπλᾶ κατὰ τὴν σύνταξιν φυλάσσει τὸ υ, οἷον νοῦς σύννους, ὀδοὺς τριόδους, ποὺς τρίπους. οὕτω γοῦν καὶ ῥοὺς χειμάρρους. Ὅμηρος "χειμάρρους κατ' ὄρεσφι". καὶ πάλιν· χειμάρροοι, ἀλλ' οὐ χείμαρροι, ὡς οἱ πολλοί φασιν. ὡς γὰρ ἀπὸ τοῦ Ἀλκίνους Ἀλκίνοοι, οὕτω καὶ ἀπὸ τοῦ χειμάρρους χειμάρροοι.] Ἰστέον δὲ καί, ὅτι ἀπὸ τοῦ πλεονάζοντος λέγεται ὁ χείμαρρος. κἂν γὰρ μὴ ἐν χειμῶνι ῥέῃ, ὅμως χείμαρρος καλεῖται, ὡς τὰ πολλὰ ἐν καιρῷ χείματος ῥέων. καὶ ὅτι, ὁπηνίκα λέγομεν χείμαρρον, ἐλλιπῶς λέγομεν. τὸ γὰρ τέλειον ποταμὸς χείμαρρος. Ὅτι δὲ τὸ χειμάρρους ἐντελέστερόν ἐστι τοῦ χείμαρρος, δηλοῖ καὶ Ἡρωδιανὸς εἰπὼν τὰ προσεχῶς εἰρημένα. δῆλον δ' ὅτι χειμάρρους ποτὲ καὶ ὁ τόπος λέγεται, κἂν ξηρὸς ᾖ, ὁ σχών ποτε τοιοῦτον ποταμόν. δύο δὲ χείμαρροι ἐνταῦθα λαμβάνονται πρὸς ὁμοιότητα τῶν δύο στρατευμάτων, ὡς δῆλον ἐκ τοῦ συμβάλλετον, δυϊκοῦ ῥήματος. Τὸ δέ "κατ' ὄρεσφι ῥέοντες" τὸ πολὺ διασαφεῖ τῆς ἰαχῆς τῶν στρατευμάτων. πάντως γὰρ πλείων ἦχος ὁ τῶν ἐξ ὄρους καταρρεόντων χειμάρρων ἤπερ ὁ τῶν διὰ πεδιάδος τρεχόντων. οὕτω δὲ καὶ τὸ "κρουνῶν ἐκ μεγάλων" ἔνδειξιν ἔχει τῆς κατὰ τὴν ῥηθεῖσαν μισγάγκειαν πολλῆς ἰαχῆς. τοιαύτη γὰρ εἴη ἂν ἡ μὴ ἐκ μικρῶν κρουνῶν, ἀλλ' ἀνάπαλιν, οἳ γίνονται παρὰ τὸ κρότῳ ἢ κρουσμῷ νάειν ἤγουν ῥέειν.

(v. 453) Ἄγκος δὲ διὰ τοῦ κ ὁ βαθὺς καὶ φαραγγώδης καὶ κοῖλος τόπος παρὰ τὸ ἀνακεῖσθαι. τὸ γὰρ ὑψηλὸν οὐκ ἀνάκειται ὑπτιάζον, ἀλλ' ὑπερανίσταται. ὅθεν ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει· "κοίλης ἔντοσθε χαράδρης". ἐὰν δὲ εἰς τοιοῦτον ἄγκος πολλὰ συμβάλλωσιν [788] ὕδατα, μισγάγκεια τὸ τοιοῦτον λέγεται. Ὠνοματοπεποίηται δὲ οὐ μόνον τὸ ῥέειν καὶ ὁ κρουνός καὶ ὁ δοῦπος καὶ τὸ ὄβριμον [καὶ τὸ χαράσσειν, ἐξ οὗ καὶ ἡ χαράδρα, ἴσως δὲ καὶ ὁ χαραδριός,] ἀλλὰ καὶ τὸ μίσγεσθαι, ὃ λέγεται κυρίως ἐπὶ ὑδάτων. ὅθεν καὶ μισγάγκεια ἡ τούτων σύρροια, ὥσπερ ἐπὶ στρατοῦ κυριολεκτεῖται τὸ συμβάλλειν καὶ τὸ ἐξ αὐτοῦ ὄνομα ἡ συμβολή, εἰ καὶ Ὅμηρος ἐνήλλαξεν αὐτά, ἐπὶ μὲν χειμάρρων εἰπών· "ἐς μισγάγκειαν συμβάλλετον ὕδωρ", ἐπὶ δὲ ἀνδρῶν "ὣς τῶν μισγομένων", ποιήσας οὕτως, ἵνα δείξῃ τὴν τῶν παραβολῶν πολλὴν ὁμοιότητα. Ὅτι δὲ τὸ συμβάλλειν κυρία λέξις ἐστὶν ἐπὶ ὑδάτων μίξεως, δηλοῦσι μέχρι καὶ νῦν πολλοὶ τῶν πάλαι ποτὲ σοφῶν Ἑλλήνων, παρ' οἷς ἡ τῶν ὑδάτων σύρροια συμβολὴ λέγεται, βαρβαριζομένη μὲν [κατ' ἐκείνους εἰπεῖν εἰς σουβάλλαν,] παραλαλοῦσα δὲ καὶ οὕτως, ὃ βούλεται. Ὅρα δὲ καί, ὅτι τὸ ὄβριμον καὶ ἐπὶ ὕδατος τίθεται, ὡς καὶ ἐπὶ ἔγχους, καὶ ὅτι τὸ ὕδωρ καὶ ἐνταῦθα ἐκτείνει τὸ δίχρονον, ἀλλαχοῦ δὲ καὶ συστέλλεται,

(v. 454) καὶ ὅτι κρουνοὶ αἱ τῶν χειμάρρων ἀρχαί, ὥσπερ πηγαὶ αἱ τῶν ἀεννάων, καὶ ὅτι χαράδρα κυρίως ἐπὶ χειμάρρου, ὃς ῥέων χαράττει δραστηρίως τὴν γῆν, ἐπὶ δὲ ἀεννάου ἴσως οὐ πάνυ κυριολεκτηθήσεται, καὶ ὅτι μυριαχοῦ ὁ ποιητὴς εἰωθὼς περιττά τινα πολυμαθίας χάριν ἐμβάλλειν ταῖς παραβολαῖς, τοῦτο καὶ ἐνταῦθα πεποίηκεν

(v. 455) εἰπών, ὅτι τῶν χειμάρρων τηλόσε δοῦπον ἔκλυε ποιμήν. τοῦτο γὰρ περιττῶς οὕτω παρέρριπται εἰς οὐδὲν ἄλλο χρήσιμον ὂν τῇ παραβολῇ ἀλλ' ἢ μόνον εἰς τὸ διδάξαι, ὡς τὰ τοιαῦτα τοῖς ποιμέσι μάλιστά εἰσι γνώριμα, οὐ τοῖς ἀστικοῖς. τῷ δὲ τοῦ ποιμένος νῦν ὀνόματι ἔστι καὶ τὸν αἰπόλον συννοεῖν, εἰ μὴ ἄρα τις εἴποι, ὅτι ποιμένων μὲν τὰ κοῖλα, αἰπόλων δὲ τὰ ὑψηλά. συνεισάγεται δὲ καὶ συφορβός, εἴγε χείμαρρος καὶ αὐτόν ποτε παρασύρων φθείρει, ὡς ἀλλαχοῦ ἐρεῖ ἡ ποίησις.

(v. 456) Ἐν δὲ τῷ "ἰαχή τε φόβος τε" δοκεῖ παρέλκειν ἡ προσθήκη τοῦ φόβου, ὅ ἐστι τῆς φυγῆς. ἡ γὰρ παραβολὴ πρὸς μόνην τὴν ἰαχήν, οὐ μὴν καὶ πρὸς τὴν φυγὴν τοῦ λαοῦ, εἰ μὴ ἄρα καὶ ὁ φόβος πρὸς ἔνδειξιν κεῖται τῆς κατ' αὐτὸν ἰαχῆς.

(v. 457) Ὅτι Ἀντίλοχος, ὁ τοῦ τακτικωτάτου Νέστορος υἱός, εἰ καὶ νεώτατός ἐστιν, ἀλλὰ βαλὼν πρῶτος [789] Τρώων ἕλεν ἄνδρα κορυστήν, ἀπ' ἐλάσσονος ἀρξαμένου τοῦ ποιητοῦ, ὁποῖα τὰ τῆς τύχης, ὃς καὶ τῆς μεγάλης μάχης τῆς καθ' ὁμίλους τὸ ἔλαττον, ἤγουν τὴν μονομαχίαν, προέταξε. καὶ ἄλλως δὲ τοῦτο μάχης ἴδιον, τὸ ὀλίγην τὰ πρῶτα κορύσσεσθαι, ὡς πρὸ ὀλίγου ἐλέγετο. τάχα δὲ καὶ ζηλοῖ ὁ Ἀντίλοχος θεατὴν ἔχων πατέρα τὸν εἰπόντα, ὅτι πρῶτος ἐγὼν ἕλον ἄνδρα. παραδέδοται δὲ καὶ ὀξὺς εἶναι ἐν τοῖς καιρίοις ὁ Ἀντίλοχος, καὶ ἐν Ὀδυσσείᾳ δὲ ὁ πατὴρ αὐτὸν ἐπαινεῖ ὡς καὶ ἀγαθὸν πολεμιστὴν καὶ ὡς θέειν ταχύν. ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν, ὅτι ὁ ποιητὴς μὴ ἔχων ποιεῖν ἀριστεύοντα τὸν Νέστορα, τὸν ἄριστα τάξαντα τὸ οἰκεῖον στράτευμα, τῷ υἱῷ αὐτοῦ δίδωσι τὸ πρῶτον ἀρίστευμα ἀντὶ τοῦ πατρός, τῇ ἀρίστῃ τακτικῇ τὸ πρωτόλειον δούς. Ὅρα δὲ καί, ὅτι πρῶτοι τῆς ἀριστείας ἄρχονται οἱ παρασπονδηθέντες Ἀχαιοί. τὸν δὲ ῥηθέντα κορυστὴν ἐσθλὸν ὁ ποιητὴς ἱστορεῖ σεμνύνων τὸν ἐπ' αὐτῷ ἀριστέα Νεστορίδην, ἐκτιθεὶς αὐτοῦ καὶ πατέρα Θαλύσιον.

(v. 458) Φησὶ γάρ· "κορυστὴν ἐσθλὸν Θαλυσιάδην Ἐχέπωλον" οὗ Θαλύσιος ὁ πατήρ, παρωνύμως τοῖς ἑορταστικοῖς θαλυσίοις, ὧν ἐν τοῖς ἑξῆς μνημονεύσει ὁ ποιητής, ὃς πρὸς πλείω πιθανότητα λέγει καὶ τὸν τρόπον τοῦ ἀριστεύματος,

(v. 459-461) ὅτι δηλαδὴ ἔβαλεν Ἀντίλοχος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ τῷ μετώπῳ πῆξεν, ἔνθα δηλαδὴ ὁ φάλος ἔκειτο· πέρησε δ' ἂρ ὀστέον εἴσω, ἤγουν εἰς τὸ ὀστέον ἢ ἔσω εἰς τὸ ὀστέον, αἰχμὴ χαλκείη, τὸν δὲ σκότος ὄσσε κάλυψεν.

(v. 462) Ὅτι ἐνταῦθα διὰ συντομίαν ἀνεπεξεργάστοις χρῆται παραβολαῖς. φησὶ γάρ, ὅτι ἔπεσεν ὁ ῥηθεὶς Ἐχέπωλος "ὡς ὅτε πύργος" καὶ παρακατιών· "οἳ δὲ λύκοι ὣς ἀλλήλοις ἐπόρουσαν". Ὅτι πολυειδὴς ὢν ὁ ποιητὴς πανταχοῦ τὰ ἐς ῥητορείαν καὶ πόριμος τοιοῦτός ἐστι καὶ ἐν ταῖς τῶν ἀριστέων βολαῖς καὶ ἐν τοῖς πίπτουσιν, ἀμύθητον ἐξευρίσκων εὐπορίαν καὶ ἐν αὐτοῖς, ἐκεῖνον μὲν τοιῶσδε βεβλῆσθαι λέγων ἢ πίπτειν, τὸν δὲ τοιῶσδε καὶ ἄλλον ἄλλως.

(v. 467-469) Ἐν οὖν τῷ γράμματι τούτῳ Ἀντίλοχος μὲν καὶ Ἐχέπωλος ὁ μὲν ἐποίησεν, ὁ δὲ ἔπαθε τὸ προσεχῶς ἱστορηθέν, Ἐλεφήνωρ δὲ κατακύψας ἐπὶ ἑλκυσμῷ νεκροῦ οὐτάζεται ξυστῷ χαλκήρεϊ πλευρά, τὰ οἱ κύψαντι παρ' ἀσπίδος ἐξεφαάνθη. ἔνθα ὅρα, ὡς οὐδετέρως εἶπε τὰ πλευρά, [ὡς καὶ ὁ εἰπὼν Κύπρου τὰ πλευρά].

(v. 480-482) Ὁ δὲ Τελαμώνιος Αἴας Σιμοείσιόν τινα ἔβαλε στῆθος παρὰ μαζὸν δεξιόν, ἀντικρὺ δὲ δι' ὤμου χάλκεον ἔγχος ἦλθεν. ἄλλος δέ τις τὸν βουβῶνα βάλλεται.

(v. 492) Βουβὼν δέ ἐστι τόπος σώματος, οὗ ὁμώνυμον τὸ ἐκεῖ γινόμενον πάθος, ὡς τὸ "βουβὼν ἐπήρθη". Ὀδυσσεὺς δέ τινα περὶ τὸν κρόταφον βάλλει δουρὶ φαεινῷ, ἄλλος δέ τις χερμαδίῳ βάλλεται παρὰ σφυρὸν ὀκριόεντι κνήμην δεξιτερήν, [790] Θόας δὲ Θρᾷκά τινα βάλλει δουρὶ στέρνον ὑπὲρ μαζοῦ, πάγη δ' ἐν πνεύμονι χαλκός. εἶτα καὶ ἐπιδραμὼν τὸ μὲν ὄβριμον ἔγχος ἐξεσπάσατο, ξίφος δὲ ὀξὺ ἐρυσάμενος γαστέρα ἔτυψε μέσην, δυσὶν ὁπλιτικοῖς ὀργάνοις τὸν ἐχθρὸν καταγαγών. ἐνταῦθα δὲ καὶ τὸ δόρυ ποικίλως ἔφρασε δόρυ τε αὐτὸ ψιλῶς οὕτως εἰπὼν καὶ αἰχμὴν χαλκείην καὶ χαλκῆρες ξυστὸν καὶ δόρυ φαεινὸν καὶ ἔγχος ὄβριμον, ἀλλαχοῦ δὲ καὶ ὀξύ, οἷον "ἀκόντισεν ὀξέϊ δουρί". ἔνθα περισσὸν συνήθως τὸ δουρί. ἀρκεῖ γὰρ τὸ ἀκόντισεν. ἢ καὶ ἄλλως, τὸ ἀκόντισε καταχρηστικῶς ἀντὶ τοῦ ἔβαλεν. ἐπάγει γὰρ μετ' ὀλίγα "χολωσάμενος βάλε δουρί". οὕτω δὲ καὶ τὸ "αἷμα δ' ἀνηκόντιζε" καταχρηστικῶς εἴρηται καὶ ἐν Διονυσιακοῖς τὸ "τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην", ὁ Ζεὺς δηλαδὴ ἐκ τῆς κεφαλῆς αὐτοῦ. καὶ τοῦτο μὲν τοιοῦτον. Ἡ δὲ, ὡς ἐρρέθη, ποικιλία τῆς τῶν πιπτόντων διαθέσεως τοιαύτη. ὁ μὲν γὰρ προμαχόμενος πίπτει, ὁ δὲ νεκροῦ συλῶν τεύχεα, ὁ δὲ νέκυν ἑτέρωσε ἐρύων, ἕτερος δέ τις μηδὲν ἐνεργῶν, ἄλλος δέ τις ἀπεσσύμενος, ἤτοι ἀναποδίζων, διὸ καὶ τὸ στέρνον πλήττεται. καὶ οἱ μέν τινες πίπτουσι κατὰ πρῶτον σκοπόν, τινὲς δὲ καὶ ἐξ ἁμαρτίας τοῦ βάλλοντος. Ἄντιφος γὰρ ὁ Πριαμίδης ἁμαρτών τινος, ἤτοι ἀποτυχών, Λεῦκον, Ὀδυσσέως ἐσθλὸν ἑταῖρον, βεβλήκει. ἔνθα καὶ ὅρα τὸ Λεῦκος βαρυνθὲν πρὸς ἀντιδιαστολὴν τοῦ ἐπιθέτου. ἀναιρεῖται δέ τις καὶ κατὰ τύχην ἐπαφεθέντος δόρατος εἰς πλῆθος, ὡς ὁ Πριαμίδης Δημοκόων, ὃν Ὀδυσσεὺς ἀνεῖλε χολωθεὶς μὲν κατὰ τοῦ Πριαμίδου Ἀντίφου, βαλὼν δὲ τὸν Δημοκόωντα, οὐδ' οὕτω κακῶς, κατὰ τὴν παροιμίαν. Ἔτι ἔχει ποικιλίαν καὶ τὸ τοὺς μὲν σκυλεύεσθαι, τοὺς δὲ μὴ δύνασθαι ἀποδύειν τὰ τεύχεα, καὶ τὸ διὰ δόρατος καὶ λίθου καὶ ξίφους τούτους ἢ ἐκείνους πίπτειν. Καὶ τὰ τῶν πιπτόντων δὲ σχήματα ποικίλα, εἴπερ ὁ μέν τις πίπτει νεκρὸς ἀμφὶ νεκρῷ, ἔνθα καὶ ἀστεῖος ὁ λόγος. ἐρύων γάρ τις νεκρόν, εἶτα πληγείς, ἔπεσεν ἀμφ' αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός, ἢ καὶ ἄλλως κατά τινα τῶν ἀντιγράφων "ἔκφυγε χειρός". πρωθύστερον δὲ σχῆμα τοῦτο. ἐκπεσόντος γὰρ τοῦ ἑλκομένου νεκροῦ, εἶτα ἔπεσεν ἀμφ' αὐτῷ ὁ ἕλκων. ἕτερος δέ τις ὕπτιος ἐν κονίῃσι πίπτει, ἄμφω χεῖρε φίλοισι πετάσας. δυνάμεως δὲ γραφικῆς [791] ἐνδεικτικὸν καὶ τὸ λέγειν ὅτι "τὸν δὲ σκότος ὄσσε κάλυψε" καὶ "τὸν μὲν λίπε θυμός" καὶ "ἔκειτο θυμὸν ἀποπνείων", ὅπερ ἀλλαχοῦ ποιητικώτερον λέγων φησίν· "ἀπὸ δὲ ψυχὴν ἐκάπυσεν", ἤτοι ἀπέπνευσε. καὶ τὸ ποτὲ μὲν λέγειν τινὰ πρόμαχον, ποτὲ δὲ πρῶτον ἰόντα. καὶ τοιαῦτα μέν τινα ἐν τῇδε τῇ ῥαψῳδίᾳ καὶ ἕτερα πλείω. Τὰ δὲ ἐν τοῖς ἑξῆς πέλαγός ἐστιν εὐπορίας ἀδιεξήγητον.

(v. 464-470) Ὅτι ὁ Χαλκωδοντιάδης κρείων Ἐλεφήνωρ μεγαθύμων ἀρχὸς ἦν Ἀβάντων, ὧν καὶ ἡ Βοιωτία μέμνηται. τοῦτον πρῶτον συλῆσαι, ἤτοι σκυλεῦσαι, νεκρὸν ἐν ἀκμῇ πολέμου ὁρμήσαντα ἡ Ὁμηρικὴ ἀναιρεῖ Μοῦσα ὑπὸ Ἀγήνορι τῷ Τρωϊκῷ. μισεῖ γὰρ ὁ ποιητὴς τὸ ἐν τοῖς τοιούτοις παρὰ καιρὸν κερδαλέον, ὃς καὶ ἐν τοῖς ἑξῆς τὸν Νέστορα ποιεῖ τοῦτο ἀποτρεπόμενον καὶ λέγοντα, ὡς μετὰ πόλεμον ἔχει τὸ πρᾶγμα καιρόν, ὅτε καὶ καθ' ἡσυχίαν ἔστι σκυλεύειν.

(v. 464) Ὁ δὲ Χαλκώδων ἐκτείνει τὴν παραλήγουσαν, ὡς κραθεὶς ἐκ τοῦ Χαλκοόδων, ὁμοίως τῷ προόρα πρώρα καὶ τοῖς τοιούτοις.

(v. 463) Ἐν δὲ τοῖς ῥηθεῖσιν ἔστι πορίσασθαι, ὅτι τε ταὐτὸν κρείων καὶ ἀρχός καὶ ὅτι πρωτότυπον τοῦ ἐν Ὀδυσσείᾳ ἐλεφαίρειν τὸ ἐλέφω, ἐξ οὗ Ἐλεφήνωρ, ἵνα ᾖ ὡς ἐλεῶ ἐλεαίρω, οὕτως ἐλέφω ἐλεφαίρω. καὶ σημαίνοι ἂν Ἐλεφήνωρ τὸν ἄνδρας ἐλεφαίροντα. οὐκ ἄδηλον δὲ οὐδ', ὅτι ὁ ῥηθεὶς κρείων καὶ κρέων λέγεται, ὅθεν πόντου κρέων ὁ Ποσειδῶν παρ' Εὐριπίδῃ, καὶ ὁ Κρέων δέ, τὸ κύριον, ὡς καὶ ὁ Ἀνακρέων, εὐγενῶς ἐντεῦθεν ἔχουσι τοῦ ὀνόματος.

(v. 470-472) Ὅτι πολεμικὴν σύνταξιν φράζει τὸ "ἔργον ἐτύχθη ἀργαλέον, οἳ δὲ λύκοι ὣς ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ' ἄνδρ' ἐδνοπάλιζεν", ὅ ἐστιν ἐδόνει καὶ ἔπαλλεν ἢ ἐδόνει ταῖς παλάμαις. ἡ δὲ λέξις αὕτη κεῖται καὶ ἐν Ὀδυσσείᾳ.

(v. 474-476) Ὅτι χρώμενος καὶ ἐνταῦθα τρόπῳ ἐτυμολογίας ὁ ποιητὴς καὶ ἱστορίαν δὲ παραπλέκων τῷ λόγῳ φησὶν ὀνομάζεσθαί τινα Σιμοείσιον, διότι ποτὲ μήτηρ Ἴδηθεν κατιοῦσα παρ' ὄχθῃσι Σιμόεντος τοῦ ποταμοῦ αὐτὸν γείνατο, ἐπεί ῥα τοκεῦσιν ἅμ' ἕσπετο μῆλα ἰδέσθαι· τοὔνεκά μιν κάλεον Σιμοείσιον, ὡς καὶ ἄλλος τις καλεῖται Σκαμάνδριος διὰ τὸν Σκάμανδρον. καὶ ταῦτα μὲν παλαιᾶς ἱστορίας. Ἡ δὲ καθ' ἡμᾶς γενεὰ [792] ἔχει συγγράψασθαί τι ὅμοιον. γυνὴ γὰρ θρέμμα γῆς Μακεδόνων, εὖ μὲν ἔχουσα τῶν εἰς βίον, δυστυχοῦσα δέ, οὓς ἐγέννα, θανάτῳ ἀπογινομένους, ῥίπτει τὸ γεννηθὲν ὕστατον περὶ ποταμὸν ἐγχώριον, οὐκ ἔκθετον, ἀλλ' ὅπως εἰς χεῖρας ἐλθών, φησίν, εὐτυχεῖς περιγένηται τοῦ βιοῦν. παροδεύων δή τις εὗρε τὸ κείμενον καὶ ἄρας οἷά τι ἕρμαιον τίμιον εἰσποιεῖται φιλίως καὶ ἀπὸ τοῦ συγκυρήματος Ποτάμιον ὀνομάζει τὸ εὑρεθέν. καὶ οὐκ ἀπέρρευσεν ἡ κλῆσις, ἀλλὰ παρέμεινε τῷ ἀνθρώπῳ ἀνδρὶ γενομένῳ γεραρῷ καὶ ἱερῷ καὶ λογίῳ καὶ εἰδότι τὴν τοῦ ὀνόματος περιπέτειαν. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Ἡ δὲ τῆς παιδὸς σὺν τοῖς τοκεῦσιν ὁδὸς ἐπὶ θέᾳ μήλων, ἤτοι προβάτων, ἁπλῶς οὕτω κεῖται βιωτικώτερον εἰς πιθανότητα τοῦ διηγήματος.

(v. 482-484) Τὸν δὲ Ὁμηρικὸν Σιμοείσιον ἀναιρεθέντα ὑπὸ Αἴαντος πεσεῖν λέγει ὡς αἴγειρον ἐν ἕλει τραφεῖσαν. φησὶ γάρ· "ὃ δ' ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὥς, ἥ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει, λεῖα, ἀτάρ τέ οἱ ὄζοι ἐπ' ἀκροτάτῃ πεφύασιν", ἤγουν ἐκ φύσεώς εἰσι καὶ οὐκ ἐξ ἐπιμελείας τινός. ἐξηγητικὸν δὲ τοῦτό ἐστι τοῦ λεῖα. πάντως γὰρ λεῖα αἴγειρος, ἧς οἱ ὄζοι ἐπ' ἀκροτάτῳ. Ἰστέον δέ, ὡς ὁ μὲν πρὸ βραχέων πεσών, "ὡς ὅτε πύργος", ἀνδρεῖος ἔοικεν εἶναι, ὁ Σιμοείσιος δὲ κάλλος ἔχειν καὶ μέγεθος. διὸ καὶ ἀστείως τὸν παρὰ τῷ Σιμόεντι ποταμῷ γεννηθέντα ἠΐθεον θαλερὸν Σιμοείσιον εἰκάζει φυτῷ ὑδατοτρεφεῖ.

(v. 474) Ἠΐθεος δὲ εἶδός ἐστιν ἀνδρώδους ἡλικίας νεωτερικῆς, κατὰ δὲ τοὺς ἀκριβεστέρους ὁ μήπω εἰς γάμον ἐλθών, ὡς καὶ τῷ Εὐριπίδῃ ἐν Φοινίσσαις δοκεῖ, ἔνθα λέγει τὸ "Αἵμονος μὲν οὖν σφαγὰς ἀπείργουσι γάμοι. οὐ γάρ ἐστιν ηἴθεος," τουτέστιν ἄπειρος γάμου. ὅπερ δὲ ἐν ἀνδράσιν ἠΐθεος, τοῦτο παρθένος ἐν γυναιξί. διὸ καὶ συνδυάζων που αὐτοὺς ὁ ποιητὴς λέγει "παρθένος ἠΐθεός τε ὀαρίζετον ἀλλήλοις". παρασημειοῦνται δὲ οἱ παλαιοὶ σπανίως ἐπὶ παρθένου τὴν λέξιν κεῖσθαι φέροντες καὶ χρῆσιν Εὐπόλιδος τὸ "εἰ μὴ κόρη δεύσειε τὸ σταῖς ηἴθεος". γίνεται δέ, φασίν, ἢ παρὰ τὸ ἀΐτης, ὁ ἐρώμενος, ἀΐτεος καὶ τροπῇ ἠΐθεος, ὁ ἐραστός, ἢ παρὰ τὸ αἴθω αἴθεος καὶ διαλύσει καὶ τροπῇ τοῦ α εἰς η ἠΐθεος, ὁ διάπυρος τῇ νεότητι. ἴσως δὲ καὶ παρὰ τὸ ἰέναι θείως διὰ τὸ ἔτι [793] καθαρόν, ἵνα ᾖ ἰηΐθεος καὶ κατὰ ἀφαίρεσιν ἠΐθεος, καθά που καὶ Ἀπόλλων ἤϊος ὁ ἱείς, ὡς τοξικός, ἢ ὁ ἰατικός. ὅτι δὲ οὐκ ἄχρηστός ποτε καὶ ἡ τοιαύτη τρισυλλαβία, δηλοῖ ἐν τῇ τραγῳδίᾳ τὸ ἰήϊον μέλος καὶ ἰήϊος βοά, ἡ θρηνώδης δηλαδὴ παρὰ τὸ ἰώ.

(v. 475) Ἰστέον δέ, ὅτι κατὰ Δίδυμον Ἴδη οὐ μόνον ἡ Τρωϊκή, ἀλλὰ πᾶν ὄρος, ἐξ οὗ τὰ κύκλῳ ἔστιν ἰδεῖν, ὡς καὶ Ἀχελῷος πᾶν ὕδωρ, ὁμοίως καὶ Ὠκεανός. ἔστιν οὖν καὶ Ἴδη Κρητική, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, σῴζουσα μέχρι καὶ νῦν τοὔνομα. Ἴδα γὰρ καλεῖται Δωρικώτερον. οὕτω δὲ καὶ τὸ φυτόν, ἡ αἴγειρος, φυλάττει τὴν κλῆσιν ἐν τοῖς περὶ Ναύπακτον καὶ τοὺς ἐκεῖ τόπους. [(v. 482) Κονία δὲ καὶ κόνις παρὰ μὲν τῷ ποιητῇ ταὐτὰ δύνανται, ὡς καὶ ὁ κονίσαλος. παρὰ δὲ τοῖς ὕστερον ἡ μὲν κονία καὶ ἄλλο τι σημαίνει, ὡς ἡ ἀπ' αὐτῆς σύνθετος ἐλαιοκονία δηλοῖ. ἡ δὲ κόνις καί τι ζωΰφιόν ἐστι μικροφυὲς κατὰ ἄτομον κόνιν, ἀφ' ἧς οἱ φθεῖρες γεννῶνται, ἧς ἡ κλίσις διὰ τοῦ δ. κόνις γὰρ κόνιδος κοινότερον παρὰ τῷ Ἀριστοτέλει πρὸς διαστολὴν τῆς ἑτέρας κόνιος, ὅ ἐστι τοῦ κονιορτοῦ.]

(v. 483) Εἱαμενὴ δὲ ὑγρὸς καὶ βοτανώδης τόπος παρὰ τὸ ἕω, τὸ ἀναδίδωμι, ὅπου συχνὴ ἀναδίδοται πόα, ἢ καὶ ἄλλως, ὁ ὑγρὸς παρὰ τὸ ῥέω, ἵνα ᾖ ῥειαμενή. Ἰστέον δὲ καί, ὅτι, ὥσπερ κατὰ μετοχικήν τινα παραγωγὴν λέγεται ὀξυτόνως ἡ δεξαμενή, οὕτω καὶ ἡ εἰαμενή. εἰσὶ δὲ καὶ ἄλλα τοιαῦτα, οἷον ὁ Τισαμενός κύριον καὶ ὁ Σῳζομενός [794] καὶ πόλεις αἱ Κλαζομεναί καὶ τόπος Βοιώτιος αἱ Ἀλαλκομεναί. μέγα δὲ ἕλος ὑποτίθεται, ἵνα πιθανὸς εἴη ὁ περὶ τῆς ῥηθείσης αἰγείρου λόγος.

(v. 483 s.) Τοῦ δὲ πεφύκει οὐκ ἔστι καιριωτέρα ἐνταῦθα λέξις, ἐξ οὗ καὶ εὐφυέα που πτελέαν ἐρεῖ ἄλλον τρόπον ἤπερ Εὐριπίδης ἔφη εὐφυὲς πρόσωπον, ὡς καὶ προδεδήλωται. ὅρα δὲ καί, ὅτι ἐνταῦθα Ἰωνικῶς τε ἔφρασεν ὁ ποιητὴς ἐν τῷ πεφύασι καὶ κοινότερον ἐν τῷ πεφύκει.

(v. 477-479) Ἐν τούτοις δὲ ἰστέον καί, ὡς ἐπί τινος πρὸ ὥρας τελευτήσαντος οἰκεῖον ῥηθῆναι τὸ "οὐδὲ τοκεῦσι θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν ἔπλετο".

(v. 478) Λέγει δὲ θρέπτρα τὰ τροφεῖα ἐκ τοῦ θρεπτήρια κατὰ συγκοπήν, ὡς λυτήρια λύτρα, σωτήρια σῶστρα. τοιούτου δέ τινος τύπου καὶ τὸ σκῆπτρον καὶ τὸ βάκτρον καὶ τὸ ἐπίσωτρον καὶ τὸ κάτοπτρον καὶ τὸ πλῆκτρον καὶ τὸ βλῆτρον καὶ τὸ μετὰ τοῦ σ ἀμφίβληστρον, ἤδη δὲ τὸ προδηλωθὲν ῥόπτρον, οὗ χρῆσις καὶ παρ' Εὐριπίδῃ, ὃ δηλοῖ οὐ μόνον εἶδος τι ξίφους καὶ παγῆς κατὰ τὸ "δίκης ἔπαισεν αὐτὸν ῥόπτρον", ἀλλὰ καὶ θύρας ἐπίσπαστρον, καὶ ῥόπαλον δὲ ὡς ἀπὸ τοῦ ῥέπειν, ὅθεν καὶ ἡ καλαῦροψ. Μινυνθάδιος δὲ καὶ νῦν ὁ ὀλίγος ἐκ τοῦ μίνυνθα, ὃ δηλοῖ τὸ ὀλιγάκις. Αἰὼν δὲ τὸ μέτρον τῆς ἀνθρωπίνης ζωῆς, καθ' ὃ σημαινόμενον καὶ Ἡρόδοτος τελευτῆσαι τὸν αἰῶνά φησι τὸ θανεῖν. καὶ Σοφοκλῆς δὲ ζωὴν ἀνθρώπου τὸν ἀεὶ βίοτόν φησι. τοιοῦτον δὲ παρ' αὐτῷ καὶ τὸ "τὸν εἰσαεὶ λεηλατήσει χρόνον", ἤγουν ἕως οὗ ζῇ. οὐ μόνον δὲ ἀρσενικῶς, ἀλλὰ καὶ θηλυκῶς ὁ ῥηθεὶς αἰών λέγεται τραγικώτερον, οἷον "σκοτίαν αἰῶνα". Ἰστέον δὲ καί, ὅτι τὸ "οὐδὲ τοκεῦσι θρέπτρα φίλοις [795] ἀπέδωκεν", εἴπερ αὐτὸ καθ' αὑτὸ μόνον ἔκειτο, ἀσαφῶς ἂν εἶχε. λέγοιτο γὰρ ἂν καὶ ὁ τοῖς γειναμένοις ἀθέμιστος μὴ ἀποδοῦναι θρέπτρα τοῖς τεκοῦσιν αὐτόν.

(v. 485 s.) Ἔτι ἰστέον καί, ὡς πολυμαθῆ τὸν ἀκροατὴν ὁ Ὅμηρος ποιῶν καὶ ἐν τῇ τῆς εἰρημένης αἰγείρου παραβολῇ, οὐ μόνον τὴν αὐτῆς φύσιν ἱστόρησεν, ὅτι λεῖα καὶ ἄοζος, ὡς εἴρηται, ἀλλὰ λέγει καί, ὅτι δι' αὐτὰ ταῦτα εἰς ἅρματος περιφέρειαν χρησιμεύει. ῥᾷον γὰρ εἰς τοιαύτην ἁψῖδα κάμπτονται τὰ λεῖα καὶ ἄοζα. φησὶ γοῦν "ἣν ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ ἐξέταμεν, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ". Ἴτυν δὲ λέγει τὴν περιφέρειαν ἀπὸ τοῦ ἰέναι, ὅ ἐστι περιϊέναι καὶ περιάγεσθαι.

(v. 487) Διδάσκει δὲ ἐν τῇ παραβολῇ ταύτῃ καί, ὅτι οὐ χλωρὰν μετακομιστέον οὐδὲ τὴν τοιαύτην ὕλην, ἀλλ' ἐατέον ἀφαυανθῆναι αὐτήν. εὐμετακομιστότερον γὰρ τὸ ξηρόν. φησὶν οὖν· "ἣ μὲν ἀζομένη κεῖται ποταμοῖο παρ' ὄχθας". οὕτως ἐν παρέργῳ καὶ τὰ παρὰ Ἡσιόδῳ σεμνὰ ὁ ποιητὴς τῇ οἰκείᾳ ποιήσει ἐνσπείρει.

(v. 485) Τὸ δὲ ἁρματοπηγός συντελεῖ εἰς τὸ "κολλητὸν ἅρμα καὶ εὔπηκτον", ὡς ἐν ἄλλοις λέγεται ὑπὸ τοῦ ποιητοῦ.

(v. 488) Ὅτι ἐν τῷ "τοῖον ἄρ' Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν Αἴας" συγκέκοπται, ὡς καὶ προερρέθη, τὸ πατρωνυμικόν. ἔδει γὰρ Ἀνθεμιωνίδην εἰπεῖν, ἐπεὶ Ἀνθεμίωνος υἱὸς ὁ Σιμοείσιος πρὸ βραχέων ἱστόρηται. εἰ δὲ τυχὸν καὶ Ἄνθεμος τρισυλλάβως ὁ πατὴρ ἐκαλεῖτο, λέγοιτ' ἂν ὀρθῶς Ἀνθεμίδης ὁ ἐξ αὐτοῦ. διὸ καὶ προσφυὲς τὸν ἐκ πατρὸς ἀνθηρωνύμου θαλερὸν ῥηθῆναι ὑπὸ τοῦ ποιητοῦ, ὡς καὶ αὐτὸ προέκκειται.

(v. 497 s.) Ὅτι ἐν τῷ "Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσαντος", τοῦ Ὀδυσσέως δηλαδή, ἄνδρα τὸν ἀνδρεῖον λέγει. Τὸ δὲ ἀκοντίσαι καὶ βέλος ἀφεῖναι εἴποι τις ἄν. ἐπάγει οὖν· "ὃ δ' οὐχ' ἅλιον βέλος ἧκε". βέλος γὰρ ἐνταῦθα τὸ δόρυ ὡς μήκοθεν ἀφεθέν. Τὸ δὲ κεκάδοντο ἐκ τοῦ χάζω, τὸ ὑποχωρῶ, ἐστὶ μέσος δεύτερος ἀόριστος, οὗ τὸ μὲν κοινὸν ἐχάδοντο, τὸ δὲ Ἰωνικὸν τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ συνήθει ἀναδιπλασιασμῷ κεκάδοντο, ὁποῖόν τι, ὡς προδεδήλωται, καὶ ἐπὶ τοῦ τετύκοντο γίνεται ἀπὸ τοῦ ἐτυχόμην δευτέρου ἀορίστου. Τὸ δὲ ἅλιον ὡς δασυνόμενον ἀπὸ τοῦ ἅλς ἁλός γίνεται καὶ δηλοῖ τὸ ἀσυντελές. καὶ ἡ θάλασσα γὰρ ἀσυντελὴς τοῖς γε πιεῖν ἐθέλουσι.

(v. 499) Ὅτι τετραχῶς ἡ παιδοποιΐα παρ' Ὁμήρῳ· οἱ μὲν γὰρ γνήσιοι, οἱ ἐκ νομίμων γάμων, οἱ δὲ νόθοι, οἱ ἐκ παλλακῶν, οἷον [796] "υἱὸν Πριάμοιο νόθον" καὶ "εἰν ἑνὶ δίφρῳ ἐόντε νόθον καὶ γνήσιον ἄμφω", οἱ δέ τινες σκότιοι, οἱ ἐκ λαθραίας μίξεως, οἷον "σκότιον δέ ἑ γείνατο μήτηρ", καὶ ἄλλοι παρθένιοι, οἱ ἐκ τῆς ἔτι νομιζομένης παρθένου γεννώμενοι, ὡς τὸ "παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη". ἡ δὲ τοιαύτη λέξις διφορεῖ τὴν παραλήγουσαν. ὁ μὲν γὰρ παρθένιος υἱὸς τὸ ι ἔχει, ἡ δὲ παρθένειος ἡδονή ἐν Ἱππολύτῳ τὴν ει δίφθογγον φιλεῖν λέγεται. Ἰστέον δὲ καί, ὅτι ὁ μὲν σκότιος οὐκ ἂν πάνυ ἐκφύγῃ κοινότερον τὸ νόθος ῥηθῆναι κατά γε τὸ μὴ γνήσιος εἶναι, διαφέρει δὲ τοῦ ἐκ φανερᾶς παλλακῆς νόθου τῷ αὐτὸς μὴ κατὰ φῶς ἀλλ' ὡς ἐν σκότῳ προελθεῖν. ὁ δέ γε παρθένιος ἀμφοῖν διαφέρει τῷ δύνασθαί ποτε γνησίου ἐγγὺς εἶναι. εἰκὸς γὰρ τὸν γαμέτην πρὸ γάμου σπεῖραι εἰς τὴν δοκοῦσαν ἔτι παρθένον εἶναι. Ἐκ δὲ τοῦ Ὁμηρικοῦ νόθου, οὗ ἡ ἐτυμολογία ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν κεῖται, ἀφ' οὗ καὶ τὸ ὀθνεῖον κατὰ μετάθεσιν στοιχείων παρῆκται, λέγεται καὶ λόγος νόθος καὶ διανόημα τροπικῶς νόθον τὸ μὴ γνήσιον. εἰ δέ τις καὶ ἄχαρι παραπτύσει ῥῆμα ἢ νόημα, ὁ τοιοῦτος καὶ ἔκβλητόν τι ἔπος λέγεται προενεγκεῖν, πρὸς ὁμοιότητα ἐκθέτου βρέφους, καὶ ὑπόβλητον λέξαι λόγον ὁμοίως τὸν καὶ ὑποβολιμαῖον.

(v. 500) Ὅτι ἐν Ἀβύδῳ Πριάμου ἦσαν ἱπποφόρβια ἢ ἱπποστάσια. νόθος οὖν τις υἱὸς Πριάμου Ἀβυδόθεν ἦλθε παρ' ἵππων ὠκειάων. καὶ ἔστιν ὑποδύσκολον ἐνταῦθα λυθῆναι ἀπορίαν, ἣν εὐλόγως ἄν τις ἀπορήσῃ ζητήσας, πῶς ὁ τοσοῦτος Ἑλληνικὸς στόλος ἀφίησιν Ἀβυθόθι σῴζεσθαι τὰ τοῦ Πριάμου ἱπποστάσια. εἰ μὴ ἴσως κατὰ κοινὴν συνθήκην ἢ διὰ τὸ τῶν ἐπικουρούντων τοῖς Τρωσὶ πολυπληθὲς ἢ καί, ἵνα μὴ ἐν τοῖς παρέργοις διὰ κενῆς τρίβωνται οἱ Ἕλληνες. [Ὅρα δὲ τὸ "παρ' ἵππων" πρόθεσιν ἔχον τὴν παρα ἀντὶ ἑτέρας προθέσεως, οἷον τῆς ἀπο ἢ τῆς ἐξ. δῆλον δ' ὅτι καὶ θηλυκῶς ἐνταῦθα αἱ ἵπποι κεῖνται.]

(v. 502) Ὅτι βάλλεταί τις ἐνταῦθα αἰχμῇ τὴν κόρσην ἤγουν τὸν κρόταφον, "ἣ δ' ἑτέρου διὰ [797] κροτάφοιο ἐπέρησε". περὶ δὲ κόρσης καὶ κροτάφου εἴρηται πρὸ ὀλίγου ἱκανῶς.

(v. 507 s.) Ὅτι Ὅμηρος μὲν μόνην τὴν τῆς Ἰλίου ἀκρόπολιν Πέργαμον ὀνομάζει θηλυκῶς, οἱ δὲ νεώτεροι πάσας τὰς ἀκροπόλεις οὕτω καλοῦσιν, οἳ καὶ οὐδετέρως τὰ πέργαμά φασιν, ὡς καὶ Αἰσχύλος Προμηθεῖ. δῆλον δέ, ὡς ἡ Πέργαμος καὶ πόλις λέγεται. διὸ εἰπὼν ὁ ποιητής, ὡς "νεμέσησεν Ἀπόλλων Περγάμου ἐκκατιδών" ἐπάγει μετ' ὀλίγα· "ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός". ἡ δ' αὐτὴ καὶ ἀκρόπολις καὶ ἄκρη πόλις κατὰ διάλυσιν. ἔθος δὲ τοῖς παλαιοῖς κτίσταις τῶν πόλεων ἀκροπόλεις ἱστᾶν ἐν τοῖς ὑψηλοῖς τῶν τόπων ἄλλης τε ἀσφαλείας χάριν καὶ φόβῳ κατακλυσμοῦ.

(v. 509-511) Ὅτι ἐπισπευστικὸν εἰς μάχην τὸ "ὄρνυσθε μηδ' εἴκετε χάρμης". Τὸ δὲ ἐφεξῆς ἐπὶ φερεπόνων οἰκεῖον ῥηθῆναι, ἤγουν τὸ "ἐπεὶ οὔ τοι λίθος χρὼς οὐδὲ σίδηρος χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοις", ἀντὶ τοῦ "τρωτοί εἰσι καὶ αὐτοί".

(v. 511) Καὶ ὅρα, ὡς τὸ ἀνασχέσθαι αἰτιατικῇ καὶ ἐνταῦθα συνέταξε. τοῦ δὲ ταμεσίχροα προϋπάρχει ῥῆμα ποιητικόν, τὸ ταμῶ ταμέσω, ἐξ οὗ τὸ τμῶ τμήσω συγκέκοπται. Τὸ δὲ βαλλομένοις λέξις ἐστὶ γενική· νοητέον γὰρ νῦν βαλλομένους συλληπτικῶς καὶ τοὺς οὐταζομένους καὶ εἴ τι τοιοῦτον.

(v. 513) Ὅτι τὸν Ἀχιλλέα ἐπὶ νηυσὶ χόλον θυμαλγέα φησὶ πέσσειν, ὅ ἐστι κατέχειν ἔσω. οὕτω δὲ καὶ γέρα πέσσειν ἀλλαχοῦ τὸ συνέχειν καὶ περιέπειν. κεῖται δὲ ἡ λέξις καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ. Ὥσπερ δὲ ὠνή καὶ ὦνος, βία βίος καὶ βιός, ὥρα ὧρος, βιοτή βίοτος, δίνη δῖνος, φθογγή φθόγγος, στροφή στρόφος παρὰ τῷ Κωμικῷ, οὕτω καὶ χολή [798] χόλος. ὅμοιον δὲ καὶ τὸ βολή βόλος [ἐπί τε πεττείας καὶ] ἐπὶ δικτύου, καὶ τὸ στάθμη σταθμός, ἴσως δὲ καὶ τὸ κάκη κακός. Σημείωσαι δέ, ὅτι σύνηθες Ὁμήρῳ κατὰ ποσὰ διαστήματα μεμνῆσθαι τοῦ Ἀχιλλέως, ὡς μυριαχοῦ φαίνεται, καὶ παραρτύειν οὕτω τὴν ποίησιν τῇ μνήμῃ τοῦ ἥρωος, μὴ καὶ ἐπιλάθοιτο αὐτοῦ ὁ φιλέλλην ἀκροατής. Ἰστέον δὲ καί, ὅτι τὸ πεῖσαν τοὺς Τρῶας θαρρῆσαι τὴν ἐν τῇ πεδιάδι μάχην ἡ μῆνις ἦν τοῦ Ἀχιλλέως, καθὰ καὶ προεγράφη. αὐτοῦ γὰρ μαχομένου ὁ Ἕκτωρ οὐκ εἶχε προκύπτειν τῶν τοῦ τείχους πυλῶν.

(v. 512 s.) Διὸ καὶ ὁ Ἀπόλλων ἐντεῦθεν θαρσοποιῶν εἰς μάχην ἄρτι προκαλεῖται τοὺς Τρῶας, εἰπών· "οὐ μὰν οὐδ' Ἀχιλλεὺς μάρναται" καὶ τὰ ἑξῆς, τὴν παντελῆ ἐκείνου ἀργίαν δηλώσας διὰ τῶν δύο ἀρνήσεων.

(v. 514) [Ὅτι ἐν τῷ "ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός" ‑ λέγει δὲ τὸν Ἀπόλλωνα ‑ δεινὸς νοεῖται οὐ μόνον ὁ ἐπιδέξιος λαλῆσαι καὶ εἰς μάχην ὀτρῦναι ῥητορικῇ δυνάμει, ἀλλὰ καὶ ὁ φοβερός, ἐπεὶ καὶ Ἀπόλλων ὁ αὐτὸς καὶ Δεῖμος δὲ καὶ Φόβος ὀπαδοὶ αὐτῷ εἰσιν.]

(v. 50816) Ὅτι δηλῶσαι βουλόμενος ὁ ποιητής, ὡς Τρῶες μὲν καθ' εἱμαρμένην ἐνίκων, εἰς ἣν πολλαχοῦ ὁ Ἀπόλλων ἀλληγορεῖσθαι φαίνεται, Ἀχαιοὶ δὲ διὰ τὸ περιὸν τῆς κατ' Ἀθηνᾶν φρονήσεως ἀντέχουσι πρὸς αὐτούς, λέγει, ὅτι Τρωσὶ μὲν Ἀπόλλων κέλετο ἀΰσας καὶ τὰ ἑξῆς, "αὐτὰρ Ἀχαιοὺς ὦρσε Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια, ἐρχομένη καθ' ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο". Ἐν τούτοις δὲ ὅρα καί, ὡς κυδίστην μὲν τὴν Ἀθηνᾶν εἶπε, δεινὸν δέ, ὡς καὶ προεγράφη, θεὸν τὸν Ἀπόλλωνα, οὐχ' ὅτι μὴ δεινὴ θεὸς καὶ ἡ Ἀθηνᾶ, ἀλλὰ διότι αὐτὸς προκατῆρξε τοῦ εἰς μάχην ἐρεθισμοῦ τοῖς Τρωσίν.

(v. 515) Ὅτι δὲ δεινοποιεῖται καὶ ἡ Ἀθηνᾶ, δηλοῖ μὲν καὶ ὁ ποιητὴς ἐν τῷ "δεινὴν γὰρ ἄγεν θεόν", δηλοῖ δὲ καὶ ὁ φιλόσοφος λόγος, ὃς τὴν δεινότητα προκαθίζει τῆς φρονήσεως, εἰς ἣν ἀλληγορεῖται ἡ Ἀθηνᾶ, ἡ καὶ Τριτογένεια διὰ τὸ ἐκ δεινότητος φοβερόν, εἴγε Τριτογένεια καὶ κατὰ τὸν Κωμικὸν Τριτογενής, ἡ τὸ τρεῖν ἐγγεννῶσα [799] τοῖς ἐχθροῖς. καὶ μὴν οὕτω καλεῖται, ὡς καὶ ἀλλαχοῦ κεῖται, καὶ ὡς ἐκ τριτοῦς, ὅ ἐστι κεφαλῆς κατὰ Κρῆτας, τῆς τοῦ Διὸς γεγονυῖα, ἢ ὡς ἐν τρίτῃ μηνὸς γενομένη, ἢ ὡς τρία γεννῶσα καλά τινα τὰ ἐκεῖσε κατὰ τοὺς παλαιοὺς δηλούμενα. [(v. 516) Τὸ δὲ ἴδοιτο Ἀττικῶς παθαίνεται. ἄλλως γὰρ ἀγαθὸν εἰπεῖν καὶ τὸ "ὅθι μεθιέντας ἴδοι". οὕτω καὶ πρὸ βραχέων εἰπὼν παθητικῶς "οἵ μιν ἴδοντο πονεύμενον" ἐπήγαγεν εὐθὺς ἐνεργητικῶς τὸ "οὐ γὰρ ἔγωγε ἴδον", ὅπερ ἐν ἄλλοις ἰδόμην φησίν.]

(v. 517) Ὅτι ὥσπερ ἐν τῷ "αἴσιμα παρειπών" ἐκτείνεται ἡ τῆς παρα προθέσεως παραλήγουσα, οὕτω καὶ ὧδε τὸ Διώρης κύριον, ὡς καὶ ἀλλαχοῦ προεφάνη, ἐκτεταμένην ἔχει τῆς δια προθέσεως τὴν ἄρχουσαν. τοῦτο δὲ καὶ ἐπὶ τοῦ Ἀπόλλωνος ἐν πολλοῖς γίνεται καὶ ἐπὶ ἄλλων πολλῶν.

(v. 518) Ὅτι ἀστείως ὁ ποιητὴς ἐνταῦθα τὸ "μοῖρα ἐπέδησεν" εἶπεν ἐπί τινος χερμαδίῳ βληθέντος παρὰ σφυρόν. ὁ γὰρ οὕτω βληθεὶς καὶ ἀκινητίζων οἷον πεπέδηται. Ἰστέον δ' ἐνταῦθα, ὅτι τὸ "παρὰ σφυρόν" οὐκ εἴληπται ἀντὶ τοῦ κατὰ τὸ σφυρόν, ἀλλ' ἀντὶ τοῦ ἐγγὺς σφυροῦ περὶ τὸ τέλος τῆς κνήμης, ὡς δῆλον ἐκ τοῦ "παρὰ σφυρὸν κνήμην δεξιτερήν".

(v. 520) Ὅτι καὶ Αἰνόθεν, ἤτοι ἐκ τῆς Αἴνου, ἐπίκουροι ἦσαν τοῖς Τρωσί, καθὰ καὶ ἐκ τῆς λοιπῆς Θρᾴκης. καὶ ἔστιν ἐκ τῶν ἐν τῇ Βοιωτίᾳ γραφέντων συναγαγεῖν Κικόνων μοῖράν τινα καὶ τούτους εἶναι. ἔστι δὲ τὸ Αἰνόθεν ὡς τὸ Ἀβυθόθεν, ὅπερ πρὸ ὀλίγων εἴρηται. τὸ δὲ Αἰνόθεν ἐνταῦθα μὲν τοπικὸν ἐπίρρημά ἐστιν, εὑρεθήσεται δὲ ἐν τοῖς ἑξῆς καὶ ποιότητος ἐν τῷ "αἰνόθεν αἰνῶς".

(v. 521 s.) Ὅτι τὸ ἄχρις ἐνταῦθα κεῖται κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ διόλου, οἷον "ἀμφοτέρα δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς ἄχρις ἀπηλοίησεν", ἤγουν διόλου [800] συνηλόησεν ὁ λίθος τοὺς παρὰ τὸ ῥηθὲν σφυρὸν τένοντας καὶ τὰ ὀστᾶ. δύναται δὲ καὶ κοινότερον νοηθῆναι, ὅτι συνηλόησεν ὁ λίθος τοὺς τένοντας ἄχρι καὶ εἰς τὰ ὀστᾶ. Τὸ δὲ ἀναιδής ἐκ τῶν λογικῶν παρῆκται εἰς τὸν λίθον, καθὰ καὶ τὸ ἀνηλεής εἰς τὸν σίδηρον. ἐκ δὲ τοῦ ἠλοίησεν, οὗ προϋπάρχει τὸ ἀλοῶ, καὶ ὁ πατραλοίας γίνεται καὶ ὁ μητραλοίας, ὁ καὶ μητρολῴας λεγόμενος κατ' ἔκτασιν ἢ καὶ τροπὴν τῆς ὅλης οι διφθόγγου εἰς ω μέγα, ὃ γίνεται σὺν ἄλλοις καὶ ἐν τῷ ἀγκώνη ἀγκοίνη, κολοιός κολῳός.

(v. 523 s.) Ὅτι καταπίπτει τις χερμαδίῳ βληθεὶς ἐνταῦθα ὕπτιος ἐν κονίῃσιν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσας, θυμὸν ἀποπνείων. τὸ δὲ πετάσαι τὰς χεῖρας δηλοῖ μὲν τὸ ἁπλῶσαι οἷα πτέρυγας. ἔστι δὲ σχῆμα ἱκέσιον, εἴ πού τις καταπίπτοντος ἀντιλάβοιτο. οὕτω καὶ ἐν τοῖς τοιούτοις ἐπιτυχὴς ὁ ποιητής. θέμα δὲ τοῦ πετάσας ἢ τὸ πετῶ κοινότερον ἢ ἐκ τοῦ πέτω παράγωγον πετάζω, οὗ καὶ ἔγνωσται ἡ χρῆσις. μετῆκται δὲ ἡ λέξις ἀπὸ πτηνῶν, ἃ πετόμενα οὕτως ἁπλοῦσι τὰς πτέρυγας. καὶ ἔστι αὐτὸ ἀκριβέστερον τοῦ "ἀναπτύξας χεῖρας", εἰς εὐχὴν δηλαδὴ κατὰ τὴν τραγῳδίαν, ὅπερ Ὅμηρος ἀνασχεῖν χεῖράς φησιν.

(v. 525 s.) Ὅτι ἐν τῷ "οὖτα δὲ δουρὶ παρ' ὀμφαλόν, ἐκ δ' ἄρα πᾶσαι χύντο χαμαὶ χολάδες" χολάδας τὰ ἔντερα λέγει, ἐπεὶ εἰς αὐτὰ συρρεῖ ξανθὴ χολὴ καὶ διαθερμαίνουσα ἐρεθίζει τῇ δριμύτητι ἀποκρίνειν τὰ περιττά. ὡς εἰ μὴ τοῦτ' ἦν, ψυχρά, φασίν, ὄντα τῇ κράσει, καθὸ νευρώδη, ἔμενον ἂν ἀργὰ πρὸς τὴν ἀπόκρισιν. Τὸ δὲ οὖτα οὐ δευτέρας ἐστὶ συζυγίας, ἀλλ' ἐκ τοῦ οὐτάζω γίνεται, οὗ ἀόριστος οὔτασα, τὸ τρίτον οὔτασε, καὶ κατὰ ἀποκοπὴν οὖτα. διὸ καὶ συστέλλει παρὰ τῷ ποιητῇ τὸ δίχρονον καὶ προπερισπᾶται.

(v. 532) Ὅτι τὸ σκυλεῦσαι νεκρὸν καὶ ἀποδῦσαι τεύχεα λέγεται, ὡς δηλοῖ τὸ "τεύχεα δ' οὐκ ἀπέδυσε, περίστησαν [801] γὰρ ἑταῖροι". ἔστι δὲ τὸ περίστησαν ταὐτὸν τῷ περιέβησαν, ὅ ἐστιν ὑπερεμάχησαν, ὡς μυριαχοῦ λέγεται.

(v. 533) Ὅτι τοὺς Θρᾷκας ἀκροκόμους τε καλεῖ, ὅ ἐστιν ἄκρως κομῶντας, καὶ δολιχά φησιν ἔχειν αὐτοὺς ἔγχεα. ἴσως γὰρ ταῦτα ἦσαν αὐτοῖς παράσημα. λέγει οὖν οὕτω· "Θρήϊκες ἀκρόκομοι, δολίχ' ἔγχεα χερσὶν ἔχοντες". ὅρα δέ, ὡς οὐκ ἠξίωσεν αὐτοὺς καρηκομόωντας εἰπεῖν, ὡς ἀπονείμας τοῦτο τοῖς Ἀχαιοῖς. καίτοι ταὐτόν ἐστιν ἀκροκόμους, ὡς εἴρηται, εἰπεῖν καὶ καρηκομόωντας. Τινὲς δὲ οἴονται ἀκροκόμους λέγειν τοὺς ἐν ἄκρῳ τῆς κεφαλῆς κομῶντας, οὐ μὴν καθειμένας εἰς βάθος τὰς τρίχας ἔχοντας. Ἰστέον δὲ καί, ὅτι τοὺς δολιχὰ ἔγχεα χερσὶν ἔχοντας δυνάμενος δολιχέγχεας συνθέτως εἰπεῖν, ὡς ἐπὶ ἄλλων ἐποίησεν, ὅμως οὕτω δόξαν αὐτῷ περιέφρασεν.

(v. 534 s.) Ὅτι ἐπὶ ἀνδρείου φεύγοντος ἐξ ἀνάγκης διὰ πολεμίων πλῆθος εἴποι τις ἂν τὸ "οἳ αὐτὸν μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν", ἤτοι καὶ ἀνδρεῖον ὄντα ἐδίωξαν. ἔμφασιν δέ τινα ἔχει μεγαλείου καὶ ὕψους ἡρωϊκοῦ τὸ ὦσαν, εἴ τις ἐννοήσεται, ὡς τὸ μὲν κυλίειν ἀπὸ τῶν ἄνω ἐπὶ τὰ κατώτερα λέγεται, τὸ δὲ ὠθεῖν ἀνάπαλιν. ἔτι καὶ δυσχέρειαν ἐμφαίνει τοῦ ἡρωϊκοῦ ἀναποδισμοῦ, εἴπερ κατακυλίεται μέν τι ῥᾷον, ὠθεῖται δὲ οὐκ εὐχερῶς ἀπὸ τῶν κάτω ἐπὶ τὸ ἄνω. καλῶς δὲ τῷ μέγαν ἐπήγαγε τὸ καὶ ἴφθιμον καὶ ἀγαυόν. ὁ γὰρ ἄλλως μέγας βουγάϊός ἐστι καὶ γῆς ἐτώσιον ἄχθος.

(v. 535) Ὅτι πελεμίζειν πολλαχοῦ παρὰ τῷ ποιητῇ τὸ κινεῖν ἢ μετακινεῖν. ἐνταῦθα οὖν φησίν· "ὃ δὲ χασσάμενος πελεμίχθη". καὶ ἴσως ἐντεῦθεν γίνεται καὶ ὁ πόλεμος ὡς οἱονεὶ πέλεμος, οἷα κινῶν ἢ καὶ πολλοὺς τοῦ βίου μετακινῶν. Ἰστέον δὲ καί, ὅτι ἀντιστρόφως πως ἔθηκε τὰ τοῦ λόγου μέρη, ὡς οἱ παλαιοί φασιν. ἐχρῆν γὰρ εἰπεῖν, ὅτι "ὃ δὲ πελεμιχθεὶς χάσατο", ἤγουν μετακινηθεὶς ὑπεχώρησε. καὶ ἔστι καὶ τοῦτο πρωθύστερον σχῆμα, ὃ καὶ ὑστερολογία λέγεται καὶ πολλαχοῦ εὑρίσκεται. εἴη δ' ἂν τοιοῦτόν τι καὶ παρὰ Σοφοκλεῖ τὸ "χάριν, ἥνπερ τυγχάνων ὑπεσχόμην", ἤγουν ἔτυχον ὑποσχόμενος. κἀκεῖνο δὲ ἰστέον, ὡς, ἐπεὶ καὶ ἄμφω κινήσεις εἰσὶ καὶ τὸ πελεμιχθῆναι καὶ τὸ χάσασθαι, ἀδιάφορον ὁ ποιητὴς ἡγεῖται οὕτως ἢ ἐκείνως εἰπεῖν.

(v. 536) Ὅτι παρ' Ὁμήρῳ πρώτῳ κεῖται τὸ παρ' ἀλλήλοις τετάσθαι ἢ κεῖσθαι ἢ εἴ τι τοιοῦτον. φησὶν οὖν· "ἐν κονίῃσι παρ' ἀλλήλοισι τετάσθην" καὶ μετ' ὀλίγα "παρ' ἀλλήλοισι τέταντο", ἤγουν [802] ἐγγὺς ἀλλήλων. ὅθεν καὶ τὸ παραλληλίζειν ἐπὶ παραθέσεως, ἤτοι συγκρίσεως, καὶ λόγοι παράλληλοι. τὸ δέ γε "ἐν ἀλλήλοις" πλεῖόν τι δηλοῖ τοῦ ἐγγὺς ἀλλήλων, ὡς δηλοῖ καὶ ὁ εἰπὼν τὸ "οὐ παρ' ἀλλήλοις ἀλλ' ἐν ἀλλήλοις" καὶ ἔτι σαφέστερον δι' ἑτεροίας φράσεως ὁ ποιήσας τὸ "οὐ παρ' αὐτοῖς ἀλλ' ἐν αὐτοῖσιν ὄντες κακοῖς", ἤγουν οὐκ ἐγγὺς ὄντες κακῶν ἀλλ' ἤδη ἐντός.

(v. 539-544) Ὅτι εἰδὼς ὁ ποιητὴς τὴν αὐτοῦ ἐν ῥητορείᾳ ἰσχὺν καὶ οἵαν σήμερον μάχην ἐξαρτύσει τῷ λόγῳ, καθ' ἣν πολλοὶ πρηνέες ἐν κονίῃσι πεσοῦνται, καὶ ὡς οὐκ ἔστι κάλλιον καὶ μεγαλοπρεπέστερον καὶ ἐναγωνιώτερον συστῆναι μάχην ἢ ἀφηγηθῆναι, λέγει, ὅτι τότε "οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, ὃς ἔτ' ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη χειρὸς ἑλοῦσα, ἀτὰρ βελέων ἀπερύκοι ἐρωήν". τοιοῦτος δ' ἂν εἴη θεατὴς ὁ τοῦ ποιητοῦ ἀκροατής, ὃς οὐ τῶν τοῦ πολέμου κακῶν μετέχει, ἀλλὰ τοῦ τῶν πολεμικῶν διηγήσεων κατὰ νοῦν ἀπολαύει καλοῦ θεάματος, ἀκίνδυνος τὴν μάχην περιϊὼν καὶ μηδέν τι ἔχων τῶν Ὁμηρικῶν ὀνόσασθαι, ἤτοι ἐκφαυλίσαι καὶ καταμέμψασθαι, καὶ μᾶλλον, εἴπερ ἄγοι αὐτὸν ἡ Ὁμηρικὴ Παλλάς, ἡ τοῦ γράφειν δηλαδὴ μεθοδικὴ δεινότης, ἡ τοῦ φρονεῖν μήτηρ κατὰ τοὺς παλαιούς, χειρὸς ἑλοῦσα τὰς πτύχας ἀνελιττούσης τὰς τῆς Ὁμηρικῆς βίβλου καὶ οὕτω βελέων ἀπερύκουσα ἐρωήν. ὃν καὶ χειραγωγεῖ ἀκινδύνως ἡ τοιαύτη Παλλὰς εἰς τὰ καθέκαστα τῆς Ὁμηρικῆς ποιήσεως οἷα συνετὸν ἀκροατήν.

(v. 540) Ὅρα δέ, ὡς καὶ ἐν τῷ "ἄβλητος καὶ ἀνούτατος" διαφορὰν σαφῶς οἶδεν, ὡς καὶ ἐν ἄλλοις, τοῦ οὐτάσαι καὶ τοῦ βαλεῖν, τοῦ μὲν ἐκ τοῦ σχεδὸν γινομένου, τοῦ δὲ βαλεῖν πόρρωθεν. Σημείωσαι δὲ καί, ὅτι ἐν τῷ "ὅστις ἔτι ἄβλητος" περιττῶς κεῖσθαι δοκεῖ τὸ ἔτι καὶ μηδέν τι σημαίνειν. τοιαῦτα δέ εἰσι καὶ ἄλλα, ὡς καὶ ἐν τῇ β΄ ῥαψῳδίᾳ παρασεσημείωται.

(v. 539) [Τοιοῦτον δέ τι καὶ τὸ "ἔνθα κεν οὐκέτι ἔργον", ὡς ἀνωτέρω κεῖται. περιττὸν γάρ ἐστι τὸ τι, καὶ ἔστιν ὁ νοῦς, ὡς οὔτι, τουτέστιν οὐδαμῶς, μέμψοιτο ἄν τις τὸ τῆς μάχης ἔργον.]