Παλατινή Ανθολογία/XV/12 Λέοντος του Φιλοσόφου
Εμφάνιση
< Παλατινή Ανθολογία | XV
←Βιβλίο 15o, 11 | XV 12 Εὖγε, Τύχη, με ποεῖς ἀπραγμοσύνῃ μ᾿ Ἐπικούρου Συγγραφέας: Παλατινή Ανθολογία, XV (βιβλίο 15ο, Σύμμικτα επιγράμματα) |
Βιβλίο 15o, 13→ |
Εὖγε, Τύχη, με ποεῖς ἀπραγμοσύνῃ μ᾿ Ἐπικούρου, Λέοντος του Φιλοσόφου, Παλατινή Ανθολογία, βιβλίο 15ο, επίγραμμα 12 (AP XV 12) |
XV 12 Λέοντος του Φιλοσόφου
[Επεξεργασία]Εὖγε, Τύχη, με ποεῖς ἀπραγμοσύνῃ μ᾿ Ἐπικούρου
ἡδίστη κομέουσα καὶ ἡσυχίῃ τέρπουσα.
Τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν;
Οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον,
Οὐ τιμάς· τιμαὶ δὲ βροτῶν ἀμενητὸς ὄνειρος·
ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος· αἰδέομαι γὰρ
οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν·
μισῶ Λωτοφάγων γλυκερὴν λιποόπατριν ἐδωδήν,
Σειρήνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρῶν·
ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος,
μῶλυ, κακῶν δοξῶν ἀλκτήριον· ὦτα δὲ κηρῷ
ἀσφαλέως κλείσας προσφυγὴν γενετήσιον ὁρμήν.
Ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην.