Παλατινή Ανθολογία/XII/249 Στράτωνος
Εμφάνιση
| ←Βιβλίο 12o, 248 | AP ΧII 249 Βουποίητε μέλισσα, πόθεν μέλι τοὐμὸν ἰδοῦσα Συγγραφέας: Παλατινή Ανθολογία, XII (βιβλίο 12ο, Μούσα Παιδική) |
Βιβλίο 12o, 250→ |
| Βουποίητε μέλισσα, πόθεν μέλι τοὐμὸν ἰδοῦσα, Στράτωνος εκ Σάρδεων, Παλατινή Ανθολογία, Βιβλίο 12ο, επίγραμμα 249 (AP ΧII 249) |
ΧII 249 Στράτωνος
[Επεξεργασία]Βουποίητε μέλισσα, πόθεν μέλι τοὐμὸν ἰδοῦσα
παιδὸς ἐφ' ὑαλέην ὄψιν ὑπερπέτασαι;
οὐ παύσῃ βομβεῦσα καὶ ἀνθολόγοισι θέλουσα
ποσσὶν ἐφάψασθαι χρωτὸς ἀκηροτάτου;
ἔρρ' ἐπὶ σοὺς μελίπαιδας ὅποι ποτέ, δραπέτι, σίμβλους,
μή σε δάκω· κἠγὼ κέντρον ἔρωτος ἔχω.