Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/X/70

Από Βικιθήκη
X 70 εἰ βίον ἐν μερόπεσσι Τύχης παίζουσιν ἑταῖραι
Συγγραφέας:
Παλατινή Ανθολογία, X (βιβλίο 10ο, Προτρεπτικά επιγράμματα)
εἰ βίον ἐν μερόπεσσι Τύχης παίζουσιν ἑταῖραι (Μακηδόνιος υπατικός, βιβλίο 10ο επίγραμμα 70) (AP X 70)


X 70 Μακηδόνιος υπατικός

[Επεξεργασία]
εἰ βίον ἐν μερόπεσσι Τύχης παίζουσιν ἑταῖραι
ἐλπίδες ἀμβολάδην πάντα χαριζόμεναι,
παίζομαι, εἰ βροτός εἰμι. βροτὸς δ᾽ εὖ οἶδα καὶ αὐτὸς
θνητὸς ἐών δολιχαῖς δ᾽ ἐλπίσι παιζόμενος,
αὐτὸς ἑκοντὶ γέγηθα πλανώμενος, οὐδὲ γενοίμην
ἐς κρίσιν ἡμετέρην πικρὸς Ἀριστοτέλης.
τὴν γὰρ Ἀνακρείοντος ἐνὶ πραπίδεσσι φυλάσσω
παρφασίην, ὅτι δεῖ φροντίδα μὴ κατέχειν.