Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/X/56

Από Βικιθήκη
X 56 οὐδὲν σωφροσύνης τεκμήριόν ἐστι πρόδηλον
Συγγραφέας:
Παλατινή Ανθολογία, X (βιβλίο 10ο, Προτρεπτικά επιγράμματα)
οὐδὲν σωφροσύνης τεκμήριόν ἐστι πρόδηλον (Παλλαδάς, βιβλίο 10ο επίγραμμα 56) (AP X 56)


X 56 Παλλαδάς

[Επεξεργασία]
οὐδὲν σωφροσύνης τεκμήριόν ἐστι πρόδηλον:
τοῖς ἐμπαιζομένοις ἀνδράσι ταῦτα λέγω.
οὔτε τὸ δύσμορφον πάντως ἀνύποπτον ὑπάρχει,
οὔτ᾽ ἀκολασταίνειν πᾶσα πέφυκε καλή,
καὶ γάρ τις διὰ τὴν ὥραν τοῖς πολλὰ διδοῦσιν
οὐχ ἕπεται: πολλὰς δ᾽ ἔστι γυναῖκας ἰδεῖν
οὐχὶ καλὰς τὴν ὄψιν, ὀπυιομένας ἀκορέστως,
καὶ τοῖς χ;χρησαμένοις πολλὰ χαριζομένας.
οὐκ εἴ τις συνάγει τὰς ὀφρύας, οὐδὲ γελῶσα
φαίνεται, ὀφθῆναὶ τ᾽ ἀνδράσιν ἐκτρέπεται,
σωφροσύνης τρόπος οὗτος ἐχέγγυος: ἀλλά τις εὕροι
μαχλάδα; μὲν κρύβδην τὴν πάνυ σεμνοτάτην,
τὰς δ᾽ ἱλαρὰς καὶ πᾶσι φιλανθρώπως προσιούσας
σώφρονας, εἰ σώφρων ἐστὶ γυνή τις ὅλως.
ἡλικίᾳ τοίνυν τάδε κρίνεται; ἀλλ᾽ Ἀφροδίτης
οἴστρων εἰρήνην οὐδὲ τὸ γῆρας ἔχει.
ὅρκοις λοιπὸν ἄγει τε πεποίθαμεν ἀλλὰ μεθ᾽ ὅρκον
ζητεῖν ἔστι θεοὺς δώδεκα και † νερεου.