Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/VII/665

Από Βικιθήκη
AP VII 665 μήτε μακρῇ θαρσέων ναυτίλλεο μήτε βαθείῃ νηί
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
μήτε μακρῇ θαρσέων ναυτίλλεο μήτε βαθείῃ νηί, Λεωνίδα του Ταραντίνου, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 665 (AP VII 665)


VII 665 Λεωνίδα του Ταραντίνου

[Επεξεργασία]
μήτε μακρῇ θαρσέων ναυτίλλεο μήτε βαθείῃ
νηί: κρατεῖ παντὸς δούρατος εἷς ἄνεμος.
ὤλεσε καὶ Πρόμαχον πνοιὴ μία, κῦμα δ᾽ ἓν αὔτως
ἀθρόον ἐς κοίλην ἐστυφέλιξεν ἅλα.
οὐ μὴν οἱ δαίμων πάντῃ κακός: ἀλλ᾽ ἐνὶ γαίῃ
πατρίδι καὶ τύμβου καὶ κτερέων ἔλαχεν
κηδεμόνων ἐν χερσίν, ἐπεὶ τρηχεῖα θάλασσα
νεκρὸν πεπταμένους θῆκεν ἐπ᾽ αἰγιαλούς.