Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/VII/506

Από Βικιθήκη
AP VII 506 κἠν γῇ καὶ πόντῳ κεκρύμμεθα
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
κἠν γῇ καὶ πόντῳ κεκρύμμεθα, Λεωνίδας, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 506 (ΑΠ VII 506)


VII 506 Λεωνίδας

[Επεξεργασία]
κἠν γῇ καὶ πόντῳ κεκρύμμεθα: τοῦτο περισσὸν
ἐκ Μοιρέων Θάρσυς Χαρμίδου ἠνύσατο.
ἦ γὰρ ἐπ᾽ ἀγκύρης ἔνοχον βάρος εἰς ἅλα δύνων,
Ἰόνιὸν θ᾽ ὑγρὸν κῦμα κατερχόμενος,
τὴν μὲν ἔσως1᾽, αὐτὸς δὲ μετάτροπος ἐκ βυθοῦ ἔρρων
ἤδη καὶ ναύταις χεῖρας ὀρεγνύμενος,
ἐβρώθην τοῖόν μοι ἐπ᾽ ἄγριον εὖ μέγα κῆτος
ἦλθεν, ἀπέβροξεν δ᾽ ἄχρις ἐπ᾽ ὀμφαλίου.
χἤμισυ μὲν ναῦται, ψυχρὸν βάρος, ἐξ ἁλὸς ἡμῶν
ἤρανθ᾽, ἥμισυ δὲ πρίστις ἀπεκλάσατο:
ᾐόνι δ᾽ ἐν ταύτῃ κακὰ λείψανα Θάρσυος, ὦνερ,
ἔκρυψαν πάτρην δ᾽ οὐ πάλιν ἱκόμεθα.