Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/VII/493

Από Βικιθήκη
VII 493 οὐ νούσῳ Ῥοδόπα τε καὶ ἁ γενέτειρα Βοΐσκα
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
οὐ νούσῳ Ῥοδόπα τε καὶ ἁ γενέτειρα Βοΐσκα, Αντίπατρος, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 493 (AP VII 493)


VII 493 Αντίπατρος

[Επεξεργασία]
οὐ νούσῳ Ῥοδόπα τε καὶ ἁ γενέτειρα Βοΐσκα
οὐδ᾽ ὑπὸ δυσμενέων δούρατι κεκλίμεθα
ἀλλ᾽ αὐταί, πάτρας ὁπότ᾽ ἔφλεγεν ἄστυ Κορίνθου
γοργὸς Ἄρης, ἀίδαν ἄλκιμον εἱλόμεθα.
ἔκτανε γὰρ μάτηρ με διασφακτῆρι σιδάρῳ,
οὐδ᾽ ἰδίου φειδὼ δύσμορος ἔσχε βίου,
ἇψε δ᾽ ἐναυχενίῳ δειρὰν βρόχῳ: ἦς γὰρ ἀμείνων
δουλοσύνας ἁμῖν πότμος ἐλευθέριος.