Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/VII/218

Από Βικιθήκη
AP VII 218 τὴν καὶ ἅμα χρυσῷ καὶ ἁλουργίδι καὶ σὺν Ἔρωτι θρυπτομένην
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
τὴν καὶ ἅμα χρυσῷ καὶ ἁλουργίδι καὶ σὺν Ἔρωτι θρυπτομένην, Αντίπατρος, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 218 (AP VII 218)


VII 218 Αντίπατρος

[Επεξεργασία]
τὴν καὶ ἅμα χρυσῷ καὶ ἁλουργίδι καὶ σὺν Ἔρωτι
θρυπτομένην, ἁπαλῆς Κύπριδος ἁβροτέραν
Λαΐδ᾽ ἔχω, πολιῆτιν ἁλιζώνοιο Κορίνθου,
Πειρήνης λευκῶν φαιδροτέραν λιβάδων,
τὴν θνητὴν Κυθέρειαν, ἐφ᾽ ᾗ μνηστῆρες ἀγαυοὶ
πλείονες ἢ νύμφης εἵνεκα Τυνδαρίδος,
δρεπτόμενοι χάριτάς τε καὶ ὠνητὴν ἀφροδίτην:
ἧς καὶ ὑπ᾽ εὐώδει τύμβος ὄδωδε κρόκῳ,
ἧς ἔτι κηώεντι μύρῳ τὸ διάβροχον ὀστεῦν,
καὶ λιπαραὶ θυόεν ἄσθμα πνέουσι κόμαι
ᾗ ἔπι καλὸν ἄμυξε κάτα ῥέθος Ἀφρογένεια,
καὶ γοερὸν λύζων ἐστονάχησεν Ἔρως.
εἰ δ᾽ οὐ πάγκοινον δούλην θέτο κέρδεος εὐνήν,
Ἑλλὰς ἄν, ὡς Ἑλένης, τῆσδ᾽ ὕπερ ἔσχε πόνον.