Παλατινή Ανθολογία/V/276 Αγαθία

Από Βικιθήκη
AP V 276 Σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα)
Σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 276 (AP V 276)


V 276 Αγαθία[Επεξεργασία]

Σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω, χρυσεοπηνήτωι λαμπόμενον γραφίδι·
βάλλε δὲ σοῖς πλοκάμοισιν· ἐφεσσαμένη δ' ὑπὲρ ὤμων στήθεϊ παλλεύκωι τήνδε δὸς ἀμπεχόνην.
ναὶ ναὶ στήθεϊ μᾶλλον, ὅπως ἐπιμάζιον εἴη ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον.
καὶ τόδε μὲν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν λεύσσοις καὶ τεκέων εὔσταχυν ἀνθοσύνην,
ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.