Παλατινή Ανθολογία/IX/644 Αγαθία

Από Βικιθήκη
AP IX 644 Εὖγε, μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶ μίμνειν
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο, Επιδεικτικά επιγράμματα)
Εὖγε, μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶ μίμνειν, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 644 (AP IX 644)



IX 644 Αγαθία[Επεξεργασία]

Εὖγε, μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶ μίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενίης·
λιτὰ δέ σοι καὶ δεῖπνα καὶ ἐν ξυλόχοισι καθεύδεις, ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην.
ἔμπης ἀρτίπος ἐσσὶ καὶ ἐνθάδε βαιὰ καθεσθεὶς αὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην·
οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν οὐδέ τι μηροὺς τύπτεις, αὐτομάτως φόρτον ἀπωσάμενος.
τλήμονες οἱ πλουτοῦντες, <ἀεὶ> πυκινοῖσι συνόντες, οἷς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη.