Παλατινή Ανθολογία/IX/631 Αγαθία

Από Βικιθήκη
AP IX 631 Χῶρος ἐγὼ Δαναοῖς μεμελημένος
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο, Επιδεικτικά επιγράμματα)
Χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 631 (AP IX 631)


IX 631 Αγαθία[Επεξεργασία]

Χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολοντες τῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης·
ἕλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις, βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι.
ἔνθεν ἀεξήθην ὀροφηφόρος· ἀντὶ δὲ τιμῆς τὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην.