Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/IX/568

Από Βικιθήκη
AP ΙΧ 568 αὖλιν Ἀρισταγόρεω καὶ κτήματα μυρίος ἀρθείς
Συγγραφέας:
Παλατινή Ανθολογία, ΙΧ (βιβλίο 9ο)
αὖλιν Ἀρισταγόρεω καὶ κτήματα μυρίος ἀρθείς, Διοσκουρίδη, Παλατινή Ανθολογία, βιβλίο 9ο (AP ΙΧ 568)


ΙΧ 568 Διοσκουρίδη

[Επεξεργασία]

αὖλιν Ἀρισταγόρεω καὶ κτήματα μυρίος ἀρθείς,
Νεῖλε, μετʼ εἰκαίης ἐξεφόρησας ὁδοῦ.
αὐτὸς δʼ οἰκείης ὁ γέρων ἐπενήξατο βώλου
ναυηγός, πάσης ἐλπίδος ὀλλυμένης,
γείτονος ἡμίθραυστον ἐπʼ αὔλιον,
ὦ πολύς, εἴπας,
μόχθος ἐμός, πολιῆς τʼ ἔργα περισσὰ χερός,
ὕδωρ πᾶν ἐγένεσθε: τὸ δὲ γλυκὺ τοῦτο γεωργοῖς
κῦμʼ ἐπʼ Ἀρισταγόρην ἔδραμε πικρότατον.