Αισώπου Μύθοι/Παιδίον εσθίον σπλάγχνα

Από Βικιθήκη
Αἰσώπου Μῦθοι
Παιδίον ἐσθίον σπλάγχνα


Βοτῆρες ἐπ’ ἀγρῷ θύοντες αἶγα τοὺς σύνεγγυς ἐκάλεσαν. Σὺν αὐτοῖς δὲ ἦν καὶ γυνὴ πενιχρά, μεθ’ ἧς καὶ ὁ παῖς αὐτῆς. Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον ὀγκωθὲν τὴν γαστέρα ἐκ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· «Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ.» Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· «Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες.»

Ὁ μῦθος οὗτος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀπαιτηθῇ ταῦτα, οὕτως ἄχθεται ὥσπερ ἐὰν οἴκοθεν ταῦτα ἐδίδου.