Ομηρικοί Ύμνοι/X. Εις Αφροδίτην

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ὁμηρικοὶ ὕμνοι
Εἰς Ἀφροδίτην


Κυπρογενῆ Κυθέρειαν ἀείσομαι ἥ τε βροτοῖσι
μείλιχα δῶρα δίδωσιν, ἐφ’ ἱμερτῷ δὲ προσώπῳ
αἰεὶ μειδιάει καὶ ἐφ’ ἱμερτὸν θέει ἄνθος.
Χαῖρε, θεὰ Σαλαμῖνος ἐϋκτιμένης μεδέουσα
εἰναλίης τε Κύπρου· δὸς δ’ ἱμερόεσσαν ἀοιδήν. 5
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.