Μετάβαση στο περιεχόμενο

Λόγοι παραινετικοί πρός τούς κατ’ Αίγυπτον μοναχούς

Από Βικιθήκη
Λόγοι παραινετικοὶ πρὸς τοὺς κατ' Αἴγυπτον μοναχούς
Συγγραφέας:
CPG-3942


ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ
ΛΟΓΟΙ ΠΑΡΑΙΝΕΤΙΚΟΙ ΠΡΟΣ ΤΟΥΣ ΚΑΤ’ ΑΙΓΥΠΤΟΝ ΜΟΝΑΧΟΥΣ.

Παραίνεσις αʹ

[Επεξεργασία]

∆όξα σοι, ὁ Θεός, δόξα σοι· καὶ πάλιν ἐρῶ, δόξα σοι, ὁ Θεός, ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ, ἀγαπητοί, διαπαντός, τῷ ἀξιώσαντι ἡμᾶς ὑπὸ τὸν χρηστὸν αὐτοῦ ζυγόν, καὶ ῥυσαμένῳ τῶν προσκαίρων καὶ φθαρτῶν. Βούλομαι διακονῆσαι λόγους, οὓς ἡ χάρις ἐφώτισέ μου τὴν διά νοιαν. Λαλῆσαι δὲ βούλομαι οὐκ ἐν σεσοφισμένοις λόγοις, κἀγὼ ἄνθρωπός εἰμι ἰδιώτης καὶ εὐτελέστατος· ἀλλ' ὅμως τὰ σεσοφισμένως λεγόμενα οὐ πᾶσίν ἐστι δῆλα, καὶ μάλιστα τοῖς μὴ μετεσχηκόσι τῆς κοσμικῆς φιλοσοφίας. Ὅθεν χρὴ εὔσημον λόγον διδόναι, πρὸς ὃν δύνανται οἱ ἀναγινώσκοντες νοῆσαι, κατὰ τὸν μακάριον Ἀπόστολον· ἐάν, φησί, μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντί μοι βάρβαρος, καὶ ὁ λαλῶν σὺν ἐμοὶ βάρβαρος. ∆ύναται δὲ ὁ πνευματικὸς λόγος πεῖσαι τοὺς ὑπηκόους τῆς πίστεως, εἴπερ δίχα τῆς γραμματικῆς καὶ ῥητορικῆς. Εὐλογητὸς δὲ ὁ Θεὸς ὁ παρέχων τοῖς πᾶσι τὰ πάντα καὶ φωτίζων ἕκαστον πρὸς τὸ συμφέρον. Ὅτι δὲ ὑπὲρ τὰ ἐμὰ μέτρα τοῦτο ὑπάρχει, οὐκ ἀγνοῶ· ἀλλὰ γέγραπται· καιρὸς τοῦ σιγᾶν, καὶ καιρὸς τοῦ λαλεῖν. Ποίαν οὖν ἕξομεν ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως, μὴ βοηθήσαντες κατὰ δύναμιν τοῖς κάμνουσιν ὑπ' ἀπειρίας, καὶ μάλιστα ἐν τῷ καιρῷ τούτῳ, ὡς αὐτοῖς καὶ χειμαζομένοις ὑπὸ κακῆς διδασκαλίας καὶ ἀθέσμου συμβουλίας; Ὁ γὰρ αἱμοβόρος λέων, καὶ τῆς ἀληθείας ἐχθρός, οὐ παύεται ἐξαπατῶν τοὺς μὴ λίαν προσέχοντας, οὐ σάρκας ἀνθρώπων κατεσθίειν βουλόμενος, ἀλλὰ ψυχὰς ἐν γεέννῃ συγκατασπᾶν προθυμούμενος. Πόσους οἴεσθε μετὰ τὴν ἀναχώρησιν πάλιν τοῖς ἀτίμοις πάθεσιν ὑποτάξαντα; Πόσους μετὰ τὸ στοιχειωθῆναι τῇ ἀδελφότητι ἀποστάτας ἀπειργάσατο, καὶ αὐτοῦ τοῦ σχήματος ξένους κατέστησεν; Ὅθεν χρὴ μὴ παρατρέπεσθαι, ἀλλ' ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ἀνάλωτοι καθίστανται ταῖς τοῦ ∆ιαβόλου παγίσιν. Ἡμεῖς δέ φαμεν κατὰ τὸν Ἀπόστολον· οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν, ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς δουλεύειν αὐτῷ, ἀναξίους ὄντας. Ὑμῖν δὲ δῴη ὁ Κύριος, λαβόντας τὸν λόγον, ὡς τὴν ἀγαθὴν γῆν, τέλειον καὶ πολυπλασίονα τὸν καρπὸν ἀποδοῦναι τὸν ἐν δικαιοσύνῃ Χριστῷ τῷ Σωτῆρι ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Προτροπὴ εἰς τὴν θεοσέβειαν. Παραίνεσις βʹ

[Επεξεργασία]

Ἀγαπητέ, Χριστιανὸς εἶ διὰ τῆς χάριτος τοῦ Θεοῦ; Τήρησον τὰς ἐντολὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ σωθήσῃ· γέγραπται γάρ· ὅτι ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν. Εἰ δὲ βούλει καὶ ἐπὶ τὸν ἀκριβῆ βίον τῶν μοναχῶν ἐλθεῖν, ὅπως καὶ τῶν κρειττόνων ἐπιτύχῃς, ἐὰν μὴ θῇς ἐν τῷ λογισμῷ σου, ὅτι ἤδη μετέστης τοῦ βίου τούτου, καὶ ἡγήσῃ τὸν κόσμον τοῦτον καὶ τὴν δόξαν αὐτοῦ, ὥσπερ σκηνὴν καταλελυμένην, οὐ δύνασαι νικῆσαι τὰ πάθη τὰ γήϊνα καὶ τὰς κοσμικὰς ἐπιθυμίας, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον τῆς σαρκὸς καὶ ἀπώλειαν· ἀψευδὴς γὰρ ὁ εἰπών· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθείτω μοι. Ὁ γὰρ θέλων τὴν ψυχὴν αὑτοῦ εὑρεῖν, ἀπολέσει αὐτήν· ὁ δὲ ἀπολέσας αὐτὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; Οὐ γάρ ἐστι κόπος βαλεῖν θεμέλιον, ἀλλὰ τὸ ἐκτελέσαι τὴν οἰκοδομήν. Ὅσῳ γὰρ ὑψοῦται ἡ οἰκοδομή, τοσούτῳ πλείω κόπον παρέχει τῷ οἰκοδομοῦντι, ἄχρι τῆς τελειώσεως τοῦ ἔργου. Ἀκούσωμεν τῆς σωτηριώδους φωνῆς τῆς λεγούσης· τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει πρὸς ἀπαρτισμόν; Ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύσαντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, λέγοντες· οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. Ὁ μὲν πόλεμος τῶν στρατιωτῶν βραχύς, τοῦ δὲ μοναχοῦ ἄχρι τῆς ἀποδημίας αὐτοῦ πρὸς τὸν Κύριον. ∆ιὰ τοῦτο χρὴ ἐνάρξασθαι ἐν τῇ ἐργασίᾳ μετὰ πάσης σπουδῆς καὶ νήψεως καὶ ὑπομονῆς. Ἐὰν οὖν, ἀγαπητέ, ἐπιχειρήσῃς σφάξαι λέοντα, ἑδραίως λαβοῦ, μήποτε συντρίψῃ τὰ ὀστᾶ σου, ὡς ἀγγεῖον ὀστράκινον. Ἐὰν δὲ ῥίψῃς ἑαυτὸν εἰς τὴν θάλασσαν, μὴ ὀλιγοψύχει ἄχρις οὗ ἐξέλθῃς εἰς τὴν ξηράν, ἵνα μὴ κατέλθῃς εἰς βυθόν, ὡσεὶ λίθος. Ἀδελφέ, ἐὰν ἔλθῃς ἀγωνίσασθαι, νηφάλαιος γενοῦ, μήποτε ὁ ἐξεναντίας νικήσας ἐπιχαίρῃ σοι, καὶ ἀντὶ στεφάνου κομίσῃ τὰ ἐναντία. Πᾶς οὖν θέλων γενέσθαι μοναχός, τοῦτο ἐν ἑτοίμῳ ἔχει, τὸ ὑπομεῖναι γενναίως, μήποτε εἰσελθόντος αὐτοῦ εἴπῃ, ὅτι οὐκ ᾔδειν ὅτι ταῦτα ἔμελλόν μοι συμβαίνειν. Ἰδοὺ προεγνώσθη σοι ταῦτα, ἵνα καὶ σὺ τὸν λογισμόν σου καταρτίσῃς, εἰδὼς ὅτι ἐν τούτῳ φανήσεταί σου ἡ δοκιμή. Σύνες τὸ λεγόμενον, ἀγαπητέ, μὴ σήμερον πρὸς θύραις ὢν καὶ ἐπερωτώμενος εἴπῃς, πάντα ὑπομένω, καὶ αὔριον ἐν λόγοις καὶ ἔργοις παραιτήσῃ· οἱ γὰρ Ἄγγελοι τοῦ Θεοῦ παρίστανται καὶ ἀκούουσι πάντα τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου. Βλέπε, ἀγαπητέ, οὐδείς σε βιάζεται, καὶ εἰ ἀληθινῶς συντάσσῃ, βλέπε μὴ ψεύσῃ, ὅτι Κύριος ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ταῦτα οὖν συμβαίνει τῷ προσερχομένῳ τῷ Θεῷ· πρῶτον μὲν πειρασμός, ἔπειτα θλίψεις, εἶτα κόπος, ἀκηδία, γυμνότης, πάθη, στενοχωρία, ἐξουδένωσις· ἐν τούτοις γὰρ φαίνεται ἡ ὑπομονὴ καὶ ἡ δοκιμὴ τῶν πιστῶν· καὶ ἐν τούτοις πᾶσι ὑπερνικᾷ ὁ διδοὺς ἑαυτὸν ἐν ὅλῃ καρδίᾳ τῇ τοῦ Θεοῦ κυβερνήσει, καὶ ὑπομένει τῷ βουλήματι αὐτοῦ. Μόνον γὰρ τὴν τελείαν πρόθεσιν αἰτεῖ παρ' ἡμῶν ὁ Θεός, καὶ αὐτὸς ἡμῖν ἐπιχορηγήσει τὴν ἰσχύν, καὶ τὸ νῖκος δωρήσεται· καθὼς γέγραπται· ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν. Καὶ πάλιν λέγει· ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐτούς. Εὔχεσθε δὲ ὑπὲρ ἡμῶν, παρακαλῶ, ἵνα ἃ μέλλομεν λέγειν, δῴη ἡμῖν ὁ Κύριος ἀμέμπτως ποιεῖν αὐτά. Οὐ γὰρ ὡς φθάσαντες εἰς ταῦτα τὰ μέτρα συμβουλεύομεν, ἀλλὰ Κύριον Ἰησοῦν Χριστὸν ἐπικαλεσώμεθα δοτῆρα καὶ ἐπιχορηγὸν τῶν λόγων, ἀρχόμενοι γυμνάζειν τὸν λόγον, ἵνα ἅμα ὠφεληθῶμεν καὶ ὠφελήσωμεν. Εἰ γὰρ οἱ λεγόμενοι πημεντάριοι ἐπιμελῶς ἐξηρεύνησαν τὰς ῥίζας καὶ τὰ εἴδη τῶν βοτανῶν, καὶ ἐν γραφῇ παραδεδώκασι, καὶ τοῦτο δηλοῖ οἰκονομίαν Θεοῦ μείζω πρὸς παραμυθίαν τῶν ἀσθενούντων κατὰ σάρκα, οὐ πολλῷ μᾶλλον ὀφειλέται ἐσμὲν ἡμεῖς ἀνακαλύπτειν τὸν θησαυρὸν τῆς χάριτος κατὰ τὴν αὐτοῦ δωρεάν; Οὐ γὰρ ἐξέφυγε τιμωρίας ὁ δοῦλος ὁ πονηρὸς κρύψας ἐν ὀκνηρίᾳ τὸ τάλαντον τοῦ κυρίου αὑτοῦ. Τίς δὲ μὴ στενάζει ἐπ' ἐμοί, τῷ ἐπιπλάστως ἔχοντι ὄνομα μοναχοῦ; Τίς δὲ μὴ κλαύσει ἐπ' ἐμοί, τῷ ἀπολωλεκότι τὴν εὐλάβειαν καὶ τὴν ὑπομονήν; Καὶ τί ποιήσω, ὅταν ἐπισκέψηταί με ὁ δεσπότης μου Χριστός; ∆ιὸ δέομαι, ἀγαπητοί, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἀχρείου δούλου, ὅπως ῥυσθῶ ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, καὶ ἡ χάρις αὐτοῦ ἀνοίξει μου τὰ χείλη πρὸς δοξολογίαν τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος· ὅτι ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν· αὐτὸς γάρ ἐστιν ὁ διδάσκων γνῶσιν τὸν ἄνθρωπον. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πρὸς ἀρχαρίους ἀσκητάς. Παραίνεσις γʹ

[Επεξεργασία]

Ἀγαπητέ, ἀποταξάμενος τῷ βίῳ, ἐὰν εἰσέλθῃς εἰς τοὺς ἀδελφοὺς καὶ καταστήσῃς εἰς κοινόβιον ἀδελφῶν, καὶ βούλει συζῆν αὐτοῖς καὶ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ δουλεύειν, καὶ θεάσῃ τινὰς ἀδελφοὺς ἀτάκτως περιπατοῦντας, ἢ λαλοῦντας ἃ μὴ ἀρέσκῃ Θεῷ, σὺ μὴ προσχῇς αὐτοῖς, μηδὲ τοῖς λόγοις αὐτῶν, ἀφεὶς αὐτοὺς λαλεῖν ἑαυτοῖς. Οἱ γὰρ λαλοῦντες τὰ μὴ ἀρέσκοντα Θεῷ, οὐ φοβοῦνται τὸν Κύριον, οἱ αὐτοὶ ἐν ἀμελείᾳ διάγοντες· ἀεὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα ἐν παντὶ καιρῷ. Σὺ δὲ τὸν Θεὸν ἔχε πρὸ ὀφθαλμῶν σου. Γέγραπται γὰρ ἐν ψαλμῷ· προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μου ἐστίν, ἵνα μὴ σαλευθῶ. Καὶ μή σε διδάξῃ ὁ δεινὸς Ὄφις λέγειν· εἰ γὰρ οἱ γέροντες καὶ οὗτοι κακῶς ἀναστρέφονται, τί ποιήσω ἐγὼ νεώτερος ὤν; Ἀλλ' ἄκουσον τοῦ Κυρίου λέγοντος· πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. Ἀγάπα οὖν τὸ σωθῆναι, ἵνα ἔσῃ εἷς τῶν ἐκλεκτῶν. Οἱ γὰρ ποιοῦντες τὸ πονηρόν, εἴτε ἐν κοινοβίῳ, εἴτε ἐν οἱῳδήποτε τόπῳ, αὐτοί εἰσιν οἱ υἱοὶ τοῦ Πονηροῦ, οἱ ἀφομοιωθέντες τοῖς ζιζανίοις ἀνὰ μέσον τοῦ σίτου. Γενοῦ οὖν σῖτος, ἵνα συναχθῇς εἰς τὰς ἀποθήκας τοῦ Κυρίου, καὶ μὴ ζιζάνιον κατακαῇς πυρὶ ἀσβέστῳ. Ἀλλὰ μηδὲ κρίνωμέν τινα, οὐ γὰρ οἴδαμεν πῶς διάγει ἐν τῷ κελλίῳ αὑτοῦ, ἢ ποῖον πόνον ἔχει πρὸς τὸν Θεόν. Μήτε ἐὰν θεωρῶμεν γελῶντα ἢ λαλοῦντά τινα, ὅτι οὐκ ἴσμεν ὡς διάκειται ἐν τῷ κελλίῳ αὑτοῦ, ἢ ποῖον πόνον ἔχει πρὸς τὸν Θεόν. ∆ιόπερ χρὴ ἕκαστον ἡμῶν ἑαυτῷ προσέχειν, διότι ἕκαστος ἡμῶν ὑπὲρ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Πρόσεχε ἐν ὅλῃ καρδίᾳ σου τῇ ψαλμωδίᾳ καὶ τῇ ἀναγνώσει τῶν θείων Γραφῶν, καὶ σύμπινε τὴν ἐξ αὐτῶν γινομένην πιότητα ἐν τῇ ψυχῇ σου, ὥσπερ νήπιον θηλάζον μασθόν· ἐξ αὐτῶν γὰρ μαθήσῃ τὰ ἆθλα τῶν ἀρετῶν, καὶ ἔσται χαρὰ καὶ ἀγαλλίασις τῇ καρδίᾳ σου. Πρᾷος γενοῦ καὶ ὑπήκοος καὶ φρόνιμος. Πρᾷος μέν, ἵνα, ἐάν σε ἀγγαρεύσῃ παιδίον, ἀκολουθήσῃς αὐτῷ καὶ ἐπιτελέσῃς τὸ ἔργον· σιγῶν ἀνάστρε φε εἰς τὸ κελλίον σου, σιγῶν τοῖς χείλεσι, τῇ δὲ καρδίᾳ προσευχόμενος. Ὑπήκοος δὲ ἔσο, ἵνα τὴν ἁγνείαν τοῦ σώματός σου φυλάξῃς ἐν Κυρίῳ ὡς τίμιον μαργαρίτην. Ἱματίοις μὴ καλλώπιζέ σε, καὶ ἐπὶ γονέων πλουσίων μὴ ἐπαίρου· ὁ γὰρ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω· ὅτι καὶ πᾶσα σὰρξ χόρτος, πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέλιπε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. Κάτω τὸ ὄμμα ἔχε, ἄνω δὲ τὴν ψυχήν. Μετὰ μειρακίου μὴ κτήσῃ παρρησίαν· μετὰ δὲ γυναικὸς περισσόν ἐστι καὶ λέγειν. Μετὰ παιδίου μὴ πληθύνῃς λόγους· μετὰ δὲ μεθύσων ἢ ἀνυποτάκτων ἢ γελοιαστῶν, μὴ συναναμίγνυσαι· ἀλλ' ἐν φόβῳ Θεοῦ ἴσθι ὅλην τὴν ἡμέραν, καθὼς λέγει ἐν τῷ Ἀποστόλῳ· ἐν σοφίᾳ περιπατεῖτε, τὸν καιρὸν ἐξαγοραζόμενοι, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. ∆ιὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Θεοῦ. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Καὶ πάλιν· ἵνα ἐντραπῇ ὁ ἐξεναντίας, μηδὲν ἔχων λέγειν περὶ ὑμῶν φαῦλον πρᾶγμα.

Παραίνεσις δʹ

[Επεξεργασία]

Ἀγαπητέ, ἰδοὺ παρατίθημί σοι παρακαταθήκην ἑτέραν ἐν Κυρίῳ· ἐὰν φυλάξῃς αὐτήν, ὕστερον ἀναδώσει σοι εὐφροσύνην. Ἐὰν ἀποταξάμενος τῷ βίῳ τῷ ματαίῳ εἰσέλθῃς εἰς κοινόβιον πλειόνων ἀδελφῶν, θέλων γενέσθαι μοναχός, μή σε ἀπατάτω ὁ Ἐχθρός, τοῦ ἐξιέναι τοῦ κοινοβίου πρὸ τοῦ λαβεῖν τὸ ἅγιον ἔνδυμα τοῦ μοναχοῦ. Μήτε δὲ τελευταῖον, σφόδρα δὲ μεταμεληθήσῃ, ἀλλ' ὑπόμεινον, ἀρχὰς βάλλων ἀγαθὰς μετὰ πάσης ταπεινοφροσύνης. Τοὺς ἐπερχομένους πειρασμοὺς κατὰ σοῦ ὑπὸ τοῦ Ἐχθροῦ μὴ δειλιάσῃς, ἀλλ' ὑπόμεινον, ἵνα ἐπιτύχῃς τοῦ μακαρισμοῦ. Γέγραπται γάρ· μακάριος ἀνήρ, ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Θέλεις δὲ μὴ κυριευθῆναι ὑπὸ τοῦ πειρασμοῦ; Πᾶν θέλημά σου ἀπόκοψον. Ἐὰν δὲ καὶ δοκῇς καλὸν εἶναι τὸ πρᾶγμα, ὑπὸ δὲ τοῦ προεστῶτός σου ἐν Κυρίῳ κρίνε ται μὴ εἶναι καλόν, πείσθητι αὐτῷ ἐν Κυρίῳ· τὸ γὰρ φιλονεικεῖν καὶ τῷ ἰδίῳ σκοπῷ ἐξακολουθεῖν, σημεῖόν ἐστι καταστροφῆς. Ἀρχάριος γὰρ καὶ ἀνυποτακτῶν ὄνομα ἐπονείδιστον περιποιεῖται ἑαυτῷ. Λέγει γὰρ ἐν τῷ ψαλμῷ· δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ· δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. Ὁ οὖν ἀγαπῶν τὴν δικαιοσύνην, οὐκ ἀπολεῖται· ὁ δὲ μισῶν παιδείαν, ἑαυτὸν ζημιοῖ. Ὥσπερ ἐν κεραμίῳ ἐμβληθῆναι οἶνον καὶ ὄξος οὐ δυνατόν, οὕτως οὐδὲ ἡ ἀρετὴ τοῦ μονήρους βίου δύναται συνοικῆσαι ἀπαιδευσίᾳ. Καὶ πειθέτω σε Ὁ Ἀπόστολος, λέγων· τίς γὰρ συμφώνησις Χριστοῦ πρὸς Βηλίαρ; Ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; Ἀγάπα δὲ τὴν σωφροσύνην εἰς ἄκρον, ἵνα κατασκηνώσῃ ἐν σοὶ τὸ Πνεῦμα τοῦ Θεοῦ. Καὶ ὅταν δὲ καταξιωθῇς τοῦ ἐνδύματος τοῦ μονήρους βίου, μηδὲ οὕτως συγκατατίθου τοῖς λογισμοῖς, ἐάνπερ βούλωνταί σε χωρίσαι τῆς ἀδελφότητος, μήποτε ἐκ νεότητός σου μάθῃς πλανήτης καὶ ἀκάθιστος. Ὅρα δὲ μὴ ἀπολέσῃς τὴν εὐλάβειαν, ἣν εἰσῆλθες ἔχων, ἀλλὰ αὐτὴν κάτεχε ἕως τέλους. ∆υσφημία δὲ ἢ ὅρκος μηδὲ ὀνομαζέσθω ἐν τοῖς χείλεσί σου, καθὼς πρέπει ἁγίοις, ἀλλ' ἴσθι ταπείνωσιν ἔχων. Ἐν πάσῃ ἀποκρίσει σου, τὸ συγχώρησον, ὅπως διαφθείρῃς ἀπὸ σοῦ τὰ ἄχρηστα ἤθη τοῦ κόσμου, καὶ πολιτευσάμενος εὐαρέστως τῷ Κυρίῳ, ἕξεις παρ' αὐτοῦ τὸν ἔπαινον. Ἐρχομένου δέ σου εἰς τὸν μοναχόν, οὐ χρῄζεις χρυσόν, οὐκ ἄργυρον, οὐχ ἱματισμόν· ἀλλὰ πάντα προαποστείλας εἰς τὸν οὐρανόν, κατὰ τὴν ἐντολὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ταῦτα κτῆσαι σεαυτῷ· πίστιν, ἐγκράτειαν, ὑπομονὴν καὶ ταπεινοφροσύνην, καὶ τὰ λοιπά, ἃ ὁ Θεὸς ἐκ τῆς ἀγαθότητος αὑτοῦ ἐπιχορηγήσει σοι. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρὸς ἀρχαρίους ἀσκητάς. Παραίνεσις εʹ

[Επεξεργασία]

Ἐάν τις ἀπὸ μεγάλης ὑπολήψεως τοῦ βίου ἔλθῃ εἰς τὸν μοναχόν, τηρείτω ἑαυτὸν ἀπὸ τοῦ δαίμονος τῆς ὑψηλοφροσύνης, ἵνα μὴ ἐμπέσῃ εἰς τὸ πνεῦμα τῆς ὑπερηφανείας καὶ ἀνυποταγῆς, καὶ ζημιώσῃ ἑαυτόν. Ἀγαπητέ, οὐκ ἔστι σοι αὕτη αἰσχύνη, ἐὰν ᾖς ἐν ὑποταγῇ ἐν Κυρίῳ, οὐδὲ ἐὰν ἐργάζῃ ταῖς ἰδίαις χερσὶ τὸ ἀγαθόν· αὕτη γὰρ ἡ μικρὰ στενοχωρία καὶ θλῖψις, ἣν ὑπομένεις διὰ τὸν Κύριον, πρόξενός σοι γίνεται τῆς αἰωνίου ζωῆς. Καὶ τί ἔτι λέγω; Ὡς γὰρ ὁ καταλλάσσων δραχμὴν εἰς μυρία τάλαντα χρυσίου, οὕτως πᾶσα στενοχωρία τοῦ μονήρους βίου πρὸς τὴν μέλλουσαν θλῖψιν, ἥτις συναντᾷ τοῖς τὰ φαῦλα πράσσουσι. Μικρὰ οὖν παρέχεις, καὶ μεγάλα σοι δίδοται. Νῆφε οὖν, ἀγαπητέ, ὡς καλὸς στρατιώτης. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, μήποτε τὰ ἀμφότερα ἥξῃ ἐπὶ σέ, καὶ ἀνθρώπους λυπήσας, τουτέστι τοὺς κατὰ σάρκα γονεῖς, καὶ Θεῷ μὴ ἀρέσας. Ἀλλ' ἀγωνίζου, ὅπως καὶ οἱ ὁρῶντές σε δοξάσωσι τὸν Θεὸν ἐπὶ τῇ ἀγαθῇ σου διαγωγῇ. Γέγραπται γάρ· οἱ φοβούμενοι τὸν Κύριον, ὄψονταί με καὶ εὐφρανθήσονται. Καὶ πάλιν· εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. ∆ιὸ φυλάττου ἀπὸ τῆς ὑψηλοφροσύνης, καὶ Κύριος ἔσται σου μερίς. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Παραίνεσις ϛʹ

[Επεξεργασία]

Ἀγαπητέ, ἐὰν βάλλῃς καλὰς ἀρχάς, οὕτως διατελέσεις καὶ τὸ γῆράς σου εὐαρέστως, καὶ ἔσῃ ὥσπερ φωστήρ, φωτίζων πολλοὺς ἐν τῇ ὁδῷ τοῦ Κυρίου. Ἐὰν δὲ ἐκ γαστρὸς κακὸς ἀποβήσῃ, διαβιώσεις τὰ κατὰ σὲ κακῶς. Θὲς οὖν θεμέλιον ἰσχυρόν, ἵνα ἀναβῇ τὸ ἔργον εἰς ὕψος. Πρὸ πάντων, ἀδελφέ, τὸν Θεὸν φοβοῦ καὶ αὐτὸν δόξαζε ἐν ὅλῃ τῇ καρδίᾳ σου, ὅπως καὶ αὐτὸς δοξάσῃ σε μετὰ τῶν ἁγίων αὑτοῦ. Ἐν νεότητός σου ἐπιλαβοῦ τῆς πρᾳοτάτης σοφίας, μὴ ἀφεὶς αὐτὴν ἕως ἐσχάτης ἀναπνοῆς· αὕτη σε ἐπιβιβάσει ἐπὶ τρίβους δικαιοσύνης, καὶ ἔσῃ σκεῦος ἐκλογῆς ἐκ νεότητός σου, καὶ ἔντιμον τὸ γῆράς σου ποιήσεις, καὶ ἕξεις ἐπαίνους παρὰ Θεῷ, καὶ ἄνθρωποι μεγαλυνοῦσι τὸν Κύριον ἐν σοί. Ἐὰν οὖν παραδοθῇς ὑπὸ τοῦ προεστῶτος ὑποχείριος ἀδελφοῦ, μή σοι δόξῃς λέγειν ἐν τῇ διανοίᾳ, ὅτι ἐγὼ μέν εἰμι μεγάλων καὶ λαμπρῶν γονέων υἱός, οὗτος δὲ ἀνυπολήπτων καὶ ἐπαιτῶν υἱὸς τυγχάνει, ἢ πολλάκις καὶ ἐκ δουλείας κατάγεται· καὶ πῶς δύναμαι ἐγὼ τούτῳ ὑποταγῆναι; Ὕβρις γάρ μοι ἐστίν, ἐάνπερ τοῦτο ποιήσω. Μὴ τοιαῦτα λογίζου, ἀγαπητέ· οὐ γὰρ ἐν φρονήσει λογίζῃ περὶ τούτου. Ὁ γὰρ τοιαῦτα διαλογιζόμενος, οὔπω ἀπεδύσατο τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Ἡμεῖς δέ, ἀγαπητέ, ὡς ὑπὸ Θεοῦ παραδιδόμενοι τοῖς ὁμοψύχοις ἀδελφοῖς εἰς δουλείαν, ὑπομένωμεν, ἵνα ἀξιωθῶμεν τῆς ἐλευθερίας τῶν δικαίων, ἀναλογιζόμενοι τὸν πάντων ∆εσπότην, ὃς ἐπτώχευσε δι' ἡμᾶς, πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Ἀγαπητέ, τὸν αὐχένα ὑπόθες ὑπὸ τὸν ζυγὸν αὐτοῦ, ἵνα εὕρῃς ἀνάπαυσιν τῇ ψυχῇ σου· διότι γέγραπται· ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Ὅτι αὐτῷ ἡ δόξα εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρὸς ἀρχαρίους. Παραίνεσις ζʹ

[Επεξεργασία]

Καὶ περὶ τοῦ ἐργοχείρου μὴ ὀλιγώρει. Πολλάκις γὰρ ὑποβάλλει σοι ὁ λογισμὸς λέγων, ὅτι οὐδέποτε δυνήσῃ μαθεῖν τὸ ἐργόχειρον τοῦτο· ἀσθενὴς γὰρ εἶ καὶ ὀλίγωρος, καὶ τὴν μοχθηρίαν τοῦ ἔργου τούτου οὐ δύνῃ ὑπενεγκεῖν εἰς τέλος. Ἰδοὺ γὰρ τὰ μέλη σου ἤρξω πάσχειν ἀπὸ κόπου· οὐ γὰρ ἤθισας κάμνειν. Ἀλλὰ διελθὼν πορεύου ὅθεν παραγέγονας· κἀκεῖ γάρ, φησίν, ἐὰν θέλῃς φοβηθῆναι τὸν Θεόν, σώζῃ. Σὺ δέ, ὡς πιστός, μὴ ἐκλύου ὑπὸ τοιούτων λογισμῶν, ἀλλ' ὑπόμεινον τῷ Κυρίῳ τῷ καλέσαντί σε εἰς τὴν αὑτοῦ βασιλείαν καὶ χαράν. Αὐτὸς γὰρ εἴρηκεν· ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι· καὶ με ταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Καὶ ἡμεῖς οὖν, ἀγαπητοί, ὑπομένωμεν· οὐ γὰρ ἐπ' ἄνθρωπον ἠλπίσαμεν, ὅστις οὐ δύναται σῴζειν, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ σῴζοντι τοὺς ἐλπίζοντας ἐπ' αὐτῷ. Καθὼς γέγραπται· οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών. Καὶ μακαρίζει τὸ Πνεῦμα τὸ Ἅγιον τοὺς ἐλπίζοντας ἐπὶ Κύριον, λέγων· Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. Μεῖνον οὖν, ἠγαπημένε ὑπὸ Κυρίου. Ἆρα γράμματα εἰ ἐμάνθανες, οὐχ ὑπέμενες τὸν σκυλμόν; Εἰ δὲ καὶ τέχνην τοῦ κόσμου, οὐχ ὑπέμενες τὸν κόπον; Οὐ πολλῷ μᾶλλον ὀφειλέται ἐσμὲν ὑπομεῖναι πάντα διὰ τὸν Κύριον; Γέγραπται γάρ· τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Καὶ ὁ Ἀπόστολος παραγγέλλει, λέγων· ταῖς ἰδίαις χερσὶν ἐργάζεσθε τὸ ἀγαθόν, ὥστε μὴ μόνον αὐτὸ τὸν ἐργαζόμενον ἐσθίειν, ἀλλὰ καὶ τῷ χρείαν ἔχοντι μεταδιδόναι τῶν ἰδίων πόνων. Σπουδὴ οὖν γενέσθω πᾶσιν ἡμῖν τὸ ῥυσθῆναι ἐκ τῶν ἁμαρτιῶν ἡμῶν· ἐὰν γὰρ ἡμεῖς θέλωμεν, ῥυώμεθα. Αὐτὸς γὰρ εἴρηκεν· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Αὐτὸς γάρ ἐστιν ὁ δωρησάμενος τῷ κόσμῳ τὸν ἀνελλιπῆ θησαυρὸν τῆς μετανοίας. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Παραίνεσις ηʹ

[Επεξεργασία]

Περὶ δὲ τῶν συμβαινόντων σκανδάλων, οἴδαμεν τὸν εἰπόντα· μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν· καὶ τὰ ἑξῆς. Ἵνα δὲ ἔχῃς βοήθημα ἐν τῷ λογισμῷ, ἀναλόγισαι ὅτι ὁ δίκαιος Λὼτ ἐν Σοδόμοις κατῴκει, ἀλλ' οὐ συναπήχθη τῇ ἐκείνων ὑπερηφανίᾳ καὶ ἀσελγείᾳ· διὸ καὶ ἐσώθη, καθὼς γέγραπται· βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀθέσμοις ἔργοις ἐβασάνιζεν. Ἀλλὰ τί ἐπάγει λέγων· οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμῶν ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν· καὶ τὰ ἑξῆς. Μὴ οὖν σήμερον ἐγκράτεια καὶ πραΰτης, καὶ αὔριον ἀκρασία καὶ ὑπερηφανία. Μὴ σήμερον ἡσυχία καὶ ἀγρυπνία καὶ ταπείνωσις, καὶ αὔριον περισπασμοὶ καὶ ὕπνος ἀκόρεστος καὶ ἀνυποταγή, καὶ τὰ ὅμοια τούτων. Μὴ σήμερον ἀποταγὴ κόσμου, ἀποταγὴ γηΐνων πραγμάτων, ἀποταγὴ πατρίδος καὶ φίλων καὶ τῶν κατὰ σάρκα γονέων διὰ τὴν εἰς Κύριον ἐλπίδα, καὶ αὔριον χώραν καὶ πατρίδα καὶ κληρονομίαν ἐπιζητήσωμεν, τοῦ βυθίζειν ἑαυτοὺς εἰς κακὰ πολλά. Ἡ γὰρ γυνὴ τοῦ Λὼτ στραφεῖσα εἰς τὰ ὀπίσω, γέγονε στήλη ἁλός. ∆ιὸ καὶ ὁ Κύριος διδάσκει λέγων· οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἔχε οὖν ἀεὶ ἐν νῷ τὴν ἡμέραν ἐκείνην, ἐν ᾗ ἀποδυσάμενος πάντα ἐξῆλθες τοῦ κόσμου διὰ τὸν Κύριον· καὶ ὅτε ᾖς πεπυρωμένος τῷ φόβῳ τοῦ Θεοῦ, καὶ ζέων τῷ πνεύματι πρὸς τὸν Κύριον, καὶ τὸν σκοπὸν ἔχε ἄχρι τέλους· ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· ὅπως κομίσῃ τὸν μισθὸν τῆς ἐργασίας μετὰ ζωῆς αἰωνίου· ὅτι ἀληθινῷ Θεῷ προσῆλθες, καὶ πάντων κατεφρόνησας, ἵνα Χριστὸν κερδήσῃς. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ ὑπακοῆς. Παραίνεσις θʹ

[Επεξεργασία]

Καὶ περὶ τοῦ χρόνου μὴ ὀλιγώρει· τισὶ γὰρ ὑποβάλλει ὁ Ἐχθρὸς ἐπιθυμίαν εἰς τὸ σχῆμα παρὰ τὸν καιρόν, ὅπως, μὴ φέρων ὁ ἀδελφὸς τὸ λεῖον τῆς ἡδονῆς, φύγῃ τὸ στάδιον. Σὺ δέ, ἀγαπητέ, ὡς τῷ Θεῷ ἀρέσαι σπουδάζων, μακροθύμησον· τοῦ Ἀποστόλου λέγοντος, ἐὰν καὶ δύνῃ ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. Ἔμβλεψον δὲ εἰς τὰς ἀρχαίας γενεάς, καὶ ἴδε, ὅτι οἱ ἅγιοι πάντες διὰ μακροθυμίας καὶ ὑπομονῆς ἐπέτυχον ἐπαγγελιῶν. Παρα καλέσωμεν οὖν ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν, ὅπως συγκληρονόμοι αὐτῶν εὑρεθῶμεν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Πρῶτον μὲν ὁ πατριάρχης Ἰακώβ, οὐκ ἔτη δεκατέσσαρα ἐδούλευσε διὰ Ῥαχήλ, Λάβαν τῷ Σύρῳ ἐν τῇ Μεσοποταμίᾳ, ἐν τῷ καύσωνι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός; Ὁμοίως δὲ καὶ Ἰωσήφ, ὁ ἠγαπημένος, οὐκ ἔτη ἱκανὰ ἐδούλευσεν ἐν γῇ ἀλλοτρίᾳ; Καὶ γὰρ γέγραπται· καὶ ἦν Ἰωσὴφ ἐτῶν δέκα ἑπτὰ ποιμαίνων τὰ πρόβατα μετὰ τῶν ἀδελφῶν αὑτοῦ. Καὶ πάλιν λέγει· καὶ ἦν Ἰωσὴφ ἐτῶν τριάκοντα, ὅτε ἔστη ἐνώπιον Φαραώ. Ὁμοίως δὲ καὶ Μωυσῆς ὁ θεράπων Κυρίου τεσσαράκοντα ἔτη παρῴκησεν ἐν γῇ Μαδιάμ. Καὶ οἱ υἱοὶ Ἰσραὴλ διὰ τεσσαράκοντα ἐτῶν εἰσῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Ὁμοίως δὲ καὶ ∆ανιήλ, ὁ ἐνάρετος ἀνήρ, μετὰ καὶ τῶν τριῶν παίδων, τῶν τὴν κάμινον δρόσον ἐργασαμένων διὰ τῆς πίστεως, ὑπέμειναν δουλείαν καὶ θλίψεις καὶ ὀνειδισμοὺς ἐν γῇ ἀλλοτρίᾳ, διὸ καὶ ἐσώθησαν. Ἡμεῖς δὲ οὐδὲ κακοπάθειαν μικρὰν ὑπομένομεν. ∆ιὰ τὸ μὴ πιστεύειν ἡμᾶς, ἡ ὑπομονὴ μακρύνεται ἀφ' ἡμῶν. Οὕτω γὰρ τῇ λύπῃ ἑαυτὸν ἐκδέδωκας, ὡς ἀπολέσας παρακαταθήκην ἀλλοτρίαν, ὡς ἐν αἰχμαλωσίᾳ ἐπορεύθης. ∆ὸς σεαυτῷ προθυμίαν ἐν Κυρίῳ, καὶ ἀνδρίζου ὡς πιστός, μήτε ἐκ τῆς πολλῆς λύπης ἀπολέσῃς τοὺς τόνους τῆς ψυχῆς σου, καὶ ἔσχατον μεταμεληθήσῃ. Ἐννόησον, ἀγαπητέ, τοὺς ἐν ἐξορίᾳ καὶ μετάλλοις καὶ ἐν πικρᾷ δουλείᾳ ἐξεταζομένους, καὶ ὑποτάγηθι τῷ προεστῶτί σου ἐν Κυρίῳ. Εἰ μᾶλλον κατὰ ἄνθρωπον λογίζῃ τὴν δουλείαν, ἣν ὑπομένεις διὰ τὸν Κύριον, τίς ἄρα ἀτιμασθείς ποτε ὑπὲρ βασιλέως, οὐχὶ μᾶλλον ἡγεῖται τὴν ὕβριν καύχημα; Ἀλλὰ πολλάκις μέλλεις λέγειν, ὅτι τὸ πρᾶγμα κόπον ἔχει. Οἴμοι τῷ ἁμαρτωλῷ καὶ ἀχρείῳ δούλῳ! Ἐὰν κόπον οὐ προαιρούμεθα ὑπομεῖναι διὰ τὸν Κύριον, τί καὶ ἐξήλθομεν ἐκ τοῦ κόσμου; Ἀγαπητέ, τίς ἄξιος καὶ μακάριος παθεῖν ὑπὲρ τοῦ παθόντος ὑπὲρ αὐτοῦ; Μικρὰ παρέχεις, ἀγαπητέ, καὶ μεγάλα κομίζῃ· ὑπομονῆς δὲ ἔχομεν χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, τύχωμεν τῆς ἐπαγγελίας αὐτοῦ. Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Παραίνεσις ιʹ

[Επεξεργασία]

Ἀδελφέ, μὴ ἐκλύου ὑπὸ ἐπερχομένων λογισμῶν· ἀρχὴ γὰρ ἀγῶνός ἐστι. Κατάμαθε ἐκ τοῦ ὑετίου λάκκου, ὅτι ὅταν βρέξῃ καὶ συναχθῇ ἡ εὐλογία τοῦ ὕδατος ἐν τῷ λάκκῳ, ἐν ἀρχῇ τεταραγμένον ὑπάρχει τὸ ὕδωρ· ὅσῳ δὲ ἐγχρονίζει, καθαρώτερον ἀποκαθίσταται. Λοιπόν, ἀγαπητέ, ἴσθι μὴ ἐκλυόμενος· γέγραπται γάρ· χείμαρροι ἀνομίας ἐξετάραξάν με. Καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε. ∆ιὸ λέγει· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ὅταν οὖν ἔλθῃ εἰς τὴν διάνοιάν σου λογισμὸς πονηρός, βόησον πρὸς Κύριον μετὰ δακρύων, λέγων· Κύριε, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ συγχώρησόν μοι, φιλάνθρωπε· Κύριε, κατάργησον τὸν Πονηρὸν ἀφ' ἡμῶν. Καρδιογνώστης γάρ ἐστιν ὁ Θεός, καὶ οἶδε τοὺς διαλογισμοὺς τοὺς ἐκ τῆς κακοήθους γνώμης γινομένους· οἶδε καὶ τοὺς ἐκ τῆς πικρότητος τῶν δαιμόνων ἡμῖν προσφερομένους. Τοῦτο δὲ γίνωσκε, ὅτι ὅσον ἀγωνίζῃ καὶ ὑπομένῃς, τῷ Κυρίῳ δουλεύων, τοσοῦτο καθαρεύει σου ἡ διάνοια καὶ οἱ διαλογισμοί. Ἔφη γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὅτι πᾶν κλῆμα ἐν ἐμοὶ [μὴ] φέρον καρπόν, καθαίρω αὐτό, ἵνα πλείονα καρπὸν φέρῃ. Μόνον θέλε σωθῆναι· ὅτι ἀγαπᾷ Κύριος καὶ συνεργεῖ τοῖς ἐπειγομένοις σωτηρίας τυχεῖν. Ἄκουε δὲ καὶ παραβολὴν κατὰ τῶν αἰσχρῶν λογισμῶν. Ἡ σταφυλή, ὅταν τρυγηθῇ ἐκ τῆς ἀμπέλου, καὶ βληθῇ ἐν τῇ ληνῷ καὶ πατηθῇ, καὶ δώσῃ τὸν οἶνον αὐτῆς, καὶ βληθῇ ἐν ἀγγείοις, τοσοῦτος ἐν ἀρχαῖς ἀναβλύζει ὁ οἶνος, ὡς ὑπὸ σφοδροτάτης λαύρας καιόμενος· ὥστε καὶ φανερὰ ἀγγεῖα, μὴ φέροντα τὴν ὁρμήν, ῥήσσει ἐκ τῆς τάσεως· οὕτω καὶ οἱ διαλογισμοὶ τῶν ἀνθρώπων, ὅταν μετέλθωσιν ἐκ τοῦ ματαίου αἰῶνος τούτου καὶ τῆς μερίμνης αὐτοῦ, εἰς τὰ οὐράνια. Οἱ γὰρ δαίμονες, μὴ φέροντες τὸν ζῆλον, ποικίλως ἐκταράττουσι τὴν διάνοιαν τοῦ ἀνθρώπου, ἀνατροπὴν θολερὰν συγκεράσαι αὐτῷ βουλόμενοι· ἵνα <ἐὰν> εὕρωσιν ἀγγεῖον παραίτιον, λακίσουσιν αὐτό, τουτέστι ψυχὴν ἄπιστον καὶ διστάζουσαν. Ἐοίκασι γὰρ οἱ δαίμονες λύκους ἅρπαγας, οἳ περιέρχονται τὰς κέλλας τῶν μοναχῶν ἐπιζητοῦντες θύραν ἀνεῳγμένην αὐτοῖς, ὅπως ἔνδον ἐπιπηδήσαντες διαφθείρωσι ψυχὴν πειθαρχοῦσαν αὐτοῖς. Ἐὰν δὲ εὕρωσι θύραν κεκλεισμένην εἰς τὰ πρόσωπα αὐτῶν, περικακήσαντες ἀναχωροῦσι· λέγω δὴ περὶ ψυχῆς τεθεμελιωμένης ἐν πίστει. Μὴ οὖν δειλιᾷς, μηδὲ φοβοῦ ἀπὸ τῆς κακουργίας αὐτῶν· βλάψαι σε οὐ δύνανται, Χριστὸν ἔχοντά σου βοηθόν. Λέγει γὰρ ὁ Ἀπόστολος· οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Καὶ πάλιν αὐτὸς <ὁ> Κύριος ἔλεγε τοῖς ἑαυτοῦ μαθηταῖς· ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει. ∆ιό, ἀγαπητέ, ἀνδρίζου καὶ ἴσχυε ἐν τῷ Θεῷ σου, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰ δὲ καὶ μνείαν τῶν κατὰ σάρκα γονέων ἡμῖν ἐπάγωσιν, εἴπωμεν πρὸς αὐτούς· γέγραπται, θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Καὶ πάλιν· ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν· ἵνα ἐν ἐμοὶ μὲν τὰ ἐγκλήματα, ἑτέρῳ δὲ χρήματα. Οὐκ ἀνάγει μοι τοῦτο· ἔστι πονηρία μεγάλη! ∆ιό, οὔτε δεδιδάγμεθα θησαυρίζειν ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ κλέπται διορύσσουσι καὶ κλέπτουσιν. Ὅπου δέ ἐστιν ὁ θησαυρός σου, ἐκεῖ, φησίν, ἔσται καὶ ἡ καρδία σου. Εὐλογητὸς δὲ ὁ Θεός, ὁ διδοὺς ἡμῖν ἰσχὺν κατὰ τῶν ἀοράτων ἐχθρῶν. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παραίνεσις ιαʹ

[Επεξεργασία]

Ἀδελφέ, ἀγωνίζου ὡς καλὸς στρατιώτης Χριστοῦ, ἕως ἔτι ἔχεις καιρόν, εἰδὼς τοῦτο, ὅτι οὐ περὶ φθαρτοῦ στεφάνου πρόκειταί σοι ὁ ἀγών, ἀλλὰ περὶ καθάρσεως ἁμαρτιῶν, καὶ περὶ ζωῆς αἰωνίου. Κτῆσαι οὖν σεαυτῷ ταπεινοφροσύνην ἐν πᾶσι τοῖς ἔργοις σου, ἥτις ἐστὶ μήτηρ ὑπακοῆς. Ἀπόρριψον δὲ ἀπὸ σοῦ τὴν διψυχίαν καὶ ἔνδυσαι τὴν πίστιν ἐν πᾶσιν, ὅπως ὁ Κύριος, ἰδών σου τὸ πρόθυμον τῆς ψυχῆς, ἐνισχύσῃ σε ἐν τῷ ἔργῳ. Μίσησον δὲ σφόδρα τὴν ὀκνηρίαν καὶ ἐρίθειαν σὺν πάσῃ κακοήθει γνώμῃ καὶ φθόνῳ, ὡς καταλείψας διὰ τὸν Κύριον τοὺς κατὰ σάρκα γονεῖς, φίλους καὶ ὑπάρχοντα. Ἐὰν γὰρ ἐξ ἀρχῆς χαυνωθῇς τοῖς λογισμοῖς, κόπον ἕξεις καὶ ζημίαν. Ἐὰν οὖν συμβῇ ἡμῖν ποτε καὶ μικρὸν κοπιάσαι διὰ τὸν Κύριον, ἢ καὶ ὑπὲρ δύναμιν, μὴ γογγύσωμεν· ὁ γὰρ γογγύζων ἔκδηλον ἑαυτὸν ποιεῖ, ὅτι οὐκ ἐξ ἰδίας προθέσεως ἐργάζεται. Σὺ οὖν, ὡς φρόνιμος, μὴ ἔριζε τοῖς ἀμελεστέροις ἀδελφοῖς, μηδὲ ζήλου τοὺς ἐν ἀφοβίᾳ Θεοῦ διάγοντας, εἰδὼς τοῦτο ἀκριβῶς, ὅτι ὁ πίπτων ἑαυτῷ ῥήγνυται, καὶ ὁ νικῶν στεφανοῦται. Πλὴν μὴ ἔριζε σῷ ἀδελφῷ· οὐ γὰρ οἶδας, μήποτε καὶ πάθος αὐτῷ ἐνοχλῇ, ὃ σὺ οὐ γινώσκεις, καὶ τούτου χάριν ἀδυνάτως φέρει· τούτῳ χρὴ μᾶλλον συμπάσχειν καὶ παρακαλεῖν, καὶ μὴ ἐκθλίβειν, ὡς ἀσυμπαθεῖς. Σὺ δὲ ἀγωνίζου καλῶς, εἰδὼς πρὸς τίνα ἐξελήλυθας. Ἰδοὺ γὰρ νῦν ἐπιτήδειός σοι καιρὸς πρόκειται τοῦ συνάγειν πλοῦτον ἀνέκλειπτον διὰ τῆς λειτουργίας καὶ καρποφορίας τῆς πρὸς τοὺς ἀδελφούς. ∆ιό, ἀγαπητέ, ἐὰν καταστέλλῃς τὰ μέσαυλα ἀπὸ τῶν κοπριῶν, κατάστειλον καὶ ἔνδοθεν τὰς κοσμικὰς ἐπιθυμίας. Εἰ δὲ καθαίρεις τὴν σποδιὰν τοῦ μαγειρείου, ἐν πολλῇ ταπεινοφροσύνῃ ἐπιτέλει τὸ ἔργον, μιμνῃσκόμενος τοῦ Προφήτου, λέγοντος· σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Κατανόησον δέ, ἀγαπητέ, ἅμα τὸ φθαρτὸν πῦρ, καὶ ἀνανόησον τὴν αἰώνιον φλόγα, τὴν μέλλουσαν κατεσθίειν τοὺς ἁμαρτωλούς, καὶ δάκρυσον περὶ ὧν ἡμάρτηκας, ἅμα δὲ καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὅπως ἄφεσιν ἁμαρτιῶν δωρήσηται ἡμῖν Κύριος. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Νουθεσία περὶ ἀτυφίας. Παραίνεσις ιβʹ

[Επεξεργασία]

Ἀδελφέ, ἐὰν ἀποταξάμενος τοῦ ματαίου βίου εἰσέλθῃς εἰς κοινόβιον πλειόνων ἀδελφῶν καὶ παραδοθῇς ὑπὸ τοῦ ἡγουμένου ἑτέρῳ μοναχῷ, τοῦ διδάσκειν σε ἆθλα τῶν ἀρετῶν, μή σοι δόξῃ λέγειν τὰ ἐναντία τοῦ μειζοτέρου σου εἴτε πράττειν, ἐν τῷ σὲ διαλογίζεσθαί τι τῶν μὴ ἀνηκόντων, καὶ φῇς· ἐγὼ μὲν κατέλιπον πλοῦτον, οἰκίας, ἀγρούς, παῖδας καὶ παιδίσκας, καὶ πάντα ἡγησάμην σκύβαλα, ἵνα Χριστὸν κερδήσω· οὗτος δὲ μηδενὸς κύριος ὤν, πολλάκις δὲ ἐξ ἀνάγκης εἰς τοῦτο ἐλήλυθε, καὶ τούτῳ ταπεινωθῶ; Καὶ εἰς τοιαύτην εὐτέλειαν παραπεμφθῶ; Μὴ γὰρ λιμώττων πάρειμι; Μὴ οὖν ταῦτα διαλογίζου, ἀγαπητέ· ὑπερηφανείας γὰρ οἱ λόγοι οὗτοι πεπλήρωνται. Ἀλλ' ἐννόησον, ὅτι ὁ πάντων [τῶν] ἡμῶν ∆εσπότης Χριστὸς δι' ἡμᾶς ἐταπείνωσεν ἑαυτόν, ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Νόει ἃ λέγω. ∆ῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. ∆ύο ἀθληταὶ ἦλθον ἀγωνίσασθαι ἐν τῷ ἅμα, καὶ ὁ εἷς ἐνεδύσατο τὴν ἐσθῆτα λαμπράν, ὁ δὲ ἕτερος πενιχράν. Μὴ οὖν τὴν ἐσθῆτα τὴν λαμπρὰν προσάγει ὁ ἀθλητὴς ἐν καιρῷ ἀγῶνος, ἢ οὐχὶ μᾶλλον τὴν ἀνδρείαν καὶ τὴν τέχνην σὺν τῇ εὐτονίᾳ ἀντεισάγει ἀνταγωνιστὴς πρὸς βοήθειαν κατὰ τοῦ ὑπεναντίου; Ἢ πῶς τολμήσωμεν ἄφεσιν ἁμαρτιῶν αἰτήσασθαι παρὰ τοῦ Θεοῦ ὑπὲρ τῶν προτέρων ἡμῶν πταισμάτων, ἡμῶν μὴ ἐπιλανθανομένων τῆς προτέρας ἀναστροφῆς; Ἢ πῶς ἐνδυσώμεθα τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα, οὔπω ἀποδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης; Οὐ δυνατὸν γὰρ παλαιὸν συνάψαι τῷ καινῷ, τοῦ Σωτῆρος ἡμῶν εἰπόντος· οὐδεὶς ἐπίβλημα ἐπιβάλλει ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. Καὶ πάλιν· οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς, ἀλλ' οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότερα συντηροῦνται. Μηδὲ σοφίζου κατὰ τὸν παλαιὸν ἄνθρωπον· διότι γέγραπται· ὁ θέλων ἐν ὑμῖν σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός· ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν. Ἐπιλαβοῦ οὖν τῆς ταπεινοφροσύνης· ὅτι γέγραπται· τὰ ὑψηλὰ παρὰ τοῖς ἀνθρώποις, βδέλυγμα παρὰ Θεῷ· ὅπως καλῶς καὶ δοκίμως πάντα κατορθώσας ἕξεις ἔπαινον παρὰ τῷ Θεῷ, καὶ κληρονομήσῃς τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ ταπεινοφροσύνης. Παραίνεσις ιγʹ

[Επεξεργασία]

∆εῖ καὶ τοὺς ἐξ οἰκτροῦ καὶ μοχθηροῦ βίου ἐρχομένους εἰς μονήρη βίον, μὴ ὑψηλοφρονεῖν, μὴ ἐπαίρεσθαι, ἀλλὰ πᾶσαν πραΰτητα καὶ ταπεινοφροσύνην ἐνδείξασθαι, μνημονεύοντας ἅμα καὶ ἀναλογιζομένους τὰς εὐεργεσίας τοῦ Κυρίου· ἐκ ποίας συνοχῆς τοῦ αἰῶνος τούτου ἐξέσπασεν αὐτούς· μήποτε διασπαρέντες τῷ νοῒ ἀκούσωσιν, ὡς ἀγνώμονες, παρὰ τοῦ Εὐεργέτου, τὸ εἰρημένον ἐν τῷ ψαλμῷ· καὶ ἄνθρωπος ἐν τιμῇ ὤν, οὐ συνῆκε, πα ρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. Τοιγαροῦν, ἀγαπητοί, δουλεύσωμεν τῷ Κυρίῳ ἐν ταπεινοφροσύνῃ πολλῇ, πάσας τὰς ἡμέρας ἡμῶν, τῷ ἐγείραντι ἀπὸ γῆς πτωχόν, καὶ ἀπὸ κοπρίας ἀνυψοῦντι πένητα, ὅπως καὶ μετὰ τέλος ἀξιώσῃ ἡμᾶς τῆς δόξης τῶν πραέων καὶ ταπεινῶν. ∆ιότι γέγραπται· Κύριος ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. Καὶ πάλιν· Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ ἀφηγουμένων. Παραίνεσις ιδʹ

[Επεξεργασία]

Ἀδελφέ, ἐπιστεύθης ψυχήν; Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἀγὼν γὰρ ἥκει οὐκ ὀλίγος· τελείων ψυχῶν ἔργον ἀνεδέξω. Νῆφε οὖν σφόδρα, ὅτι πολλῆς προσοχῆς δέεται τὸ πρᾶγμα, καὶ μὴ καταφρονήσῃς· ἀλλ' ἐν πάσῃ ἁγιότητι ἔστω ὑμῶν ἡ ἀναστροφὴ μετ' ἀλλήλων, μήποτε ἐξ ἀπροσεξίας ὑποσπείρῃ τι τῶν ἰδίων ὁ Ἐχθρὸς διὰ τῆς ὑπακοῆς τοῦ ὑποκειμένου. Ὁ γὰρ ὑπερβαίνων τοὺς ὅρους τῆς ἁγνείας καὶ σωφροσύνης, καὶ τὴν ὑπακοὴν ἀπαιτῶν πρὸς ἡδυπάθειαν, οὐκ ἀτιμώρητος ἔσται· ἡ γὰρ ἄμπελος αὐτοῦ ἐκ Σοδόμων, καὶ ἡ κληματὶς αὐτοῦ ἐκ Γομόρρας· τοῦ Ἀποστόλου λέγοντος· ὁ γὰρ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν, τὸν διδόντα τὸ Πνεῦμα τὸ Ἅγιον αὑτοῦ εἰς ἡμᾶς. Ἀλλ' οὐδὲ ὁ ὑπακούων τοῦ τοιούτου πράγματος ἔχει ἔπαινον παρὰ τοῦ Θεοῦ· ὅτι οὐδὲ τὸν Ἰωσὴφ ἐμιμήσατο, οὐδὲ τὴν μακαρίαν Σωσάννην ἐζήλωσεν. Ὁ μὲν γὰρ Ἰωσὴφ καὶ εἰς δουλείαν πραθεὶς τῇ Αἰγυπτίᾳ, οὐ συναπήχθη ταῖς κολακείαις αὐτῆς· οὐδὲ αἱ τοῦ θανάτου ἀπειλαὶ ἐπτόησαν τὸν φιλόθεον. Ποτὲ μὲν γὰρ κολακεύουσα τὸν νέον, ἐπηγγέλλετο διδόναι δόματα πολλά· μὴ πειθομένου δὲ αὐτοῦ, πολλάκις καὶ θάνατον ἠπείλει καὶ βασάνους. Ὁ δὲ οὐδὲν προέκρινε τῆς σωφροσύνης, ὑπήκοος δὲ ὑπάρχων κατὰ πάντα, τοῦτο μόνον παρῃτήσατο, σύμβολον τοῦ ἡμετέρου βίου τεθεικώς. Ὁμοίως δὲ καὶ ἡ μακαρία Σωσάννα θάνατον ᾑρετίσατο ἢ ἁμαρτεῖν ἐνώπιον τοῦ Θεοῦ. Μεγάλην δὲ τιμωρίαν ἑαυτῷ προξενεῖ ὁ συκοφαντῶν τὸν δίκαιον. ∆ιὸ καὶ ὁ Ἀπόστολος λέγει· μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν ἐργάζεσθε. Σφόδρα γὰρ ἀντίκειται ὁ Ἐχθρὸς κατὰ τῶν κατορθούντων τὰς ἀρετάς, ἀλλὰ καταπατεῖται ὑπὸ τῶν πιστῶν. ∆εῖ δὲ τοὺς μειζοτέρους τύπους εἶναι τοῖς μικροτέροις πρὸς πᾶσαν ἀρετήν, ὅπως μὴ δῶμεν ἀφορμὴν τοῖς θέλουσιν ἀφορμήν. Ἐὰν γὰρ ἡμεῖς ὦμεν ἀνυπότακτοι, πῶς τὴν ὑπακοὴν ἐκδιδάξωμεν τοὺς μικροτέρους; Ἐὰν ὦμεν γαστρίμαργοι ἢ μέθυσοι ἢ φιλάργυροι, πῶς τοὺς μικροτέρους ἡμῶν ἐκδιδάξωμεν τὴν ἐγκράτειαν καὶ ὑπομονήν; Ἐὰν ἡμεῖς ὦμεν ἀπρονόητοι ἢ πολυλόγοι ἢ ἀβέβαιοι, πῶς τοὺς μικροτέρους ἡμῶν ἐκδιδάξωμεν τὴν σεμνότητα καὶ καρτερίαν; Τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· ὁ ποιήσας καὶ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ πάλιν διὰ τοῦ Ἀποστόλου λέγει· τύπος γενοῦ τῶν πιστῶν. Ἐρεῖς μοι οὖν, κἂν ἐγὼ μὴ ποιήσω, μηδὲ εἴπω τῷ ἀδελφῷ μου τὸ συμφέρον; Εἴπω, καὶ τί τὸ ὄφελος, ἀγαπητέ, ἐάνπερ ἡμεῖς ἄλλους νουθετοῦντες, τὰ ἐναντία πράττωμεν, τοῦ Κυρίου λέγοντος διὰ τοῦ Προφήτου Ἰεζεκιήλ· ἕκαστον ὑμῶν κατὰ τὴν ὁδὸν ὑμῶν κρινῶ, λέγει Κύριος Ἀδωνεί; Οὐκ ἐποιήσαμεν; Ἀλλὰ νῦν μὴ ἀμελήσωμεν ποιεῖν. Ἡττήθημεν; Ἀλλὰ νῦν μὴ ἡττηθῶμεν. Ἠμελήσαμεν; Ἀλλὰ νῦν μὴ ἀμελήσωμεν. Τοῦ λοιποῦ ἐπιστρεφθῶμεν πρὸς Κύριον. Περὶ δὲ τοῦ διδάσκειν καὶ νουθετεῖν εἷς τὸν ἕνα, ἐντολὴν ἔχομεν ἀπὸ τοῦ Ἁγίου Πνεύματος· ὁ γὰρ ἐπιστρέψας, φησίν, ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν. Ὥστε οὖν, ἀγαπητοί, οὔτε ἡμᾶς χρὴ κρίνειν τοὺς μειζοτέρους ἡμῶν. Γέγραπται γάρ, μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἔχετε δὲ ὑπόδειγμα τῆς ταπεινοφροσύνης, ἀδελφοί, τὸν προφήτην Σαμουήλ· οὐ γὰρ ὑψώθη τῇ καρδίᾳ κατὰ Ἠλὶ τοῦ ἱερέως, καίπερ ἀκούσας ἐκ Θεοῦ περὶ τοῦ ἀνδρός. Παραγγέλλει καὶ ὁ Ἀπόστολος Πέτρος λέγων· μὴ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ὑποτάσσεσθε, ἀλλὰ καὶ τοῖς σκολιοῖς· τοῦτο γὰρ χάρις παρὰ τῷ Θεῷ, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλ' εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ. Εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσωμεν τοῖς ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει· πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Τῆς σωτηρίας οὖν γενώμεθα τῆς ἑαυτῶν, ἀγαπητοί, ἕτοιμοι εἰς μετάνοιαν, παντὶ λόγῳ, ᾧ ἐὰν ἀκούσωμεν, μάλιστα παρὰ τοῦ προεστῶτος ἐν Κυρίῳ. Ὥσπερ γὰρ ὕδωρ σβέννυσι πῦρ, οὕτω μετάνοια καθαρὰ σβέννυσι θυμόν, καὶ ὀργὴν ἀποστρέφει. Καὶ πειθέτω σε ὁ ἐπὶ τοῦ Ἠλιοὺ πεντηκόνταρχος, ὃς διὰ τῆς ταπεινοφροσύνης ἐξευμενίσας τὸν Προφήτην, διεσώθη ἀπὸ τῆς ὀργῆς. Ὑπακοὴν οὖν ἔχε, ἀγαπητέ, κατὰ πάντα ἐν Κυρίῳ, ὅπως ἰδὼν ὁ Κύριος τὸ ἀνυπερήφανον καὶ ταπεινὸν τῆς καρδίας σου, ὑψώσῃ σε. Φύλαττε δὲ τοὺς λόγους αὐτοῦ, καὶ ἔσται μεθ' ἡμῶν ὁ εἰπών· ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Παραίνεσις ιεʹ

[Επεξεργασία]

Κατὰ μέρος οἰκοδομεῖται πόλις, καὶ μετὰ κυβερνήσεως γίνεται πόλεμος. Οὐ δύναται ὁ ἄπειρος, ὡς ἔμπειρος, κατέχειν τόξον, καὶ οὐ δύναται παιδίον τρέχειν ἐπ' ἴσης ἀνδρός. Ἐὰν ἐπιθήσῃς παιδίῳ βάρος ὑπὲρ δύναμιν, βλάψεις αὐτῷ, καὶ ἐὰν ἀμελήσῃς τοῦ παιδεύειν αὐτῷ, ἄχρηστον ἀποβήσεται. Οὕτω δεῖ καὶ ἀρχάριον μετὰ διακρίσεως κυβερνᾶσθαι, καὶ μὴ κατὰ κενοδοξίαν ἐπιτιθέναι αὐτῷ βάρος, μηδὲ καταφρονεῖν τῆς ψυχῆς αὐτοῦ. Ἀλλ', ὡς σοφός, ἀναλόγισαι σὺ πῶς ὑπετάγης τῷ μειζοτέρῳ σου καὶ οὕτω κατὰ μέρος ἐπιχορηγήσει αὐτῷ τὴν ἄσκησιν. Ἀλλὰ μηδὲ κατὰ πάθος φιλαργυρίας δίωκε τὸν ἀδελφὸν εἰς τὸ ἔργον, ὅτι καρδιογνώστης ἐστὶν ὁ Κύριος. Ἀλλ' ὡς παρὰ Θεῷ τὴν ἀνταπόδοσιν λαβεῖν ἐλπίζων, δίδασκε αὐτὸν τὰ ἔπαθλα τῶν ἀρετῶν, καὶ τοῦ σεμνοῦ βίου τὴν διαγωγήν. Ἐὰν μετὰ τὴν συμπλήρωσιν τῆς ἀγρυπνίας καὶ τοῦ συνήθους κανόνος βουληθῇς ἀγρυπνῆσαι κατὰ σεαυτόν, ὁ δὲ ὑποτεταγμένος θελήσῃ καθευδῆσαι μικρόν, δὸς αὐτῷ ἀνάπαυσιν· οὐ γὰρ δύναται παιδίον δραμεῖν, ὡς προείρηται, ἐπ' ἴσης τελείου. Κἂν ἀσθενῇ τῷ σώματι, μὴ ἀποβαλοῦ αὐτόν, ἀλλὰ συγκοπίασον αὐτῷ μακροθυμῶν ἐπ' αὐτῷ, ὡς σοφὸς γεωργός, φυτεύσας φυτὸν ἀγαθὸν ἐν τῷ ἀγρῷ αὐτοῦ. Σπουδὴ δέ σοι πᾶσα γένηται παραστῆσαι τὸ σῶμα αὐτοῦ θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, ὅπως μὴ συγκατακριθῶμεν, οὓς ὁ Ἀπόστολος αἰτιᾶται, λέγων· ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Πᾶσαν οὖν ἀγαθὴν πρᾶξιν ἐκδίδασκε τὸν ὑποτεταγμένον, διότι γέγραπται· ἐὰν ἐξάγῃς τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Εἰ γὰρ οἱ καθηγηταὶ τοῦ αἰῶνος τούτου οὐ παραιτοῦνται τὰς δυσχερείας τῶν νηπίων ψυχῶν, οὐδὲ ἀναίνονται παιδίοις συναναστρέφεσθαι διὰ τὴν τῶν ἀνθρώπων ἀνταπόδοσιν, πόσῳ μᾶλλον χρὴ τοὺς τελείους ἀνέχεσθαι τῶν ἀσθενῶν διὰ τὸν Κύριον; Γέγραπται γάρ· τάδε λέγει Κύριος· μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ. Καὶ αὐτὸς οὖν, ἀγαπητέ, μὴ ἀπαναίνου νουθεσίαν πατρός σου τοῦ γεννήσαντός σε ἐν Κυρίῳ. Λέγει γὰρ ὁ Ἀπόστολος· πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. ∆ιὸ ἐν τῷ ψαλμῷ λέγει· παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Εἰ γὰρ οἱ νοσοῦντες κατὰ σάρκα βιάζονται τὴν ἑαυτῶν φύσιν τηρεῖν ὅσα ἂν αὐτοῖς ἰατροὶ προστάσσουσιν, οὐ πολλῷ μᾶλλον χρὴ ἡμᾶς ὑπακούειν τοῖς πεπιστευμένοις τὴν ἴασιν τῶν ψυχῶν ἡμῶν; Θελήσωμεν δὲ ἐκμανθάνειν καὶ τὰ ἐντάλματα τοῦ Ἁγίου Πνεύματος. Εἰ γὰρ οἱ τοῦ κόσμου τούτου ἐξηγηταὶ ἐπιμελῶς κέχρηνται τῇ ἀναγνώσει τῆς μὴ οὔσης σοφίας–ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν–πολλῷ μᾶλλον χρὴ ἡμᾶς μελετᾶν καὶ ἐκμανθάνειν τὰ λόγια τοῦ Θεοῦ πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Καὶ μακαρίζει τὸ Πνεῦμα τὸ Ἅγιον τοὺς ἐξερευνῶντας τὰ μαρτύρια αὐτοῦ, λέγον· μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ὅτι ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Καὶ πάλιν ἐν ἑτέρῳ ψαλμῷ λέγει· μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Ἄκουε καὶ τοῦ Ἀποστόλου λέγοντος· πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ εἶναι χαρᾶς, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτὴν γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Ὧ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Παραίνεσις ιϛʹ. Διδακτική

[Επεξεργασία]

Ἀδελφέ, ἠξιώθης τοῦ ἁγίου ἐνδύματος τοῦ μοναχοῦ; Μὴ ἐπαίρου κατὰ τῶν ἐπιμενόντων εἰς τὸ ἐρχόμενον ἔτος. Οὐ γὰρ τὸ οἴεσθαί τινα πρῶτον εἶ ναι ἐστὶν ἀρετή, ἀλλὰ ὑπομεῖναι ἄχρι τέλους. Μηδὲ δόξῃ σοι λέγειν ἐν σεαυτῷ λαβὼν τὸ σχῆμα· ἀπηλλάγην νῦν ἀπὸ τοῦ κόπου· ἀλλὰ νῦν πολλῷ μᾶλλον πόνεσον εἰς τὰς ἀρετάς, ἵνα μὴ σεαυτὸν ζημιώσῃς. Ἄχρι γὰρ τοῦ παρόντος, πολλάκις καὶ ἐξ ἀνάγκης τοῦ μειζοτέρου, οὐκ ἠμέλησας τῆς ἑαυτοῦ σωτηρίας. Ἄχρι γὰρ τοῦ δεῦρο ἐν τῷ ἐξωτέρῳ θόλῳ ἦς· νυνὶ δὲ ἐν τῷ ἐσωτέρῳ θόλῳ εἰσελήλυθας. Μὴ οὖν ἀμελήσῃς σεαυτοῦ, ἵνα μὴ ἀπολέσῃς τοὺς κόπους σου, ἀλλὰ τὸν μισθόν σου ἀπολάβῃς. Ἀπὸ τοῦ νῦν φαίνεταί σου ὁ κόπος καὶ ἡ σπουδὴ καὶ ἡ ἁγνεία καὶ τὸ κάθισμα. Ἀπὸ τοῦ νῦν φαίνεται ὁποίαν ὁδὸν ἐπιθυμεῖς· τὴν πλατεῖαν καὶ εὐρύχωρον, τὴν ἐπάγουσαν εἰς τὴν ἀπώλειαν, ἢ τὴν στενὴν καὶ τεθλιμμένην, τὴν ἐπάγουσαν εἰς τὴν ζωὴν τὴν αἰώνιον. Καὶ ἐν μὲν τῇ πλατείᾳ ὁδῷ ἔστι ταῦτα· κακοφροσύνη, περισπασμοί, γαστριμαργία, μέθη, ἀσωτία, ἀσέλγεια, ἔρις, θυμός, φυσίωσις, ἀκαταστασία, καὶ τὰ ὅμοια τούτοις· οἷς ἐξακολουθεῖ ἀπιστία, ἀπείθεια, ἀνυποταγή· ἔσχατον δὲ πάντων τῶν κακῶν, ἡ ἀπόγνωσις. Καὶ ὁ ἐν τούτοις ἀναστρεφόμενος πεπλάνηται ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας, πρόξενος ἑαυτῷ γενόμενος τῆς ἰδίας ἀπωλείας. Ἐν δὲ τῇ στενῇ καὶ τεθλιμμένῃ ὁδῷ ἔστι ταῦτα· ἡσυχία, ἐγκράτεια, σωφροσύνη, ἀγάπη, ὑπομονή, χαρά, εἰρήνη, ταπεινοφροσύνη, καὶ τὰ ὅμοια τούτοις· οἷς ἐξακολουθεῖ ἡ ἀθάνατος ζωή. Ἐπιγνοὺς οὖν, ἀγαπητέ, τὰ κεκρυμμένα ἐν τῇ πλατείᾳ καὶ εὐρυχώρῳ ὁδῷ, ἀπόστα ἀπ' αὐτῆς, ἵνα καταλάβῃς τὴν ζωὴν τὴν αἰώνιον. Ἐὰν γὰρ ἐκ νεότητός σου βαδίσῃς τρίβον δικαιοσύνης, καὶ ἡ ἔξοδός σου ἔσται ἐν εἰρήνῃ. Ἐὰν δὲ ἄρξῃ ἀπὸ τοῦ νῦν πλατέως πορεύεσθαι, ἔσχατον ὀδυνηθήσῃ πικρῶς. Ἐὰν δὲ ἴδῃς τοὺς ἐν ἀφοβίᾳ Θεοῦ διάγοντας παχεῖς καὶ ὑγιεῖς τῷ σώματι, μὴ ζηλοῦ τὰ ἔργα τῆς ἀφοβίας. Τί γὰρ τὸ βέλτιον; Τρυφᾶν ἐπὶ ὀλίγας ἡμέρας καὶ τὴν ἐπιθυμίαν τῆς σαρκὸς ποιεῖν καὶ στερηθῆναι τῆς αἰωνίου ζωῆς, ἢ στενωθῆναι πρὸς ὀλίγον καὶ ἐκφυγεῖν τῆς αἰωνίου κρίσεως καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ ἀπολαβεῖν τῆς αἰωνίου ζωῆς; Σφόδρα τήρει ἑαυτὸν ἐκ τῆς παρρησίας, μήποτε δουλωθῇς τῇ πολυλογίᾳ καὶ ἀναισχυντίᾳ, καὶ ποιήσῃς ἐπίχαρμα τοῖς δαίμοσιν ἑαυτόν· καὶ ἔσχατον ἀπορρίψῃ σε τῆς ἀδελφότητος. Οὐ τοσοῦτο ὄναγροι λυμαίνουσι σῖτον, ὅ σον ἡ παρρησία λυμαίνεται τοὺς πόνους τῶν μοναχῶν. Περιζώννυε οὖν σεαυτῷ τὴν εὐλάβειαν καὶ τὴν ταπεινοφροσύνην καὶ ὑπομονήν, ἐν τῇ ὑπομονῇ τῆς ἀληθείας. Νουθέτει σεαυτὸν καὶ παρακάλει λέγων· εἰ καὶ τὸ σχῆμα τοῦ μοναχοῦ ἔλαβον, ἀλλὰ τοὺς τρόπους τοῦ μοναχοῦ οὔπω μεμάθηκα. Ἐν τούτοις οὖν διαμένει σου ἡ ταπεινοφροσύνη. Καθεζομένου δέ σου ἐν τῇ ἡσυχίᾳ τοῦ κελλίου, ἐπισυνάγαγε τοὺς διαλογισμούς σου, καὶ εἰπὲ τῇ καρδίᾳ σου· ἄνθρωπε, οὐχὶ τὸν κόσμον κατέλιπες καὶ τοὺς κατὰ σάρκα γονεῖς καὶ φίλους καὶ πόλιν καὶ πατρίδα καὶ πλοῦτον, τοῦ Κυρίου συνεργοῦντός σοι; Καὶ τί τὸ ὄφελος, ἐάνπερ καὶ ὧδε ἐλθὼν τοῦ σωθῆναι, τὰ ἐναντία πράττεις, καὶ ἁμαρτάνεις ἔναντι Κυρίου; Μόνον ἀργὸν ὄνομα περιβέβλησαι ἐν τῷ σὲ μακαρίζεσθαι ὑπὸ τῶν γνωρίμων· καί φασι· μακάριος ὁ δεῖνα, ὅτι ἐμίσησε τὸν κόσμον τοῦτον καὶ τὴν δόξαν αὐτοῦ καὶ τὴν ἀπάτην αὐτοῦ, καὶ οὐκέτι μεριμνᾷ τι γηΐνων· ἀνεχώρησε γάρ, φασί, καὶ ἐγένετο μοναχός. Καὶ ἰδοὺ σὺ ὧδε ἀμονάχως διάγεις. Ποία ἄρα αἰσχύνη καταλήψεται ἡμᾶς, ἐάνπερ οἱ μακαρίζοντες ἡμᾶς νῦν, προάξωσιν ἡμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; Ἆρα πόσος φόβος καὶ τρόμος συναντήσει ἡμῖν, συνεχομένων ἡμῶν πικρῷ κλαυθμῷ, ἐάνπερ οἱ μακαρίζοντες ἡμᾶς νῦν καὶ προσκυνοῦντες καὶ λέγοντες, Εὔξασθε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, δοῦλοι Χριστοῦ, ἐάνπερ αὐτοὶ εὑρεθῶσιν ἐν ἀνέσει, ἡμεῖς δὲ ἐν στενοῖς διὰ τὰ πλημμελήματα ἡμῶν; ∆ιόπερ, ἀγαπητοί, νήψωμεν πρὸς Κύριον, παρακαλῶ, ὡς καιρὸν ἔχομεν, καὶ μὴ μετεωριζώμεθα τῇ ἀπάτῃ τοῦ αἰῶνος τούτου· ὁ γὰρ κόσμος οὗτος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Πάντων οὖν τῶν βιωτικῶν πραγμάτων, τῶν περισπώντων τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ, καταφρονήσωμεν. Τὴν γὰρ ἰσχὺν καὶ τὸ κάλλος διαδέχεται γῆρας καὶ ἀσθένεια· καὶ τὴν δόξαν καὶ τὸν πλοῦτον διαλύει θάνατος καὶ φθορά· ἡ δὲ δικαιοσύνη εἰς τὸν αἰῶνα μένει. Ἀγωνίζου οὖν καλῶς, ἀγαπητέ· ἰδοὺ γὰρ τὸ στάδιον ἀνέῳκται πᾶσι, καὶ ὁ Ἀγωνοθέτης λέγει διὰ τοῦ Ἀποστόλου· οὕτω τρέχετε, ἵνα καταλάβητε· καί, πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Καὶ πάλιν λέγει· οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ὁ δὲ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δῴη ἡμῖν πνεῦμα δυνάμεως καὶ σοφίας καὶ ὑπομονῆς, τοῦ δουλεύειν αὐτῷ πάσας τὰς ἡμέρας ἡμῶν. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ φιλαυτίας καὶ κενῆς ἀπάτης. Παραίνεσις ιζʹ

[Επεξεργασία]

Ἀδελφέ, τί πλανᾷ σε ἐνεργούμενον ὑπὸ τοῦ ∆ιαβόλου ὑπερβαίνειν βαθμούς, ἐν οἷς οὐκ ὠφεληθήσῃ αὑτῷ τιμὴν περιτιθείς; Ἄκουε τοῦ Ἀποστόλου λέγοντος· οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ' ὃν ὁ Κύριος συνίστησιν. Ἄκουε καὶ τοῦ Κυρίου λέγοντος· πῶς δύνασθε πιστεῦσαι, δόξαν παρὰ ἀνθρώπου λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ οὐ ζητοῦντες. Ἐλθὲ οὖν εἰς ἑαυτόν, ἀγαπητέ, καὶ ἀναλόγισαι δι' ἣν αἰτίαν ἀπετάξω τῷ ματαίῳ βίῳ καὶ τῷ ∆ιαβόλῳ καὶ τῇ ὑπερηφανείᾳ αὐτοῦ, καὶ παῦσαι φρονεῖν τὰ κοσμικά. Οὐκ οἶδας ὅτι, ἐὰν ἐξουθενήσῃς τὸν πλησίον σου, ἁμαρτίαν ἐργάζῃ φιλαυτίας καὶ κενῆς ἀπάτης; Λόγισαι δὲ ὅτι ἤδη προέκοψας καὶ πρῶτος ἔστης τοῦ ἀδελφοῦ σου, καὶ εἰς τὰ μείζονα προέκοψας διὰ τῆς φιλονεικίας καὶ φιλαυτίας, καὶ διὰ τὸ μὴ βούλεσθαι ταπεινωθῆναι τῷ ἀδελφῷ σου. Ὅρα, ἀδελφέ, μήποτε θέλων πρῶτος τοῦ ἀδελφοῦ σου εἶναι, ἐκεῖ ἐλάχιστος εὑρεθῇς ἐν τῷ μέλλοντι αἰῶνι. Καὶ ἀκούσεις τότε ὃ ἤκουσεν ὁ πλούσιος ἐκεῖνος ὁ φιλόδοξος, τηγανιζόμενος ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ· μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Γέγραπται γάρ· τὰ ὑψηλὰ ἐν ἀνθρώποις, βδελυκτὰ παρὰ τῷ Θεῷ. Ἆρα ἐπελάθου τοῦ εἰπόντος, ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ὑμῶν δοῦλος, καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας εἶναι, ἔστω ὑμῶν διάκονος; Ἐννόησον ὅτι ἀπέθανες τῷ κόσμῳ, καὶ ἡ ζωή σου κέκρυπται ἐν τῷ Χριστῷ· ὅταν οὖν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς φανερωθήσεσθε ἐν δόξῃ. Μὴ οὖν ἀγάπα τὴν τῶν ἀνθρώπων δόξαν· οὐ γὰρ διαμένει σοι εἰς τὸν αἰῶνα, κατὰ τὸν λέγοντα· πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Μακάριος δὲ μᾶλλον ὁ ἐν τοῖς ἀνθρώποις καταριθμηθεὶς τοῖς τελείοις· τὰ γὰρ βλεπόμενα, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Ἐὰν γὰρ ἔτι τῷ γηΐνῳ φρονήματι δεδούλωσαι, ματαιότης γίνεται τὸ πρᾶγμα. Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν. Ἀπόρριψον οὖν, ἀγαπητέ, τὸν ζυγὸν τοῦ Ἐχθροῦ, καὶ πᾶσαν τὴν ὑπερηφάνειαν αὐτοῦ, καὶ ὑπόταξόν σου τὸν αὐχένα ὑπὸ τὸν ζυγὸν τοῦ γλυκέος ∆εσπότου, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Αὐτὸς γὰρ εἴρηκεν· ὁ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται. Καὶ πάλιν· ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Φοβηθῶμεν οὖν, ἀγαπητοί, μήποτε εἴπῃ καὶ πρὸς ἡμᾶς· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων, ὑπὲρ τὴν Θεοῦ. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Παραίνεσις ιηʹ

[Επεξεργασία]

Ἀδελφέ, ὅταν κρούῃ σοι ἀδελφὸς νυκτός, ὅπως ἀναστῇς εἰς δοξολογίαν Χριστοῦ, ἔγειρε προθύμως, ἵνα καὶ ὁ ἀμελέστερος, ἰδών σου τὸ πρόθυμον, διεγείρῃ τὴν ἑαυτοῦ ψυχὴν πρὸς νῆψιν· κατὰ τὸν λέγοντα· προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾶν τὰ λόγιά σου. Καὶ πάλιν· μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἐὰν δὲ συμβῇ καταφέρεσθαί σε ὕπνῳ βαθεῖ καὶ κατεχόμενον ταῖς φαντασίαις τῶν δαιμόνων, καὶ ἔξυπνος γενόμενος μετὰ ταῦτα, μὴ δυσόκνει τοῦ ἐγερθῆναι εἰς σύναξιν, γινώσκων ὅτι, καθάπερ οἱ πορευόμενοι εἰς κακά, περὶ βήματος καὶ λόγου ἀργοῦ ἀπολογίαν δώσουσιν ἐν ἡμέρᾳ κρίσεως, οὕτως καὶ περὶ ἑνὸς λόγου ἀγαθοῦ καὶ βήματος μισθὸν κομιεῖται πᾶς ὁ τρέχων εἰς τὸ ἀγαθόν. Μὴ οὖν ὀκνήσῃς, ἀλλ' ἐγείρου. Καὶ μὴ λέγε ἐν ἑαυτῷ, νῦν ἀπέλυσεν ἡ σύναξις, κἀγὼ ποῦ ὑπάγω; Ὀκνηρῶν γὰρ ὁ λόγος οὗτός ἐστιν. Ἀλλὰ μᾶλλον ἔγειρε, ῥίψας ἀπὸ σοῦ τὸ στρῶμα, καὶ συντόμως ἐκτείνας τὰς χεῖράς σου πρὸς τὸν Θεὸν καὶ προσκυνήσας τῷ θρόνῳ τῆς χάριτος, ἄνοιγέ σου τὸ κελλίον καὶ τρέχε εἰς σύναξιν, ὡς βίαν παθών, ὡς δορκὰς ἐκ βρόχων ἐκφεύγουσα. Κἂν τὴν ὑστέραν εὐχὴν καταλάβῃς μόνον, μὴ ὀκνήσῃς, ἀλλ' ἔγειρε. ∆ύνασαι γὰρ μετὰ τὴν ἀπόλυσιν βαλεῖν τοὺς ψαλμοὺς ἐν τῷ κελλίῳ σου, οὓς ὑπέσυρεν ἡ τῶν δαιμόνων φαντασία. Μηδὲ εἰς ἀφορμὴν ὀκνηρίας ὑποβάλλῃς τὴν ὑστέραν εὐχήν, ἀγαπητέ, ἀλλὰ τῇ ἐπιούσῃ ἑτοιμότερος εὑρεθήσῃ εἰς τὸ ἔργον Κυρίου. Ἐὰν γὰρ παραλείψῃς, δίχα ἀνάγκης ἢ ἀρρωστίας, ἀκούσῃ τὸ εἰρημένον ἐν τῷ ψαλμῷ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν. Τοῦτο δὲ γίνωσκε, ἀγαπητέ· ὅτι ὅσον θάλπει τις κακῶς τὴν ἑαυτοῦ σάρκα, τοσοῦτο πλεονάζει ἐν αὐτῷ τὰ πάθη. Καὶ ἡ ψυχὴ λοιπὸν καταβαρουμένη ὑπὸ τῆς τοῦ σώματος κακῆς συνηθείας, ἄκαρπος γίνεται. ∆ιὸ λέγει ὁ Σωτήρ· βλέπετε, μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς. Ὅθεν καὶ ὁ Ἀπόστολος λέγει· ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἐὰν δὲ βιάσηταί τις ἑαυτὸν εἰς τὸ ἔργον τοῦ Κυρίου, τοσούτῳ καὶ τὸ σῶμα εὔρωστον γίνεται, καὶ ἡ ψυχὴ λαμπρύνεται. Καθάπερ γὰρ ἀθλητὴς κέχρηται τῇ τοῦ σώματος γυμνασίᾳ ἐπιμελῶς, ἵνα συναρμόσῃ τὸ σῶμα πρὸς τὴν τέχνην τοῦ ἀγῶνος, οὕτως καὶ ὁ τῆς εὐσεβείας ἀγωνιστὴς ὀφείλει γυμνάζειν ἑαυτὸν εἰς πᾶν ἔργον ἀγαθόν· τοῦ Ἀποστόλου λέγοντος· γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα τῆς νῦν ζωῆς καὶ τῆς μελλούσης. Ὁ δὲ Κύριος ἐγείρῃ ἡμῶν τὰς ψυχὰς εἰς τὸν φόβον αὐτοῦ. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Παραίνεσις ιθʹ

[Επεξεργασία]

Ἐννοηθῶμεν, ἀγαπητοί, τοὺς ἑστῶτας ἐνώπιον ἐπιγείου βασιλέως, καὶ λειτουργοῦντας θρόνῳ φθαρτῷ· πῶς μετὰ πάσης ἐπιστήμης καὶ φόβου παρίστανται τῷ βασιλεῖ αὑτῶν. Οὐ πολλῷ μᾶλλον ἡμεῖς, ὡς πιστοί, ὀφείλομεν ἑστάναι ἐνώπιον τοῦ ἐπουρανίου βασιλέως μετὰ φόβου καὶ τρόμου καὶ πάσης σεμνότητος; ∆ιὸ οὐ λογίζομαι, ἀγαπητοί, καλὸν εἶναι, τὸν ἀναιδῆ ὀφθαλμὸν κατανοεῖν τοῖς προκειμένοις μυστηρίοις τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. Καὶ πειθέτω ἡμᾶς ἡ θεία Γραφή, λέγουσα· ἔντρομος δὲ γενόμενος Μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι. Γέγραπται γάρ· ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω, ὁ δὲ ἐξουθενῶν με ἀτιμασθήσεται. Σὺ μὲν γάρ, ὡς ἄνθρωπος κατανοεῖς· αὐτὸς δέ, ὡς Θεός, οἶδε τὰ βάθη τῆς καρδίας σου, καὶ τὰ ἐνθυμήματά σου προορᾷ· οὐ γὰρ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Πῶς δὲ καὶ τολμῶσιν ἀφιέναι τὴν σύναξιν καὶ ἐξιέναι πρὸ τῆς ἀπολύσεως δίχα ἀνάγκης μεγάλης; Ἆράγε, εἰ ἐκλήθης εἰς δεῖπνον ἀνδρὸς πλουσίου, ἐτόλμας ἐγερθῆναι ἐκ μέσου τῶν συνανακειμένων καὶ πορευθῆναι εἰς οἶκον; Οὐχὶ μένων ἔμενες, ἕως οὗ ἅπαντες ὁμοθυμαδὸν ἀναστῶσι; Φοβηθῶμεν οὖν, ἀγαπητοί· διότι γέγραπται· ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. Σπουδάσωμεν τοίνυν ἐν τῷ μικρῷ αἰῶνι τούτῳ καὶ πονηρῷ εὐάρεστοι τῷ Κυρίῳ εἶναι, ὅπως κληρονομήσωμεν τὴν αἰώνιον βασιλείαν. Αὐτὸς γάρ ἐστιν ὁ ἅγιος, ἐν ἁγίοις ἀναπαυόμενος· ὀλιγοψύχοις διδοὺς μακροθυμίαν. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ νυσταγμῶν διαφορᾶς. Παραίνεσις κʹ

[Επεξεργασία]

Ὡς λογίζομαι, ἀδελφοί, [ὅτι] τρεῖς εἰσιν νυσταγμοί, οἳ ἐνοχλοῦσι τὸν ἄνθρωπον νυκτός. Καὶ ὁ μὲν πρῶτος συμβαίνει φέρεσθαι τῷ ἀδελφῷ ἐκ τῆς τοῦ Πονηροῦ ἐνεργείας, ὅταν ἄρξηται ψάλλειν· δίχα δὲ τῆς τοῦ ἀδελφοῦ ῥᾳθυμίας ἰσχύει οὐδέν· σφοδροτέρως δὲ ἐνοχλήσει, ἐάνπερ βεβάρηται ὁ στόμαχος τοῦ ἀδελφοῦ ἐν βρώμασι καὶ πόμασιν. Ὁ δεύτερος φέρεται τῷ ἀδελφῷ κατὰ μέσον τῆς συνάξεως ἐξ ἰδίας ἀμελείας, ὅταν μὴ πονέσῃ τῷ ἀδελφῷ, ἑστάναι ἄχρι τῆς ἐκπληρώσεως τοῦ κανόνος, ἀλλὰ ἀνὰ μέσον τῆς συνάξεως καταλιπεῖν τοὺς ψάλλοντας καὶ πορεύεσθαι εἰς τὴν ἑαυτοῦ στρωμνήν. Ὁ δὲ τρίτος συμβαίνει φέρεσθαι τῷ ἀδελφῷ κατὰ φύσιν· τουτέστι, μετὰ τὴν ἐκπλήρωσιν τοῦ κανόνος τῆς συνήθους συνάξεως. ∆ιὰ τοῦτο χρὴ μακροθυμεῖν πρὸς τοὺς ἀσθενεστέρους τῶν ἀδελφῶν, ἵνα μὴ γένηται ἡ βουλὴ τοῦ Ἐχθροῦ. Σὺ οὖν, ἀδελφέ, μὴ ἀμέλει τοῦ νήφειν ἐν πᾶσιν. Οὐκ ἤκουσας ὅτι πλειστάκις κληθεὶς Σαμουὴλ ὁ προφήτης, οὐδὲ ἅπαξ ὤκνησε τοῦ ἐγερθῆναι, καίπερ καὶ παιδάριον τυγχάνων; Ὅταν οὖν στῇς ἐν τῇ συνάξει, μέσον τῶν ἀδελφῶν, εἴτε καταμόνας, εἰς δοξολογίαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι στοῦ, καὶ ὀχλήσῃ σε ὁ πρῶτος νυσταγμός, ἐπιγνοὺς ἀντίστα, μήποτε δυσοκνήσαντός σου ἀποστρέψῃ σε κενὸν εἰς τὴν στρωμνήν σου. Ἀλλ' ὑπόμεινον καρτερῶς· κἂν ἐπ' ὄψεώς σε καταβάλλῃ καὶ ἅπαξ καὶ δίς, μὴ μεταστῇς τοῦ τόπου σου, καὶ εὑρήσεις μεγάλην ὠφέλειαν. Ἔοικε γὰρ τὸ πάθος τοῦ ἀκορέστου ὕπνου τῇ γαστριμαργίᾳ. Ἐὰν γὰρ ἐθίσῃ τις πολλὰ ἐσθίειν, πολλὰ καὶ ἡ φύσις ἐπιζητεῖ. Ἐὰν δὲ συνεθίσῃ τῇ ἐγκρατείᾳ, οὐκ ἐπιζητεῖ πολυφαγεῖν. Ἀναλόγισαι τοὺς ἁλιεῖς, ὅτι πᾶσαν νύκτα διατελοῦσιν ἀγρυπνοῦντες, διὰ τὸ ἔργον προσκαρτεροῦντες. Ἐὰν δέ τις αὐτῶν βαρούμενος τῷ ὕπνῳ, ἀμελήσας καθευδήσῃ, ὅταν ἐγερθῇ ἀπὸ τοῦ ὕπνου, κατανοεῖ ἑαυτὸν μὴ πιάσαντα μηδέν· τοὺς δὲ γρηγοροῦντας καὶ νήψαντας οἰκονομηθέντας. Τότε ἄρχεται μεταμελεῖσθαι ἐν ἑαυτῷ, καὶ λέγειν· οἴμοι τῷ ἁμαρτωλῷ, τῷ ἀμελεῖ καὶ ὀκνηρῷ· ὅτι ἀμελήσας ἐκοιμήθην. Ἐπεὶ κἀγὼ εἶχον πιάσαι, ὡς καὶ οἱ ἑταῖροί μου, καὶ οἰκονομηθῆναι· ἀλλὰ νῦν ἀμελήσας, ἰδοὺ πορεύομαι κενὸς εἰς τὸν οἶκόν μου, μηδὲν κατέχων ἐν χερσίν. Ὕπνωσαν, φησίν, ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν. Ἀναλόγισαι ἅμα, ἀγαπητέ, τοὺς κεραμεῖς καὶ τοὺς τὴν χαλκευτικὴν τέχνην χειρίζοντας, καὶ εὑρήσεις ἐκεῖ κόπον ἄμετρον, καὶ ἀγρυπνίαν πολλὴν σφόδρα, καὶ ὑπομονήν· ἡμεῖς δὲ μηδὲ ὑπὸ καπνοῦ καὶ κονίας συνεχόμενοι τὸ σῶμα, μηδὲ ἄλλο τι τῶν ὁμοίων ὑπομένοντες, ἀλλ' ἑστῶτες μὲν ἐν τόπῳ καθαρῷ ἡγιασμένῳ, ἐνώπιον Κυρίου, ἐν σεμνότητι καὶ εἰρήνῃ πολλῇ καὶ ἀγαλλιάσει πνευματικῇ καὶ ἐλπίδι ἀγαθῇ, καὶ ἱνατί ῥᾳθυμοῦμεν, ἀγαπητοί; Τίς γάρ ἐστιν ὁ χρόνος ἡμῶν ἐπὶ τῆς γῆς; Ἰδοὺ ὁ Προφήτης βοᾷ· ἄνθρωπος ματαιότητι ὡμοιώθη· αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι. Μὴ ἔριζε οὖν ἐμοὶ τῷ ἀμελεῖ, τῷ ἀπολωλεκότι τὴν ὑπομονήν, εἰδὼς τοῦτο ἀκριβῶς, ὅτι ὁ νήφων, αὐτὸς κερδανεῖ· ὁ ἀμελῶν, αὐτὸς ζημιοῦται. Ἕκαστος γὰρ ἡμῶν ἀπολογίαν δώσει τῷ Θεῷ. Ἐγὼ γὰρ οἶδα ὅτι ἀναπολόγητός εἰμι ἐξ ἔργων· ἑτέρους γὰρ νουθετήσας, ἐν τῇ αὐτῇ ἀμελείᾳ ἐναπέμεινα. ∆ιὸ δέομαι ὑμῶν, δοῦλοι πιστοὶ τοῦ Σωτῆρος, δεηθῆναι ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ τὸν Σωτῆρα ἡμῶν Χριστόν, τὸν βασιλέα τῶν ἄνω δυνάμεων, ὅπως ἐξαλείψῃ τὸ πλῆ θος τῶν ἁμαρτιῶν μου, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν αὑτοῦ, καὶ σώσῃ εἰς τὴν βασιλείαν αὑτοῦ τὴν ἐπουράνιον. Μὴ ὡς κέρδος ἡγοῦ τὸν ὕπνον καὶ τὴν τοῦ σώματος ἀνάπαυσιν· κέρδος δέ ἐστι καὶ ἀνάπαυσις τὸ βιάζεσθαι ἑαυτόν τινα εἰς ἔργον τοῦ Κυρίου διαπαντός. Βιασθῶμεν οὖν ἑαυτούς, ἀγαπητοί, ἵνα ἐλθὼν ὁ Κύριος εὑρήσῃ ἡμᾶς γρηγοροῦντας, καὶ ἀξιώσῃ ἡμᾶς τοῦ μακαρισμοῦ αὑτοῦ. Αὐτὸς γὰρ εἴρηκε· μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ Κύριος αὐτῶν εὑρήσει γρηγοροῦντας. Ἀλλήλους παρακαλέσωμεν, ἀγαπητοί, ἀλλήλους νουθετήσωμεν εἰς τὸν φόβον τοῦ Κυρίου, ἀλλήλων τὴν προθυμίαν διεγείρωμεν εἰς δοξολογίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπως καὶ αὐτὸς ἀναστήσῃ ἡμᾶς μετὰ πάντων τῶν ἠγαπηκότων τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ παραστήσῃ ἡμᾶς ἐκ δεξιῶν αὑτοῦ ἐν τῇ βασιλείᾳ αὑτοῦ. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Παραίνεσις καʹ

[Επεξεργασία]

Ἐὰν ἔλθῃ ἀδελφὸς εἰς τὸ μοναχικὸν ἐξ οἱασδήποτε προφάσεως, ἐὰν μὴ νήψῃ, εὐθὺς καὶ παραχρῆμα καταπίνει αὐτὸν ὁ ∆ιάβολος. Ἄρχεται γὰρ ὁ Πονηρὸς ὑποβάλλειν αὐτῷ, καὶ λέγειν· Τί θέλεις ἄρτι φιλοπονεῖν εἰς τὰς ἀρετάς, κοπιᾶν καὶ ταλαιπωρεῖν, ἀνταποδόσεως μὴ ὑπαρχούσης; Μὴ γὰρ ἐξ ἰδίας προαιρέσεως ἦλθες εἰς τὸ μοναχικόν; Οἶμαι γὰρ ὅτι συνέβη σοι ἐκεῖνο τὸ πρᾶγμα, καὶ δι' ἀνάγκην ἐγένου μοναχός· ἐπεὶ οὐκ εἶχες γενέσθαι μοναχός ποτε. Μὴ οὖν θέλε ἄρτι ταλαιπωρεῖν εἰς μάτην· οὐ γὰρ ἔχει σοι ὁ Θεὸς χάριν ἐν τούτῳ. Ταῦτα ὑποβάλλει ὁ Ἐχθρὸς τῷ ἀδελφῷ, θέλων ῥίψαι αὐτὸν εἰς τὸν βυθὸν τῆς ἀπογνώσεως. Τότε λοιπὸν ὁ ἀδελφός, μὴ διακρινόμενος ἐν ἑαυτῷ τὴν εὐεργεσίαν τοῦ Κυρίου, ἐκδιδοῖ ἑαυτὸν τῇ ἀπογνώσει, τυφλωθεὶς τῇ διανοίᾳ. Τότε λοιπὸν ἄρχεται ὁ ἀδελφὸς ἐν ἀμελείᾳ διάγειν καὶ ἐν ἀφοβίᾳ, ἀντιλέγειν μικροῖς τε καὶ μεγάλοις, καὶ τῷ ἀκορέστῳ ὕπνῳ χρᾶσθαι. Καὶ ἐάν τι ἀγαθὸν πεποίηκέ ποτε, μεταμελεῖται, ὡς ζημίαν αὑτῷ ἡγούμενος· ὥστε καὶ συνεχῶς γογγύζειν, καὶ ἐποδύρεσθαι ἑαυτόν· καὶ ἁπαξαπλῶς τῇ ἀπωλείᾳ ἑαυτὸν ἐκδίδωσι. Καὶ ἀντὶ τοῦ ὀφείλειν περισσοτέρως φιλοπονεῖν εἰς τὰς ἀρετάς, τὰ ἐναντία πράττει, μὴ διακρινόμενος ἐν ἑαυτῷ τὰς εὐεργεσίας τοῦ Κυρίου. Καὶ ἀντὶ τοῦ λέγειν ἐν ἑαυτῷ, Ψυχή, πόσοι διὰ πολλῶν νηστειῶν καὶ ἐλεημοσυνῶν ἠξιώθησαν εἰς τὴν τοιαύτην πολιτείαν ἐλθεῖν, ἐγὼ δὲ ἐν ἀμελείᾳ διάξας τὸν πάντα χρόνον τῆς ζωῆς μου, καὶ ὁ Κύριος ἠξίωσέ με εἰς τοιαύτην προκοπὴν ἐλθεῖν τοῦ σεπτοῦ καὶ ἀπερισπάστου βίου, μὴ μνησθεὶς τῶν πολλῶν μου ἁμαρτιῶν! Τοιγαροῦν γὰρ ἡμεῖς, ψυχή, σπουδάζωμεν, ἄξια τῆς μετανοίας ἔργα πράσσειν, ἵνα μὴ δισσὴν κόλασιν εὕρωμεν ἐπὶ τούτοις, ὡς τὴν χάριν τοῦ Θεοῦ ἀθετήσαντες καὶ τῶν εὐεργεσιῶν αὐτοῦ μὴ μνησθέντες. Ἄκουε δὲ καὶ παραβολὴν πρὸς ταῦτα. Πλούσιός τις ἦν ἐν χώρᾳ τινί, καὶ ἠγόρασεν ἑαυτῷ κτῆσιν πέραν τοῦ ποταμοῦ, καὶ προσκαλεσάμενος τοὺς ἰδίους δούλους, ἀπεδήμησεν εὐθέως, διαμερίσας αὐτοῖς τὴν κτῆσιν, παρασχὼν ἑκάστῳ, καθὼς αὐτὸς ἠθέλησε. Καὶ εἶπεν αὐτοῖς· ἀπέλθετε ἕκαστος ὑμῶν εἰς τὴν μερίδα αὑτοῦ καὶ ἐργάσα σθε ἐν αὐτῇ, ἕως ἂν ἐλθὼν ὄψομαι ὑμῶν τὴν ἐργασίαν. Καί τινες ἐξ αὐτῶν εὑρεθέντες εὐγνώμονες καὶ φιλοδέσποτοι, οὐ παρήκουσαν τῇ διαταγῇ τοῦ δεσπότου αὐτῶν· ἕτεροι δὲ αὐτῶν ἀνήκοοι ὄντες καὶ σκληροτράχηλοι, ἀντεῖπον τῷ κυρίῳ αὐτῶν, λέγοντες· ἡμεῖς τῆς φωνῆς σου οὐκ ἀκουσόμεθα, καὶ τὸν ποταμὸν οὐ διαπερῶμεν καὶ ἐν τῇ κτήσει σου οὐ κοπιῶμεν· καὶ ἐν πᾶσι τούτοις οὐκ ὠργίσθη ὁ κύριος αὐτῶν. Τότε παρασκευάζει ὁ πλούσιος πότον τοῖς ἑαυτοῦ παισί, καὶ μεθύσας τοὺς ἀνηκόους δούλους, προσέταξεν ἑτέροις παισί, καὶ διαπεράσαντες αὐτοὺς τὸν ποταμόν, ἔθηκαν ἕκαστον αὐτῶν ἐν τῇ μερίδι, ᾗ ἔδωκεν αὐτοῖς ὁ κύριος αὐτῶν. Καὶ μετὰ ταῦτα ἀνανήψας τις ἐξ αὐτῶν, εὑρίσκει ἑαυτὸν πέραν τοῦ ποταμοῦ κείμενον εἰς τὴν μερίδα, ἣν ἔδωκεν αὐτῷ ὁ κύριος αὑτοῦ· καὶ ἐξέστη ὁ δοῦλος ἐκεῖνος ἐπὶ τούτοις, καὶ εἶπεν ἐν ἑαυτῷ· εἰ οὕτως ἠγάπησέ με ὁ κύριός μου! Ἀπειθήσαντος γάρ μου αὐτῷ, οὐκ ὠργίσθη, ἀλλ' ἤνεγκε μακροθύμως, καὶ τὸν μέγαν ποταμὸν τοῦτον καὶ βίαιον, ὡς δι' ὀνείρου, διεβίβασέ με, καὶ ἐν τῇ μερίδι μου τέθεικέ με· τοιγα ροῦν κἀγὼ κοπιάσω καλῶς ἐν τῇ κτήσει αὐτοῦ, μιμνῃσκόμενος τῶν εὐεργεσιῶν αὐτοῦ. Καὶ ἤρξατο ὁ δοῦλος ἐκεῖνος ἐργάζεσθαι ἐπιμελῶς, ὥστε καταλαβεῖν αὐτὸν τοὺς προεναρξαμένους. Μετὰ ταῦτα διυπνισθεὶς καὶ ὁ δεύτερος δοῦλος, εὗρεν ἑαυτὸν εἰς τὸ πέραν τοῦ ποταμοῦ ἐν τῇ κτήσει τοῦ κυρίου αὑτοῦ. Πονηρὸς δὲ ὑπάρχων καὶ σκληρός, εἶπεν ἐν ἑαυτῷ· ἰδού, φησίν, τὸν ποταμὸν τοῦτον τὸν μέγαν καὶ βίαιον διεβίβασέ με, ὡς δι' ὀνείρου· ἐγὼ δὲ ἀφήσω χέρσον τὸν ἀγρὸν αὐτοῦ, καὶ ὄψομαι ὃ μέλλει μοι ποιεῖν. Καὶ πάλιν ἀνακλίνας ἑαυτὸν ὁ ὀκνηρὸς δοῦλος ἐκοιμήθη· καὶ ἐν τῷ καθεύδειν αὐτόν, ἀνέβησαν αἱ ἄκανθαι καὶ αἱ ἄγριαι βοτάναι, καὶ κατεκάλυψαν αὐτόν. Μετὰ δὲ πολὺν χρόνον ἦλθεν ὁ κύριος τῶν δούλων ἐκείνων ἐπιθεάσασθαι ἑκάστου τὸ ἔργον· καὶ ἰδὼν τὴν ἐργασίαν τῶν προεναρξαμένων, εὐλόγησεν αὐτούς. Εἶτα πάλιν ἔρχεται πρὸς τὸν δοῦλον, ὃν αὐτὸς διεπέρασε τὸν ποταμόν, ὡς δι' ὀνείρου· καὶ ἰδὼν αὐτοῦ τὴν καλὴν ἐργασίαν, εὐφράνθη ἐπ' αὐτῷ, καὶ εὐλόγησεν αὐτόν. Μετὰ ταῦτα ἔρχεται ἰδεῖν τὸν ὀκνηρὸν δοῦλον, καὶ τὴν ἐργασίαν αὐτοῦ· καὶ παραγενόμενος εὑρίσκει αὐτὸν καθεύδοντα, καὶ ὑπὸ τῶν ἀκανθῶν καὶ ἀγρίων βοτανῶν συγκαλυπτόμενον. Καὶ φωνήσας αὐτὸν ὁ κύ ριος αὐτοῦ, εἶπε μετ' ἀπειλῆς πρὸς αὐτόν· ∆οῦλε πονηρὲ καὶ ὀκνηρέ, διὰ τί χέρσον ἀφῆκας τὸν ἀγρόν; Ἢ οὐκ οἶδας, πῶς σε διεβίβασα, ὡς δι' ὀνείρου, τὸν ποταμόν, καὶ ἐν αὐτῇ τῇ μερίδι, ᾗ σοι κατεμέρισα, τέθεικά σε, καὶ οὐκ ἐμνησικάκησά σοι ἐπὶ τῇ προτέρᾳ σου ἀπειθείᾳ; Οὐκ ἔδει καὶ σὲ μιμήσασθαι τὸν σύνδουλόν σου, ὃν τρόπον καὶ αὐτὸν διεπέρασα τὸν ποταμόν; Τότε οὐδεμίαν ἀπολογίαν εὗρεν ὁ δοῦλος ἐκεῖνος ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ. Τότε ὁ κύριος αὐτῶν ἐποίησε μετ' αὐτῶν κατὰ τὴν ἑκάστου πρᾶξιν. Λέγω δὲ εἶναι τὸν πλούσιον, τὸν ∆εσπότην Χριστόν· κτῆσιν δέ, τὴν πίστιν· τὴν δὲ μέθην, τὴν περίστασιν· τὸν δὲ βίαιον ποταμόν, τὴν ἀπάτην καὶ τὸν πλοῦτον τοῦ αἰῶνος τούτου· τοὺς δὲ προθύμους δούλους, τοὺς δικαίους· τὸν δὲ ἐκ μέθης ἀνανήψαντα καὶ ἐργασάμενον, ἄνδρα ἁμαρτωλόν, καὶ περιστάσεως αὐτῷ γενομένης καὶ δι' αὐτῆς ἐπιγνόντος τὰς εὐεργεσίας τοῦ Κυρίου, [καὶ] ἀνανήψας ἐκ πολλῶν ἁμαρτημάτων πρὸς δικαιοσύνην, ἐργαζόμενος τὸ θέλημα τοῦ Θεοῦ· ὁ δὲ ὀκνηρὸς δοῦλός ἐστι ἄνθρωπος ἀθετήσας τὴν χάριν τοῦ Κυρίου, καὶ ἀμελήσας τῆς ἑαυτοῦ σωτηρίας. Ἐν πᾶσι δὲ τούτοις ἀναλόγισαι Σαῦλον. Οὗτος γὰρ λαβὼν ἐπιστολὰς παρὰ τῶν ἀρχιερέων ἐπο ρεύετο εἰς ∆αμασκὸν δήσων τοὺς πιστεύοντας ἐπὶ τὸν Κύριον· καὶ ἐξελθὼν ἀνατρέπειν τὴν πίστιν, αὐτὸς κῆρυξ εὑρέθη τῆς πίστεως. Πολλοὶ γὰρ οἱ οἰκτιρμοὶ τοῦ Κυρίου ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτὸν ἐν ἀληθείᾳ. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ ἐργοχείρου. Παραίνεσις κβʹ

[Επεξεργασία]

Τοῖς ἐν κοινοβίοις νεωτέροις μοναχοῖς διαφόρως πολεμεῖ ὁ Ἐχθρός. Τισὶ γὰρ ἐξ αὐτῶν ὑποβάλλει μῖσος εἰς τὸ ἐργόχειρον αὐτῶν. Καὶ ποίῳ τρόπῳ; Ἐγὼ λέγω, τῆς χάριτος συνεργούσης. Πρωΐας [δὲ] γενομένης, ἀνίσταται ὁ ἀδελφὸς ποιῆσαι ἑαυτῷ εὐχὴν ἐν τῷ κελλίῳ αὑτοῦ. Εἶτα, ἐπιλαμβάνεται τοῦ ἔργου. Φέρει αὐτῷ τότε ὁ μισόκαλος δαίμων τὸν λογισμὸν τῆς ἀκηδίας. Καὶ ἐὰν ἐλθούσης τῆς ἀκηδίας ὑπομείνῃ ὁ ἀδελφὸς ἐργαζόμενος καὶ μελετῶν, τότε ἀπελαύνει τὴν ἀκηδίαν, τῆς χάριτος συνεργούσης. Ἀλλ' ἐν τούτῳ ἡττᾶται ὁ ἀδελφός, ἐλθούσης τῆς ἀκηδίας· ἐλθούσης γὰρ αὐτῆς, οὐκ ἀνταγωνίζεται διὰ τῆς ὑπομονῆς. ∆ιὸ καὶ ἡττᾶται ἁλωτός. Χαυνώσας τὸν λογισμόν, ἄρχεται λέγειν ἐν ἑαυτῷ· σήμερον ὡς πάραρον ἐμαυτὸν αἰσθοῦμαι, καὶ ἀσθενῶ. Τί ποτε; Καὶ τί ἔχω ποιῆσαι; Μᾶλλον ἀργῶ τὴν σήμερον, ἵνα ἀναπαύσωμαι ἐμαυτὸν μικρόν· καὶ τὴν αὔριον διώκω ἐμαυτὸν εἰς τὸ ἐργόχειρον, καὶ ποιῶ τῶν δύο ἡμερῶν τὸ ἔργον. Εἶτα ἀργεῖ ὁ ἀδελφὸς τὴν πρώτην ἡμέραν· ὑποσύρεται λοιπὸν τῆς μιᾶς ἡμέρας τὸ ἔργον. Ὁμοίως καὶ τῇ ἐπαύριον ὁ μισόκαλος δαίμων σφοδροτέραν ἀκηδίαν περιχύει τῷ ἀδελφῷ τῆς χθές, ἄγων αὐτῷ τὴν μνήμην τῆς ἐνεστώσης ἡμέρας καὶ τῆς παρελθούσης. Τότε λοιπὸν συνεχόμενος τοῖς λογισμοῖς ἐγείρεται καὶ ἀφίησι τὸ ἔργον αὑτοῦ, καὶ ἄρχεται πολλάκις ποιεῖν τὰ μὴ ἔργα, ὡς ἔργα· ἢ καὶ ἐκ τῆς κέλλης ἐξενεγκὼν τὸν μοναχόν, ποιεῖ αὐτὸν διακενοῦν. Καὶ ἐν τούτῳ πειράζει ὁ Πονηρὸς τὸν μοναχὸν ἐκ τῆς οἰκείας χαυνότητος. Ἄλλῳ δὲ ἀδελφῷ ἄλλως πολεμεῖ ὁ Ἐχθρός. Ἄκουε δὲ καὶ τούτου τὴν αἰτίαν καὶ σοφὸς γενοῦ καὶ δὸς δόξαν τῷ μόνῳ σοφῷ Θεῷ, καὶ μαθὼν παραφύλαξαι, ὡς ἐπιστάμενος τὰ ἔνεδρα αὐτοῦ, ὅπως μὴ ἐμπέσῃς εἰς τὴν ἐκείνου παγίδα· ὅτι ὁ ἀντίδικος ἡμῶν ∆ιάβολος, ὡς λέων ὠρυόμενος, περιπατεῖ ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει. Ἑτέρῳ δὲ ἀδελφῷ δίδωσιν ὁ Πονηρὸς προθυμίαν εἰς τὸ ἔργον, ὑπὲρ ὃ δεῖ· ὅθεν τίκτεται τὸ πάθος τῆς φιλαργυρίας. Τότε τρωθεῖσα ἡ ψυχὴ τῇ ῥίζῃ τῶν κακῶν, τῇ φιλαργυρίᾳ, παρασκευάζει τὸν μοναχὸν ὀρθρίζειν καὶ ὀψίζειν εἰς τὸ ἐργόχειρον ὑπὲρ ὃ δεῖ, ὥστε, εἰ δυνατόν, καὶ τῆς εὐχῆς καὶ τῆς συνάξεως αὑτοῦ ἀμελεῖν, καὶ τῷ ἔργῳ μόνῳ στοιχεῖν ἕνεκα φιλαργυρίας. Ὅταν δὲ κρούσῃ εἰς τὴν σύναξιν, πάντων ἔσχατος ἀπαντᾷ ὁ ἀδελφός, καὶ πρὸ πάντων τῆς συνάξεως παρασκευάζει ἐξιέναι. Ταῦτα οὖν εἰδώς, τήρει σεαυτόν, ἀγαπητέ, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθεὶς ἐκπέσῃς τοῦ ἰδίου στηριγμοῦ. Ἵνα δὲ μὴ μηκύνωμεν τὸν λόγον, καταλύσας αὐτοῦ τὰ νεῦρα διὰ τῆς φιλαργυρίας, καὶ τὴν εὐτονίαν διαλύσας, ἄρχεται λοιπὸν ὁ Πονηρὸς ὑποβάλλειν τῷ ἀδελφῷ. Τότε καὶ ὁ ἀδελφός, μὴ νοῶν τὸ ἐνοχλοῦν αὐτῷ πάθος, ἄρχεται λέγειν μεμφόμενος τὸ ἔργον· τοσαῦτα ἔτη ἐργάζομαι ἐν τῷ εὐλογημένῳ ἔργῳ τούτῳ, καὶ οὔτε μισθωμάτιον ἔχει, καθὼς ὀφείλει, πλὴν ὅτι κόπον ἔχει ἄμετρον. Καί φησιν· κρεῖσσον ἀργεῖν ἢ κακὰ ἐργάζεσθαι. Ὑπάγω, ἑτέραν τέχνην μανθάνω, ὅθεν μισθαρίου ἱκανοῦ δύνωμαι καταλῦσαι καὶ ῥᾳδίως τὰ ἐπὶ τὴν χρείαν μου καταλαβεῖν. Ὁμοίως καὶ οὗτος πειράζεται ὑπὸ τοῦ Σατανᾶ, διὰ τῆς οἰκείας ἀγνωσίας. Ἀνὴρ δὲ γνωστικὸς πάντα ἐν μέτρῳ ἐργάζεται, καὶ καθ' ὃ δεῖ, ὅπως τῇ προσευχῇ καὶ τῇ συνάξει σχολάσῃ· καὶ ἡ εὐχὴ τῆς πίστεως δίδωσιν αὐτῷ ἰσχὺν καὶ χάριν ἐν παντὶ ἔργῳ ἀγαθῷ. Ἐὰν γὰρ προφάσει τοῦ ἔργου μὴ συνεισέλθῃ εἰς τὴν ψυχὴν ἀλλότριος λογισμὸς καὶ συναπαχθῇ ὁ ἄνθρωπος τῷ λογισμῷ, εἴτε τῆς φιλαργυρίας καὶ κενοδοξίας, εἴτε τῆς φιλαυτίας καὶ ὑλομανίας καὶ φθόνου, εἴτε τῆς ἀπιστίας καὶ ὀκνηρίας, εἴτε τῆς λαιμαργίας καὶ μέθης καὶ φιληδονίας καὶ ἀνυποταγῆς, καὶ τὰ ὅμοια τούτοις· ἐὰν μὴ διασπαρῇ ἐν τῇ ψυχῇ τὶ τῶν προειρημένων παθῶν, καὶ δουλωθῇ ἄνθρωπος τοῖς πάθεσιν, οὐκ ἔστι βαρὺ ἐργόχειρον τοῦ μοναχοῦ τοῦ διώκοντος τὰ δέοντα καὶ τὰ αὐτάρκη. Ἐὰν δὲ ἐπιποθήσῃ ἡ ψυχὴ τινὰ τῶν παθῶν, τότε γίνεται ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ τὸ γεγραμμένον· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Ἐὰν γὰρ ὑπὲρ βίαν ἐργάζῃ, ὑπὲρ ὃ δεῖ, καὶ οὐ παρέχῃς, ἥττησαι. Ἀλλ' ὅταν περισσεύσῃς, δὸς τῷ ὑστερουμένῳ ἐν ἱλαρότητι· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Καὶ πάλιν· ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης· καθὼς γέγραπται· ὁ τὸ πολύ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησεν. Ὁ δὲ Κύριος κατευθύνῃ ὑμῶν τὰς καρδίας εἰς τὸν φόβον αὐτοῦ. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παραίνεσις κγʹ

[Επεξεργασία]

∆ιαφόρως πολεμοῦνται οἱ ἐν ὑποταγῇ πνευματικοῦ πατρὸς καθεζόμε νοι. Ἐὰν ἴδῃ ὁ Ἐχθρὸς σαρκικὰ φρονοῦντα, ὑποβάλλει αὐτῷ σαρκικοὺς λογισμούς, λέγων· ἔξελθε τοῦ κοινοβίου καὶ χρῆσαι τῇ πραγματείᾳ καὶ συνάξεις ἑαυτῷ χρείας. Τῷ δὲ πνευματικῷ, διὰ δικαιωμάτων, παρατάσσεται ὁ Πονηρὸς ὑποβάλλων τὰ τοιαῦτα, καί φησιν· ἐν τῷ κόσμῳ εἰργάζου καὶ ἔσθιες, ὥσπερ τὰ ἄλογα ζῶα. Καὶ ποία δικαιοσύνη αὕτη, ἐργάζεσθαι καὶ ἐσθίειν; Ἰδοὺ γὰρ διὰ τῆς βρώσεως ἐγείρεταί σοι ὁ πόλεμος τῆς πορνείας. Καὶ πάλιν· ἐὰν μὴ φάγῃς, οὐχ ὑποφέρῃς τὸν κάματον. Ἀλλὰ μᾶλλον δεῦρο, εἴσελθε εἰς τὴν ἐσωτέραν ἔρημον, καὶ σῴζῃ· τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Πλὴν μικρὸν σιδήριον ἆρον μετὰ σεαυτοῦ, ἔνθα τὰς βοτάνας μέλλῃς ἀνασπᾶν καὶ ἐσθίειν, καθὰ καὶ οἱ ἀρχαῖοι μοναχοὶ ἐποίουν, οἳ καὶ εὐηρέστησαν τῷ Θεῷ. Καὶ τί χρείαν ἔχεις καθίσαι ὧδε, ἔνθα εἰσὶ τὰ σκάνδαλα καὶ καταλαλιαὶ καὶ ἕτερα πράγματα, ἃ μὴ δεῖ λέγειν; Καὶ ὅταν ἐξέλθῃς, καὶ μηδὲν τούτων ἔχῃς, τέχνην ἑτέραν μανθάνῃς, ὅθεν καὶ ἱκανοῦ μισθαρίου καταλύῃς, ὅπως καὶ τῷ πτωχῷ δώσῃς ἐκ τῶν καμάτων σου. Τοιούτους ὑποβάλλει ὁ Πονηρὸς λογισμοὺς τῷ ἀδελφῷ. Τότε ἀποκρίνεται ὁ ἀδελφὸς τῷ ὑποβάλλοντι, λέγων· ἰδού, ἐξέρχομαι τῶν ὧδε· εἰς ποῖα μέρη καθίσαι οὐκ ἐπίσταμαι· μήποτε ἐξελθόντος μου, καὶ μὴ εὑρόντος τόπον, πάλιν ὑποστρέψω ὧδε. Ὁ ἐξεναντίας λέγει· μόνον τῶν ὧδε ἔξελθε, καὶ τόπος οὐ λίπῃ. Τίνα γάρ, φησίν, ἐγκατέλιπεν ὁ Κύριος, ὅτι σὲ ἐγκαταλίπῃ; Ἀλλὰ καὶ ὄμοσον, τοῦ μὴ ὑποστρέψαι ἐνταῦθα. Ἀποκρίνεται ὁ ἀδελφός, λέγων· ὑπομείνωμεν ἕως τοῦδε τοῦ καιροῦ· οὐ γὰρ νῦν ἐπιτήδειος καιρός ἐστι τοῦ ἀναχωρῆσαι ἡμᾶς ἐντεῦθεν. Ὁ ἐξεναντίας λέγει· καὶ πῶς σὺ ὑποφέρῃς τοὺς συμβαίνοντας πειρασμοὺς ἐν τῷ τόπῳ τούτῳ; Καὶ δοκῶν ὁ ἀδελφὸς εἰς μείζονα προκοπὴν ἕλκεσθαι, συγκατατίθεται τοῖς λογισμοῖς, ὃ χεῖρόν ἐστι πάντων. Ὥσπερ γὰρ πλοῖον ἐν πελάγει, γενομένης αὐτῷ μικρᾶς τρυμαλιᾶς, ἐὰν μὴ συντόμως τύχῃ τῆς ἐπιμελείας, ἐκ τοῦ μικροῦ ἐκείνου, τὸ τηλικοῦτο μέγεθος καταποντίζεται ὑπὸ τῶν κυμάτων, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχή, δεχομένη τὰς προσβολὰς τῶν ἐχθρῶν, ἐὰν μὴ ἀνανήψῃ πρὸς τὸν ποιήσαντα αὐτήν. Νήψεως οὖν χρή, ἀγαπητοί, καὶ πολλῆς ταπεινοφροσύνης. Πᾶν δὲ πονηρὸν καταργεῖται τῷ πρὸς τὸν Θεὸν τελείαν ἀγάπην κεκτῆσθαι. Ὁ οὖν ἀδελφὸς συγκατατιθέμενος τοῖς λογισμοῖς καὶ σφοδροτέρως ὑπ' αὐτῶν λοιπὸν ὀχλούμενος, προσέρχεται τῷ ἡγουμένῳ, αὐτῷ λέγων· Ἀββᾶ, ποίησον ἀγάπην, λοιπὸν ἀπόλυσόν με· οὐ γὰρ δύναμαι ἔτι εἰς τὸ κοινόβιον καθίσαι. Ταῦτα ἀκούσας ὁ γέρων, ἄρχεται λυπεῖσθαι καὶ ἀδημονεῖν περὶ τοῦ ἀδελφοῦ, ὅτι ἐνεπαίχθη· καὶ ἄρχεται ὁ γέρων παρακαλεῖν τὸν ἀδελφόν, λέγων· ἐγώ, ἀδελφέ, οὐκ ἀπολύω σε. ∆ιατί δέ, ἀδελφέ, ἀκούεις τῶν δαιμόνων, τῶν βουλομένων σε χωρίσαι τῆς ἀδελφότητος, καὶ τῆς αὐτῶν γλυκείας ἀγάπης; Ἢ οὐκ οἶδας, ἀδελφέ, ὅτι ἐὰν μὴ ἐξέλθῃ τὸ πρόβατον ἐκ τῆς μάνδρας, θηριάλωτον οὐ γίνεται; Εἰπέ μοι δέ, τέκνον, μήτις τῶν ἀδελφῶν ἔθλιψέ σε; Εἰπέ μοι, κἀγώ σε θεραπεύσω ἐν Κυρίῳ. Εἰ δὲ καί τίς σε ἐλύπησε τῶν ἀδελφῶν, βάσταξον, διὰ τὸν λέγοντα· ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Τί δὲ καὶ προσέχεις πταίσμασιν ἀλλοτρίοις; Σεαυτὸν ἁγνὸν τήρει. Εἰ δὲ καὶ ἐγώ σε ἐλύπησα, μάρτυς μου ὁ καρδιογνώστης Κύριος, ὅτι οὐ μισῶν σε ἐσπούδακα εἰς σέ, ἀλλὰ περὶ τῆς σωτηρίας τῆς ψυχῆς σου ἐπιμελητὴς ἐγενόμην. Καὶ τοῖς μὲν ὠσὶν ἀκούων ὁ ἀδελφός, ἕλκεται ὑπὸ τῶν λογισμῶν. Ὁμοίως δὲ καὶ οἱ ἀδελφοὶ παρακαλοῦσιν αὐτόν, λέγοντες· μὴ ἐγκαταλίπῃς ἡμᾶς, ἀδελφέ· ἅμα καὶ μετανοοῦντες αὐτῷ. Καὶ ἐὰν πεισθεὶς ὁ ἀδελφὸς ἡσυχάζῃ ἐν Κυρίῳ, ἀπηλλάγη πολλῶν πειρασμῶν καὶ θλίψεων. Ἐὰν δὲ μὴ πεισθῇ, λέγει τῷ ἡγουμένῳ· οὐχ ἕνεκα τούτου, ἀλλὰ καταμόνας βούλομαι ἡσυχάσαι. Ἵνα δὲ μὴ μηκύνωμεν τὸν λόγον, μὴ πειθομένου τοῦ ἀδελφοῦ, χωρίζεται τῆς ἀδελφότητος, καὶ ἐξελθὼν τοῦ μοναστηρίου, ἔνθα ἦν παροικῶν, περιβλέπεται εἰς τὰ δεξιὰ καὶ εἰς τὰ εὐώνυμα. Καὶ ἐὰν τὸν κόσμον ζητήσῃ, καὶ ἐκκλίνας τῆς ἐρήμου εἰς τὸν κόσμον πορευθῇ, τυφλωθεὶς τῇ διανοίᾳ λέγει ἐν ἑαυτῷ· ἀπηλλάγην τοῦ μοχθηροῦ βίου τῶν μοναχῶν· καὶ σοφίαν ἡγεῖται τὴν ἑαυτοῦ ἀπώλειαν. Ἔοικε γὰρ ὁ τοιοῦτος ἀνθρώπῳ, ὅστις ὑδρίαν λαβὼν τοῦ ἀντλῆσαι ὕδωρ, καὶ ὑδρίαν οὐκ ἐνέπλησεν ὕδατος, ὑποστρέφων δὲ καὶ τὸ ἀγγεῖον συνέτριψε. Τοιοῦτος καὶ ὁ ἀθετῶν τὴν χάριν τοῦ Κυρίου, καὶ εἰς τὸν κόσμον πάλιν καὶ τὸν βίον ἐπιστρέφων. Ἐὰν δὲ περικρατὴς γένηται ὁ ἀδελφὸς τῷ εὐσεβεῖ λογισμῷ, εἰς τὴν ἐνδοτέραν ἔρημον προβάλλει· συμβαίνει δὲ αὐτὸν παραβαλεῖν γέρουσί τισιν. Οἱ οὖν γέροντες, τῆς φιλοξενίας τὴν ἀρετὴν ἀσκοῦντες, δέχονται τὸν ἀδελφὸν μετὰ χαρᾶς. Εἶτα ἐπερωτῶσι· πόθεν ἀδελφέ; Ὁ δέ φησι· τοῦ κοινοβίου τοῦδε εἰμί, ἀδελφοί, καὶ ἀκηδίας μοι περιχυθείσης ἐν τῷ κοινοβίῳ, ἐξῆλθον ἀπ' αὐτοῦ. Καὶ νῦν ἐπιζητῶ, ἔνθα καθίσω καὶ κλαύσω τὰς ἁμαρτίας μου. Τότε καὶ οἱ γέροντες ἄρχονται παραινεῖν τῷ ἀδελφῷ, λέγοντες· πορεύου μᾶλλον εἰς τὸ κοινόβιόν σου, τέκνον, καὶ μᾶλλον ἀνάπαυε. Ἰδοὺ γὰρ ὁρᾷς ἡμᾶς ἐν ποίᾳ στενώσει ἐσμὲν ἐν τοῖς τόποις τούτοις. Ἀκηκόαμεν δὲ καὶ παρὰ τῶν πατέρων, ὅτι καλὰ κοινόβια, καὶ μάλιστα τοῖς νέοις. Καὶ ἐὰν πεισθεὶς ὁ ἀδελφὸς ὑποστρέψῃ εἰς τὸν τόπον αὑτοῦ καὶ ἡσυχάσῃ, ἔφυγε θλίψεις πολλὰς καὶ κακάς. Ἐὰν δὲ μὴ πεισθῇ ὁ ἀδελφὸς τοῖς γέρουσι, τὴν ἐνδοτέραν ἔρημον διώκει. Καὶ καταλαβοῦσα ἄρχεται ἡ πεῖνα ἐκθλίβειν αὐτόν. Τότε ἄρχεται ὁ ἀδελφὸς μεταμελεῖσθαι. Ἔτι δὲ καὶ οἱ δαίμονες περισσῶς ἐκταράσσουσιν αὐτὸν τῇ δειλίᾳ, καί φασιν· καλῶς ἐκαθέζου μετὰ τῶν ἀδελφῶν σου. Τίς σε ἀνεστάτωσε καὶ ἐξήγαγεν εἰς τὴν ἔρημον ταύτην; Καὶ ποία δικαιοσύνη ἐστίν, ἐὰν ἀποθάνῃς ἐν τῇ ἐρήμῳ ταύτῃ κακῷ θανάτῳ; Τότε δεικνύουσιν αὐτῷ δειλίαν πολλὴν καὶ φόβητρα καὶ βασάνους πολλὰς ἐν τῇ διανοίᾳ αὐτοῦ. Τότε καὶ ὁ ἀδελφὸς ἄρχεται λέγειν ἐν ἑαυτῷ μεταμελούμενος· καλῶς ἐκαθεζόμην μετὰ τῶν ἀδελφῶν μου. Τίς δὲ ἐπλάνησέ με; Ἢ ποῖος δαίμων ἠπάτησέ με ἐξελθεῖν εἰς ταύτην τὴν φοβερὰν ἔρημον, ἔνθα οἰκοῦσι θηρία πολλὰ καὶ δεινά; Τί δὲ ποιήσω ὁ ταλαίπωρος, ἐὰν ἐμπέσω εἰς χεῖρας τῶν βαρβάρων; Μήποτε καὶ λῃσταῖς περιπέσω· μήποτε καὶ θηρίον πονηρὸν συναντήσῃ μοι. Ἀλλὰ καὶ δαιμόνια πολλὰ εὑρίσκονται ἐν τοῖς τόποις τούτοις· ἔρημος γάρ, φησίν, ὁ τόπος. Καὶ πῶς ἐγὼ δυνήσομαι καταμόνας οἰκεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ, ἔνθα ἐνδελεχοῦσι πνεύματα ἀκάθαρτα, μάλιστα δὲ καὶ ἐθίσαντός μου μετὰ πλειόνων ἀδελφῶν; Ἐπ' ἀληθείας δέ, ἐὰν μὴ νήψῃ ὁ οἰκῶν καταμόνας ἐν τῇ ἐρήμῳ, τάχα καὶ τὴν φρένα ἀπολεῖ, καθάπερ καί τινες πολλοὶ τοῦτο ὑπέμειναν. Εἶτα μετὰ τοὺς λογισμοὺς τούτους, ἄρχεται ὁ ἀδελφὸς ἐν ἑαυτῷ λέγειν· πορευθῶμεν παροικῆσαι πλησίον ἀδελφῶν καταμόνας ἡσυχαζόντων. Εἶτα παραγίνεται πρὸς τοὺς μονάζοντας. ∆έχονται αὐτὸν οἱ ἀδελφοὶ μετ' εἰρήνης, παρέχουσιν αὐτῷ κελλίον ἐν τῷ μεταξὺ ἑαυτῶν καὶ προσλαμβάνονται ἐν Κυρίῳ, φέροντες αὐτῷ καθ' ὅ,τι ἰσχύει ἡ χεὶρ αὐτῶν. Εἶτα καθέζεται ὁ ἀδελφὸς εἰς τὸ κελλίον αὑτοῦ· λέγει λοιπὸν ἐν ἑαυτῷ· ὀφείλομεν ἐργάζεσθαι ὀλίγον, ἵνα εὕρωμεν διατραφῆναι. Καὶ πάλιν· τί ποιήσω; Τὸ ἐργόχειρον τοῦ τόπου τούτου οὔπω μεμάθηκα. Καὶ μεθ' ἡμέρας μαθὼν τὸ ἐργόχειρον, ἄρχεται λοιπὸν περισπᾶσθαι, ὡς καταμόνας οἰκῶν. Καθάπερ γὰρ τῷ ἐθίσαντι καταμόνας δυσχερὲς τὸ κοινόβιον φαίνεται, οὕτω τῷ ἐθίσαντι ἐν κοινοβίῳ δυσχερὴς ἡ μονία φαίνεται. Πᾶν δὲ ξύλον ἐκ τοῦ ἰδίου καρποῦ ἐπιγινώσκεται, καὶ ὁ πονικὸς ἐκ νεότητος αὑτοῦ. Ἄρχεται λοιπὸν ὁ ἀδελφός, πολλάκις ἐκ τῶν περισπασμῶν συνεχόμενος, μεταμελεῖσθαι καὶ λέγειν· ἰδοὺ περισπῶμαι πάντοθεν, καὶ οὐδὲ τὴν μικράν μου σύναξιν εὑρίσκω βαλεῖν, τοῖς λογισμοῖς ἀντιμαχόμενος καθ' ἑκάστην ἡμέραν. Ὅτε δὲ ἤμην ἐν τῷ κοινοβίῳ, τούτων ἁπάντων ἐλεύθερος ἤμην· ἡ δὲ μέριμνά μου ἦν εἰς τὴν σύναξίν μου, καὶ εἰς τὸ μικρὸν ἐργόχειρον. Νῦν δὲ τί ποιήσω ἐγὼ ὁ ταλαίπωρος; ∆ιὰ γὰρ τὰς ἁμαρτίας μου ταῦτά μοι συνέβησαν. ∆ιότι παρήκουσα νουθεσίαν πατρός, ἰδοὺ συνέχουσί με θλίψεις πολλαί. Κακὴ γὰρ σφόδρα ἡ παρακοή· τὸν Ἀδὰμ ἐξέβαλεν ἐκ τοῦ παραδείσου, κἀμὲ ἐκ τοῦ μοναστηρίου μου. Καὶ μετὰ τοὺς λόγους τούτους, συμβαίνει φέρεσθαι τῷ ἀδελφῷ λογισμοὺς δύο· εἷς ἀγαθός, καὶ εἷς πονηρός. Ὁ δὲ πονηρὸς τοιαῦτα ὑποβάλλει, λέγων· ἰδοὺ καὶ τὸ κοινόβιον ἐδοκίμασας, καὶ τῆς ἐρήμου ἐπειράθης. Καὶ ἐὰν ὑποστρέψῃς εἰς τὸ κοινόβιον, αἰσχύνη σοι ἐστὶ καὶ ὄνειδος. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐν τοῖς κοινοβίοις θλίψεις ὑπάρχουσιν, ἀλλὰ καὶ σκάνδαλα πολλά. Καὶ πάλιν ἐν τῇ ἐρήμῳ ταύτῃ δειλία ὑπάρχει καὶ κόπος ἄμετρος. Ἀλλὰ μᾶλλον διελθών, πορεύου εἰς τὸν κόσμον· κἀκεῖ γάρ, φησίν, ἐὰν θέλῃς φοβηθῆναι τὸν Θεόν, σῴζῃ. Ἢ δοκεῖς, ὅτι μόνοι οἱ ἐν τῇ ἐρήμῳ σῴζονται; Ἐὰν δέ ἐστι σοφὸς ὁ ἀδελφός, ἀποκρίνεται τῷ λογισμῷ, λέγων· εἰ γὰρ ἐν τῇ ἐρήμῳ, ὅπου πολλὴ ἡσυχία καὶ γαλήνη, οὐκ εἴασάς με ἡσυχάσαι, ἐὰν πορευθῶ εἰς τὸν κόσμον, τί οὖν μέλλεις ἐγείρειν κατ' ἐμοῦ κακά; Ταῦτα γὰρ ὑποβάλλει ὁ Ἐχθρός, θέλων αὐτὸν ἀνακάμψαι ὡς κύνα ἐπὶ τὸ ἴδιον ἐξέραμα. Ἐὰν γὰρ καὶ συγκαταθῆται ὁ ἀδελφὸς τῷ λογισμῷ, εὐθέως εἰς τὸν κόσμον ἐλαύνει αὐτὸν ὁ Ἐχθρός. Εἰ δέ ἐστιν ἐπιποθοῦσα ἡ ψυχὴ τοῦ ἀδελφοῦ εἰς τὸ σωτήριον τοῦ Κυρίου, ὁ Θεὸς δίδωσιν αὐτῷ λογισμὸν ἀγαθὸν εἰς τρίβον δικαιοσύνης. Τοιαῦ τα οὖν τὰ προβλήματα τοῦ ἀγαθοῦ λογισμοῦ. Καί φησιν· ἰδοὺ καὶ τὰ κοινόβια ἐδοκίμασας, καὶ τῆς ἐρήμου ἐπειράθης. Τοιγαροῦν δοκίμασον τὸν λογισμόν σου, καὶ ὅπου βλέπεις, ὅτι οἰκοδομεῖται ἡ ψυχή σου εἰς τὸ ἀγαθόν, ἐκεῖ μεῖνον. Ἐὰν δὲ καὶ ἐν τοῖς τόποις τούτοις βουληθῇς ἡσυχάσαι, ὡς καὶ οἱ λοιποὶ ἀδελφοὶ οἱ καθεζόμενοι διὰ τὸν Κύριον, ὁ Κύριος Ἰησοῦς Χριστὸς οὐ μή σε ὑπερίδῃ· ἀλλ' αὐτός σου φροντίσῃ, μόνον ἐν φόβῳ Θεοῦ ἀναστρέφου. Εἰ δὲ καὶ εἰς τὸ κοινόβιον βούλει ἀναστρέψαι, καὶ τοῦτο κρεῖσσον. Καὶ μὴ εἴπῃς ἐν τῇ διανοίᾳ σου, λέγων· αἰσχύνομαι ὑποστρέψαι πρὸς τοὺς ἀδελφούς μου· ἡγεῖσθαί με γὰρ ἔχουσιν, ἐὰν ὑποστρέψω πρὸς αὐτούς, ὡς ἀδόκιμον καὶ μὴ ὑπομένοντα τὸν κόπον τῆς ἐρήμου, ἀλλὰ δραπετεύσαντα, ὡς δειλὸν στρατιώτην, ἀπὸ παρατάξεως πολέμου. Οὐχ οὕτως, ἀδελφέ μου, οὐχ οὕτως· ἀλλὰ σὺ μᾶλλον, ὡς ἀγωνιστής, τὸ εἰρημένον ἐν τῷ Ἀποστόλῳ πεπλήρωκας. Λέγει γάρ· πάντα δοκιμάζοντες, τὸ καλὸν κατέχετε. Καὶ ἰδού, σοὶ τὰ ἀμφότερα δεδοκίμασται. Εὗρες ὅτι καλὸν καὶ τερπνὸν τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό. Καθὼς γέγραπται· ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμε νος, ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή· ἰσχύει δὲ ὥσπερ μεμοχλευμένον βασίλειον. Καὶ κατανυγεὶς ὁ ἀδελφὸς ἐπὶ τούτοις, ὑποστρέφει εἰς τὸ κοινόβιον. ∆έχεται αὐτὸν ὁ ἡγούμενος τοῦ κοινοβίου καὶ οἱ ἀδελφοὶ ἀσμένως, διὰ τὸν εἰπόντα· ἀντέχεσθε τῶν ἀσθενούντων· καὶ δίδωσιν αὐτῷ κελλίον. Καὶ μεθ' ἡμέρας τινάς, τοῦ ἀδελφοῦ ἡσυχάζοντος ἐν τῷ κελλίῳ αὑτοῦ, ἄρχεται ὁ Πονηρὸς τὰ τοιαῦτα ἐκθλίβειν καὶ ὑποβάλλειν αὐτῷ, καί φησι· πάλιν εἰς τὰ ἀρχαῖα ἐλήλυθας; Οὐκ ἤρκει σοι μονὴ ἢ ἐλευθερία τῆς ἐρήμου, ὅτε οὔτε ἐθεώρεις βλαβερόν τι, οὔτε ἐσκανδαλίζου, οὔτε ἐλάλεις μετά τινος; Καὶ τοσοῦτο πάλιν ἄρχονται οἱ δαίμονες ἐκθλίβειν τὸν ἀδελφόν, ὥστε εἰ δυνατόν, ἐξορύξαντα τὸ τεῖχος τοῦ μοναστηρίου, ἐκφυγεῖν. Τοσοῦτο ταρασσόμενος ὑπὸ τοῦ πονηροῦ ∆ιαβόλου, ἐκ τῶν λογισμῶν φέρων αὐτῷ καὶ ἀκηδίαν εἰς τὸ μικρὸν ἐργόχειρον, θέλων πάλιν ἀπώσασθαι αὐτὸν τοῦ κελλίου. Ἐὰν δέ ἐστι φρόνιμος ὁ ἀδελφὸς (καθὼς γέγραπται· γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί), ἀντιλέγει πρὸς αὐτούς, λέγων· οὐ μὲ ἐπιχλευάσητε, ἐργάται ἀνομίας· διότι τὰς συμβουλίας ὑμῶν ἐγὼ οὐκ ἀνέχομαι. Ἡ γὰρ συμβουλία ὑμῶν μεστὴ ἰοῦ θανατηφόρου. Ἀκούσας γὰρ ὑμῶν τὸ πρῶτον, ἐξῆλθον τοῦ μοναστηρίου, νομίζων εἰς προκοπὴν ἐλθεῖν. Καὶ τοῦ μὲν κελλίου ἐξῆλθον, ὠφέλειαν δὲ οὐκ ὠφελήθην, πλὴν ὅτι ἔγνων, ὅτι πᾶσαι αἱ ὁδοὶ ὑμῶν σκότος, καὶ ὁ ἐν αὐταῖς περιπατῶν, ἐν σκότει πορεύεται. Ἐγὼ γάρ, ἀπὸ τοῦ νῦν, τοῦ Θεοῦ μοι συνεργοῦντος, δοῦλός εἰμί τινος· καὶ ἐλθὼν ὁ κύριός μου παρέθετό με τῷ ἡγουμένῳ τοῦ μοναστηρίου, ἔνθα ἐγὼ παροικῶ· διὸ οὔκ εἰμι αὐτεξούσιος. Καὶ ὑπὲρ τοῦ μικροῦ ἐργοχείρου, τί με ἐκθλίβετε; Μὴ καλλίων εἰμὶ ἐγὼ τῶν κοσμικῶν, οἵτινες οὐ μόνον ἡμέρας ἐργάζονται, ἀλλὰ καὶ τῆς νυκτός, καὶ περὶ φροντίδα εἰσὶ γυναικῶν τε καὶ τέκνων καὶ κέλλης καὶ ἐνοικίου; Ἐμὲ δὲ τούτων ἁπάντων ἠλευθέρωσεν ὁ Χριστός· ὅτι ὁ ζυγὸς αὐτοῦ χρηστός, καὶ τὸ φορτίον αὐτοῦ ἐλαφρόν ἐστι. ∆ιὰ τοῦτο, ἐκκλίνατε ἀπ' ἐμοῦ πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ. Ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ ἀκηδίας καὶ ὑπομονῆς γερόντων. Παραίνεσις κδʹ

[Επεξεργασία]

Ὑποβάλλει ὁ Ἐχθρὸς τῷ ἀδελφῷ· τοσαῦτα ἔτη ἔχεις ἐν τῷ ἁγίῳ τόπῳ τούτῳ, τῷ ∆εσπότῃ Χριστῷ δουλεύων, νῦν δὲ γεγήρακας, καὶ οὐκ ἰσχύεις ἔτι φέρειν τοὺς κανόνας τοῦ τόπου τούτου· ἡ γὰρ σάρξ σου ἀσθενὴς γέγονε, καὶ οὐκέτι ὑπάρχει σοι ἰσχὺς τοῦ ποιεῖν τί ποτε· καὶ μέλλεις τοῦ λοιποῦ ἐξουθενεῖσθαι ὑπὸ μικρῶν τε καὶ μεγάλων· ἀλλὰ καὶ διὰ τὸ γῆράς σου ἀναπαύσεως χρῄζεις. ∆εῦρο οὖν, ἔξελθε ἐντεῦθεν καὶ καθέζου ἑνὶ τόπῳ καὶ ἡσύχασον· καὶ εἴτε ἐξ ἀγάπης, εἴτε ἐξ οἱασδήποτε προφάσεως, ὁ Θεὸς ἀποστελεῖ τὴν τροφήν σου. Ποία γὰρ ἀνάγκη σοι ἐπίκειται, ἵνα καὶ ταλαιπωρῶν ὀνειδίζῃ περὶ τῆς τροφῆς σου; Τί δὲ καὶ ἡ βρῶσίς σου τυγχάνει, ὅτι οὕτως καθ' ἑκάστην ἡμέραν ταλαιπωρεῖς, ὡς κακὸς δοῦλος, καὶ ἀνέχῃ τοῖς μικροτέροις σου ὑποταγῆναι; Ταῦτα καὶ τὰ τοιαῦτα ὑποβάλλει ὁ Πονηρὸς τῷ γέροντι, βουλόμενος αὐτὸν χωρίσαι τῆς ἀδελφότητος μετὰ τοσαῦτα ἔτη, καὶ τοῦ τόπου ἔνθα γεγήρακε, καὶ ἀνυπομόνητον δεῖξαι αὐτὸν περὶ τὸ γῆρας αὐτοῦ. Καὶ ἐάν ἐστιν ὁ γέρων ἐλαφρότερος τῷ λογισμῷ, εὐθὺς καὶ παραχρῆμα μεταστρέφεται καὶ ἐλαύνεται ὑπ' αὐτοῦ, ὡς φρύγανον ὑπὸ ἀνέμου σαλευόμενον. Ἐὰν δέ ἐστιν ὁ γέρων τῷ λογισμῷ τέλειος, οὐ μεταφέρουσιν αὐτὸν τοῦ τόπου τῆς ἡσυχίας, οὐδὲ νικῶσιν αὐτόν, ὥσπερ δέσμιον ἐν ἁλύσει· οὐ γὰρ ἰσχυροτεροῦσι τοῦ εὐσεβοῦς λογισμοῦ. Ἀντιλέγει γὰρ πρὸς αὐτοὺς καὶ ὁ γέρων, λέγων· οὐ μή μου γελοιάσητε τὸ γῆρας, πονηροὶ δαίμονες· οὐ γὰρ τὰ πονηρὰ ὑμῶν νοήματα ἀγνοοῦμεν. Εἰ γὰρ ἐν τῇ νεότητί μου ὑπέμεινα τοὺς πόνους καρτερῶς, πολλῷ μᾶλλον νυνὶ ὑπομενῶ, ὅτι ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκε, τοῦ εἶναί με σὺν Χριστῷ. Καθὼς καὶ ὑμεῖς μοι διεμαρτύρασθε, γεγήρακα, καὶ ἡ σάρξ μου ἀσθενὴς γέγονε. Ποῦ τοίνυν πορευθῶ; Ὁ γὰρ γηράσας οὐδὲν ἕτερον προσδοκᾷ, εἰ μὴ τοῦ ἀναλῦσαι τοῦ βίου. Ἅμα δὲ πείθετε, ἵνα τύπος γένωμαι ῥᾳθυμίας, καὶ οὐχ ὑπομονῆς. Εἰ γὰρ ὁ εὐσεβὴς γέρων ὁ Ἐλεάζαρος καυστικαῖς βασάνοις καταντλούμενος, οὐ μετετράπη τὸν λογισμόν, ὅθεν καὶ οἱ νέοι τὴν ἡλικίαν εἰς τὴν τούτου ὑπομονὴν ἐφορῶντες κατεφρόνησαν τῶν βασάνων τῶν ὁρωμένων, καὶ ἐνίκησαν τὸν τύραννον οἱ ἑπτὰ ὅσιοι παῖδες, τί οὖν ἐγώ; Καὶ ἐν τούτῳ ἀνατρέπει τοὺς δαιμονιώδεις λογισμούς, ἐὰν μείνῃ τῇ αὐτῇ γνώμῃ, τῆς χάριτος συνεργούσης· καὶ τελειοῦται ἐν τῷ τόπῳ, ἔνθα γεγήρακε, κομιζόμενος τὸν στέφανον τῆς ζωῆς, ἀκούων παρὰ τοῦ Κυρίου· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ μετάρσεως τόπου εἰς τόπον. Παραίνεσις κεʹ

[Επεξεργασία]

Ἡ πίστις μήτηρ ἐστὶ παντὸς ἔργου ἀγαθοῦ, καὶ δι' αὐτῆς κτᾶταί τις τὰς ἐπαγγελίας τοῦ ∆εσπότου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καθὼς γέγραπται· χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι. Εὐκαρποφόρον δὲ κτῆμα τῷ ∆ιαβόλῳ τυγχάνει ἡ ἀπιστία, ἥτις ἐστὶ μήτηρ παντὸς ἔργου πονηροῦ. Ἐξ αὐτῆς τίκτεται ἡ διψυχία, ἥτις ἐστὶν ἀταξία. Ἀνὴρ δίψυχος, φησίν, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Ἐὰν ἐξέλθωμεν εἰς τὴν ἔρημον, ἐν τῇ ἐρήμῳ οὐχ ἡσυχάζουσιν οἱ πόδες ἡμῶν· καὶ ἐὰν ἔλθωμεν εἰς τὰ οἰκούμενα, τοὺς τὴν ἔρημον διώκοντας μακαρίζομεν. Ἀδελφοί, ἐὰν μὴ σπείρωμεν, πῶς θερίσωμεν; Τοὺς καρποὺς τῷ καρποδότῃ μὴ προσφέροντες, καὶ καρποφορεῖν πῶς δυνάμεθα; Τὴν θλῖψιν μὴ ὑποφέροντες, ἄνεσιν πῶς ἐξεύρωμεν; Ἐν τῇ ἐρήμῳ μὴ προσκαρτεροῦντες, πῶς ἀπολάβωμεν τὸν μισθὸν τῆς ξενιτείας ἡμῶν; Τῇ πτωχείᾳ καὶ τῇ στενώσει μὴ ὑπομένοντες, ἀληθινὸν πλοῦτον πῶς εὕρωμεν; Ἐν ὕβρεσι καὶ λύπαις καὶ ἐξουδενώσει μὴ εὐδοκοῦντες, τοῖς ἴχνεσι τοῦ ∆εσπότου Χριστοῦ πῶς ἐξακολουθήσωμεν, ἐν ὑποταγῇ πρεσβυτέρων ἐν Κυρίῳ μὴ ἀνεχόμενοι, ἀπὸ τόπου εἰς τόπον ἕτερον μετερχόμενοι; Πρῶτον ὀφείλει καταμαθεῖν ἐκ τῶν ἰδίων λογισμῶν, διατί, καὶ διὰ ποίαν αἰτίαν βούλεται καταλιπεῖν τὸν ἴδιον τόπον, ἐν ᾧ οἰκεῖ· μήποτε τὸν κόπον θέλων φυγεῖν, τὴν ἔρημον διώκῃ, οἰόμενος κουφότερον τόπον ἐν τῇ ἐρήμῳ· μήποτε πάλιν ὑπὸ τοῦ μισοκάλου δαίμονος ζήλῳ ἢ φθόνῳ τρωθείς, ὡς ἑτέρου ἀδελφοῦ προκόψαντος εἰς τὰ βλεπόμενα, αὐτοῦ μὴ ἐπιτυχόντος τῆς ἀρχῆς, καὶ τούτου χάριν βούλεται καταλιπεῖν τὸν τόπον· μήποτε καὶ τὸν πόλεμον φυγὼν τῶν ἀρετῶν, ἢ ἐν ὑποταγῇ Χριστῷ μὴ ἀνεχόμενος εἶναι, τὴν μονίαν διώκῃ· μήποτε καὶ κληρονομίαν γηΐνην διώκων, τὸν τόπον αὐτοῦ βούλεται καταλιπεῖν· οἱ γὰρ λογισμοὶ δηλοῦσι ταῦτα. Ἐὰν οὖν προεξετάσωμεν καὶ ἐρευνήσωμεν, καὶ ἐπιγνόντες τὸ ἐνοχλοῦν ἡμῖν πάθος, τοῦτο μὴ ἐξακολουθήσωμεν, οὐ μὴ ἐμπέσωμεν εἰς τὰς χεῖρας τῶν πονηρῶν δαιμόνων, εἰς ἐρήμους τόπους καὶ ἀνύδρους. Προέταζε οὖν σεαυτὸν ἰσχυρῶς, εἰ ὄντως ἐν ἀληθείᾳ κατὰ Θεόν ἐστι τὸ γενόμενον, καὶ οὐκ ἐν διεφθαρμένῳ σκοπῷ. Ὅστις οὐ μετὰ βουλῆς ποιεῖ πρᾶγμα, ἔοικεν ὁ τοιοῦτος ἀνδρὶ διώκοντι πτερωτὰ τοῖς ἰδίοις ποσίν, ἀβουλήτως ποιῶν τὰ καθ' ἑαυτόν. Βουλὴ δὲ ἀγαθὴ τηρεῖ τὰς ἐντολὰς τοῦ Χριστοῦ. Καὶ τί δεῖ λέγειν πρὸς ταῦτα; Νήψεως οὖν χρεία, ἀγαπητοί. Ἔστι δὲ ὅτε καὶ διὰ δικαιωμάτων παρατάσσεται τοῖς ἀδελφοῖς ὁ Ἐχθρός. Καὶ ἐὰν συγκατατιθῆται ὁ ἀδελφός, ἵνα χωρισθῇ τοῦ τόπου, μηχανᾶται ὁ Ἐχθρὸς παγιδεῦσαι αὐτὸν ἐν τόπῳ τινί. Ἐὰν δὲ διώξωσιν ἡμᾶς οἱ ἄνθρωποι ζήλου πικροῦ ἕνεκεν, ἢ βιαζόμενοι συγκοινωνεῖν ἔργοις ἀλλοτρίοις, ἐν οἷς οὐκ εὐαρεστεῖται Θεός, καὶ φύγωμεν εἰς ἕτερον τόπον, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν· τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος πρὸς τοὺς ἑαυτοῦ μαθητάς· ἐὰν διώξωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἄλλην. Περὶ δὲ τοῦ μὴ ῥέμβεσθαι εἶπε πάλιν ὁ Σωτήρ· καὶ μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. Καὶ πάλιν· εἰς ἣν δ' ἂν πόλιν εἰσέλθητε, ἐκεῖ μένετε. Ἐὰν δὲ τὰ θελήματα ἡμῶν θέλωμεν ποιεῖν, ποία ἀρετὴ αὕτη; Εἰ δὲ προεστῶτες ἡμᾶς ἀφορίσωσι, δῶμεν τόπον. Ἀντιστῶμεν δὲ τῷ ∆ιαβόλῳ μᾶλλον· οὕτω γὰρ ἐποίει ὁ ∆αβίδ· τοὺς ἀλλοφύλους πολεμῶν, ἀπὸ προσώπου Σαοὺλ ὑπεχώρει. Ἐὰν οὖν ἡσυχάζῃς καλῶς ἐν τῇ ἐρήμῳ καὶ ὀχλήσῃ σοι λογισμὸς μετᾶραι εἰς τὰ οἰκούμενα, ἀποκρίθητι αὐτῷ τὸν πόλεμον τοῦ κόσμου καὶ τὸ συμβαῖνόν τισιν εἰς τὰ οἰκούμενα. Ἐὰν δὲ καὶ εἰς κοινόβιον ἡσυχάζῃς καλῶς καὶ ὀχλήσῃ σοι λογισμὸς εἰς τὴν ἔρημον εἰσελθεῖν, ἀποκρίθητι αὐτῷ τὸν πόλεμον καὶ τὸν κόπον αὐτῆς. Ἐὰν δὲ καὶ καταμόνας ἡσυχάζῃς καλῶς καὶ ὀχλήσῃ σοι λογισμὸς ἐν συνοδίᾳ ἀδελφῶν πλειόνων εἰσελθεῖν, ἀποκρίθητι αὐτῷ τὸν ἀγῶνα τῶν κοινοβίων, ἅμα δὲ καὶ τὴν ἀνταπόδοσιν. Καὶ μὴ συναπαχθῶμεν ἀκρίτως τοῖς ἰδίοις λογισμοῖς· οὐ γὰρ οἴδαμεν τί συμφέρει ἡμῖν. Καθὼς ἡ Σοφία λέγει· μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου. Τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις ἑαυτὸν ὡς ξηρὸν ξύλον. Σωτηρία δὲ γίνεται ἐν πολλῇ βουλῇ. Ἀλλὰ πολλάκις βούλει λέγειν, ὅτι διὰ τὰ σκάνδαλα καὶ τὴν καταλαλιὰν βούλει φυγεῖν ἐντεῦθεν. Ἀνάσχου οὖν, καὶ συμβουλεύσω σοι ῥῆμα. Θέλεις φυγεῖν τὰ σκάνδαλα καὶ τὴν καταλαλιάν; Θὲς θύραν τῷ στόματί σου ἐν Κυρίῳ, καὶ τοὺς ὀφθαλμούς σου ἀπόστρεψον τοῦ μὴ ἰδεῖν ματαιότητα, καὶ ἀμφότερα φεύξεις· τὴν μὲν καταλαλιὰν διὰ τῆς σιωπῆς, καὶ τὰ σκάνδαλα διὰ τῆς φυλακῆς τῶν ὀφθαλμῶν. Ἐὰν γὰρ ταῦτα μὴ νικήσωμεν, ὅπου δ' ἂν πορευθῶμεν, ἐν ἑαυτοῖς βαστάζομεν τοὺς πολεμοῦντας ἡμᾶς. Τούτους νίκησον, ἀγαπητέ, καὶ ἕξεις ἀνάπαυσιν, ὅπου δ' ἂν καθίσῃς. Ἀλλὰ πολλάκις βούλει λέγειν, ὅτι ἐγνώσθη ἡ ἀσυστροφία μου καὶ ἡ ἀμέλειά μου πᾶσι τοῖς ἀδελφοῖς· διὸ οὐκέτι δύναμαι οἰκῆσαι ἐν τῷ τόπῳ τούτῳ· κἂν γὰρ ἐγὼ ποθήσω τὴν ἀρετήν, ἀλλ' οἱ ἄνθρωποι, μεθ' ὧν κατοικῶ, οἱ αὐτοί εἰσιν. Ἄκουε τοίνυν, ἀγαπητέ· σὺ τὸ ἀγαθὸν ποίει, καὶ ὄψει ὅτι ὁ Κύριος θεραπεύσει τὴν συνείδησίν σου καὶ τῶν ἀδελφῶν σου εἰς τὰ κατὰ σέ. Εἴπως ἀνέχῃ καταλιπεῖν τὸν τόπον, τῶν ἀδελφῶν ἐσκανδαλισμένων εἰς τὰ κατὰ σέ, φεύγεις μὲν ὀνειδισμὸν τῶν ἀνθρώπων καὶ πορεύεις εἰς ἕτερον τόπον, ἔνθα δόξης ἐπιτυχών, καὶ μὴ μνημονεύσῃς ἔτι τοῦ προτέρου ἐλαττώματος· τοῦ Προφήτου λέγοντος· ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Πάνυ γὰρ συμβάλλεται ὁ ὀνειδισμὸς καὶ ἡ ἐξουδένωσις ὑπὸ ἀνθρώπων, διὰ τὸν Κύριον, πρὸς κάθαρσιν ἁμαρτιῶν. Καὶ πειθέτω σε ὁ Προφήτης, λέγων· ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Ἀλλ' ἔνθα κατέβαλεν ὁ ἐξεναντίας, ἐγερθεὶς καταπάλαισον κατὰ τοῦ Ἐχθροῦ· ἵνα οἷς ἐγνώσθη σου τὰ ἐλαττώματα, φανερωθῇ αὐτοῖς καὶ τὸ κατόρθωμα. Καὶ ἐν τούτῳ κομίσῃ δόξαν παρὰ Κυρίου μεγάλην· τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· καὶ ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Ἀφ' ᾗς γὰρ τὸ ῥυπωθὲν ἱμάτιον ἐπλύνθη, οὐκέτι οὐ μὴ ἀφορισθήσεται μετὰ τῶν ῥυπαρῶν. Ἐὰν δὲ κατὰ φθόνον ἢ ζῆλον πονηρόν, ἐπονομάσῃ τις τὸ καθαρὸν ῥυπαρόν, οὐ πιστευθήσεται· ἡ γὰρ εἰδέα τοῦ ἱματίου ἐλέγξει αὐτόν. Πλυνεῖς με γάρ, φησί, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Πρὸς δὲ τοὺς ἀντικειμένους σοι καὶ θέλοντας μεταστρέφειν σου τὸν λογισμὸν πάλιν εἰς τὰ ἀρχαῖα κακά, λέγει ἡ Γραφή· οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὑτοῦ ἀνατροπὴν θολεράν· ὦ οἱ ἐγκαταλιμπάνοντες ὁδοὺς εὐθείας τοῦ πορευθῆναι ἐν ὁδοῖς σκότους· οἱ εὐφραινό μενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ· ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλότριον τῆς δικαίας γνώμης. ∆ιὸ λέγει· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς· εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς, εὕροσαν ἂν τρίβους δικαιοσύνης λείας. Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ. Ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἐξ αὐτῆς. Υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία. Ὅτι τῷ Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παραίνεσις κϛʹ

[Επεξεργασία]

Ἐὰν συμβῇ ἀδελφὸν τοῦ κοινοβίου χωρισθῆναι οἱᾳδήποτε προφάσει, καὶ αὐτὸν συμβῇ περιπεσεῖν ἐν ἀρρωστίᾳ, ἢ καὶ μεταγνόντα ἐπιστρέψαι, οὐ δεῖ παρορᾶν τὸν ἀδελφόν, ἀλλὰ προσλαμβάνεσθαι ἐν Κυρίῳ, ὡς ἴδιον μέλος, εἰ καὶ ἥμαρτεν. Ἀλλὰ σὺ οὐκ ἀνθρώπῳ ποιεῖς, ἀλλὰ τῷ Κυρίῳ, τῷ εἰπόντι· ὃ ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Τὸ γὰρ περὶ ἑαυτοῦ μόνου φροντίζειν κωλυτόν· τοῦ Σωτῆρος ἡμῶν εἰπόντος· μὴ μεριμνήσητε ταῖς ψυχαῖς ὑμῶν, τί φάγητε, καὶ τὰ ἑξῆς. ∆ιὸ ἐπάγει, λέγων· ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ. Ὅθεν καὶ διὰ τοῦ Ἀποστόλου παραγγέλλει, λέγων· μὴ τὰ ἑαυτοῦ ἕκαστος σκοπείτω, ἀλλὰ καὶ τὰ τοῦ ἑτέρου. Καὶ πάλιν ὁ αὐτὸς λέγει· καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐ καυχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Καλὴ οὖν ἡ προσευχὴ μετὰ νηστείας. Ταῦτα δὲ βεβαιοῖ ἐλεημοσύνη· ἔλεον γὰρ θέλω καὶ οὐ θυσίαν, φησίν. Ὅρα καὶ τὸν Προφήτην, πῶς διελέχθη τοὺς ἀνελεεῖς. Ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι, ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτοῦ. Καί, ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. ∆ιὸ μακαρίζει ὁ Σωτὴρ τοὺς ἐλεήμονας αὐτοῦ, λέγων· μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Τί γὰρ ὁ Ἄγγελός φησι πρὸς Κορνήλιον; Ἔφη· οὐχὶ αἱ προ σευχαί σου μόνον, ἀλλὰ καὶ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. ∆έξαι οὖν τὸν πλανηθέντα καὶ μετανοοῦντα, τὸν ἐκ νεκρῶν ἀναστάντα ἐκ βάθους τῆς ἀφοβίας τοῦ Θεοῦ καὶ ἀμελείας. Ἄκουε τοῦ Ἀποστόλου λέγοντος· κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Καὶ πάλιν λέγει· παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενούντων, μακροθυμεῖτε πρὸς πάντας. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. Καὶ γὰρ ὁ Κύριος τῆς δόξης οὐκ ἀπεβάλλετο τὸν ἄσωτον υἱόν, ἀλλὰ προσελάβετο αὐτόν, ὡς ἐκ νεκρῶν ἀναστάντα, καὶ ἐνέδυσε στολὴν τὴν πρώτην καὶ ὑπέδησε καὶ δακτύλιον ἐχαρίσατο καὶ τὸν σιτευτὸν μόσχον ἔθυσε, τοῦ εὐφρανθῆναι ἐπὶ τῇ εὑρέσει τοῦ ἀπολωλότος υἱοῦ. Τοῦ δὲ ἑτέρου λυπηθέντος, καὶ αὐτὸν ἐθεράπευσε παρακλήσει, εἰπών· τέκνον, σὺ πάντοτε μετ' ἐμοῦ εἶ, καὶ τὰ ἐμὰ πάντα σά ἐστιν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι οὗτος ὁ ἀδελφός σου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἀπολωλὼς καὶ εὑρέθη. ∆εῖ οἰκτίρμονας εἶναι τοὺς προεστῶτας τῆς ἀδελφότητος. Σὺ δέ, ἀδελφέ, ἐλέους τυχών, μὴ καταφρόνει· ἀλλὰ μίμησαι τὸν μετανοήσαντα καὶ ὑποστρέψαντα υἱόν. Οὗτος εὑρὼν τὸν ἑαυτοῦ πατέρα, οὐ παρέδωκε τῇ λήθῃ τὸ ἁμάρτημα, ἀλλὰ καὶ προσέπεσε καὶ ἐξωμολογήσατο ἐν ἀληθείᾳ καὶ οὐκ ἐν ὑποκρίσει, εἰπών· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Ὁρᾷς οἵαν κατάνυξιν ἐκτήσατο, οἷον πόνον, οἵαν ταπείνωσιν; Καὶ ἡμεῖς οὖν, ἀγαπητέ, νήψωμεν τοῦ λοιποῦ, ὅπως καὶ τὸν ἐξ ἀμελείας κατασκαφέντα πύργον ἀνανεώσωμεν. Ὁ γὰρ τῆς ἑαυτοῦ ἀμελείας καταφρονῶν, πάντως οὐ φείσεται καὶ τῆς περὶ τοῦ ἑτέρου καταστροφῆς. Πρὸς ὃν ὁ Προφήτης λέγει· οὐαὶ τῷ ποτίζοντι τῷ πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν. ∆ουλεύσωμεν οὖν τῷ Κυρίῳ ἐν φόβῳ καὶ ταπεινοφροσύνῃ. Νοητῶς δὲ νόει τὰ λεγόμενά σοι. Μὴ πρὸς ὀλίγον ταπείνωσις καὶ σιωπή, καὶ μετ' ὀλί γον γογγυσμός, μηδὲ ἐν προφάσει παρεργίου τῆς συνάξεώς σου καταφρονήσῃς. Ὥσπερ ὑετὸς αὔξει σπόρον, οὕτως καὶ ἡ σύναξις πρὸς ἀρετὴν ψυχάς. Μὴ σήμερον εὐχαριστία ὑπὲρ τῶν παρατιθεμένων ἐπὶ τραπέζης, καὶ αὔριον κατὰ τοῦ ἕψοντος καὶ ἀρτοποιοῦντος διαγογγύζωμεν. Σαπροὶ οἱ ἄρτοι; Ἀλλὰ μνησθῶμεν τοῦ Προφήτου λέγοντος· ὅτι σποδόν, ὡσεὶ ἄρτον, ἔφαγον. Σαπρὸς ὁ οἶνος; Ἀλλὰ μνησθῶμεν ὅτι ὁ πάντων ἡμῶν ∆εσπότης καὶ Κύριος καὶ Σωτὴρ ὄξος μετὰ χολῆς ἐγεύσατο δι' ἡμᾶς. Μὴ οὖν σήμερον ἐγκράτειαν, καὶ αὔριον τοὺς προεστῶτας ἐκπειράσωμεν χάριν ἡδονῆς γαστρός· ἵνα μὴ ἀκούσωμεν· ὧν ὁ Θεὸς ἡ κοιλία καὶ ἡ δόξα. Μὴ σήμερον ἡσυχίαν καὶ μελέτην, καὶ αὔριον ἀπὸ κελλίου εἰς κελλίον, ἵνα μὴ λέγω ἀπὸ κώμης εἰς κώμην, καὶ ἐν πόλει διατρίβωμεν· μηδὲ ἐν προφάσει τοῦ παραβάλλειν γέρουσι τὴν ἀκηδίαν πληροφορήσωμεν. Ὅσον γὰρ ἥσυχός τις ᾖ, τοσοῦτο οἱ λογισμοὶ αὐτοῦ καθαρεύουσι, καὶ ὅσον τις ἑαυτὸν μακρύνῃ τῆς ἡσυχίας, τοσοῦτο παχύνει ἐν αὐτῷ καὶ ἡ διάνοια. Ἐγχειρίζῃ τέχνην, καὶ αὕτη ἐστὶν εὔχρηστος τῷ κοινοβίῳ; Μὴ ἐπαίρου δι' αὐτῆς. Εἰ γὰρ ἀνθρώπῳ εἰργάζου, καλῶς ἂν ἔλεγες. Εἰ δὲ Θεῷ, μὴ ἐπαίρου κατὰ τοῦ συνδούλου σου, ἀλλὰ κατάλιπε τῷ Θεῷ· αὐτὸς γὰρ δίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ∆ιὸ καὶ ταπεινώσωμεν τὰς ψυχὰς ἑαυτῶν ἔναντι Κυρίου, ἵνα ἡμᾶς ὑψώσῃ. Ὡς καθημέραν ἀρχὴν καταβαλλόμενοι, καταρτίσωμεν τῶν ἑαυτῶν λογισμῶν· οὕτω γὰρ καὶ εὐτονώτεροι ἐσόμεθα. Μὴ οὖν συναπαχθῶμεν ταῖς τῆς σαρκὸς ἡδοναῖς, μηδὲ τὸν ἐν ἀφοβίᾳ Θεοῦ διάξωμεν βίον· ἀλλὰ φύγωμεν ἐπιθυμίαν πᾶσαν νεωτερικήν, μήποτε αὕτη ἐπιθυμία ἄξῃ ἡμᾶς εἰς τὴν προτέραν ἀναστροφήν, καὶ τοῖς αὐτοῖς περιπέσωμεν κακοῖς, χεῖρον κατασκευάσαντες ἑαυτοῖς τὸ κρῖμα τῆς ὀργῆς, καὶ ἐκκοπῶμεν, παρομοιωθέντες τοῦ σεσηπότος μέλους καὶ ἐπὶ εὐεργεσίᾳ τῶν λοιπῶν τοῦ σώματος μελῶν ἀποτεμνομένου. Τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τι σοὶ γένηται. Αὐτὸς δὲ ὁ Κύριος δῴη ἡμῖν δεῖξαι ἐπιστροφήν, τοῦ ποιεῖν ἔργα ἄξια τῆς μετανοίας· ὅπως στολισάμενοι ἔνδυμα γάμου, ἀπαντήσωμεν αὐτῷ ἐν δόξῃ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ ἀφοβίας Θεοῦ καὶ ἀμελείας. Παραίνεσις κζʹ

[Επεξεργασία]

Ἀδελφός τις διηγήσατό μοι, λέγων· Θεῖον ἔσχον χρυσοχόον τὴν τέχνην· καὶ ἀποταξάμενος τὸν βίον ἐγένετο μοναχός. Καὶ περὶ τὸ γῆρας αὐτοῦ, ἔρχεται πρὸς αὐτὸν κοσμικός τις, Ἀλεξανδρεὺς τῷ γένει, καμιδᾶς τὴν τέχνην, θέλων γενέσθαι μοναχός. ∆έχεται οὖν αὐτὸν ὁ γέρων ἐν τῷ μοναστηρίῳ αὑτοῦ· καὶ μετά τινα χρόνον ἐποίησε λαβεῖν ὁ γέρων τὸν ἀδελφὸν τὸ ἅγιον σχῆμα· καὶ οὐκέτι ὑπήκοος γέγονε τῷ γέροντι. Ἐδεδώκει δὲ αὐτῷ ὁ γέρων δύο κέλλας ἐν τῷ μοναστηρίῳ αὑτοῦ. Ἐμαίνετο δὲ ὁ ἀδελφὸς εἰς τὸ ἔργον αὑτοῦ, νυκτὸς καὶ ἡμέρας, ἀπαλλάσσων τὰ καμίδια· προεχώρουν γὰρ ἐν τῷ τόπῳ· ὥστε μηδενὸς ἑτέρου φροντίζειν αὐτόν, μήτε εὐχῆς, μήτε συνάξεως, πλὴν τοῦ ἔργου, ὑπὸ τῆς φιλαργυρίας κατεχόμενος. Ὁ οὖν εὐσεβὴς γέρων προέτρεπε τὸν ἀδελφόν, λέγων· ἀδελφὲ Παλλάδιε, δεῦρο, ποιήσωμεν τὸν κῆπον. Ὁ δὲ πρὸς αὐτόν· ὕπαγε, καὶ ἔρχομαι· καὶ οὐκ ἐπορεύετο, ἀλλ' ἠμέλει. Πάλιν ἔλεγεν αὐτῷ ὁ γέρων· ἀδελφὲ Παλλάδιε, δεῦρο, βάλωμεν τὴν σύναξιν. Ὁ δὲ πάλιν ἀπεκρίνατο· ὕπαγε, καὶ ἔρχομαι· καὶ οὐκ ἀπῄει, ἀλλὰ κατεφρόνει. Εἶχε δὲ μεθ' ἑαυτοῦ ὁ γέρων τρεῖς ἀδελφούς· τοὺς μὲν δύο τυφλούς, ὁ δὲ ἕτερος ἀφελὴς ὑπῆρχεν. Ὅταν οὖν ἐποίει ὁ γέρων μικρὸν ἕψημα, φέρων ἑαυτῷ ὁ Παλλάδιος ἄρτον, ἤσθιε σὺν αὐτοῖς, καὶ οὕτως πάλιν ἐπορεύετο εἰς τὸ ἔργον αὑτοῦ. Ὁ οὖν ἅγιος γέρων παρεκάλει τὸν ἀδελφόν, νουθετῶν μὴ καταφρονεῖν τῆς ἑαυτοῦ σωτηρίας. Ὁ δὲ οὐκ ἐπείθετο τῇ ἀγαθῇ νουθεσίᾳ τοῦ ἁγίου γέροντος, ἀλλὰ καταλιπὼν αὐτὸν ἐξῆλθεν οἰκῆσαι καταμόνας, ἐν ἀφοβίᾳ Θεοῦ τυγχάνων. Οὕτω δὲ ἀμελοῦντος τῆς ἑαυτοῦ ζωῆς, καὶ μηδὲ ἐν ὑποταγῇ ἀνεχόμενος εἶναι, μηδὲ καταμόνας οἰκῶν φροντίζειν τῆς ἑαυτοῦ σωτηρίας, ἀλλ' εἰς τέλος μακρύνας αὑτοῦ τὴν διάνοιαν τῆς τοῦ Θεοῦ βοηθείας καὶ τῆς προσδοκίας τῶν Ἁγίων, ἔσχατον κατακυριευθεὶς ὑπὸ δαίμονος τὴν φρένα ἀπώλεσε· μὴ δυνηθεὶς ἔτι χεῖρα ἐπενεγκεῖν εἰς τὸ στόμα, ἀλλ' ὑφ' ἑτέρων ψωμίζεσθαι, ὡς τὰ νήπια· οὐδὲ ἄνθρωπον ἔτι ἐπεγίνωσκε· καὶ ῥὶς αὐτοῦ καὶ τὰ σίελα κατέρρεον ἐπὶ τοῦ πώγωνος. Ὡς δὲ ἔμαθον αἱ τούτου ἀδελφαὶ τὸ συμβὰν αὐτῷ, προσέλαβον αὐτὸν πρὸς ἑαυτάς· ἦσαν γὰρ παρθενεύουσαι· καὶ τοῦτον λαβοῦσαι ἐπέκλεισαν ἐν τῇ συνάξει τοῦ μοναστηρίου, καὶ ἦν σύρων ἑαυτὸν ἐπὶ τὸ καθισμάτιον ἑαυτοῦ ἐν ὅλῃ τῇ συνάξει. Καὶ ἐν τῷ ἐλθεῖν τὸν πρεσβύτερον συνάξαι αὐτάς, παρεκάλουν αὐτὸν ποιῆσαι εὐχὴν ὑπὲρ αὐτοῦ, ὅπως ποιήσῃ μετ' αὐτοῦ ὁ Κύριος ἔλεος. Καὶ μείνας ἐν αὐτῇ τῇ παιδείᾳ χρόνον, ἐν τούτοις τελειοῦται. Ἰδού, τί παρασκευάζει ἡ ἀφοβία! Ἰδού, τί προξενεῖ ἡ ἀνυποταγὴ καὶ ἡ ἀμέλεια! Ἰδού, ποῦ κατήντησε τὸ τέλος τῆς παρακοῆς! Μὴ οὖν καταφρονήσωμεν τὸν φόβον τοῦ Κυρίου, ἀλλὰ ταπεινωθῶμεν ὑπὸ τὴν κραταιὰν χεῖρα αὐτοῦ, δουλεύοντες ἀλλήλοις ἐν φόβῳ Θεοῦ· καὶ αὐτὸς ἔσται ἡμῶν τεῖχος καὶ σκεπαστὴς ἀπὸ προσώπου ἐχθροῦ καθὼς γέγραπται· παρεμβαλεῖ Ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται. Παραίνεσις κηʹ

[Επεξεργασία]

Γέγραπται γάρ· τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ' αὐτοῦ. Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο! Ἄκουε παραβολὴν περὶ τούτου. Οἰκοδεσπότης ἦν ἐν χώρᾳ τινὶ καὶ εἶχε δύο δούλους καὶ τρία ζεύγη βοῶν· καὶ ἔδωκε τῷ μὲν δύο ζεύγη βοῶν, τῷ δὲ τὸ ἕν· καὶ εἶπε πρὸς αὐτούς· πορευθέντες ἐργάσασθε, ἕως ἔλθω πρὸς ὑμᾶς. Καὶ πορευθεὶς ὁ τὰ δύο ζεύγη εἰληφώς, εἰργάσατο ἐν τοῖς βουσί, καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα, καὶ τοὺς βόας ἔθρεψε θαυμαστῶς. Ὁ δὲ τὸ ἓν λαβὼν πορευθεὶς ἔδησε τοὺς βόας ἐν τῇ φάτνῃ, μηδενὶ παντελῶς παραβαλὼν αὐτούς· καὶ ἀνακλίνας ἑαυτὸν ἐκοιμήθη. Εἶτα ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων θεάσασθαι αὐτῶν τὰ ἔργα· καὶ ἰδὼν τὴν ἐργασίαν καὶ τὰ κέρδη τοῦ τὰ δύο ζεύγη εἰληφότος, εὐλόγησεν αὐτόν. Μετὰ ταῦτα παραγίνεται καὶ πρὸς τὸν ἕτερον δοῦλον, καὶ εὑρίσκει αὐτὸν καθεύδοντα, τοὺς δὲ βόας δεδεμένους ἐν τῇ φάτνῃ καὶ ἐκλείποντας τῷ λιμῷ καὶ τῇ δίψῃ. Καὶ θεασάμενος ὁ κύριος αὐτοῦ μηδὲν τὸν δοῦλον ἐργασάμενον, ἀλλὰ καὶ τοὺς βόας ἐκλείποντας, εἶπεν ἐν ἑαυτῷ· ἐὰν ἀφήσω τοὺς βόας μου τῷ ὀκνηρῷ δούλῳ τούτῳ, ἀπολέσει αὐτούς· ἀφελῶ οὖν τοὺς βόας μου ἀπ' αὐτοῦ καὶ δώσω τῷ ἐργασαμένῳ καλῶς καὶ ἐπιμελοῦντι τὸ ἔργον αὐτοῦ. Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ' αὐτοῦ. Καὶ πάλιν ὁ Κύριος· Ἐγὼ μέν, ἀγαθὸς ὤν, ἐκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ, ἵνα ἐργασάμενος τὸ ἀγαθὸν κτήσῃ τὴν ζωὴν τὴν αἰώνιον· αὐτὸς δὲ ἐξουδένωσέ με· καὶ αὐτὸς ἀτιμασθήσεται. Καὶ ἄνθρωπος ἐν τιμῇ ὤν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Καί, οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ. Καὶ διατί ἄρα; Οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι, διότι ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ, παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε. Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο! ∆ιό, ἀδελφοί, σπουδάσωμεν εὐαρεστῆσαι ἐνώπιον αὐτοῦ σὺν πᾶσι τοῖς ἁγίοις αὐτοῦ. Ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παραίνεσις κθʹ

[Επεξεργασία]

Ἀδελφοί, ἐάν τις τῶν εὐλαβεστέρων ἀδελφῶν ἑστὼς ἐν τῇ συνάξει ἢ περιπατῶν, σκοτώσεως αὐτῷ γενομένης, ἄφνω πέσῃ χαμαί, οὐ δεῖ θαυμάζειν ἐπὶ τοῦτο, οὐδὲ καταπλαγῆναι· δεῖ δὲ μᾶλλον τὸν Θεὸν ἱκετεύειν ἐξ ὅλης διανοίας, ὅπως σκεπάσῃ ἡμᾶς κατὰ πάντα. Ἐὰν γὰρ δουλεύσωμεν αὐτῷ ἐν ἀληθινῇ καρδίᾳ, οὐ μὴ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ δύναμιν, ἀλλὰ καὶ πειρασθέντας ῥύσεται. Οὕτως γὰρ γέγραπται ἐν τῷ ψαλμῷ· τὸν Ὕψι στον ἔθου καταφυγήν σου· οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου· ὅτι τοῖς Ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ εἰσακούσομαι αὐτοῦ· μετ' αὐτοῦ εἰμὶ ἐν θλίψει· ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Καὶ πάλιν· οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. Καὶ πάλιν· νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ἡ μὲν οὖν σκότωσις γίνεται ἐξ ἀναζέσεως δριμυτάτης χολῆς καὶ τοῦ χυμοῦ πλεονάσαντος· τισὶ δὲ καὶ ἐκ τῆς τοῦ σώματος ἀσθενείας καὶ ἀτο νίας. Ἔστι δ' ὅτε καὶ ὁ ∆ιάβολος συσκευάζει τι τῶν ὁμοίων, ὅταν μὴ ἰσχύσῃ ἢ πράξει ἢ λόγῳ ἡττῆσαι τὸν ἀδελφόν, ἵνα κἂν διὰ ταύτης τῆς μηχανῆς καταισχύνας αὐτόν, ἀπελάσῃ τοῦ σταδίου. Ἀλλ' ὁ Κύριος οὐκ ἐάσει αὐτὸν πειρασθῆναι ὑπὲρ δύναμιν, ἀλλὰ συντόμως στηρίξει αὐτοῦ τὴν καρδίαν. Ἀλλά γε καὶ τοῦτο οὐχ ἁπλῶς, οὐδ' ὡς ἔτυχεν, ἐπιφέρεται τῷ ἀδελφῷ· ἀλλ' ὅταν ῥεμβασμοὺς μήνιδος ὑπομένουσιν αὐτοῦ οἱ λογισμοί. Ἕτερος δὲ εἰς χεῖρας παραδίδοται τοῦ Ἐχθροῦ κατὰ Θεοῦ συγχώρησιν, ἐξ ἐπάρσεως· ὅταν ἐμπιστεύσῃ ἑαυτὸν τοῖς ἀπατηλοῖς λογισμοῖς τοῦ Ἐχθροῦ· καί φησιν· ἰδοὺ γέγονας δόκιμος παρὰ πάντας ἀνθρώπους καὶ οὐκ ἔστιν ὅμοιός σοι τῶν ἐπὶ γῆς, καὶ ἕτερα τούτων ὑψηλότερα, μᾶλλον δὲ χαλεπώτερα. Ἅμα δὲ καὶ ἐπιγράφων ἑαυτῷ τὰ κατορθώματα, καὶ οὐχὶ τῷ Θεῷ προσφέρων τὴν τιμὴν ὡς ὑπ' αὐτοῦ βοηθηθείς. Οὕτως οὖν παραδίδοται εἰς χεῖρας τοῦ πειράζοντος, ἵνα παιδευόμενος ἐπιγνῷ τὴν ἀσθένειαν αὑτοῦ, καὶ μὴ ἐπιλανθάνηται τὴν βοήθειαν τοῦ εἰπόντος· ὅταν πάντα ποιήσητε, λέ γετε, ἀχρεῖοι δοῦλοί ἐσμεν. Ὁ γὰρ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται. Ἀδύνατον γάρ ἐστι τοὺς φοβουμένους τὸν Κύριον ἐν ἀληθείᾳ κατακυριευθῆναι ὑπὸ τοῦ ∆ιαβόλου. Ὁ μὲν οὖν ∆ιάβολος ἐπιχειρεῖ τοῦ σαλεύειν, ἀλλ' ἐκριζῶσαι οὐκ ἰσχύει. Καθάπερ ἐγένετο καὶ ἐπὶ τοῦ Ἰώβ· παρεδόθη μὲν εἰς χεῖρας τοῦ πειράζοντος, ἀλλ' οὐκ ἐτόλμησεν αὐτοῦ ἐφάψασθαι διὰ τῆς τοῦ Θεοῦ ἐπιτροπῆς, καίπερ λαβὼν ἐξουσίαν παρὰ τοῦ Θεοῦ χρήσασθαι αὐτῷ, καθὼς ἂν βουληθῇ, δίχα τῆς ψυχῆς τοῦ δικαίου· ἐνίκησε γὰρ ὁ δίκαιος τὸν Ἀντίπαλον μόνῳ τῷ πόθῳ, ᾧ εἶχε πρὸς τὸν Θεὸν ἐν ἀληθείᾳ. Ἐδόθη δὲ καὶ τῷ Ἀποστόλῳ σκόλοψ, ἄγγελος Σατᾶν. Ἀλλ' ὑπερενίκησε διὰ τοῦ ἀγαπήσαντος αὐτὸν Κυρίου Ἰησοῦ Χριστοῦ, ὃν εἶχεν ἐν τῇ ψυχῇ ἐν τελείᾳ ἀγάπῃ. Οὐδὲ γὰρ τὸ ἀσθενῆσαι ἔτι κατὰ σάρκα ἥττημα, ἀλλὰ τὸ ἐν πειρασμοῖς εὑρεθῆναι ἀδόκιμον. Ὁρῶμεν γὰρ ὅτι οὐδὲ κατὰ χοίρων ἔχει τὴν ἐξουσίαν ὁ Ἐχθρός, δίχα τῆς τοῦ Θεοῦ συγχωρήσεως. Ἐγὼ ἐθεασάμην ἄλλον ἐπὶ στύλου ἑστῶ τα ἕνεκεν ἀρετῆς. Ἆράγε εἰ εἶχεν ἐξουσίαν ἑλεῖν οὓς ἐβούλετο, οὐ παραυτίκα κατέσπα αὐτὸν σὺν τῷ κίονι; Ὅθεν γνῶμεν, ὅτι τέθλασται αὐτοῦ ἡ ἰσχὺς διὰ τῆς δυνάμεως τοῦ τιμίου σταυροῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μὴ οὖν φοβοῦ, δοῦλε Χριστοῦ, μηδὲ ταρασσέτωσάν σε οἱ λογισμοί σου, μηδὲ ἀποστῇς τοῦ τόπου, ἔνθα προκόπτεις ἐν Κυρίῳ. Πιστεύομεν γὰρ τῷ εἰρηκότι· ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. Καί, Ἰδού, δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει. Βέλη γὰρ νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν· καὶ ἐξησθένησαν ἐπ' αὐτοὺς αἱ γλῶσσαι αὐτῶν. Ὅταν οὖν περιπέσῃς ἐν ποικίλαις θλίψεσι, μὴ ῥᾳθύμει, τοῦ Προφήτου λέγοντος· Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου. Καί, πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ὅθεν καὶ ἐν ἑτέρῳ λέγει· ἐμβλέψατε εἰς τὰς ἀρχαίας γενεάς, καὶ ἴδετε, τίς ἐπίστευσε τῷ Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγ κατελείφθη; Ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; ∆ιότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως. Ὁ οὖν φόβος τοῦ Θεοῦ πύργος ἐστὶν ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ. Μὴ οὖν καθέλῃς τὸν πύργον, καὶ οὐ μὴ ἁλῴης. Ἀλλὰ πρόσεχε τῷ Φιλανθρώπῳ, σὺν τῷ Προφήτῃ βοῶν πρὸς τὴν ἀγαθότητα αὐτοῦ· ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. Κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με· γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. Ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σύ, καὶ ἕνεκα τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με. Ἐξάξεις με ἐκ παγίδος ταύτης ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε. Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας. Ὅπως καὶ αὐτὸς εἴπῃ πρὸς ἡμᾶς τὸ γεγραμμένον οὕτως· ἐγὼ ἔσομαι μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλίπω σε, οὐδὲ ὑπερόψομαί σε. Ἴσχυε καὶ ἀνδρίζου. Καὶ πάλιν λέγει· μὴ φοβη θῇς ἀπὸ προσώπου αὐτῶν, μηδὲ δειλιάσῃς ἐνώπιον αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι, λέγει Κύριος, τοῦ ἐξαιρεῖσθαί σε. Εὐχαριστῶν οὖν τῇ φιλανθρωπίᾳ αὐτοῦ, πρόσπιπτε αὐτῷ λέγων· ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ τῆς ταπεινοφροσύνης. Παραίνεσις λʹ

[Επεξεργασία]

Ἀγαπητέ ἀδελφέ, ἐὰν τύχῃς προκοπῆς, ὥστε σε στῆναι ἐν τῷ ἄνω βαθμῷ, μὴ ἐπιλανθάνου τῆς ταπεινοφροσύνης· ἵνα ἐάν ποτε συμβῇ σοι καταβῆναι τοῦ βαθμοῦ, εὕρῃς τὴν ὁδὸν καὶ οὐ μὴ πέσῃς πτῶμα ἐξαίσιον. Τοῦτο γὰρ συμβαίνει τισὶν ἐκ τῆς ἰδίας ἀγνωμοσύνης, ἐν τῷ μὴ συνιέναι τὸν δωρησάμενον αὐτοῖς τὴν χάριν. Εἰ γὰρ ἐπέγνωσαν τὸν εὐεργέτην, οὐκ ἂν παρήκουσαν τῶν προσταγμάτων αὐτοῦ. Καὶ εἰ μὴ παρήκουσαν, οὐκ ἂν πα ρέπεσον. Καθὼς γέγραπται· ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. ∆ιὸ καὶ ἐν τῷ ψαλμῷ λέγει· εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. Καὶ πάλιν λέγει· Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. ∆ιὸ καὶ διὰ τοῦ Ἀποστόλου παραγγέλλει, λέγων· μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Καὶ ἐν ἑτέρῳ λέγει· μὴ ὑψώσῃς σεαυτόν, ἵνα μὴ πέσῃς, καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν· καὶ ἀποκαλύψει Κύριος τὰ κρυπτά σου, καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε· ὅτι οὐ προσῆλθες φόβῳ Κυρίου· καὶ ἡ καρδία σου πλήρης δόλου. ∆ιό, ἀδελφοί, σπουδάσωμεν ταπεινῶσαι τὰς ἑαυτῶν ψυχὰς ἐναντίον Κυρίου, ὅπως ὑψώσῃ ἡμᾶς ἐν καιρῷ ἐπισκοπῆς. Αὐτὸς γάρ ἐστιν ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα. Ὅστις γὰρ οὐ βούλεται ἑαυτὸν ταπεινῶσαι δι' εὐσέβειαν ἑκουσίως, ἀκουσίως ταπεινοῦται. ∆ιότι καὶ ἐν τῷ δικαίῳ Ἰὼβ γέγραπται· παρ' αὐτῷ κράτος καὶ ἰσχύς· αὐτῷ ἐπιστήμη καὶ σύνεσις. ∆ιάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησε. Καθιστάνων βασιλεῖς ἐπὶ θρόνων, καὶ περιέζωσε ζώνην ὀσφύας αὐτῶν. Ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς κατέστρεψε. ∆ιαλλάσσων χείλη πιστῶν, σύνεσιν δὲ πρεσβυτέρων ἔγνω. Ἐκχέων ἀτιμίαν ἐπ' ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο. Ἀγαπήσωμεν οὖν τὴν ταπεινοφροσύνην, ἀγαπητοί· ὅτι αὐτὸς εἴρηκεν· ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι. Ναί, εὐλογημένε· ναί, δεδοξασμένε· ναί, ἐλεῆμον· ναί, φιλάνθρωπε, ἀγαθέ· σφόδρα ὁ ζυγός σου χρηστὸς καὶ τὸ φορτίον σου ἐλαφρόν ἐστιν ἐπὶ πᾶσι τοῖς προσερχομένοις δου λεύειν σοι ἐν ἀληθινῇ καρδίᾳ. Ὅτι σοὶ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὅτι δεῖ τὸν Χριστιανὸν μακρόθυμον καὶ ἀμνησίκακον εἶναι. Παραίνεσις λαʹ

[Επεξεργασία]

Ἐὰν συμβῇ πικρία, οὐ κάκιστον μὲν τὸ συμβῆναι· χαλεπὸν δὲ καὶ δεινὸν τὸ ἐμμένειν τῇ πικρίᾳ. Ἀδελφέ, ἐὰν ἀπόντος σου συμβῇ σοι λοιδορηθῆναι ὑπό τινος, καὶ ἐλθὼν ἕτερος ἀπαγγείλῃ σοι, ὅτι ὁ δεῖνα ἀδελφὸς ἐλοιδόρησέ σε, σὺ ὡς σοφὸς ἐπίγνωθι, τίνος ἡ ὑποβολή, καὶ μὴ πικρανθῇς κατὰ τοῦ ἀδελφοῦ σου. Εἰπὲ δὲ καὶ τῷ μηνύσαντι οὕτως· εἰ καὶ ὕβρισέ με, ἀλλὰ ἀδελφός μου τυγχάνει, καὶ γὰρ ἄξιός εἰμι ὕβρεως. Πλὴν οὐκ ἀφ' αὑτοῦ με ὕβρισεν, ἀλλὰ τοῦτο ὁ Ἐχθρὸς παρεσκεύασεν, ὅπως ἔχθραν βάλῃ μεταξὺ ἡμῶν. Ὁ δὲ Κύριος κα ταργήσει τὸν Πονηρόν, τὸν δὲ ἀδελφὸν ἐλεήσει καὶ ἡμᾶς μὴ ἐγκαταλίπῃ. Ἐὰν πάλιν καὶ εἰς πρόσωπον ὑβρισθῇς, μὴ χαλεπαίνου ἐπὶ τοῦτο, μηδὲ ταχέως κινοῦ τῇ διανοίᾳ. Ἐὰν δὲ περὶ κακοῦ συμβῇ ὑβρισθῆναι, μὴ γενώμεθα σκληροκάρδιοι, ἀλλὰ μᾶλλον διορθώσωμεν τὸ πταῖσμα. Εἰ δὲ καθ' ὑποβολὴν τοῦ Ἐχθροῦ συμβῇ τοῦτο, σὺ ὡς ἐπιστάμενος τὸ ἔργον μὴ χαλεπαίνου κατὰ τοῦ ἀδελφοῦ σου. Ἐὰν γὰρ ὑβρισθεὶς ἀνθυβρίσῃς, δισσῶς ἑαυτὸν ὕβρισας· πρῶτον μέν, ὅτι ὑβρισθεὶς οὐκ ἤνεγκας μακροθύμως· δεύτερον δέ, ὅτι ἀναιδῶς χρησάμενος ἀντελοιδόρησας. Ὅταν οὖν συμβῇ σοι λοιδορηθῆναι ὑπό τινος, μὴ θερμαίνου εἰς ὀργήν, ἀλλ' εὐθέως μειδιάσας τὰ χείλη ἐν σεμνῷ γέλωτι ἐν σεαυτῷ, μετάβαλε τὸν θυμόν σου εἰς εἰρήνην. Ἀλλ' ἔστι καὶ γέλως ἀνάπτων θυμὸν τοῦ ἑτέρου· ἄφρων γάρ, φησίν, ἐν γέλωτι πράσσει κακά. Οὐ περὶ ἐκείνου δέ φημι, ἀδελφοί· ἀλλ' ἵνα, ὡς καλὸς καὶ δόκιμος ἰατρός, συγκεράσῃς τὸ φάρμακον τῆς ἀγάπης ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης· πῦρ γὰρ πῦρ οὐ σβέννυσιν· ὅτι οὐ δεῖ γελᾶν, ἀλλὰ διὰ τῆς ἀγάπης καὶ σεμνότητος καὶ τῆς μακροθυμίας κατάξῃς θυμικοῦ δαίμονος τὴν ὀργήν. Γέ γραπται γάρ· ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται. Καὶ ἐν ἑτέρῳ λέγει· ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ. Εἰ δὲ καὶ ὁ ἀδελφός σου οὐκ οἰκοδομεῖται ἐν τῷ σὲ μειδιᾶν, τοῦ μὴ κατακυριευθῆναι ὑπὸ τοῦ θυμοῦ, παντοίῳ τρόπῳ σπουδάσωμεν θεραπεῦσαι τὸν ἀδελφόν. Τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ εἰπόντος· ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ἔχει τι ὁ ἀδελφός σου κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Καὶ διὰ τοῦ Ἀποστόλου παραγγέλλει, λέγων· εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ μὴ διδάξῃ σε ὁ Πονηρὸς λέγειν· οὐ λυποῦμαι ὑβρισθῆναι, ἀλλ' ὅτι ὕβρισέ με παρουσίᾳ τῶν ἀδελφῶν. Τοῦτό σε ταράσσει, δοῦλε Κυρίου; Ποῦ οὖν ἀπέλιπες τὸ ὅπλον σου, στρατιῶτα Χριστοῦ; Φημὶ δὲ περὶ τοῦ σταυροῦ· σταυρὸς δέ ἐστι ταπείνωσις· καθὼς γέγραπται· ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Θέλεις, ὑποδείξω σοι, ἀδελφέ, ὅτι ὀφείλομεν εὐχαρίστως ὑπομεῖναι πᾶν, ὃ ἐὰν ἐπαχθῇ ἡμῖν ὑπὲρ Χριστοῦ; Χριστός ἐστιν ἡ ζωὴ ἡμῶν, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. Ὁ οὖν πάσχων ὑπὲρ Χριστοῦ, ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας καὶ ζωῆς πάσχει. ∆είξω σοι δὲ ἐκ τῶν ὁμοιοπαθῶν ἡμῖν ἀνθρώπων, ὅτι διὰ τῆς ταπεινοφροσύνης Θεῷ εὐηρέστησαν. Ἄγω δέ σοι πρῶτον ἐκ τῶν κατὰ σάρκα περιπατούντων ὑπόδειγμα· ἔπειτα διελευσόμεθα ἐπὶ τῶν πνευματικῶν. Ὑβρίσθης; Ἀναλόγισαι τοὺς πύκτας. Ἐάσωμεν δὲ τοὺς κατὰ σάρκα περιπατοῦντας καὶ ἔλθωμεν ἐπὶ τῶν πνευματικῶν. Ὅτε ἀπεδίδρασκε ∆αβὶδ ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, οὐχὶ ἐξελθὼν Σεμεῒ ἐλοιδόρει τὸν βασιλέα ∆αβὶδ ἐνώπιον πάντων τῶν συμπορευομένων αὐτῷ; Μὴ καταμόνας ἐλοιδόρει τῷ βασιλεῖ, ἵνα εἴπῃ τις ὅτι ἕνεκα τούτου ἤνεγκε τὴν ὕβριν μακροθύμως; Ἀλλ' οὐ μόνον ἐλοιδόρει, ἀλλὰ καὶ ἐκατήρατο καὶ ἐλίθαζε τὸν βασιλέα· ὥστε καὶ λέγειν τινὰ τῶν γνησίων φίλων τῷ βασιλεῖ· ἱνατί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; ∆ιαβήσο μαι, καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲ βασιλεὺς εἶπε πρὸς αὐτόν· τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας; Ἄφετε αὐτὸν οὕτως καταρᾶσθαί με, ὅτι Κύριος εἶπεν αὐτῷ καταράσασθαι τὸν ∆αβίδ· καὶ τίς ἐρεῖ αὐτῷ· τί ὅτι ἐποίησας οὕτως; Καὶ πάλιν εἶπεν· εἴπως ἴδοι Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀντιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ. Ὁρᾷς, ἀγαπητέ, ὅτι ἐν ταπεινοφροσύνῃ ἐδούλευσαν οἱ δίκαιοι τῷ Κυρίῳ; Καὶ εἰ βασιλεὺς καὶ προφήτης ὑπάρχων τοσαύτην ἐνεδείξατο σπουδὴν καὶ ταπεινοφροσύνην, ποταποὺς δεῖ ὑπάρχειν τοὺς πτωχοὺς καὶ ἁμαρτωλούς; Ἀναλόγισαι ἅμα καὶ αὐτοῦ τοῦ ∆αβὶδ πρὸς Σαοὺλ ἀμνησικακίαν. Καὶ ἡμεῖς οὖν, ἀδελφοί, μακροθυμήσωμεν, ἀλλήλων τὰ βάρη βαστάζοντες. Τίς γάρ ἐστι στρατιώτης, ὁ θεωρήσας τὸν συστρατιώτην αὑτοῦ συλληφθέντα ὑπὸ τῶν ὑπεναντίων, καὶ οὐχὶ ἀγωνίζεται καὶ πολεμεῖ τοὺς ὑπεναντίους, ἐξελέσθαι τὸν συστρατιώτην αὑτοῦ ἐκ χειρὸς τῶν αἰχμαλωτευσάντων αὐτόν; Ὅταν δὲ μὴ δυνηθῇ ἐξελέσθαι αὐτόν, τότε κλαίει καὶ κόπτεται μιμνῃσκόμε νος τοῦ ἑταίρου. Οὐ πολλῷ μᾶλλον ὀφειλέται ἐσμὲν ἡμεῖς ὑπὲρ ἀλλήλων θεῖναι τὰς ἑαυτῶν ψυχάς; Τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· μείζων ταύτης οὐκ ἔστιν ἀγάπη, ἵνα τις θῇ τὴν ψυχὴν ὑπὲρ τῶν φίλων αὑτοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ παθῶν. Παραίνεσις λβʹ

[Επεξεργασία]

Ἀνὴρ ἐν ἀμελείᾳ διάγων τὰς ἡμέρας αὑτοῦ, ἑαυτὸν ἀπατᾷ, παντελῶς μὴ ἐνθυμούμενος περὶ τῶν ἀγαθῶν, ὧν ἡτοίμασεν ὁ Κύριος τοῖς δικαίοις, μηδὲ τῆς κολάσεως τῆς ἡτοιμασμένης τοῖς ἁμαρτωλοῖς, ἀλλ' ἀφόβως ἑαυτὸν ποιμαίνων. Ἐν τῷ τοιούτῳ κατεργάζεται ὁ Πονηρὸς πᾶσαν ἐπιθυμίαν σαρκικήν· καὶ οὐ δύναται νοῆσαι ὁ τοιοῦτος, ὃν τρόπον οὐδὲ πύλη πόλεως τοὺς εἰσπορευομένους καὶ ἐκπορευομένους δι' αὐτῆς· ἡ γὰρ ἐπιθυμία εἰσελθοῦσα εἰς τὴν διάνοιαν αὐτοῦ, κατεκάλυψεν αὐτοῦ τοὺς ὀφθαλμούς. Τοῖς δὲ ἀγωνισταῖς διαφόρως πολεμεῖ ὁ Ἐχθρός. Καὶ πρὸ μὲν τοῦ συντελεσθῆναι τὴν ἀνομίαν, σμικρύνει αὐτὴν ὁ Ἐχθρὸς ἐν ὀφθαλμοῖς αὐτῶν σφόδρα· μάλιστα δὲ τὴν ἐπιθυμίαν τῆς ἡδονῆς, τοσοῦτο σμικρύνει αὐτήν, ὃν τρόπον ἐκχύση τις ποτήριον ψυχροῦ εἰς τὸ ἔδαφος. Τὸν αὐτὸν τρόπον σμικρύνει ὁ Πονηρὸς τὴν ἁμαρτίαν ἐν ὀφθαλμοῖς τοῦ ἀδελφοῦ πρὸ τοῦ συντελεσθῆναι αὐτήν. Μετὰ δὲ τὸ συντελεσθῆναι αὐτήν, τοσοῦτο ὑψοῖ ὁ Πονηρὸς τὴν ἀνομίαν εἰς χεῖρας τοῦ ἐμπεσόντος ἐν αὐτῇ ἕως σφόδρα. Ἔτι ἐγείρων κατ' αὐτοῦ κύματα ἀπογνώσεως, πολλάκις δὲ καὶ διὰ παραβολῶν παρατάσσεται κατ' αὐτοῦ, τοιαῦτα ὑποβάλλων αὐτῷ, καί φησι· τί ἐποίησας, κενοκάματε; Νῦν γνωρίσω σοι τίνι ὡμοιώθη σου ἡ ἐργασία. Ὃν τρόπον τις φυτεύσας ἑαυτῷ ἀμπελῶνα καὶ φυλακίσας αὐτὸν καὶ φυλάξας αὐτόν, ἄχρις οὗ ἐποίησε καρπόν· καὶ τρυγήσας αὐτόν, ἐνέπλησε τοὺς πίθους οἴνου ἐκ τοῦ ἀμπελῶνος. Καὶ μετὰ ταῦτα ἐγερθεὶς ἄφνω καὶ λαβὼν πέλυκα, συνέτριψε τοὺς πίθους, καὶ ἐκχυθεὶς ὁ οἶνος ἀπώλετο. Τούτῳ ὡμοιώθη σου ἡ ἐργασία. Ταῦτα ὑποβάλλει ὁ Πονηρὸς τῷ ἀδελφῷ, βουλόμενος αὐτὸν χαλάσαι εἰς τὸν βόθυνον τῆς ἀπογνώσεως. Ταύτας οὖν προγινώσκων, ἀγαπητέ, τὰς μηχανὰς τοῦ Ἐχθροῦ, φεῦγε ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ καὶ προελήφθης ἐν παραπτώματί τινι, μὴ ἔμμενε ἐν τῷ παραπτώματι, ἀλλ' ἀνάστηθι καὶ ἐπιστρέφου πρὸς Κύριον τὸν Θεόν σου ἐν ὅλῃ καρδίᾳ σου, ὅπως σωθῇ ἡ ψυχή σου. Εἰπὲ δὲ πρὸς τὸν πονηρὸν λογισμόν· εἰ καὶ τοὺς πίθους συνέτριψα καὶ τὸν οἶνον ἀπώλεσα, ἀλλ' ὁ ἀμπελὼν περίεστι, καὶ ὁ ∆εσπότης μακρόθυμος καὶ πολυέλεος καὶ ἐλεήμων καὶ δίκαιος· καὶ ἐλπίζω, τῆς ἀγαθότητος αὐτοῦ συνεργούσης μοι, πάλιν φιλοκαλῆσαι καὶ διαφυλάξαι τὸν ἀμπελῶνα αὐτοῦ, καὶ ἐμπλῆσαι τοὺς πίθους αὐτοῦ, καθὼς πρότερον. Λέγει γὰρ διὰ τοῦ προφήτου Ἠσαΐου· ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· καὶ ἐὰν ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πῶς δεῖ παρακαλεῖν ὀλιγωροῦντας. Παραίνεσις λγʹ

[Επεξεργασία]

Ἀδελφὸς ἐζήτει τὸν ἑαυτοῦ ἀδελφόν, καὶ εὑρὼν εἶπεν αὐτῷ· ποῦ ἦς, ἀδελφέ; Ὁ δὲ ἀπεκρίθη, λέγων· ὁ δεῖνα, ὁ ἀδελφός, ἐθλίβετο, καὶ ἀπῆλθον παρακαλέσαι αὐτόν. Ἔφη αὐτῷ ὁ ἀδελφὸς αὐτοῦ· ἐὰν διὰ τὸν Κύριον ἀπῆλθες, μισθὸν ἔχεις. Εἰσὶ γάρ τινες, οἳ δοκοῦσι παρακαλεῖν καὶ συμπάσχειν, καὶ οὐ γινώσκουσιν ὅτι μᾶλλον θλίβουσι καὶ εἰς βλάβος ἀπέρχονται. Ὁ δὲ ἀδελφὸς ἔφη· καὶ ποταπὸς ἐκεῖνος, ὅστις οὕτως παρακαλεῖ τὸν ἀδελφὸν εἰς βλάβος; Ἔφη αὐτῷ ὁ ἀδελφὸς αὐτοῦ· ἐὰν ᾖ πνευματικὸς ὁ παρακαλῶν, οὐκ εἰς βλάβος πορεύεται, ἀλλὰ καὶ εἰς ὠφέλειαν μεγάλην. Ὁ δὲ τὸ σαρκικὸν ἔχων φρόνημα, οὗτος οὐκ ὠφελήσει. Ὁ ἀδελφὸς λέγει· ἤθελον γνῶναι ἀμφοτέρων τὰ ῥήματα, μήποτε θέλων ὠφελῆσαι τὸν ἀδελφόν μου, βλάψω αὐτόν. Ἔφη δὲ αὐτῷ ὁ ἀδελφὸς αὐτοῦ· παρὰ Κυρίου ζητήσωμεν οἰκτιρμοὺς οἱ ἀμφότεροι, ὅπως ἀποστείλῃ τὴν χάριν αὑτοῦ ἐν ταῖς καρδίαις ἡμῶν· δίχα γὰρ τῆς αὐτοῦ χάριτος ἄνθρωπος ἀδύνατός ἐστι πρὸς κατόρθωσιν ἀρετῶν. Ἄκουε τοιγαροῦν· ὁ σαρκικὸν φρόνημα ἔχων, πορευόμενος εἰς παράκλησιν ἀδελφῶν, τοιαῦτα προβάλλεται· τί ἔχεις, φησίν, ἀδελφέ μου; Ὁ δὲ πρὸς αὐτόν· τοῦ οἰκονόμου ἐζήτησα χρείαν καὶ οὐκ ἔδωκέ μοι· ἢ ἄλλον ἀδελφὸν προφέρει, ὡς ἀδίκως λυπήσαντα αὐτόν. Καὶ ταῦτα ἀκούσας ὁ δῆθεν πρὸς παράκλησιν πορευθεὶς ἀναφωνεῖ, λέγων· καὶ ὑπὲρ τίνος οὗτος ἀτιμάζει τινά; Κἀμοὶ γὰρ τῇ ἄλλῃ τὸ αὐτὸ πεποίηκε καὶ ἠτίμασέ με· καὶ τιμᾶται παρ' ἡμῶν, καὶ οὐ συνιεῖ, καὶ οὐ θέλει ἑαυτὸν βαστάσαι· ἀλλὰ νομίζουσιν οἱ ἡγούμενοι τῶν ὧδε, ὅτι μόνον ὧδε ἔνι σωθῆναι· εἰ ὧδε, οὐ δύναται σωθῆναι ἄνθρωπος. Ἀναχωρῶ κἀγὼ ἐντεῦθεν καὶ ἀπαλλάττομαι τῶν ἀνθρώπων τούτων. Καὶ μᾶλλον τὸν ἀδελφὸν ἐν τοῖς λόγοις τούτοις βλάπτει. Ἐὰν δὲ εὑρεθῶσι καὶ ἕτεροι τῷ αὐτῷ λογισμῷ δεδουλωμένοι, χεῖρον καταλύουσι τὸν λογισμὸν τοῦ ἀδελφοῦ. Πολλάκις δὲ συμβαίνει καὶ οἶνον μέσον ἐλθεῖν, καὶ ἕως οὗ μεθυσθῶσιν, οὐ παύονται πίνοντες καὶ λογομαχοῦντες πρὸς ἀλλήλους· συμβαίνει δὲ ὅτε καὶ χεῖρας ἐπιβάλλουσιν ἀλλήλοις. Οἱ μὲν καὶ ἐπὶ τῷ τόπῳ καθεύδουσιν ἐκ τῆς πολυποσίας. Ὁ ἀδελφὸς λέγει· ἤθελον γνῶναι τῶν πνευματικῶν τὰ ῥήματα, ὅπως ἐπιλέξωμαι ἐπ' αὐτῷ τὰ κάλλιστα. Ὁ δὲ ἀπεκρίθη· ὁ πνευματικός, ὅταν μέλλῃ πορευθῆναι εἰς παραίνεσιν ἀδελφοῦ, πρὸ πάντων, καὶ πρὸ τοῦ ἐξιέναι τοῦ κελλίου αὑτοῦ, ἵσταται εἰς εὐχήν· ὅπως ὁ Κύριος εὐοδώσῃ τὴν ὁδὸν αὐτοῦ. Καὶ ἐλθὼν πρὸς τὴν θύραν τοῦ ἀδελφοῦ, κρούσας βάλλει μετάνοιαν. Καὶ ἐπιτραπεὶς εἰσέρχεται καὶ ἵσταται εἰς προσευχήν. Μετὰ ταῦτα δὲ καθέζονται σιωπῶντες. Εἶτα λέγει ὁ κύριος τοῦ κελλίου πρὸς τὸν ἀδελφόν· καλῶς ἥκεις· ἦλθες γὰρ εὐλογῆσαι ἡμᾶς. Ἀποκρίνεται ὁ ἀδελφός· ἐγὼ εὐλογοῦμαι παρὰ τῆς εὐλαβείας σου. Παρακαλῶ σε οὖν, εὐλογημένε ὑπὸ Κυρίου, τί ἐστιν ὃ ἔχεις; Ὁ δὲ προφέρει τοὺς λογισμούς, ἤ τινα ἀδελφὸν λυπήσαντα αὐτόν. Ὁ οὖν ἀδελφὸς ἀκούσας ταῦτα, λέγει· Κύριε, βοήθει· ὁ Ἐχθρὸς γὰρ οὐ θέλει τινὰ ἡσυχάσαι. Πάλιν δὲ ὑπολαβὼν λέγει· ὅμως, ἀγαπητέ, ποῦ οὐκ ἔνι θλῖψις; Ποῦ οὐκ ἔνι κόπος; Οἱ κοσμικοὶ οὐ κοπιῶσιν; Οἱ ναυτικοὶ πελαγοδρομοῦντες οὐ κινδυνεύουσιν; Οἱ στρατιῶται ἐν τοῖς πολέμοις οὐ κινδυνεύουσιν; Καὶ πῶς ἡμεῖς ὀλιγωροῦμεν, ὡς μόνοι θλιβόμενοι; Οἱ κοσμικοὶ εἰς τὰ κοσμικὰ κοπιῶσιν, οἱ πνευματικοὶ εἰς ἔργα πνευματικὰ θλίβονται. Ἀλλ' ἡ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται, ἡ δὲ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς ζωὴν αἰώνιον. Καὶ ἡμεῖς οὖν θλιβόμενοι, μὴ ὀλιγωρήσωμεν. Γέγραπται γάρ· ἡ θλῖψις ὑμῶν εἰς χαρὰν γενήσεται. Καὶ σὺ τὰ αὐτὰ ὑπέμεινας, νυνὶ δὲ σαρκὶ ἐπιτελῇ. Ἀναλόγισαι ὅτι τῷ κόσμῳ ἀπετάξω καὶ τοῖς ἰδίοις θελήμασι, καὶ λόγου οὐκ ἀνέχῃ. Ὅτι τούτου χάριν βούλει καὶ τῆς μονῆς ἀποστῆναι. Οὕτως ὁ Ἐχθρὸς τὸν λογισμὸν ταπεινοφροσύνης ἀπεσύλησε! Καὶ τούτου χάριν τὰ πάθη σφοδρῶς ἡμῖν ἐπανίστανται! Μή μοι ὀργίζου τὰ τῆς ἀληθείας λέγοντι πρὸς σέ· πάσχων γὰρ ὑπὲρ σοῦ ταῦτα λαλῶ. Πόθεν γὰρ γέγονεν ἡ αἰτία; Πάντως ἢ διὰ βρῶμα ἢ διὰ πόμα ἢ διὰ τὸ μὴ ἀνέξασθαι λόγον. Τοσαῦτα ἐζημιώθης καὶ ἡγήσω σκύβαλα, ἵνα Χριστὸν κερδήσῃς, καὶ πάλιν τοῖς πάθεσι τοῖς παλαιοῖς ἀνέχῃ καταβυθίζεσθαι τὸν νοῦν; Ἐὰν γὰρ ἐγκράτειαν μὴ ἀγαπήσωμεν καὶ τὸ ἑαυτῶν θέλημα οὐ κόπτωμεν, οὐκ ἔστιν ἡμῖν παρρησία λέγειν· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Ἀναλόγισαι, ποταπὸς ἦς, ὅτε παρεγένου πρὸς τὴν θύραν τοῦ μοναστηρίου, ζέων τῷ πνεύματι εἰς τὸν φόβον τοῦ Κυρίου. Ἀλλ' ἴσως βούλει λέγειν, ὅτι οἱ ἄνθρωποι οὗτοι διέστρεψάν μου τὸν λογισμόν. Θέλεις, δείξω σοι, ἀγαπητέ, ὅτι τῆς ἐξ ἡμῶν ῥᾳθυμίας ἡ αἰτία γέγονεν; Ὁ Λὼτ ἐν Σοδόμοις κατῴκει, καὶ οὐ συναπώλετο αὐτοῖς. Ὁ δὲ Γιεζὶ τῷ προφήτῃ Ἐλισσαίῳ ἐλειτούργει, καὶ ἥμαρτεν. Ὁμοίως καὶ Σαμουὴλ τῷ Ἠλὶπαρέμενε, καὶ τοῖς τέκνοις αὐτοῦ συνανεστράφη· κἀκεῖνοι παρέπεσον, οὗτος δὲ ἐσώθη, ὅτι ἠγάπα τὸν Κύριον ἐν ἀληθείᾳ. Ἰούδας δὲ ὁ Ἰσκαριώτης, σὺν τοῖς μαθηταῖς, τῷ Κυρίῳ ἠκολούθει, καὶ παρέδωκε τὸν ∆ιδάσκαλον καὶ Κύριον τῆς δόξης εἰς χεῖρας ἀνόμων. Μὴ οὖν ἥξωμεν τῇ τοῦ Ἐχθροῦ βουλῇ τοῦ ὑποβάλλοντος δῆθεν εὐλόγους προφάσεις ἐπὶ καταστροφῇ τῶν ἡμετέρων ψυχῶν. Ἔχομεν γὰρ ὑποδείγματα ἐκ τῶν θείων Γραφῶν, τῷ ἑαυτῷ προσέχειν ἕκαστον, εἴτε δικαίοις συναναστρεφόμενον, εἴτε ἁμαρτωλοῖς. ∆ικαίοις δὲ συνοικοῦντες, δικαίως καὶ ὁσίως ζήσωμεν· εἰ δὲ καὶ ἁμαρτωλοῖς, σπουδάσωμεν, οὐχ ἵνα τὰ ἔργα ἐκείνων ζηλώσωμεν, ἀλλ' ἵνα ὑφ' ἡμῶν ἐκεῖνοι ἑλκυσθῶσιν εἰς ὁδὸν σωτηρίας, τῆς χάριτος συνεργούσης. Εἰ δὲ βούλει λέγειν, ὅτι ἀσθενής εἰμι καὶ ὀλίγωρος, ἀκούσωμεν τῶν θείων Γραφῶν καὶ ζηλώσωμεν τὴν πολιτείαν τῶν ἁγίων Πατέρων, ὅπως ἰαθῇ ἡμῶν ἡ ψυχή, καὶ μὴ μόνον ἐν τῷ ἀκούειν λάβωμεν κατάνυξιν, καὶ μετ' ὀλίγον τὰ χείρονα ποιήσωμεν. Ὁ γὰρ οὕτω λαμβάνων τὸν λόγον, οὐδέποτε καρποφορήσει· ῥίζαν γὰρ οὐκ ἔχουσιν ἐν ἑαυτοῖς. Πᾶν δὲ δένδρον μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. Ὡς ἀσθενεῖς, ἀκούσωμεν νουθεσίαν ἀνδρῶν φοβουμένων τὸν Κύριον, οἵτινες πρὸς ὑγείαν ὁδηγοῦσι τὴν ψυχήν· καὶ μὴ ὁμοιωθῶμεν ἐκείνοις, οἵτινες πρὸς τὸ ἴδιον θέλημα ἀκούειν βουλόμενοι μόνον· ἵνα μὴ ταλαιπωρήσωμεν, συγκολλώμενοι τῷ τῆς κακοφροσύνης λογισμῷ. Εἴρηκέ τις τῶν Ἁγίων· ἐὰν ἴδῃς νεώτερον τῷ ἰδίῳ θελήματι ἀναβαίνοντα εἰς οὐρανόν, κράτει αὐτόν· συμφέρει γὰρ αὐτῷ. Νόει δὲ τοῦτο καὶ περὶ παλαιοῦ μὲν τῷ χρόνῳ, νεωτέρου δὲ ταῖς φρεσί. Λέγει γὰρ ἐν ταῖς πα ροιμίαις ὁ Σοφός· ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν· ὁ δὲ σοφὸς δέξεται συμβουλίαν. Ἀκούσωμεν δὲ καὶ τοῦ λέγοντος· νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Εἰσὶ γάρ τινες οἰόμενοι σοφοὶ εἶναι, καὶ οὐκ ἀξιοῦσιν ὑποτάσσεσθαι τοῖς ὄντως σοφοῖς καὶ γνῶσιν Θεοῦ ἔχουσι. Τούτους ὁ Ἀπόστολος ματαιολόγους καὶ φρεναπάτας ἀποκαλεῖ, λέγων· εἰσὶ γὰρ πολλοὶ ματαιολόγοι, ἀνυπότακτοι καὶ φρεναπάται. Ἑτέρῳ δὲ ὑποβάλλει πολλάκις ὁ λογισμὸς καί φησι· πῶς; Νεώτερος εἶ· περὶ τὸ γῆράς σου μετανοῇς. Καὶ ἐὰν φθάσῃ γηρᾶσαι, προφέρει αὐτῷ ὁ λογισμὸς πάλιν· νῦν γεγήρακας καὶ ἀναπαύσεως δέῃ. Ὅθεν ἀναγκαῖον, ἀγαπητέ, μετὰ φόβου καὶ τρόμου δουλεύειν τῷ Κυρίῳ καθ' ἑκάστην ἡμέραν. Τίς γὰρ ἡμῖν εἴπῃ, ὅτι γηράσκωμεν; Καὶ ἐὰν γηράσωμεν, ὅτι εὑρίσκωμεν λογισμὸν ἀγαθόν, ἐάνπερ ἀπεντεῦθεν ἀμελήσωμεν τῆς ἑαυτῶν σωτηρίας; Ἀκού σωμεν τοῦ Κυρίου λέγοντος· γρηγορεῖτε καὶ προσεύχεσθε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν. Ἡμεῖς τῇ ἑαυτῶν ῥᾳθυμίᾳ βαρὺν λογιζόμεθα τὸν χρηστὸν ζυγὸν τοῦ Κυρίου. Πόσους δοκεῖς, ἀγαπητέ, ἐν τῷ κόσμῳ διαφόρως στενουμένους, τὰ ἑαυτῶν τέκνα ἐν ὑποθήκῃ θέμενα; Ἑτέρων δὲ τέκνα δυναστῶν ἐν αἰχμαλωσίᾳ περιπεσόντα καὶ εἰς δουλείαν πραθέντα, δουλεύουσιν οἰκτροτέροις αὐτῶν ἐν γῇ ἀλλοτρίᾳ; Ἄλλοι δὲ πτωχοί, ἐρριμμένοι ἐν ταῖς πλατείαις καὶ ῥύμαις τῆς πόλεως γυμνοί, τῷ ψύχει καὶ τῷ καύματι θλιβόμενοι; Καὶ ἡμῖν οὐ πολύ ἐστιν, ὅτι ἔχομεν τὴν σκέπην ταύτην, ἣν ὁ Κύριος ἡμῖν ἐχαρίσατο, καὶ τὴν ἀμεριμνίαν τῶν κοσμικῶν πραγμάτων; Ταῦτα μνησθῶμεν, καὶ μὴ ἀθετήσωμεν τὴν χάριν τοῦ Θεοῦ καὶ τὰς εὐεργεσίας αὐτοῦ, ὅτι ἠξίωσεν ἡμᾶς τοῦ χρηστοῦ αὐτοῦ ζυγοῦ. Ἀλλὰ καὶ ἐζητήσαμεν, καὶ οὐκ ἔδωκεν ἡμῖν; Καὶ τίς οὐκ οἶδεν, ὅτι οὐκ εἰς τὸ συμφέρον ἡμῖν τοῦτο γέγονεν; Εἴπωμεν καὶ τοῦτο· οὐ συνοῖδεν ἄρα τις ἡμῶν παρακούσοντα τῷ Κυρίῳ, καὶ ἰδὼν ὁ Κύριος ἐμακροθύμησε; Περὶ δὲ τῶν ἡγουμένων, τῷ Κυρίῳ καταλείψωμεν. Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ· Θεὸς γὰρ πρόσωπον ἀνθρώπου οὐ λαμβάνει. Ἀνάστα οὖν καὶ περίζωσαι σεαυτὸν καὶ μὴ συγκατάπιπτε τοῖς λογισμοῖς. Ἄκουε τοῦ λέγοντος· μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Οἴμοι τῷ ἁμαρτωλῷ, ἀγαπητέ. Τοσαῦτα ὑπέμεινεν ὁ Κύριος τῆς δόξης ὑπὲρ ἡμῶν· τί δυνάμεθα ἀντάξιον προσφέρειν αὐτῷ ἀντὶ τῶν παθημάτων, ὧν ὑπέμεινε δι' ἡμᾶς; Προσπέσωμεν οὖν αὐτῷ ἐξ ὅλης τῆς διανοίας, τὴν ὑπομονὴν αἰτούμενοι παρὰ τῆς ἀγαθότητος αὐτοῦ. ∆ιὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἶπε γὰρ ὁ Σωτὴρ τοῖς ἑαυτοῦ μαθηταῖς· ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ' ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται· ἡ γυνὴ ὅταν τίκτῃ, λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννηθῇ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς ὥρας ἐκείνης διὰ τὴν χαράν, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. Καὶ ὑμεῖς ἕξετε θλῖψιν· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ' ὑμῶν. Καὶ στηρίξας τὸν ἀδελφὸν λόγῳ ἀληθείας, κατὰ τὴν δωρεὰν τῆς χάριτος, ἀμφότεροι εὐχαριστοῦσι τῷ Κυρίῳ. Εἰ δὲ καὶ συμβῇ γεύσασθαι μετ' ἀλλήλων, μετὰ πάσης σεμνότητος ἐσθίουσι καὶ πίνουσι, διὰ τὸν ὑπωπιασμὸν τῆς σαρκός, καὶ διὰ τὸ μὴ μεθύσκεσθαι οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Καὶ ποιήσας τὸ ἔργον τοῦ Κυρίου, ὑποστρέφει εἰς τὸ κελλίον ἑαυτοῦ, δοξάζων τὸν Θεὸν ἐπὶ τῇ μεταβολῇ τοῦ ἀδελφοῦ· ὅτι τῷ Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

=== Ὅτι δεῖ τὸν ἀναγινώσκοντα ἀδελφὸν ἐννοεῖν, καὶ φιλοπόνως ἀναγινώσκειν, ὡς τοῦ Θεοῦ παρόντος. Παραίνεσις λδʹ ===

Ἀγαπητέ, ἐὰν προσταχθῇ σοι ἀναγνῶναι ἐν τοῖς ὠσὶ τῆς ἀδελφότητος, σημείωσαι μετ' ἀκριβείας ποῦ τετέλεκεν ὁ ἐναρξάμενος· καὶ λαβὼν τὴν λέξιν, ἐνάρχου τῆς ἀναγνώσεως, ἵνα ᾖ καὶ ἡ ἀνάγνωσις, ὥσπερ σειρὰ καθυφασμένη χρυσίῳ. Ὁ γὰρ καταφρονῶν λόγου ἑνὸς καὶ ἀπολλύων τοὺς στίχους, οὗτος οὐδὲ μαθεῖν βούλεται, καθὼς χρή, οὐδὲ ἐκδιδάσκειν τοὺς προσέ χοντας· μόνον γὰρ τὸ τέλος τοῦ λόγου διώκει, καὶ πότε ἀποσχῇ ἡ βίβλος. Σὺ δέ, ἀγαπητέ, νηφάλαιος γίνου, ὅπως καὶ σεαυτὸν ὠφελήσῃς, διὰ τῆς ἀναγνώσεως, καὶ τοὺς ἀκούοντάς σου. Ἐὰν αἰφνιδίως ἐπιταγῇ σοι ἀναγνῶναι, ἐκ τοῦ ἀριστεροῦ μέρους ἄρχου τῆς ἀναγνώσεως. Εἰ δὲ ἀρχή ἐστι λόγου, λέγε τὴν ἐπιγραφήν· οὕτω γὰρ γνωσθήσεται τὸ λεγόμενον. Εἰ δὲ κέκτησαι βιβλίον εὐστιχές, κτῆσαι αὐτό· μήποτε εὑρεθῇ ἐν αὐτῷ πρόσκομμα τῷ ἀναγινώσκοντι ἢ καὶ μεταγράφοντι.

Περὶ παρθενίας καὶ σωφροσύνης. Παραίνεσις λεʹ

[Επεξεργασία]

Τῷ ἀδελφῷ ἢ τῇ ἀδελφῇ ὑποβάλλει ὁ Πονηρός, λέγων· ἰδοὺ καθ' ἑκάστην ὥραν ἐνοχλεῖσαι ὑπὸ τῆς πορνείας· ἕως τίνος ὑποφέρεις τὸν κόπον καὶ μακροθυμεῖς; Ὁ ἀδελφὸς λέγει· ἕως οὗ ἐπίδῃ ὁ Κύριος τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἀφήσῃ πάσας τὰς ἁμαρτίας μου. Ὁ Πονηρὸς λέγει· ἀλλ' ἵνα μὴ πολεμηθῇς, τέλεσόν σου ἅπαξ τὴν ἐπιθυμίαν, καὶ πάλιν μετανοῇς. Οὐδὲν γάρ ἐστι τὸ πρᾶγμα. Ὁ ἀδελφὸς λέγει· οὐ χρείαν ἔχω παρὰ σοῦ μαθεῖν περὶ μετανοίας· ἐγὼ γὰρ ἐπίσταμαι ὅτι μετάνοια κεῖται τῷ ἀνθρώπῳ ἕως ἐσχάτης ἀναπνοῆς διὰ τὴν πολλὴν φιλανθρωπίαν τοῦ Θεοῦ. Περὶ δὲ οὗ εἴρηκας, ὅτι οὐδέν ἐστι τὸ πρᾶγμα, ἐάνπερ ἐν τῷ μικρῷ τούτῳ ἀδόκιμος φανοῦμαι ἔναντι τοῦ Θεοῦ μου, πόσῳ μᾶλλον ἀδόκιμος φανήσομαι, ἐάνπερ ἐπέλθῃ μοι μείζων τούτου πειρασμός; Ὁ Πονηρὸς λέγει· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν, ὥστε καὶ πάλιν δεῖ σε μετανοεῖν. Ὁ ἀδελφὸς λέγει· καὶ τίς μοι λέγῃ, ὅτι ἐὰν φθείρω μου τὴν σάρκα, εὑρίσκω καιρὸν μετανοίας καὶ οὐχὶ συνελκυσθῶ ἅμα τοῖς ἐργαζομένοις τὴν ἀνομίαν; Σκιὰ γὰρ τυγχάνει ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς. Τί γὰρ ἐν πολλῷ ἐστιν, ἐάνπερ λάβω μάχαιραν καὶ ἀνακείρω ἐμαυτόν. Ὁ Πονηρὸς λέγει· ἀλλὰ τὸ πρᾶγμα τῆς ἐπιθυμίας οὐδέν ἐστι· μιᾶς γὰρ ὥρας ἐστί, καὶ εὐθὺς παρῆλθε τὸ πρᾶγμα. Ὁ ἀδελφὸς λέγει· ἄκουε, ἐχθρὲ τῆς ζωῆς καὶ πολέμιε τῶν ψυχῶν, οἵα τιμὴ κεῖται παρὰ τῷ Θεῷ τοῖς τὸ μικρὸν τοῦτο, ὃ σὺ ἔφης, νικήσασι δι' εὐσέβειαν· καὶ οἵα τιμωρία καὶ ἀτιμία κεῖται παρὰ τῷ Θεῷ τοῖς τῷ μικρῷ τού τῳ ἡττημένοις. Οἷος ὁ σώφρων Ἰωσήφ· οὐχὶ τὸ πάθος τοῦτο νικήσας, κατὰ γενεὰν καὶ γενεὰν ἐπαινεῖται ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, τὸ δὲ ὄνειδος τῆς Αἰγυπτίας ἀεὶ καταγελᾶται; Ὁμοίως δὲ καὶ ἡ μακαρία Σωσάννα ἐγκωμιάζεται κατὰ γενεὰν καὶ γενεάν, ἕως τοῦ αἰῶνος, τὴν ἐπιθυμίαν νικήσασα· οὐ γὰρ ἐνετράπη εἰς πτῶσιν ἰδίαν, οὐδὲ τὴν ἀπειλὴν τοῦ θανάτου φοβηθεῖσα προέδωκε τὴν σωφροσύνην. Οἱ πρεσβύτεροι δὲ καὶ οἱ κριταὶ τοῦ λαοῦ, οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν, τῷ πάθει τούτῳ ἡττηθέντες, λιθοβοληθέντες ἀπέθανον, ἅμα δὲ καὶ κατέλιπον ἑαυτοῖς ὄνομα οὐκ ἀγαθὸν εἰς τὰς μετὰ ταῦτα γενεάς. Οὐκ οἶδας, ∆ιάβολε, ὅτι ἐὰν ἐθίσῃ θηρίον σαρκοφαγεῖν, πυκνότερον ἀποκαθίσταται πρὸς τὸ πάθος; Καὶ σὺ ὑποβάλλεις μοι, λέγων, ὅτι ἐὰν ποιήσῃς σου ἅπαξ τὴν ἐπιθυμίαν, οὐκέτι ἐνοχληθήσῃ. Κύριος ὁ δοὺς ἀνθρώποις τὸ Πνεῦμα αὑτοῦ τὸ Ἅγιον, ἐπιτιμήσει σοι, ὅτι ἐνεδρεύεις, ὥσπερ λέων, καταπιεῖν τὴν ψυχήν μου βουλόμενος, διὰ τῆς ἁμαρτίας. Ἀλλ' ὁ Σωτὴρ ἡμῶν Χριστὸς οὐ μὴ δώσει σοι τόπον, ὅτι φιλάνθρωπος καὶ δυνά στης καὶ ἐλεήμων ὑπάρχων. Ὁ Πονηρὸς ὑποβάλλει· τὸ πρᾶγμά ἐστιν ὅλως οὐδέν· καὶ τί θλίβῃ ἄρτι; Ὁ ἀδελφὸς λέγει· θλίβομαι ὅτι ἀπατᾷς τοὺς ἀνθρώπους· τὸ γὰρ γλυκύ σου πικρόν ἐστι· καὶ τὸ δόγμα σου βόθυνός ἐστι κακῶν· καὶ τὰ χαρίσματά σου θανάτου καὶ ἀπωλείας πεπλήρωνται· ὅτι ὑποβάλλεις μοι ἀθετῆσαι τὴν χάριν τοῦ Κυρίου καὶ λυπῆσαι τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν ᾧ ἐσφραγίσθην εἰς ἡμέραν ἀπολυτρώσεως· καὶ λέγεις μοι, οὐδέν ἐστι τὸ πρᾶγμα· καὶ ὑποβάλλεις μοι, ὅπως τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη· καὶ ὑποβάλλεις μοι, ἵνα ἐν μιᾷ ῥοπῇ ἀπολέσω πλοῦτον ἀθάνατον· καὶ λέγεις μοι τὸν ἁγιασμὸν ἀθετῆσαι, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Οὐδέν ἐστι τὸ πρᾶγμα; Καὶ ὑποβάλλεις μοι παροργίσαι τὸν Κύριον, ὅπως ἀκούσω ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ἔμπροσθεν τοῦ φοβεροῦ βήματος τοῦ Θεοῦ, παρὰ τοῦ δικαίου κριτοῦ· ∆οῦλε πονηρέ, καὶ φιλήδονε μᾶλλον ἢ φιλόθεε, ἐμόλυνάς μου τὴν γῆν ἐν τοῖς μιάσμασί σου καὶ ἐν ταῖς ἁμαρτίαις σου. Καὶ λέγεις μοι, οὐδέν ἐστι τὸ πρᾶγμα! Καθὼς γέγραπται· ὃς καὶ ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας, παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολαζομένους τηρεῖν· καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλ' ὄγδοον Νῶε, δικαιοσύνης κήρυκα, ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας· καὶ πόλεις ἀσεβῶν Σοδόμων καὶ Γομόρρας τεφρώσας, καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς. Καὶ λέγεις μοι, οὐδέν ἐστι τὸ πρᾶγμα; Τίς δὲ ὑπήκοός σοι γενόμενος καὶ δουλωθεὶς τῇ ἁμαρτίᾳ, διῆξεν ἐν ἀγαθοῖς τὰς ἡμέρας αὑτοῦ, κληρονομήσας τὴν ἀτελεύτητον βασιλείαν; Ὁ δὲ ἐξακολουθῶν τῇ ὁδῷ τοῦ Χριστοῦ, πάντοτε χαίρει καὶ ἀγάλλεται ἐν Πνεύματι Ἁγίῳ, προσδεχόμενος τὴν μακαρίαν ἐλπίδα τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Οἶδα δὲ ὅτι ἐὰν νικήσῃς, οὐκ ἐκφεύξομαι τῆς λύπης· καὶ σὺ μὲν ἀπελεύσῃ εὐαγγελιζόμενος τῷ πατρί σου τῷ Σατανᾷ, συγχαίρων τῷ ἐμῷ πτώματι· ἐγὼ δὲ αἰσχυνθήσομαι ἐν τοῖς οὐρανοῖς, ἐάνπερ τοῦτο πράξω. Κρεῖσσον οὖν μοι ἐστίν, ἵνα σὺ ἐνοχλῇς, ὥσπερ κύων, ἢ ἵνα γελάσῃς κατ' ἐμοῦ τοῦτον τὸν γέλωτα. Θαυμάζω δὲ ἐπὶ σοί, ∆ιάβολε, ὅτι μηχανᾶσαι τοὺς ἀνθρώπους προκρίνειν τὴν μικρὰν ἡδονὴν ταύτην τῆς αἰωνίου ζωῆς. Κύριος ἰσχὺς ἡμῶν καὶ βοηθὸς ἡμῶν. Κύριος καταφυγὴ ἡμῶν καὶ ἀντιλήπτωρ. Κύριος ὑπερασπιστὴς ἡμῶν, καὶ οὐ φοβηθησόμεθά σε. Ἀγωνίζου τοίνυν, ἀγαπητέ. Πρόσφερε κατ' αὐτοῦ τὸν φόβον τῆς γεέννης καὶ τὴν πικρότητα τῶν βασάνων, ὅπως μὴ ἐξαπατήσῃ σε τῇ πανουργίᾳ αὐτοῦ. Ἀλλ' ἴσως ἐρεῖ τις· καὶ πόθεν γνώσομαι τὸν φόβον τῆς γεέννης; Ἀνθρώπινον λέγω. Οὐκ εἰσῆλθες εἰς βαλανεῖόν ποτε; Οὐχ ἑώρακας ἄνδρας ἐκεῖ λελυμένους ἐκ τῆς πυρᾶς καὶ εἰς τὴν νερὰν βαλλομένους; Ἐν ἐκείνῃ δὲ τῇ φλογὶ τῇ μελλούσῃ διαδέχεσθαι τοὺς ἁμαρτωλούς, οὔτε νεροφόρος παράκειται, οὔτε θύρα καὶ ἔκβασις ὑπάρχει, οὔτε φέγγος, οὔτε ἄνεμος δροσίζων. Οὔτε ἐὰν βοήσῃ τις μεγάλῃ τῇ φωνῇ φλογιζόμενος, ἔστιν ὁ βοηθῶν ἢ παρακαλῶν, ἐάνπερ καταδικασθῇ ὑπὲρ τὰς ἰδίας πράξεις. Γέγραπται γάρ· ἡ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος· καὶ οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν. Οὐχ ἑώρακας δὲ καὶ αὐτὴν τὴν κάμινον τὴν ὑποκαίουσαν τὰ βαλανεῖα; Ἐν ἐκείνῳ δὲ τῷ πυρί, ἀντὶ ξύλου καὶ παπύρου καὶ καλάμου, ἀσεβεῖς καὶ ἁμαρτω λοὶ κατακαίονται θείῳ πυρί. Αἱ ἁμαρτίαι αὐτῶν ἀναβαίνουσι κατ' αὐτῶν καὶ σφοδροτέραν τὴν φλόγα κατ' αὐτῶν ἀπεργάζονται. Γέγραπται γάρ· ὀργὴ καὶ θυμός, θλῖψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. ∆όξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. ∆ιό, ἀγαπητοί, νήψωμεν πρὸς Κύριον ἐν προσευχαῖς καὶ ἐν ἐλεημοσύναις μετὰ πάσης ταπεινοφροσύνης, ὡς ἔτι ἔχομεν καιρόν, ἵνα ῥυσθῶμεν ἐκ τῶν προειρημένων κακῶν. Θέλει γὰρ ὁ Κύριος πάντας ἡμᾶς σωθῆναι, διὰ τὴν πολλὴν αὑτοῦ ἀγαθότητα. Ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ ἁγνείας. Παραίνεσις λϛʹ

[Επεξεργασία]

Παρείκαζε τὴν ἁγνείαν, ἀγαπητὲ ἀδελφέ, τῷ φοίνικι. Ὁ γὰρ φοῖνιξ τὴν μὲν καρδίαν λευκὴν ἔχει, πέριξ δὲ σκολόπων γέμει, τοὺς περικυκλοῦν τας τὰς λευκάδας αὐτοῦ. Χρὴ οὖν πρὸς πάντας ἀνθρώπους κεκτῆσθαι ἀγάπην ἐκ καθαρᾶς καρδίας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. Πρὸς δὲ τοὺς ὑπεναντίους καὶ φιληδόνους ἀνθρώπους στυφνότητα κατέχειν· ἐν δὲ τῇ στυφνότητι, τὴν γνῶσιν καὶ τὴν σωφροσύνην καὶ τὴν εἰρήνην, διὰ τὸν λέγοντα Ἀπόστολον· δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῴη αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ ∆ιαβόλου παγίδος, ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Ὦ ἁγνεία, ἡ βδελυσσομένη τρυφὴν καὶ σπατάλην καὶ φιλοκαλίαν σώματος καὶ ἱματίων καλλωπισμόν! Ὦ ἁγνεία, μισήτρια πολυτελῶν βρωμάτων καὶ μέθην ἀποσοβοῦσα! Ὦ ἁγνεία, χαλίνωμα ὀφθαλμῶν καὶ ὅλον τὸ σῶμα μετάγουσα ἀπὸ σκότους εἰς φῶς! Ὦ ἁγνεία, τὴν σάρκα ὑπωπιάζουσα καὶ δουλαγωγοῦσα, καὶ πρὸς τὰ οὐράνια ὀξυδορκοῦσα! Ὦ ἁγνεία, γεννήτειρα ἀγάπης καὶ Ἀγγέλων πολίτευμα! Ὦ ἁγνεία, ἡ τὴν καρδίαν καθαρὰν ἔ χουσα, καὶ λάρυγξ γλυκὺς καὶ φαιδρὸν πρόσωπον! Ὦ ἁγνεία, ἡ τὸν φιλόθεον ὑψώσασα ἐν γῇ ἀλλοτρίᾳ, ὥστε καὶ τοὺς ὠνησαμένους αὐτὸν ἐξαγοράζειν! Ὦ ἁγνεία, Θεοῦ δῶρον, πλήρης χρηστότητος καὶ παιδείας καὶ γνώσεως! Ὦ ἁγνεία, λιμὴν ἀκύμαντος, πλήρης εἰρήνης καὶ καταστάσεως! Ὦ ἁγνεία, ἡ χαροποιοῦσα τὴν καρδίαν τοῦ κεκτημένου αὐτήν, καὶ τὴν ψυχὴν πτεροφυοῦσα εἰς τὰ οὐράνια! Ὦ ἁγνεία, ἡ χαρὰν πνευματικὴν γεννῶσα καὶ λύπην φονοκτονοῦσα! Ὦ ἁγνεία, ἡ ἀποστυγοῦσα τὸ πονηρόν, κολλωμένη δὲ τῷ ἀγαθῷ! Ὦ ἁγνεία, ἡ πάθη μειοῦσα καὶ ἀπάθειαν ἀπεργαζομένη! Ὦ ἁγνεία, ἡ δικαίους φωτίζουσα καὶ τὸν ∆ιάβολον σκοτίζουσα, καὶ ὀξυδρομοῦσα πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ! Ὦ ἁγνεία, ἡ τὴν ἀκηδίαν ἀπελαύνουσα καὶ τὴν ὑπομονὴν ἐμποιοῦσα! Ὦ ἁγνεία, φορτίον ἐλαφρόν, ὑπὸ ὑδάτων μὴ καταποντιζόμενον, καὶ πλοῦτος αἰώνιος κεκρυμμένος ἐν ψυχῇ ἀνθρώπου φιλοχρίστου, ὃν εὑρήσει ὁ τοῦτον κεκτημένος, ἐν καιρῷ τῆς χρείας! Ὦ ἁγνεία, κτῆμα καλόν, ὑπὸ θηρίων μὴ λυμαινόμενον καὶ ὑπὸ πυ ρὸς μὴ κατακαιόμενον! Ὦ ἁγνεία, ἡ ἐν χερσὶ πλοῦτον ἀμετάμελον κατέχουσα καὶ ὀλιγωρίαν ἀπελαύνουσα! Ὦ ἁγνεία, ἅρμα πνευματικὸν καὶ τὸν κεκτημένον ἀνάγουσα εἰς ὕψος! Ὦ ἁγνεία, ἡ καταλύουσα ἐν ψυχαῖς πραέων καὶ ταπεινῶν, καὶ τοῦ Θεοῦ ἀνθρώπους ἐργαζομένη! Ὦ ἁγνεία, ἡ ἀνθοῦσα, ὡς ῥόδον, ἀνὰ μέσον ψυχῆς καὶ σώματος, καὶ ὅλον τὸν οἶκον πληροῦσα εὐωδίας! Ὦ ἁγνεία, πρόδρομε καὶ σύνοικε τοῦ Ἁγίου Πνεύματος! Ὦἁγνεία, ἡ Θεὸν δυσωποῦσα καὶ τὰς ἐπαγγελίας αὐτοῦ κομιζομένη, καὶ πρὸς πάντας ἀνθρώπους χάριν εὑρίσκουσα! Ταύτην ἠγάπησαν οἱ Ἅγιοι. Ταύτην ἠγάπησεν ὁ ἅγιος Ἰωάννης ὁ Εὐαγγελιστής, καὶ ταύτην ἀγαπήσας ἠξιώθη ἐπὶ τοῦ στήθους ἀνακλιθῆναι τοῦ Κυρίου τῆς δόξης. Ὦ ἁγνεία, ἡ οὐ μόνον ἐν τοῖς ἀειπαρθένοις κεκτημένη τὰ βραβεῖα, ἀλλὰ καὶ ἐν τοῖς γήμασι! Ταύτην οὖν καὶ ἡμεῖς ἀγαπήσωμεν, δοῦλοι εὐλογημένοι τοῦ Σωτῆρος, ἐν ὅλῃ καρδίᾳ, ὅπως χαροποιήσωμεν τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐνοικοῦν ἐν ἡμῖν. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ τοῦ μὴ ῥέμβεσθαι τοὺς ὀφθαλμοὺς ὧδε κἀκεῖσε, ἀλλὰ μᾶλλον κάτω ἔχειν τὸ βλέμμα, ἄνω δὲ τὴν ψυχὴν πρὸς Κύριον. Παραίνεσις λζʹ

[Επεξεργασία]

Καὶ ἐν τίνι κατήργηται ὁ δαίμων τῆς πορνείας; Οὐ μόνον δι' ἀποχῆς βρωμάτων, ἀλλὰ καὶ διὰ τὸ ἀπέχεσθαι τοὺς ὀφθαλμοὺς τοῦ μὴ ἰδεῖν ματαιότητα. Ἐν γὰρ τῷ ἀδιαφόρῳ ὀφθαλμῷ τυγχάνει ἡ μοιχεία, ἣν ὁ Κύριος διεμαρτύρατο· ἀμήν, λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσε αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ. Ταύτην τὴν μοιχείαν ἐκριζοῖ ὁ κάτω ἔχων τὸ ὄμμα, τὴν δὲ ψυχὴν πρὸς Κύριον. Καὶ ὁ κρατήσας γαστρός, ἐπεκράτησε βλέμματος· δεινὸς γὰρ ὑπάρχει προδότης ὁ ὀφθαλμὸς ὁ μετέωρος. Τὰ γὰρ λοιπὰ πάθη πρόσφατον ἔχει τὴν ἐκπύρωσιν τοῦ πειρασμοῦ· ὁ δὲ τοῦ βλέμματος πόλεμος, καὶ παρὼν καὶ ἀπών, ὀδυνᾷ τὴν ψυχήν, τῇ ἐπιθυμίᾳ καταφλέγων τὸν νοῦν. Οἷόν τι λέγω, ἀγαπητοί; Ἤκουσέ τις ἡδυφωνίαν μουσικῶν, καὶ παρῆλθεν· ἔπειτα ἤκουσε φωνὴν πένθους, καὶ ὁ θρῆνος ἀπέκρουσε τὴν ἡδυφωνίαν τῶν μουσικῶν. Ὁμοίως δὲ ἐγεύσατο μέλιτος· ἔπειτα δὲ ἐγεύσατό τι τῶν πικροτάτων εἰδῶν, καὶ ἡ πικρότης ἀπέκρουσε τὴν ἡδύτητα τοῦ μέλιτος ἐκ τοῦ φάρυγγος. Εἶτα καὶ ἡ ὄσφρησις. Ὠσφρήσατό τις ἡδυτάτου τινός· ἔπειτα ὠσφρήσατο καὶ δυσωδίας· καὶ ἡ δυσωδία ἀπέσβεσε τὴν ἡδύτητα τῆς ὀσφρήσεως. Εἶτα πάλιν ἥψατό τις ὕδατος ψυχροῦ· ἔπειτα ἥψατο βράζοντος, καὶ ἡ ζέσις τοῦ θερμοῦ ἤμβλυνε τὴν ψυχρότητα τοῦ ὕδατος. Ὁ τοῦ μετεώρου ὀφθαλμοῦ πόλεμος, καὶ παρούσης τῆς ὕλης καὶ ἀπούσης, καταφλέγει τὸν νοῦν τῇ ἐπιθυμίᾳ. Ἀλλάγε καὶ ἐνυπνίοις φαντάζει τὴν καρδίαν· οἱ γὰρ δαίμονες διαγράφουσι τὸν πειρασμὸν ἐν τῇ διανοίᾳ καὶ ἀσχολοῦσι τὸν νοῦν, μορφοῦντες τὸν πειρασμὸν ἐν ὀφθαλμοῖς τοῦ ἀνθρώπου. Ὑπὲρ οὗ ὁ Προφήτης παρακαλεῖ, λέγων· ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα. Ῥεμβασμὸς γὰρ ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον· ἐν γὰρ τῇ ἥτ τῃ τῶν ὀφθαλμῶν, ἔνεδρα δαιμόνων τυγχάνει, ἐάνπερ μὴ ἐκκόψῃ ὁ ἡττηθεὶς τοῦ βλέμματος. Ὅταν οὖν ἄρχεται ὁ δαίμων μορφοῦσθαι τὸν πειρασμόν, καὶ διαγράφει ἐν τῇ διανοίᾳ σου κάλλος γυναικός, ἧς ποτε ἐθεάσω, ἤ τι τῶν ὁμοίων, ἄγαγε εἰς μέσον σοι τὸν φόβον τοῦ Θεοῦ καὶ μνήσθητι τοὺς ἐν τοῖς τάφοις καθεύδοντας. Ἀναλόγισαι τὴν ἡμέραν τῆς ἐξόδου σου, ὅταν μέλλῃ ἡ ψυχή σου χωρισθῆναι ἐκ τοῦ σώματος. Ἐννόησον τὴν φοβερὰν καὶ φρικώδη φωνήν, ἣν ἀκούσουσιν οἱ τοῦ δικαίου ἀμελήσαντες καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ μὴ τηρήσαντες· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ ∆ιαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐννόησον τὸν σκώληκα τὸν ἀκοίμητον καὶ τὴν ἀτελεύτητον βάσανον. Ταῦτα ἀναλόγισαι καὶ μνήσθητι, καὶ διαλυθήσεται ἡ ἐπιθυμία τῆς ἡδονῆς ἐκ τῆς διανοίας σου, ὡς διαλύεται κηρὸς ἀπὸ προσώπου πυρός· οὐ γὰρ ταχύνουσιν ἀντιστῆναι τῷ φόβῳ τοῦ Θεοῦ. Ὅστις γὰρ οὐκ ἀνθίσταται τῇ ἐπιθυμίᾳ, ἀλλὰ ῥέμβεσθαι ἀκολάστως τοὺς ὀφθαλμοὺς αὑτοῦ ἀπολύων, πάντως ὅ τε καὶ διάνοιαν πρὸς τὰ πάθη ἐξέκλινε καί, εἰ μὴ δι' αἰσχύνην ἀνθρωπίνην, πολλάκις καὶ τὸ σῶμα διέφθειρεν. Ἐὰν οὖν μὴ νήψῃ ὁ τοιοῦτος καὶ τὸν φόβον τοῦ Θεοῦ θήσῃ πρὸ ὀφθαλμῶν αὑτοῦ, οὐ χρονιεῖ καὶ τὸ σῶμα διαφθεῖραι. Τούτῳ γὰρ τῷ δαίμονι, τῷ ὑποβάλλοντι ῥέμβεσθαι τοὺς ὀφθαλμούς, ἕτερος δαίμων παρακολουθεῖ, ὁ φυσικῶς σαρκὶ κατεργαζόμενος τὴν ἁμαρτίαν. Ἐὰν γὰρ θεάσηται ὁ δεύτερος τὸν πρῶτον, ὅτι κατίσχυσε μετεωρῆσαι τὴν ψυχὴν πρὸς τὸ ῥέμβεσθαι, εὐθὺς ἄρχεται καὶ τὴν ἁμαρτίαν ἐν σαρκὶ κατεργάζεσθαι συμβουλεύειν. Ἄρχεται γὰρ τοιοῦτόν τι ὑποβάλλειν καὶ λέγειν πρὸς ἡττημένον τῷ ὄμματι. Καί φησιν· ἰδοὺ τῇ προθέσει ἥμαρτες καὶ τῇ καρδίᾳ ἐμοίχευσας. Ἤδη καὶ τῆς ἐντολῆς ἐξέπεσας, καὶ ἡ ἁμαρτία τῆς παραβάσεως τῆς ἐντολῆς ἐγράφη σοι ἤδη. Νῦν οὖν ἐπιτέλεσόν σου τὴν ἐπιθυμίαν· τὸ αὐτὸ γάρ ἐστι καὶ τὸ πράττειν καὶ τὸ ἐνθυμεῖσθαι. Ἀπόλαβε οὖν τῆς σεαυτοῦ ἐπιθυμίας. Σὺ οὖν μὴ πεισθῇς ταῖς ἐπινοίαις αὐτοῦ, τοῦ Ἀποστόλου λέγοντος· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν· ἐν τούτοις γὰρ θηρεύειν τὴν ψυχήν σου βούλεται. Ἄκουε δὲ καὶ παραβολὴν περὶ τούτου. Νεανίσκος τις ἦν ἔν τινι χώρᾳ καὶ ἡρμόσατο ἑαυτῷ τρεῖς παρθένους καὶ ἀπεδήμησεν εἰς χώραν μακράν. Χρονίσαντος δὲ αὐτοῦ, ἡ μία παρθένος εἴληφεν ἑαυτῇ ἄνδρα. Ἡ δὲ δευτέρα κατελθοῦσα, πεπόρνευκε, καὶ ἔγκυος γέγονεν· ἡ δὲ ἄλλη παρθένος ἐν ἑαυτῇ εἶπεν· εἰ μὴ ὅτι τοὺς ἀνθρώπους αἰσχύνομαι, ἐπεὶ κἀγὼ εἰλήφειν ἐμαυτῇ ἄνδρα. Καὶ ἤρξατο ἡ παρθένος ἐν τοῖς τοιούτοις λογισμοῖς φαντάζεσθαι. Καὶ μετὰ ταῦτα ἐμνήσθη τοῦ ἐν ἀποδημίᾳ νεανίσκου, παρ' οὗ τὸν ἀρραβῶνα ἔλαβε, μετὰ καὶ τῶν λοιπῶν παρθένων. Καὶ μεταμεληθεῖσα ἔκλαυσεν, ὅτι κἂν ὅλως ἀνέβη ἐνθύμησις πονηρὰ ἐν τῇ καρδίᾳ αὐτῆς. Ὅταν οὖν παραγένηται ὁ νεανίσκος, ἐκ τῶν τριῶν παρθένων ποία εὐπρόσδεκτος αὐτῷ ἐστιν; Οὐχὶ ἡ ἐσχάτη, ἡ ἐνθυμηθεῖσα καὶ μηδὲν πράξασα, ἀλλὰ καὶ μετανοήσασα ἐπὶ τῇ πονηρᾷ ἐνθυμήσει; ∆ιὰ τοῦτο ἀναγκαῖον εἰπεῖν τῷ παραινοῦντι δαίμονι ἐπὶ τῇ πράξει τῆς ἀνόμου ἁμαρτίας· ὅτι εἰ καὶ τῷ ὀφθαλμῷ παρέπεσον καὶ τῇ καρδίᾳ ἐμοίχευσα, αὐτὴν τὴν καρδίαν τὴν μοιχεύσασαν στεναγμοῖς ἀλαλήτοις συντρίβω· καὶ τὸν παραπεσόντα ὀφθαλμὸν δάκρυσιν ἀποπλυνῶ· ὅτι καρδίαν συντετριμμένην καὶ τετα πεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ πραϋπαθείας. Παραίνεσις ληʹ

[Επεξεργασία]

Μοναχέ, οὕτω τῷ Χριστῷ ἐπηγγείλω ἀρέσαι, τοὺς πειρασμοὺς καὶ τὰς θλίψεις τὰς ἐπερχομένας σοι ἀπὸ τῶν ὑπεναντίων μὴ ὑποφέρων γενναίως, οὐδὲ τὰς ὑπὸ τοῦ προεστῶτός σοι παιδείας καὶ νουθεσίας ὑποδεχόμενος; Τοῦ Ἀποστόλου λέγοντος· εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστέ. Ἐδάρης; Χαῖρε ὅτι ἐδάρης, ἀλλὰ καὶ διόρθωσον τὸ πταῖσμα. Ἀδίκως ἐδάρης; Περισσὸς ὁ μισθός· καὶ γὰρ καὶ οἱ Ἀπόστολοι τὴν σωτηρίαν τῷ κόσμῳ καταγγέλλοντες, κατὰ πόλιν ὡς κακοῦργοι ἐτύπτοντο καὶ οὐκ ὠργίζοντο, οὐκ ἠγανάκτουν, ἀλλ' ἔχαιρον, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Καὶ σὺ οὖν χαῖρε, ὅτι κατηξιώθης ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἀμελεστέρων· λυποῦμαι, ὅτι τοῦτό μοι συμβέβηκε μετὰ τοσούτους καμάτους. Τοῦτό σε λυπεῖ, δοῦλε Κυρίου; Ἐντεῦθεν τοιγαροῦν ἐπίγνωθι σεαυτόν. Εἰ ὄντως μετὰ τοσαῦτα ἔτη τὰ πάθη ἐνίκησας, ἐχάρης ἐπελθούσης ἀτιμίας καὶ οὐχ ὑψώθης ἐπὶ δόξης γενομένης. Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὤν, ἑαυτὸν φρεναπατᾷ. Ἡ γὰρ δοκιμὴ τοῦ κυβερνήτου ἐν καιρῷ τοῦ κλύδωνος ἀποφαίνεται. Ὁ γὰρ μεγαλαυχῶν καὶ λέγων· ἔχω τοσαῦτα ἔτη ἐν τῷ μοναχικῷ βίῳ, τὴν δὲ ἐργασίαν τοῦ ἐπαγγέλματος μὴ ἐνδειξάμενος, μηδὲ τοὺς τρόπους τοῦ σεμνοῦ βίου ἀναδεξάμενος, οὗτος περιφέρει ἐργαλεῖα, ὧν τὴν τέχνην οὔπω μεμάθηκε. Γεγήρακας ἐν τῷ σχήματι; Ὡς ἔμπειρος τοῦ προλεχθέντος βίου τυγχάνων, τύπος γενοῦ τοῖς νέοις καὶ ἀπείροις. Εἰ δὲ καὶ νεόφυτος τυγχάνεις, ὑποτάγηθι πρεσβυτέροις· καὶ γὰρ οἱ τοῦ ἐπιγείου βασιλέως στρατιῶται τοῖς ἡγουμένοις καὶ ἐξάρχοις αὐτῶν ὑποτάσσονται. Πόσῳ μᾶλλον δεῖ ἡμᾶς ὑποτάσσεσθαι, οὐ μόνον διὰ φόβον, ἀλλὰ καὶ διὰ συνείδησιν; Εἰ γὰρ ἐκεῖνοι οἱ κατὰ σάρκα στρατευόμενοι πᾶσαν σπουδὴν ἐπιδείκνυνται, ὥστε θεραπεύειν τοὺς ἐπιτεταγμένους ἑαυτῶν, πῶς σὺ καὶ αὐτὴν τὴν ζωὴν ἀπαρνησάμενος ἀνέχῃ ἀποσύρεσθαι ὑπὸ τοιούτων παθῶν, ἀφηνιῶν καὶ ἀνυποτακτῶν καὶ τὴν ἐν Χριστῷ παιδείαν ἀποσειόμενος; Καὶ τοὺς μὲν ἐπαίνους καὶ δόξας τελείων ἀναχωρητῶν ἀπαιτοῦμεν, τοὺς δὲ πόνους, δι' ὧν αἱ τιμαί, ἀποφεύγομεν. ∆ιατί τοσαύτην ἡσυχίαν καὶ πόνον διὰ μίαν ἡμέραν ἢ ὥραν ἀπολέσαι ἀνέχῃ; Ἐὰν σεαυτὸν ἀποκτείνῃς, τίς ὁ ἐλεῶν σε; Οὗτός σου ὁ ἔπαινος; Αὕτη σου ἡ δοκιμή; Ἵνα μικρὰ συμβῇ σοι θλῖψις, καὶ τὸ σχῆμα καὶ τὸν βίον ἀπαρνῇ; Καὶ ἐφοπλίζεις κατὰ σοῦ τὸν Ἐχθρὸν διὰ τῆς οἰκείας ῥᾳθυμίας; Μή, ἀδελφέ, μὴ δῷς νῶτα τοῖς ἐχθροῖς, ἀλλ' ἀνθίστα καὶ πολέμησον, καὶ φεύξονται ἀπὸ σοῦ. Λογίζομαι γάρ, ὅτι ὁ ἀναδεξάμενός σου τὴν προστασίαν, οὐ χαίρει ἐπὶ τῷ σῷ μώμῳ, ὡς λόγον ὑπὲρ σοῦ διδοὺς τῷ Κυρίῳ. Χαρὰ δὲ αὐτῷ ἐστιν, ἐάνπερ τέλειόν σε παραστήσῃ τῷ Κυρίῳ. Ἐλθὲ οὖν εἰς ἑαυτόν, ἀγαπητέ, καὶ ἀνάστρεφε εἰς τὴν ἀνάπαυσίν σου. Ἔνδυσαι θώρακα πίστεως καὶ περίθου κεφαλαίαν σωτηρίου· ἀνάλαβε τὴν μάχαιραν τοῦ Πνεύματος τοῦ Ἁγίου, ὅ ἐστι ῥῆμα Θεοῦ. Γίνου τύπος πραϋπαθείας τοῖς ὁμοψύ χοις ἀδελφοῖς. Θαυμάσωσι καὶ οἱ μειζότεροί σου ἐπὶ τῇ σῇ ὑπομονῇ. Χαιρέτω καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ἐνοικοῦν ἐν σοί, ἐπὶ τῇ σῇ ἀνδραγαθίᾳ. Εἰ δὲ μικρὸν πειρασμὸν οὐ φέρεις, πῶς μέγαν βαστάσῃς; Καὶ εἰ παιδίου οὐ περιγίνῃ, τελείου ἀνδρὸς πῶς καταπαλαίσῃς; Καὶ εἰ λόγον οὐ βαστάζεις, πῶς πληγὴν ὑπενέγκῃς; Καὶ εἰ ῥάπισμα καὶ πληγὴν οὐχ ὑποφέρεις, πῶς τὸν σταυρόν σου βαστάζῃς; Καὶ εἰ τὸν σταυρὸν οὐ βαστάζεις, πῶς συγκληρονομήσῃς δόξαν ἐν τοῖς οὐρανοῖς, μετὰ τῶν λεγόντων· ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν τῇ διαθήκῃ σου. Καὶ πάλιν· ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἐβουλόμην σιγᾶν, ἀγαπητέ, διὰ τὴν αἰσχύνην τοῦ προσώπου μου· ἀλλ' ὁ πόνος τῆς καρδίας μου ἀναγκάζει με λαλεῖν. Ναί, ἀδελφὲ ἀγαπητέ, ἐπελαθόμεθα ὧν ὑπέμεινεν ὁ πάντων ἡμῶν ∆εσπότης δι' ἡμᾶς; Ὑβρίσθη, ἐξουδενώθη· ἤκουσε, δαιμόνιον ἔχεις, καὶ οὐκ ὠργίσθη· ἤκουσε, πλάνος. Ἐρραπίσθη, ἐκονδυλίσθη, σταυρῷ προσηλώθη, ὄξους μετὰ χολῆς ἐγεύσατο, λόγχην εἰς πλευρὰν ἔλαβε. Ταῦτα πάντα ὑπέμεινε διὰ τὴν σωτηρίαν ἡμῶν. Οἴμοι, οἴμοι τῷ ἀθλίῳ! Οἴμοι τῷ ταλαιπώρῳ καὶ ἁμαρτωλῷ, ὅτι ἀναπολόγητός εἰμι. Τί εἴπω, ἢ τί λαλήσω ἐνώπιόν σου γινώσκοντος τὰ κρύφια τῆς καρδίας μου; Ἱλάσθητί μοι τῷ ἀναξίῳ, ὁ Θεός, τῷ μηδ' ὅλως ὕβριν ἢ λόγον βουλομένῳ ὑπὲρ σοῦ ἀκοῦσαι, τοῦ τοσαῦτα ὑπομείναντος δι' ἡμᾶς. Τίς μὴ κλαύσῃ ἐπ' ἐμοί, τῷ τὴν εὐλάβειαν κάλυμμα τῆς κακίας κεκτημένῳ; Τοῖς γὰρ λόγοις μονάζω, τοῖς δὲ ἔργοις παροργίζω. Ἀληθῶς ἐψύγη ἡ ἀγάπη τῶν πολλῶν ψυχῶν. Ἀνανήψωμεν πρὸς Κύριον, παρακαλῶ. Οὐκ ἀποβάλλεται Κύριος τοὺς βουλομένους σωθῆναι, ἀλλὰ καὶ συνεργεῖ. Εἴπωμεν καὶ ἡμεῖς μετὰ τοῦ Προφήτου· ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· ὅτι ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων. Ἵνα καὶ ἡμεῖς ἀξιωθῶμεν ἀκοῦσαι τὸ εἰρημένον· οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἀπολωλὼς καὶ εὑρέθη. Ὅτι τῷ Θεῷ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

=== Περὶ ἀνυποτάκτων, καὶ περὶ ἀναστάσεως καὶ φόβου Θεοῦ καὶ τοῦ κρίματος τοῦ μέλλοντος. Παραίνεσις λθʹ === Ἀγαπητέ, ἐὰν ἐλθὼν ἀδελφὸς παρακαλέσῃ σε, λέγων· ἐλθὲ μεθ' ἡμῶν· κοινώνησον αἵματος τῇ συμβουλίᾳ ἡμῶν· φρατριάσωμεν ἐν ὁμονοίᾳ, τοὺς δὲ ἀντιλέγοντας κατακρούσωμεν· ἀντιστῶμεν πρεσβυτέροις καὶ μὴ ἐντραπῶμεν πολιάς· δείρωμεν οἰκονόμους, μυκτηρίσωμεν ἥσυχον, ἐμπαίξωμεν εἰς τοὺς εὐλαβεῖς· ὑποτάξωμεν ἅπαντας ἑαυτοῖς· ἐσόμεθα ὀνομαστοί. Ἐλεγχόμενοι μὴ δῶμεν σιγήν· κραυγάσωμεν ὁμοθυμαδόν, ἵνα μὴ φανῇ τὸ ψεῦδος ἡμῶν. Νουθετούμενοι δὲ τὸν τύφον κατασχῶμεν· παρακαλούμενοι δὲ ἐπαρθῶμεν. Ἔστω ἡμῶν ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης· τὸ γὰρ ἀσθενὲς ἄ χρηστον ἐλέγχεται. Σὺ οὖν μὴ συμπορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν. Ἔκκλινον ἀπ' αὐτῶν καὶ παράλλαξον· οὐ γὰρ μὴ ὑπνώσουσιν, ἐὰν μὴ κακοποιήσωσιν. Ἀποκρίθητι δὲ πρὸς τὸν λέγοντα· ἐγὼ πρᾶγμα οὐκ ἔχω. Ἐκ τούτων ἔφυγες, καὶ πάλιν τοῖς αὐτοῖς θέλεις δουλεύειν; Τί τὸ ὄφελος τῶν τριχῶν ἀφῃρημένων; Ἢ ποίαν ὠφέλειαν καρπώσῃ ἐκ τούτων τῶν πραγμάτων; Ἔχωμεν κατὰ νοῦν, ὅτι μοναχοὶ ἐξήλθομεν γενέσθαι ἐκ τοῦ κόσμου, καὶ πῶς βούλει ταράξαι ψυχὰς ἀδελφῶν; Ἀκούων δὲ τὰ τῆς ἀληθείας, μὴ ὀργίζου· κοινὴ γάρ ἐστιν ὠφέλεια. Οὐκ ἐπιγινώσκομεν ἃ ψάλλομεν; Οὐ ταῦτα ψάλλομεν; Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. Ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Καὶ πάλιν λέγει· ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Καὶ ἐν ἑτέρῳ δὲ ψαλμῷ λέγει· ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυ τοὺς ἀπὸ σοῦ, ἀπολοῦνται· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ τὸ προσκολλᾶσθαι τῷ Θεῷ, ἀγαθόν ἐστι. Καὶ πάλιν λέγει· οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον· οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Λέγει δὲ καὶ ἐν ἑτέρῳ ψαλμῷ· τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν; Καὶ ἐν ἑτέρῳ λέγει· οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Πολλοὺς γὰρ ἠπάτησεν ὁ λογισμὸς τῆς ὑψηλοφροσύνης, μάταια φυσήσας. Γέγραπται γάρ· μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Ἡσύχασον οὖν, παρακαλῶ, μήποτε πρὸς καιρὸν ἀπολαύσας σου τοῦ βουλήματος, τὰ ἔσχατά σου συντελέσῃς ἐν ὀδύνῃ. Ἢ μᾶλλον ἐπιβουλεύειν ἐπιχειρεῖς κατὰ τοῦ τόπου τοῦ ἁγίου, κατὰ τὸν λέγοντα· ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Τοιγαροῦν πορευθῶμεν εἰς τὰ κελλία ἑαυτῶν. Κλαύσωμεν τὰς ἁμαρτίας ἡμῶν, ἵνα Θεὸν δυσωπή σωμεν, δι' ὃν καὶ ἐξήλθομεν ἐκ τοῦ ματαίου κόσμου· μήποτε ἁρπάζῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Ἐννοηθῶμεν τοῦτο σαφῶς, ὅτι καὶ χιλιοστοί ἐσμεν νῦν, ἀλλ' ἐν ἡμέρᾳ θανάτου εἷς καθ' εἷς ἀπελευσόμεθα ἐντεῦθεν· μόνον τὰ ἔργα ἑκάστου συνοδεύει αὐτῷ, πρὸς ἃ ἔπραξεν, εἴτε φαῦλον, εἴτε ἀγαθόν. Ταῦτα μελέτα, τούτων φρόντιζε, ὅπως ἐξισχύσῃς φυγεῖν ἀπὸ τῆς ὀργῆς. Οὐ δυνατὸν γὰρ ἐκφυγεῖν ἡμᾶς τὰς χεῖρας τοῦ κτίσαντος ἡμᾶς, κατὰ τὸν λέγοντα· ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; Καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Μήτις οὖν ἑαυτὸν ἐξαπατάτω· τῷ γὰρ βήματι τοῦ Χριστοῦ δεῖ ἡμᾶς παραστῆναι, ἔνθα πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ· ἔνθα παραστήσουσι χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἁγίων Ἀγγέλων, καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Καὶ ποῦ τότε ἡ ὑψηλοφροσύνη καὶ ἡ φυσίωσις; Ποῦ τότε ἡ μέθη καὶ ὁ θυμός; Ποῦ τότε ἡ ἀσωτία καὶ ἡ ἀπειλὴ καὶ τὸ γαυρίαμα τὸ μάταιον; Τίς ὑποστήσεται τὴν φοβερὰν ἀπειλὴν τῶν Ἀγγέλων τοῦ Θεοῦ; Ἐννοηθῶμεν ὅτι οἱ τῷ Χριστῷ ὑπομείναντες καὶ εὐαρεστήσαντες ἐν τῷ νῦν αἰῶνι, αὐτοὶ ἡμᾶς κρινοῦσι. Καθὼς γέγραπται· οὐκ οἴδατε, ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Αὐτοὶ γὰρ οἱ ὁμοιοπαθεῖς ἡμῖν γενόμενοι ἄνθρωποι ἐν κόσμῳ, Θεῷ εὐηρέστησαν· ἡμεῖς δὲ τὸ πονηρὸν ποιοῦντες, Θεὸν παροργίζομεν. Ἀλλ' ἴσως ἐρεῖ τις τῶν διψύχων· [καί φησιν·] οἶδε Κύριος τὰ τῆς ἀσθενείας μου, καὶ συμπαθεῖ τῇ ἀσθενείᾳ μου. Οἴμοι, οἴμοι! Τίς μὴ κλαύσει ἐπὶ τούτοις; Ὅτι εἰς τὸ ἔργον τοῦ Κυρίου ἀσθένειαν προφασιζόμεθα, εἰς δὲ τὰς μάχας καὶ τὰς φρατρίας καὶ εἰς τὸ ποιεῖν τὰ πονηρὰ δυνατοί ἐσμεν. Τί σεαυτὸν ἀπατᾷς νομίζων Θεὸν χλευάζειν; Μὴ σπεῖρε κακά, καὶ οὐ μὴ θερίσεις κακά. Ἄκουε τοῦ λέγοντος· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ. Ἢ μᾶλλον αἱ καρδίαι ἡμῶν πεπάχυνται ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς. Ὅθεν τὴν ἑαυτῶν τάξιν οὐ δυνάμεθα γνῶναι. Ἀντὶ τοῦ ἀναλογίσασθαι γὰρ ἕκαστον ἡμῶν καὶ λέγειν τῇ ἑαυτοῦ ψυχῇ· οὐχ εὑρίσκω εὐστροφῆσαι, ἀλλὰ περιφέρομαι παντὶ ἀνέμῳ· καὶ ἱνατί μοι ταράξαι ἑτέρων ψυχὰς εἰς τὴν ἐμὴν κατάκρισιν; Καὶ οὐχὶ ἔδει μᾶλλον καὶ τοὺς ἐπιχειροῦντας καταστέλλειν τῇ νουθεσίᾳ καὶ τῇ παρακλήσει, ἵνα μὴ τῆς υἱοθεσίας ἐκπέσω; Γέγραπται γάρ· μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Νῦν δὲ τί ποιήσω ὁ ἀμελής; Τί ἀπολογήσομαι ἐν ἡμέρᾳ κρίσεως, ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ, περὶ τῆς ἐμῆς ψυχῆς; Ἀλλὰ περὶ ὧν ἐσκανδάλισα ἀπὸ ὁδοῦ ἀληθείας; Ὁ μὲν γὰρ καταλέλοιπε πατέρα καὶ μητέρα· ὁ δὲ γυναῖκα καὶ τέκνα καὶ φίλους καὶ ὕπαρξιν διὰ τὴν εἰς Χριστὸν ἐλπίδα, καὶ τὴν ἡσυχίαν προείλετο· ἐγὼ δὲ οὐκ ἐπαυσάμην τούτους ἐκταράσσειν καὶ θλίβειν. Σὺ δὲ τὰ ἐναντία τούτων πράττεις καὶ οὐχ ἡσυχάζεις ἐν τῷ κελλίῳ σου, ἀλλὰ περιέρχῃ τὰς κέλλας τῶν μοναχῶν, διαστρέφων ψυχὰς ἀδελφῶν, διαβάλλων ἀδελφοὺς ἀδελφῷ καὶ ὑπονοίας πονηρὰς προβάλλων αὐτοῖς καὶ διε γείρων αὐτοῖς κονιορτὸν λογισμῶν καὶ συνιστὰς ταραχὰς τῇ ἀδελφότητι. ∆ιὰ τὸ σὲ δεδουλῶσθαι τῇ ἐπιθυμίᾳ τῇ κακῇ, ταῦτα τὰ μωρικὰ μεμάθηκας. Τί ἀνίλεως χρᾶσαι τῆς ἑαυτοῦ ψυχῆς; ∆ιατί τὴν ζημίαν τῆς ψυχῆς σου κέρδος λογίζῃ; Τί ἐπισπᾶσαι σεαυτῷ ἀλλότρια κακά; Ἐὰν μὴ τοῦ λοιποῦ σωφρονήσῃς καὶ ἡσυχάσῃς, δεῖ σε, καίτοι ὁμολογῇς, ὑπ' αὐτῶν καταγνωσθῆναι. Ὅταν περιπέσῃς τέλειον εἰς βάθη κακῶν, τότε καὶ σὺ καταμέμψῃ τοὺς ἐχθροὺς τῆς ἀληθείας· οὐ γὰρ μὴ στήσεται βουλὴ ἀσεβῶν, κατὰ τὸν λέγοντα· Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, καὶ τὰ ἑξῆς· ἡ δὲ βουλὴ τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ἢ ἔτι μᾶλλον ἐκ τῆς σκληροκαρδίας ἡμῶν καὶ τῇ τοῦ σώματος δυνάμει ἐπαιρόμεθα, ἀγνοοῦντες τὸ εἰρημένον· ὅτι γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὑτοῦ. Καὶ μετ' ὀλίγα· ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. Τί ἀπαναίνῃ νουθετούμενος; Ὁρῶ γὰρ τὰς κινήσεις σου φιλαρχίας ἀποπνεούσας. Μὴ θαύμαζε ἐπὶ τῇ δόξῃ, ἀλλ' ἀπόβλεπε εἰς τὸν παρακολουθοῦντα κίνδυνον· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται. Εἰ γὰρ τῆς μιᾶς ψυχῆς, ἧς ἐνεπίστευσεν ἡμῖν ὁ Κύριος, ἠμελήσαμεν καὶ εἰάσαμεν αὐτὴν χερσῶσαι, ὡς ἄμπελον ἐν φραγμῷ ἠμελημένην, καὶ πῶς παντὸς τοῦ παραδείσου ἐμπιστεύσει ἡμῖν τὴν ἐπιμέλειαν; Ὁ γὰρ ἐν ὀλίγῳ πιστός, καὶ ἐν πολλῷ πιστός ἐστι· καὶ ὁ ἐν ἐλαχίστῳ ἄπιστος, καὶ ἐν πολλῷ ἄπιστός ἐστι. Τοιγαροῦν εὐξώμεθα περὶ τῆς ψυχῆς, ἧς ἐνεπιστεύθημεν, διδόναι ἀπολογίαν, ὅταν ἐξετάζῃ ὁ Κύριος τὴν σύμπασαν. Οὐκ ὀλίγος γὰρ κίνδυνος ἕπεται τῷ πεπιστευμένῳ τὴν ἐπιμέλειαν τοῦ ποιμνίου, ἐὰν παρὰ τὸ θέλημα τοῦ Ἀρχιποίμενος καταχρήσηται τῇ ποίμνῃ, καθὼς προείρηται· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται. Ἀνανήψωμεν οὖν πρὸ τοῦ ἡμᾶς ἀπελθεῖν, ὅπου οὐκ ἔστιν ὁ παρακαλῶν. Ἐκεῖ ὀψόμεθα τοὺς πραεῖς καὶ ταπεινοὺς τῇ καρδίᾳ ἐν πολλῇ δόξῃ καὶ ἡμεῖς οἱ ἀπειθεῖς ὄντες ἐν στενοῖς. Οὐδὲν γὰρ διὰ τὸν Θεὸν ποιοῦμεν, οὐδὲν διὰ τὴν ἀγάπην αὐτοῦ, οὐδὲν μετὰ ταπεινοφροσύνης· ἀλλὰ πάντα ἐν ὑπερη φανίᾳ, πάντα δι' ἀνθρωπαρέσκειαν καὶ ὀλέθριον κενοδοξίαν. Πάντες ἐσμὲν ὑπερήφανοι, πάντες ὀργίλοι καὶ θυμώδεις· ἀλλήλοις γὰρ φθονοῦμεν, ἀλλήλους δάκνομεν. Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν. Ἄκουε τοῦ λέγοντος· ὁ μὴ ὢν μετ' ἐμοῦ, κατ' ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ, σκορπίζει. Ἢ ἐπελάθου τοῦ μυλικοῦ λίθου, τοῦ ὡρισμένου εἰς τιμωρίαν κατὰ τῶν ποιούντων τὰ σκάνδαλα; Μὴ ἀπατῶ, ἄνθρωπε· οὐ δυνατὸν γὰρ προκόψαι ἄτερ φόβου Θεοῦ καὶ ταπεινοφροσύνης μεγάλης. Αἱ γὰρ δίχα τούτων γινόμεναι προκοπαί, ζημίας εἰσὶ πρόξενοι. Γέγραπται γάρ· οὐκ ἀφ' ἑαυτοῦ τις λαμβάνει τὴν τιμήν, ἀλλ' ὁ καλούμενος ὑπὸ Θεοῦ. Τοιγαροῦν ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν, ὅπως καταλάβῃς· ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Μὴ ταῖς φαντασίαις καὶ δόξαις τοῦ αἰῶνος τούτου συναπαχθῶμεν· οὐδὲν γὰρ διαφέρει σκιᾶς. Πολλοὶ γὰρ πλούσιοι κοιμηθέντες, ἀνέστησαν πτωχοί· καὶ ὁ σήμερον ἄρχων, αὔριον ἀπάρχων γίνεται· καὶ ὁ σήμερον βασιλεύς, αὔριον τελευτήσει. Μακάριοι δὲ οἱ ὑπομένοντες τῷ Κυρίῳ καὶ βδελυσσόμενοι τὴν ἀπάτην τοῦ αἰῶνος τούτου· ὄντως γὰρ τὴν μένουσαν δόξαν κληρονομήσουσιν. Ἐκεῖνος γὰρ ὁ πλούσιος ἐνεδιδύσκετο βύσσον καὶ πορφύραν, καὶ εὐφραίνετο καθ' ἡμέραν λαμπρῶς. Καὶ ἐμακάριζον αὐτὸν οἱ υἱοὶ τοῦ αἰῶνος τούτου, ἀλλ' οὐχὶ Ἄγγελοι τοῦ Θεοῦ. Ὁ δὲ Λάζαρος ὁ πτωχὸς ἡλκωμένος ἐβέβλητο πρὸς τὸν πυλῶνα τοῦ πλουσίου, καὶ ἐπεθύμει χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλάγε καὶ οἱ κύνες ἐρχόμενοι ἔλειχον τὰ ἕλκη αὐτοῦ. Ὁ οὖν Λάζαρος οὐκ ἐπεθύμει ἀπ' αὐτοῦ τοῦ πλουσίου, οὐδὲ ἐκ τῶν ἐδεσμάτων τῆς τραπέζης αὐτοῦ, ἀλλ' οὐδὲ ἐξ ὧν ἤσθιεν ὁ πλούσιος· ἀλλ' ἐπεθύμει τὰ εὐτελῆ, ἐξ ὧν καὶ οἱ κύνες ἤσθιον. Καὶ ὅσῳ μὲν ὁ πλούσιος ἐθαυμάζετο καὶ ἐμεγαλύνετο ὑπὸ τῶν τοῦ αἰῶνος τούτου διὰ τὴν περὶ αὐτοῦ δόξαν, τοσούτῳ ὁ πτωχὸς ἐξουθενεῖτο ἀπ' αὐτῶν καὶ ἐβδελύσσετο· ἀλλ' οἱ Ἄγγελοι τοῦ Θεοῦ ἐθαύμαζον αὐτοῦ τὴν ὑπομονήν. Ὅτε δὲ ἔφθασεν ἀμφοτέρων τὸ τέλος, ἐγένετο ἀπενεχθῆναι τὸν πτωχὸν ὑπὸ τῶν Ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ, τὸν δὲ πλούσιον ἐμβληθῆναι εἰς τὴν κόλασιν. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὑτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὑτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου ἐν τῇ φλογὶ ταύτῃ, ὅτι ὀδυνῶμαι. Εἶπε δὲ αὐτῷ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ἐπὶ πᾶσι τούτοις, μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται· μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. Εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν ἐν τῇ φλογὶ ταύτῃ. Λέγει δὲ ὁ Ἀβραάμ· ἔχουσι Μωσέα καὶ Προφήτας, ἀκουσάτωσαν αὐτῶν. Εἶπε δὲ αὐτῷ· οὐχί, ἀλλ' ἐάν τις ἐκ νεκρῶν ἀναστὰς πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. Εἶπε δέ· εἰ Μωσέως καὶ τῶν Προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πιστεύσουσι. Τί ὠφέλησε τὸν πλούσιον ἐκεῖνον ἐν τῇ ὥρᾳ ἐκείνῃ ὁ πλοῦτος, ὃν ἔσχε, καὶ ἡ εὐφροσύνη, ᾗ εὐφραίνετο καθ' ἑκάστην λαμπρῶς; Τοιγαροῦν σπουδάζωμεν, ἀγαπητοὶ ἀδελφοί, ἐκφυγεῖν τὰς κολάσεις τὰς ἡτοιμασμένας τοῖς καταφρονηταῖς καὶ ἁμαρτωλοῖς, πρὸ τοῦ ἡμᾶς παραδοθῆναι εἰς τὸν τόπον ἐκεῖνον τῆς βασάνου. Καὶ τότε κλαύσομεν πικρῶς, μὴ ὄντος παραμυθοῦντος ἢ παρακαλοῦντος· ἀκούοντες ἅμα καὶ παρὰ τῶν τιμωρούντων, ὅτι χεῖρον τούτων ἄξιοί ἐστε τιμωριῶν· ὑμεῖς γὰρ αὑτοῖς ταῦτα ἐποιήσατε· δυνάμενοι γὰρ διὰ βραχέος χρόνου τοῦ παρελθόντος κόσμου τῆς κρίσεως ταύτης ἐκφυγεῖν διὰ μετανοίας, ἠμελήσατε, ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν, ὡς ἐν ἡμέρᾳ σφαγῆς. Ποῦ εἰσιν αἱ ἀπολαύσεις τοῦ παρελθόντος χρόνου; Ποῦ ἡ ἀπάτη αὐτοῦ καὶ ὁ γέλως; Οὐκ ἰδοὺ ἐκεῖνα παρῆλθεν ὡς σκιά, ὡς ὁμίχλη ὑπὸ λαίλαπος διωχθεῖσα λεπτή, καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύθη; Νῦν οὖν, ὡς ἐπεθυμήσατε, ἀπολαύσατε· οὐ γὰρ ἠρκέσθητε ἐπὶ τούτοις· ὅτι οὐ μόνον εἰς βόθρον κακῶν ἑαυτοὺς ἐρρίψατε, ἀλλὰ καὶ ἑτέρους ἑλκύσατε σὺν ὑμῖν. Καὶ οὐκ ἠρκέσθητε ἐπὶ τούτῳ, ὅτι τῆς ἰδίας ψυχῆς ἠμελήσατε, ἀλλὰ καὶ ἑτέρων ψυχὰς διεστρέψατε. Ποία οὖν ἀρετή, ποία οὖν ἐντολὴ δυσωπήσει τὸν Θεὸν ὑπὲρ ὑμῶν; Αἱ γὰρ ψυχαὶ ὑμῶν ἐμπεπλησμέναι ὑπῆρχον ζήλου πικροῦ καὶ ἐριθείας καὶ φθόνου καὶ πάσης κακίας, καὶ θυμὸν θηρίων ἀνημέρων ἠγαπήσατε. Νυνὶ δὲ περιεκύκλωσαν ὑμᾶς πάντα τὰ κακά, ἃ κατηργάσασθε ἐν τῷ παρελθόντι χρόνῳ. Τοῦ Θεοῦ λαλοῦντος ὑμῖν διὰ τῶν ἁγίων Γραφῶν, κατεφρονήσατε, ἐγελάσατε, ἐμετεωρίσθητε. Καὶ ὅση τοῦ ἀγαθοῦ Θεοῦ πρὸς ὑμᾶς μακροθυμία, τοσούτῳ καὶ ὑμῶν αἱ ἁμαρτίαι ἐπλεόναζον. Τοῦ Κυρίου εἰπόντος, μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ, ὑμεῖς περὶ δόξης καὶ φιλαργυρίας ἐμάχεσθε. Τοῦ Κυρίου εἰπόντος, μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσονται· μακάριοι οἱ πτω χοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, ὑμεῖς ὑπερήφανοι, ἔτι καὶ ἀλαζόνες γεγόνατε, καὶ τῷ γέλωτι καὶ τῇ ἀπάτῃ ἐξεδώκατε ἑαυτούς. Τοῦ Κυρίου εἰπόντος, μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν, ὑμεῖς ἄγριοι καὶ ἀνήμεροι γεγόνατε. Τοῦ Κυρίου εἰπόντος, μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται, ὑμεῖς τὴν δικαιοσύνην ἐμισήσατε καὶ τοὺς ἐργαζομένους αὐτὴν ἐδιώξατε. Τοῦ Κυρίου εἰπόντος, μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται, ὑμεῖς ἀνελεῶς καὶ ἀσυμπαθῶς πρὸς τοὺς ὁμοιοπαθεῖς ὑμῖν ἀνθρώπους ἀνεστράφητε. Τοῦ Κυρίου εἰπόντος, μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται, ὑμῶν αἱ καρδίαι πλεονεξίας καὶ ἐπιθυμίας κακὰς ἐμελέτησαν. Τοῦ Κυρίου εἰπόντος, μακάριοι οἱ δεδιωγμένοι ἕνεκα δικαιοσύνης, ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ὑμεῖς καὶ τοὺς δικαίους ἐκακώσατε καὶ τὴν ἀλήθειαν οὐκ ἐφυλάξατε. Νῦν οὖν τί βοᾶτε; Ὁ γὰρ καιρὸς τῆς μετανοίας παρῆλθεν. Ὧδε ἡ ἀνταπόδοσις ὑπάρχει. Νῦν οἱ δίκαιοι ἐστεφανώθησαν, ὑμεῖς δὲ οἱ ἁμαρτωλοὶ εἰς τὴν γέενναν τοῦ πυρὸς παρεδόθητε· νῦν οἱ δίκαιοι ὡς τὸ φῶς ἔλαμψαν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὑμεῖς δὲ οἱ ἁμαρτωλοὶ εἰς τὸ σκότος τὸ ἐξώτερον παρεδόθητε· νῦν οἱ δίκαιοι μετὰ Ἀγγέλων τὸν Θεὸν ὑμνοῦσιν, ὑμεῖς δὲ οἱ ἁμαρτωλοὶ κλαίετε ἀπὸ βασάνων καὶ βρύχετε τοὺς ὀδόντας μεταμελούμενοι, ὅτι τὸν χρόνον τῆς μετανοίας ὑμῶν ἀπωλέσατε ἐν ἀμελείᾳ. Οὐχ ὑμεῖς ἐστε οἱ ἀφορίσαντες ἑαυτοὺς ἀπὸ τῶν δικαίων καὶ ζηλώσαντες τὰ ἔργα τῶν ἁμαρτωλῶν; Νυνὶ δὲ καὶ αὐτοὶ καὶ ὑμεῖς παρεδόθητε εἰς κόλασιν. Στενάξαι οὖν ἐστι τὰς βασάνους καὶ τὰς ἐπαγομένας τοῖς ἀμφοτέροις τιμωρίας. Τότε καὶ ἡμεῖς μέγα στενάξαντες ἀνακράξομεν μετὰ πικροῦ κλαυθμοῦ, λέγοντες· δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου· ὅτε γὰρ ἦμεν ἐν τῷ παρελθόντι αἰῶνι, ἐφανέρωσας ἡμῖν ταῦτα διὰ τῶν ἁγίων Γραφῶν καὶ οὐκ ἐπιστεύομεν, ἀλλ' ἐδίσταξεν ἡμῶν ἡ καρδία· νῦν δὲ ἐναργῶς βλέπομεν πάντα τοῖς ὀφθαλμοῖς. Οὐαὶ ἡμῖν, ὅτι ἀπωλέσαμεν τὰς ἡμέρας ἡμῶν ἐν ἀμελείᾳ πολλῇ. Ταῦτα οὖν προγινώσκοντες, ἀγαπητοὶ ἀδελφοί, σπουδάσωμεν ἐκφυγεῖν ἐξ ἐκείνης τῆς αἰσχύνης καὶ κολάσεως αἰωνίου, ὅπως ἀξιωθῶμεν τῆς χαρᾶς τῶν δικαίων. Ἕως πότε τὰς ἐπιθυμίας τοῦ παλαιοῦ περιφέρωμεν ἀνθρώπου; Ἕως τίνος τὸν ἑαυτῶν νοῦν ἐῶμεν εἰς τὰς ματαίας ἡδονὰς τοῦ αἰῶνος τούτου; Ἀνανήψωμεν λοιπόν. Ἐκνήψωμεν, ὡς ἐξ οἴνου, ἐκ τῆς μνήμης τοῦ ματαίου βίου. Ἄνω σχῶμεν τὸν νοῦν καὶ τὴν καρδίαν, ὅπου τὰ κάλλιστα, ὅπου ἡ ὄντως ζωὴ καὶ τὸ φῶς τὸ ἀληθινόν. Μισήσωμεν τὸν κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ. Καταφρονήσωμεν τῶν φθειρομένων, διὰ τὰ ἄφθαρτα· τῶν ἐπιγείων, διὰ τὰ οὐράνια. Ἀγαπήσωμεν τὸν Κύριον, τὸν ποιήσαντα ἡμᾶς, ἐν ὅλῃ δυνάμει, τὸν ἀγαθὸν καὶ φιλάνθρωπον ∆εσπότην. Ἀγαπήσωμεν ἀλλήλους, διὰ τὸν Κύριον. Ὅρα γὰρ τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν, εἶπε γὰρ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Οὐκ εἴρηκεν, ἐὰν προσφέρητέ μοι μόσχους καὶ τράγους, ἀλλ' εἴρηκεν, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Τηρήσωμεν οὖν τὴν ἀγάπην, ἀδελφοί, τὴν ἁγνείαν, τὴν ἡσυχίαν, τὴν ταπεινοφροσύνην, καὶ ὅσα πρέπει ἁγίοις. Μισήσωμεν τὴν ἀναισχυντίαν, τὴν πολυλογίαν. Γέγραπται γάρ· ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς· ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν καὶ τὴν δίκην τῶν πενήτων. Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. Καὶ πάλιν λέγει· ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἔχων ἐξουσίαν ζωῆς καὶ θανάτου, φωτίσῃ ὑμῶν τοὺς ὀφθαλμοὺς τῆς διανοίας, τοῦ δουλεύειν αὐτῷ ἐναρέτως πάσας τὰς ἡμέρας ὑμῶν, καὶ εὑρεῖν ἔλεος κατενώπιον αὐτοῦ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Μέμνησθε καὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἐπὶ τῶν προσευχῶν ὑμῶν, παρακαλῶ, ὅπως σπλαγχνισθῇ καὶ ἐπ' ἐμὲ τὸν ἀνάξιον <ὁ> πάντων ∆εσπότης· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ εὐλαβείας. Παραίνεσις μʹ

[Επεξεργασία]

Ἀγαπητέ, πρόσεχε σφοδρῶς μὴ ἀπολέσαι τὴν εὐθεῖαν ὁδόν, τοῦ πο ρευθῆναι ἐν ὁδοῖς σκότους· μήποτε περὶ τὰ τελευταῖά σου καὶ πρὸς Θεὸν καὶ ἀνθρώπους σκολιὸς εὑρεθήσῃ. Οὐαὶ γάρ, φησίν, οἱ ἐγκαταλιπόντες ὁδοὺς εὐθείας, τοῦ πορευθῆναι ἐν ὁδοῖς σκότους. Οὐαὶ οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ· ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης. ∆ιὸ λέγει· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς· εἰ γὰρ ἐπορεύθησαν τρίβους ἀγαθάς, εὕροσαν τρίβους δικαιοσύνης λείας. Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ. Ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ' αὐτῆς. Ἀνάγκη οὖν βαδίζειν ἐν τῇ εὐθείᾳ ὁδῷ, κατὰ τὸν λέγοντα· μὴ ἐκκλίνῃς εἰς τὰ δεξιά, μηδὲ εἰς τὰ ἀριστερά. Ἀπόστρεψον δὲ σὸν πόδα ἀφ' ὁδοῦ κακῆς· ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Κύριος· ὅθεν διεστραμμέναι εἰσὶν αἱ ἐξ ἀριστερῶν. Τὸν Θεὸν φοβοῦ, καὶ ὁ φόβος αὐτοῦ συντηρήσει σε. Τήρησον τὰς ἐντολὰς αὐτοῦ, καὶ αἱ ἐντολαὶ αὐτοῦ ὁδηγήσουσί σε ἐν αὐτῇ. Αὐθάδεια δὲ ἢ λοιμό της ἢ βασκανία ἢ ὑπερηφανία καὶ τὰ ὅμοια τούτων, μηδὲ αὐλιζέσθωσαν κόλπῳ σου· μηδὲ λαιμαργία ἢ αἰσχρότης ἢ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκε. Πᾶς γὰρ ὁ ἐν τούτοις περιπατῶν, τὴν ὁδὸν τῆς ἀληθείας πεπλάνηται, συντρίβων ἑαυτὸν ἐν ταῖς ἀνοδίαις. Ὁ δὲ περιπατῶν ἐν τῇ ὁδῷ τῇ εὐθείᾳ, προσάξει αὑτὸν εἰς τὴν μονήν. Μὴ οὖν ἀπολέσῃς τὴν ἀνυπόκριτον εὐλάβειαν, ἀγαπητὲ ἀδελφέ. Εὐλάβεια δέ ἐστιν, ἀπέχεσθαι ἀπὸ παντὸς εἴδους πονηροῦ. Εἰ δὲ συμβῇ ἡμᾶς ὀνειδισθῆναι περὶ ἀγαθοῦ ἔργου, μὴ ἐντραπῶμεν τὸν ὀνειδισμὸν τὸν ὑπὸ τῶν ἀνθρώπων ἀδίκως ἡμῖν ἐπαγόμενον καὶ πράξωμεν ἃ μὴ δεῖ. Γέγραπται γάρ· λαός μου, οὗ ὄνομά μου ἐν τῇ καρδίᾳ ὑμῶν· μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Ὥσπερ ἱμάτιον παλαιωθήσεται ὑπὸ χρόνων καὶ ὡσεὶ ἔριον βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα μένει, καὶ τὸ σωτήριόν μου εἰς γενεὰς γενεῶν. Καὶ πάλιν λέγει· ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόν μου δέδωκα εἰς μά στιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Καὶ Κύριος ἐγενήθη βοηθός μου. ∆ιὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ. ∆ιόπερ κἂν δόξῃ παρ' αὐτοῖς κεκρικέναι καὶ ἄρχειν, μὴ δειλιάσωμεν, μηδὲ ἐγκαταλίπωμεν εὐθεῖαν ὁδόν, κατὰ τὸν λέγοντα· ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου. Καὶ πάλιν λέγει· ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον. Καί· μὴ ζήλου δόξαν ἁμαρτωλοῦ, οὐ γὰρ οἶδας τίς ἔσται ἡ καταστροφὴ αὐτοῦ. Κρεῖσσον γὰρ πάντα κατὰ Θεὸν πράττειν καὶ ἐπαινεῖσθαι ἐν Κυρίῳ, ἢ ἀναστρέφεσθαι κακῶς καὶ ἔχειν αἰσχρὰν φήμην. Τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ οὖν ἐκκλίνῃς εἰς τὰς ἀνοδίας ἀπὸ ὁδοῦ εὐθείας, μήποτε περικυκλώσωσί σε θηρίων ἀγρίων πλῆθος, μήποτε συνοχὴ ὑδάτων πολλῶν. Καὶ τότε μεταμεληθήσῃ ὀδυνάμενος. Τίς γὰρ ὀδυνᾶται; Οὐχὶ ὃν τὰ κακὰ περιέχει; Ὁ Θεὸς γάρ, φιλάνθρωπος καὶ ἀγαθὸς ὑπάρχων, κακὸν οὐ βούλεται τῷ πλάσματι αὑτοῦ. Κατὰ τὸν λέγοντα· οὐ γὰρ τέρπεται ἐν ἀπωλείᾳ τῶν ζώντων. ∆ικαιοσύνη γὰρ ἀθάνατός ἐστι. Καὶ ἐν ἑτέρῳ λέγει· μηδεὶς πειραζόμενος λεγέτω, ὅτι ἀπὸ τοῦ Θεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. Ἕκαστος δὲ πειράζεται, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. Ἐπιθυμία μήτηρ ἁμαρτίας. Αὕτη ἐξέβαλεν Εὔαν ἐκ τοῦ παραδείσου. Αὕτη τὸν Κάϊν ἀδελφοκτόνον ἀπετέλεσεν. Αὕτη ἐποίησε τὴν Αἰγυπτίαν μανῆναι κατὰ τοῦ σώφρονος Ἰωσήφ· ὁ δὲ νέος τὸν Θεὸν φοβούμενος, ταύτην κατέβαλεν. Αὕτη κατέστρωσε τὸν λαὸν ἐν τῇ ἐρήμῳ. Αὕτη καθεῖλεν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν· δι' ἧς καὶ παρώξυναν τὸν ποιήσαντα αὐτούς, ὅθεν ἐξωλοθρεύθησαν. Αὕτη ἐξέκλινε τὰς καρδίας τῶν υἱῶν Ἰσραὴλ ἀπὸ Ὑψίστου. Καθὼς γέγραπται· ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὑτοῦ ἐχρεμέτιζεν. Αὕτη ἠπάτησε τοὺς κριτὰς τοῦ λαοῦ ἐν Βαβυλῶνι. Ἐπιθυμία κακὴ μήτηρ ἁμαρτίας. Αὕτη ἐξήγειρε πολέμους καὶ ταραχὰς ἐπὶ τῆς γῆς. Αὕτη κατεσκεύαζε τὴν Ἡρωδιάδα αἰτήσασθαι τὴν κεφαλὴν τοῦ Βαπτιστοῦ. Ταύτην φιλήσας Ἰούδας παρέδωκε τὸν Κύριον τῆς δόξης εἰς χεῖρας ἀνόμων· χρυσὸν ποθήσας, ζωὴν ἀπώλεσε. ∆ιὸ φεύγωμεν πᾶσαν ἐπιθυμίαν κακήν, ἀγαπητοὶ ἀδελφοί. Ταύτην ἀπωσώμεθα ἀπὸ καρδίας ἡμῶν. Μὴ φεισώμεθα αὐτῆς. Οὐ γάρ ἐστι κάρπιμον, ἀλλ' ἔστι βλάστημα ∆ιαβόλου. Οὐκ ἔστι τραῦμα, οὐδὲ μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι μάλαγμα ἐπιθῆναι, οὔτε ἔλαιον, οὔτε κατάδεσμον. Τραῦμά ἐστι ψυχῆς καὶ πληγὴ καρδίας. Αὕτη ἡμᾶς ἀποκόπτει ἐκ τῆς τῶν Ἁγίων συνοδίας. Αὕτη ἡμᾶς κατασπᾷ ἐκ τῶν οὐρανῶν, καὶ εἰς γήϊνα συνδεσμεύει. ∆ένδρον ἐστὶ φύλλα ἔχον, καρπὸν δὲ μηδ' ὅλως. Φύλλα ἔχει καὶ δασῆ, καὶ ἐν τοῖς δασέσιν αὐτοῦ γεννήματα ἐχιδνῶν. Ἔκκοψον τὸ δένδρον τῆς κακίας καὶ φύτευσον ἀντ' αὐτοῦ, ἐν τῇ ψυχῇ σου, δένδρον ζωῆς, τὸν τίμιον σταυρόν, τὰς ἐλπίδας τοῦ Σωτῆρος, τὰ παθήματα τοῦ θανάτου αὐτοῦ. Ἡ ἀγάπη αὐτοῦ ἔστω ἐν τῇ καρδίᾳ σου, ὥσπερ σκόπελος παρακείμενος ἐν θαλάσσῃ, προσκαλούμενος τὰ ἐν πελάγει χειμαζόμενα πλοῖα εἰς λιμένα ζωῆς. Ἀγωνίζου, ὡς καλὸς στρατιώτης, ἵνα ἐπιτύχῃς τῶν στεφάνων. Ἄκουε τοῦ λέγοντος· εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ. Ὅταν νομίμωςἀγωνίσῃ, τότε ἐπιγνώσῃ ἀσφαλῶς καὶ τὰς δωρεὰς τοῦ Βασιλέως· τότε ἐπιγνώσῃ, ὅτι καλὸν καὶ ὠφέλιμον καὶ ἀγαθὸν τὸ ἐπιγνῶναι, καὶ τὸν Κύριον ὑπομένειν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρεῖν· τότε αἰσθήσῃ τοὺς πόνους ὡς δι' ὀνείρου παρελθόντας, τῇ ὧδε ἀνταποδόσει. Ὥσπερ διάδημα ἐπὶ κεφαλὴν βασιλέως καθημένου ἐπὶ βασιλείας αὑτοῦ, οὕτως γίνεταί σοι χαρὰ καὶ ἀγαλλίασις· καὶ τὴν χαράν σου οὐδεὶς αἴρει ἀπὸ σοῦ. ∆ῴη δὲ ἡμῖν ὁ Κύριος εὑρεῖν ἔλεος ἐνώπιον τῆς ἀγαθότητος αὑτοῦ, καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. Ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ τῶν ἐκπιπτόντων ἐξ οἰκείας ἀμελείας, καὶ προφασιζομένων προφάσεις ἐν ἁμαρτίαις. Παραίνεσις μαʹ

[Επεξεργασία]

Ἀδελφέ, τὸν μονήρη βίον ἐπεθύμησας; Καλοῦ ἔργου ὀρέγῃ, ἐὰν φυλάξῃς εἰς τέλος. Νῆφε οὖν καὶ πρόσεχε σεαυτῷ, ὡς σοφὸς καὶ μὴ ὡς ἄσοφος· ὡς μοναχὸς καὶ μὴ ὡς ἀμόναχος. Οὐ γάρ ἐστιν ἡ πάλη ἡμῶν πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Νῆφε οὖν ἄχρι τέλους, μήποτε ἡττηθέντος σου ἐκ τῆς οἰκείας ἀμελείας καὶ ἀπροσεξίας, εἴπῃς ἐν ἀφροσύνῃ· καὶ εἰς τὸν μοναχὸν ἦλθον, καὶ οὐδὲ ἐκεῖ εὗρον ὁδὸν σωτηρίας. Τί οὖν, ἀδελφέ, ἀθετοῦμεν τὴν χάριν τοῦ Κυρίου; ∆ιατί δὲ καὶ διασύρεις τὸν μονήρη βίον, σοῦ μὴ βουληθέντος ὠφεληθῆναι, μηδὲ πονῆσαι περὶ τῆς ψυχῆς σου, ἀλλὰ συναπαχθεὶς μᾶλλον ταῖς ἐπιθυμίαις σου καὶ ἡδοναῖς λογισμῶν; Καὶ αἰτιᾶσαι ἔτι τὸν μονήρη βίον; Εἰ γὰρ ἐφύλαξας τὰς ἐντολὰς τοῦ Κυρίου, οὐκ ἂν παρέπεσες· καὶ τὸν φόβον τοῦ Θεοῦ εἰ ἠγάπησας, διετήρει τὴν ψυχήν σου. Πρῶτον μὲν τὸν κανόνα τοῦ μοναδικοῦ βίου οὐκ ἐφύλαξας, τῆς συνάξεώς σου ἠμέλησας, πλαγίως πορεύεσθαι ἠγάπησας, ὑψηλοφροσύνην μᾶλλον ἠγάπησας, τοὺς μειζοτέρους σου ἐξουδένωσας. Ἐγκράτειαν οὐκ ἠγάπησας, ἀδηφαγίαν δὲ μᾶλλον ἠγάπησας· ἀγρυπνίαν οὐκ ἠγάπησας, τὸν δὲ ἀκόρεστον ὕπνον ἠγάπησας· τὴν ἁγνείαν οὐκ ἠγάπησας, τὸν δὲ μιασμὸν μᾶλλον ἠγάπησας· πρᾳότητα καὶ ταπεινοφροσύνην οὐκ ἠγάπησας, ὑπερηφανίαν δὲ μᾶλλον ἠγάπησας· τὴν ὑποταγὴν οὐκ ἠγάπησας, τὴν δὲ ἀνυποταγὴν μᾶλλον ἠγάπησας· θυμὸν καὶ ὀργὴν οὐκ ἐμίσησας, ἐριθείαν δὲ καὶ μνησικακίαν μᾶλλον ἠγάπησας· ἡσυχίαν καὶ προσευχὴν οὐκ ἠγάπησας, κραυγὴν δὲ καὶ ὅρκον μᾶλλον ἠγάπησας· τὴν σεμνότητα καὶ εὐλάβειαν οὐκ ἐφύλαξας, εὐτραπελίαν δὲ μετὰ γελοιαστῶν μᾶλλον ἠγάπησας· σιωπὴν καὶ εὐθύτητα οὐκ ἠγάπησας, πολυλογίαν δὲ καὶ καταλαλιὰν μᾶλλον ἠγάπησας· ἑστάναι ἐν προσευχῇ μετὰ κατανύξεως οὐκ ἠγάπησας, ῥέμβεσθαι δὲ μᾶλλον ἠγάπησας· ἀκτημοσύνην οὐκ ἠγάπησας, φιλαργυρίαν δὲ μᾶλλον ἠγάπησας· τὴν ἄσκησιν καὶ φιλοπονίαν οὐκ ἠγάπησας, τρυφὴν δὲ καὶ σπατάλην μᾶλλον ἠγάπησας· ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν οὐκ ἠγάπησας, ἀναπατεῖν δὲ μᾶλλον ἠγάπησας· φιλαδελφίαν οὐκ ἠγάπησας, χαίρειν δὲ ἐπὶ διαστροφῇ κακῇ μᾶλλον ἠγάπησας· συμπαθεῖν θλιβομένοις οὐκ ἠγάπησας, σκληρὸς δὲ καὶ ἀσυμπαθὴς εἶναι μᾶλλον ἠγάπησας· θλῖψιν καὶ ὀνειδισμοὺς ὑπομεῖναι διὰ τὸν Κύριον οὐκ ἠγάπησας, προκαθεδρίαν δὲ καὶ ἐπαίνους ματαίους μᾶλλον ἠγάπησας· τὸν φόβον Θεοῦ καὶ τὴν ἀγάπην αὐτοῦ οὐκ ἐφύλαξας, τὴν δὲ ἀφοβίαν καὶ τὴν μισαδελφίαν μᾶλλον ἠγάπησας. Καὶ τί ἔτι λέγω; Τὰ οὐράνια ἐμίσησας καὶ τὰ ἐπίγεια ἠγάπησας, καὶ ἔτι τὸν μονήρη βίον αἰτιᾶσαι; Οὐκ οἶδας ὅτι γέγραπται· ἀπολεῖ Κύριος πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος; Καὶ πάλιν· καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν, ὅτι ὁ Θεὸς κριτής ἐστιν. Ὁρᾷς, ἀδελφέ, ὅτι ἡ αἰτία ἐξ ἡμῶν ἐστι καὶ οὐκ ἐξ ἑτέρων; Ἐλθὲ οὖν εἰς ἑαυτόν, καὶ ἐπίστρεψον ἐπὶ τὸν Κύριον ἐν ὅλῃ καρδίᾳ· οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέφειν καὶ ζῆν αὐτόν. Θέλει γὰρ ὁ Κύριος τοὺς πάντας σωθῆναι· ἀγαθὸς γὰρ ὑπάρχει. Ἐτρώθης, ἀλλὰ δύνασαι ἰαθῆναι. Ἔπεσας, ἀλλὰ ἀνάστηθι μόνον. Μὴ ἔκδος ἑαυτὸν εἰς τέλος τῇ ἀπωλείᾳ. Αὐτὸς γὰρ ὁ Σωτὴρ ἡμῶν εἴρηκεν· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Καί· οὐκ ἦλθον δικαίους καλέσαι, ἀλλὰ ἁμαρτωλούς. ∆ιό, ἀγαπητὲ ἀδελφέ, ἀνάσχου, καὶ συμβουλεύσω σοι ῥῆμα· καθέζου ἐν ἡσυχίᾳ καὶ ἄγαγε πρὸ ὀφθαλμῶν σου τὸν φόβον τοῦ Κυρίου· καὶ ἐπισυνάξας σου τοὺς λογισμούς, κάθου αὐτοῖς ὡς κριτής, καὶ κατάμαθε τὴν διαγωγὴν τοῦ παρελθόντος χρόνου, ἀφ' οὗ καὶ ἤρξω εἰς τὸν μονήρη βίον, ἵνα ἐπιγνῷς τὴν γενομένην σοι αἰτίαν τῆς τοιαύτης καταστάσεως, καὶ σημείωσαι ἐν τῇ καρδίᾳ σου τὸ βλάβος καὶ τὴν αἰτίαν, καὶ πόθεν ἡ αἰτία ἐγκέκυφε τῆς τοιαύτης ζημίας. Ἐὰν γὰρ περιπέσῃ ἔμπορος πειραταῖς, εἴτε ὑποβρύχιον γένηται τὸ πλοῖον καὶ ἀπολέσῃ τὸν γόμον, οὐκ ἐπιλανθάνεται τοῦ τόπου, ἔνθα τὸν γόμον ἀπώλεσεν· εἰ δὲ καὶ μετὰ χρόνον ἱκανὸν συμβῇ αὐτῷ παριέναι τὸν τόπον, μετὰ ὑποψίας πολλῆς δι' αὐτοῦ παρέρχεται. Ἐσόμεθα οὖν καὶ ἡμεῖς ἐκείνους μιμούμενοι, μᾶλλον δὲ σοφώτεροι. Ἐκεῖνοι τὸν πλοῦτον τὸν φθαρτὸν ἀπολέσαντες, τοῦ τόπου οὐκ ἐπιλανθάνονται· ἡμεῖς δὲ ἄφθαρτον. Τοιγαροῦν καθέζου ἐν ἡσυχίᾳ, καθὼς προείρηται, καὶ ἐπισυνάγαγέ σου τοὺς λογισμούς, καὶ σκάλευε τὸ πνεῦμά σου ἡμέρας καὶ νυκτός, ἵνα ἐπιγνῷς τὴν αἰτίαν τῆς τοιαύτης ζημίας καὶ καταστροφῆς· μήποτε ἀπ' ἀρχῆς παρρησίαν ἐκτήσω, καὶ ἡ παρρησία ἀνέτρεψέ σου τὸν εὐτελῆ λογισμόν, καὶ τὰ ἤθη διέφθειρε, καὶ ἀναιδῆ καὶ ἀναίσχυντον ἀπετέλεσε· μήποτε ἐκ τῆς πολυλογίας τὸ βλάβος ἐγκέκυφε· μήποτε ἐκ τῆς γαστριμαργίας ἡ αἰτία γέγονε· μήποτε ἐκ τῆς ἀνυποταγῆς τὸ βλάβος γέγονε· μήποτε ἐξ ὀρέξεων διαφόρων τόπων· μήποτε ἐκ προφάσεως διακονίας καὶ τῶν περισπασμῶν τὸ μέγιστον κακὸν παρεσκεύασε. Καὶ ἐπιγνοὺς ἀπόκοψον τὴν παρρησίαν καὶ τὴν ἀναίδειαν διὰ τῆς εὐλαβείας. Μὴ αἰσχυνθῇς κληθῆναι ὑποκριτὴς ὑπὸ τῶν ἀθε τούντων τὰς ἐντολὰς τοῦ Κυρίου. ∆ῆλον γὰρ ὅτι οὐ κατὰ διόρθωσιν τοῦ ἀδελφοῦ τὴν μνήμην τῆς ὑποκρίσεως ἄγουσιν, ἀλλ' ἵνα ἐκτραπεὶς ὁ ἀδελφός, ἀναιδὴς καὶ ἀναίσχυντος καὶ ἀλλότριος τῆς δικαίας γνώμης γένηται. Τοὺς γὰρ εὐλαβεῖς ὑποκριτὰς ὀνομάζουσι. Πρὸς οὓς ὁ ∆εσπότης λέγει· ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. Μὴ οὖν ἐντραπῇς τὸν ὀνειδισμόν, ἀγαπητὲ ἀδελφέ· ἀπαιδευσίαν δὲ μὴ ἀναλάβῃς· ἀπαιδεύτοις γὰρ συναντᾷ θάνατος, ἡ ἁγία Γραφὴ λέγει. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει· ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν. Καὶ ἐν ἑτέρῳ λέγει· εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοί ἐστε, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ' ὑμᾶς ἀναπέπαυται. Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ ὡς κλέπτης ἢ ὡς ἀλλότριος ἐπίσκοπος· εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω τὸν Θεὸν ἐν τῷ ὀνόματι τούτῳ. Καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Φεῦγε τοιγαροῦν τὴν παρρησίαν καὶ τὸν γέλωτα· οὐ γὰρ συμβάλλεται τῇ ψυχῇ σου· τίς γὰρ μερὶς πιστῶν μετὰ ἀπίστου; Ὁμοίως δὲ καὶ τὴν γαστριμαργίαν δάμασον διὰ τῆς ἐγκρατείας· τὴν φιλαργυρίαν διὰ τῆς ἀσκήσεως καὶ ἀκτημοσύνης· τὴν πολυλογίαν διὰ τῆς σιωπῆς· τὴν ἀκαθισίαν διὰ τῆς ὑπομονῆς τοῦ κελλίου· τὴν ὀλιγωρίαν διὰ τῆς μνήμης τῶν μελλόντων ἀγαθῶν· τὴν ἀνυποταγὴν διὰ τῆς ταπεινοφροσύνης. Εἰ δὲ καὶ προφάσει μισοπονηρίας τὸ κακόν σοι παρεσκεύασεν ὁ Ἐχθρός, τοῦ λοιποῦ σεαυτὸν ἁγνὸν τήρει· μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Κατὰ δὲ τὴν ἐμὴν γνώμην λογίζομαι, ὅτι ἀρχὴ κακῶν γέγονεν ἡ παρρησία· καὶ αὕτη σε ἀναίσχυντον ἀπειργάσατο. ∆ιὸ λέγει· μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν. Τί δὲ κέρδος ἔχει ὁ κόσμος; Ἢ τί ἀγαθὸν παρέξει τοῖς ἀγαπῶσιν αὐτόν; Ἔλαβέ τις γυναῖκα; Ἀρχὴ μερίμνης. Ἐγέννησεν υἱόν; Φροντὶς ἑτέρα.Ἐτέχθη ἄλλος; Περισσοτέρα ἡ μέριμνα. Ἀπέθανεν ὁ εἷς υἱός; Ἀπέλιπε τοῖςγεννήσασιν αὐτὸν πένθος. Ἐὰν δὲ καὶ ὁ ζῶν ἀποβῇ κακόφρων, ὀδυνᾶται περὶ αὐτοῦ μᾶλλον ἢ περὶ τοῦ τεθνηκότος. Ὅταν δὲ ἔλθῃ τῷ ἀνδρὶ ἡ ὥρα τοῦ θανάτου αὐτοῦ, χείρω τοῦ θανάτου τὴν θλῖψιν λογίζεται, ὅτι τὴν μὲν γυναῖκα αὑτοῦ κατέλιπε χήραν, τὰ δὲ τέκνα αὑτοῦ ὀρφανά. Καὶ τούτων πάντων ἠλευθέρωσέ σε ὁ ζυγὸς τοῦ Χριστοῦ, μοναχέ, καὶ πῶς πάλιν εἰς τὰ ἀρχαῖα βούλει ἀνακάμψαι; Μὴ ἀπογίνωσκε σεαυτοῦ, μηδὲ λέγε ὅτι οὐκέτι δύναμαι σωθῆναι. Ἀλλὰ καὶ σφόδρα δύνῃ σωθῆναι. Τὸν φόβον τοῦ Θεοῦ ἀγάπα ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ αὐτὸς ἰᾶταί σου τὰ τραύματα καὶ ἄτρωτόν σε τοῦ λοιποῦ διαφυλάξει. Ἐν ὅσῳ γὰρ τὸν φόβον τοῦ Κυρίου ἀγαπᾷ ἡ ψυχή σου, οὐ μὴ ἐμπέσῃς εἰς τὰς παγίδας τοῦ ∆ιαβόλου, ἀλλ' ἔσῃ ὡς ἀετὸς εἰς τὰ ὕψη πετόμενος. Ἐὰν δὲ μετὰ ταῦτα ἀμελήσασα ἡ ψυχὴ καὶ καταφρονήσασα τοῦ φόβου τοῦ Θεοῦ, καθαιρηθεῖσα τῶν ὑψωμάτων, παίζεται ὑπὸ τῶν κατωτάτων, οἳ καὶ κατακαλύψαντες τοὺς ὀφθαλμοὺς αὐτῆς, ἐλαύνουσιν αὐτὴν εἰς τὰ πάθη τῆς ἀτιμίας, ὡς βοῦν συνεζευγμένην τῇ μηχανῇ. ∆ιό, ἀγαπητὲ ἀδελφέ, φροντίσωμεν τῆς ἀληθείας. Φροντίσωμεν τῆς ἑαυτῶν σωτηρίας. Φροντίσωμεν τὴν ὥραν τοῦ θανάτου. Μισήσωμεν τὰ κοσμικὰ πράγματα. Ταῦτα πάντα ὧδε μένει. Ταῦτα οὐκ ἐξελεῖται ἡμᾶς ἐν ὥρᾳ τῆς ἀνάγκης· ὅτε μεταμελόμενοι, οὐδὲν ὠφελοῦμεν· ὅτε παρακαλοῦμεν τοῦ ἀφεθῆναι ἡμᾶς, καὶ οὐδεὶς ὁ ἀπολύων. Οἴμοι, οἴμοι, οἵα φοβερὰ τυγχάνει ἡ ὥρα τοῦ θανάτου, ὅτε χωρίζεται ἡ ψυχὴ ἀπὸ τοῦ σώματος! Τότε οὐ πατὴρ συνοδεύει υἱῷ, οὐ μήτηρ θυγατρί, οὐ γυνὴ ἀνδρί, οὐκ ἀδελφὸς ἀδελφῷ, εἰ μὴ ἑκάστου αἱ πράξεις, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε φαῦλον. Τοιγαροῦν προαποστείλωμεν ἑαυτοῖς πράξεις ἀγαθάς, ἵνα ὅταν πορευθῶμεν, δέξωνται ἡμᾶς εἰς τὴν πόλιν τῶν ἁγίων. Ἐὰν βούλει προκόπτειν, αὐτὸν τὸν Βασιλέα φίλον κτῆσαι ἀπεντεῦθεν. Οἵαν δόξαν δοκεῖς εὑρεῖν, ἀγαπητὲ ἀδελφέ, ἐάνπερ ἀπεντεῦθεν κτήσῃ φίλον τὸν Βασιλέα τῆς δόξης; Ὡς γὰρ τιμᾷς ὧδε, τοιοῦτον βαθμὸν παρέξει σοι· καὶ οἷος δουλεύεις αὐτῷ ὧδε, τοσοῦτον καὶ αὐτὸς τιμήσει σε ἐκεῖ. Γέγραπται γάρ· ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἀτιμασθήσονται. Τίμα οὖν αὐτὸν ἐν ὅλῃ τῇ ψυχῇ σου, ὅπως ἀξιώσῃ σε τῆς τιμῆς τῶν Ἁγίων. Ἐν τίνι δὲ δεῖ κτήσασθαι αὐτόν; Πρόσφερε αὐτῷ χρυσίον, ἀργύριον· ἐὰν ἴδῃς γυμνόν, περίβαλλε. Εἰ δὲ οὐχ ὑπάρχει σοι οὐδὲν τούτων, πρόσφερε αὐτῷ ἕτερα ἤδη τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου τιμιώτερα· πίστιν, ἀγάπην, ἐγκράτειαν, ὑπομονήν, μακροθυμίαν, ταπεινοφροσύνην. Ἀπέχου ἀπὸ καταλαλιᾶς. Τήρει σου ὀφθαλμοὺς τοῦ μὴ ἰδεῖν ματαιότητας, καὶ τὰς χεῖράς σου μὴ ποιεῖν ἄδικον. Τοὺς πόδας σου ἀπόστρεψον ἀπὸ ὁδοῦ κακῆς. Παρακάλει ὀλιγωροῦντας· συμπάθησον ἀσθενοῦντας. ∆ὸς ποτήριον ψυχροῦ διψῶντι· δὸς κλάσμα ἄρτου πεινῶντι. Ἐξ ὧν ἔχεις, ἐξ ὧν αὐτός σοι ἐχαρίσατο, πρόσφερε αὐτῷ· καὶ γὰρ τὰ δύο λεπτὰ τῆς χήρας οὐκ ἀπεβάλλετο ὁ Χριστός. Τί δὲ καὶ ᾐτήσατο Ἠλιοὺ παρὰ τῆς χήρας; Οὐχὶ ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ ψωμὸν ἄρτου; Καὶ ἀναστὰς Ἠλίας ἐπορεύθη εἰς Σαρεπτὰ τῆς Σιδῶνος καὶ ἤγγισεν εἰς τὸν πυλῶνα τῆς πόλεως· καὶ ἰδοὺ χήρα γυνὴ συλλέγουσα ξύλα. Καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιού, καὶ εἶπε· λήψῃ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ πίομαι. Καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιού, καὶ εἶπε· λήψῃ δή μοι καὶ ψωμὸν ἄρτου ἐν τῇ χειρί σου. Ὁρᾷς, ἀγαπητέ, ἐν τίσιν ἐτρέφοντο οἱ ἅγιοι Προφῆται; Ἐν ὀλίγῳ ὕδατι καὶ ψωμῷ ἄρτου, καὶ αὐτῷ μετὰ στενοχωρίας· εἶχον γὰρ τὴν πᾶσαν σπουδὴν εἰς τὰ ἀποκείμενα αὐτοῖς ἀγαθὰ ἐν τοῖς οὐρανοῖς. Ἀγαπήσωμεν οὖν καὶ ἡμεῖς τὴν τῶν Ἁγίων ὁδόν, ἀδελφοὶ ἀγαπητοί. Ὡς ἔτι ἔχομεν καιρόν, ποιήσωμεν αὐτῷ καρπὸν καλὸν μετανοίας. Μὴ ἀπολέσωμεν καιρὸν ἐπιτήδειον εἰς μετάνοιαν, μηδὲ μετεωρισθῶμεν ταῖς φαντασίαις τοῦ κόσμου τούτου, μηδὲ μετὰ ἀνδρῶν ἐν ἀφοβίᾳ Θεοῦ διατελούντων τὰ ἔργα αὐτῶν μὴ συνάψωμεν ἑαυτούς, μηδὲ ζηλώσωμεν τὰ ἔργα τῶν καταφρονούντων τῆς ἑαυτῶν σωτηρίας· κατὰ τὸ λόγιον τοῦ Ἀποστόλου· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Καὶ ἐν ἑτέρῳ λέγει· ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφήσῃς, ἀλλὰ φύλαξον ἑαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβεῖς μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων. Ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ' αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν· ἀφαιρεῖται ὁ ὕπνος αὐτῶν, καὶ οὐ γὰρ κοιμῶνται. Οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων φωτὶ λάμπουσι· προπορεύονται καὶ φωτίζουσιν, ἕως ἂν κατορθώσῃ ἡμέρα. Καὶ πάλιν λέγει· μὴ γίνου ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου, μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ <καὶ> λάβῃς βρόχους τῇ σῇ ψυχῇ. Καὶ πάλιν ἐν ἑτέρῳ λέγει· οὗτοί εἰσι πηγαὶ ἄνυδροι καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. Ὑπέρογκα ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίᾳ σαρκὸς ἀσελγείας τοὺς λόγους ἀποφεύγοντας τοὺς εὐθεῖς καὶ τοὺς ἐν πλάνῃ ἀναστρεφομένους· ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς. Ὧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου τούτου ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Καὶ πάλιν λέγει ἐν ἑτέρῳ· παρακαλοῦμεν δὲ ὑμᾶς σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα, παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ' αὐτῶν. Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐγλωττίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Φύγωμεν οὖν τὴν πλατεῖαν ὁδόν, τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν· ποθήσωμεν δὲ τὴν στενήν, τὴν ἐπάγουσαν εἰς τὴν αἰώνιον βασιλείαν. Πονέσωμεν ὧδε ἑκουσίως, πρὸ τοῦ ἡμᾶς πονέσαι ἀκουσίως. Μισήσωμεν τὸν ἐμπαθῆ κόσμον καὶ τὸν ἐμπαθῆ βίον. Ποιήσωμεν ἑαυτοῖς τροχιὰς ὀρθάς. Ἀγαπήσωμεν τὴν σπουδήν, ζέοντες πρὸς Κύριον τῷ πνεύματι. Κλαύσωμεν ὧδε ἑκουσίως, ἵνα Θεὸν δυσωπήσαντες ἐξελῆται ἡμᾶς τοῦ αἰωνίου πυρὸς καὶ βρυγμοῦ τῶν ὀδόντων. Ἀγαπήσωμεν τὸ πένθος, ὅτι τοῦ Χριστοῦ ἐστιν ἐντολή· αὐτὸς γὰρ εἴρηκε· μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσονται. Ἐννοηθῶμεν, ἀγαπητοὶ ἀδελφοί, τοὺς τὴν θάλασσαν πλέοντας, οἵους κινδύνους ὑπομένουσι θαλασσομαχοῦντες καὶ τὰ μεγέθη τῶν πελαγῶν διαπερῶντες. Ἡνίκα δέ τις πληρώσῃ τὸν χρόνον τῆς μισθώσεως αὑτοῦ, οὐ προσποιεῖται τοὺς κινδύνους, οὓς ὑπέστη θαλασσομαχῶν, διὰ τὴν χαράν, ὅτι ἀπέλαβε πλήρη τὸν μισθὸν αὑτοῦ· μᾶλλον δὲ καὶ προθύμως καθίσταται τοῦ πλέειν ἐν τῇ θαλάσσῃ. Ἐκεῖνοι μέν, ὅτε τελέσωσι, τότε ἄρχονται· ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, ἐὰν φθάσωμεν καλῶς τελέσαι τὸν προκείμενον ἡμῖν ἀγῶνα, οὐκέτι ἡμῖν ἀνάγκη ἐπίκειται πάλιν τῷ αὐτῷ δρόμῳ χρήσασθαι· ἀδύνατον γάρ ἐστι τοῦτο. Μικρὸς ὁ ἀγών, ἀδελφοί, καὶ ἀνεκδιήγητος ἡ μισθαποδοσία. Ἥκωμεν οὖν εἰς τὸ ἔργον τοῦ Κυρίου, ἀγαπητοί, ἐν ὅλῃ καρδίᾳ καὶ δυνάμει, ὡς καιρὸν ἔχομεν. Ὥσπερ γὰρ ἀμεταμέλητα τὰ χαρίσματα αὐτοῦ καὶ ἡ κλῆσις τοῖς ἁγίοις, οὕτως καὶ τὰ ἐναντία τοῖς ἐναντίοις ἡτοίμασται ἀπ' ἀρχῆς. ∆ιὸ μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ὅτι παρ' αὐτοῦ λήψεται τὸν στέφανον, ὃν ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρὸς ἀδελφὸν ἐκπεσόντα, καὶ περὶ μετανοίας. Παραίνεσις μβʹ

[Επεξεργασία]

Τοῖς ἐν ὑποταγῇ καθεζομένοις πνευματικοῦ πατρὸς ὑποβάλλει ὁ Ἐχθρός, λέγων· ἀποχώρει ἐντεῦθεν καὶ οἴκει κατὰ σεαυτὸν καὶ ἀναπαύῃ μᾶλλον. Καὶ ἐὰν συγκατατιθῆται ὁ ἀδελφὸς τοῖς τοιούτοις λογισμοῖς, χωρίζεται τῆς ἀδελφότητος. Καὶ ἐὰν ἴδῃ ὁ Ἐχθρός, ὅτι νήφει ὁ λογισμὸς τοῦ ἀδελφοῦ μικρόν, ὑποβάλλει αὐτῷ, λέγων· εἴσελθε εἰς τὴν ἐνδοτέραν ἔρημον. Εἶτα καθίσαντος τοῦ ἀδελφοῦ χρόνον τινὰ ἐν τῇ ἐρήμῳ, τότε προσφέρει αὐτῷ ὁ μισόκαλος δαίμων τὸν λογισμὸν τῆς ἀκηδίας καὶ τὸ ἔκταμα τοῦ χρόνου καὶ τὴν σπάνην τῶν χρειῶν καὶ τὴν ἀσθένειαν τοῦ γήρως καὶ τὸν κόπον τῆς ἐρήμου. Καὶ ἐὰν ἰσχύῃ ὁ Ἐχθρὸς σαλεῦσαι τὸν ἀδελφόν, ἀνασπᾷ αὐτὸν κἀκεῖθεν καὶ φέρει αὐτὸν πλησίον κώμης ἢ πόλεως. Τότε ἐπιτίθησιν αὐτῷ τὴν πορνείαν. Ὁ οὖν ἀδελφὸς ἐγκρατεύεται τοῦ μὴ εἰσιέναι ἐν τῇ πόλει, μήτε εἰς κώμας προσεγγίζειν. Τότε θεασάμενος ὁ Ἐχθρὸς τὸν σκοπὸν τοῦ ἀδελφοῦ, τὰς κινήσεις καὶ τὰ τεχνάσματα ἐπινοεῖ, ἐν οἷς βούλεται καταβαλεῖν τὸν ἀδελφόν. Ἐξ ὧν ἡ μία ἐστὶν αὕτη· ἐν μιᾷ τῶν ἡμερῶν, ἡσυχάζοντος τοῦ ἀδελφοῦ ἐν τῷ κελλίῳ, παρασκευάζει γυναῖκα κρούειν αὐτῷ, προφάσει πλανωμένης καὶ ὀλιγοψυχούσης, ἢ ὡς δι' ἐλεημοσύνην ἐλθούσης, ἢ προφασίζεται μοναχὸν γνώριμον ἐπιζητεῖν. Ὁ οὖν ἀδελφὸς ἀνοίξας τὴν θύραν αὐτοῦ, ὁρᾷ τὴν γυναῖκα παρισταμένην ἐν τῇ αὐτοῦ κέλλῃ. Καί φησιν τὸ γύναιον· κύρι ἀββᾶ, ποῦ μένει ὁ δεῖνα μοναχός; Καί, ὅτι κέκλικεν ἤδη <ἡ> ἡμέρα, ποίησον ἀγάπην ὑποδέξαι ἡμᾶς ἔσω τῆς θύρας σου, τὴν νύκτα ταύτην, μήποτε πλανωμένων ἡμῶν φάγωσιν ἡμᾶς τὰ θηρία. Πολλάκις δὲ καὶ ἄλλην συμπαίκτριαν φέρει μεθ' ἑαυτῆς τὸ γύναιον· ἴσως δὲ καὶ ἀναλώματα βαστάζουσι καὶ χρείας, ἐν οἷς βούλονται δελεάσαι τὸν ἀδελφόν. Τότε πολεμεῖ ὁ ἀδελφὸς ἐξ ἑκατέρων τῶν λογισμῶν, καὶ δειμαίνεται <μή>, ὡς ἄσπλαγχνος, ἐκπεσεῖν τῆς ἐντολῆς, μήποτε δὲ καὶ διὰ τοῦ ἀγαθοῦ θηρευθῇ αὑτοῦ ἡ ψυχή. Ἵνα δὲ μὴ μηκύνωμεν τὸν λόγον· ἥττηται ὁ μοναχὸς τῇ ἐπιθυμίᾳ. Καὶ μετὰ τὸ συντελεσθῆναι τὴν ἀνομίαν, ἐάνπερ βουληθῇ ἐξαποστεῖλαι αὐτήν, ἀποκρίνεται αὐτῷ, λέγουσα· ὅτε με ἐταπείνωσας, ἐξαποστέλλεις με ἀπὸ σοῦ, ἵνα ποῦ πορευθῶ; Πῶς δὲ ὀφθήσομαι τῷ προσώπῳ τῶν γονέων μου; Μὴ δύναται κρυβῆναι τὸ πρᾶγμα; Ἀσφαλῶς οὖν γίνωσκε, μοναχέ, ὅτι οὐκέτι ἀφίσταμαι ἀπὸ σοῦ, ἀλλὰ καὶ μετὰ σοῦ καθέζομαι ἐν τῷ κελλίῳ σου, καὶ ὅθεν θέλῃς, διάτρεφέ με. Τότε ἄρχεται ὁ μοναχὸς θρηνεῖν ἑαυτόν, ὅτι ὅλως ἤνοιξε τὴν θύραν τοῦ κελλίου αὑτοῦ. Ταῦτα οὖν γινώσκων, μοναχέ, τήρει σεαυτόν. Ἐὰν γὰρ ἐμπέσῃς εἰς τοὺς βρόχους αὐτῆς, κόπῳ ἐκβλῆσαί σε δυνήσῃ· βρόχοις γάρ, φησί, τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν. Προγινώσκων τοιγαροῦν, τί ἔσται τὰ ἔσχατα τῆς ἁμαρτίας καὶ οἵαν ἀτιμίαν προξενεῖ τοῖς χρωμένοις αὐτῇ εἰς τὰ ταμιεῖα ταῦτα, φεῦγε ἐκ τῆς ἡδυπαθείας· οἱ γὰρ καρποὶ αὐτῆς καρποὶ αἰσχύνης. Καὶ πρὸ μὲν τῆς ἡδονῆς ἐπιθυμία· μετὰ δὲ τὴν ἡδονὴν λύπη. Ἀναλόγισαι οὖν ὅτι τὴν ἡδονὴν λύπη διαδέχεται, καὶ φεῦγε τὴν ἁμαρτίαν, λογιζόμενος τὴν αἰσχύνην τῶν ἀνθρώπων, μᾶλλον δὲ τὸν φόβον τοῦ Κυρίου. Ἀποδίωκε οὖν τὸν δαίμονα τὸν θέλοντά σε ἀπατῆσαι καὶ τοὺς πόνους συλῆσαι, ὅπως ἀλύ πως διαμείνῃς. Οἶδε γὰρ ὁ καρδιογνώστης Κύριος, ὅτι οὐ πονηρίας χάριν, ἢ μισανθρωπίας, ἀποβάλλεις τὸ γύναιον, ἀλλ' ἵνα μὴ διὰ τοῦ ἀγαθοῦ τὸ κακόν σοι κατεργάσηται. Εἰ δέ τις λέγει, ὅτι καλὴ ἡ φιλοξενία, σύμφημι κἀγώ. Ὁ οὖν φιλόξενος ἀνὴρ μιμήσασθαι ὀφείλει τῷ δοκιμάζοντι ἀργύριον ἐν χωνευτηρίῳ· τὸ καθαρὸν λήψεται ἑαυτῷ, παρόψεται δὲ τὸ ἀδόκιμον· τουτέστι, τὴν ἐντολὴν τήρησον, ἀπὸ δὲ τῆς ἁμαρτίας φεῦγε, ὡς ἐκ στόματος ὄφεως. Ὁ γὰρ εἰπών, ξένος ἤμην καὶ συνηγάγετέ με, εἶπε καί, οὐ πορνεύσεις. Νῆφε ἐν τῇ νεότητί σου. Νῆφε, μήποτε ἀμελήσας εὑρεθῇς τοῖς πάθεσι δουλεύων ἀπὸ νεότητος ἕως γήρως. Ὁ γὰρ ἐν πελάγει ναυαγήσας, ἴσως καὶ ἔνηψε καὶ ἠγωνίσατο· καὶ ἡ πολλὴ τῶν κυμάτων ἐπανάστασις ἴσχυσε κατ' αὐτοῦ. Ὁ δὲ ἐν τῷ λιμένι ναυαγήσας, ἔοικεν ὡς ἐξ ἰδίας ἀμελείας τὸ πλοῖον τοῦ δεσπότου αὑτοῦ ἐν τῷ βυθῷ κατάξας καὶ ἀπολέσας. Σὺ οὖν ἐν τῷ λιμένι τυγχάνεις, μοναχέ, ἐάνπερ προσέχῃς σεαυτῷ. ∆ιὰ τοῦτο, οὐδὲ συμφέρει ἡμῖν ἡ ἐν ταῖς κώμαις διατριβή. Ἐὰν δὲ καταβῇ ἀνάγκη τοῦ φθάσαι ἕως κώμης, μὴ διασύρῃ προσομιλῶν γυναιξίν· ὥσπερ ὁ καταπίνων ἄγκιστρον, οὕτως ἑλκυσθήσεταί σου ἡ ψυχή. Νῆφε οὖν, ὅτι οὐ μακρὰν τὸ πτῶμα παράκειται· καὶ διὰ τῆς εὐλαβείας σου καὶ τοῦ φόβου τοῦ Θεοῦ ἀγωνίζου πρὸς τὸν πειρασμόν· ἡ γὰρ ἀναισχυντία μήτηρ ἐστὶ τῆς πορνείας. Ἐὰν θεάσωνταί σε παρρησιαζόμενον καὶ περπερευόμενον πρὸς αὐτάς, εἰς χείρω παροτρύνασαι καταβάλλουσί σε. Ἀλλὰ καὶ εὐλαβὴς τυγχάνων, μὴ θάρρει σεαυτῷ, ἀλλὰ νῆφε, μήποτε προφάσει κατανύξεως καὶ εὐλαβείας παραλύσωσί σου τὴν διάνοιαν διὰ τῶν ῥημάτων. Εἶπε γάρ τις τῶν Ἁγίων· λόγους προβάλλονται, μαλάσσειν τὸ πάθος πειρώμεναι. Ἀλλὰ καθὼς εἴρηκεν ὁ Σωτήρ· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Παραγγέλλει δὲ καὶ διὰ τοῦ Ἀποστόλου, λέγων· μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες, τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Ἀσφαλῶς οὖν γίνωσκε, ἀγαπητέ, ὅτι, ἂν ᾖς ὡς χρυσίον καθαρὸν ἐν τῷ κόσμῳ καὶ ἐλθόντος σου εἰς τὸν μοναχὸν ἀμελήσῃς σεαυτοῦ, οὐ χρονί ζεις γενέσθαι ὡς μόλιβδος. Καὶ ἐλθὼν εἰς τὸν μοναχὸν πάλιν, ἐὰν ἀγαπήσῃς τὸν Κύριον ἐν ἀληθείᾳ, οὐ χρονίζεις γενέσθαι ὡς μαργαρίτης, μὴ ἔχων σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' ἔσῃ ἄμωμος κατὰ πάντα. Καὶ τοῦτο πάλιν γινώσκειν σε βούλομαι, ὅτι ὁ χρώμενος τῇ ἁμαρτίᾳ περισσότερον πόλεμον ἔχει τοῦ ἐγκρατευομένου. Ὥσπερ γὰρ ὁ ἐπιχέων βόρβορον ἐν τόπῳ τινί, πλεονάζει τὴν δυσωδίαν, οὕτω καὶ ὁ μὴ ἐγκρατευόμενος αὔξει τὸ πάθος. Γίνωσκε ὅτι ἐὰν ἀμελήσῃς σεαυτοῦ, ἔσχατον μεταμεληθήσῃ· τοῦ Ἀποστόλου λέγοντος· ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί, καὶ μεμέρισται. Σὺ δέ, μοναχέ, οὐ τὴν τοῦ κόσμου μέριμναν ἐξελέξω, ἀλλὰ πῶς ἀρέσῃς τῷ Κυρίῳ· ὅθεν σεαυτὸν εὐνούχισας διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. Πάλιν λέγω· ἐὰν μὴ ἐγκρατεύσῃ, ἔσχατον λυπηθήσῃ κατὰ πολλοὺς τρόπους, κατὰ τὸν λέγοντα Ἀπόστολον· θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι. Ὁ γὰρ γαμήσας πτωχεύει μὲν τὰ πρὸς ἀρετήν, περισπώμενος περὶ οἴκου καὶ γυναικὸς καὶ παιδοτροφιῶν· ὁ δὲ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ. Σεαυτὸν εὐνούχισας διὰ τὴν τῶν οὐρανῶν βασιλείαν, οὐ σιδήρῳ τοὺς διδύμους ἀποτεμῶν, ἐστὶ γὰρ τῆς ἀρετῆς ἀλλότριον, ἀλλ' εὐσεβεῖ λογισμῷ τῶν ἡδονῶν κρατήσας. Ἔμμενε τοιγαροῦν τοῖς αὐτοῖς ὅροις· διότι γέγραπται· ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Βιάζου οὖν σεαυτὸν ἐγκρατεύεσθαι καὶ εὑρήσεις καθαροὺς τοὺς διαλογισμούς σου καὶ τὴν διάνοιάν σου, ὥσπερ λιμένα εὔδιον, ἡσυχίας μεστόν. Καὶ ἡ ἐλπὶς τῶν μελλόντων ἀγαθῶν πιαίνει τὰς δυνάμεις τῆς ψυχῆς, ὡσεὶ ἐκ στέατος καὶ πιότητος ἐμπεπλησμένας· ὧν ὁ Κύριος ἀξιώσῃ ἡμᾶς, ὁ δίκαιος κριτής. Ἀμήν. Μηδὲ ἐν ἑτέρῳ τρόπῳ φθείρῃς τὸν ναὸν τοῦ Θεοῦ, παρακαλῶ. Καὶ μὴ λυπήσῃς τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐνοικοῦν ἐν ἡμῖν, μηδὲ τοὺς Ἀγγέλους τοὺς ἁγίους, τοὺς διατεταγμένους φυλάττειν ἡμέρας καὶ νυκτός, οἳ καὶ τοὺς δαίμονας ἀποσοβοῦσιν ἀφ' ἡμῶν, τοὺς ἀοράτως τρίζοντας καθ' ἡμῶν τοὺς ὀδόντας, μήποτε αὐτοὶ ἡμῶν κατήγοροι γένωνται ἐν ἡμέρᾳ κρίσεως καὶ ὑποπέσωμεν τῇ καταστροφῇ Σοδόμων. Ἐάν τε γὰρ καὶ οἱ τοῖχοι περικυκλώσωσιν ἡμᾶς, ἐὰν τέγη καλύπτῃ καὶ θύρα ἀποκέκλεισται καὶ σκοτία τυγχάνῃ, ἀλλ' ἐννοηθῶμεν, ὅτι ὁ ἀποχωρίσας τὸ σκότος ἀπὸ τοῦ φωτός, οὐδὲν αὐτὸν λέληθε τῶν καθ' ἡμᾶς. Καὶ πειθέτω σε ὁ Προφήτης, λέγων· σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί, ποτὲ φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; Ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ κατανοεῖ; Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει; Ὁ διδάσκων ἄνθρωπον γνῶσιν; Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Ἀγαπητὲ ἀδελφέ, οὐ μόνον τὰς πράξεις τῶν ἀνθρώπων ἐφορᾷ ὁ Κύριος, ἀλλὰ καὶ τοὺς διαλογισμούς. Ἐὰν δὲ ὑποβάλλῃ σοι ὁ Ἐχθρός, λέγων· ἔστι μετάνοια· διὸ ἀπόλαβε τοῦ βουλήματός σου, εἰπὸν πρὸς αὐτόν· τίς ἡ χρεία, ὦ ∆ιάβολε, καθελεῖν οἰκίαν οἰκοδομηθεῖσαν, καὶ ἄνωθεν πάλιν οἰκοδομεῖν αὐτήν, τοῦ Ἀποστόλου λέγοντος· μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν ἐργάζεσθε; Ὅπου δὲ φόβος καὶ τρόμος, δῆλον ὅτι οὐδεμία ἡδονὴ ὑπάρχει. Σχόλαζε τοιγαροῦν τῇ ἑαυτοῦ σωτηρίᾳ, ἀγαπητὲ ἀδελφέ, καὶ καθίσας ἐν ἡσυχίᾳ, ἐπισυνάγαγέ σου τοὺς λογισμοὺς καὶ εἰπὸν ἐν σεαυτῷ· Ἄνθρωπε, τοσοῦτον χρόνον ἔχεις ποιῶν τὰς ἐπιθυμίας τῆς σαρκὸς καὶ τῶν διανοιῶν σου. Τί ὠφελήθης καὶ τί ἐκέρδησας τὰ τοιαῦτα ἐπιτελῶν; Ἆράγε προσέθηκας ἐπὶ τὴν ἡλικίαν σου πῆχυν ἕνα; Ἀλλὰ παχὺς γέγονας; Οὐδὲν ἕτερον συνάγειν ἔχεις σεαυτῷ, πλὴν τροφῆς σκωλήκων. Ἀλλὰ τί ἐκέρδησας; Τὸν ἐν οὐρανοῖς θησαυρὸν ἐνέπλησας ἀγαθῶν, οὕτως ἀφόβως διάγων; Τί οὖν τὸ ὄφελος, ὅτι ἐξῆλθες ἐκ τοῦ κόσμου; Οἴμοι, ψυχή, εἰς τὴν τοιαύτην κατάστασιν ἐλήλυθας, εἰς τὴν τοιαύτην καταστροφήν! Ἰδοὺ οἱ ἀδελφοί μου κεκοσμημένοι εἰς τὰς ἀρετάς, οἱ τὸν Θεὸν φοβούμενοι ἐν ἀληθείᾳ, ἐγὼ δὲ ἐν σκότει πορεύομαι. Πρωῒ πρωῒ μεταμελοῦμαι ἐφ' οἷς πράσσω, καὶ ἑξῆς τὰ χείρω συντελῶ. Καὶ ἐπειδὴ ὁ Κύριός μοι ἐχαρίσατο ἰσχὺν καὶ ὑγείαν, τούτοις ἐγὼ θαρρῶν παροργίζω τὸν ποιήσαντά με. Ἱνατί ἀμελεῖς, ὦ ψυχή μου; Ἱνατί καταφρονεῖς; Μὴ γάρ σε ὧδε ἐάσει ὁ ποιήσας σε ἐκ τοῦ μὴ ὄντος καὶ εἰς τὸ εἶναι παραγαγών; Αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ, καὶ ἀπελεύσῃ ἐντεῦθεν. Γνῶθι τὴν ἀσθένειάν σου, ψυχή μου. Ἕως πότε ἀντερεῖς κατὰ τοῦ ποιήσαντός σε καὶ τῶν προσταγμάτων αὐτοῦ; Ὦ ∆ιάβολε, ὄνειδός με πεποίηκας καὶ Ἀγγέλοις καὶ ἀνθρώποις· ὑπήκοος γενόμενος τῆς ἀσεβοῦς συμβουλίας. Ὑπέβαλές μοι, λέγων· ποίει ἅπαξ τὴν ἐπιθυμίαν σου, καὶ μηκέτι ποιήσεις αὐτήν, καὶ οὐ γνωσθήσεται τὸ ἁμάρτημά σου. Ἰδοὺ τὸ μικρὸν ἐκεῖνο ἐγένετό μοι χάσμα μέγα, καὶ οὐ δύναμαι ἀντιστῆναι ἐναντίον τῶν πονηρῶν καὶ ποικίλων σου ἐπιθυμιῶν. Μικρὰν γὰρ ὀπὴν εὗρε τὸ ὕδωρ καὶ ἐποίησε χάσμα μέγα καὶ πᾶσιν ἔκδηλον. Ἀληθῶς γὰρ ἡ συνήθεια τῶν ἁμαρτημάτων εἰς τὸ χεῖρον ἄγει τὸν πεπτωκότα. Ἐσκότισας γάρ μου τὴν διάνοιαν διὰ τῶν ῥυπαρῶν λογισμῶν καὶ ὤθησάς με εἰς τὸν λάκκον τῆς ἁμαρτίας. Τίνι εἴπω, ἵνα κλαύσῃ ἐπ' ἐμοί; Γυμνὸν γάρ με ἀποκατέστησεν ὁ Ἐχθρὸς ἐκ τῆς ἐμῆς ῥᾳθυμίας· ἀλλὰ τῇ εἰς Θεὸν ἐλπίδι ἀποβλέπων, οὐκ ἀπογινώσκω τῆς ἐμαυτοῦ σωτηρίας εἰς τέλος. Τί δὲ πρὸς τὸν ∆όλιον; Τὴν ἐγκράτειάν μου κατέλυσε διὰ τὴν ἀσθένειαν τοῦ στομάχου μου καὶ τῆς ἐν προσευχαῖς ἀγρυπνίας ἀλλότριον πε ποίηκε· τὴν φιλαργυρίαν ἐφύτευσεν ἐν ἐμοί, προφάσει μακρογηρίας· τὰ δάκρυά μου ἐξήρανε· τὴν καρδίαν μου ἐπάχυνε· τῆς ἐν Χριστῷ ὑποταγῆς με ἀνῄρησε καὶ τοὺς περισπασμούς μοι ἐνέπηξεν· ἀνυπότακτόν με πεποίηκε· μὴ ἐργάζεσθαι, ἀλλὰ περιεργάζεσθαι πεποίηκε· φθονερὸν καὶ κατάλαλόν με ἐδίδαξε· τὴν δοκὸν τὴν ἐν τῷ ὀφθαλμῷ μου οὐ συνεχώρησε κατανοεῖν, τὸ δὲ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ μου προφέρει πρὸ ὀφθαλμῶν μου· τὰ τῆς καρδίας μου κρύπτειν συμβουλεύει, ἐὰν παραπέσῃ ὁ ἀδελφός μου εἰς παράπτωμα, ἐν αὐτῷ με ἀδολεσχεῖν συμβουλεύει· ὑπερήφανον καὶ θυμώδη καὶ ὀργίλον με ἔθηκε· γαστρίμαργον καὶ μέθυσον καὶ φιλήδονον δεδίδαχε· τὰς ζημίας τῆς ψυχῆς μου, ὡς κέρδη, προεξένησέ μοι· ὀκνηρὸν καὶ γογγυστὴν καὶ πολύλαλόν με δεδίδαχε· ἐν ἀναγνώσει καὶ ψαλμῳδίᾳ μετεωρίζεσθαί με μεμάθηκεν. Εὔχομαι καὶ οὐ γινώσκω· αἰχμαλωτίζομαι καὶ οὐ νοῶ. Νουθετηθεὶς πλειστάκις παρ' ἀνδρῶν φοβουμένων τὸν Κύριον, ἠπείθουν τῇ ἀγαθῇ αὐτῶν παραινέσει· ὡς γὰρ βολίδας ἐδεχόμην τοὺς αὐτῶν λόγους, καὶ παρακαλούμενος ὠργιζόμην. Ἀρκεῖ σοι, ∆ιάβολε. ∆εῦρο λοιπὸν εἰς ἑαυτήν, ψυχή μου. Τίνι θαρροῦσα τὸν ποιήσαντά σε παροργίζεις; Ἕως τίνος τοῖς αὐτοῖς κακοῖς ἀναστρέφῃ; Μὴ ἀθέτει τὴν χάριν τοῦ σκέποντός σε, μήποτε ἀποχωρῇ ἀπὸ σοῦ καὶ παραδοθῇς εἰς χεῖρας ἐχθρῶν σου. Φεῦγε τὸν ∆ιάβολον, ὦ ψυχή μου, καὶ τὰ ἔργα αὐτοῦ· μισάνθρωπος γάρ ἐστιν· ἀνθρωποκτόνος ἐστὶν ἐξ ἀρχῆς. Ἐὰν προσέλθῃς, οὐ φείσεταί σου τῆς ἀπωλείας. Κατάλιπε τὸν Πονηρὸν καὶ κολλήθητι τῷ φιλανθρώπῳ Θεῷ. Ἐντράπηθι λοιπόν, ψυχή, καὶ ἐλθὲ εἰς ὁδὸν σωτηρίας. Ἐτρώθης; Μὴ ἀπογνῷς σεαυτῆς· πλειστάκις γὰρ πεσὼν ὁ ἀθλητής, ὕστερον στεφανίτης ἀνεδείχθη. Ἔπεσες; Ἀνάστηθι. Ἀνδρίζου, καὶ εἰπέ· νῦν ἠρξάμην. Καὶ μὴ ἔμμενε ἐν τῷ πτώματι, μήποτε, ὡς πτῶμα, παρατεθῇς εἰς βρῶσιν ὀρνέων καὶ θηρίων. Τοῦ Προφήτου βοῶντος· μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι· τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. Πρόσπεσε καὶ σὺ τῷ Βασιλεῖ τῆς δόξης, ἐξομολογούμενος τὰς ἁμαρ τίας σου· πλῆθος γὰρ ἔχει οἰκτιρμῶν. Οἱ τῷ ἐπιγείῳ βασιλεῖ προσελθεῖν βουλόμενοι κωλύονται ὑπὸ πυλωρῶν, ὠθοῦνται ὑπὸ στρατιωτῶν καὶ λειτουργῶν, δῶρα προσφέρουσι τοῖς ἄρχουσιν ἵνα τοῦ βουλήματος αὐτῶν τύχωσι. Σὺ δὲ προσερχόμενος τῷ Βασιλεῖ τῶν ἁπάντων οὐδένα τούτων ὑποψιᾶσαι. Οὐ δῶρα ἀπαιτεῖ· οὐδεὶς γὰρ ὁ λαμβάνων, οὐδὲ κωλύων, διὰ τὸ εὐθὺ τὸν Βασιλέα εὑρίσκεσθαι καὶ προσδέχεσθαί σε. Ἀμνησίκακος γὰρ ὑπάρχει καὶ φιλάνθρωπος, καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων. Προσερχομένου δέ σου, μὴ ἐν ὑποκρίσει, μηδὲ ἐν καρδίᾳ δισσῇ, ἀλλ' ἐν καθαρᾷ συνειδήσει πρόσελθε αὐτῷ· πρὸ γὰρ τοῦ λαλῆσαι μικρὸν ἢ μέγα, προεῖδε περὶ ὧν μέλλεις λαλεῖν, καὶ πρὸ τοῦ μέλλειν ἀνοῖξαί σου τὸ στόμα, προγινώσκει τὰ ἐν καρδίᾳ σου. Μὴ οὖν δίσταζε, μηδὲ κρύπτε σου τὸ πάθος· οὐ γάρ ἐστιν ἀπότομος ἰατρός, ἀλλὰ συμπαθής· λόγῳ θεραπεύει. Μόνον εἶπε, καὶ ἐγένετο. Καὶ ἐξ αὐτῶν τῶν πραγμάτων πιστεύεται. Εἶπε τῷ παραλυτικῷ· σοὶ λέγω, ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου· καὶ εὐθέως ἐγένετο ὁ ἄνθρωπος ὑγιής, καὶ τὴν κλίνην <τὴν> βαστάσασαν αὐτὸν βαστάσας, περιεπάτει ὑγιής. Καὶ τῷ λεπρῷ εἶπε· θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. Τὸν δὲ Λάζαρον τεταρταῖον ἤγειρεν ὁ Κύριος ἐκ νεκρῶν. Καὶ ἵνα μὴ καθ' ἕνα λέγοντες δόξωμεν μηκύνειν τὸν λόγον· τὰ γὰρ ἔργα αὐτοῦ ἀναρίθμητά εἰσι. Τῆς δὲ βρεξάσης αὐτοῦ τοὺς πόδας τοῖς δάκρυσι, καὶ ταῖς θριξὶν αὑτῆς ἐκμαξάσης, λόγῳ αὐτῆς ἔλυσε τὰ ἁμαρτήματα, εἰπών· θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέ σε. Πηγὴ γάρ ἐστιν ἀνελλιπής, ἴαμα τοῖς ἀνθρώποις βρύουσα. Μὴ οὖν δίσταζε· οὐ γὰρ ἀποβάλλεται σωθῆναί σε θέλοντα, ὁ εἰπών· εἰ γὰρ ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Πρόσελθε οὖν τῷ Πατρὶ τῶν οἰκτιρμῶν, ἐξομολογούμενός σου τὰς ἁμαρτίας, μετὰ δακρύων λέγων· ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, Κύριε ὁ Θεὸς ὁ Παντοκράτωρ, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου, οὐδὲ ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου, οὐδὲ ὀνομάσαι τὸ ὄνομά σου τὸ ἔνδοξον διὰ τῶν χειλέων ἐμοῦ τοῦ ἁμαρτωλοῦ. Ἀνάξιον γὰρ ἐμαυτὸν πεποίηκα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, σὲ παροργίσας τὸν ἀγαθὸν ∆εσπότην. ∆έομαι, Κύριε, δέομαι, μή με ἀπορρίψῃς ἀπὸ τοῦ προσώπου σου, μηδὲ ἀποστῇς ἀπ' ἐμοῦ, ἵνα μὴ ἀπόλωμαι. Εἰ μὴ γὰρ ἡ χείρ σου ἐσκέπασέ με, ἐπεὶ ἀπωλόμην ἤδη, καὶ ἤμην ὡς χοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἐγενόμην ὡς μὴ φανείς ποτε ἐν τῷ βίῳ τούτῳ. Ἀφ' οὗ γὰρ κατέλιπόν σου τὴν ὁδόν, οὐ συνήντησέ μοι ἡμέρα ἀγαθή· καὶ γὰρ ἡ ἐν ἁμαρτίαις δοκοῦσα ἀγαθὴ ἡμέρα, τῶν πικροτάτων πικροτάτη ὑπάρχει. Καὶ ἀπὸ τοῦ νῦν ἐλπίζω, τῆς χάριτός σου ἐνδυναμούσης μοι, φροντίσαι τῆς ἐμαυτοῦ σωτηρίας. Καὶ νῦν προσπίπτω δεόμενος· ἀντιλαβοῦ μου τοῦ πλανηθέντος ἀπὸ ὁδοῦ δικαιοσύνης. Ἔκχεε ἐπ' ἐμοῦ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὡς τῷ ἀσώτῳ υἱῷ· ὅτι κατῄσχυνά μου τὸν βίον, σκορπίσας τὸν πλοῦτον τῆς χάριτός σου. Ἐλέησόν με καὶ ἀμνησικάκησον ἐπὶ τῷ πεφαυλισμένῳ μου βίῳ, ὡς τῇ ἁμαρτωλῷ καὶ τῷ τελώνῃ. Οἰκτείρησόν με ὡς τὸν λῃστήν· οὗτος γὰρ ἐπὶ γῆς ὢν ἀπεγνώσθη ὑπὸ πάντων· σὺ δὲ προσελάβου αὐτὸν καὶ παραδείσου τῆς τρυφῆς οἰκήτορα κατέστησας. ∆έξαι καὶ ἐμοῦ τοῦ ἀχρείου δούλου σου τὴν μετάνοιαν, ὅτι κἀγὼ ἀπεγνώσθην ὑπὸ πάντων. Ἦλθες γάρ, Κύριε, οὐ δικαίους σῶσαι, ἀλλὰ ἁμαρτωλοὺς καλέσαι εἰς μετάνοιαν. Πρόσευξαι, ἐξομολόγησαι. Συνεργήτω ἡ πρᾶξις τῇ προσευχῇ καὶ ἐξομολογήσει, ἵνα κατευθυνθῇ σου ἡ προσευχή, ὡς θυμίαμα, ἐνώπιον τοῦ Θεοῦ. Καὶ ἀκούσῃ· ὦ ἄνθρωπε, μεγάλη σου ἡ πίστις! Γενηθήτω σοι, ὡς θέλεις. Ὁ δὲ Θεός, ὁ τῶν πεπλανημένων ὁδηγὸς καὶ τῶν κατερραγμένων ἀνορθωτής, δῴη ἡμῖν ἐκτελέσαι βίον ἀκατάγνωστον, καὶ στῆσαι ἡμᾶς ἐκ δεξιῶν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος Κριτής. Ὅτι αὐτῷ πρέπει ἡ δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. Ἀμήν.

Ὅτι οὐ δεῖ ὀμνύειν, οὔτε δυσφημεῖν. Παραίνεσις μγʹ

[Επεξεργασία]

Τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος, πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ Κυρίῳ τοὺς ὅρκους σου. Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ· μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιον τῶν ποδῶν αὐτοῦ ἐστι· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου Βασιλέως· μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι. Ἔστω δὲ ὑμῶν ὁ λόγος ναὶ ναί, οὐ οὐ· τὸ δὲ περισσὸν τούτου ἐκ τοῦ ∆ιαβόλου ἐστί. Καὶ πῶς ἡμεῖς τολμῶμεν παραβαίνειν τὰς ἐντολὰς τοῦ ποιήσαντος ἡμᾶς; Κατὰ τὸν λέγοντα· καὶ ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. Καὶ τολμᾷς ἀνοίγειν σου τὸ στόμα ἀφόβως καὶ ἀπολύειν λόγους εἰς οὐρανόν, ὅρκους τε καὶ δυσφημίας; Καὶ οὐ φοβῇ μήποτε δρέπανον πύρινον, ὃ ὁ Προφήτης ἐθεάσατο, καταλύσῃ ἐν τῷ οἴκῳ σου, ἕως οὗ ἐξαναλώσῃ σε ἐκ τῆς ὑπ' οὐρανόν, ἐν τῷ σὲ τολμᾶν ἀνοίγειν τὸ στόμα κατὰ τοῦ Παντοκράτορος Θεοῦ, εἰς ὃν Ἄγγελοι, Ἀρχάγγελοι, Χερουβὶμ καὶ Σεραφὶμ ἀτενίσαι οὐ τολμῶσιν, ἀλλὰ φόβῳ καὶ τρόμῳ παρίστανται ὑμνοῦντες τὸ ὄνομα αὐτοῦ τὸ φοβερὸν καὶ ἔνδοξον καὶ ἔντιμον; Καθὼς γέγραπται· τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσι βλασφημοῦντες, ὅπου Ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσι τὴν κατ' αὐτῶν βλάσφημον κρίσιν. Οὗτοι δέ, ὡς ἄλογα ζῶα, γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν φθαρήσονται, κομιούμενοι μισθὸν ἀδικίας. Σὺ δὲ ἄνθρωπος ὢν οὐκ ἐπιγινώσκεις ἑαυτόν; Ἢ δοκεῖς ἀνδραγαθίαν παρέχειν τὸ πρᾶγμα τοῦτο; Οὐχί, λέγω σοι· ἀλλ' εἰς ὄλεθρον καὶ ἀπώλειαν ἀποβήσεταί σοι τὸ πρᾶγμα τοῦτο, ὅτι καὶ ἑτέρων ψυχὰς μολύνεις, συνεργὸς γενόμενος τοῦ Σατανᾶ. Τοῦ Ἀποστόλου λέγοντος· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾂδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ· σὺ δὲ ἀντὶ τού των τὰ ἐναντία διδάσκεις, δυσφημίας καὶ ὅρκους. Καὶ ποιεῖς σεαυτὸν καὶ τοὺς μιμουμένους εἰς τὴν σὴν ἀφροσύνην υἱοὺς γεέννης, ὅτι τὸ στόμα, ὃ Θεὸς ἐδημιούργησε πρὸς δοξολογίαν ἑαυτοῦ, σὺ τοῦτο πικρίας ἐνέπλησας. Παῦσαι λοιπόν, ἄνθρωπε, μήποτε ὁ αὐτὸς λόγος, ὃν καταφρονεῖς, φλὸξ γένηται ἐν τῷ στόματί σου καὶ καταφλογίζῃ σου τὴν γλῶσσαν. Εἰ γὰρ ἄνθρωπος ἀνθρώπῳ ποιήσας μάχην καὶ εἰρήνης γενομένης, αἰσχύνεται εἰς πρόσωπον αὐτοῦ ἐλθεῖν, πῶς σὺ σήμερον ἐν τῷ κόσμῳ ἱστάμενος καὶ αὔριον ἐν τῷ βήματι αὐτοῦ μέλλων παρίστασθαι τολμᾷς τοιαῦτα λέγεσθαι, καὶ οὐ φοβῇ μήποτε καταβῇ πῦρ ἀπ' οὐρανοῦ καὶ καταφάγηταί σε ἐν τῷ σὲ ἀνοίγειν τὸ στόμα κατὰ τοῦ Παντοκράτορος; Οὐδὲ ὑποψιᾶσαι μήποτε ῥαγῇ ἄφνω ἡ γῆ ὑποκάτωθέν σου, καὶ καταφάγηταί σε; Μὴ ἀπατῶ, ἄνθρωπε· ἀδύνατον γάρ ἐστιν ἐκφυγεῖν τὰς χεῖρας τοῦ πλάσαντος ἡμᾶς. Ἄκουε τοῦ λέγοντος· βλασφημοῦντες, οἳ ἀποδώσουσι λόγον τῷ Θεῷ, μέλλοντι κρῖναι ζῶντας καὶ νεκρούς. Ἕως πότε παροργίζωμεν τὸν τοσαῦτα ἀγαθὰ ἡμῖν δωρησάμενον, ὃς λαβὼν χοῦν ἀπὸ τῆς γῆς ἔπλασε τὸν ἄνθρωπον καὶ ἐνεφύση σεν εἰς αὐτὸν πνεῦμα ζωῆς, ὃς καὶ ὑπέταξε πάντα ὑπὸ τοὺς πόδας αὐτοῦ; Καθευδόντων ἡμῶν, φυλάττει· καὶ ἀνισταμένων, σκέπει· καὶ πεινώντων, τρέφει· γυμνητευόντων, ἐνδύει· ὀλιγοψυχούντων, παρακαλεῖ, παιδεύων καὶ ἐλεῶν. Ὃς καὶ τὸν μονογενῆ αὑτοῦ Υἱὸν παρέδωκεν ὑπὲρ τῆς ἁπάντων ζωῆς· ἡμεῖς δὲ ἀντὶ τῶν εὐεργεσιῶν αὐτοῦ ἀκάνθας καὶ τριβόλους ἐκφέρομεν, ὧν τὸ τέλος εἰς καῦσιν. Πρόσελθε τοῦ λοιποῦ τῷ φιλανθρώπῳ καὶ ἀμνησικάκῳ Θεῷ, αἰτούμενος φυλακὴν τῷ στόματί σου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη σου. Ὁρᾷς γὰρ τὸν Προφήτην, πῶς ἔμφοβος καὶ ἔντρομος, προσομιλῶν τῷ Θεῷ, διὰ τῆς καθαρᾶς προσευχῆς βοᾷ, λέγων· Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. Καὶ πάλιν· ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ καρδία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἰσχύς μου. Εἰ δὲ ἐπιμένομεν καταφρονοῦντες τοῦ δικαίου Κριτοῦ, ἀκούσωμεν τοῦ Ἀποστόλου λέγοντος· ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ∆ιὸ καὶ ἐν ἑτέρῳ λέγει· ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἄνθρωπος εἰς ἄνθρωπον, καὶ προσεύξονται περὶ αὐτοῦ πρὸς Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Μετανοήσωμεν οὖν, ἀδελφοί. Ἕως τίνος παραπικραίνομεν τὸν ποιήσαντα ἡμᾶς; Ἐὰν τὸν λιμένα ἀπολέσωμεν, ποῦ διασωθῶμεν ἐν καιρῷ χειμῶνος καὶ ταραχῆς; Ἐὰν τὸν Κύριον παροργίσωμεν, πρὸς τίνα καταφύγωμεν ἐν ὥρᾳ θλίψεως καὶ ἀνάγκης; Ἐγώ, ἀγαπητοί, οὐχ ὡς ἔργῳ τὴν ἀλήθειαν δειξάμενος, ταῦτα ὑμῖν γεγράφηκα, ἀλλ' ὡς ἀδελφὸς συμβουλεύων. Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. Ὅθεν καὶ ὑμᾶς παρακαλῶ ἐγώ, ὁ ἄθλιος τῶν ἀνθρώπων, δεηθῆναι ὑπὲρ ἐμοῦ πρὸς Κύριον τοῦ ἐξαλειφθῆναι τὸ πλῆθος τῶν ἁμαρτιῶν μου πρὸ τοῦ τέλους τοῦ μὴ καταισχυνθῆναί με ἀπὸ τῆς προσδοκίας μου, καὶ ἐν ὥρᾳ τοῦ θανάτου ἐπιβλέψαι ἐπ' ἐμὲ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν αὐτοῦ, καὶ διὰ πιστῶν καὶ φωταγωγῶν Ἀγγέλων ὁδηγήσῃ τὴν ἁμαρτωλόν μου ψυχήν, σὺν δὲ ταῖς ὑμετέραις ψυχαῖς, εἰς τὴν ἀνάπαυσιν τῶν δικαίων. Οἷον γὰρ φόβον καὶ τρόμον δοκεῖτε ἔχειν τὴν ψυχὴν ἐν τῇ ὥρᾳ ἐκείνῃ; Εἰ γὰρ ὁ ἀποδημῶν εἰς χώραν μακρὰν ἵσταται καὶ θαυμάζει, βλέπων λαὸν ξένον καὶ ἀλλόγλωσσον γῆν, ἣν οὐδέποτε ἐθεάσατο, ἐν ποίῳ οὖν φόβῳ δοκεῖτε εἶναι τὴν ψυχήν, ὅταν μεταστείχῃ ἐκ τοῦ κόσμου τούτου εἰς τὸν μέλλοντα, ὁρῶσαν τότε ἃ οὐδέποτε ἐθεάσατο; Τοιγαροῦν φροντίσωμεν τῶν ἐκεῖ, ἀγαπητοί, ἐν ὅλῃ ψυχῇ καὶ καρδίᾳ. ∆ουλεύσωμεν τῷ Θεῷ ἐν ὅλῃ ἰσχύϊ ἡμῶν. Τηρήσωμεν τὰς ἐντολὰς αὐτοῦ ἐν ὅλῃ δυνάμει. Ἀγαπήσωμεν τὸ φοβερὸν καὶ ὑπέρτιμον ὄνομα, καὶ τὸν πλησίον ὡς ἑαυτούς, ὅπως ἀξιωθῶμεν ἀκοῦσαι τῆς εὐλογημένης φωνῆς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Εὐλογητὸς ὁ Θεός, ὁ ἐμπιμπλῶν ἡμᾶς τῆς εὐλογίας αὑτοῦ. Ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ. Ἀμήν.

=== Πρὸς ἀδελφόν· λόγος εἴρηται, ὅτι κρεῖσσον γαμεῖν ἢ πυροῦσθαι. Παραίνεσις μδʹ ===

Ἄκουε τοῦ Ἀποστόλου λέγοντος· θέλω πάντας ἀνθρώπους εἶναι ὡς ἐμαυτόν· ἀλλ' ἕκαστος τὸ ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ· ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. ∆ηλονότι πρὸς βιωτικοὺς καὶ ἀποτακτικοὺς τὴν διαφορὰν πεποίηται, εἰπών· ἕκαστος ἴδιον χάρισμα ἔχει ἀπὸ τοῦ Θεοῦ· ὁ μὲν οὕτως, ὁ δὲ οὕτως. Καὶ οὐδὲ τοὺς βιωτικοὺς ἀπεκώλυσε νομίμως γαμεῖν, οὐδὲ τοὺς ἀποτακτικοὺς ἀνέκοψε τῆς ἐγκρατείας, φήσας· ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ· ὁ μὲν οὕτως, ὁ δὲ οὕτως. Τοῖς γὰρ βιωτικοῖς ἐπιτρέπει, λέγων· διὰ δὲ τὰς πορνείας, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω. Καὶ πάλιν· τίμιος ὁ γάμος ἐν πᾶσι· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Τοῖς δὲ ἀποτακτικοῖς παρέθετο τὴν ἐγκράτειαν, εἰπών· πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. ∆ύο οὖν σκάμματα παρέστησεν ὁ λόγος, καθὼς προείρηται. Σὺ οὖν, μοναχέ, γνῶθι καὶ ἴδε ἐν ποίῳ τάγματι κατετάγης, καὶ τί τὸ σημεῖον ᾧ ἠμφίασαι, καὶ τίνες αἱ εὐχαὶ καὶ αἱ συνθῆκαι, ἃς συνέθου τῷ Θεῷ. Πρὸς αὐτὰς καὶ τὸν λόγον ἀπαιτεῖ, καθὼς εἶπεν ὁ Σωτήρ· ἐκ τοῦ στόματός σου κρινῶ σε. Καθὰ οὖν προειρήκαμεν, τοῖς βιωτικοῖς ἐπέτρεψε νομίμως γαμεῖν· τοῖς δὲ ἀποτακτικοῖς ἐγκρατεύεσθαι. Εἰ ἄρα γὰρ τοῖς πᾶσιν ἐπέτρεψεν ὁ λόγος, κρεῖσσον γαμεῖν ἢ πυροῦσθαι, οὐκ ἄν τις ἤσκησε τὴν ἀρετήν· οὐκ Ἠλίας ὁ Θεσβίτης, οὐκ Ἐλισσαῖος, οὔτε Ἰωάννης, καὶ ὅσοι εὐνούχισαν ἑαυτοὺς διὰτὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἁγνὴν τηρήσαντες τὴν ἑαυτῶν σάρκα τῷ Θεῷ· οὐκ ἂν δὲ καὶ αὐτὸς ὁ Ἀπόστολος ἐνεκρατεύσατο, εἰ μὴ ἀπέβλεπεν εἰς τὴν μισθαποδοσίαν. Μηδὲ δόξωμεν λέγειν, καθώς τινες προφασίζονται· ἐκεῖνοι, φασί, δίκαιοι ὑπῆρχον, ἐγὼ δὲ ἁμαρτωλός εἰμι. ∆ίκαιοι γὰρ κατεστάθησαν, ὅτι δικαίως καὶ ὁσίως διῆξαν τὸν ἑαυτῶν βίον τὸν ἑστῶτα. Τί οὖν ἐροῦμεν· ὅτι οἱ δίκαιοι ἀσώματοι ὑπῆρχον, καὶ αὐτοὶ οὐχὶ σῶμα περιεβέβληντο; Ἄκουε τοῦ Ἀποστόλου λέγοντος· ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ δὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων. ∆ῆλον οὖν ὅτι καὶ αὐτοὶ ἐπολεμοῦντο, ὡς σάρκα φοροῦντες· ἀλλ' ἀντηγωνίζοντο. Ὅθεν πάλιν ὁ Ἀπόστολος λέγει· ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Χειραγωγῶν δὲ ἡμᾶς πρὸς τὴν ἀρετήν, λέγει· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Προσέχωμεν οὖν, ἀγαπητοὶ ἀδελφοί, μήποτε τὴν ἐπιθυμίαν ἑαυτῶν πληροῦν βουλόμενοι τῷ ἀποστολικῷ ἐπαγγέλματι ἐπιγράψωμεν τὸ αἴτιον, τὴν δύναμιν τοῦ λόγου μὴ ἐπιγινώσκοντες. ∆ιότι γέγραπται· ψυχαὶ δόλιοι πλανῶνται ἐν ἁμαρτίαις. Καὶ πάλιν· ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς, δίκαιος δὲ ἐν χαρᾷ καὶ εὐφροσύνῃ ἔσται. Ἤκουσας, κρεῖσσον γαμεῖν ἢ πυροῦσθαι, καὶ οὐκ ἤκουσας ὃ ἐπιφέρει, λέγων· ὁ καιρὸς συνεσταλμένος ἐστὶ τὸ λοιπόν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες, ὦσι, καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. ∆ιό, μοναχέ, μὴ ἀθέτει τὸν δωρησάμενόν σοι ταύτην τὴν χάριν. Μὴ παρακούσῃς αὐτοῦ πρὸς σὲ λέγοντος διὰ τοῦ Ἀποστόλου· μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας, μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου, μήποτε παραβάτην σεαυτὸν καταστήσῃς, οἰκοδομῶν πάλιν ἃ κατέλυσας. Ἀλλ' ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου, διότι γέγραπται· ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Ἀγωνίζου οὖν τελέσαι σου τὸν δρόμον νομίμως, ὅπως ἕξεις παρρησίαν ἅμα τῷ Ἀποστόλῳ λέγειν· τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπόν, ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει ὁ Κύριος, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἀμήν.

Περὶ φόβου Θεοῦ. Παραίνεσις μεʹ

[Επεξεργασία]

Πρόσεχε σεαυτῷ, ἀγαπητέ, μήποτε ἐν ἀμελείᾳ καὶ μετεωρισμῷ ἀπολέσῃς σου τὸν χρόνον. Προσέχωμεν τοῖς λεγομένοις διὰ τὸν Κύριον. Ἀμπελῶνα σεαυτῷ ἐφύτευσας; Περίθες αὐτῷ φραγμόν. Παράδεισον ἐκτήσω; Φύλασσε τοὺς καρποὺς αὐτοῦ, ἵνα εὐφρανθῇς ἐπ' ἐσχάτων σου· καὶ μὴ ἀπόλυε τοὺς χοίρους σου εἰς τοὺς καμάτους σου, ἵνα μὴ λυμαίνωνται αὐτούς. Τί γὰρ τὸ ὄφελος, ἀδελφοί, ἐάνπερ σήμερον ἡσυχάσωμεν ἐν τῷ κελλίῳ καὶ αὔ ριον ἐν τῇ πόλει καὶ εἰς τὰς κώμας διατρίβωμεν, ἃ μὴ ἀρέσκει Θεῷ ποιοῦντες; Τί τὸ ὄφελος, ἀδελφοί, ἐάνπερ μίαν ἡμέραν οἰκοδομῶμεν, δύο δὲ καταστρέφωμεν; Οὕτως οὖν ἐργαζομένων ἡμῶν, πῶς τελεσθῇ τὸ ἔργον; Τί ἡμῖν καὶ τῷ κόσμῳ; Τί ἡμῖν καὶ αἱ πραγματεῖαι τοῦ βίου τούτου τοῖς ἀποθανοῦσι τῷ κόσμῳ; Περὶ τροφῆς ὁ λόγος; Ἀρκοῦσιν αἱ χεῖρες εἰς διακονίαν τῆς σαρκός, τοῦ Κυρίου συνεργοῦντος ἡμῖν. Οὐδεὶς γὰρ στρατευόμενος, φησίν, ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Καὶ πάλιν· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα. Τί ἡμῖν καὶ ἡ ὁδὸς τῶν κωμῶν, μοναχέ; Εἰ γὰρ καθεζομένων ἡμῶν καὶ ἡσυχαζόντων ἐν τῷ κελλίῳ τοῖς λογισμοῖς τῶν παθῶν καὶ τῇ σκιᾷ τῶν πραγμάτων ἀντιστῆναι γενναίως μὴ δυνάμενοι, πῶς οὐχὶ μᾶλλον εὐάλωτοι ἐσόμεθα, ἐάνπερ ἑαυτοὺς εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων ἐπιρρίψωμεν; Ἀλλὰ πολλάκις βούλει λέγειν, ὅτι κατ' ἐπιτροπὴν τῶν ἡγουμένων, ἐξ ἀνάγκης, τῇ κώμῃ προσεγγίζομεν. Ἐάνπερ κατ' ἐπιτροπὴν καὶ ὑπακοὴν τοῦτο ποιῇς, ἀνέγκλητος εἶ· ἐὰν τὸ προσταχθέν σοι ποιῇς μετὰ φόβου Θεοῦ. Ἀλλ' εἰσί τινες, οἳ προφάσει ὑπακοῆς καὶ τὴν ἰδίαν ἐπιθυμίαν βούλονται ἐπιτελεῖν κατὰ τὸν παλαιὸν ἄνθρωπον. Ὅρα οὖν, ὡς σοφός, μὴ ἀντὶ χρυσίου καὶ ἀργυρίου εἰσοίσεις ὄστρακον καὶ πηλόν· καὶ ἀντὶ ὑπακοῆς παρακοὴν κατεργάσῃ. Τί γὰρ ὠφελήθησαν οἱ πορευθέντες μετὰ Ἰησοῦ, υἱοῦ Ναυῆ, καὶ Χάλεβ, κατασκοπῆσαι τὴν γῆν; Προφάσει γὰρ ὑπακοῆς παρακοὴν κατειργάσαντο, τὴν ἀλήθειαν μὴ φυλάξαντες καὶ τοῦ Κυρίου ἀποστάντες καὶ διαστρέψαντες τὰς καρδίας τῶν υἱῶν Ἰσραὴλ ἀπὸ Κυρίου. Σὺ οὖν ἀποστελλόμενος εἰς διακονίαν, μετὰ φόβου Θεοῦ πράττε, ὡς τοῦ Θεοῦ σκοποῦντος πάντοτε τὰ ἔργα σου. Ἐὰν πορεύῃ διακονεῖν τοῖς ἁγίοις καὶ καταφρονῇς, τὰ ἐναντία πράττων, τοῦ Θεοῦ καταφρονεῖς καὶ κατασπαταλᾷς, τὰς ὀρέξεις σου κατεργαζόμενος, οὐκ εἰργάσω ὑπακοήν, ἀλλὰ παρακοήν. Γινώσκειν δέ σε βούλομαι, ὅτι καθάπερ δοξάζουσι τὸν Θεὸν ἐν σοὶ οἱ θεωροῦντές σε ἐν τῷ μοναστηρίῳ ἡσυχάζοντα καὶ τῷ ∆εσπότῃ Χριστῷ δουλεύοντα, οὕτως σκανδαλισθήσονται εἰς σὲ οἱ θεωροῦν τές σε ἐν τῇ πόλει καὶ ἐν τῇ κώμῃ ποιοῦντα ἃ μὴ ἀρέσκει Θεῷ. Καὶ ποῖός σοι μισθὸς ὑπάρχει πλῆξαι συνειδὸς ἀνθρώπου; Ἐὰν δὲ ἀνασχῇ μου συμβουλίας, τοῦ φοβεῖσθαι τὸν Κύριον καὶ τοῦ ἡσυχάζειν, δοξασθήσεται ἐν σοὶ ὁ Κύριος καὶ ἔσται σοι ἰσχὺς πρὸς πᾶσαν ἀρετήν. Ἀλλὰ πολλάκις ὁ Ἐχθρὸς ὑποβάλλει σοι, λέγων· τέως νεώτερος εἶ, ἀπόλαβε τῶν ἐπιθυμιῶν σου. Πόσους γὰρ δοκεῖς ἐν τῷ κόσμῳ τρυφήσαντας, καὶ τῶν ἐπουρανίων μὴ στερηθέντας; Καὶ σὺ νεώτερος εἶ· φάγε, πίε, ἀπόλαβε τῶν ἡδονῶν τοῦ κόσμου, καὶ περὶ τὸ γῆράς σου μετανοεῖς· καὶ τί θέλεις ἀπὸ τοιαύτης ἡλικίας ἐκθλίβειν σου τὸ σῶμα; Μήποτε ἐν ἀσθενείᾳ περιπέσῃς. Εἰπὲ οὖν τῷ ὑποβάλλοντί σοι ταῦτα· ἐὰν οὖν καταληφθῶ ἐν τῇ νεότητί μου καὶ γηράσαι μὴ ἐπιτύχω, τί ἀπολογήσωμαι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ; Ὁρῶμεν οὖν πολλοὺς νεωτέρους ἀποθνῄσκοντας, καὶ πρεσβύτας μακροβιοῦντας· καὶ γὰρ τὰ ἔργα Κυρίου ἀνεξιχνίαστά εἰσι. Καὶ πῶς σὺ ἀπατᾷς με, λέγων, ὅτι περὶ τὸ γῆράς σου μετανοῇς; Εἰπεῖν ἔχω τότε τῷ Κριτῇ, ὅτι νεώτερος ὤν, κατελήφθην· ἀλλ' ἀπόλυσόν με νῦν, ἵνα με τανοήσω; Πάντως ἐρεῖ μοι καὶ αὐτός· τοσαῦτα ἔτη ἀφῆκά σε, καὶ ἁμαρτήσαντός σου πλειστάκις ἐμακροθύμησα ἐπὶ σέ, καὶ οὐκ ἀπέκτεινά σε εὐθέως, δοὺς χρόνους καὶ καιροὺς καὶ τόπους, ἐν οἷς σπείρῃς σπόρον μετανοίας. Σὺ δὲ τὸν χρόνον, ὃν δέδωκά σοι εἰς μετάνοιαν, ἐν ἁμαρτίαις καὶ ἡδοναῖς κατηνάλωσας. Ἀσφαλῶς οὖν γίνωσκε, ἀδελφέ, ὅτι ἐὰν καταφρονῇς τοῦ φόβου τοῦ Θεοῦ, καὶ τῇ ἁμαρτίᾳ ἐκδῷς ἑαυτόν, καταγνωσθήσῃ. Ὁ γὰ τῇ ἡδυπαθείᾳ παρέχων ἑαυτοῦ τὰ μέλη, οὐ μόνον ἐν τῷ μέλλοντι αἰῶνι λυπηθήσεται, ἀλλὰ καὶ ἐν τῷ νῦν αἰῶνι, ἐάνπερ μὴ μετανοήσῃ ταχύ· ὁμοιωθήσεται γὰρ ῥάκει ἐρριμένῳ, ὅταν πάντες κατεχρήσαντο αὐτῷ, ἔσχατον δὲ εἰς ἀειδίαν καὶ καταπάτημα αὐτὸ ἔχουσιν. Ἐὰν δὲ ἐκκαθάρῃς ἑαυτὸν ἀπὸ πάντων τούτων καὶ τῷ Χριστῷ ἀρέσαι βουληθῇς, τηρῶν σου τὴν ἁγνείαν τοῦ σώματος ἐν ἀγάπῃ Θεοῦ, ἥτις ἐστὶ στύλος πασῶν τῶν ἀρετῶν, ὁμοιωθήσῃ πορφύρᾳ βασιλικῇ, καὶ ἔσῃ λάμπων ὡς φωστὴρ ἀναμέσον τῆς ἀδελφότητος, καὶ τοὺς ἐπεγειρομένους ἐπὶ σοῦ ἀποστρέψει Κύριος. Ὁ γὰρ φόβος τοῦ Θεοῦ, ὃν ἠγάπησας, ἔσται σοι τεῖχος, καὶ ἔσῃ εὑρίσκων χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ἀν θρώπων. Νῆφε οὖν καὶ πρόσεχε σεαυτῷ, εἰδὼς τοῦτο, ὅτι οὐκ ἀγνοεῖ ὁ Ἐχθρὸς καὶ ἔσωθεν κλειδῶν καὶ μοχλῶν θηρεύειν ψυχὰς ἐν ἀμελείᾳ διαγούσας. Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἀφρόνων, ὅτι οὔκ εἰμι ἱκανὸς ἀντιστῆναί τινι, ἀλλ' εὐθὺς συναπάγομαι τῷ πάθει. Μὴ καυχῶ ἐν τούτῳ· οὐ γάρ ἐστιν αὕτη εὐλάβεια, ἀλλὰ χαυνότης καὶ ἀφροσύνη. Τῆς Σοφίας λεγούσης· μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου καὶ μὴ αἰσχυνθῇς εἰς πτῶσίν σου. Ἆράγε ἀναισθήσῃ τὸν λῃστὴν διορύσσοντά σου τὸν τοῖχον τῆς οἰκίας; Ἀνέχῃ κατακεῖσθαι καὶ συλᾶσθαι; Οὐχὶ ἀναστὰς ἀποδιώκεις τὸν λῃστήν; Καὶ πῶς περὶ τῆς ἁγνείας τοῦ σώματός σου οὐ φροντίζεις; Ἀλλὰ προδίδως τὸν ναὸν τοῦ Θεοῦ εἰς φθοράν; Ὁρῶμεν γάρ, ὁ Κύριος πῶς δοξάζει τοὺς ἐκ νεότητος δουλεύοντας αὐτῷ ἄχρι γήρως. Εἶπε γὰρ πρὸς Ἱερεμίαν τὸν προφήτην· ἐμνήσθην ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου, τοῦ ἐξακολουθεῖν ὀπίσω ἁγίου Ἰσραήλ. Τὸν δὲ ἐξακολουθήσαντα ἐκ νεότητος ἄχρι γήρως τῷ τῆς πλάνης λογισμῷ πῶς ἤλεγξεν ὁ Προφήτης, εἰπών· πεπλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις τὸ πρότερον. ∆ιὰ τοῦτο μακαρίζει τὸ Πνεῦμα τὸ Ἅγιον τοὺς αἴροντας ἐφ' ἑαυτοὺς τὸν ζυγὸν τοῦ Χριστοῦ, λέγων· ἀγαθὸν ἀνδρί, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὑτοῦ. Ἀνανήψωμεν οὖν, ἀγαπητοί, μήποτε ἡ πολλὴ μακροθυμία τοῦ Θεοῦ εἰς κρῖμα ἡμῖν γενήσεται, ἐν τῷ μὴ βούλεσθαι ἡμᾶς μετανοεῖν, ἀλλὰ καθ' ἑκάστην ἡμέραν προστιθέναι ἐπὶ τὰ παραπτώματα ἡμῶν. Τίς ἄρα ἀναλογίζεται τὴν ἡμέραν τῆς κρίσεως, καὶ οὐ φρίττει; Κατανοήσωμεν τοῖς λεγομένοις, ἀγαπητοί. Ἐν τῷ ἐλθεῖν τὸ θέρος καὶ τὰ καύματα, ἐρεῖ τις· ἄλλοι δύο μῆνές εἰσι, καὶ παρῆλθε τὰ καύματα. Τί ποιήσωμεν, ἀγαπητοί, ἐάνπερ καταδικασθῶμεν εἰς τὸ πῦρ τὸ αἰώνιον; Καὶ ἐν τῷ πάλιν τὸν χειμῶνα ἐλθεῖν, ἐρεῖ τις· ἄλλοι δύο ἢ τρεῖς μῆνές εἰσι, καὶ παρῆλθεν ἡ ἀπειλὴ τοῦ ψύχους. Τί ποιήσωμεν, ἀδελφοί, ἐάνπερ καταδικασθῶμεν εἰς τὰ κατώτατα τῆς γῆς μετὰ θάνατον; Ἐὰν δὲ καὶ ἀσθενείᾳ περιπέσῃ τις, καὶ ὁ ὕπνος ἀποστῇ ἀπ' αὐτοῦ νυκτός, συχνῶς ἐνατενίζει ἐπὶ τὰς θυρίδας τοῦ οἴκου, ἐπιποθῶν ἰδεῖν τὸ φῶς. Τί ποιήσωμεν, ἀδελφοί, ἐάνπερ καταδικασθῶμεν εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπου οὐκ ἔστιν ἐλπὶς ἰδεῖν τὸ φῶς εἰς ἀτελευτήτους αἰῶνας; Ὡσαύτως δὲ καὶ ὁ ἐξορισθεὶς τὰς ἡμέρας καὶ τὰς νύκτας καὶ τὰ ἔτη ἀριθμεῖ, προσδεχόμενος τὸ τέλος τῆς προθεσμίας· ἐν δὲ τῷ μέλλοντι αἰῶνι καταδικασθεὶς οὔτε ἡμέρας ἀριθμῆσαι δυνήσεται, οὔτε νύκτας, οὔτε μῆνας, οὔτε καιρούς· ἀπέραντοι γάρ εἰσιν οἱ αἰῶνες καὶ ἀτελεύτητοι. Ἐν οἷς οἱ νῦν πενθοῦντες καὶ κλαίοντες παρακληθήσονται τότε· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε, καθὼς λέγει ὁ Ἀπόστολος. Καὶ πάλιν ὁ Σωτήρ· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι κλαύσονται. Ἀνανήψωμεν οὖν, ἀγαπητοί, ἐκ τοῦ βίου τούτου· πενθήσωμεν νῦν, ἵνα παρακληθῶμεν· ἡσυχάσωμεν ἐν ταπεινοφροσύνῃ εἰς τὰ κελλία ἑαυτῶν, ὅπως ἴδῃ ὁ Κύριος τὴν ταπείνωσιν ἡμῶν καὶ τὸν κόπον, καὶ ἀφήσῃ ἡμῖν πάσας τὰς ἁμαρτίας ἡμῶν. Γέγραπται γάρ, ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνή σθη ἡμῶν ὁ Κύριος. Καὶ πάλιν· καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν. ∆ῴη δὲ ἡμῖν ὁ Κύριος ἐκτελεῖν βίον ἀκατάγνωστον. Ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ ἀγάπης. Παραίνεσις μ�ʹ

[Επεξεργασία]

Ἀγαπητέ, ἐὰν ἀξιωθήσῃ γνώσεως καὶ διακρίσεως, εἴτε ἰαμάτων, ὅρα μήποτε θαρρῶν τῷ χαρίσματι διατελέσῃς ἄκαρπος· ἵνα μὴ εἴπῃς, ἐλέησον, καὶ ἀκούσῃς μετὰ τῶν ἐξ εὐωνύμων, ὅταν γ' ἀφορίσει ὁ βασιλεὺς τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν, οὐκ οἶδα ἡμᾶς. Γέγραπται γάρ· οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Πολλοὶ γὰρ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. ∆ιατί ἄρα; Ὅτι τὴν ἀγάπην οὐκ ἐφύλαξαν. Καθὼς γέγραπται· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, τὸν Θεόν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Γέγραπται γάρ· ἐκεῖνος ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Καὶ ὁ Ἀπόστολος λέγει· Καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰνταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν Ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν γῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Ἰδού, ἀκήκοας, ἀγαπητέ, τὴν δύναμιν τῆς ἀγάπης. Ταύτην κτῆσαι σεαυτῷ ἐν πᾶσι τοῖς ἔργοις σου, καθ' ὅσον ὁδηγῇ ὑπὸ τῆς χάριτος, ὅπως κομίσῃ τὸν ἔπαινον παρὰ Θεοῦ. Παρακαλῶ δὲ ὑμᾶς, ἀγαπητοί μου ἀδελφοί, μέμνησθέ μου τοῦ ἀχρείου δούλου ἐν ταῖς προσευχαῖς ὑμῶν, ὅπως οἱ λόγοι μου μὴ γένωνται κατ' ἐμοῦ ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Σωτῆρος. Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλων τοὺς ὑπεναντίους, πτοοῦσί με. Ἀλλὰ δῴη κἀμοὶ ὁ Κύριος σὺν ὑμῖν τοῖς ἐκλεκτοῖς αὐτοῦ, τῷ ἀναξίῳ, εἰσελθεῖν εἰς τὴν βασιλείαν αὐτοῦ, διὰ τοὺς οἰκτιρμοὺς αὐτοῦ. ∆ῴη δὲ ὁ Κύριος τὴν ἀγάπην αὐτοῦ ἐν ταῖς καρδίαις πάντων ἡμῶν. Ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρὸς Εὐλόγιον. Παραίνεσις μζʹ

[Επεξεργασία]

Ἐπὶ τὸν καρπὸν τῆς ὑπακοῆς ἀφορῶν, ἀδελφέ, ἐσπούδασα γράψαι σοι περὶ ὧν μοι προσέταξας. Ἀρχὴ ἀγαθὴ φοβεῖσθαι τὸν Κύριον· γῆρας δὲ τίμιον ἐν ψυχῇ φιλοχρίστῳ. Ὁ προσέχων ἑαυτῷ, ἐν παντὶ τόπῳ σῴζεται. Ὁ ἀγαπῶν συντυχίας κοσμικῶν, τὸν κόσμον οὔπω μεμίσηκεν. Ὥσπερ γὰρ ὁ ἐρεθίζων πῦρ, ἐξεγείρει φλόγα, οὕτω καὶ κοσμικαὶ ὁμιλίαι ἐξεγείρουσι πάθη ἐν καρδίᾳ μοναχοῦ. Ὤφελον τοὺς παρατυγχάνοντας, ἀδελφέ, σεαυτὸν μὴ βλάπτειν. Ὁ ἀγαπῶν συνομιλίαν γυναικῶν, ἐξεγείρει καθ' ἑαυτοῦ τὸν δαίμονα τῆς πορνείας. Ἀκοὴν ἀγαθὴν ἀκούσαντες περὶ σοῦ οἱ γεννήσαντές σε, ὑπὲρ οἶνον καὶ κραιπάλην εὐφρανθήσονται. Ὁ ἀγαπῶν μέθην, πολλὰ ζημιωθήσεται· λέγει γὰρ καὶ πράττει ἃ μὴ δεῖ, καὶ συλᾷ τὸν ἴδιον πλοῦτον, καὶ μεταδίδωσι τοῖς ἐχθροῖς, ὡς ἀλλότριον· ἡ γὰρ μέθη ἐσκότωσεν αὐτοῦ τὴν διάνοιαν. Εὐλαβὴς γενοῦ, ἀδελφέ· ἡ γὰρ εὐλάβεια γεννᾷ εἰρηνικὴν κατάστασιν. Εἰρηνικὴ δὲ κατάστασις τίκτει ἀπάθειαν. Ἔστω ἡ εὐλάβειά σου συνεζευγμένη τῇ ταπεινοφροσύνῃ, ὅπως γένῃ ἀληθινὸς μοναχὸς καὶ κληρονομήσῃς τὴν ἀγάπην καὶ σωφροσύνην. Ἡ πολυλογία, ἀδελφέ, σκοτοῖ διάνοιαν· διάνοια δὲ ἐσκοτισμένη ἄγει πρὸς τὴν ἀναισχυντίαν· ἀναισχυντία δὲ μήτηρ ἐστὶ τῆς πορνείας. Ὁ ἀγαπῶν σιωπὴν ἀτάραχος διαμένει· ἀλλ' οὐδὲ τὸν πλησίον παροξύνει. Γέλως δὲ καὶ παρρησία ἀρχάριον, ὡς δηλητήριον, βλάψει, καὶ μοναχῷ ἀσύμφορον. Τοὺς γὰρ νῦν πενθοῦντας καὶ κλαίοντας ἐμακάρισεν ὁ Κύριος. Ἥττημά ἐστι μοναχοῦ ἀκοή. Ἐπὶ τραπέζης δεῖ σιγᾶν. Ἀγάπα τὴν σιωπήν, ἀγαπητέ, ἵνα σοι διαμείνῃ ἡ εὐλάβεια. Φύλαττε δὲ τὴν εὐλάβειαν, ἵνα σε τηρήσῃ ἀπὸ τῆς πορνείας. Ὁ ἀντιλέγων ἡγουμένῳ καὶ ἀνυποτακτῶν οὐ χρονιεῖ περιπεσεῖν κακοῖς· ὁ δὲ ὑπακούων νουθεσίᾳ μειζοτέρου εὐφρανθήσεται μετὰ δικαίων. Ὁ καυχώμενος ἐπὶ ἰδίᾳ δυνάμει ἀπωθεῖται ἀφ' ἑαυτοῦ τὴν βοήθειαν τοῦ Θεοῦ· ὁ δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Ὁ ἀγαπῶν περισπασμοὺς καὶ μισῶν τὴν ἡσυχίαν, θλιβήσεται πολλά· ὁ δὲ ἡσυχάζων ἐν ταπεινοφροσύνῃ, εὐφρανθήσεται ἐν τῷ Κυρίῳ. Ὁ μὴ προαιρούμενος ἑστᾶναι καρτερῶς ἐν τῇ συνάξει, πολλὰ ζημιωθήσεται· ὁ δὲ ἑστὼς μετ' εὐλαβείας καὶ ὑπομονῆς, εἰσακουσθήσεται. Ὁ ἀργολογῶν ἐν καιρῷ τῆς συνάξεως, δισσὴν μέμψιν εὑρήσει, διότι καταργεῖ ἀπὸ τῆς εὐχῆς καὶ ψαλμῳδίας ᾧ ὁμιλεῖ, ἅμα δὲ καὶ τοὺς ἔγγιστα αὐτοῦ ἱσταμένους. Ὁ ἀγαπῶν ἄσκησιν, εὐτονώτερος ἔσται· ὁ δὲ ἀγαπῶν μέθην, εἰς οὐδὲν καρτερήσει. Ὁ μισῶν τὸ ἐργάζεσθαι, περίεργος ἔσται· πολλὴν κακίαν ἐδίδαξεν ἡ ἀργία· ὁ δὲ ἀγαπῶν τὸ ἐργάζεσθαι, ἄλυπος διαμένει. Ὁ καυχώμενος ἐν περιβολῇ γονέων, ἀδόκιμος ἔσται· ἐν γὰρ παρατάξει πολέμου οὐκ ὠφελοῦσιν αὐτόν. Τίμα, ἀδελφέ, μικρούς τε καὶ μεγάλους, ἵνα σε ὑψώσῃ ὁ Κύριος· ὁ γὰρ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Ταπείνωσον κεφαλὴν ἡγουμένῳ, καὶ τοῖς προεστῶσι τῆς ἀδελφότητος ἐν Κυρίῳ ὑποτάγηθι· καρπὸς γὰρ τοῦ φόβου Κυρίου, ταπείνωσις. Ταπείνωσις δὲ οὐκ ἐν τῷ ταπεινωθῆναι τοῖς μειζοτέροις ὑποφαίνεται, ἀλλ' ἐν τῷ καὶ τοῖς μικροτέροις ἀπονέμειν τιμήν. Γέγραπται γάρ· ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω· ὁ δὲ ἐξουθενῶν με, ἀτιμασθήσεται. Ἡμεῖς οὖν δοξάσωμεν τὸν Θεόν, ὅπως καὶ αὐτὸς δοξάσῃ ἡμᾶς σὺν πᾶσι τοῖς Ἁγίοις αὐτοῦ. Καὶ ἐν τίνι δοξάσομεν αὐτόν; Ἐν τῷ τηρεῖν τὰς ἐντολάς. Γέγραπται γάρ· οὐκ ἐν λόγῳ ἡ βασιλεία Θεοῦ, ἀλλ' ἐν δυνάμει. Καὶ πάλιν· οὐ πᾶς ὁ μοὶ λέγων, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Πρὸ πάντων, ἀδελφέ, φοβοῦ τὸν Κύριον ἐν ἀληθείᾳ, καὶ ὁ φόβος αὐτοῦ φωτίσει σου τοὺς ὀφθαλμοὺς τῆς διανοίας. Ἀγάπα δὲ τὴν ταπεινοφροσύνην· ἡ γὰρ κατὰ Θεὸν ταπείνωσις, τεῖχός ἐστιν ἄρρηκτον ἀπὸ προσώπου Ἐχθροῦ, καὶ πέτρα ἀντιδέρουσα καὶ συνθλάσασα τὰς μηχανὰς καὶ τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα. Ἐὰν θῇς ἐν τῷ λογισμῷ σου ὑπομεῖναι διὰ τὸν Κύριον ὕβριν καὶ ζημίαν καὶ ἐξουδένωσιν, ἔσῃ ὥσπερ γενναῖος πολεμιστής, καθωπλισμένος κατὰ τῶν ὑπεναντίων ἀεί· τότε καὶ οἱ ἐχθροὶ ὁρῶντές σου τὴν τοσαύτην σπουδήν, καταπίπτουσιν ἀπὸ προσώπου σου. Ἐὰν βούλει δραμεῖν, κοπιάσαι δὲ μηδέν, τί τὸ ὄφελος; Τὴν ἁγνείαν τοῦ σώματός σου φύλαττε. Ἡ ἀγάπη μήτηρ ἐστὶ τῶν ἀρετῶν, ἡ δὲ ἁγνεία λύχνος καὶ στήριγμα. Λύχνος δὲ τούτων, ἡσυχία· τεῖχος δὲ αὐτῶν, φόβος Κυρίου. Τηρήσωμεν, ἀδελφοί, τὴν ἁγνείαν τοῦ σώματος ἡμῶν ἐν ἀγάπῃ Θεοῦ, ἵνα ἡμᾶς συγκαταριθμήσῃ Κύριος μετὰ τῶν ἁγίων αὑτοῦ Ἀγγέλων. Ἐπὶ τῷ ἀγαπῶντι τὴν ἁγνείαν εὐφραίνεται τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ τὴν ὑπομονὴν δωρεῖται αὐτῷ. Τοιγαροῦν ἡ ἁγνεία κατορθοῦται δι' ἐγκρατείας καὶ πρᾳότητος καὶ τῆς ἐν ἀγάπῃ ἡσυχίας. Ὅθεν χρὴ ἡμᾶς στέλλεσθαι ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, μήποτε ὑποψίαν δῶμεν τοῖς ἡμᾶς θεωροῦσι. Λέγει γὰρ ὁ Ἀπόστολος· προνοούμενοι καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων. Εἰ δέ τις φιλόνεικός ἐστιν, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ. Ἄκουε δὲ πάλιν αὐτοῦ λέγοντος· σὺ μὲν καλῶς εὐχαριστεῖς, ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδομεῖται. ∆ιατί γάρ, φησίν, ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; Ὅθεν ἀναγκαῖον παραδέχεσθαι παραίνεσιν ἀνθρώπων φοβουμένων τὸν Κύριον, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Κατὰ τὸν λέγοντα· ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω πρὸς οἰκοδομήν. Καὶ πάλιν· ἵνα ἐντραπῇ ὁ ἐξεναντίας, μηδὲν ἔχων φαῦλον πρᾶγμα. Εἶπε γὰρ ὁ Κύριος τῆς δόξης· οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μηδὲ ἐν προφάσει μεταδόσεως τὴν ἁγιότητα ἀπολέσωμεν· ἔθος γάρ ἐστι τῷ Ἐχθρῷ διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν κατεργάζεσθαι. Ὁ γὰρ ἁμαρτάνων καὶ δοκῶν κρύπτειν ἀπατᾶται· οὐδὲν γὰρ κρυπτόν, ὃ οὐκ ἀποκαλυφθήσεται. Ἐὰν ὑποβάλλῃ σοι ὁ Ἐχθρὸς ἐπιθυμίαν σαρκός, εἰπὲ πρὸς αὐτόν· μή μοι γένοιτο ἔτι λυπῆσαι τὸ Πνεῦμα <τὸ> Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθην εἰς ἡμέραν ἀπολυτρώσεως· ἀρκετὸς γάρ μοι ὁ παρεληλυθὼς χρόνος. Γέγραπται γάρ· πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ὁ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Περὶ δὲ τοῦ κατὰ διάνοιαν πολέμου ἐκ μέρους μεμάθηκα. Ἀδελφὸς γὰρ ἠρωτήθη ὑφ' ἑτέρου ἀδελφοῦ λέγοντος· οἱ ῥυπαροὶ λογισμοὶ ταράσσουσί με. Ὁ δὲ ἀπεκρίθη· οἱ ἅγιοι γέροντές τισιν ἐπέτρεπον τοὺς λογισμοὺς ἔνδον ἀφιέναι εἰσελθεῖν, καὶ τότε πολεμεῖν πρὸς αὐτούς· τοῖς δὲ ἀσθενεστέροις μηδ' ὅλως συνομιλεῖν παρήγγελλον, μήποτε τῆς μνήμης ἐγχρονιζούσης γενήσεται πάθος δυσίατον. Τότε εἶπεν ὁ ἀδελφός· καὶ τί ἐστι τὸ ἔνδον ἀφιέναι εἰσελθεῖν τοὺς λογισμούς, καὶ τότε πολεμεῖν πρὸς αὐτούς; Ἄκουε, φησίν· ἡνίκα ἂν ἐπάγῃ ὁ Ἐχθρὸς ἐνθύμησιν αἰσχρὰν καὶ λογισμοὺς ῥυπαρούς, εὐθὺς παρίστησι κατὰ διάνοιαν γυναῖκα εὐπρόσωπον, ἤ τι τῶν ὁμοίων τῶν ἀπατώντων πρὸς φθοράν. Καὶ ταῦτα ὁρῶν ὁ κατὰ διάνοιαν πολεμῶν, οὐ ταράττεται ὑπὸ τῶν τοιούτων λογισμῶν, ἀλλ' ἵσταται γενναίως ἀπ' ἐναντίας αὐτῶν, πολεμῶν πρὸς αὐτοὺς σφοδρῶς. Εἶτα ἀνοίγει αὐτοῖς, καὶ ἀποκλείει αὐτούς· καὶ ἔνδον αὐτῶν γενομένων καὶ τῆς ὕλης, δι' ἧς πολεμοῦσι, πρὸς αὐτοὺς [καὶ] λέγει· αὕτη ἐστὶν ἡ ἱσταμένη πρὸς ὑμᾶς, περὶ ἧς ἐνοχλεῖτέ μοι καθ' ἑκάστην ἡμέραν· καὶ γὰρ καὶ φαντάζετέ μου τὴν διάνοιαν <καὶ> ταράσσετέ μου τὴν ψυχήν. Θέλω οὖν γνῶναι ἀκριβῶς, τίς αὐτῆς ἡ χρεία; Καὶ προστάσσει μάχαιραν αὐτῷ ἐνεχθῆναι κατὰ διάνοιαν, καὶ λαβὼν ἀναπτύσσει αὐτὴν ἐν τῇ γαστρί, κατὰ διάνοιαν, λέγων· θέλω γνῶναι, τί ἄρα εὑρίσκω ἐν αὐτῇ· κάλλος ἢ σαπρίαν; Καὶ ἀναπτύξας, φησί, τὴν κοιλίαν αὐτῆς, εὑρίσκει ἔνδον ὅπερ πάντες οἴδαμεν· φανεροῦται γὰρ ἐκ μέρους ἡ αἰσχρότης τῆς ἐπιθυμίας. Οἱ οὖν ἐναντίοι θεασάμενοι τὴν γενομένην αὐτοῖς ἧτταν, θορυβοῦσι σκυβαλεῦσαι τὸν λογισμὸν τοῦ ἀδελφοῦ, φοβούμενοι, ἵνα, θολώσαντες τὴν διάνοιαν ὑφ' ἑτέρων λογισμῶν, καταργήσωσι τὸν ἐνεστῶτα ἀγῶνα, δειλιῶντες μήποτε φανερωθῇ αὐτῶν τελείως ἡ αἰσχύνη. Ὁ ἐξεναντίας πολε μῶν πρὸς αὐτοὺς λέγει· τί ἄλλα ἀντ' ἄλλων προσάγειν βούλεσθε; Οὐ γὰρ ἐάσω ὑμᾶς ἐξελθεῖν, ἕως οὗ ἐρευνήσω πάντα ἀκριβῶς τὰ τοῦ πράγματος, εἰ ὄντως ἄξιόν ἐστιν ἀγαπήσεως, ὃ ὑμεῖς ἐπῃνέσατε. Τότε ἀποκλείει ὁ ἀδελφὸς τὸ πτῶμα ἐν τῷ ἐσωτέρῳ ταμείῳ, ἕως τριῶν ἡμερῶν ἢ τεσσάρων. Καὶ μετὰ ταῦτα ἀνοίγει ὁ ἀδελφός, θεάσασθαι τὸ πτῶμα βουλόμενος. Καὶ πρὸ τοῦ αὐτὸν εἰσιέναι, ἀπαντᾷ αὐτῷ ἡ ἀφόρητος ἐκείνη δυσωδία· καὶ συμφράσσων τῇ χειρὶ τὸ στόμα σὺν τῇ ὀσφρήσει, ἐννεύει ὑποδεικνύων τοῖς ὑπεναντίοις λογισμοῖς, καὶ συνεργοῖς τῆς ἁμαρτίας, τὸ τέλος τοῦ πράγματος. Εἶτα λέγει πρὸς αὐτούς· τί ἀποκρίνεσθε πρὸς ταῦτα; Οἱ δὲ αἰσχυνόμενοι διαλυθήσονται, ὡσεὶ καπνὸς ἐν ἀέρι. Καὶ οὕτως γίνεται ὁ ἀδελφὸς ὑψηλότερος τῶν παθῶν, τῆς χάριτος συνεργούσης. Καὶ ἐξομολογούμενος τῷ Κυρίῳ, λέγει· Εὐχαριστῶ σοι, Κύριε, ὁ Θεός μου, ὅτι οὐ παρέδωκάς με εἰς χεῖρας ἐχθρῶν μου, ἀλλ' ἔσωσάς με ἐκ παγίδος θηρευτῶν. Καὶ ἡ σὴ χάρις, Κύριε, ἐφώτισέ με τοῦ συνιέναι ταῦτα. Οὐ γὰρ ἐν τῇ σοφίᾳ μου διεσώθην ἐκ τῆς παγίδος αὐτῶν. Ἔχωμεν οὖν, ἀδελφοί, τὸν φόβον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν διαπαντός, ὅπως ἡμᾶς αὐτὸς σκεπάσῃ· δίχα γὰρ τῆς τοῦ Θεοῦ σκέπης ἄνθρωπος οὐδέν ἐστι. Πολλὴ γὰρ ἡ κακοτεχνία τῶν Ἐχθρῶν ἡμῶν, ἀλλὰ περισσοτέρα ἐστὶν ἡ βοήθεια τοῦ Θεοῦ, κυκλοῦσα τὸν ἄνθρωπον· ἀλλ' οὐ συγχωρούμεθα ἰδεῖν τοῖς ὀφθαλμοῖς ἡμῶν. Ἀγαπήσωμεν οὖν τὸν Θεόν, τὸν βοηθοῦντα ἡμῖν καὶ σῴζοντα ἡμᾶς, ἐν ὅλῃ δυνάμει, καὶ τὸν πλησίον, ὡς ἑαυτούς. Ἔχε κατὰ νοῦν τὴν ἡμέραν τῆς τελευτῆς σου, ἀγαπητὲ ἀδελφέ, ὅταν μέλλῃς κατακεῖσθαι ἐν τῷ ψιαθίῳ σου ψυχορραγῶν. Οἴμοι, οἴμοι, οἷος φόβος καὶ τρόμος περιέχει τὴν ψυχὴν ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἀγαπητὲ ἀδελφέ; Ἐάν τι ἀγαθὸν πεποίηκεν ἐν τῷ βίῳ τούτῳ, ἐν ᾧ παρῴκησεν ἐν αὐτῷ, ἐὰν θλῖψιν καὶ ὀνειδισμὸν ὑπήνεγκεν διὰ τὸν Κύριον καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ἐποίησε, μετὰ χαρᾶς πολλῆς ἀνάγεται εἰς οὐρανοὺς ὑπὸ ἁγίων Ἀγγέλων ὁδηγουμένη. Καθάπερ ἐργάτης μοχθῶν καὶ ἐργαζόμενος δι' ὅλης ἡμέρας, προσδοκᾷ τὴν δωδεκάτην ὥραν, ἵνα μετὰ τὸν κάματον δεξάμενος τὸν μισθὸν αὐτοῦ ἀναψύξῃ· οὕτω καὶ αἱ ψυχαὶ τῶν δι καίων τὴν ἡμέραν ἐκείνην προσδέχονται, αἱ δὲ τῶν ἁμαρτωλῶν, φόβῳ καὶ τρόμῳ συνέχονται ἐν ἐκείνῃ τῇ ὥρᾳ. Καθάπερ κατάδικος συλληφθεὶς ὑπὸ ὑπηρετῶν, καὶ ὑπ' αὐτῶν ἀγόμενος εἰς κριτήρια, οὕτω καὶ αἱ ψυχαὶ τῶν ἀδίκων τρέμουσιν ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἀφορῶσαι εἰς τὴν ἀτελεύτητον βάσανον τοῦ αἰωνίου σκότους. Κἄν τις εἴπῃ, ἄφετέ με πορευθῆναι εἰς ἐκεῖνον τὸν κόσμον, ὅπως τοῦ λοιποῦ μετανοήσω· οὐκ ἔσται ὁ ἀπολύων. Ἀκούεται γὰρ ὁ τοιοῦτος· ὅτε εἶχες καιρόν, οὐκ ἐμετανόεις, καὶ ἄρτι ἦλθες μετανοῆσαι; Ὅτε ἀνέῳκται τὸ στάδιον ἅπασιν, οὐκ ἠγωνίζου, καὶ νῦν θέλεις ἀγωνίσασθαι, ὅτε πᾶσαι αἱ θύραι ἐκλείσθησαν καὶ ὁ καιρὸς τοῦ ἀγῶνος παρῆλθεν; Οὐκ ἤκουσας τοῦ λέγοντος· γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν; Ταῦτα δὲ προγινώσκοντες, ἀγαπητὲ ἀδελφέ, ὡς καιρὸν ἔχομεν, μετανοήσωμεν, ὅπως ἐξέληται ἡμᾶς ὁ Θεὸς ἐκ τῆς ὀργῆς, τῆς ὑπερχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, καὶ ἀξιώσῃ ἡμᾶς εἰς τὴν μερίδα τῶν Ἁγίων. Εὖξαι καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, τοῦ λέγοντος καὶ μὴ ποιοῦντος. Γέγρα πται γάρ· ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πρὸς ἀκηδιαστὴν μοναχόν, λέγοντα· ἀφίημι, εἰς τὸν κόσμον ὑπάγω. Παραίνεσις μηʹ

[Επεξεργασία]

Ἔφη ὁ Θεὸς τῆς δόξης· εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι [καὶ] πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εὑρίσκοντες αὐτήν. Τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν τὴν αἰώνιον, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Καὶ τίς ἐστιν ὁ εὑρὼν αὐτὴν καὶ ἀναγγέλλει ἡμῖν τὴν ὁδὸν αὐτῆς; Οἱ Ἅγιοι πάντες. Εἰς ἣν ἔδραμε τὸ σκεῦος τῆς ἐκλογῆς, Παῦλος, καὶ τελέσας τὸν δρόμον τὸν στέφανον ἐκομίσατο. ∆ιὸ καὶ ἀναγγέλλει ἡμῖν τὴν ὁδὸν αὐτῆς, λέγων· ἐν παντὶ συνιστῶντες ἑαυτούς, ὡς Θεοῦ διάκονοι· ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστα σίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν· διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς· ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι· ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν· ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι· ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες. Καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν, εἰδότες ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως. Τοιγαροῦν καὶ ἡμεῖς, ἀδελφοί, ὀφειλέται ἐσμὲν τὴν αὐτὴν ὁδὸν κατέχειν ἄχρι τέλους, εἰς ἣν καὶ ἐστρατεύθημεν. Ἡσυχαστὴς εἶ; Ἀναλόγισαι τοὺς ἐν ταῖς φυλακαῖς κατακεκλεισμένους, ὅτι οὐ μόνον κατακεκλεισμένοι εἰσίν, ἀλλὰ καὶ σίδηρος περίκειται αὐτοῖς περὶ τὸν τράχηλον· οἱ δὲ καὶ ἐν ξύλῳ βέβληνται. Ἐρημίτης εἶ; Ἀναλόγισαι τοὺς ποιμένας τῶν προβάτων, οἵους κινδύνους ὑπομένουσιν ἐν ταῖς ἐρήμοις καὶ ὄρεσι, καὶ τῷ μὲν χειμῶνι στυφόμενοι ὑπὸ τοῦ ψύχους, τῷ δὲ θέρει συγκαιόμενοι ὑπὸ τῶν ἀκτίνων τοῦ ἡλίου. Ἐν κοινοβίῳ εἶ; Ἐννόησον τὸ γεγραμμένον· τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ ψυχὴ καὶ ἡ καρδία μία, καὶ οὐδείς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς πάντα κοινά. Τὴν σειρὰν ἐργάζῃ; Ἀναλόγισαι τοὺς τὴν θάλασσαν πλέοντας· οὗτοι γὰρ θαλασσομαχοῦντες τὴν αὐτὴν τέχνην ἐγχειρίζουσι. Τὰ μικρὰ σπυρίδια ἐργάζῃ, τὰ λεγόμενα μαλάκια; Ἀναλόγισαι τοὺς βρεγκαρίους. Καλλιγράφος ἐργάζῃ; Ἀναλόγισαι τοὺς κλείστας καὶ λεπτουργούς· πλὴν μὴ διάστρεφε θείους λόγους γεγραμμένους ἐν πίστει καὶ ἀληθείᾳ. Τί γὰρ τούτου μεῖζον ἁμάρτημά ἐστι· τὸ ποιεῖν τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ· τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, ἐπὶ καταστροφῇ τῶν ἀναγινωσκόντων; Οὐαὶ τῷ ποιοῦντι ταῦτα· τίθησι γὰρ σκάνδαλα ψυχῶν ὁ τοιοῦτος. Τὸ κεντητὸν ἐργάζῃ; Ἀναλόγισαι τοὺς μάρ μαρα πρίζοντας. Χαρτοκόκκινα ἐργάζῃ; Ἀναλόγισαι τοὺς λωροτόμους. Τὸ σίβινον ἐργάζῃ; Ἀναλόγισαι τοὺς κανναβαρίους. Καννοπλόκος ἐργάζῃ; Ἀναλόγισαι τοὺς τὴν αὐτὴν τέχνην ἐγχειρίζοντας κοσμικούς. Τὸ σκολάκιν ἐργάζῃ, ἤτοι τὴν ἐραίαν; Ἀναλόγισαι τοὺς φασκιαρίους. Τὸ λίνον ἐργάζῃ; Ἀναλόγισαι τοὺς λινυφεῖς. Λινυφικὸν ἐργάζῃ; Ἀναλόγισαι τοὺς σηρικαρίους. Ἐν τῷ ἀρτοκοπείῳ σε κατέστησαν; Ἀναλόγισαι τοὺς δημοσιαρίους. Ἐν τῷ κήπῳ σε κατέστησαν; Ἐννόησον τοὺς γναφεῖς, οἵτινες τὸν χειμῶνα ὡς τὸ θέρος ἐπιτελοῦσι, ποιοῦντες τὴν ἐργασίαν ἐν ὕδασιν. Ἐν τῷ μαγειρείῳ σε κατέστησαν; Ἀναλόγισαι τοὺς βαφεῖς, εἴτε τοὺς τὴν χαλκευτικὴν τέχνην ἐργαζομένους, οἵτινες τὴν νύκτα ὡς ἡμέραν ἐπιτελοῦσι τῷ πυρὶ ἀντιμαχόμενοι καὶ τῇ ἐξουσίᾳ ὑποτασσόμενοι, καὶ ὑπομένουσιν ἐνοχλούμενοι· καὶ ὑπὸ ἀρχόντων πολλάκις βιαζόμενοι, τῆς ἑαυτῶν ἐργασίας οὐκ ἀμελοῦσι. Θυρωρόν σε κατέστησαν; Ἀναλόγισαι τοὺς ὑπηρέτας τῶν ἐπιγείων ἀρχόν των. ∆ιακονητήν σε κατέστησαν, ἤτοι οἰκονόμον, ἤτοι ἡγούμενον; Ἐννόησον τὸν εἰπόντα· Πρεσβυτέρους οὖν παρακαλῶ τοὺς ἐν ὑμῖν, ὡς συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὃς καὶ τῆς μελλούσης δόξης ἀποκαλύπτεσθαι κοινωνός, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως, κατὰ Θεόν, μὴ αἰσχροκερδῶς, ἀλλὰ προθύμως· μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου. Καὶ φανερωθέντος τοῦ Ἀρχιποίμενος Χριστοῦ, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Καὶ ἵνα μὴ καθ' ἕνα λέγοντες, δόξωμεν μηκύνειν τὸν λόγον, πᾶν ὅ,τι ἂν ἐργάζῃ καὶ ἐπαγάγῃ σοι ὁ Ἐχθρὸς ἀκηδίαν ἐν τῷ ἔργῳ, τὴν καθ' ὁμοιότητα τέχνην ἐγχείρησον πρὸς ἀντίρρησιν τοῦ Ἀντιπάλου· πᾶν δὲ ὅ,τι ἂν ποιῇς, εἴτε ἐν ἔργῳ ἢ ἐν λόγῳ, μάρτυρα ἔχε τὸ συνειδός σου, ὅτι κατὰ Θεόν ἐστι τὸ γινόμενον, καὶ σῴζῃ. Λέγε δέ μοι καὶ αὐτός, παρακαλῶ, ὅτι ἐὰν ἀρνησάμενος τὴν χάριν τοῦ καλέσαντός σε εἰς τὴν αἰώνιον αὐτοῦ βασιλείαν καὶ δόξαν, καὶ πορευθεὶς εἰς τὸν κόσμον, τί μέλλεις ποιεῖν, ὡς ὑπολαμβάνει σου ὁ λογισμός; Μᾶλλον δέ, τί σοι ἐνέβαλεν ὁ πολέμιος τῶν ψυχῶν ἡμῶν; Ὅτι, ἐὰν ἀθετήσῃς τὴν χάριν τὴν δοθεῖσάν σοι, βασιλεῦσαι ἔχῃς; Εἰ δὲ καὶ βασιλεύσεις, οὐχὶ θάνατός σε διαδέξεται; Εἰ δὲ καὶ οὐσίας πολλὰς κληρονομήσεις, καὶ συνάγῃς πλοῦτον εἰς πλῆθος, οὐχὶ ἄλλοις αὐτὰ καταλιπὼν γυμνὸς ἀπελεύσῃ ἐντεῦθεν; Κατὰ τὸ λόγιον τοῦ Ἀποστόλου· οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον. Κατὰ ἄνθρωπον λέγω· ἐάνπερ ἀπαρνησάμενος τὴν χάριν τοῦ Κυρίου, οὐ μὴ καταλάβῃς τὰς προτέρας ὑπολήψεις, ἃς εἶχες πρὸ τοῦ ἐνάρξασθαί σε ἐν τῷ μονήρει βίῳ· ἀλλὰ γείτοσί τε καὶ φίλοις, οἰκείοις τε καὶ συγγενέσι παραβάτης ἔσῃ. Τίς γὰρ ἠνάγκασέ σε ἐνάρξασθαι ἔργον, ὃ οὐκ ἠδύνασο πληρῶσαι; Εἰ καὶ ὁ νόμος οὐ λέγει τοῦτο; Ἐν γὰρ τῷ νόμῳ γέγραπται· εἴ τις ἐστὶν ἀνὴρ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ, μὴ ἐκπο ρευέσθω εἰς πόλεμον· ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, ἵνα μὴ δειλιάσῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ. Νῦν οὖν ὃ ἤρξω, ἐπιτέλεσον. Εἰ δὲ καὶ προελήφθης ἐν παραπτώματί τινι, μὴ ἔμμενε εἰς τὸ πτῶμα, ἀλλ' ἐπιστρέφου πρὸς Κύριον ἐν ἀληθείᾳ. Ἔστιν ἐν οὐρανῷ ὁ ἐξαλείφων τὰς ἁμαρτίας τῶν ἐπιστρεφόντων πρὸς αὐτόν. Μόνον μὴ συγκατάθου τῷ λογισμῷ τῆς κακοφροσύνης. Οὔτε γὰρ λέοντες, οὔτε δράκοντες, οὔτε βάρβαροι βλάψαι δυνήσονται, ὅσον ἡ κακοφροσύνη τοῖς πειθαρχοῦσιν αὐτῇ. Πολλοὶ γὰρ ταύτην ἀποσεισάμενοι τὴν ἀρχὴν καὶ τοῖς τρόποις αὐτῆς μὴ κοινωνήσαντες, ὑπὸ βαρβάρων ἐτιμήθησαν, καὶ λέοντες καὶ δράκοντες ᾐδέσθησαν αὐτούς. Φλὸξ πυρὸς οὐκ ἴσχυσε φλογίσαι τρίχας τῆς κεφαλῆς αὐτῶν, οὔτε εὑρέθη ἐν αὐτοῖς ὕλη κακίας, ἀλλ' ἀγαθωσύνης. Ἡ δὲ κακοφροσύνη ἀνιλεῶς κόπτει τοὺς ἐραστὰς αὐτῆς· οὐ γάρ ἐστι κακία, ἧς οὐκ ἔστι μήτηρ ἡ κακοφροσύνη. Ἡ μὲν γὰρ φιλαργυρία δηλονότι ῥίζα ὑπάρχει πάντων τῶν κακῶν, κατὰ τὸ λόγιον τοῦ Ἀποστόλου λέγοντος· ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία. Ἡ δὲ ῥίζα ἐπ' αὐτῆς πεφύτευται· αὕτη γὰρ ἐκτρέφει καὶ αὔξει τὰ τῆς κακίας στελέχη. Τί ταύτης χαλεπώτερον ἐν κόσμῳ, ἥτις τοὺς ἐραστὰς αὐτῆς ἐκδότους παραδίδωσι καὶ φυγάδας αὐτοὺς παρεσκεύασε γενέσθαι; Φεύγει γὰρ ὁ ἀσεβής, μηδενὸς διώκοντος, ὁ δὲ δίκαιος πέποιθεν, ὥσπερ λέων, ἐν τῇ αὑτοῦ πολλῇ παρρησίᾳ. Ὁ δὲ κατασχεθείς, οὐχ ὑπὸ βαρβάρων χειρῶν κολασθήσεται, οὐκ ἐπὶ ξένης γῆς, ἀλλ' ἔνθα ἐγεννήθη, ἔνθα ἀνετράφη, καὶ ὑπὸ ἰδίων συμφυλετῶν καταικιζόμενος καὶ οὐδεὶς περὶ τούτου δεόμενος, καίπερ οὐ κρυπτῶς ἐπιφέρεται τούτῳ τὰ βασανιστήρια, ἀλλ' ἐμφανῶς· οὐ περὶ ἀγαθοεργίας, ἀλλὰ διὰ κακοφροσύνης. Τοὺς γὰρ πεσόντας δι' αὐτῆς πάντες κατακρίνουσι, πάντες τούτους αἰτιῶνται. Οὐδεὶς ὁ βοηθῶν, οὐδεὶς ὁ ῥυόμενος. Ἐὰν ἐξακολουθήσῃς τῇ κακοφροσύνῃ, κατάξει σε εἰς τὰ ταμεῖα τοῦ ᾅδου. Αὕτη καὶ δυνάστας κατέστρεψε καὶ οἴκους ἐρήμωσε καὶ βασιλεῖς ἐσάλευσε καὶ εἰς πτῶσιν παρέδωκεν. Ἀπόστα ἀπ' αὐτῆς, ἀγαπητὲ ἀδελφέ, μὴ οὖν συνδεσμευθῇς τοῖς δεσμοῖς αὐτῆς. Οἱ γὰρ δεσμοὶ αὐτῆς δεσμοὶ σιδηροῖ, καὶ αἱ πέδαι αὐτῆς χαλκαῖ. Αὕτη κατέστρεψεν ἀσφαλῶς τοὺς ἀγαπῶντας αὐτήν. Ἐν τῇ ζωῇ ταύτῃ πτῶμα αὐτῆς γέγονεν ἐξαίσιον, καὶ μετὰ θάνατον ὄλεθρος. Καὶ τί τὸ ὄνομα αὐτῆς, ἀλλ' ἢ κακοφροσύνη; Μισεῖ τὴν ἀλήθειαν, ἀγαπᾷ τὸ ψεῦδος, παιδείαν οὐ παραδέχεται, ἀπαιδευσίᾳ χαίρει, ἐλέγχους οὐ παραδέχεται, νουθεσίαν δὲ ἀποβάλλεται, ἡδονὰς τρέφει, Θεοῦ καταφρονεῖ, ἀνθρώπους οὐκ ἐντρέπεται. Ἀρχὴ αὐτῆς ἀφοβία Θεοῦ, τέλος δὲ αὐτῆς ὄλεθρος καὶ ἀπωλείας κληρονομία. Κύριε, Κύριε, ὁ ἀνοίξας ὀφθαλμοὺς τυφλοῦ ἐκ γενετῆς, ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς τοὺς βρόχους αὐτῆς. Μὴ οὖν ἀθετήσωμεν τὴν χάριν τοῦ Θεοῦ, ἀγαπητέ. Ἢ οὐκ οἶδας, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας; Τί δέ ἐστιν ἡ θλῖψις τοῦ αἰῶνος τούτου, ὡσαύτως καὶ ἡ χαρὰ τοῦ αἰῶνος τούτου ὑπάρχει, ἀγαπητέ; Κρεῖσσον οὖν ὑπομεῖναι τὰς τυχούσας θλίψεις, ἢ τὴν ἀπάτην. Ἔοικε γὰρ ἡ δόξα τοῦ κόσμου τούτου καὶ ἡ ἀπάτη φλογὶ πυρός, ἥτις κατέφαγε τὰ ἐπικείμενα ξύλα καὶ εὐθέως ἐσβέσθη. Καὶ ἡ τηλικαύτη φλὸξ εἰς τέφραν καὶ κόνιν ἀπέβη. Ὁ δὲ ὑπομένων θλῖψιν διὰ τὸν Κύριον, ὅμοιός ἐστι τῷ οἰκοδομοῦντι τὴν ἑαυτοῦ οἰκίαν ἐπὶ πέτραν. ∆ιό, ἀδελφέ, ἀνάνηψον πρὸς Κύριον, παρακαλῶ. Μνησθῶμεν τοῦ ἀπαραιτήτου βήματος τοῦ Θεοῦ καὶ τῆς αἰωνίου κρίσεως καὶ τῆς φύσεως ἡμῶν τῆς ἀσθενοῦς. Τί ἐλαχιστότερον κώνωπος, καὶ τὴν τούτου ἀπειλὴν οὐ δυνάμεθα φέρειν. Τί ποιήσωμεν τὸν ἰοβόλον καὶ ἀκοίμητον σκώληκα; Ἑσπέρας δὲ γενομένης, ἐρεῖ τις· ἅψον λύχνον, ὅτι σκοτία ἐστί. Τί ποιήσωμεν τὸ σκότος ἐκεῖνο τὸ ζοφερὸν καὶ ἀφεγγές; Ἐὰν δὲ καίηταί τις ὑπὸ τῶν ἀκτίνων τοῦ ἡλίου, ὑπὸ τὴν σκιὰν φεύγει. Τί ποιήσωμεν τὴν ἄσβεστον γέενναν τοῦ πυρός; Λάβωμεν ὑπόδειγμα, ἀγαπητοί, ἐκ τῶν ὁρωμένων πραγμάτων, περὶ τῆς μελλούσης κρίσεως, ἐν τῷ αἰῶνι τούτῳ. Ἐάν τις πράξῃ φαῦλον καὶ γνωσθῇ καὶ παραπεμφθῇ εἰς φυλακὴν ὑπὸ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, ἐν ποίᾳ αἰσχύνῃ καὶ θλίψει ἔσται ἡ ψυχὴ αὐτοῦ ἐν αὐτῷ; Εἴπερ πολλάκις καὶ ὑπὸ οἰκείων ὑπηρετούμενος καὶ ὑπὸ συγγενῶν θεραπευόμενος καὶ ὑπὸ φίλων παραμυθούμενος καὶ ὑπὸ γνωρίμων συνεχῶς ἐπισκεπτόμενος, καὶ ταῦτα οὕτως ἔχων, οὐκ ἀφίσταται ἡ λύπη ἀπ' αὐτοῦ. Τέλος δὲ ῥημάτων, εἴτε διὰ τῆς τῶν φίλων παραμυθίας, περιδρομῆς τε καὶ παρακλήσεως, εἴτε καὶ διὰ δόσεως χρημάτων ἴσως ἐλπίδας ἔχει ποτὲ καιρῷ, τῆς φυλακῆς ἀπαλλαγῆναι. Ἐκεῖ δὲ ὁ καταδικασθεὶς ὑπὸ τῶν ἰδίων ἔργων, οὐκ ἔχει τοὺς παρακαλοῦντας. Οὐ πατὴρ περιτρέχει, οὐ μήτηρ παρακαθημένη καὶ παραμυθουμένη, οὐ συμπάθεια γυναικός, οὐ φίλων. Οὐκ ἀγγελία ἀγαθή, οὔτε ἀκοὴ εἰρήνης, οὔτε φῶς, οὔτε ὀρνέων ἦχος εὐμελής, οὐ τροπῶν ἀλλαγὴ καὶ μεταβολὴ καιρῶν, οὔτε φωνὴ μουσικῶν καὶ χαρμοσύνη. Πάντα γὰρ ταῦτα ἤρθη ἐξ ἀσεβῶν, ἡ δὲ μερὶς αὐτῶν τὰ ἐναντία. Καθὼς γέγραπται· ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας· πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν· εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ. ∆εηθῶμεν οὖν τοῦ Κυρίου ἐξ ὅλης ψυχῆς, ὅπως σκεπάσῃ ἡμᾶς. Χαίρει γὰρ ἐπὶ τοῖς σῳζομένοις· διὸ καὶ ἡτοίμασεν αὐτοῖς ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα μνήσθητι, καὶ ἐπιστρέφου πρὸς Κύριον. Μὴ γίνου ὥσπερ ἀξίνη ἐν χειρὶ ∆ιαβόλου, ἐκκόπτων φυτὰ καρποφόρα· μηδὲ ὡς ἄνεμος καύσων, διαφθείρων καρποὺς ἀγαθούς. Οὐκ οἶδας, ἀγαπητέ, ὅτι ἐν παρατάξει πολέμου, ἐὰν τρωθεὶς ἀνὴρ πέσῃ ἐκ τῆς παρεμβολῆς, δειλίαν παρέχει τοῖς συμμαχοῦσι; Σὺ δὲ νόει τὸ εἰρημένον. Ἐὰν δὲ καθοπλίσῃ τις ἑαυτὸν ἀνδρείως κατὰ τῶν ὑπεναντίων, καὶ τοὺς ῥᾳθυμοτέρους καὶ τοὺς δειλοὺς τῇ καρδίᾳ διεγείρει τῇ προθυμίᾳ. Οὐ μνημονεύεις, ἀγαπητέ, οἵαν κατάνυξιν εἶχες πρότερον, ὅτε ἤρξω εἰς τὸν μονήρη βίον; Ποῦ τοίνυν ἐστὶν ἡ κατάνυξις ἐκείνη, ἡ πλήρης τῶν δακρύων ἐκείνων; Ποῦ ὁ οὐράνιος πόθος, ἡ ἀνυπόκριτος εὐλάβεια; Ποῦ ἡ ταπείνωσις, ἡ ἀνάγουσα εἰς οὐρανούς; Ποῦ ἡ σιωπή, ἡ πλήρης ἔνδον τῶν προσευχῶν; Ποῦ ἡ φυλακὴ τῶν ὀφθαλμῶν, ἡ λογισμοὺς καθαροὺς τίκτουσα; Ποῦ ἡ ἀγάπη, ἡ Θεὸν δυσωποῦσα; Ταῦτα μισήσας καὶ ἀπωσάμενος, τί ἄρα ἐκτή σω; Ὀργήν, θυμόν, κραυγὴν καὶ βλασφημίαν, ἀκρασίαν καὶ ἀναίδειαν καὶ στόμα ἀχαλιναγώγητον. Οἴμοι, πῶς ἐγένετο ἡ καρποφόρος γῆ εἰς ἅλμην ὑπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; Οὗτοι εἰσὶν οἱ λόγοι, οὓς συνέθου δουλεύειν Θεῷ καὶ ὑπομένειν εἰς τὸ σωτήριον αὐτοῦ; Αὗταί εἰσιν αἱ προσευχαί, ἃς προσηύξω τῷ Θεῷ ἐν τῇ θλίψει σου; Ὅρα, ἀγαπητέ, μήπως ὁ παρενοχλῶν σοι καὶ σπεύδων σε ἀπορρῆξαι τῆς ἀδελφότητος, αὐτὸς πρόξενός σοι γένηται θανάτου πικροῦ καὶ ἀσχήμονος. Ἀλήθειαν λέγω· ὅτι ἐγὼ ἔγνων καὶ ἕνα καὶ δεύτερον καὶ τρίτον ἀδελφὸν ἀπὸ μονῆς ἀποστάντας καὶ τὸν κοσμικὸν βίον ἀναλαβόντας, καὶ οὐκ ἐχρόνισαν ἐν τῷ βίῳ, ἀλλ' ἐν θανάτῳ πικρῷ καὶ ἀσχήμονι τὸν βίον κατέλυσαν. Ὅθεν παρακαλῶ σε, ἀδελφέ, ἀντίστα αὐτοῖς καὶ ἐγκρατὴς γενοῦ τῆς ἐπιθυμίας καὶ μὴ συγκαταθῇς τοῖς θέλουσί σε εὐάλωτον ποιῆσαι, ἀλλ' ἄνω σχῶμεν τὸν νοῦν, ἀγαπητὲ ἀδελφέ. Ἄνω τὰς χεῖρας ὡς Μωυσῆς, καὶ ὁ Κύ ριος πολεμήσει αὐτοὺς ἀορασίᾳ ὑπὲρ ἡμῶν. Μὴ οὖν φοβηθῇς ἀπὸ προσώπου αὐτῶν. Πολλάκις γὰρ ὑποβάλλουσί σοι ἀσθένειαν σαρκὸς καὶ ἀνορεξίαν στομάχου, ὑποψίαν μειζοτέρου, φόβον ἡγουμένου, καὶ τὸ μῆκος τοῦ χρόνου, καὶ τὴν προτέραν διαγωγήν, καὶ μνήμην τῶν κατὰ σάρκα γονέων. Καὶ ταύτας ἀνάπτουσιν, ἵνα ψυχὴν πολιορκήσωσιν. Οὐκ ἀναλογίζῃ ὅτι ἐὰν σχῇ τις υἱὸν κακοῦργον, τοῦτον κατ' ὀφθαλμοὺς τῶν γονέων κολάζουσιν οἱ νόμοι, καὶ οὐδεὶς ὁ δυνάμενος αὐτὸν ἐξελέσθαι ἐκ χειρὸς τῶν τιμωρούντων; Πόσον οὖν μᾶλλον δοκεῖς πλείονα φόβον ἔχειν τὸ κριτήριον τὸ μέλλον, ὅπου βασιλεῖς καὶ τύραννοι, πλούσιοι καὶ πτωχοὶ παρίστανται συνεχόμενοι τρόμῳ δεινῷ; Ἐλθὲ οὖν εἰς ἑαυτόν, ἀγαπητὲ ἀδελφέ, καὶ μὴ καταφρόνει τοῦ δικαίου καὶ ἀπαραλογίστου Κριτοῦ, μηδὲ τῆς μηδέποτε σβεννυμένης φλογός. Εἰ δὲ καταφρονεῖς, δοκίμασον ἀπεντεῦθεν, εἰ δύνασαι τὴν δριμύτητα τοῦ πυρὸς καὶ τὴν βάσανον ὑπενεγκεῖν. Ἅψον λύχνον καὶ ἐπίθες τὸ ἄκρον τοῦ δακτύλου, καὶ ἐὰν δύνασαι βαστάσαι τὰς ὀδύνας, τάχα δυνήσῃ σεαυτῷ κἀκεῖ βοηθῆσαι. Εἰ δὲ ὅλον τὸ σῶμα ἔξω τοῦ πυρὸς τυγχάνει, καὶ τοῦ μικροῦ τού του τὰς ὀδύνας οὐ δύνασαι φέρειν, τί ποιήσωμεν, ὅταν ὅλον τὸ σῶμα σὺν τῇ ψυχῇ ἐμβληθῇ εἰς τὴν γέενναν τοῦ πυρός; Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἀφρόνων· κἀγώ, φησίν, ἤθελον ὑπομεῖναι· ἀλλὰ τί ποιήσω; Ἀσθενὴς γάρ εἰμι καὶ ὀλίγωρος· εἰ γὰρ ἤθελέ με ὁ Θεὸς σωθῆναι, παρεῖχέ μοι ὑπομονήν. ∆εῦτε, ἴδετε, ἀδελφοί, ψυχὴν αἰχμαλωτιζομένην, οὐχ ὑπὸ βαρβάρων καὶ μαχαίρας, ἀλλ' ὑπὸ τῆς κακοφροσύνης. Θεὸν γὰρ τὸν ἀγαθὸν αἰτιᾶται, τὸν πάντα ἄνθρωπον σωθῆναι θέλοντα καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τὸν δι' ἡμᾶς σταυρὸν ὑπομείναντα. Αὐτὸς προσκαλεῖται λέγων· δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι. Καὶ πάλιν λέγει· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Πῶς οὖν λέγεις· εἰ ἤθελέ με σωθῆναι ὁ Θεός, ἐδίδου μοι ὑπομονήν; Ἵνα τί ἀπατᾷ σε ὁ Ἐχθρός, καὶ ἀνέχῃ τῆς αὐτοῦ συμβουλῆς; Ἵνα τί σοι τοσαύτη ζημία, ἀποδύσασθαι στολὴν δόξης καὶ χωρίζειν σεαυτὸν τῆς τῶν Ἀγγέλων διαγωγῆς καὶ κυλίεσθαι εἰς πάθη ἀτιμίας; Ἵνα τί σοι αὕτη ἡ αἰσχύνη; Ἵνα τί σοι τοῦτο τὸ ὄνειδος; Ἀκοῦσαί σε ἀπομόναχον, καὶ κληθῆναι ἴδε ὁ ἀθετῶν τὴν χάριν τοῦ Κυρίου καὶ Θεοῦ αὐτοῦ; Ἵνα τί σοι ὁ θάνατος οὗτος; Εἰδέναι σεαυτὸν ἐμβαλλόμενον εἰς τὸ ἐξώτερον σκότος, κατέχοντα καρπὸν αἰσχύνης, τοὺς δὲ ὑπομένοντας εἰς τὸ σωτήριον τοῦ Κυρίου ἀδελφούς, ἐστεφανωμένους καὶ εἰσαγομένους εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτῶν; Ποῦ δὲ φυγεῖν δυνήσῃ· ἢ ποῖος τόπος ὑποδέξεταί σε φεύγοντα ἐκ προσώπου Κυρίου, ὃν βούλει ἀθετῆσαι; ∆ιὸ ὑπόμεινον, παρακαλῶ, μήποτε ἔλθῃ ἐπὶ σὲ τὸ γεγραμμένον· κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπεγνωκόσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· συμβέβηκε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον· καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. Καὶ ἐν ἑτέρῳ λέγει· ἀλλ' ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν, καὶ τὸν βίον πανηγυρικὸν ἐπικερδῆ. Ἐννοηθῶμεν, ἀγαπητὲ ἀδελφέ, ὅτι ξένοι καὶ πάροικοί ἐσμεν ἐν τῷ βίῳ τούτῳ· πολλοὶ γὰρ ἐγερθέντες τὸ πρωῒ τὴν ἑσπέραν οὐ κατέλαβον· ἕτεροι δὲ κοιμηθέντες τῇ ἑσπέρᾳ εἰς τὸ πρωῒ οὐκ ἔφθασαν. Ἄκουε γὰρ τοῦ λέγοντος· ἄνθρωπος ματαιότητι ὡμοιώθη· αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν. Ἔτι μικρὸν ὑπόμενον, παρακαλῶ, ἀγαπητὲ ἀδελφέ· ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Οὐδεὶς γὰρ οἶδε, μήποτε ὁ καιρὸς τῆς ἀναλύσεως ἡμῶν ἐφέστηκε, καὶ τούτου χάριν πλεονάζουσιν ἡμῶν οἱ πειρασμοί. Μὴ οὖν ὀλιγοψυχήσωμεν, μηδὲ στραφῶμεν εἰς τὰ ὀπίσω, ἀλλὰ μᾶλλον τῶν ὄπισθεν ἐπιλανθανόμενοι, τοῖς ἔμπροσθεν ἐπεκτεινώμεθα, ἵνα συνεισέλθωμεν τῷ Νυμφίῳ πρὸ τοῦ ἀποκλεισθῆναι τὴν θύραν. Λέγει γάρ· γρηγορεῖτε καὶ προσεύχεσθε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν. Καὶ πάλιν λέγει ὁ Σωτήρ· καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε, οὕτως ἔσται ἐν τῇ παρου σίᾳ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὡς γὰρ ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ κατακλυσμοῦ· ἤσθιον καὶ ἔπινον, ἐγάμουν καὶ ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας ἦλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσε πάντας. Ὁμοίως, καθὼς ἐγένετο ἐν ἡμέραις Λώτ· ἤσθιον καὶ ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ ἀπὸ οὐρανοῦ καὶ ἀπώλεσε πάντας. Κατὰ ταῦτα ἔσται ἐν ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Μὴ οὖν ἀμελήσωμεν τῆς ἑαυτῶν σωτηρίας, ἀγαπητοί. Ἰδοὺ γὰρ αἱ θεῖαι Γραφαὶ μηνύουσιν ἡμῖν τὴν ἡμέραν, ἵνα διὰ τῆς μετανοίας σωθῶμεν ἀπὸ τῆς ὀργῆς καὶ κληρονομήσωμεν τὴν αἰώνιον ζωήν, ποιήσαντες τὰ εὐάρεστα τῷ Κυρίῳ. Εἰ δὲ ἐπιμένεις τῇ προτέρᾳ σου ἀπειθείᾳ καὶ ἐν τῷ τῆς ἀφοβίας λογισμῷ ὑπάρχεις, γίνωσκε ὅτι οὐ χρονιεῖς ἐκκοπῆναι. Ἀψευδὴς γὰρ ὁ εἰπών· ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. Ἄκουε δὲ καὶ τὴν παραβολὴν τῆς συκῆς. Συκῆν τις εἶχε, φησίν, ἐν τῷ ἀμπελῶνι αὑ τοῦ. Καὶ ἐξελθὼν ἐζήτει καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἀφ' οὗ ἔρχομαι ζητῶν καρπόν, καὶ οὐχ εὑρίσκω. Ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἵνα σκάψω περὶ αὐτὴν καὶ βάλω κοπρίαν. Κἂν μὴ ποιήσῃ καρπόν, ἔπειτα εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν. Ὅρα οὖν, ἀγαπητέ, μήποτε πληρωθῇ ὁ καιρὸς τῆς προθεσμίας, καὶ ἄλλον καιρὸν οὐ μὴ εὕρωμεν. ∆εῦτε οὖν, προσκυνήσωμεν αὐτῷ· κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Ἆρον τὰς χεῖράς σου πρὸς αὐτὸν σὺν τῇ καρδίᾳ, καὶ μετὰ δακρύων πρόσελθε αὐτῷ, βοῶν πρὸς αὐτὸν σὺν τῷ Προφήτῃ· σῶσόν με ἀπὸ πηλοῦ ἰλύος, ἵνα μὴ ἐμπαγῶ· ῥῦσαί με ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὑτοῦ· εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ' ἐμέ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι· ταχὺ ἐπάκουσόν μου. Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Ὅπως καὶ αὐτὸς εἴπῃ πρὸς σὲ τὸ γεγραμμένον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. Ἵνα καὶ σὺ εὐχαριστῶν τῇ ἀγαθότητι αὐτοῦ εἴπῃς· ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ Θεῷ ἡμῶν· ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον. Μακάριος ἀνήρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. Εὐλογητὸς Κύριος, ὁ διδοὺς δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Καὶ εὐλογητὸς ὁ Θεὸς ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ Θεός,ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν· ὅτι σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ κακοηθείας. Παραίνεσις μθʹ

[Επεξεργασία]

Ὃν τρόπον ξίφος νευροκοπεῖ ἵππον καὶ τὸν ἐπιβάτην καταβάλλει, οὕτως καὶ ἡ κακοήθης γνώμη κόπτει τοὺς τόνους τῆς ψυχῆς καὶ τῇ λύπῃ παραδίδωσι· λύπη δὲ διαφθείρει τοὺς ἐμπίπτοντας ἐν αὐτῇ. Τίς δέ ποτε βουλόμενος εἰς πόλιν ἀπελθεῖν ἀπέχουσαν στάδια τριάκοντα, ποιήσας δὲ εἴκοσι ἐννέα, τὸ δὲ ἓν μὴ ποιήσας, οὗτος ἐκ τῶν ἰδίων ἐξῆλθε καὶ εἰς τὴν πόλιν οὐκ εἰσῆλθε. Καθάπερ <γὰρ> ὁ ἐλθὼν εἰς τὴν ἐνδεκάτην ὥραν πλήρη τὸν μισθὸν ἔλαβεν ὡς καὶ οἱ λοιποὶ οἱ βαστάσαντες τὸ βάρος τῆς ἡμέρας, οὕτως καὶ ὁ ἐργασάμενος μέχρι τῆς ἑνδεκάτης ὥρας, περὶ δὲ δωδεκάτην τὴν ὥραν ἐὰν ἄρξηται καταστρέφειν καὶ τὰ πεφυτευμένα ἐκτίλλειν, μισθὸν οὐ λαμβάνει, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ πάλιν· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ' ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἡ γὰρ γυνὴ τοῦ Λὼτ στραφεῖσα εἰς τὰ ὀπίσω ἐγένετο στήλη ἁλός· ὅθεν καὶ ὁ Ἀπόστολος τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς ἔμπροσθεν ἐπεκτείνετο. Καὶ σὺ οὖν, ἀγαπητέ, ὑπόμεινον· ὁ γὰρ κόσμος οὗτος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα· ξένοι γάρ ἐσμεν καὶ πάροικοι ἐν τῷ βίῳ τούτῳ· ἐὰν δέ, ὡς καιρὸν ἔχομεν, ἐργασώμεθα ἐν αὐτῷ τὰ ἀρεστὰ τῷ Κυρίῳ, τὸν μισθὸν κομισόμεθα. Κτῆσαι οὖν τὴν ὑπομονήν, ἀγαπητὲ ἀδελφέ· γέγραπται γάρ· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν. Ὁ Ἐνὼχ διακόσια ἔτη εὐηρέστησε τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα, καὶ ἡμεῖς ἐν τῷ βραχεῖ τούτῳ καιρῷ ὀλιγωροῦμεν; Ἀντίστα, ἀγαπητέ, τοῖς βλαβεροῖς λογισμοῖς, καὶ εἰπὸν μετὰ τοῦ λέγοντος· Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Τί γὰρ ὠφελήσει ἄνθρωπος, ὅταν ὅλον τὸν κόσμον κερ δήσῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; Ἐκκλίνατε ἀπ' ἐμοῦ πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου· τοῦ Ἐκκλησιαστοῦ βοῶντος· ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης, μετὰ τοσοῦτον πλοῦτον καὶ δόξαν. Οὐκέτι ματαιότητι προσφέρω μου τοὺς καμάτους, ἵνα μὴ μετὰ τὴν ἐμὴν ἔξοδον ἄλλοι κληρονομήσωσι, κἀγὼ ἀποτίσομαι τὴν δίκην, ἀλλὰ προσφέρω μου τοὺς καρποὺς τῷ ἀγαθῷ καὶ ἐλεήμονι Θεῷ, τῷ παρέχοντι μετὰ θάνατον ζωήν, καὶ ἑτοιμάζοντι τοῖς ἀγαπῶσιν αὐτόν, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ναί, ἀγαπητέ, ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου καὶ ὑπόμεινον τὸν Κύριον· καὶ ἔσται ἐν εἰρήνῃ ἡ ἔξοδός σου. Ἐκεῖ ὄψει τοὺς δικαίους χαίροντας ἐπὶ τῇ σῇ σωτηρίᾳ· ἐκεῖ αὐλισθήσῃ ἐν κόλποις Ἀβραὰμ σὺν τῷ Λαζάρῳ· τὴν γὰρ πτωχείαν ἐξελέξω, τὴν θλῖψιν ὑπέμεινας, ὀνειδισμοὺς ὑπήνεγκας, ἐξουδένωσιν οὐκ ἐμίσησας. ∆ιὰ τοῦτο δέξονταί σε μετ' εὐφροσύνης εἰς τὰς αἰωνίους σκηνάς, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Ἐκεῖ ὄ ψει τὴν ζωὴν καὶ τὸ φῶς τὸ ἀληθινόν, τὴν ἐλπίδα πάσης τῆς κτίσεως, τὸν λυτρωτὴν τῶν ψυχῶν ἡμῶν, Ἰησοῦν Χριστόν, τὸν βασιλέα τῆς δόξης, καὶ χαρήσεταί σου ἡ καρδία, καὶ τὴν χαρὰν οὐδεὶς αἴρει ἀπὸ σοῦ· αὐτὸς δὲ ὁ Κύριος, ὁ Θεὸς ἡμῶν, διαφυλάξει ἡμᾶς ἀμέμπτους. Ὅτι αὐτοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ διαφορᾶς τοῦ μοναχικοῦ βίου ὑπὲρ τὸν κοσμικόν. Παραίνεσις νʹ

[Επεξεργασία]

Ἀγαπητὲ ἀδελφέ, ἐὰν ἀποταξάμενος τῷ βίῳ γένῃ μοναχός, νῆφε, ὅτι πολλαὶ αἱ μεθοδεῖαι τοῦ Ἐχθροῦ. Μήποτε εὑρὼν χώραν, ὑποβάλλῃ τὰ τοιαῦτα. Ἰδού, φησίν, ἀπετάξω τῷ κόσμῳ καὶ τοῖς ἰδίοις. Οὐκ ἰδοὺ καὶ τὰ θηρία ἡσύχαζον εἰς τοὺς φωλεοὺς αὐτῶν; Σὺ οὖν ἐπιτίμησον αὐτῷ, λέγων· ὁ Κύριος καταργήσει σε, ∆ιάβολε, ὅτι τὸν ἄνθρωπον, ὃν ἐποίησε κατ' ἰδίαν εἰκόνα καὶ καθ' ὁμοίωσιν, θηρίῳ ἀλόγῳ καθωμοίωσας. Οὐ παύῃ διαστρέφων τὰς εὐθείας ὁδούς; Περὶ δὲ τῆς διαφορᾶς, ἄκουε· πρῶτον μὲν ὁ θέλων γενέσθαι μοναχὸς ἀποτάσσεται τῷ κόσμῳ, ἀποτάσσεται τοῖς ἰδίοις θελήμασι καὶ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ τῷ Σωτῆρι ἡμῶν Χριστῷ. Οὐ φιλονεικεῖ, οὐ καταρᾶται, οὐκ ὀμνύει, οὐ δυσφημεῖ, οὐ μελετᾷ λόγους ψευδεῖς διὰ τῆς εὐλάλου καὶ φλυάρου φιλοσοφίας. Ἐγκρατεύεται, οὐ σπαταλᾷ. Πάντας τοῦ Θεοῦ Ἀγγέλους φίλους ἔχει, ἐχθρὸν δὲ τὸν ∆ιάβολον. Οὐκ ἐκθλίβει γεωργόν, οὐ βιάζεται χήραν, οὐχ ἁρπάζει τὰ τοῦ πτωχοῦ, οὐ κονδυλίζει ὀρφανόν, οὐ μαίνεται ἐπὶ πλούτῳ. Ἀρκούμενος τοῖς παροῦσιν, οὐ φροντίζει τοῦ στρατεῦσαι τοὺς ἑαυτοῦ υἱούς, ἢ πῶς ἐγγαμίσαι θυγατέρας. Οὐ δέδεται περισπασμοῖς, ἀλλὰ σχολάζει τῇ ἑαυτοῦ σωτηρίᾳ. Οὐκ ἐπαίρεται, ἀλλὰ ταπεινοφρονεῖ, ἀλλὰ χρηστεύεται καὶ ἐπιεικεύεται. Ψάλλει καὶ οὐ τραγῳδεῖ. Προσεύχεται καὶ οὐ μετεωρίζεται. Οὐ θαλασσομαχεῖ ἐν ταῖς τοῦ βίου πραγματείαις. Οὐ φροντίζει περιποιεῖσθαι ἑαυτῷ δόξαν ἐπίγειον. Ἀντὶ αὐλῶν καὶ τυμπάνων καὶ μουσικῶν, ψάλλει τῷ Κυρίῳ καὶ προσεύχεται. Πενθεῖ καὶ δακρύει ἐν τοῖς ἐσωτέροις ταμείοις, καὶ τοῦ οἴκου καὶ τῆς ψυχῆς, ἄφεσιν ἁμαρτιῶν αἰτούμενος. Προσευχόμενος προσεύχεται καὶ περὶ ὅλου τοῦ κόσμου. Οὐ παραβάλλει ματαίαις θεωρίαις, ἀλλὰ ἁγίοις ἀνδράσιν. Ἀντὶ αὐλῆς τῇ ἐρήμῳ. Ἐκκλίνει ὅρκους καὶ ψυχὰς τῶν τερπομένων αὐτοῖς. Χεῖρας ἐκτείνει ἐπὶ τὰ συμφέροντα εἰς ἔργον καὶ ἀνάγνωσιν τῶν θείων Γραφῶν. Ἀμεριμνίαν γονέων καὶ γηΐνων πραγμάτων ὡς οὐδὲν λογίζεται. Ἀναλογίζεται τὰς ἐπαγγελίας τοῦ Σωτῆρος, καὶ ἀναζωπυρεῖται τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ τὴν λύπην φυγαδεύει. Ἥκει σωματικὴ ἀρρωστία; Χαίρει, ὅτι ἐγγὺς ὁ στέφανος. Ἥκει ἀκηδία; ∆ιαδέχεται παρὰ Κυρίου ὑπομονή. Ἥκει ζημία γηΐνη; Ἀλλὰ μιμνῄσκεται τὴν ἡμέραν τῆς τελευτῆς, ὅτι πάντα ὧδε μένει. Ὠχλήθη ὑπὸ τῆς ἡδυπαθείας; Ἀναλογίζεται τὴν πικρότητα τῶν βασάνων. Ἥκει συκοφαντία; Μακροθυμεῖ, ὅτι ἐγγίζει ὁ δικαιῶν αὐτόν. Ἥκει ὕβρις καὶ βάσανοι; Ἀναλογίζεται τὰ παθήματα τοῦ Σωτῆρος. Ἥκει ὑψηλοφροσύνη; Ἀναλογίζεται, ὅτι διὰ πυρὸς μέλλει ἔρχεσθαι. Ταῦτα τὰ δωρήματα τῆς χάριτος, τοῖς ὀρθῶς δουλεύουσι τῷ Κυρίῳ, καὶ ὅσα πρέπει τοῖς ἁγίοις. Σέ, τὸν ∆ιάβολον, ἄπρακτον ἀποστρέψει ὁ Κύριος. Ναί, ἀγαπητέ, ἄκουε τοῦ λέγοντος· ἀντίστητε τῷ ∆ιαβόλῳ καὶ φεύξεται ἀφ' ὑμῶν· ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν. Προσευχόμενος ἅμα καὶ ὑπὲρ ἐμοῦ τοῦ ταλαιπώρου, ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὅπως <ὁ> ἀγαθὸς Κύριος καὶ ἐλεήμων διαφυλάξῃ καὶ σώσῃ ἡμᾶς εἰς τὴν αὐτοῦ βασιλείαν καὶ δόξαν· ἡ τῶν ἀπεγνωσμένων ἐλπίς. Ὅτι αὐτῷ ἡ δόξα, κράτος καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.