Λόγοι Κατά Ιουδαίων/2

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κατὰ Ἰουδαίων
Συγγραφέας: Ιωάννης Χρυσόστομος
Λόγος δεύτερος
Adversus Judaeos


αʹ Ἡ μὲν παράνομος καὶ ἀκάθαρτος τῶν Ἰουδαίων νηστεία λοιπὸν ἐπὶ θύραις. Μὴ θαυμάσητε δὲ εἰ ἀκάθαρτον αὐτὴν ἐκάλεσα νηστείαν οὖσαν· τὸ γὰρ παρὰ γνώμην Θεοῦ γινόμενον, κἂν θυσία, κἂν νηστεία ᾖ, πάντων ἐστὶν ἐναγέστερον. Ἡ μὲν οὖν παράνομος αὐτῶν νηστεία μετὰ πέντε λοιπὸν ἡμέρας ἐφίσταται· ἐγὼ δὲ πρὸ δέκα ἡμερῶν, ἢ καὶ πλειόνων, προλαβὼν ἐποιησάμην πρὸς ὑμᾶς τὴν παραίνεσιν, ὥστε ἀσφαλίσασθαι τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους. Ἀλλὰ μηδεὶς ἀκαιρίαν καταγινωσκέτω τοῦ λόγου, ὅτι πρὸ τοσούτων ἡμερῶν αὐτὸν προεβαλόμεθα. Καὶ γὰρ πυρετοῦ προσδοκωμένου, ἢ καὶ ἑτέρου τινὸς νοσήματος, προλαμβάνοντες τὸ τοῦ μέλλοντος ἁλώσεσθαι σῶμα πολλαῖς ἀσφαλίζονται θεραπείαις, ἐπειγόμενοι πρὸ τῆς πείρας τῆς ἐφόδου τῶν μελλόντων αὐτὸ ἐξαρπάσαι δεινῶν. Ἐπεὶ οὖν καὶ ἡμεῖς ὁρῶμεν νόσον χαλεπωτάτην προσιέναι μέλλουσαν, ἄνωθεν καὶ πρὸ πολλοῦ διεμαρτυράμεθα τοῦ χρόνου, ὥστε πρὸ τῆς πείρας τοῦ κακοῦ τὴν διόρθωσιν. Διὰ τοῦτο οὐχὶ πρὸς αὐτὰς τὰς ἡμέρας παρῄνεσα, ἵνα μὴ ἡ τοῦ καιροῦ στενοχωρία ἐμποδίσῃ πρὸς τὴν θήραν ὑμᾶς τῶν ἀδελφῶν τῶν ὑμετέρων, ἀλλ' ἔχοντες τὴν ἀπὸ τοῦ πλήθους τῶν ἡμερῶν εὐρυχωρίαν, μετὰ ἀδείας ἁπάσης δυνηθῆτε τοὺς τὰ τοιαῦτα νοσοῦντας ἐξιχνιάσαι καὶ ἀνακτήσασθαι. Οὕτω που καὶ οἱ γάμους ἐπιτελοῦντες, καὶ δεῖπνα πολυτελῆ κατασκευάζοντες ποιοῦσιν· οὐ παρ' αὐτὰς τὰς ἡμέρας, ἀλλὰ πρὸ πολλοῦ τοῦ χρόνου ἁλιεῦσιν ἰχθύων καὶ ὀρνίθων θηραταῖς διαλέγονται, ἵνα μηδὲν αὐτοῖς ἀπὸ τῆς τοῦ καιροῦ στενοχωρίας γένηται κώλυμα πρὸς τὴν τῆς τραπέζης παρασκευήν. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἐμέλλομεν ὑμῖν παρατιθέναι τράπεζαν κατὰ τῆς Ἰουδαίων ἀναισθησίας, προλαβόντες ὑμῖν τοῖς ἁλιεῦσι διελέχθημεν, ἵνα σαγηνεύσητε τῶν ἀδελφῶν τῶν ὑμετέρων τοὺς ἀσθενεστέρους, καὶ πρὸς τὴν ἀκρόασιν τῶν ἡμετέρων ἀγάγητε λόγων. Ὅσοι μὲν οὖν ἡλιεύσατε, καὶ εἴσω τῶν δικτύων ἔχετε μετὰ ἀσφαλείας, μείνατε ἐπισφίγγοντες αὐτοὺς τῷ λόγῳ τῆς παραινέσεως· ὅσοι δὲ μηδέπω τῆς καλῆς ταύτης ἐκρατήσατε θήρας, ἱκανὴν ἔχετε προθεσμίαν, τὰς πέντε ταύτας ἡμέρας, ὥστε περιγενέσθαι τῆς ἄγρας. Ἀναπετάσωμεν τοίνυν τὰ δίκτυα τῆς διδασκαλίας, περιστῶμεν κύκλῳ, καθάπερ κύνες θηρατικοὶ, πάντοθεν αὐτοὺς συνελαύνοντες εἰς τοὺς τῆς Ἐκκλησίας νόμους. Ἐπαγάγωμεν δὲ αὐτοῖς, εἰ δοκεῖ, ὥσπερ τινὰ κυνηγέτην ἄριστον, τὸν μακάριον Παῦλον βοῶντα καὶ λέγοντα· Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Καὶ γὰρ πολλὰ τῶν ἀνημέρων ζώων καὶ ἐξηγριωμένων, ἐπειδὰν ὑπὸ θάμνον κρυπτόμενα τύχῃ τῆς τοῦ κυνηγέτου φωνῆς ἀκούσαντα, ἐξάλλεται μὲν ἀπὸ τοῦ φόβου, συνελαυνόμενα δὲ τῇ τῆς φωνῆς ἀνάγκῃ, καὶ ἄκοντα πολλάκις ὑπὸ τῆς βοῆς συνωθούμενα, εἰς αὐτὰ ἐμπίπτει τὰ θήρατρα· οὕτω καὶ οἱ ἀδελφοὶ οἱ ὑμέτεροι, οἱ καθάπερ ἐν θάμνῳ τινὶ, τῷ ἰουδαϊσμῷ, κρυπτόμενοι, ἂν [48.858] τῆς Παύλου φωνῆς ἀκούσωσιν, εὖ οἶδ' ὅτι ῥᾳδίως εἰς τὰ τῆς σωτηρίας ἐμπεσοῦνται δίκτυα, καὶ πᾶσαν τὴν Ἰουδαϊκὴν ἀποθήσονται πλάνην. Οὐδὲ γὰρ Παῦλός ἐστιν ὁ φθεγγόμενος, ἀλλ' ὁ Χριστὸς ὁ κινῶν τὴν ἐκείνου ψυχήν. Ὥστε ὅταν ἀκούσῃς αὐτοῦ βοῶντος καὶ λέγοντος, Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, τὴν φωνὴν εἶναι Παύλου μόνην νόμιζε, τὸ νόημα δὲ καὶ τὸ δόγμα τοῦ ἔνδοθεν αὐτῷ ἐνηχοῦντος Χριστοῦ. Ἀλλ' ἴσως εἴποι τις ἂν, καὶ τοσαύτη τῆς περιτομῆς ἡ βλάβη, ὡς πᾶσαν ἀνόνητον ποιῆσαι τοῦ Χριστοῦ τὴν οἰκονομίαν; Ναὶ, τοσαύτη τῆς περιτομῆς ἡ βλάβη, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀγνωμοσύνην. Ἦν ποτε καιρὸς, ὅτε χρήσιμος ἦν καὶ ἀναγκαῖος ὁ νόμος· νῦν οὖν ἐπαύσατο καὶ ἀργεῖ. Ἂν τοίνυν ἀκαίρως αὐτὸν ἐπισπάσῃ, ἀνόνητόν σοι ποιεῖ τοῦ Θεοῦ τὴν δωρεάν. Διὰ τοῦτο Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, ἐπειδὴ μὴ βούλεσθε προσελθεῖν. Καὶ γὰρ εἴ τις ἐπὶ μοιχείᾳ καὶ τοῖς αἰσχίστοις ἁλοὺς τὸ δεσμωτήριον οἰκοίη, εἶτα μελλούσης αὐτῷ τῆς δίκης εἰσάγεσθαι, καὶ τῆς καταδικαζούσης φέρεσθαι ψήφου, ἔλθοι βασιλέως ἐπιστολὴ τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἅπαντας ἀφεῖσα ἄνευ λόγου τινὸς καὶ ἐξετάσεως, ὁ δὲ μὴ βουληθεὶς ἀπολαῦσαι τῆς δωρεᾶς, ἕλοιτο καὶ φιλονεικοίη δικάζεσθαι μᾶλλον καὶ λόγους καὶ εὐθύνας ὑπέχειν, οὐ δυνήσεται λοιπὸν ἀπολαῦσαι τῆς χάριτος· ὑπεύθυνον γὰρ ἑαυτὸν δικαστηρίῳ καὶ ψήφῳ καὶ ἐξετάσει ποιήσας, ἑκὼν τῆς δωρεᾶς ἑαυτὸν ἐξέβαλε τῆς βασιλικῆς. Οὕτω καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονε. Σκοπεῖτε δέ· ἑάλω πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἐπὶ τοῖς αἰσχίστοις κακοῖς· Πάντες γὰρ ἥμαρτον, φησί· καὶ ὥσπερ ἐν δεσμωτηρίῳ, τῇ κατάρᾳ τῆς παρανομίας ἦσαν συγκεκλεισμένοι· ἔμελλεν ἀπόφασις κατ' αὐτῶν φέρεσθαι ψήφου· ἦλθεν ἐπιστολὴ βασιλέως ἐκ τῶν οὐρανῶν, μᾶλλον δὲ αὐτὸς ὁ βασιλεὺς ἦλθεν, ἄνευ ἐξετάσεως καὶ τοῦ τὰς εὐθύνας λαβεῖν, πάντας τῶν δεσμῶν τῆς ἁμαρτίας ἀφιείς.

βʹ Οἱ μὲν οὖν προσδραμόντες ἅπαντες ἀπολαύουσι τῆς δωρεᾶς, σωζόμενοι χάριτι· οἱ δὲ ἀπὸ νόμου δικαιοῦσθαι θέλοντες, καὶ τῆς χάριτος ἐκπεσοῦνται. Οὔτε γὰρ τῆς φιλανθρωπίας ἀπολαῦσαι δυνήσονται τῆς βασιλικῆς, οἴκοθεν φιλονεικοῦντες σωθῆναι, καὶ τὴν ἐκ τοῦ νόμου κατάραν καθ' ἑαυτῶν ἐπισπάσονται, διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ. Διὰ τοῦτο λέγει· Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ὁ γὰρ ἐξ ἔργων νομικῶν σωθῆναι φιλονεικῶν οὐδὲν ἔχει κοινὸν πρὸς τὴν χάριν. Ὅπερ οὖν καὶ αὐτὸ Παῦλος αἰνιττόμενος ἔλεγεν· Εἰ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκ ἔστι χάρις· εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. Καὶ πάλιν· Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε. Καὶ πάλιν· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ἐθανατώθης τῷ νόμῳ, νεκρὸς γέγονας, οὐκέτι λοιπὸν ἐπὶ τὸν ζυγὸν, οὐδὲ ὑπὸ τὴν ἀνάγκην εἶ τὴν ἐκείνου. Τί τοίνυν φιλονεικεῖς σαυτῷ πράγματα παρέχειν εἰκῆ καὶ μάτην; Ἀλλὰ γὰρ καὶ [48.859] τίνος ἕνεκεν τὸ ὄνομα τὸ ἑαυτοῦ τέθεικεν ὁ Παῦλος ἐνταῦθα, καὶ οὐκ εἶπεν ἁπλῶς· Ἴδε ἐγὼ λέγω ὑμῖν; Ἀναμνῆσαι βουλόμενος αὐτοὺς τῆς σπουδῆς ἧς περὶ τὸν ἰουδαϊσμὸν ἐπεδείξατο. Εἰ μὲν γὰρ ἤμην, φησὶν, ἐξ ἐθνῶν, καὶ ἀγνοῶν τὰ Ἰουδαϊκὰ, ἴσως ἄν τις εἶπεν ὅτι διὰ τὸ μὴ μετεσχηκέναι με τῆς πολιτείας ἐκείνης, ἀγνοῶν τῆς περιτομῆς τὴν ἰσχὺν, ἐκβάλλω τῶν τῆς Ἐκκλησίας δογμάτων αὐτήν. Διὰ τοῦτο τὸ ὄνομα αὐτοῦ τέθεικεν, εἰς μνήμην ἄγων αὐτοὺς ὧν ἐποίησεν ὑπὲρ τοῦ νόμου· μονονουχὶ λέγων· Οὐκ ἀπεχθείᾳ τῆς περιτομῆς τοῦτο ποιῶ, ἀλλ' ἐν ἐπιγνώσει τῆς ἀληθείας. Ἐγὼ Παῦλος τοῦτο λέγω, Παῦλος ἐκεῖνος ὁ ἐν περιτομῇ ὀκταήμερος, ὁ ἐκ γένους Ἰσραηλίτης, Ἑβραῖος ἐξ Ἑβραίων, ἐκ φυλῆς Βενιαμὶν, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, ὁ εἰσπορευόμενος εἰς τὰς οἰκίας καὶ σύρων ἄνδρας καὶ γυναῖκας, καὶ παραδιδοὺς εἰς φυλακήν· ἅπερ ἅπαντα καὶ τοὺς σφόδρα ἀναισθήτως διακειμένους πεῖσαι δύναιτ' ἂν, ὡς οὐκ ἔχθρᾳ τινὶ, οὐδὲ ἀγνοίᾳ τῶν Ἰουδαϊκῶν, ἀλλ' ἐπιγνώσει τῆς ἀληθείας τῆς ὑπερεχούσης τοῦ Χριστοῦ, τοῦτον τέθεικα τὸν νόμον. Μαρτύρομαι δὲ πάλιν, φησὶ, παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Διὰ τί οὐκ εἶπε· Παραγγέλλω δὲ, ἢ ἐντέλλομαι δὲ, ἢ λέγω δὲ, ἀλλὰ, Μαρτύρομαι; Ἵνα διὰ τοῦ ῥήματος τούτου τοῦ δικαστηρίου τοῦ μέλλοντος ἡμᾶς ἀναμνήσῃ· ὅπου γὰρ μάρτυρες, ἐκεῖ δικαστήριον καὶ ψῆφος. Φοβεῖ τοίνυν τὸν ἀκροατὴν, ἀναμιμνήσκων τοῦ βασιλικοῦ θρόνου, καὶ δεικνὺς ὅτι οὗτοι οἱ λόγοι μάρτυρες ἔσονται αὐτῷ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἕκαστος τῶν ἑαυτῷ πεπραγμένων, καὶ ὧν εἶπε καὶ ὧν ἤκουσεν, ὑπέχῃ λόγον. Ταῦτα ἤκουον μὲν τότε Γαλάται, ἀκουέτωσαν δὲ καὶ νῦν οἱ τὰ Γαλατῶν νοσοῦντες, εἰ καὶ μὴ πάρεισιν· ἀλλὰ δι' ὑμῶν ἀκουέτωσαν βοῶντος Παύλου καὶ λέγοντος· Μαρτύρομαι δὲ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Μὴ γάρ μοι εἴπῃς ὅτι μία ἐντολή ἐστιν ἡ περιτομή· ἡ μία ἐντολὴ ἐκείνη ὁλόκληρον ἐπιτίθησί σοι τοῦ νόμου τὸν ζυγόν. Ὅταν γὰρ διὰ τοῦ μέρους εἰσάγῃς σαυτὸν εἰς τὴν τοῦ νόμου δεσποτείαν, ἀνάγκη καὶ τὰ λοιπὰ πείθεσθαι ἐπιτάττοντι· μὴ πληροῦντα δὲ ἀνάγκη πᾶσα κολάζεσθαι καὶ τὴν ἀρὰν ἕλκειν. Καὶ καθάπερ εἰς παγίδα ἐμπεσόντος στρουθοῦ, κἂν ὁ ποῦς κατέχηται μόνον, καὶ τὸ λοιπὸν ἅπαν ἑάλω σῶμα· οὕτω καὶ ὁ μίαν ἐντολὴν τοῦ νόμου πληρῶν, κἂν περιτομὴν, κἂν νηστείαν, ἅπασαν ἑαυτοῦ τὴν ἐξουσίαν διὰ τῆς μιᾶς ταύτης τῷ νόμῳ παρέδωκε, καὶ οὐ δυνήσεται διαφυγεῖν, ἕως ἂν αὐτῷ κἂν ἐκ μέρους πείθεσθαι βούληται. Ταῦτα οὐ κατηγοροῦντες τοῦ νόμου λέγομεν, μὴ γένοιτο! ἀλλὰ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ Χριστοῦ χάριτος δεῖξαι βουλόμενοι. Οὐ γάρ ἐστιν ὁ νόμος ἐναντίος τῷ Χριστῷ· πῶς γὰρ ὁ ὑπ' αὐτοῦ δοθεὶς, ὁ πρὸς αὐτὸν ἡμᾶς παιδαγωγῶν; ἀλλὰ διὰ τὴν ἄκαιρον φιλονεικίαν τῶν οὐκ εἰς δέον αὐτῷ χρωμένων πάντα ταῦτα λέγειν ἀναγκαζόμεθα. Ἐκεῖνοι γάρ εἰσιν οἱ τὸν νόμον ὑβρίζοντες, οἱ κελεύοντες ἀποστῆναι καθάπαξ αὐτοῦ, καὶ τῷ Χριστῷ προσελθεῖν, καὶ ἀντεχόμενοι πάλιν αὐτοῦ. Ἐπεὶ ὅτι μέγιστα τὴν φύσιν ὠφέλησε τὴν ἡμετέραν ὁ νόμος, ὁμολογῶ κἀγὼ, καὶ οὐκ ἂν ἀρνηθείην ποτέ. Ἀλλ' ὁ παρὰ καιρὸν ἀντεχόμενος αὐτοῦ σὺ οὐ συγχωρεῖς φανῆναι τῆς ὠφελείας αὐτοῦ τὸ μέγεθος. Καθάπερ γὰρ παιδαγωγοῦ μέγιστον ἐγκώμιον γένοιτ' ἂν, τὸ μηκέ[48.860] τι δεῖσθαι τῆς παρ' αὐτοῦ φυλακῆς εἰς σωφροσύνην τὸν ὑπ' αὐτοῦ παιδαγωγηθέντα νέον, εἰς μείζονα ἐπιδόντα ἀρετήν· οὕτω καὶ νόμῳ μέγιστος ἔπαινος γένοιτ' ἂν, τὸ μηκέτι χρείαν ἔχειν ἡμᾶς τῆς παρ' αὐτοῦ βοηθείας. Αὐτὸ γὰρ δὴ τοῦτο παρὰ τοῦ νόμου γέγονεν ἡμῖν, τὸ πρὸς μείζονος φιλοσοφίας ὑποδοχὴν ἐπιτηδειοτέραν ἡμῖν γενέσθαι τὴν ψυχήν. Ὥστε ὁ μὲν ἔτι παρακαθήμενος αὐτῷ, καὶ μὴ δυνάμενος μεῖζόν τι τῶν ἐκεῖ γεγραμμένων ἰδεῖν, οὐδὲν ἐκέρδανε παρ' αὐτοῦ μέγα. Ἐγὼ δὲ ὁ τοῦτον μὲν ἀφεὶς, πρὸς δὲ τὰ ὑψηλότερα τοῦ Χριστοῦ δόγματα δραμὼν, μάλιστα ἂν αὐτὸν δυναίμην σεμνύνειν, ὅτι με τοιοῦτον εἰργάσατο, ὡς δυνηθῆναι τῶν ἐν αὐτῷ γεγραμμένων τὴν σμικρότητα ὑπερβάντα, πρὸς τὸ τῆς διδασκαλίας ὕψος ἀναβῆναι τῆς παρὰ τοῦ Χριστοῦ γενομένης ἡμῖν. Μεγάλα τὴν φύσιν τὴν ἡμετέραν ὠφέλησεν ὁ νόμος, ἀλλ' ἐὰν τῷ Χριστῷ προσαγάγῃ γνησίως· ὡς ἐὰν μὴ τοῦτο ᾖ, καὶ κατέβλαψε, μειζόνων ἀποστερήσας ἡμᾶς τῇ τῶν ἐλαττόνων προσεδρίᾳ, καὶ τῷ πάλιν ἐν τοῖς μυρίοις τῶν παραβάσεων τραύμασιν ἔτι κατέχειν. Καὶ γὰρ εἰ δυοῖν ἰατρῶν ὄντων, τοῦ μὲν ἀσθενεστέρου, τοῦ δὲ δυνατωτέρου, ὁ μὲν τοῖς ἕλκεσι φάρμακα ἐπιτιθεὶς μὴ δύναιτο ἀπαλλάξαι καθάπαξ τῆς ἐξ ἐκείνων ὀδύνης τὸν ἄρρωστον ... λείπει ...

γʹ ... ὁ ἀδελφός σου, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Οὐκ εἶπε, Σύστειλον τὴν θυσίαν, καὶ τότε ἄπελθε, ἀλλ', Ἄφες μένειν ἀπλήρωτον, καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου. Καὶ οὐκ ἐνταῦθα τοῦτο μόνον ἐποίησεν, ἀλλὰ καὶ ἑτέρωθι πάλιν. Ἐὰν μὲν γὰρ ἄπιστον ἔχῃ γυναῖκά τις, τουτέστιν, Ἑλληνίδα, οὐκ ἀναγκάζεται ἐκβαλεῖν· Εἴ τις γὰρ, φησὶν, ἔχει γυναῖκα ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· ἂν δὲ πόρνην καὶ μοιχαλίδα, οὐ κωλύεται ἐκβάλλειν. Ὃς γὰρ ἂν φησὶν, ἀπολύσει τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. Ὥστε ἐπὶ λόγου πορνείας ἔξεστιν ἀπολῦσαι. Εἶδες φιλανθρωπίαν Θεοῦ καὶ κηδεμονίαν. Ἂν Ἑλληνὶς ᾖ, φησὶν, ἡ γυνὴ, μὴ ἐκβάλλῃς· ἂν δὲ πόρνη, οὐ κωλύω τοῦτο ποιῆσαι. Ἂν εἰς ἐμὲ, φησὶν, ἀσεβήσῃ, μὴ ἐκβάλλῃς· ἂν δὲ εἰς σὲ ὑβρίσῃ, οὐδεὶς ὁ κωλύων ἐκβαλεῖν. Εἶτα ὁ μὲν Θεὸς τοσαύτῃ τιμῇ κέχρηται πρὸς ἡμᾶς, ἡμεῖς δὲ οὐδὲ τῶν ἴσων αὐτὸν ἀξιώσομεν, ἀλλ' ὑβριζόμενον αὐτὸν παρὰ τῶν ἡμετέρων περιοψόμεθα γυναικῶν, καὶ ταῦτα εἰδότες, ὅτι μεγίστη κόλασις ἡμῖν ἀποκείσεται καὶ τιμωρία, ὅταν τῆς τῶν γυναικῶν ὑπερορῶμεν σωτηρίας; Διὰ γὰρ τοῦτο κεφαλήν σε τῆς γυναικὸς ἐποίησε, διὰ τοῦτο καὶ ὁ Παῦλος ἐκέλευσεν· Εἴ τι μαθεῖν θέλουσιν αἱ γυναῖκες, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτᾷν, ἵνα ὥσπερ διδάσκαλος καὶ κηδεμὼν καὶ προστάτης, εἰς εὐσέβειαν αὐτὴν ἐνάγῃς. Ὑμεῖς δὲ, ὅταν μὲν καιρὸς συνάξεως πρὸς τὴν ἐκκλησίαν καλῇ, ῥᾳθυμούσας οὐ διεγείρετε· τοῦ δὲ διαβόλου πρὸς τὰς σάλπιγγας αὐτὰς καλοῦντος, ἑτοίμως ἐπακουούσας οὐ κατέχετε, ἀλλὰ περιορᾶτε τοῖς τῆς ἀσεβείας ἐγκλήμασιν ἁλισκομένας, καὶ πρὸς [48.861] ἀκολασίαν ἐξελκομένας. Καὶ γὰρ πόρναι καὶ μαλακοὶ καὶ πᾶς ὁ τῆς ὀρχήστρας χορὸς ἐκεῖ συντρέχειν εἰώθασι. Καὶ τί λέγω πορνείας τὰς γινομένας; οὐ δέδοικας μὴ δαίμονα λαβοῦσα ἐκεῖθεν ἐπανέλθῃ ἡ γυνή; οὐκ ἤκουσας ἐν τῇ προτέρᾳ διαλέξει σαφῶς ἀποδείξαντος ἡμῖν τοῦ λόγου, ὅτι καὶ τὰς ψυχὰς αὐτὰς τῶν Ἰουδαίων καὶ τοὺς τόπους, ἐν οἷς συλλέγονται, δαίμονες κατοικοῦσι; Πῶς οὖν, εἰπέ μοι, τολμᾷς μετὰ δαιμόνων χορεύσας πρὸς τὸν τῶν ἀποστόλων σύλλογον ἐπανελθεῖν; πῶς δὲ οὐ φρίττεις ἀπελθὼν καὶ κοινωνήσας ἐκείνοις τοῖς τὸ αἷμα ἐκχέασι τοῦ Χριστοῦ, ἐλθεῖν καὶ κοινωνῆσαι τῆς ἱερᾶς τραπέζης, καὶ τοῦ αἵματος μετασχεῖν τοῦ τιμίου; οὐ φρίττεις, οὐ δέδοικας τοιαῦτα παρανομῶν; τὴν τράπεζαν αὐτὴν οὐκ αἰδῇ; Ταῦτα πρὸς ὑμᾶς ἐγὼ διελέχθην, ταῦτα πρὸς ἐκείνους ὑμεῖς, κἀκεῖνοι πρὸς τὰς ἑαυτῶν γυναῖκας· Εἷς τὸν ἕνα οἰκοδομεῖτε. Κἂν μὲν κατηχούμενος ᾖ ὁ τὰ τοιαῦτα νοσῶν, τῶν προθύμων εἰργέσθω· ἂν δὲ πιστὸς καὶ μεμυημένος, τῆς ἱερᾶς τραπέζης ἀπελαυνέσθω. Οὐ γὰρ πάντα τὰ ἁμαρτήματα παραινέσεως δεῖται καὶ συμβουλῆς, ἀλλ' ἔστιν ἃ τομῇ συντόμῳ καὶ ὀξυτάτῃ διορθοῦσθαι πέφυκε. Καὶ καθάπερ τῶν τραυμάτων τὰ μὲν ἀνεκτότερα προσηνεστέροις εἴκει φαρμάκοις, τὰ δὲ σεσηπότα καὶ ἀνίατα καὶ τὸ λοιπὸν ἐπινεμόμενα σῶμα, αἰχμῆς σιδήρου δεῖται καὶ φλογός· οὕ[48.862] τω δὴ καὶ ἐπὶ τῶν ἁμαρτημάτων τὰ μὲν παραινέσεως μακροτέρας χρείαν ἔχοντα, τὰ δὲ ἐλέγχων ἀποτόμων. Διόπερ καὶ ὁ Παῦλος ἐκέλευσε μὴ πάντα παραινεῖν, ἀλλὰ καὶ ἐλέγχειν ἀποτόμως, οὕτω λέγων· Δι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως. Ἐλέγξωμεν οὖν αὐτοὺς ἀποτόμως νῦν, ἵνα ἐπὶ τοῖς φθάσασιν αἰσχυνθέντες καὶ καταγνόντες ἑαυτῶν, μηκέτι τὴν ἀπὸ τῆς παρανόμου νηστείας δέξωνται λύμην. Διὰ ταῦτα καὶ ἐγὼ τὴν παραίνεσιν λοιπὸν ἀφεὶς, μαρτύρομαι καὶ βοῶ· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἔστω ἀνάθεμα· τοῦ δὲ μὴ φιλεῖν τὸν Κύριον τί μεῖζον ἂν γένοιτο τεκμήριον, ἀλλ' ἢ ὅταν τοὺς ἀποκτείνοντας αὐτὸν κοινωνοὺς ἔχῃ τις τῆς ἑορτῆς; Τούτους οὐκ ἐγὼ ἀνεθεμάτισα, ἀλλὰ Παῦλος· μᾶλλον δὲ οὐδὲ Παῦλος, ἀλλ' ὁ Χριστὸς, ὁ δι' ἐκείνου λαλῶν, καὶ ὁ ἐν τοῖς ἔμπροσθεν εἰπὼν, ὅτι Ἐν νόμῳ δικαιούμενοι τῆς χάριτος ἐξέπεσον. Ταῦτα εἴπατε πρὸς αὐτοὺς τὰ ῥήματα, καὶ τὰς ἀποφάσεις αὐτοῖς ἀνάγνωτε, καὶ μετὰ πάσης σπουδῆς αὐτοὺς διασώσαντες, καὶ τῆς τοῦ διαβόλου φάρυγγος ἐξαρπάσαντες, ἀγάγετε τῇ ἡμέρᾳ τῆς νηστείας ἡμῖν, ἵνα καὶ τὴν λείπουσαν ὑμῖν ὑπόσχεσιν ἀποδόντες, ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι μετὰ τῶν ἀδελφῶν τῶν ἡμετέρων δοξάσωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.