Μετάβαση στο περιεχόμενο

Λόγοι/Μονωδία επί Σμύρνη

Από Βικιθήκη
Μονῳδία ἐπὶ Σμύρνῃ
Συγγραφέας:
Aristides, Aelius. Aristides. ex recensione Guilielmi Dindorfii. Leipzig. Weidmann. 1829. 1-2


   Αιλ. Αρ. Λογ. 20. 260 ὦ Ζεῦ, τί χρήσωμαι; πότερον σιωπῶ Σμύρνης κειμένης; τίνος μεταλαβὼν ἀδάμαντος φύσιν; ἢ τίνα ταύτην καρτερίαν καρτερῶν; ἀλλ᾽ ὀδύρωμαι; ποίαν ἁρμονίαν ἁρμοσάμενος, ἢ τίνα τόλμαν τοσαύτην λαβών; ὅσαι γὰρ Ἑλλήνων καὶ βαρβάρων φωναὶ, τῶν τε ὑπὲρ γῆς ἔτι καὶ τῶν ἐκ τοῦ παντὸς αἰῶνος γενομένων, εἰς ταυτὸν ἅπασαι λόγῳ συνελθοῦσαι ἐλάττους τοῦδε τοῦ πράγματος ἐγχειρῆσαι μόνον, μὴ ὅτι τὴν ἀξίαν σῶσαι. ὦ μήκιστα μηκίστων ἰδὼν καὶ ἀκούσας ἐγώ. ὦ πάντα φέρων χρόνος, οἵαν ἰδέαν πόλεως ἐξευρὼν καὶ τεχνησάμενος, εἶτα ἀναλώσας ἔχεις. ὦ πάντα ἀνόμοια τοῖς πρότερον. τὰ μὲν ἀρχαῖα Κουρήτων χοροὶ καὶ τροφαὶ καὶ γενέσεις θεῶν καὶ Πέλοπες διαβαίνοντες ἐνθένδε, καὶ Πελοπόννησος ἀποικία, καὶ Θησεὺς οἰκιστὴς τῶν ὑπὸ τὸν Σίπυλον τόπων, καὶ Ὁμήρου γοναὶ, καὶ ἀγῶνες καὶ τρόπαια καὶ νῖκαι παρὰ τοῖς ἄρχουσι καὶ διὰ πάντων ἐθνῶν, καὶ λογίων περιηγήσεις, ἀναγραφόντων καλλίστην τῶν ἁπασῶν. καὶ μὴν τά γε ὁρώμενα κρείττω διηγήσεως. προσιόντι μὲν

   Αιλ. Αρ. Λογ. 20. 261 εὐθὺς ἀστραπὴ κάλλους καὶ μεγεθῶν ἀριθμοὶ, καὶ μέτρα καὶ στάσεις ὥσπερ ἁρμονίας μιᾶς: πόδες μὲν ἐπ᾽ ἠιόνων καὶ λιμένων καὶ ἀλσῶν ἐρειδόμενοι, μεσότης δὲ ἴσον τοῦ πεδίου τε ὑπεραίρουσα καὶ τῶν ἄνωθεν ἀπολείπουσα, ἐσχατιὰ δὲ μεσημβρινὴ κατὰ μικρὸν ὑψουμένη, δι᾽ ὁμοίου τοῦ παντὸς λάθρα λήγουσα εἰς ἀκρόπολιν, σκοπιὰν τῆς τε θαλάττης καὶ τῆς πόλεως ἔχουσαν. τὸ δὲ οὔτε λόγῳ ῥητὸν οὔτε ὄψει βεβαίως καταληπτὸν, ἀλλ᾽ ἐκφεῦγον οὐκ οἶδ᾽ ὅπως, ἐπιθυμίαν δὲ τοῦ συλλαβεῖν αὐτὸ παριστὰν ἀεὶ δή ποτε τὸ ὑπὲρ πάσης τῆς πόλεως ἑστηκὸς γάνος: οὐ διαφθεῖρον τὰς ὄψεις, ὡς ἔφη Σαπφὼ, ἀλλ᾽ αὖξον καὶ τρέφον καὶ ἄρδον ἅμα εὐθυμίᾳ: ὑακινθίνῳ μὲν ἄνθει οὐδαμῶς ὅμοιον, ἀλλ᾽ οἷον οὐδὲν πώποτε γῆ καὶ ἥλιος ἀνθρώποις ἔφηναν. ὥσπερ δὲ ἄγαλμα ἀκριβῶς πεποικιλμένον πάντη περιιόντι θέαν ἔχει, οὕτω σοι τῇ πρότερον μὲν ὡραιοτάτῃ πόλεων, νυνὶ δ᾽ ἀωρίαν, περιῆν ἀφ᾽ ὅτου τις ἀεὶ θεωροίη. νῦν δὴ τὸ κάλλιστον εἶδος παρέσται δοκεῖν, τοῦτο μὲν ἐξαίφνης ἐκφανὴς ἐγγιγνομένη, τοῦτο δὲ ἀπαντικρὺ γιγνομένῳ, τοῦτο δ᾽ ἐκ προαστείων, ἐκ πορθμῶν, ἐκ πελάγους, ἐκ γῆς, ἐκ θαλάττης. ταῦτα μὲν τὰ πρὶν ἐντυχεῖν. συνουσίαι δὲ ὅσαι καὶ ὁμιλίαι τίνα μὲν κόρον ἔσχον ἀνθρώποις; τίνι δὲ ἄλλῃ πόλει παρὰ μικρὸν ἐλθεῖν ἀπέλιπον; ὦ κρῆναι, καὶ θέατρα, καὶ στενωποὶ, καὶ δρόμοι κατάστεγοι καὶ ὕπαιθροι. ὦ τῆς ὑπερλάμπρου σχῆμα ἀγορᾶς, ὦ χρυσοῦ τε ἐπώνυμοι καὶ ἱερῶν ὁδοὶ καθ᾽ ἕκαστον πλαίσιον, ἀντ᾽ ἀγορᾶς ἅπασαι, ὦ λιμένες ποθοῦντες τὰς τῆς φιλτάτης πόλεως ἀγκάλας, ὦ κάλλη γυμνασίων ἀμύθητα, ὦ ναῶν καὶ περιβόλων χάριτες, ποῖ ποτε γῆς ἔδυτε; ὦ κόσμοι παραλίας, ὦ πάντα ἐκεῖνα ὀνείρατα. ποῖαι πηγαὶ δακρύων ἱκαναὶ τοσούτῳ κακῷ; ποῖαι συναυλίαι καὶ συνῳδίαι χορῶν,

   Αιλ. Αρ. Λογ. 20. 262 πάντων τὴν καλλίχορον καὶ πολυύμνητον καὶ τριπόθητον ἀνθρώποις ἀρκέσουσιν ἀνοιμῶξαι πόλιν; ὦ πτῶμα τῆς Ἀσίας, ὦ λοιπαὶ πόλεις, ὦ πᾶσα μὲν γῆ, πᾶσα δὲ εἴσω Γαδείρων τε καὶ ἔξω Γαδείρων θάλαττα, ὦ κύκλος ἀστέρων, ὦ πάντα ἐφορῶν ἥλιε, οἷον ἠνέσχου θέαμα ὁρῶν. ὦ παιδιὰ μὲν Ἰλίου πόρθησις, παιδιὰ δὲ Ἀθηναίων ἐν Σικελίᾳ συμφοραὶ καὶ κατασκαφαὶ Θηβῶν, καὶ στρατευμάτων ὄλεθροι καὶ πόλεων δύσεις, καὶ πάνθ᾽ ὅσα πῦρ καὶ πόλεμοι καὶ σεισμοὶ μέχρι τοῦδε ἀπειργάσαντο. ὦ πρότερον μὲν κάλλει καὶ μούσαις ἁπάσας πόλεις ἀποκρύπτουσα, νῦν δ᾽ ἀποκρύψασα τὸ τῆς Ῥόδου πτῶμα. ἔμελλες ἄρα τοῖς Ἕλλησιν ᾁδεσθαι δευτέρων σχετλιωτέρων. ὦ πᾶσι τοῖς ὁμοφύλοις ἐναγισμάτων ἡμέρα. ὦ κοινὴ τοῖς Ἕλλησιν ἀποφρὰς, οἵαν κεφαλὴν τοῦ γένους ἀπήνεγκας. οἷον ἐξεῖλες ὀφθαλμόν. ὦ γῆς ἄγαλμα, ὦ θέατρον τῆς Ἑλλάδος, ὦ Νυμφῶν καὶ Χαρίτων ὕφασμα. ὦ πάντα ὑπομείνας ἐγὼ, ποῦ γῆς νυνὶ μονῳδῶ; ποῦ μοι τὸ βουλευτήριον; ποῦ νέων καὶ πρεσβυτέρων σύνοδοι καὶ θόρυβοι διδόντων ἅπαντα; ἦν ποτε ἐν τῷ Σιπύλῳ πόλις, ἣν κατὰ τῆς λίμνης δῦναι λόγος. ὦ Σμύρνα, ὡς πόρρωθέν σοι τὸ προοίμιον ᾔδετο. οἵας ἐκληρονόμησας τύχης, ὡς ἥκιστα σαυτῇ προσηκούσης. νῦν ἔδει μὲν πάντας οἰωνοὺς εἰς πῦρ ἐνάλλεσθαι, παρέχει δ᾽ ἡ πόλις ἄφθονον: πᾶσαν δὲ τὴν ἤπειρον ἀποκείρασθαι, πάντως αὐτῆς ὁ βόστρυχος οἴχεται: νῦν ποταμοὺς δάκρυσι ῥυῆναι, νῦν ὁλκάδας ἐκπλεῦσαι μέλασι τοῖς ἱστίοις. ὦ Μέλης δι᾽ ἐρήμου ῥέων. ὦ τῶν προτέρων μελῶν τὰ παρόντα ἀντίφθογγα. ὦ κύκνων ᾠδὴ καὶ ἀηδόνων χορὸς ἐνθρηνεῖν. ἦ που καὶ Γοργόνες εἰ περιῆσαν, οὐκ ἂν τὴν Μέδουσαν, οὐδὲ τὸν αὑτῶν ὀφθαλμὸν, ἀλλὰ τὸν τῆς Ἀσίας ἐπένθησαν. ποῖον Βόσπορον, ἢ ποίους καταρράκτας, ἢ τίνα Ταρτησσὸν τὸ σὸν, ὦ δαιμονία, κλέος οὐκ ἐπῆλθε; ποίᾳ Μασσαλίᾳ τὸ πένθος

   Αιλ. Αρ. Λογ. 20. 263 τοῦτο ὁρισθήσεται; ἢ τίνι Βορυσθένει; τίς Ἑλλήνων οὕτως ἔξω τῆς Ἑλλάδος; τίς βαρβάρων οὕτως ἀδάμαστος καὶ ἀνάλωτος τοῖς τῆς Σμύρνης βέλεσι καὶ φίλτροις, ὅστις οὐκ ἀκοῇ μὲν ἤρα, ἀκοῇ δὲ ἀνιάσεται. Ἡλιάδας μὲν δὴ λέγεται πενθούσας τὸν ἀδελφὸν τελευτώσας αἰγείρων ἀλλάξασθαι φύσιν καὶ τὸ δάκρυον αὐτῶν εἰς ἤλεκτρον παγῆναι: σὲ δὲ, ὦ χαριεστάτη πόλεων, αὐτοῖς ὥρα τοῖς δένδρεσι θρηνεῖν.