Λόγοι/Ιεροί λόγοι ε΄

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ἱεροὶ λόγοι ε΄
Συγγραφέας:
Aristides, Aelius. Aristides. ex recensione Guilielmi Dindorfii. Leipzig. Weidmann. 1829. 1-2


   Αιλ. Αρ. Λογ. 27. 347 θέρους ὥρᾳ πονήρως εἶχεν ὁ στόμαχος καὶ δίψος ἦν νύκτα καὶ ἡμέραν καὶ ἱδρὼς ἀμύθητος καὶ λύσις τοῦ σώματος, καὶ μόλις ἂν δύο καὶ τρεῖς εἷλκον ἀπὸ τῆς κλίνης ἀναστῆναι δεόμενον: καὶ ὁ θεὸς σημαίνει ἔξοδον ἐν Σμύρνῃ ὄντι τὸν χρόνον τοῦτον, καὶ ἔδει ἐξιέναι αὐτίκα. καὶ ἐξῄειν μὲν τὴν ἐπὶ Περγάμου: ἐν ὅσῳ δὲ ὀχήματα ἐπορίζετο καὶ δὴ μεσημβρία τε προσῄει καὶ καῦμα ᾔρετο λαμπρόν. ἔδοξεν οὖν ἡμῖν ἐν τῷ προαστείῳ διατρίψαντας αὐτὴν τὴν ἀκμὴν οὕτως περαίνειν. ἡ δ᾽ ὁρμὴ ἦν ὡς εἰς Μύριναν καὶ τὰ σκευοφόρα ἐπὶ τούτῳ προῄει. οἷα δὲ πνίγους ὄντος καὶ ἅμα ὑφ᾽ ἡδονῆς τοῦ χωρίου καὶ προσέτι ἀσχολιῶν τινῶν προείμεθα τῆς ὥρας συχνὸν, ὥστε γιγνόμεθα ἐπὶ τῷ καταγωγίῳ τῷ πρὸ τοῦ Ἑρμοῦ περὶ αὐτὴν δύσιν ἡλίου. καὶ ἠπόρησα μὲν ὅ τι ποιῶ. ὡς δὲ οὔτε τὴν δυσχέρειαν τῶν οἰκημάτων ἔφερον εἰσελθὼν, θεραπεία τε οὐ παρῆν διὰ τὸ προεκπέμψαι, ἐδόκει χρῆναι τὸ πρόσω διώκειν, καὶ διαβάντι τὸν ποταμὸν νύξ τε ἦν ἤδη καθαρὰ καὶ προσέβαλεν αὔρα τις ἐλαφρὰ καὶ ψυχεινὴ, καὶ τό τε σῶμά πως ἀνελάμβανε καὶ τῇ γνώμῃ τόνος τις μετ᾽ εὐθυμίας ἐνεδύετο, ὡς τῷ τε ἀέρι ὁμιλεῖν καθ᾽ ἡσυχίαν καὶ ἅμα πρὸς τὴν παρελθοῦσαν ἡμέραν τὰ παρόντα κρίνοντι ὁπόσον τι μεταβεβλήκει. ἤδη δὲ βαθείας ἑσπέρας ἦλθον εἰς Λάρισσαν, καί μοι ἀσμένῳ γίγνεται ὡς τά τε ὀχήματα οὐ κατείληπτο καὶ τὰ τῆς καταγωγῆς οὐδὲν ἀμείνω τῶν πρόσθεν ἦν, ἀλλ᾽ ἀνάγκη παρῆν ἔχεσθαι τῆς ὁδοῦ καὶ διακαρτερεῖν. καὶ μέσαι τε ἤδη νύκτες ἢ καὶ ἔτι πορρωτέρω, καὶ γιγνόμεθα ἐν Κύμῃ, καὶ πάντα ἀπεκέκλειτο

   Αιλ. Αρ. Λογ. 27. 348


   Αιλ. Αρ. Λογ. 27. 349


   Αιλ. Αρ. Λογ. 27. 350


   Αιλ. Αρ. Λογ. 27. 351


   Αιλ. Αρ. Λογ. 27. 352


   Αιλ. Αρ. Λογ. 27. 353


   Αιλ. Αρ. Λογ. 27. 354


   Αιλ. Αρ. Λογ. 27. 355


   Αιλ. Αρ. Λογ. 27. 356


   Αιλ. Αρ. Λογ. 27. 357


   Αιλ. Αρ. Λογ. 27. 358


   Αιλ. Αρ. Λογ. 27. 359


   Αιλ. Αρ. Λογ. 27. 360


   Αιλ. Αρ. Λογ. 27. 361