Λόγοι/Ιεροί λόγοι β΄

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ἱεροὶ λόγοι β΄
Συγγραφέας: Αίλιος Αριστείδης
Aristides, Aelius. Aristides. ex recensione Guilielmi Dindorfii. Leipzig. Weidmann. 1829. 1-2


   Αιλ. Αρ. Λογ. 24. 291 φέρε δὴ καὶ τῶν ἀνωτέρω μνημονεύσωμεν, ἐάν τι δυνώμεθα: ὧν τὸ μὲν ἐξ ἀρχῆς οὐδὲν ἡμῖν ἐπῄει γράφειν, ἀπιστίᾳ τοῦ μὴ περιέσεσθαι: ἔπειτα καὶ τὸ σῶμα οὕτως ἔχον οὐκ εἴα σχολάζειν τούτοις. χρόνου δὲ αὖ προελθόντος ἕν τι τῶν ἀδυνάτων εἶναι ἐδόκει καὶ μνημονεῦσαι ἕκαστα καὶ δι᾽ ἀκριβείας εἰπεῖν: κρεῖττον οὖν εἶναι σιωπᾶν ὅλως ἢ λυμήνασθαι τοσούτοις ἔργοις. καὶ πολλαί μοι παραιτήσεις ἐγίγνοντο ὑπὲρ τούτων καὶ πρὸς τὸν θεὸν καὶ πρὸς τοὺς ἐπιτηδείους τοὺς ἀεὶ δεομένους εἰπεῖν καὶ ποιῆσαι περὶ αὐτῶν. νυνὶ δὲ τοσούτοις ἔτεσι καὶ χρόνοις ὕστερον ὄψεις ὀνειράτων ἀναγκάζουσιν ἡμᾶς ἄγειν αὐτά πως εἰς μέσον. καίτοι τοσοῦτόν γε ἔχω λέγειν, ὅτι εὐθὺς ἐξ ἀρχῆς προεῖπεν ὁ θεὸς ἀπογράφειν τὰ ὀνείρατα: καὶ τοῦτ᾽ ἦν τῶν ἐπιταγμάτων πρῶτον. ἐγὼ δὲ τῶν μὲν ὀνειράτων τὴν ἀπογραφὴν ἐποιούμην, ὁπότε μὴ δυναίμην αὐτοχειρίᾳ, ὑπαγορεύων: οὐ μέντοι προσετίθην οὔτ᾽ ἐν οἷς ὄντι προσεγίγνετο ἕκαστα οὔθ᾽ ὁποῖ᾽ ἄττ᾽ ἀπέβαινεν ἐξ αὐτῶν, ἀλλ᾽ ἤρκει μοι ὥσπερ ἀφοσιοῦσθαι πρὸς τὸν θεὸν, ἅμα μὲν διὰ τὴν ἀδυναμίαν, ὥσπερ ἔφην, τοῦ σώματος, ἅμα δὲ οὐκ ἄν ποτε ἤλπισα εἰς τοσοῦτον προβήσεσθαι προνοίας τὸν θεόν: ἡ δ᾽ Ἀδράστεια κεκλήσθω μοι σὺν αὐτῷ. ἔτι δὲ καὶ τῷ μὴ πάντα ἐξ ἀρχῆς ἀρξάμενος γράφειν, ὥσπερ δακνόμενος καὶ τὰ λοιπὰ προϊέμην, τὰ μὲν ὡς ἂν ἑκών τις, τὰ δὲ ὡς ἄκων: ἑτέρας δὲ ὁδοὺς χαρίτων εὕρισκον πρὸς τὸν θεόν: ἐπεὶ μυριάδας γε ἐπῶν οὐκ ἔλαττον ἢ τριάκοντα ἡγοῦμαι τῆς ἀπογραφῆς εἶναι, ἀλλ᾽ οὔτ᾽ ἐπελθεῖν δή που ῥᾴδιον αὐτὰς οὔτ᾽ ἐφαρμόττειν ἑκάστοις ὅπως εἶχε τὰ τῶν χρόνων: πρός τε τούτοις ἔστιν ἃ καὶ διεφορήθη ἐν τῇ παντοδαπῇ φθορᾷ καὶ ἀκρασίᾳ τῶν κατ᾽ οἶκον περὶ τοὺς χρόνους τούτους. ὑπόλοιπον οὖν ἐστι κεφάλαια λέγειν, ἄλλα ἄλλοθεν

   Αιλ. Αρ. Λογ. 24. 292 ἀναμιμνησκόμενον, ὅπως ἂν ὁ θεὸς ἄγῃ τε καὶ κινῇ: καλοῦμεν δ᾽ αὐτὸν καὶ πρὸς αὐτὰ ταῦτα, ὥσπερ πρὸς ἅπαντα. πάντως δ᾽ ἐστὶ πρὸς ἅπαντα κλητὸς, εἰ δή τις θεῶν.

ἐπειδὴ γὰρ ἐκομίσθην ἀπὸ τῆς Ἰταλίας, πολλὰ καὶ παντοῖα συνειλοχὼς τῷ σώματι ἀπὸ τῶν συνεχῶν καμάτων τε καὶ χειμώνων, οἷς ἐχρησάμην ἀπιὼν διὰ Θρᾴκης καὶ Μακεδονίας, ἔτι κάμνων ἐξελθὼν οἴκοθεν, ἦν τοῖς ἰατροῖς ἀπορία πολλὴ μὴ ὅτι ὠφελεῖν οὐκ ἔχουσιν, ἀλλ᾽ οὐδὲ γνωρίσαι ὅ τι εἴη τὸ σύμπαν. χαλεπώτατον δ᾽ ἁπάντων καὶ ἀπορώτατον ὅτι τοῦ πνεύματος ἀπεκεκλείμην, καὶ μετὰ πολλῆς τῆς πραγματείας καὶ ἀπιστίας μόλις ἄν ποτε ἀνέπνευσα βιαίως καὶ ἀγαπητῶς, πνιγμοί τε παρηκολούθουν συνεχεῖς ἐν τῷ τραχήλῳ καὶ τὰ νεῦρα ἐπεφρίκει καὶ σκέπης ἔδει πλείονος ἢ φέρειν δυναίμην: χωρὶς δ᾽ ἕτερα ἀμύθητα ἠνώχλει. ἐδόκει δὴ χρῆναι τοῖς ὕδασι χρήσασθαι τοῖς θερμοῖς, εἴ τι δυναίμην γενέσθαι ῥᾴων, ἢ τὸν ἀέρα μᾶλλόν πως ἀνασχέσθαι: καὶ γὰρ ἦν ἤδη χειμῶνος ὥρα, ἀπέχει δὲ τῆς πόλεως οὐ πολύ. ἐνταῦθα πρῶτον ὁ σωτὴρ χρηματίζειν ἤρξατο. ἀνυπόδητόν τε γὰρ προελθεῖν ἐπέταξε καὶ ἐβόων δὴ ἐν τῷ ὀνείρατι ὡς ἂν ὕπαρ τε καὶ ἐπ᾽ ὀνείρατι τετελεσμένῳ, μέγας ὁ Ἀσκληπιὸς, τετέλεσται τὸ πρόσταγμα. ταῦθ᾽ ἅμα προϊὼν ἐδόκουν βοᾶν. μετὰ ταῦτα κλῆσις καὶ ἄφιξις ἀπὸ Σμύρνης εἰς Πέργαμον μετὰ τῆς ἀγαθῆς τύχης. τὰ δ᾽ ἐντεῦθεν ἔστι μὲν οὐ κατ᾽ ἄνθρωπον διηγήσασθαι, ἐγχειρητέον δὲ, ὥσπερ ὑπεθέμην, ἐξ ἐπιδρομῆς ἔνια αὐτῶν διελθεῖν. εἰ δέ τις τὰ ἀκριβέστατα γνῶναι βουλήσεται τῶν γεγενημένων ἡμῖν παρὰ τοῦ θεοῦ, ὥρα τὰς διφθέρας αὐτῷ ζητεῖν καὶ τὰ ὀνείρατα αὐτά. καὶ γὰρ ἰάματα παντὸς εἴδους καὶ διαλόγους τινὰς εὑρήσει καὶ λόγους ἐν μήκει καὶ φάσματα παντοῖα καὶ προρρήσεις ἁπάσας καὶ χρησμῳδίας περὶ παντοδαπῶν πραγμάτων, τὰς μὲν καταλογάδην, τὰς δὲ ἐν μέτροις γεγονυίας, καὶ χαρίτων πάντ᾽ ἄξια τῷ θεῷ μειζόνων ἤ τις ἂν εἰκάσαι. νῦν δὲ ἐνθένδε ποθὲν ἀρξώμεθα, ὡς ἐπειδὴ ἐγενόμεθα ἐν τῷ ἱερῷ, τῇ πρώτῃ τῶν νυκτῶν φανεὶς ὁ θεὸς τῷ τροφεῖ μου ἐν τῷ Σαλβίου τοῦ νῦν ὑπάτου σχήματι —ὅστις δὲ ὁ Σάλβιος οὔπω τότε γε

   Αιλ. Αρ. Λογ. 24. 293 ᾔδειμεν: ὁ δ᾽ ἐτύγχανε προσεδρεύων τῷ θεῷ κατ᾽ ἐκεῖνον τὸν χρόνον— ἔφη δ᾽ οὖν ὁ τροφεὺς ὡς ἐν τούτῳ δὴ τῷ σχήματι διαλεχθείη πρὸς αὐτὸν περὶ τῶν λόγων τῶν ἐμῶν ἄλλα τε δὴ, οἶμαι, καὶ ὅτι ἐπισημήναιτο ὡδὶ λέγων, ἱεροὶ λόγοι. ταῦτα μὲν εἰς τοσοῦτον. μετὰ δὲ ταῦτα ἐδίδου τὰ ἰάματα αὐτῷ μοι, ὧν πρῶτον ἦν, ὡς ἔγωγε μέμνημαι, ὁ τοῦ βαλσάμου ὀπὸς, εἶναι δ᾽ αὐτὸν δωρεὰν τοῦ Τελεσφόρου τοῦ Περγαμηνοῦ: ἔδει δ᾽ αὐτῷ χρῆσθαι λούμενον ἐξιόντα ἐκ τοῦ θερμοῦ ὕδατος εἰς τὸ ψυχρόν: ἔπειτα ῥύμματα ἄττα διὰ σταφίδων τε καὶ ἑτέρων μικτὰ, ἔπειτα μυρία ἐπὶ μυρίοις, ἃ πάντα παρεὶς ἀναγκαίως τῶν παραδόξων μνησθῆναι βούλομαι.

πόθεν οὖν τις ἄρξηται, πολλῶν τε καὶ παντοίων ὄντων, καὶ ἅμα οὐκ ἐν μνήμῃ πάντων, πλήν γε δὴ τῆς χάριτος τῆς ὑπὲρ αὐτῶν; ἔπεμψέ με εἰς Χίον φήσας πέμπειν καθάρσεως ἕνεκα. ἀπῄειμεν οὖν τὴν ἐπὶ Σμύρνης, καὶ μάλα ἐν ἀηδίᾳ ποιούμενοι καὶ νομίζοντες ἄνευ προστάτου γίγνεσθαι καὶ ὡς ἀληθῶς ἐφ᾽ ἡμῶν αὐτῶν πλεῖν, ἐπειδὴ τοῦ ἱεροῦ ἐγιγνόμεθα ἔξω. ὃν μὲν οὖν τρόπον ἅπαντες ἐξεπλάγησαν ἐν τῇ Σμύρνῃ, ὡς εἶδον φανέντα παρ᾽ ἐλπίδας αὐτοῖς, τί τις ἂν λέγοι; ὡς δ᾽ ἐγενόμεθα ἐν Κλαζομεναῖς, ἐδόκει χρῆναι περαιώσασθαι εὐθὺ Φωκαίας. καὶ ἐπειδὴ ἦμεν περὶ τὰς νήσους, Δρυμοῦσαν καὶ Πήλην, αὔρα τις εὔρου ὑπήρχετο καὶ περαιτέρω προϊόντων εὖρος ἤδη λαμπρὸς, καὶ τέλος ἐξερράγη πνεῦμα ἐξαίσιον. καὶ τὸ πλοῖον ἐκ πρῴρας ἀρθὲν ἐπὶ πρύμναν ὤκλασε καὶ μικροῦ κατέδυ: ἔπειτα ἐπεκλύζετο ἔνθεν καὶ ἔνθεν: ἔπειτα ἀπεστράφη ἔξω πρὸς τὸ πέλαγος. ἱδρὼς δὲ καὶ θόρυβος ναυτῶν καὶ βοαὶ πᾶσαι τῶν ἐμπλεόντων, συνέπλεον γὰρ δὴ καὶ τῶν ἐπιτηδείων τινές: ἐμοὶ δὲ τοσοῦτον ἤρκεσεν εἰπεῖν, ὦ Ἀσκληπιέ. πολλὰ δὲ καὶ παντοῖα κινδυνεύσαντες καὶ τέλος περὶ αὐτὴν τὴν καταγωγὴν μυριάκις ἀνατραπέντες καὶ ἀπωσθέντες καὶ πολλὴν ἀγωνίαν τοῖς ὁρῶσι παρασχόντες διεσώθημεν ἀγαπητῶς καὶ μόλις. ἐπεὶ δὲ νὺξ ἧκε, τήν τε κάθαρσιν ὁ θεὸς κελεύει ποιεῖσθαι, σημήνας ἀφ᾽ ὧν. καὶ ἐγένετο μέντοι οὐδὲν ἐλάττων ἢ ὑπὸ

   Αιλ. Αρ. Λογ. 24. 294 ἐλλεβόρου, ὡς ἔφασκον οἱ τούτου ἔμπειροι, ἅτε καὶ ὑπὸ τοῦ κλυδωνίου πάντων κεκινημένων. καὶ φράζει δὴ τὸ πᾶν, ὡς εἱμαρμένον τε εἴη ναυαγῆσαί μοι καὶ τούτου ἄρα ἕνεκα καὶ ταῦτα συμβαίη: καὶ νῦν ἔτι δέοι ὑπὲρ ἀσφαλείας καὶ τοῦ παντάπασιν ἐκπλῆσαι τὸ χρεὼν, ἐμβάντα εἰς λέμβον ἐν τῷ λιμένι οὕτω ποιῆσαι, ὡς τὸν μὲν λέμβον ἀνατραπῆναι καὶ καταδῦναι, αὐτὸν δὲ ἐξάραντός τινος ἐξενεχθῆναι πρὸς τὴν γῆν: ἐν γὰρ τούτῳ τελεῖσθαι τὰ ἀναγκαῖα. ἐποιοῦμεν ταῦτα ἄσμενοι δηλονότι. καὶ πᾶσι δὴ θαυμαστὸν ἐδόκει τὸ σόφισμα τῆς ναυαγίας ἐπ᾽ ἀληθινῷ τῷ κινδύνῳ γενόμενον. οὗ δὴ καὶ ἔγνωμεν ὅτι κἀκ τοῦ πελάγους ἄρα αὐτὸς ὁ σεσωκὼς ἦν. ἐπιθήκη δὲ τῆς εὐεργεσίας ἡ κάθαρσις. μετὰ δὲ ταῦτα κατεῖχεν ἐν τῇ Φωκαίᾳ, θαυμαστὰ οἷα σημαίνων, οὐ μόνον εἰς τὸ σῶμα ἔχοντα, ἀλλὰ καὶ ἄλλα πολλὰ ἐπὶ πολλοῖς. καὶ δὴ καὶ τῶν ἀνέμων ἐπιεικῶς τοὺς μέλλοντας ἔσεσθαι προηκούομεν, ὥστε ὁπότε ἀκούοι τὰ ὀνείρατα ὁ ξένος ἡμῶν ὁ Ῥοῦφος —ἦν δὲ καὶ τἄλλα πρῶτος Φωκαέων, καί πως οὐδ᾽ αὐτὸς ἀνήκοος Ἀσκληπιοῦ— πολλὴν εἶναι τὴν ἔκπληξιν αὐτῷ ταῦτα ἀκούοντι παρ᾽ ἡμῶν ἔνδον, ἃ ἔξω καταλελοιπὼς εἰσῄει. καὶ δὴ γάλακτός ποτε ἐδέησε τοῦ θεοῦ κελεύσαντος: ἦν δὲ οὔπω: σχεδὸν γὰρ ἦν τετρὰς ἐπὶ δέκα τοῦ δευτέρου μηνὸς, ὡς νομίζομεν οἱ ταύτῃ, ἐδόκει δὲ χρῆναι ζητεῖν. καὶ πορευθεὶς ὁ Ῥοῦφος εἰς ἐσχατιάν τινα τῶν αὑτοῦ εὑρίσκει τετοκυῖαν ὄϊν αὐτονυχὶ, καὶ κομίσας δίδωσι τὸ γάλα. τέλος δὲ ἀφίησιν ἡμᾶς ὁ θεὸς τοῦ πλοῦ τοῦ εἰς τὴν Χίον, ἄλλα τε δὴ καὶ δείξας καὶ προειπὼν, καὶ ἐφ᾽ ἅπασιν ἔδοξα ὡς κατεσχισμένον τε εἴη τὸ πλοῖον καὶ οὐδὲν ἔτι. ἔστι δὲ χωρίον Γενναῒς, ἀπέχον τῆς Φωκαίας οὐ πολὺ, ἐνταῦθα ἡμέρας τινὰς διαγαγὼν ἡμᾶς ἐν τοῖς ὕδασιν ἐπανῆγεν εἰς τὴν Σμύρναν. ὡς τοίνυν ἐγενόμεθα ἐν τῇ Σμύρνῃ, φαίνεταί μοι ἐν τοιῷδέ τινι σχήματι. ἦν ἅμα μὲν Ἀσκληπιὸς, ἅμα δὲ Ἀπόλλων, ὅ τε δὴ Κλάριος καὶ ὁ καλλίτεκνος καλούμενος ἐν Περγάμῳ, οὗ ὁ πρῶτος

   Αιλ. Αρ. Λογ. 24. 295 τῶν ναῶν τῶν τριῶν ἐστιν. ἐν τούτῳ τῷ σχήματι στὰς ἔμπροσθεν τῆς εὐνῆς προβαλὼν τοὺς δακτύλους καὶ χρόνους τινὰς συλλογισάμενος, ἔχεις, ἔφη, δέκα ἔτη παρ᾽ ἐμοῦ καὶ τρία παρὰ τοῦ Σαράπιδος—καὶ ἅμα τὰ τρία καὶ δέκα ὡς ἑπτακαίδεκα ἐφάνη τῇ θέσει τῶν δακτύλων— ταῦτα δὲ εἶναι οὐκ ὄναρ, ἀλλ᾽ ὕπαρ, εἴσεσθαι δὲ καὶ αὐτόν. καὶ ἅμα κελεύει καταβάντα εἰς τὸν ποταμὸν τὸν πρὸ τῆς πόλεως ῥέοντα λούσασθαι, ἡγήσεσθαι δὲ τῆς ὁδοῦ παῖδα ἄνηβον, καὶ δείκνυσι τὸν παῖδα.

καὶ τὰ μὲν κεφάλαια τῆς ἐπιφανείας ταῦτά ἐστιν, ὡς ἀντὶ τοῦ παντός γ᾽ ἂν ἐποιησάμην καὶ καθ᾽ ἕκαστα δύνασθαι δι᾽ ἀκριβείας διεξελθεῖν. ἦν δὲ καὶ δὴ μέσος χειμὼν καὶ βορέας μέγας καὶ κρυμὸς, καὶ αἱ ψηφῖδες οὕτως ὑπὸ τοῦ πάγου πρὸς ἀλλήλας ἐδέδεντο ὥστε ἐοικέναι κρυστάλλῳ συνεχεῖ, καὶ τὸ ὕδωρ οἷον εἰκὸς ἐν τοιούτῳ ἀέρι. ἐπεὶ δ᾽ ἐξηγγέλθη τὰ τῆς ἐπιφανείας, παρέπεμπον ἡμᾶς οἱ φίλοι, καὶ τῶν ἰατρῶν οἵ τε δὴ συνήθεις καὶ ἄλλοι οἱ μὲν ὡς ἀγωνιῶντες, οἱ δὲ καὶ τῆς ἱστορίας ἕνεκα: ἐπεγένετο δὲ καὶ ἄλλος ὄχλος συχνὸς, καὶ γάρ τις καὶ διάδοσις ἔτυχεν ἔξω πυλῶν οὖσα καὶ πάντ᾽ ἦν κάτοπτα ἀπὸ τῆς γεφύρας. ἦν δέ τις Ἡρακλέων ἰατρὸς, ἑταῖρος ἡμέτερος, ὃς πρὸς ἐμὲ ὡμολόγησε τῇ ὑστεραίᾳ ἦ μὴν πεπεικὼς αὑτὸν ἰέναι, ὡς εἰ τὰ κράτιστα πράξαιμι, ὀπισθοτόνῳ συνέξομαι, ἤ τῳ ἄλλῳ τοιούτῳ. ὡς δὴ ἐγενόμεθα ἐπὶ τοῦ ποταμοῦ, οὐδὲν ἔδει τοῦ παρακελευσομένου, ἀλλ᾽ ἔτι τῆς θέρμης τῆς ἐκ τῆς ὄψεως τοῦ θεοῦ μεστὸς ὢν ἀπορρίψας τὰ ἱμάτια οὐδ᾽ ἀνατρίψασθαι δεηθεὶς, ἵεμαι οὗ τοῦ ποταμοῦ τὸ βαθύτατον ἦν. ἔπειθ᾽ ὥσπερ ἐν κολυμβήθρᾳ καὶ μάλα ἠπίου καὶ κεκραμένου ὕδατος ἐχρώμην διατριβῇ, ἐννέων τε καὶ ἀνακλύζων ἐμαυτὸν πάντη. ὡς δ᾽ ἐξέβην, ὅτε δὴ χρὼς πᾶς ἤνθει καὶ τὸ σῶμα πάντη κοῦφον ἦν, καὶ βοὴ πολλὴ τῶν τε παρόντων καὶ ἐπιόντων, τὸ πολυύμνητον δὴ τοῦτο βοώντων, μέγας ὁ Ἀσκληπιός. καὶ τὰ ἀπὸ τούτου τίς ἂν ἐνδείξασθαι δυνηθείη; ἅπαν γὰρ τὸ λοιπὸν τῆς ἡμέρας καὶ τῆς νυκτὸς

   Αιλ. Αρ. Λογ. 24. 296 τὸ εἰς εὐνὴν διεσωσάμην τὴν ἐπὶ τῷ λουτρῷ σχέσιν, καὶ οὔτε τι ξηροτέρου οὔτε ὑγροτέρου τοῦ σώματος ᾐσθόμην, οὐ τῆς θέρμης ἀνῆκεν οὐδὲν, οὐ προσεγένετο, οὐδ᾽ αὖ τοιοῦτον ἡ θέρμη ἦν, οἷον ἄν τῳ καὶ ἀπ᾽ ἀνθρωπίνης μηχανῆς ὑπάρξειεν, ἀλλά τις ἦν ἀλέα διηνεκὴς, δύναμιν φέρουσα ἴσην διὰ παντὸς τοῦ σώματός τε καὶ τοῦ χρόνου. παραπλησίως δὲ καὶ τὰ τῆς γνώμης εἶχεν. οὔτε γὰρ οἷον ἡδονὴ περιφανὴς ἦν οὔτε κατ᾽ ἀνθρωπίνην σωφροσύνην ἔφησθα ἂν εἶναι αὐτὸ, ἀλλ᾽ ἦν τις ἄρρητος εὐθυμία, πάντα δεύτερα τοῦ παρόντος καιροῦ τιθεμένη, ὥστε οὐδ᾽ ὁρῶν τὰ ἄλλα ἐδόκουν ὁρᾶν: οὕτω πᾶς ἦν πρὸς τῷ θεῷ. ἀλλὰ τὸ ἐντεῦθεν σὸν ἤδη, ὦ δέσποτα, γίγνεται δεῖξαι καὶ παραστῆσαι ὅ τι ἑξῆς λέγοντες καὶ ὅποι τραπόμενοι σοί τ᾽ ἂν κεχαρισμένα ποιοῖμεν καὶ τοῦ λόγου προΐοιμεν ὡς κάλλιστα. πότερα ἐπειδὴ ποταμοῦ καὶ χειμῶνος τοιούτου καὶ λουτροῦ μνείαν ἐποιησάμην, ἕτερα ἐφεξῆς τῆς αὐτῆς ἰδέας λέγω καὶ οἷον κατάλογόν τινα λουτρῶν ποιῶμαι χειμερίων τε καὶ θείων καὶ πάντως παραδόξων; ἢ διαλαβὼν τὸν λόγον καί τινα τῶν ἐν μέσῳ διηγήσωμαι; ἢ κράτιστον καὶ τἀν τῷ μέσῳ πάντα ὑπερβάντα ἀποδοῦναι τὸ τέλος τῷ πρώτῳ λόγῳ, πῶς ἔσχε τὰ τῆς χρησμῳδίας τῆς περὶ τῶν ἐτῶν καὶ πῶς ἅπαντα ἀπέβη; πολλὰ μὲν γὰρ καὶ ἄλλα ἐπεσήμηνεν ὁ θεὸς ἐκ τῶν ἐφεστηκότων ἀεὶ κινδύνων ἐξαρπάζων, οἳ πυκνοὶ νυκτὸς ἑκάστης καὶ ἡμέρας ἦσαν, ἄλλοτε ἄλλοι προσβάλλοντες, τότε δὲ ἐπανιόντες οἱ αὐτοὶ, καὶ ὁπότε ἀπαλλαγείη τις, ἀντιλαμβάνοντες ἕτεροι, καὶ πρὸς ἕκαστα τούτων ἀλεξιφάρμακα ᾔει παρὰ τοῦ θεοῦ καὶ παραμυθίαι παντοῖαι καὶ ἔργῳ καὶ λόγῳ: ἓν δὲ δὴ καὶ τόδε μέμνημαι πραχθὲν αὐτῷ ποτε. ἔφη χρῆναι τελευτᾶν εἰς τρίτην ἡμέραν, καὶ ταῦτα ἀναγκαίως ἔχειν, καὶ ἅμα σύμβολα ἔδωκε, καὶ ὁποῖ᾽ ἄττα ἔσται τὰ τῆς ἐπιούσης ἡμέρας, καὶ γὰρ τὸν ἀέρα ὁποῖος καὶ τὸν ἡνίοχον ὅπου φανήσοιτο καὶ ἄλλα ἔδωκε σύμβολα τῆς ἀληθείας: ἀλλὰ δεῖν οὕτω ποιεῖν, πρῶτον μὲν ἀναβάντα ἐπὶ τὸ ζεῦγος ἐλθεῖν ἐπὶ τὸν ποταμὸν τὸν διὰ τῆς πόλεως ῥέοντα, γενόμενον δὲ οὗ ἐστιν ἤδη ἔξω τῆς πόλεως ἱερὰ δρᾶσαι

   Αιλ. Αρ. Λογ. 24. 297 ἐπιβόθρια, οὕτω γὰρ αὐτὰ προσεῖπεν, ἔδει δὲ ἄρα βόθρους ὀρύξαντα ἐπ᾽ αὐτῶν δρᾶσαι τὰ ἱερὰ οἷστισι δὴ καὶ ἔδει θεῶν: ἔπειτα ἀναστρέφοντα λαβόντα κέρματα διαβαίνειν τε τὸν ποταμὸν καὶ ἀπορρίπτειν, καὶ ἕτερ᾽ ἄττα, οἶμαι, πρὸς τούτοις ἐκέλευσε. μετὰ δὲ ταῦτα ἐλθόντα εἰς τὸ ἱερὸν θῦσαι τῷ Ἀσκληπιῷ τέλεια καὶ στῆσαι κρατῆρας ἱεροὺς καὶ νεῖμαι μοίρας ἱερὰς ἅπασι τοῖς συμφοιτηταῖς: δεῖν δὲ καὶ τοῦ σώματος αὐτοῦ παρατέμνειν ὑπὲρ σωτηρίας τοῦ παντός. ἀλλὰ γὰρ εἶναι τοῦτο ἐργῶδες, τοῦτο μὲν καὶ δὴ παριέναι μοι, ἀντὶ δὲ τούτου τὸν δακτύλιον ὃν ἐφόρουν περιελόμενον ἀναθεῖναι τῷ Τελεσφόρῳ, τὸ γὰρ αὐτὸ ποιεῖν ὥσπερ ἂν εἰ τὸν δάκτυλον αὐτὸν προείμην, ἐπιγράψαι δὲ εἰς τὴν σφενδόνην τοῦ δακτυλίου, Κρόνου παῖ: ταῦτα ποιοῦντι σωτηρίαν εἶναι. τὸ δὴ μετὰ τοῦτο ἔξεστιν εἰκάζειν ὅπως διεκείμεθα, καὶ ὁποίαν τινὰ ἁρμονίαν πάλιν ἡμᾶς ἡρμόσατο ὁ θεός. σχεδὸν γὰρ ὥσπερ ἐν τελετῇ περὶ πάντα ταῦτα διήγομεν, παρεστώσης ἅμα τῷ φόβῳ τῆς ἀγαθῆς ἐλπίδος. ἀκόλουθα δὲ τούτοις καὶ εἰς ταυτὸν φέροντα καὶ τὰ χρόνῳ ὕστερον γενόμενα, ἐξ ὧν τὸ ἀψίνθιον ἔπιον.

ὅτι μὲν δὴ τῷ παντὶ φρικωδέστερον καὶ ἐναργέστερον αὐτὰς τὰς ὄψεις καθαρὰς διηγεῖσθαι δῆλον, ἀνάγκη δὲ ἐπὶ τῶν πλείστων χρῆσθαι τῇ ὑποθέσει ᾗπερ ἐνεστησάμην, καὶ κεφάλαια ἐπιτρέχειν, ὅπως ἂν ἀπαντᾷ τῷ λόγῳ. ἦν Φιλάδελφος τῶν νεωκόρων ἅτερος: τούτῳ γίγνεται τῆς αὐτῆς νυκτὸς ὄψις ὀνείρατος ἥπερ κἀμοὶ, μικρὰ δέ πως παρήλλαττεν. ἐδόκει ὁ μὲν Φιλάδελφος, τοσαῦτα γὰρ οὖν ἔχω διαμνημονεῦσαι, ἐν τῷ θεάτρῳ τῷ ἱερῷ πλῆθος ἀνθρώπων εἶναι λευχειμονούντων καὶ συνεληλυθότων κατὰ τὸν θεὸν, ἐν δ᾽ αὐτοῖς ἑστῶτα ἐμὲ δημηγορεῖν τε καὶ ὑμνεῖν τὸν θεὸν, ἄλλα τε δὴ λέγοντα παντοῖα καὶ ὡς παρατρέψειέ μου τὰς μοίρας πολλαχῆ μὲν καὶ ἄλλῃ, ἔναγχος δὲ ὅτε καὶ ἀψίνθιον προσευρὼν προστάξειε πιεῖν ὄξει διειμένον, ὡς μὴ δυσχεράναιμι. καί τινα κλίμακα, οἶμαι, ἐξήγγελλεν ἱερὰν καὶ παρουσίαν καὶ δυνάμεις τινὰς τοῦ θεοῦ θαυμαστάς. ταῦτα μὲν ὁ Φιλάδελφος

   Αιλ. Αρ. Λογ. 24. 298 ἐδόκει: ἐμοὶ δὲ αὐτῷ τοιάδε ἐγίγνετο. ἐδόκουν ἐν τοῖς προπυλαίοις ἑστάναι τοῦ ἱεροῦ, συνειλέχθαι δὲ καὶ ἄλλους πολλούς τινας, ὥσπερ ἡνίκα ἂν τὸ ἱερὸν καθάρσιον γίγνηται, εἶναι δὲ λευχείμονάς τε καὶ τἄλλα πρέποντα τῷ σχήματι. ἐνταῦθα δὴ ἄλλας τε φωνὰς ἠφίειν εἰς τὸν θεὸν καὶ δὴ καὶ μοιρονόμον προσεῖπον αὐτὸν, ὡς τὰς μοίρας τοῖς ἀνθρώποις διανέμοντα. ὡρμᾶτο δέ μοι τὸ ῥῆμα ἀπὸ τῶν εἰς ἐμαυτόν. κἀπὶ τούτοις ἦν τὸ ἀψίνθιον ὅντινα δὴ τρόπον δηλωθὲν, ἐδηλώθη δὲ ὡς ἐναργέστατα, ὥσπερ οὖν καὶ μυρία ἕτερα ἐναργῆ τὴν παρουσίαν εἶχε τοῦ θεοῦ. καὶ γὰρ οἷον ἅπτεσθαι δοκεῖν ἦν καὶ διαισθάνεσθαι ὅτι αὐτὸς ἥκοι καὶ μέσως ἔχειν ὕπνου καὶ ἐγρηγόρσεως καὶ βούλεσθαι ἐκβλέπειν, καὶ ἀγωνιᾶν μὴ προαπαλλαγείη, καὶ ὦτα παραβεβληκέναι καὶ ἀκούειν, τὰ μὲν ὡς ὄναρ, τὰ δὲ ὡς ὕπαρ, καὶ τρίχες ὀρθαὶ καὶ δάκρυα σὺν χαρᾷ καὶ γνώμης ὄγκος ἀνεπαχθὴς, καὶ τίς ἀνθρώπων ταῦτά γ᾽ ἐνδείξασθαι λόγῳ δυνατός; εἰ δέ τις τῶν τετελεσμένων ἐστὶ, σύνοιδέ τε καὶ γνωρίζει. ὀφθέντων δὲ τούτων, ἐπειδὴ ἕως ἐγένετο, καλῶ τὸν ἰατρὸν Θεόδοτον: καὶ ὡς ἧκε, διηγοῦμαι τὰ ὀνείρατα. ὁ δ᾽ ἐθαύμαζε μὲν ὡς εἶχε δαιμονίως, ἠπόρει δὲ ὅ τι χρήσοιτο, χειμῶνός τε ὥρᾳ καὶ ἅμα τὴν ἄγαν ἀσθένειαν τοῦ σώματος δεδιώς: μηνῶν γὰρ ἤδη συχνῶν ἐκείμην ἔνδον. ἔδοξεν οὖν ἡμῖν οὐ χεῖρον εἶναι μεταπέμψασθαι καὶ τὸν νεωκόρον τὸν Ἀσκληπιακὸν, ᾤκουν δ᾽ ἐν αὐτοῦ κατ᾽ ἐκεῖνον τὸν χρόνον, καὶ ἅμα εἰώθειν κοινοῦσθαι τὰ πολλὰ τῶν ἐνυπνίων αὐτῷ. ἧκεν ὁ νεωκόρος: καὶ οὐκ ἔφθημεν ἡμεῖς ἀρξάμενοι πρὸς αὐτὸν λόγου, καὶ ὃς ἄρχεται διηγεῖσθαι ἡμῖν: ἄρτι, ἔφη, ἥκω παρὰ τοῦ συννόμου, τὸν Φιλάδελφον λέγων, αὐτὸς δέ με καὶ ἐκάλεσεν: εἶδε γὰρ νυκτὸς ὄψιν θαυμαστὴν σοὶ διαφέρουσαν. καὶ οὕτω διηγεῖτο μὲν ὁ Ἀσκληπιακὸς ἃ εἶδεν ὁ Φιλάδελφος, ἐπιδιηγεῖται δὲ αὐτὸς ὁ Φιλάδελφος ὑφ᾽ ἡμῶν κληθείς. ὡς δὲ συνέβαινε τὰ ὀνείρατα, ἐχρώμεθα ἤδη ἰάματι, καὶ ἔπιον δὴ ὅσον οὐδείς πω πρόσθεν, καὶ τῆς ὑστεραίας κατὰ τὰ αὐτὰ ἐπισημήναντος τοῦ θεοῦ. καὶ τὴν μὲν ῥᾳστώνην τὴν περὶ τὴν πόσιν ἢ ὅσον ὤνησε τί τις ἂν λέγοι; ὅθεν δ᾽ οὖν ὁ λόγος οὗτος ὡρμήθη, τὰ γὰρ τῶν μοιρῶν ὡς κατεστήσατό μοι, πρὸς πολλοῖς ἄλλοις

   Αιλ. Αρ. Λογ. 24. 299 λογίοις καὶ πρότερον καὶ ὕστερον γενομένοις, κατὰ ταυτὸν ἀμφοτέροις ἐδηλώθη μετὰ τοιαύτης τῆς βοηθείας.

φέρε δὴ τὸν ἐξ ἀρχῆς ἀποδῶμεν λόγον, καὶ συνάψωμεν ὡς ἔσχε τὰ τῆς χρησμῳδίας τῆς περὶ τῶν ἐτῶν. ὅτι μὲν γὰρ ἅπαντα τοῦτον τὸν χρόνον αὐτὸς ἦν ὁ σώζων καὶ ἡμέραν ἐφ᾽ ἡμέρᾳ δωρούμενος, μᾶλλον δὲ καὶ νῦν αὐτός ἐστιν ὁ σώζων, συνίσασιν ὅσοι καὶ μικρόν τι τῶν ἡμετέρων ἴσασιν. ἀλλ᾽ ἐπειδὴ διεγένετο χρόνος ὁ τῆς προρρήσεως, συνέβη τοιάδε. μικρὸν δὲ ἀναλήψομαι. ἔτυχον μὲν ὢν ἐν τῷ προαστείῳ κατὰ θέρους ἀκμὴν, νόσος δὲ κατέσχε λοιμώδης πάντας σχεδὸν τοὺς προσχώρους. τῶν δὲ οἰκετῶν τὸ μὲν πρῶτον δύο καὶ τρεῖς ἔκαμνον, ἔπειτα ἄλλος καὶ ἄλλος: ἔπειτ᾽ ἔκειντο ἅπαντες καὶ νεώτεροι καὶ πρεσβύτεροι: τελευταῖος δὲ ἐλήφθην ἐγώ. ἰατροὶ δὲ ἐφοίτων ἐξ ἄστεος καὶ τοῖς ἀκολούθοις αὐτῶν ἐχρώμεθα διακόνοις, οἱ δέ τινες καὶ αὐτοὶ προσεδρεύοντες ἀντὶ διακόνων ἦσαν. ἔκαμνε δὲ καὶ ὑποζύγια, καὶ εἴ που κινηθείη τις, εὐθὺς πρὸ θυρῶν ἔκειτο: ὥστε οὐδ᾽ ἂν πλῷ χρήσασθαι περὶ τῶν συμβαινόντων ἐξῆν ἔτι ῥᾳδίως. πάντα δ᾽ ἦν μεστὰ ἀθυμίας, οἰμωγῆς, στόνου, δυσκολίας ἁπάσης, ἦσαν δὲ κἀν τῇ πόλει νόσοι δειναί. τέως μὲν οὖν ἀντεῖχον οὐδὲν ἧττον τῆς τῶν ἄλλων σωτηρίας ἢ τῆς ἐμαυτοῦ προνοούμενος, ἔπειτα ἐπέτεινέ τε ἡ νόσος καὶ κατελήφθην ὑπὸ δεινοῦ πυρὸς χολῆς παντοίας, ἣ συνεχῶς νύκτα καὶ ἡμέραν ἠνώχλει, καὶ τῆς τροφῆς ἀπεκεκλείμην καὶ ἡ δύναμις κατελέλυτο. καὶ οἱ ἰατροὶ ἀφίσταντο καὶ τελευτῶντες ἀπέγνωσαν παντάπασι, καὶ διηγγέλθη ὡς οἰχησομένου αὐτίκα. τὸ μέντοι τοῦ Ὁμήρου κἀν τούτοις εἶπες ἂν, τὸ «νόος γε μὲν ἔμπεδος ἦεν». οὕτω παρηκολούθουν ἐμαυτῷ, ὥσπερ ἂν ἄλλῳ τινὶ, καὶ ᾐσθανόμην ὑπολείποντος ἀεὶ τοῦ σώματος, ἕως εἰς τοὔσχατον ἦλθον. τοιούτων δὲ ὄντων ἔτυχον μὲν εἰς τὸ εἴσω τετραμμένος τῆς κλίνης, ἔδοξα δὲ ὡς ὄναρ: αὐτὸ δὲ ἦν ἄρα ἡ λύσις:

   Αιλ. Αρ. Λογ. 24. 300 ἔδοξα δὲ καὶ δὴ ἐπὶ τέλει τοῦ δράματος εἶναι, καὶ τοὺς ἐμβάτας ἀποτίθεσθαι, καὶ τὰς κρηπῖδας μεταλήψεσθαι τοῦ πατρός. κἀν τούτοις ὄντα στρέφει μὲ ὁ σωτὴρ Ἀσκληπιὸς τὴν εἰς τὸ ἔξω στροφὴν ἐξαίφνης. ἔπειτα οὐ πολὺ ὕστερον ἡ Ἀθηνᾶ φαίνεται τήν τε αἰγίδα ἔχουσα καὶ τὸ κάλλος καὶ τὸ μέγεθος καὶ σύμπαν δὴ σχῆμα οἵα περ ἡ Ἀθήνησιν ἡ Φειδίου. ἀπῶζε δὲ καὶ τῆς αἰγίδος ὅτι ἥδιστον, καὶ ἦν κηρῷ τινι προσφερὴς, θαυμαστὴ καὶ αὕτη τὸ κάλλος καὶ τὸ μέγεθος. ἐφαίνετο μὲν δὴ μόνῳ στᾶσα καταντικρὺ καὶ ὅθεν αὐτὴν ὡς κάλλιστα ἔμελλεν ὄψεσθαι. ἐγὼ δὲ ἐπεδείκνυν καὶ τοῖς παροῦσι, δύο δ᾽ ἤστην τῶν φίλων καὶ τροφὸς, βοῶν καὶ ὀνομάζων τὴν Ἀθηνᾶν ὅτι ἑστήκοι τε αὕτη ἀπαντικρὺ καὶ διαλέγοιτο καὶ τὴν αἰγίδα ἀπεδείκνυν: οἱ δ᾽ οὐκ εἶχον ὅ τι χρήσοιντο, ἀλλ᾽ ἠπόρουν τε καὶ ἐδεδοίκεσαν μὴ παραληρῶν ἄρα τυγχάνω, πρίν γε δὴ τήν τε δύναμιν συνεώρων ἀναφερομένην καὶ τῶν λόγων ἤκουσαν ὧν ἤκουσα παρὰ τῆς θεοῦ. καὶ ἔστιν ἃ μέμνημαι τοιάδε. ἀνεμίμνησκέ με τῆς Ὀδυσσείας καὶ ἔφασκεν οὐ μύθους εἶναι ταῦτα, τεκμαίρεσθαι δὲ χρῆναι καὶ τοῖς παροῦσι. δεῖν οὖν καρτερεῖν, εἶναι δ᾽ αὐτὸν πάντως καὶ τὸν Ὀδυσσέα καὶ τὸν Τηλέμαχον καὶ δεῖν αὐτῷ βοηθεῖν: καὶ ἄλλα τοιουτότροπα ἤκουσα. οὕτως ἐφάνη τε ἡ θεὸς καὶ παρεμυθήσατο καὶ ἀνέσωσε καὶ δὴ κείμενον καὶ τῶν εἰς τὴν τελευτὴν οὐδενὸς ἔτι ἐλλείποντος. καὶ δῆτα εὐθύς με εἰσῆλθε κλύσματι χρήσασθαι μέλιτος Ἀττικοῦ, καὶ ἐγένετο κάθαρσις χολῆς. καὶ μετὰ ταῦτα ἧκεν ἰάματα καὶ τροφαί: πρῶτον μὲν ἧπαρ, οἶμαι, χηνὸς μετὰ τὴν πολλὴν ἀπόρρησιν πρὸς ἅπαντα τὰ σιτία: ἔπειτα ὑείου τι ὑπογαστρίου. ἔπειτ᾽ ἐκομίσθην εἰς τὴν πόλιν ἐπ᾽ ὀχήματος καταστέγου καὶ μακροῦ, καὶ κατὰ μικρὸν οὕτω συνηγειρόμην μόλις τε καὶ χαλεπῶς, οὐ μέντοι πρότερόν γε ὁ πυρετὸς παντελῶς ἐξέλιπε πρὶν ἐτελεύτησέ μοι τῶν τροφίμων ὁ πλείστου ἄξιος. τῇ δ᾽ αὐτῇ ἡμέρᾳ, ὡς ὕστερον ἔγνων, ἐκεῖνός τε ἐτεθνήκει καὶ ἡ νόσος ᾤχετο ἀπιοῦσα. οὕτω τόν τε ἄχρι

   Αιλ. Αρ. Λογ. 24. 301 τούτου χρόνον δωρεὰν ἔσχον παρὰ τῶν θεῶν καὶ μετὰ τοῦτο ἀνεβίων ὑπὸ τοῖς θεοῖς καί τις οἷον ἀντίδοσις αὕτη συνέβη.

καὶ τὰ μὲν τῆς προρρήσεως τῆς περὶ τῶν ἐτῶν καὶ τῆς ὕστερον ἀσθενείας εἰς τοῦτο συμβάσης καὶ τῶν περὶ ταῦτα ἐπιφανειῶν οὕτως ἔσχεν. ἁρμόττοι δ᾽ ἂν ἴσως περὶ τῶν λουτρῶν ἤδη λέγειν, οἷς διήγαγεν ἡμᾶς, ἐπειδὴ καὶ τὸ ἐξ ἀρχῆς ἅμα τῇ προρρήσει τὸ λουτρὸν ἐπέταξε τὸ ἐν τῷ ποταμῷ. ἦσαν οἱ κατάρροι καὶ ἡ περὶ τὴν ὑπερώαν ἀπορία καὶ πάντα πάχνης ἦν πλέα καὶ πυρὸς, καὶ ἡ τοῦ στομάχου κάκωσις ἤκμαζε καὶ ἄλλα πολλὰ καὶ παντοῖα, καὶ κατεκεκλείμην θέρους ὥρᾳ. καὶ ἐγίγνετο ταῦτα ἐν Περγάμῳ ἐν τῷ τοῦ νεωκόρου τοῦ Ἀσκληπιακοῦ. πρῶτον μὲν οὖν ἐπέταξεν αἷμα ἀφελεῖν ἀπ᾽ ἀγκῶνος καὶ προσέθηκεν, ὅσα ἐγὼ μέμνημαι, λίτρας εἴκοσι καὶ ἑκατόν: τὸ δ᾽ ἦν ἄρα δηλοῦν ὡς οὐκ ὀλίγων δεήσοι τῶν φλεβοτομιῶν, ἐφάνη δ᾽ ἐκ τῶν ὕστερον. οἵ τε γὰρ νεωκόροι ἐν τούτῳ ὄντες ἡλικίας καὶ πάντες οἱ περὶ τὸν θεὸν θεραπευταὶ καὶ τάξεις ἔχοντες ὡμολόγουν ἀεὶ δή ποτε μηδένα πω τῶν πάντων συνειδέναι τοσαῦτα τμηθέντα, πλήν γε Ἰσχύρωνος, εἶναι δ᾽ ἐν τοῖς παράδοξον τό γ᾽ ἐκείνου, ἀλλὰ καὶ ὣς ὑπερβάλλειν τὸ καθ᾽ ἡμᾶς ἄνευ τῶν ἄλλων παραδόξων, ἃ προσῆν ταῖς φλεβοτομίαις, οἷόν περ οὖν καὶ τότε εὐθέως συνέβη. μιᾷ μὲν γὰρ, οἶμαι, ὕστερον ἡμέρᾳ ἢ δυοῖν γε ἐκέλευσε πάλιν ἐκ τοῦ μετώπου ἀφελεῖν, καί τινι τῶν ἐκ τῆς Ῥωμαίων βουλῆς παρεδρεύοντι καὶ αὐτῷ ταυτὸν τοῦτο ἐκέλευσεν, ἐπισημηνάμενος ὅτι καὶ Ἀριστείδῃ προστέτακται —Σηδᾶτος ὄνομα αὐτῷ, βέλτιστος ἀνδρῶν, ὃς ἐμοὶ ταῦτα αὐτὸς διηγεῖτο— ἐν μέσῳ δὲ τούτων τῶν φλεβοτομιῶν προστάττει μοι τὸ λουτρὸν τὸ ἐν τῷ Καΐκῳ, καὶ ἔδει τὰ ἔρια ἀπορρίψαντα ὁδοιπορεῖν καὶ λοῦσθαι: ὄψεσθαι δὲ καὶ ἵππον λούμενον καὶ τὸν νεωκόρον ἑστῶτα ἐπὶ τῆς ὄχθης τὸν Ἀσκληπιακόν. ταῦτα προείρητο καὶ ταῦτα ἐγίγνετο. ἔτι μὲν προσιὼν τῷ ποταμῷ τὸν ἵππον ὁρῶ λούμενον. λουμένου δέ μου παρῆν ὁ νεωκόρος καὶ ἑστὼς ἐπὶ τῆς ὄχθης ἑώρα. ἡ δὲ ἐπὶ τούτῳ κουφότης καὶ ἀναψυχὴ θεῷ μὲν καὶ μάλα ῥᾳδία γνῶναι,

   Αιλ. Αρ. Λογ. 24. 302 ἀνθρώπῳ δὲ ἢ νῷ λαβεῖν ἢ ἐνδείξασθαι λόγῳ οὐ πάνυ ῥᾴδιον. ἕτερον τοίνυν λουτρὸν ἐν Σμύρνῃ προσετάχθη χειμῶνος ἱσταμένου, ἔδει δὲ πορευθέντα πρὸς τὰς πηγὰς τὰς θερμὰς τῷ μὲν θερμῷ ὕδατι μὴ χρῆσθαι, τῷ δὲ παραρρέοντι ποταμῷ, καὶ ἦν ἡμέρα πᾶσα ἔφυδρός τε καὶ ψυχρὰ καὶ τὸ ὕδωρ τοσοῦτον διέλιπεν ὅσον ἀρκέσαι τῇ πορείᾳ: καὶ πρῶτον ἦν τῶν θαυμάτων τοῦτο. δείλη τε ἦν ὀψία καὶ τὸ λουτρὸν ἐγίγνετο καὶ ἐπέπνει βορέας ἀκραής. ταυτὶ δὲ ἐν Περγάμῳ πάλιν χειμῶνός τε καὶ ἐν λεπτότητι θαυμαστῇ τοῦ σώματος, ὥστε πολὺν χρόνον πάνυ τοῦ οἰκήματος οὐκ ἐξέβην οὗ κατεκείμην. ἐκέλευσε λούσασθαι τῷ ποταμῷ τῷ διὰ τῆς πόλεως ῥέοντι: ὁ δ᾽ ἔρρει πολὺς ἐξ ὄμβρων, καὶ προεῖπεν ὡς τριῶν τῶν λουτρῶν ἐσομένων. γενομένου δὲ τοῦ προστάγματος ὡς ἐπύθοντο συνῆλθον οἱ σπουδαιότατοι τῶν φίλων παραπέμποντες καὶ φροντίζοντες ὅ τι ἀποβήσοιτο, καὶ ἅμα ἀντ᾽ ἄλλης ἱστορίας ποιούμενοι ἰδεῖν τὰ γιγνόμενα, καὶ γὰρ δὴ καὶ ἡ ἡμέρα χειμέριος ἦν. πρῶτον μὲν οὖν ὕσθημεν παρὰ τὴν ὁδὸν καὶ τὸ πρῶτον ἦν τῶν λουτρῶν τοῦτο: καὶ γὰρ ἀνῄειμεν ἀνωτέρω τὴν ἐφ᾽ Ἵππωνος, βουλόμενοι καθαρῷ τῷ ὕδατι ἐντυχεῖν καὶ ὃ μήπω ὡμίληκε τῇ πόλει. ὡς δὲ ἐγενόμεθα ἐπὶ τῆς ὄχθης, οὐδεὶς τῶν φίλων ἐθάρρει παρακελεύσασθαι, καίτοι παρῆν μὲν ὁ νεωκόρος αὐτὸς, παρῆσαν δὲ καὶ τῶν φιλοσόφων τινὲς, ἄνδρες καλοὶ κἀγαθοὶ, ἀλλ᾽ ὅμως ἀγωνιῶντες καὶ ἀπορούμενοι φανεροὶ πάντες ἦσαν. κἀγὼ τά τε ἱμάτια ἀπερρίπτουν καὶ καλέσας τὸν θεὸν ἵεμαι εἰς μέσον τὸν πόρον. ὁ δὲ ἐκυλίνδει μὲν πέτρας, ἔφερε δὲ ὕλην, ἐκύμαινε δὲ ὥσπερ ἐξ ἀνέμου, καὶ τῶν κάτω φανερὸν ἦν οὐδὲν, ἠχὴ δὲ καὶ θόρυβος πολύς. ἐνταῦθα δὴ αἱ μὲν πέτραι ἀντὶ φύλλων περιέρρεον, τὸ δὲ ὕδωρ οὕτω κοῦφον ἦν ὡς οὐδὲν τῶν καθαρῶς διαφανῶν, καὶ διέτριψα δὴ εἰς ὅσον πλεῖστον ἐξῆν. ὡς δ᾽ ἐξέβην ἐπὶ τὴν ὄχθην, θέρμη διὰ παντὸς ἐχώρει τοῦ σώματος καὶ ἀτμὸς ἄνω πολὺς, καὶ πάντα ἐπεφοίνικτο, καὶ τὸν παιᾶνα ᾔδομεν. καὶ ὡς ἐπανῄειμεν, αὖθις αὖ ὕδωρ ἐπιγίγνεται ἐκ Διὸς, καὶ τὸ τρίτον τῶν λουτρῶν εἰς τοῦτο ἐτελεύτησεν.

ἕτερον τοίνυν ἐν Ἐλαίᾳ ταύτῃ γενόμενον. ἔπεμψέ με λουσόμενον θαλάττῃ, πλοῖόν τε δὴ προειπὼν

   Αιλ. Αρ. Λογ. 24. 303 Ἀσκληπιὸν ὁρμοῦν ἐπὶ τῷ στόματι τοῦ λιμένος, καθ᾽ ὃ ῥῖψαι δεῖν ἑαυτὸν, καὶ φωνάς τινας τῶν ναυτῶν καὶ ἕτερα ἃ οὐ μέμνημαι πάνθ᾽ ἑξῆς τοῖς μεθ᾽ ἡμέραν ἀποβᾶσιν ὁμολογήσαντα. ὡς οὖν κατήλθομεν εἰς τὴν Ἐλαίαν, παρῆμεν ἔξω πρὸς τὸν λιμένα, καὶ εὐθὺς μὲν τὸ πλοῖον εὑρίσκετο, Ἀσκληπιὸς ὄνομα, εὐθὺς δ᾽ ἐβόων οἱ ναῦται τὸν θεὸν, ὡς εἶδον τὰ γιγνόμενα. ἦν δὲ ἀπαρκτίας λαμπρὸς, ὥστ᾽ ἐκβὰς ἐδεήθην σκέπης. πάλιν οὖν τῆς ἐπιούσης νυκτὸς κελεύει τῇ μὲν θαλάττῃ κατὰ ταὐτὰ χρῆσθαι, ἐκβάντα δὲ τοῦ ὕδατος στάντα ἐναντίον τοῦ ἀνέμου οὕτω θεραπεῦσαι τὸ σῶμα. καὶ ὅτι μὲν πολλοῖς ἤδη τοιαῦτα ἐπιτέτακται σύνοιδα: ἀλλὰ πρῶτον μὲν κατ᾽ αὐτὸ τοῦτο θαυμαστότερον τὸ τοῦ θεοῦ, ἐπὶ πολλῶν καὶ συνεχῶς τὴν αὑτοῦ δύναμιν καὶ πρόνοιαν ἐμφανίζοντος, ἔπειτα εἴ τις ἅπαν τὸ ἡμέτερον ἐνθυμηθείη. καίτοι τίς οἷός τ᾽ ἂν εἴη λογισμῷ λαβεῖν ἐν οἷς ἡμεῖς ἦμεν τότε; ἴσασι δὲ οἱ ἐφ᾽ ἑκάστων παρόντες, τοῦτο μὲν ὡς τὰ τοῦ χρωτὸς εἶχε, τοῦτο δὲ ὡς τἄνδοθεν. ἔτι δὲ ῥεῦμα ἐκ τῆς κεφαλῆς ὅσαι καὶ ἡμέραι καὶ νύκτες φερόμενον καὶ κλυδώνιον ἐν τῷ στήθει καὶ πνεῦμα ἀντανιὸν πρὸς τὸ ῥεῦμα ἄνω καὶ συνισχόμενον ἐν τῷ τραχήλῳ, καὶ πιμπρὰν, καὶ τοσαύτην ἀεὶ τοῦ θανάτου τὴν προσδοκίαν, ὥστε μηδ᾽ οἰκέτην καλέσαι θαρρεῖν, ἀλλὰ νομίζειν μάτην ἂν καλεῖν, φθῆναι γὰρ ἂν τὸ χρῆμα περανθέν. πρὸς δὲ τούτοις ὤτων καὶ ὀδόντων παντοῖα συμπτώματα καὶ τάσιν ἐν κύκλῳ τῶν φλεβῶν καὶ τροφὴν ἄπορον μὲν κατέχειν, ἄπορον δὲ ἐμεῖν: ὅ τι γὰρ καὶ μικρὸν ψαύσειε τῆς φάρυγγος ἢ τῆς ὑπερώας, ἔκλειε τὸν πόρον, κᾆτα ἀναλαβεῖν οὐκ ἦν. ὀδύνη δὲ εἰς ἐγκέφαλον διάπυρος καὶ προσβολαὶ πᾶσαι, κἀν ταῖς νυξὶν ἀμηχανία κατακλίσεως, ἀλλ᾽ ἔδει μετεωρίσαντα αὑτὸν καρτερεῖν προκεκυφότα, τὴν κεφαλὴν ἔχοντα πρὸς τοῖς γόνασι. τούτοις δ᾽, οἶμαι, τοιούτοις οὖσι καὶ ἑτέροις μυρίοις ἀναγκαίως εἵπετο ἐρίοις τε κατειλίχθαι καὶ ἑτέροις σκεπάσμασι: καὶ κάθειρξις ἦν ἀκριβὴς, συγκεκλειμένων πάντων, ὥστε ἡμέρα μὲν νύκτα ἠδύνατο, αἱ

   Αιλ. Αρ. Λογ. 24. 304 δὲ νύκτες ἀνθ᾽ ἡμερῶν ἦσαν ἄγρυπνοι.

τίς κεν ἐκεῖνα
πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;

οὐ γὰρ πεντάετες οὐδ᾽ ἑξάετες οὐκ ἀρκεῖ. ἀλλ᾽ οὐκ ἐλαττόνων ἴσως ἐστὶ χρόνων ἡ διήγησις ἢ ἐν ὅσοις τὰ πράγματα ἐγίγνετο. εἰ δὴ ταῦτά τις προσλογίσαιτο καὶ σκέψαιτο ἐφ᾽ ὅσων καὶ οἵων τῶν παθημάτων καὶ ὁποίας τῆς περὶ ταῦτα ἀνάγκης εἰς θάλατταν καὶ ποταμοὺς καὶ φρέατα ἐκόμιζε, καὶ τῷ χειμῶνι μάχεσθαι προσέταττε, φήσει πᾶν ὡς ἀληθῶς περαιτέρω θαυμάτων εἶναι, καὶ τοῦ τε θεοῦ τὴν δύναμιν καὶ τὴν πρόνοιαν μειζόνως ὄψεται, κἀμοὶ συνησθήσεται τῆς τιμῆς ἣν ἐτιμώμην, καὶ οὐκ ἂν τῆς ἀσθενείας μᾶλλον συνάχθοιτο.

πόθεν οὖν συνεσκευάσθη τοσοῦτον πρᾶγμα ἴσως ἄν τις ἀκοῦσαι δεηθείη. τὸ δ᾽ ἐστὶ μὲν πέρα ἢ κατ᾽ Ἀλκίνου ἀπόλογον, πειράσομαι δέ πως ἐξ ἐπιδρομῆς εἰπεῖν. ἐξῆλθον εἰς Ῥώμην χειμῶνος μεσοῦντος, κάμνων οἴκοθεν εὐθέως ἐξ ὑδάτων καὶ ψύξεως οὐδεμίαν τῶν παρόντων ὤραν ποιησάμενος, τῇ δ᾽ ἀσκήσει τοῦ σώματος πιστεύων καὶ τῇ περὶ πάντα ἀγαθῇ τύχῃ. καὶ προελθὼν ἄχρι Ἑλλησπόντου τό τε οὖς ἔκαμνον καθ᾽ ὑπερβολὴν καὶ τἄλλα οὐχ ὡς ἔτυχε διεκείμην, καὶ μικρόν τι ῥαΐσας τὸ πέρα προῄειν. μετὰ ταῦτα ὑετοὶ, πάγοι, κρύσταλλοι, ἄνεμοι πάντες: Ἕβρος μὲν ἄρτι κεκομμένος, ὥστ᾽ εἶναι πλοίοις διαβατὸς, εἰ δὲ μὴ, πᾶς ἠπείρωτο ὑπὸ κρυστάλλου: πεδία δὲ λιμνάζοντα ὅσον ὀφθαλμὸς ἐπεῖχε: καταγωγίων δὲ ἀπορία, καὶ πλέον ἐκ τῶν ὀροφῶν τὸ ὕδωρ ἢ ἐκ Διὸς ἔξω ῥέον: καὶ τούτοις ἅπασιν ἔπειξις καὶ δρόμος παρὰ τὴν καθεστηκυῖαν ὥραν τε καὶ δύναμιν τοῦ σώματος. οὔτε γὰρ οἱ τὰς ἀγγελίας κομίζοντες τῶν στρατιωτῶν ἡμᾶς γε παρῆλθον, ἵνα μηδὲν εἴπω πλέον, τῶν τε οἰκετῶν ἐπὶ σχολῆς ὡδοιπόρουν οἱ πλείους. ἐγὼ δὲ καὶ τοὺς ἀγωγοὺς αὐτὸς ἀνεζήτουν, εἴ που δεήσειε, καὶ ἦν οὐδὲ τοῦτο ἀπὸ τοῦ ῥᾴστου γιγνόμενον. ἔδει γὰρ ὑποφεύγοντας οἷα βαρβάρους ἀνθρώπους ἕλκειν, τὰ μὲν πείθοντα, ἔστι δ᾽ ᾗ καὶ χειρούμενον. ἐκ δὴ τούτων ἁπάντων ἡ νόσος ᾔρετο. καὶ τοῦτο μὲν περὶ τῶν ὀδόντων ἐν παντὶ κατέστην, ὥσθ᾽ ὑπεῖχον τὰς χεῖρας, ὡς ἀεὶ δεξόμενος. τροφῆς δὲ

   Αιλ. Αρ. Λογ. 24. 305 καὶ παντάπασιν ἀπεκεκλείμην, ὅτι μὴ γάλακτος μόνου: τοῦ τε ἄσθματος περὶ τὸ στῆθος ᾐσθόμην τότε πρῶτον καὶ πυρετοὶ κατέλαβον ἰσχυροὶ καὶ ἄλλα ἀμύθητα: καὶ ἐκείμην ἐν Δέσσῃ πρὸς τῷ καταρράκτῃ, καὶ μόλις ἡμέρᾳ ἑκατοστῇ ὕστερον ᾗ ἐκινήθην οἴκοθεν ἐν Ῥώμῃ γίγνομαι. καὶ μετ᾽ οὐ πολὺ τὰ σπλάγχνα ᾠδήκει καὶ τὰ νεῦρα κατέψυκτο καὶ φρίκη διέθει διὰ παντὸς τοῦ σώματος καὶ τὸ πνεῦμα ἀπεκέκλειτο. καὶ οἱ ἰατροὶ καθάρσεις προσῆγον καὶ πιὼν ἐλατήριον εἰς δύο ἡμέρας ἐκαθαιρόμην, ἕως εἰς αἷμα ἀπέσκηψε. καὶ πυρετοὶ κατέλαβον καὶ πάντ᾽ ἦν ἄπορα ἤδη καὶ σωτηρίας οὐδ᾽ ἡτισοῦν ἐλπίς. καὶ τέλος οἱ ἰατροὶ κατέτεμνον ἐκ τοῦ στήθους ἀρξάμενοι πάντα ἑξῆς ἄχρι πρὸς τὴν κύστιν κάτω: καὶ ὡς ἀνθήψαντο αἱ σικύαι, παντάπασι τὸ πνεῦμα ἀπελήφθη, καὶ διῆλθεν ὀδύνη ναρκώδης καὶ ἄπορος φέρειν, καὶ πάντα αἵματι ἐπέφυρτο καὶ γίγνομαι ὑπεραλγεινός. καὶ τῶν σπλάγχνων ᾐσθανόμην οἷον ψυχρῶν τε καὶ ἐκκρεμαμένων, καὶ τὸ τῆς ἀμηχανίας τῆς περὶ τὴν ἀναπνοὴν ἐπετάθη. καὶ τί χρὴ ποιεῖν οὐκ ἦν, καὶ γὰρ σῖτον αἱρουμένῳ καὶ διαλεγομένῳ μεταξὺ προσίστατο καὶ ἔδει πεπνῖχθαι δοκεῖν. καὶ ἡ ἄλλη τοῦ σώματος ἀσθένεια κατὰ λόγον τούτων ἦν. φάρμακα δὲ θήρειά τε καὶ ἄλλα παντοῖα τηνάλλως ἐδίδοτο. ἐδόκει δὴ χρῆναι κομίζεσθαι οἴκαδε, εἴ πως εἴη διαρκέσαι. κατὰ γῆν μὲν οὖν ἄπορον ἦν, οὐ γὰρ ἔφερε τὸ σῶμα τὸν σεισμόν: πλῷ δὲ ἐπεχειροῦμεν. τῶν δ᾽ ὑποζυγίων τὰ μὲν ὑπὸ τῶν χειμώνων ἐτεθνήκει, τὰ δὲ περιόντα ἀπεδιδόμεθα. καὶ συμβαίνει τις Ὀδύσσεια, εὐθὺς μὲν ἐν τῷ Τυρρηνικῷ πελάγει ζάλη καὶ ζόφος καὶ λὶψ καὶ ταραχὴ τῆς θαλάττης ἀκατάσχετος, καὶ ὁ κυβερνήτης μεθῆκε τοὺς οἴακας, καὶ ὁ ναύκληρος καὶ οἱ ναῦται σποδὸν καταχεάμενοι σφᾶς τε αὐτοὺς ἀπῴμωζον καὶ τὸ πλοῖον. ἡ δὲ ἐπεισέρρει πολλὴ κατὰ πρῷραν καὶ κατὰ πρύμναν ἡ θάλαττα, καὶ κατεκλυζόμην τῷ τε ἀνέμῳ καὶ τοῖς κύμασι, καὶ ταῦτα ἐγίγνετο ἡμέραν καὶ νύκτα. μέσαι νύκτες σχεδὸν ἦσαν, ἡνίκα πρὸς τὴν Πελωρίδα ἄκραν

   Αιλ. Αρ. Λογ. 24. 306 τῆς Σικελίας προσηνέχθημεν. ἔπειτα ἐν πορθμῷ πλάναι καὶ δρόμοι, τὰ μὲν εἰς τὸ πρόσθεν, τὰ δὲ εἰς τοὐπίσω. τοῦ δὲ Ἀδρίου τὸ μὲν πέλαγος δυοῖν νυξὶ καὶ ἡμέρᾳ διήλθομεν, ἀψοφητὶ παραπέμποντος τοῦ ῥεύματος. ὡς δ᾽ ἔδει πρὸς τὴν Κεφαλληνίαν προσχεῖν, αὖθις αὖ κῦμα ὑψηλὸν, καὶ τὸ πνεῦμα οὐκ ἔφερεν, ἀλλ᾽ ἐπλανώμεθα ἄνω καὶ κάτω, κάματος παντοδαπὸς τοῦ σώματος καὶ λύσις. τὰ δ᾽ ἐν τῷ πορθμῷ τῷ Ἀχαϊκῷ πάλιν συμβάντα ὑπ᾽ αὐτὴν ἰσημερίαν ἀράντων τῶν χρηστῶν ναυτῶν ἐκ Πατρῶν ἄκοντος ἐμοῦ καὶ ἀντιλέγοντος ἐξ ἀρχῆς οὐδ᾽ ἂν λέγων εἴποις, ἐν οἷς ἅπασι τό τε στῆθος καὶ τἄλλα ἔτι μειζόνως ἐκακοῦτο. παραπλήσια δὲ καὶ τὰ ἐν τῷ Αἰγαίῳ, μοχθηρία κυβερνήτου καὶ ναυτῶν γενόμενα ἐναντία τοῖς πνεύμασι πλεῖν ἀξιούντων καὶ μηδὲν ἀκούειν ἐθελόντων ἐμοῦ. τέτταρες πάλιν αὗται πρὸς ταῖς δέκα ἡμέραι καὶ νύκτες, χειμῶνος κύκλῳ διὰ παντὸς τοῦ πελάγους φερομένων, κἀν ταύταις ἀσιτίαι οὐκ ὀλίγαι, καὶ μόλις Μιλήτῳ προσηνέχθημεν. καὶ οὔτε ἵστασθαι δυνατὸς ἦν τά τε ὦτα ἐξεκεκώφητο, ἠνώχλει τε οὐδὲν ὅ τι οὔ. καὶ κατὰ μικρὸν προσιόντες οὕτω γιγνόμεθα ἐν τῇ Σμύρνῃ, πέρα πάσης ἐλπίδος. καὶ χειμὼν ἤδη ἦν καὶ τὰ τῆς ὑπερώας παντάπασι δυσχερῶς εἶχε καὶ τἄλλα ὡσαύτως. καὶ συνῆλθον οἵ τε ἰατροὶ καὶ γυμνασταὶ, καὶ οὔτε βοηθεῖν εἶχον οὔτε ἐγνώριζον τὴν ποικιλίαν τῆς νόσου. τοσοῦτον δ᾽ οὖν συνέδοξεν, εἰς τὰς πηγὰς τὰς θερμὰς κομίσαι, ἐπειδὴ καὶ τὸν ἐν τῇ πόλει ἀέρα φέρειν οὐχ οἷός τε ἦν. καὶ τὰ ἐπὶ τούτοις δὴ μικρῷ πρόσθεν διηγούμην. ἐκ τοιούτων καὶ τοσούτων ὡς βραχέως τε καὶ ἀμυδρῶς εἰπεῖν ἡ νόσος ἠσκήθη καὶ συνεσκευάσθη, κατὰ προσθήκην χρόνου προϊοῦσα ἀεί. καὶ παρελθόντος ἐνιαυτοῦ καὶ μηνῶν ἐπὶ τὴν ἐν Περγάμῳ καθέδραν ἤλθομεν.

   Αιλ. Αρ. Λογ. 24. 307 νῦν δὲ ὅθεν ἐξέβημεν τρεπώμεθα πρὸς τὰ λουτρὰ τὰ θεῖα: ὀδύναι δὲ καὶ νόσοι καὶ κίνδυνοι πάντες ἐρρόντων. ἐγκατεκεκλίμην μεταξὺ τῶν τε θυρῶν καὶ τῶν κιγκλίδων τοῦ νεὼ κατὰ δή τινα ὀνείρατος ὄψιν: καί μοι χρῇ ὁ θεὸς τὸ ἔπος τόδε

ἑσπέριοι δ᾽ ἤκμαζον ἐπὶ κρήναις χλοεραῖσιν.

ἔπειτα ἐχριόμην τε ἐν τῷ ὑπαίθρῳ ἐν τῷ περιβόλῳ τοῦ ἱεροῦ καὶ ἐλούμην τῷ φρέατι τῷ ἱερῷ, καὶ οὐδεὶς ἦν ὅστις οὐχ ὁρῶν ἠπίστει. καὶ μικροῦ πᾶσαν ἐξέβαλον τὴν νόσον, εἰ μὴ τοῦ θεοῦ σημεῖα φαίνοντος καὶ μεταβάλλοντος ἤδη τὴν δίαιταν αὐτὸς μὲν οὕτως εἶχον ὡς ταύτῃ ποιήσων, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων, οἳ σοφίας τε ἀντιποιούμενοι καί τινα ἔχειν περὶ ταῦτα δοκοῦντες δεινότητα ἀτοπώτερον τὰ ἐνύπνια ἐξηγοῦντο, φάσκοντες δι᾽ ὑπερβολῆς ἐνδείκνυσθαι τὸν θεὸν ὅτι χρὴ μένειν ἐπὶ τῶν αὐτῶν. κἀγὼ συνεχώρησα ἄκων μὲν καὶ ὑφορώμενος καὶ νομίζων αὐτὸς ἄμεινον γιγνώσκειν, ὡς δ᾽ ἂν μὴ δοκοίην ἐμαυτῷ τις εἶναι μόνῳ πειθόμενος. παθὼν δ᾽ ἔγνων καλῶς ὡς ὀρθῶς ἐγίγνωσκον. ἀλλ᾽ ὅσα μὲν σύμβουλοι διήμαρτον χωρὶς ἔστω: καίτοι καὶ ταῦτα ἔοικε τῶν σφόδρα πρὸς τὸν θεὸν εἶναι. τὸ γὰρ τὴν αὐτὴν δίαιταν καὶ τὰ αὐτὰ πράγματα, ὁπότε μὲν ὁ θεὸς ἡγοῖτό τε καὶ διαρρήδην εἴποι, σωτηρίαν, ἰσχὺν, κουφότητα, ῥᾳστώνην, εὐθυμίαν, πάντα τὰ κάλλιστα καὶ τῷ σώματι καὶ τῇ ψυχῇ φέρειν, ἄλλου δέ του συμβουλεύσαντος καὶ μὴ στοχασαμένου τῆς γνώμης τοῦ θεοῦ πάντα τἀναντία τούτοις ἐπιφέρειν, πῶς οὐ μέγιστον σημεῖον τοῦ θεοῦ τῆς δυνάμεως; φέρε δὴ πάλιν τῶν παρ᾽ αὐτοῦ μνημονεύσωμεν. ἦν ἰσημερία ἡ μετὰ χειμῶνα ὅτε πηλοῦνται τῷ θεῷ, ἐμοὶ δ᾽ οὐχ οἷόν τ᾽ ἦν, εἰ μή τι σημήνειε παρακινεῖν. ἀπώκνησα οὖν: ἡ δὲ ἡμέρα κατὰ μνήμην ἐμὴν καὶ πάνυ ἀλεεινὴ ἐγένετο. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις χειμὼν ἐπιγίγνεται καὶ βορέας ἐώθει πάντα τὸν οὐρανὸν, καὶ νεφέλαι μέλαιναι ἠγείροντο συνεχεῖς, καὶ πάλιν ἐκ νέας χειμών. τοιούτων δ᾽ ὄντων προσέταξε χρήσασθαι τῷ πηλῷ πρὸς τῷ φρέατι τῷ ἱερῷ καὶ λούσασθαι αὐτόθεν. παρέσχον

   Αιλ. Αρ. Λογ. 24. 308 οὖν θέαν καὶ τότε, τοσαύτη δ᾽ ἦν τοῦ τε πηλοῦ καὶ τοῦ ἀέρος ἡ ψυχρότης ὥστε ἕρμαιον ἐποιησάμην προσδραμεῖν τῷ φρέατι, καί μοι τὸ ὕδωρ ἀντ᾽ ἄλλης ἀλέας ἤρκεσε.

καὶ ταῦτ᾽ ἐστὶ τὰ πρῶτα τοῦ θαύματος. τῇ δ᾽ ἐπιούσῃ νυκτὶ προστάττει τῷ τε πηλῷ πάλιν κατὰ τὰ αὐτὰ χρήσασθαι καὶ δραμεῖν κύκλῳ περὶ τοὺς νεὼς εἰς τρίς: καὶ τοῦ βορέου τὸ χρῆμα ἀμύθητον ἦν καὶ ὁ κρυμὸς ἐπηύξητο, οὐχ οὕτως πυκνὴν εὗρες ἂν ἐσθῆτα ὥστε ἱκανὴν εἶναι στέγειν, ἀλλὰ διεξῄει καὶ προσέπιπτε ταῖς πλευραῖς ὥσπερ βέλος. τῶν οὖν ἑταίρων τινὲς ὡσπερεὶ παραμυθεῖσθαί με βουλόμενοι καὶ ταῦτα οὐδὲν δεόμενον ἔγνωσαν παρακινδυνεῦσαί τε καὶ μιμήσασθαι. ἐγὼ μὲν δὴ χρισάμενος περιέθεον παρέχων τῷ βορέᾳ ξαίνειν εὖ καὶ καλῶς, καὶ τελευτῶν προσελθὼν πρὸς τὸ φρέαρ ἀπελουσάμην: τῶν δὲ ὁ μέν τις εὐθὺς ἀπεστράφη, ὁ δὲ σπασμῷ τε εἴχετο καὶ κομισθεὶς ὑπὸ σπουδῆς εἰς βαλανεῖον μετὰ πολλῶν πραγμάτων ἐξεθερμαίνετο. ἡμεῖς δὲ ἤδη τὸ μετὰ τοῦτο ἠρινὴν ἤγομεν ἡμέραν: αὖθις δὲ χειμῶνος ὥρᾳ καὶ πάγου καὶ πνεύματος οἵου ψυχροτάτου κελεύει λαβόντα τοῦ πηλοῦ καὶ περιχεάμενον καθέζεσθαι εἰς τὴν αὐλὴν τοῦ ἱεροῦ, καλοῦντα Δία, θεὸν ὕπατον καὶ ἄριστον. ἐγίγνετο καὶ ταῦτα ἐν πολλοῖς τοῖς θεαταῖς. ὃ τοίνυν οὐδενὸς ἧττον ἐθαυμάσθη τῶν εἰρημένων, ὅτε γὰρ ἡ συνέχεια τῶν πυρετῶν ἦν ἡμέρας τετταράκοντα καὶ ἔτι πλείους, καί τινες καὶ τῶν λιμένων ἐπάγησαν καὶ τῆς πρὸς Ἐλαίᾳ θαλάττης ὅσον ἐκ Περγάμου κατιόντι ὁ αἰγιαλὸς ἐπέχει, τότε μοι προστάττει χιτωνίσκον ἐνδῦναι λινοῦν καὶ μηδ᾽ ὁτιοῦν ἄλλο, ἀλλ᾽ ἐν τούτῳ διακαρτερεῖν, καὶ προελθόντα ἐξ εὐνῆς ἀπονίψασθαι ἐπὶ τῆς κρήνης ἔξω. ἦν δ᾽ ἔργον τυχεῖν ὕδατος, ἀλλὰ πάντα ἐπεπήγει, καὶ ὁ κρουνὸς εὐθὺς ἀπεψύχετο ἐν αὐτῷ, καὶ οἷον κρυστάλλου τις αὐλὸς ἦν, καὶ ὅ τι δὲ ἐγχέαις θερμὸν, παραχρῆμα ἐπήγνυτο. ὅμως δὲ τῇ τε κρήνῃ ὡμιλήσαμεν καὶ ὁ λινοῦς ἤρκεσε, καὶ πάντες μᾶλλον ἐρίγων, καὶ ἡ δίαιτα σχεδὸν ἡ πλείστη περὶ τὸ ἱερὸν ἠνύσθη μοι. ἀδελφὰ δὲ τούτων καὶ αἱ τῶν χειμώνων ἀνυποδησίαι αἱ συνεχεῖς καὶ

   Αιλ. Αρ. Λογ. 24. 309 διὰ παντὸς τοῦ ἱεροῦ κατακλίσεις, ἐν ὑπαίθρῳ τε καὶ ὅπου τύχοι, καὶ οὐχ ἥκιστα δὴ ἡ ἐν τῇ ὁδῷ τοῦ νεὼ ὑπ᾽ αὐτὴν τὴν ἱερὰν λαμπάδα τῆς θεοῦ γενομένη. ἐφόρεσα δὲ καὶ ἱμάτιον χιτωνίσκου χωρὶς, οὐκ οἶδ᾽ ὁπόσας τινὰς ἡμέρας. καὶ μὴν ὅσα αὖ ποταμοῖς, πηγαῖς, ἢ καὶ θαλάττῃ προσέταξε χρήσασθαι, ἢ πρότερον τούτων ἢ ὕστερον, τὰ μὲν πρὸς Ἐλαίᾳ, τὰ δὲ Σμύρνῃ, καὶ ἐν οἷστισι τοῖς καιροῖς ἕκαστα αὐτῶν, ἀμύθητα ἂν εἴη λέγειν. ἀλλ᾽ ὅτ᾽ ἔναγχος εἰς τὴν Ἔφεσον ἀπέστειλε κατὰ τοὺς λόγους, ὕσθημεν καὶ παρὰ τὴν ὁδὸν πολλῷ, τῇ τρίτῃ τῶν ἡμερῶν, τὴν γὰρ δευτέραν αὐτὸς ἐπέσχε, καὶ συνέβη τὸ ὕδωρ εὐθὺς τότε γίγνεσθαι. σχεδὸν δὲ οὐκ εἰς ἐκείνην ἔφερε μόνον τὰ φανθέντα, ἀλλὰ καὶ εἰς τὴν ἐπιοῦσαν, κἀγὼ προὔλεγον ταῦτα τοῖς σὺν ἐμαυτῷ. οἱ δὲ τὴν ἑτέραν ἔφερον τὴν τοῦ προϊέναι, ἄλλως τε καὶ τὴν σπουδὴν ὁρῶντες τῶν ἀνθρώπων ὡς εἶχον πρὸς ἡμᾶς. εἰσὶ γὰρ οἱ βαδίζοντες εἰς Πέργαμον τῶν θεωριῶν ἕνεκα, καὶ ὡς εἶδον ἡμᾶς, ἀνέστρεψαν εἰς τὴν Ἔφεσον δρόμῳ. καὶ ταῦτα μὲν οὕτως εἶχεν. ὑσθέντος δέ μου καὶ ἀγωνιῶντος οὐ πολλαῖς ὕστερον ἡμέραις ἐπειδὴ ἐν τῇ Ἐφέσῳ ἐγενόμην, ἐπιτάττει ψυχρὸν λουτρὸν, καὶ ἐλουσάμην ἐν τῷ γυμνασίῳ τῷ πρὸς τῷ Κορεσσῷ. οἱ δ᾽ ὁρῶντες οὐχ ἧττον τὸ λουτρὸν ἢ τοὺς λόγους ἐθαύμαζον: τὰ δ᾽ ἀμφότερ᾽ ἦν παρὰ τοῦ θεοῦ.