Λουκιανού επιγράμματα
Λουκιανού Επιγράμματα Συγγραφέας: Επιγράμματα στην Παλατινή Ανθολογία |
Άλλα επιγράμματα Λουκιανού→ |
- X 28 Τοῖσι μὲν εὖ πράττουσιν ἅπας ὁ βίος βραχύς ἐστιν
- XI 428 Εἰς τὶ μάτην νίπτεις δέμας Ἰνδικὸν;
- XI 430 Εἰ τὸ τρέφειν πώγωνα δοκεῖς σοφίαν περιποιεῖν
- XI 431 Εἰ ταχὺς εἰς τὸ φαγεῖν καὶ πρὸς δρόμον ἀμβλὺς ὑπάρχεις
- XVI 154 ᾿Ηχὼ πετρήεσσαν ὁρᾷς, φίλε, Πανὸς ἑταίρην
- XVI 238 Εἰς τὸ κενόν με τέθεικε, νόμου χάριν / μετάφραση: Στέφανος (Σίμος Μενάρδος)/Άδικα μ' έβαλ' εδώ δα ο Ευτυχής στ' αμπέλι, Λουκιανού
Πίνακας περιεχομένων
Χ 28 Λουκιανού[Επεξεργασία]
- Τοῖσι μὲν εὖ πράττουσιν ἅπας ὁ βίος βραχύς ἐστιν, τοῖς δὲ κακῶς μία νύξ ἄπλετός ἐστι χρόνος.
XI 428 Λουκιανού[Επεξεργασία]
- Εἰς τὶ μάτην νίπτεις δέμας Ἰνδικὸν ; ἴσχεο τέχνης· οὐ δύνασαι δνοφερὴν νύκτα καθηλιάσαι.
XI 430 Λουκιανού[Επεξεργασία]
- Εἰ τὸ τρέφειν πώγωνα δοκεῖς σοφίαν περιποιεῖν, καὶ τράγος εὐπώγων αἶψ’ ὅλος ἐστὶ Πλάτων.
XI 431 Λουκιανού[Επεξεργασία]
- Εἰ ταχὺς εἰς τὸ φαγεῖν καὶ πρὸς δρόμον ἀμβλὺς ὑπάρχεις, τοῖς ποσί σου τρῶγε καὶ τρέχε τῷ στόματι.
XVI 154 Λουκιανού οι δε Αρχίου[Επεξεργασία]
- ᾿Ηχὼ πετρήεσσαν ὁρᾷς, φίλε, Πανὸς ἑταίρην, ἀντίτυπον φϑογγὴν ἔμπαλιν ᾀδομένην,
- παντοίων στομάτων λάλον εἰκόνα, ποιμέσιν ἡδὺ παίγνιον. ὅσσα λέγεις, ταῦτα κλύων ἄπιϑι.
XVI 238 Λουκιανού[Επεξεργασία]
- Εἰς τὸ κενόν με τέθεικε, νόμου χάριν, ὧδε Πρίηπον Εὐστοχίδης ξηρῶν κληματίδων φύλακα•
- καὶ περιβέβλημαι κρημνὸν βαθύν. ὃς δ' ἂν ἐπέλθη, οὐδὲν ἔχει κλέψαι πλὴν ἐμὲ τὸν φύλακα.