Λαυσαϊκή Ιστορία/Α

Από Βικιθήκη
Λαυσαϊκή Ιστορία
Συγγραφέας:
Μέρος α´


Πολλῶν πολλὰ καὶ ποικίλα κατὰ διαφόρους καιροὺς συγγράμματα τῷ βίῳ καταλελοιπότων, τῶν μὲν ἐξ ἐπιπνοίας τῆς ἄνωθεν χάριτος θεοδότου εἰς οἰκοδομὴν καὶ ἀσφάλειαν τῶν πιστῇ προθέσει ἑπομένων τοῖς δόγμασι τοῦ σωτῆρος, τῶν δὲ ἐξ ἀνθρωπαρέσκου καὶ διεφθαρμένης προθέσεως ὑλομανησάντων εἰς παραμυθίαν τῶν κενοδοξίαν κισσώντων, ἑτέρων δὲ ἔκ τινος μανίας καὶ ἐνεργείας τοῦ μισοκάλου δαίμονος τύφῳ καὶ μήνιδι ἐπὶ λύμῃ τῶν κουφογνωμόνων ἀνθρώπων καὶ σπίλῳ τῆς ἀχράντου καὶ καθολικῆς ἐκκλησίας ἐπεισφρησάντων ταῖς διανοίαις τῶν ἀνοήτων ἐπὶ ἐγκότῳ τῆς σεμνῆς πολιτείας· ἔδοξε κἀμοὶ τῷ ταπεινῷ, αἰδεσθέντι τὴν ἐπιταγὴν τῆς σῆς μεγαλονοίας, φιλομαθέστατε, τὴν ἐπὶ προκοπῇ τῆς διανοίας, τριακοστὸν μὲν καὶ τρίτον ἔτος ἄγοντι ἐν τῇ τῶν ἀδελφῶν πολιτείᾳ δῆθεν καὶ τῷ μονήρει βίῳ, εἰκοστὸν δὲ τῆς ἐπισκοπῆς, πεντηκοστὸν δὲ καὶ ἕκτον ἐν τῇ πάσῃ ζωῇ, ποθοῦντί σοι τὰ τῶν πατέρων διηγήματα, ἀρρένων τε καὶ θηλειῶν, ὧν τε ἑώρακα καὶ περὶ ὧν ἀκήκοα, οἷς τε συνανεστράφην ἐν τῇ κατ᾿ Αἴγυπτον ἐρήμῳ καὶ Λιβύῃ καὶ Θηβαΐδι καὶ Συήνῃ, ὑφ᾿ ἣν καὶ οἱ λεγόμενοι Ταβεννησιῶται, ἔπειτα Μεσοποταμίᾳ Παλαιστίνῃ τε καὶ Συρίᾳ, καὶ τοῖς μέρεσι τῆς δύσεως Ῥώμῃ τε καὶ Καμπανίᾳ καὶ τῶν περὶ ταύτην, ἄνωθεν ἐκθέσθαι σοι ἐν διηγήματος εἴδει τὸ βιβλίον τοῦτο· ὅπως σεμνὸν καὶ ψυχωφελὲς ὑπομνηστικὸν ἔχων ἀδιάλειπτον φάρμακον λήθης πάντα μὲν νυσταγμὸν τὸν ἐξ ἀλόγου ἐπιθυμίας, πᾶσαν δὲ διψυχίαν καὶ κιμβικίαν τὴν ἐν ταῖς χρείαις, πάντα τε ὄκνον καὶ μικροψυχίαν τῶν ἐν τῷ ἤθει, ὀξυθυμίαν τε καὶ τάραχον καὶ λύπην καὶ ἄλογον φόβον διὰ τούτου ἀποσκευαζόμενος καὶ τὸν μετεωρισμὸν τοῦ κόσμου, ἀδιαλείπτῳ πόθῳ προκόπτῃς ἐν τῇ προθέσει τῆς εὐσεβείας, ὁδηγὸς καὶ σαυτοῦ καὶ τῶν μετὰ σοῦ καὶ τῶν ὑπὸ σὲ καὶ τῶν εὐσεβεστάτων γινόμενος βασιλέων· δι᾿ ὧν κατορθωμάτων πάντες οἱ φιλόχριστοι ἑνωθῆναι θεῷ ἐπείγονται· συνεκδεχόμενος καὶ τὴν ἀνάλυσιν τῆς ψυχῆς καθ᾿ ἡμέραν, κατὰ τὸ γεγραμμένον· «Ἀγαθὸν τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι»· καὶ τὸ «Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρόν»· ὁ γὰρ μνημονεύων ἀεὶ τοῦ θανάτου ὡς ἐξ ἀνάγκης ἥξει καὶ οὐ μελλήσει, οὐ πταίσει μεγάλα· μήτε παραλογιζόμενος τὴν ὑποθήκην τῶν ὑφηγήσεων μήτε διαπτύων τὴν ἰδιωτείαν καὶ τὸ ἀκαλλὲς τῆς λέξεως. Οὐ γὰρ δὴ τοῦτο τὸ ἔργον ἐστὶ θεϊκῆς διδασκαλίας σεσοφισμένως φράζειν, ἀλλὰ πείθειν τὴν γνώμην νοήμασιν ἀληθείας, κατὰ τὸ εἰρημένον· «Ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ»· καὶ πάλιν· «Μὴ ἀστοχήσῃς διηγήματος γερόντων, καὶ γὰρ καὶ αὐτοὶ παρὰ τῶν πατέρων ἔμαθον».

Ἐγὼ τοίνυν, φιλομαθέστατε θεοῦ ἄνθρωπε, ἐκ μέρους ἑπόμενος ταύτῃ τῇ ῥήσει πολλοῖς τῶν ἁγίων συντετύχηκα, οὐ περιέργῳ χρησάμενος λογισμῷ, ἀλλὰ καὶ τριάκοντα ἡμερῶν καὶ δὶς τοσούτων ὁδὸν ἐξανύσας, ὡς ἐπὶ θεοῦ πεζῇ τῇ πορείᾳ πατήσας πᾶσαν τὴν γῆν Ῥωμαίων, ἠσμένισα τὴν κακουχίαν τῆς ὁδοιπορίας ἐπὶ συντυχίᾳ ἀνδρὸς φιλοθέου, ἵνα κερδήσω ὅπερ οὐκ εἶχον.

Εἰ γὰρ ὁ πολλῷ κρείττων ἐμοῦ ὑπερβὰς πολιτείᾳ καὶ γνώσει καὶ συνειδήσει καὶ πίστει Παῦλος τὴν ἀπὸ Ταρσοῦ εἰς τὴν Ἰουδαίαν ἐστείλατο ἀποδημίαν ἐπὶ συντυχίᾳ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου, καὶ ἐν εἴδει καυχήματος διηγεῖται, στηλιτεύων ἑαυτοῦ τοὺς πόνους εἰς παροξυσμὸν τῶν ὄκνῳ καὶ ἀργίᾳ συζώντων ἐν τῷ εἰπεῖν· «Ἀνέβην εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν», οὐκ ἀρκούμενος τῇ φήμῃ τῆς ἀρετῆς ἀλλ᾿ ἐπιποθῶν καὶ τὴν τοῦ εἴδους αὐτοῦ συντυχίαν· πόσῳ μᾶλλον ἐγὼ ὁ μυρίων ταλάντων χρεωφειλέτης ὤφειλον τοῦτο ποιῆσαι, οὐκ ἐκείνους εὐεργετῶν ἀλλ᾿ ἐμαυτὸν ὠφελῶν. Καὶ γὰρ οἱ τοὺς τῶν πατέρων ἀναγραψάμενοι βίους, Ἀβραάμ τε καὶ τῶν καθεξῆς, Μωσέως καὶ Ἠλίου καὶ Ἰωάννου, οὐχ ἵνα ἐκείνους δοξάσωσιν ἐξηγήσαντο, ἀλλ᾿ ἵνα καὶ τοὺς ἐντυγχάνοντας ὠφελήσωσιν.

Ταῦτα οὖν εἰδώς, πιστότατε δοῦλε Χριστοῦ Λαῦσε, καὶ σαυτὸν νουθετῶν, ἀνάσχου καὶ τῆς φλυαρίας τῆς ἡμετέρας ἐπὶ φυλακῇ τῆς εὐσεβοῦς γνώμης, ἣ διαφόροις κακίαις ὁραταῖς τε καὶ ἀοράτοις κυμαίνεσθαι πέφυκε, μόνῃ προσευχῇ συνεχεῖ καὶ ἰδιοπραγμοσύνῃ δυναμένη ἠρεμεῖν. Πολλοὶ γὰρ τῶν ἀδελφῶν καὶ πόνοις καὶ ἐλεημοσύναις κομῶντες, καὶ ἀγαμίαν ἢ παρθενίαν αὐχοῦντες, καὶ μελέτῃ θείων λογίων καὶ σπουδάσμασι θαρρήσαντες, ἠστόχησαν ἀπαθείας ἀδιακρίτως προσχήματι εὐσεβείας τινὰς φιλοπραγμοσύνας νοσήσαντες, ἐξ ὧν τίκτονται πολυπραγμοσύναι ἢ κακοπραγμοσύναι ἀπελαύνουσαι καλοπραγμοσύνην, τὴν μητέρα τῆς ἰδιοπραγμοσύνης.

Ἀνδρίζου τοίνυν, παρακαλῶ, μὴ πιαίνων τὸν πλοῦτον· ὃ δὴ καὶ πεποίηκας, αὐτάρκως αὐτὸν σμικρύνας τῇ διαδόσει τῶν χρείαν ἐχόντων διὰ τὴν ἐκ τούτου τῆς ἀρετῆς ὑπηρεσίαν· μήτε ὁρμῇ τινι καὶ προλήψει ἀλόγῳ ἀνθρωπαρέσκως ὅρκῳ πεδήσας τὴν προαίρεσιν, καθὼς πεπόνθασί τινες φιλονείκως φιλοδοξίᾳ τοῦ μὴ φαγεῖν ἢ πιεῖν δουλώσαντες τὸ αὐτεξούσιον τῇ ἀνάγκῃ τοῦ ὅρκου, καὶ τούτῳ πάλιν ὑποπεσόντες οἰκτρῶς φιλοζωΐᾳ καὶ ἀκηδίᾳ καὶ ἡδονῇ τὴν ἐπιορκίαν ὠδίναντες. Λόγῳ τοίνυν μεταλαμβάνων καὶ λόγῳ ἀπεχόμενος οὐχ ἁμαρτήσεις ποτέ. Θεῖος γὰρ ὁ λόγος τῶν ἐν ἡμῖν κινημάτων, ἐξορίζων μὲν τὰ βλαβερά, προσλαμβανόμενος δὲ τὰ ἐπωφελῆ· «Δικαίῳ» γὰρ «νόμος οὐ κεῖται». Ἄμεινον γὰρ ἡ μετὰ λόγου οἰνοποσία τῆς μετὰ τύφου ὑδροποσίας. Καὶ βλέπε μοι τοὺς μετὰ λόγου οἶνον πιόντας ἄνδρας ἁγίους, καὶ τοὺς ἄνευ λόγου πιόντας ὕδωρ ἀνθρώπους βεβήλους, καὶ μηκέτι ψέξῃς τὴν ὕλην ἢ ἐπαινέσῃς, ἀλλὰ μακάρισον ἢ ταλάνισον τὴν γνώμην τῶν καλῶς ἢ κακῶς χρωμένων τῇ ὕλῃ. Ἔπιέ ποτε Ἰωσὴφ παρ᾿ Αἰγυπτίοις οἶνον, ἀλλ᾿ οὐκ ἐβλάβη τὴν φρένα, ἠσφαλίσατο γὰρ τὴν γνώμην. Ὑδροπότησε δὲ Πυθαγόρας καὶ Διογένης καὶ Πλάτων, ἐν οἷς καὶ Μανιχαῖοι καὶ τὸ λοιπὸν σύνταγμα τῶν ἐθελοφιλοσόφων, καὶ ἐπὶ τοσοῦτον ἤλασαν κουφοδοξίας ἀκολασίᾳ ὡς καὶ τὸν θεὸν ἀγνοῆσαι καὶ προσκυνῆσαι εἰδώλοις. Ἥψαντο δὲ καὶ οἱ περὶ τὸν ἀπόστολον Πέτρον τῆς χρήσεως τοῦ οἴνου, ὡς καὶ αὐτὸν ὀνειδίζεσθαι τὸν διδάσκαλον τούτων τὸν σωτῆρα ἐπὶ τῇ μεταλήψει, λεγόντων τῶν Ἰουδαίων· «Ἵνα τί οἱ μαθηταί σου οὐ νηστεύουσιν ὡς καὶ οἱ Ἰωάννου;» Καὶ πάλιν τοῖς μαθηταῖς ἐπεμβαίνοντες ὀνειδισμοῖς ἔλεγον· «Ὁ διδάσκαλος ὑμῶν μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει». Οὐκ ἂν δὲ ἐπὶ ἄρτου καὶ ὕδατος ἐπελαμβάνοντο ἀλλ᾿ ἐπ᾿ ὄψων καὶ οἴνου δηλονότι· οἷς πάλιν ἀλόγως θαυμάζουσιν ὑδροποσίαν καὶ ψέγουσιν οἰνοποσίαν ἔλεγεν ὁ σωτήρ· «Ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, μήτε ἐσθίων μήτε πίνων» –δηλαδὴ κρέα καὶ οἶνον, δίχα γὰρ τῶν ἄλλων ζῆν οὐκ ἠδύνατο– «καὶ λέγουσι· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν», διὰ τὸ ἐσθίειν καὶ πίνειν. Τί οὖν ἡμεῖς ποιήσωμεν; Μήτε τοῖς ψέγουσι μήτε τοῖς ἐπαινοῦσιν ἀκολουθήσωμεν, ἀλλ᾿ ἢ μετὰ Ἰωάννου λόγῳ νηστεύσωμεν κἂν εἴπωσι· Δαιμόνιον ἔχουσιν· ἢ μετ᾿ Ἰησοῦ ἐν σοφίᾳ οἰνοποτήσωμεν, εἰ χρῄζοι τὸ σῶμα, κἂν εἴπωσιν· Ἰδοὺ ἄνθρωποι φάγοι καὶ οἰνοπόται. Οὔτε γὰρ ἡ βρῶσίς ἐστί τι κατὰ ἀλήθειαν οὔτε ἡ ἀποχή, ἀλλὰ πίστις δι᾿ ἀγάπης τοῖς ἔργοις παρεκτεινομένη. Ὅταν γὰρ πάσῃ πράξει παρακολουθήσῃ ἡ πίστις, ἀκατάκριτος ὁ ἐσθίων καὶ πίνων διὰ τὴν πίστιν· «πᾶν γὰρ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν». Ἀλλ᾿ ἐπειδὴ πᾶς τις ἐρεῖ τῶν πλημμελούντων πίστει μεταλαμβάνειν ἢ ἕτερόν τι πράττειν ἀλόγῳ πληροφορίᾳ διεφθαρμένῳ τῷ συνειδότι, ὁ σωτὴρ διεστείλατο λέγων· «Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς». Ὅτι δὲ ὁ καρπὸς τῶν λόγῳ πολιτευομένων καὶ συνέσει κατὰ τὸν θεῖον ἀπόστολον «ἀγάπη ἐστὶ καὶ χαρὰ καὶ εἰρήνη καὶ μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραΰτης, καὶ ἐγκράτεια», ὡμολόγηται.

Αὐτὸς γὰρ ἔλεγε Παῦλος· «Ὁ γὰρ καρπὸς τοῦ πνεύματός ἐστι» τὰ καὶ τά. Ὅτι δὲ ὁ σπουδάζων τοιούτους ἔχειν καρποὺς ἀλόγως ἢ ἀσκόπως ἢ ἀκαίρως οὐ βρώσεται κρέα οὐδὲ πίεται οἶνον, οὐδὲ συνοικήσει τινὶ κακῷ συνειδότι, πάλιν ἔλεγεν ὁ αὐτὸς Παῦλος ὅτι «Πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται», ὑγιαινούσης μὲν τῆς σαρκὸς ἀπεχόμενος τῶν πιαινόντων, ἀρρωστούσης δὲ ἢ ὀδυνωμένης ἢ καὶ λύπαις καὶ περιστάσεσι κοινωνούσης χρήσεται μὲν βρώμασιν ἢ πόμασιν ὡς φαρμάκοις εἰς ἴασιν τῶν λυπούντων, ἀφέξεται δὲ τῶν κατὰ ψυχὴν βλαβερῶν, ὀργῆς, φθόνου, κενοδοξίας, ἀκηδίας, καταλαλιᾶς καὶ ὑπονοίας ἀλόγου, εὐχαριστῶν ἐν κυρίῳ.

Αὐτάρκως τοίνυν περὶ τούτου διαλαβὼν πάλιν ἄλλην παράκλησιν προσάγω σου τῇ φιλομαθείᾳ. Φεῦγε ὅση δύναμις συντυχίας ἀνδρῶν ὄφελος οὐδὲν ἐχόντων καὶ κοσμούντων τὸ δέρμα ἀκαταλλήλως, κἂν ὀρθόδοξοι εἶεν, μή τί γε αἱρετικῶν, βλαπτόντων τῇ ὑποκρίσει, κἂν δόξωσι πολιαῖς ἢ ῥυτίσιν ἐπισύρεσθαι μῆκος χρόνου. Κἂν γὰρ μηδὲν βλαβῇς παρ᾿ αὐτῶν δι᾿ εὐγένειαν τρόπων, τὸ γοῦν ἔλαττον χαυνωθήσῃ ἢ ἐπαρθήσῃ καταγελῶν τούτων, ὅπερ ἐστί σοι βλάβη. Ὑπὲρ δὲ θυρίδα φωτεινὴν μεταδίωκε ἀνδρῶν τε καὶ γυναικῶν ὁσίας συντυχίας, ἵνα διὰ τούτων, καθάπερ λεπτόγραφον βιβλίον, δυνηθῇς σαφῶς ἰδεῖν καὶ τὴν σὴν καρδίαν, διὰ τῆς παραθέσεως τὴν ῥᾳθυμίαν ἢ τὴν ἀμέλειαν δυνάμενος τὴν σὴν δοκιμάζειν. Ἥ τε γὰρ χρόα τῶν προσώπων ἐπανθοῦσα τῇ πολιᾷ καὶ ὁ στολισμὸς τῆς ἐσθῆτος καὶ ἡ ἀτυφία τῶν λόγων καὶ ἡ εὐλάβεια τῶν λέξεων καὶ τὸ χαρίεν τῶν νοημάτων ἐνδυναμώσει σε, κἂν ἐν ἀκηδίᾳ τυγχάνῃς. «Στολισμὸς γὰρ ἀνδρὸς καὶ βῆμα ποδὸς καὶ γέλως ὀδόντων ἀναγγελεῖ τὰ περὶ αὐτοῦ» καθὼς ἡ σοφία λέγει.

Ἀρξάμενος τοίνυν τῶν διηγήσεων οὐ τοὺς ἐν ταῖς πόλεσιν οὔτε τοὺς ἐν ταῖς κώμαις ἢ ἐρημίαις σοι καταλείψω ἀγνώστους τῷ λόγῳ. Οὐ γὰρ ὁ τόπος ἐστὶν ὁ ζητούμενος ἔνθα κατῴκησαν οὗτοι, ἀλλ᾿ ὁ τρόπος τῆς προαιρέσεως.

Περὶ Ἰσιδώρου[Επεξεργασία]

Πρώτως πατήσας τὴν Ἀλεξανδρέων πόλιν ἐν τῇ δευτέρᾳ ὑπατείᾳ Θεοδοσίου τοῦ μεγάλου βασιλέως, ὃς νῦν ἐν ἀγγέλοις ὑπάρχει διὰ τὴν αὐτοῦ πίστιν εἰς τὸν Χριστόν, περιέτυχον ἐν τῇ πόλει ἀνδρὶ θαυμασίῳ παντόθεν κεκοσμημένῳ ἔν τε ἤθει καὶ γνώσει, Ἰσιδώρῳ πρεσβυτέρῳ ξενοδόχῳ ὄντι τῆς Ἀλεξανδρέων ἐκκλησίας· ὃς τὰ μὲν πρῶτα τῆς νεότητος ἆθλα ἐλέγετο ἠνυκέναι ἐν τῇ ἐρήμῳ· οὗ καὶ τὴν κέλλαν ἐθεασάμην ἐν τῷ ὄρει τῷ τῆς Νιτρίας. Κατέλαβον δὲ τοῦτον ἔτων ἑβδομήκοντα γέροντα, ὃς ἐπιζήσας πεντεκαίδεκα ἔτη ἄλλα τελευτᾷ ἐν εἰρήνῃ.

Οὗτος μέχρις αὐτῆς τῆς τελευτῆς οὐκ ὀθόνην ἐφόρεσεν ἐκτὸς φακιολίου, οὐ λουτροῦ ἥψατο, οὐ κρεῶν μετέλαβεν· ὃς ἔσχε τοιοῦτον τὸ σωμάτιον ὑπὸ τῆς χάριτος συγκροτούμενον, ὡς προσδοκῆσαι πάντας τοὺς ἀγνοοῦντας αὐτοῦ τὴν δίαιταν ὅτι ἐν τρυφῇ διάγει. Τούτου τὰς ἀρετὰς τῆς ψυχῆς ἐὰν θέλω διηγήσασθαι κατὰ μέρος ἐπιλείψει μοι ὁ χρόνος· ὃς τοσοῦτον ἦν φιλάνθρωπος καὶ εἰρηνικός, ὡς καὶ αὐτοὺς τοὺς ἐχθροὺς αὐτοῦ τοὺς ἀπίστους αἰδεῖσθαι αὐτοῦ τὴν σκιὰν διὰ τὸ λίαν χρηστόν.

Τοσαύτην δὲ ἔσχε γνῶσιν τῶν ἁγίων γραφῶν καὶ τῶν θείων δογμάτων, ὡς καὶ παρ᾿ αὐτὰ τὰ συμπόσια τῶν ἀδελφῶν ἐξίστασθαι τὴν διάνοιαν καὶ ἐνεάζειν· καὶ παρακαλούμενος διηγήσασθαι τὰ τῆς ἐκστάσεως, ἔλεγεν ὅτι «Ἀπεδήμησα τῇ διανοίᾳ, ἁρπαγεὶς ὑπὸ θεωρίας τινός». Ἔγνων κἀγὼ τοῦτον πολλάκις δακρύσαντα ἐπὶ τραπέζης, καὶ τὴν αἰτίαν πυθόμενος τῶν δακρύων ἤκουσα αὐτοῦ λέγοντος ὅτι «Αἰδοῦμαι μεταλαμβάνων ἀλόγου τροφῆς, λογικὸς ὑπάρχων καὶ ὀφείλων ἐν παραδείσῳ τρυφῆς διάγειν διὰ τὴν δοθεῖσαν ἡμῖν παρὰ τοῦ Χριστοῦ ἐξουσίαν».

Οὗτος γνώριμος ὢν τῇ κατὰ Ῥώμην συγκλήτῳ πάσῃ ταῖς τε γυναιξὶ τῶν μεγιστάνων, ὁπηνίκα σὺν Ἀθανασίῳ τῷ ἐπισκόπῳ ἀπεληλύθει τὸ πρῶτον, ἔπειπα σὺν Δημητρίῳ τῷ ἐπισκόπῳ, καὶ περισσεύων πλούτῳ καὶ ἀφθονίᾳ χρειῶν, οὐ διαθήκην ἔγραψε τελευτῶν, οὐ νόμισμα καταλέλοιπεν, οὐ πρᾶγμα ταῖς ἰδίαις αὐτοῦ ἀδελφαῖς παρθένοις οὔσαις· ἀλλὰ παρέθετο αὐτὰς τῷ Χριστῷ λέγων· «Ὁ κτίσας ὑμᾶς οἰκονομήσει ὑμῶν τὴν ζωήν, ὡς κἀμέ». Ἦν δὲ σὺν ταῖς ἀδελφαῖς αὐτοῦ σύστημα παρθένων ἑβδομήκοντα.

Οὗτος φοιτήσαντί μοι νέῳ ὄντι πρὸς αὐτὸν καὶ παρακαλοῦντι στοιχειωθῆναι ἐν τῷ μονήρει βίῳ, σφριγώσης ἔτι τῆς ἡλικίας καὶ λόγου μὴ δεομένης ἀλλὰ πόνων τῶν κατὰ σάρκα, ὡς καλὸς πωλοδάμνης ἐξήγαγέ με ἔξω τῆς πόλεως εἰς τὰ λεγόμενα ἐρημικὰ ἀπὸ σημείων πέντε.

Περὶ Δωροθέου[Επεξεργασία]

Παρέδωκε δέ με Δωροθέῳ τινὶ ἀσκητῇ Θηβαίῳ ἑξηκοστὸν ἄγοντι ἔτος ἐν τῷ σπηλαίῳ καὶ κελεύει με πληρῶσαι παρ᾿ αὐτῷ τρία ἔτη πρὸς δαμασμὸν τῶν παθῶν· ἠπίστατο γὰρ τὸν γέροντα μεγάλῃ σκληραγωγίᾳ συζῶντα· πάλιν ἐπανακάμπτειν πρὸς αὐτὸν ἐντειλάμενος διδασκαλίας ἕνεκεν πνευματικῆς. Μὴ δυνηθεὶς δὲ τρία ἔτη πληρῶσαι, ἀρρωστίᾳ περιπεσών, οὕτως πρὸ τῶν τριῶν ἤρθην παρ᾿ αὐτοῦ· ἦν γὰρ αὐτοῦ ἡ δίαιτα αὐχμώδης καὶ ξηροτάτη. Διὰ πάσης μὲν γὰρ τῆς ἡμέρας ἐν τῷ καύματι ἐν τῇ ἐρήμῳ τῇ παρὰ θάλασσαν συνῆγε λίθους, καὶ τούτους ἀεὶ οἰκοδομῶν καὶ κέλλας ποιῶν παρεχώρει τοῖς μὴ δυναμένοις οἰκοδομῆσαι, κατ᾿ ἔτος τελίσκων κέλλαν μίαν. Ἐμοῦ δέ ποτε εἰρηκότος αὐτῷ· «Τί ποιεῖς, πάτερ, ἐν γήρᾳ τοσούτῳ ἀποκτείνων σοῦ τὸ σωμάτιον ἐν τοῖς καύμασι τούτοις;» ἀπεκρίνατο λέγων· «Ἀποκτείνει με, ἀποκτείνω αὐτό». Ἤσθιε μὲν γὰρ οὐγκίας ἓξ ἄρτου καὶ λεπτολαχάνων δέμα, ἔπινε δὲ ὕδατος τὸ ὅσον. Ἐπὶ θεοῦ μάρτυρος οὐκ ἔγνων αὐτὸν ἁπλώσαντα πόδας, οὐ καθευδήσαντα ἐπὶ ψιαθίου, οὐκ ἐπὶ κλίνης· ἀλλὰ διὰ πάσης νυκτὸς καθήμενος ἔπλεκε σειρὰν τὴν ἐκ θαλλῶν φοινίκων εἰς λόγον τροφῆς.

Προσδοκήσας δὲ ὅτι ἐπ᾿ ἐμοῦ τοῦτο ποιεῖ, ἐφιλοπεύστησα καὶ παρὰ ἄλλων αὐτοῦ μαθητῶν ἀκριβώσας, οἵτινες ἔμενον κατ᾿ ἰδίαν, ὅτι ἀπὸ νεότητος ταύτην ἔσχε τὴν πολιτείαν, μηδέ ποτε κοιμηθεὶς ἐξεπίτηδες, εἰ μή τι ἐργαζόμενος ἢ ἐσθίων ἐκάμμυσε τὸν ὀφθαλμὸν κατενεχθεὶς ὕπνῳ, ὥστε πολλάκις καὶ τὸν ψωμὸν ἐκπίπτειν ἐκ τοῦ στόματος αὐτοῦ κατὰ τὸν καιρὸν τοῦ φαγεῖν ὑπερβολῇ νυσταγμοῦ. Ἀναγκάζοντος δέ μου αὐτόν ποτε μικρὸν ἐπὶ τῆς ψιάθου ἀναπεσεῖν, ὑπολυπούμενος ἔλεγεν· «Ἐὰν πείσῃς τοὺς ἀγγέλους κοιμηθῆναι, πείσεις καὶ τὸν σπουδαῖον».

Ἐν τῷ φρέατι αὐτοῦ περὶ ὥραν ἐννάτην ἀπέστειλέ μέ ποτε πληρῶσαι τὸν κάδον εἰς λόγον μεταλήψεως τῆς ὥρας τῆς ἐννάτης. Ἔτυχε δέ με ἀπελθόντα ἀσπίδα ἐν τῷ φρέατι κάτω ἰδεῖν, καὶ μηκέτι ἀντλῆσαι τὸ ὕδωρ, ἀλλ᾿ ἀπελθόντα εἰπεῖν αὐτῷ ὅτι· «Ἀπεθάνομεν, ἀββᾶ· ἀσπίδα γὰρ εἶδον ἐν τῷ φρέατι». Ὁ δὲ ὑπομειδιάσας σεμνὸν ἐπὶ πολύ μοι προσέσχε, καὶ σείσας τὴν κεφαλὴν ἔλεγεν· «Ἐὰν δόξῃ τῷ διαβόλῳ κατὰ πᾶν φρέαρ γενέσθαι ὄφιν ἢ χελώνην καὶ ἐμπίπτειν εἰς τὰς πηγὰς τῶν ὑδάτων, σὺ μένεις μηδέποτε πίνων;» καὶ ἐξελθὼν καὶ δι᾿ ἑαυτοῦ ἀντλήσας, νῆστις πρῶτος ἀπερρόφησεν εἰπών· «Ὅπου σταυρὸς ἐπιφοιτᾷ οὐκ ἰσχύει κακία τινός».

Περὶ Ποταμιαίνης[Επεξεργασία]

Ὁ μακάριος οὗτος Ἰσίδωρος συντετυχηκὼς Ἀντωνίῳ τῷ μακαρίτῃ γραφῆς ἄξιον διηγήσατό μοι πρᾶγμα, ἀκηκοὼς παρ᾿ αὐτοῦ ὅτι Ποταμιαίνα τις οὕτω καλουμένη κατὰ τὸν καιρὸν Μαξιμιανοῦ τοῦ διώκτου ὡραιοτάτη κόρη ὑπῆρχε παιδίσκη τινός· ἣν πολλαῖς λιπαρήσας ὑποσχέσεσιν ὁ ταύτης δεσπότης ἀναπεῖσαι οὐκ ἠδυνήθη· τελευταῖον δὲ μανεὶς παραδίδωσιν αὐτὴν τῷ τότε ἐπάρχῳ τῆς Ἀλεξανδρείας, ἔκδοτον αὐτὴν δοὺς ὡς χριστιανὴν καὶ βλασφημοῦσαν τοὺς καιροὺς καὶ τοὺς βασιλεῖς ἐπὶ τοῖς διωγμοῖς, ὑποθέμενος αὐτῷ μετὰ χρημάτων ὅτι «Ἐὰν συνθῆταί μου τῷ σκόπῳ, ἀτιμώρητον αὐτὴν φύλαξον»· ἐὰν δὲ ἐπιμείνῃ τῇ αὐστηρίᾳ, παρεκάλεσε τιμωρηθῆναι αὐτήν, ἵνα μὴ ζῶσα καταγελάσῃ τῆς ἀσωτίας αὐτοῦ. Ἀχθεῖσα δὲ πρὸ τοῦ βήματος διαφόροις ὀργάνοις τιμωρητικοῖς ἐπυργομαχεῖτο τὴν γνώμην. Ἐν οἷς ὀργάνοις καὶ λέβητα μέγαν πλήσας πίσσης ἐκέλευσεν ὑποκαίεσθαι ὁ δικαστής. Βραζούσης οὖν τῆς πίσσης καὶ σφοδρῶς ἐκκαιομένης, προέτεινεν αὐτῇ· «Ἢ ἄπελθε, ὑποτάγηθι τοῖς θελήμασι τοῦ δεσπότου σου· ἢ ἵνα εἰδῇς ὅτι ἐν τῷ λέβητί σε καταγγισθῆναι κελεύω». Ἡ δὲ ἀπεκρίνατο λέγουσα· «Μὴ γένοιτό ποτε τοιοῦτος δικαστὴς ὃς κελεύει ἀσωτίᾳ ὑποτάσσεσθαι». Ἀπομανεὶς οὖν ἐκεῖνος κελεύει ἐκδυθεῖσαν αὐτὴν βληθῆναι ἐν τῷ λέβητι. Ἡ δὲ φωνὴν ἀφίησιν εἰποῦσα· «Τὴν κεφαλὴν τοῦ βασιλέως σου ὃν σὺ φοβῇ, εἰ κέκριταί σοι τιμωρήσασθαί με οὕτω, κατὰ μικρὸν κέλευσον χαλασθῆναί με ἐν τῷ λέβητι, ἵνα εἰδῇς πόσην μοι χαρίζεται ὑπομονὴν ὁ Χριστὸς ὃν σὺ ἀγνοεῖς». Καὶ χαλωμένη κατὰ μικρὸν ἐπὶ παράτασιν ὥρας ἐξέψυξε, φθασάσης τῆς πίσσης περὶ τὸν τράχηλον αὐτῆς.

Περὶ Διδύμου[Επεξεργασία]

Πλεῖστοι μὲν οὖν ὅσοι καὶ ὅσαι ἐτελειώθησαν ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, ἄξιοι τῆς γῆς τῶν πραέων. Ἐν οἷς καὶ Δίδυμος ὁ συγγραφεύς, ὁ ἀπὸ ὀμμάτων γενόμενος· οὗ καὶ συντυχίας ἔσχηκα τέσσαρας ἐκ διαλειμμάτων πρὸς αὐτὸν ἀπερχόμενος ἐπὶ δέκα ἔτη. Τελευτᾷ γὰρ ἐτῶν ὀγδοήκοντα πέντε. Οὗτος ἀπὸ ὀμμάτων ὑπῆρχεν, ὡς αὐτός μοι διηγήσατο, τετραέτης τὰς ὄψεις ἀποβαλών, μήτε γράμματα μεμαθηκὼς μήτε διδασκάλοις φοιτήσας· εἶχε γὰρ τὸν κατὰ φύσιν διδάσκαλον ἐρρωμένον, τὸ ἴδιον συνειδός· ὃς τοσαύτῃ χάριτι ἐκεκόσμητο γνώσεως ὡς καθ᾿ ἱστορίαν πληροῦσθαι ἐπ᾿ αὐτῷ τὸ γεγραμμένον· «Κύριος σοφοῖ τυφλούς». Παλαιὰν γὰρ καὶ καινὴν διαθήκην ἡρμήνευσε κατὰ λέξιν· τῶν δὲ δογμάτων οὕτως ἐπεμελήθη, λεπτῶς καὶ ὀχυρῶς ἐκθέμενος τὸν περὶ αὐτῶν λόγον, ὡς πάντας ὑπερβάλλειν τοὺς ἀρχαίους ἐν γνώσει.

Ἀναγκάζοντος δὲ αὐτοῦ ποτε ποιῆσαί με ἐν τῷ κελλίῳ αὐτοῦ εὐχήν, καὶ μὴ βουλομένου μου, ἔλεγε διηγούμενος ὅτι «Εἰς τὴν κέλλαν ταύτην τρίτον εἰσῆλθεν ὁ μακάριος Ἀντώνιος ἐπισκεψάμενός με· καὶ παρακληθεὶς παρ᾿ ἐμοῦ ποιῆσαι εὐχὴν εὐθὺς ἔκλινε γόνυ ἐν τῷ κελλίῳ, καὶ οὐ παρεσκεύασέ με δευτερῶσαι τὸν λόγον, ἔργῳ με παιδεύσας ἐν τῇ ὑπακοῇ. Ὥστε εἰ κατ᾿ ἴχνος βαίνεις τῆς αὐτοῦ πολιτείας, ὡς ἅτε μονάζων καὶ δι᾿ ἀρετὴν ξενιτεύων, ἀπόθου τὴν φιλονεικίαν». Διηγήσατο δέ μοι καὶ τοῦτο, ὅτι «Φροντίζοντός μου περὶ τῆς ζωῆς Ἰουλιανοῦ τοῦ ἀθλίου βασιλέως ὡς διώκτου, καὶ ἀδημονοῦντος μιᾷ τῶν ἡμερῶν καὶ μέχρις ἑσπέρας βαθείας μὴ γευσαμένου ἄρτον ἕνεκεν τῆς φροντίδος ἔτυχεν ἐν τῷ θρόνῳ καθήμενόν με κατενεχθῆναι ὕπνῳ, καὶ ἰδεῖν ἔκστασιν ἵππους λευκοὺς διατρέχοντας μετὰ τῶν ἐπιβατῶν καὶ κηρύττοντας· «Εἴπατε Διδύμῳ, σήμερον ἑβδόμην ὥραν ἐτελεύτησεν Ἰουλιανός· ἀναστὰς οὖν φάγε, καὶ ἀπόστειλον, φασί, τῷ ἐπισκόπῳ Ἀθανασίῳ, ἵνα κἀκεῖνος γνῷ». Καὶ ἐσημειωσάμην, φησί, καὶ τὴν ὥραν καὶ τὸν μῆνα καὶ τὴν ἑβδομάδα καὶ τὴν ἡμέραν, καὶ εὑρέθη οὕτως».

Περὶ Ἀλεξάνδρας[Επεξεργασία]

Διηγήσατο δέ μοι καὶ περὶ παιδίσκης τινὸς ὀνόματι Ἀλεξάνδρας, ἥτις καταλείψασα τὴν πόλιν καὶ ἐν μνήματι ἑαυτὴν καθείρξασα δι᾿ ὀπῆς ἐλάμβανε τὰ πρὸς τὴν χρείαν, μήτε γυναιξὶ μήτε ἀνδράσι συντυγχάνουσα κατ᾿ ὄψιν ἐπὶ ἔτη δέκα. Τῷ δὲ δεκάτῳ ἔτει ἐκοιμήθη σχηματίσασα ἑαυτήν, ὡς τὴν ἐν συνηθείᾳ ἀπελθοῦσαν καὶ μὴ τυχοῦσαν ἀποκρίσεως ἀπαγγεῖλαι ἡμῖν. Ἀποχρίσαντες οὖν τὴν θύραν καὶ εἰσελθόντες εὕραμεν αὐτὴν κοιμηθεῖσαν.

Ἔλεγε δὲ περὶ αὐτῆς καὶ ἡ τρισμακαρία Μελάνιον περὶ ἧς εἰς ὕστερον λέξω, ὅτι «Κατ᾿ ὄψιν μὲν αὐτὴν οὐκ εἶδον, περὶ δὲ τὴν ὀπὴν στᾶσα παρεκάλεσα εἰπεῖν τὴν αἰτίαν δι᾿ ἣν ἔκλεισεν ἑαυτὴν εἰς τὸ μνῆμα. Ἡ δὲ διὰ τῆς ὀπῆς ἐφθέγξατό μοι λέγουσα ὅτι «Ἐβλάβη τις τὸν νοῦν εἰς ἐμέ· καὶ ἵνα μὴ δόξω λυπεῖν αὐτὸν ἢ διαβάλλειν, ᾑρησάμην ζῶσαν ἐμαυτὴν εἰς τὸ μνῆμα εἰσαγαγεῖν, ἢ σκανδαλίσαι ψυχὴν κατ᾿ εἰκόνα θεοῦ ποιηθεῖσαν». Ἐμοῦ δέ, φησίν, εἰπούσης· «Πῶς οὖν καρτερεῖς μὴ συντυγχάνουσα μηδενί, ἀλλὰ πυκτεύουσα τῇ ἀκηδίᾳ»; εἶπεν ὅτι «Ἀπὸ πρωῒ μέχρις ἐννάτης ὥρας εὔχομαι καθ᾿ ὥραν, νήθουσα τὸ λίνον· τὰς δὲ διαλοίπους ὥρας περιέρχομαι τῷ νῷ τοὺς ἁγίους πατριάρχας καὶ προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας· καὶ φαγοῦσά μου τὸν ψωμὸν τὰς ἄλλας ὥρας περιμένω προσκαρτεροῦσα καὶ τὸ τέλος ἐκδεχομένη μετ᾿ ἐλπίδος χρηστῆς».

Περὶ τῆς πλουσίας παρθένου[Επεξεργασία]

Οὐ παραλείψω δὲ ἐν τῷ διηγήματι καὶ τοὺς ἐν καταφρονήσει βεβιωκότας, εἰς ἔπαινον τῶν κατωρθωκότων ἀσφάλειαν δὲ τῶν ἐντυγχανόντων. Παρθένος τις γέγονεν ἐν Ἀλεξανδρείᾳ τῷ μὲν σχήματι ταπεινὴ τῇ δὲ προαιρέσει σοβαρά, πλουσία ἐν χρήμασιν εἰς ἄγαν, μὴ προΐκασα ξένῳ μὴ παρθένῳ, μὴ ἐκκλησίᾳ, μὴ πένητι ὀβολόν. Αὕτη πολλαῖς νουθεσίαις τῶν πατέρων οὐκ ἀπεσκευάζετο τὴν ὕλην. Ὑπῆρχε δὲ ταύτῃ καὶ γένος ἐν οἷς τεκνοποιεῖται θυγατέρα ἀδελφῆς ἰδίας, ᾗ νύκτωρ καὶ μεθ᾿ ἡμέραν ἐπηγγέλλετο τὰ αὐτῆς, τοῦ οὐρανίου πόθου ἐκπεσοῦσα. Εἶδος γὰρ καὶ τοῦτό ἐστι πλάνης τοῦ διαβόλου, ἐν προσχήματι φιλοσυγγενείας εἰς πλεονεξίαν ὠδίνειν παρασκευάζοντος· ὅτι γὰρ αὐτῷ οὐ μέλει περὶ γένους, ἀδελφοκτονεῖν καὶ μητροκτονεῖν καὶ πατροκτονεῖν ἐκδιδάσκοντος, ὡμολόγηται. Ἀλλὰ κἂν δόξῃ συγγενῶν κηδεμονίαν ἐντιθέναι, οὐκ εἰς εὔνοιαν ἐκείνων τοῦτο ποιεῖ, ἀλλ᾿ ὑπὲρ τοῦ τὴν ψυχὴν ἄδικον ἐξασκῆσαι, εἰδὼς τὴν ἀπόφασιν ὅτι «Ἄδικοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσι». Δύναται δέ τις φρονήσει κινούμενος θεϊκῇ μήτε τῆς ἑαυτοῦ ψυχῆς καταφρονεῖν, καὶ τοῖς συγγενέσιν αὐτοῦ, εἴ γε λείπονται, διδόναι παραμυθίαν. Ὅταν δέ τις ὅλην τὴν ψυχὴν ἑαυτοῦ καταπατήσῃ κηδεμονίᾳ συγγενῶν, ὑποπίπτει τῷ νόμῳ, ἐπὶ ματαίῳ τὴν ἑαυτοῦ ψυχὴν λογιζόμενος.

Ἄιδει δὲ ὁ ἱεροψάλτης περὶ τῶν τῆς ψυχῆς φροντιζόντων ἐν φόβῳ, ὅτι «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου;» ἀντὶ τοῦ, σπανίως· «ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ». Οὗτοι γὰρ ἐπὶ ματαίῳ αὐτὴν λαμβάνουσιν ὅσοι τῶν ἀρετῶν ἀμελοῦσι, νομίζοντες αὐτὴν τῷ σαρκίῳ συνδιαλύεσθαι.

Ταύτην τὴν παρθένον θελήσας, τὸ δὴ λεγόμενον, φλεβοτομῆσαι εἰς κουφισμὸν τῆς πλεονεξίας ὁ ἁγιώτατος Μακάριος, ὁ πρεσβύτερος καὶ ἀφηγούμενος τοῦ πτωχείου τῶν λελωβημένων, σοφίζεται δρᾶμα τοιοῦτον· ἦν γὰρ ἐν νεότητι λιθουργὸς ὃν λέγουσι καβιδάριον. Καὶ ἀπελθὼν λέγει αὐτῇ· «Λίθοι ἀναγκαῖοι σμάραγδοι καὶ ὑάκινθοι ἐμπεπτώκασί μοι, καὶ εἴτε εὑρεσιμαῖοί εἰσιν εἴτε κλεψιμαῖοι οὐκ ἔχω εἰπεῖν. Τιμῇ οὐχ ὑποβάλλονται, ὑπὲρ διατίμησιν ὄντες· πιπράσκει δὲ αὐτοὺς πεντακοσίων νομισμάτων ὁ ἔχων.

Εἰ δοκεῖ σοι αὐτοὺς λαβεῖν, ἀπὸ ἑνὸς λίθου δύνασαι σῶσαι τὰ πεντακόσια νομίσματα, τοῖς δὲ λοιποῖς εἰς κόσμον τῆς ἀδελφιδῆς σου συγχρήσασθαι». Ἐκκρεμαμένη ἡ παρθένος δελεάζεται καὶ πίπτει αὐτοῦ εἰς τοὺς πόδας, «Τῶν ποδῶν σου», λέγουσα, «μή τις ἄλλος αὐτοὺς λάβῃ». Προτρέπεται οὖν αὐτὴν ὅτι «Παραγένου ἕως τῆς οἰκίας μου καὶ βλέπε αὐτούς». Ἡ δὲ οὐκ ἠνέσχετο, ἀλλὰ προσρίπτει αὐτῷ τὰ πεντακόσια νομίσματα λέγουσα· «Ὡς θέλεις, λαβὲ αὐτούς· ἐγὼ γὰρ οὐ θέλω ἰδεῖν τὸν ἄνθρωπον τὸν πιπράσκοντα».

Ὁ δὲ λαβὼν τὰ πεντακόσια νομίσματα δίδωσιν εἰς τὰς χρείας τοῦ πτωχείου. Χρόνου δὲ παριππεύσαντος, ἐπειδὴ μεγάλην ὑπόληψιν ἐδόκει ἔχειν ὁ ἀνὴρ ἐν Ἀλεξανδρείᾳ φιλόθεος ὢν καὶ ἐλεήμων, ἤκμασε γὰρ μέχρι τῶν ἑκατὸν ἐτῶν, ᾧ συνεχρονίσαμεν καὶ ἡμεῖς, εὐλαβεῖτο αὐτὸν ὑπομνῆσαι. Τέλος εὑροῦσα αὐτὸν ἐν τῇ ἐκκλησίᾳ λέγει αὐτῷ· «Δέομαί σου, τί κελεύεις περὶ τῶν λίθων ἐκείνων ὑπὲρ ὧν δεδώκαμεν τὰ πεντακόσια νομίσματα;» Ὁ δὲ ἀπεκρίνατο λέγων· «Ἔκτοτε ἀφ᾿ οὗ δέδωκάς μοι τὸν χρυσόν, κατέβαλον αὐτὸν εἰς τὴν τιμὴν τῶν λίθων· καὶ εἰ βούλει ἐλθεῖν καὶ ἰδεῖν αὐτοὺς ἐν τῷ ὀσπιτίῳ, ἐκεῖ γὰρ κεῖνται, ἐλθὲ καὶ βλέπε, ἐάν σοι ἀρέσκουσιν, ἐπεὶ λαβέ σου τὸ χρυσίον». Ἡ δὲ ἦλθεν ἀσμενέστατα. Ἦν δὲ τὸ πτωχεῖον εἰς μὲν τὰ ἀνώγεα ἔχον γυναῖκας, εἰς δὲ τὰ κατώγεα ἄνδρας. Καὶ ἀγαγὼν αὐτὴν εἰσάγει εἰς τὸν πυλῶνα καὶ λέγει αὐτῇ· «Τί θέλεις πρῶτον ἰδεῖν; τοὺς ὑακίνθους, ἢ τοὺς σμαράγδους;» Λέγει αὐτῷ· «Ὃ δοκεῖ σοι». Ἀνάγει αὐτὴν εἰς τὰ ἀνώγεα καὶ δείκνυσιν αὐτῇ ἠκρωτηριασμένας γυναῖκας λελωβημένας ὄψεις ἐχούσας· καὶ λέγει αὐτῇ· «Ἰδοὺ οἱ ὑάκινθοι». Καὶ κατάγει αὐτὴν πάλιν κάτω καὶ λέγει αὐτῇ, δείξας αὐτῇ τοὺς ἄνδρας· «Ἰδοὺ οἱ σμάραγδοι, ἐάν σοι ἀρέσκουσιν, ἐπεὶ λαβέ σου τὸ χρυσίον». Οὕτω διατραπεῖσα ἐκείνη ἐξῆλθε, καὶ ἀπελθοῦσα ἀπὸ πολλῆς λύπης, ὅτι οὐ κατὰ θεὸν πεποίηκε τὸ πρᾶγμα, ἐνόσησεν· ἐς ὕστερον εὐχαριστήσασα τῷ πρεσβυτέρῳ, τῆς κόρης ἧς ἐφρόντιζε μετὰ γάμον ἀτέκνου ἀποθανούσης.

Περὶ τῶν ἐν τῇ Νιτρίᾳ[Επεξεργασία]

Συντυχὼν οὖν καὶ συνδιατρίψας τοῖς περὶ Ἀλεξάνδρειαν μοναστηρίοις ἔτη τρία, καλλίστοις καὶ σπουδαιοτάτοις ἀνδράσιν ὡς δισχιλίοις, ἀναχωρήσας ἐκεῖθεν ἦλθον εἰς τὸ ὄρος τῆς Νιτρίας. Μεταξὺ δὲ τοῦ ὄρους τούτου καὶ τῆς Ἀλεξανδρείας λίμνη κεῖται ἡ καλουμένη Μαρία, σημείων ἑβδομήκοντα· ἣν διαπλεύσας διὰ μιᾶς καὶ ἡμισείας ἡμέρας ἦλθον εἰς τὸ ὄρος ἐπὶ τὸ μέρος τῆς μεσημβρίας· ᾧ ὄρει παράκειται ἡ πανέρημος παρατείνουσα ἕως Αἰθιοπίας καὶ τῶν Μαζίκων καὶ τῆς Μαυριτανίας. Ἐν ᾧ ὄρει οἰκοῦσιν ἄνδρες ὡς πεντακισχίλιοι διαφόρους ἔχοντες πολιτείας, ἕκαστος ὡς δύναται καὶ ὡς βούλεται· ὡς ἐξεῖναι καὶ μόνον μένειν, καὶ δεύτερον, καὶ πολλοστόν. Ἐν τούτῳ τῷ ὄρει ἀρτοκοπεῖά εἰσιν ἑπτὰ ὑπηρετούμενα κἀκείνοις καὶ τοῖς εἰς τὴν πανέρημον ἀναχωρηταῖς, ἀνδράσιν ἑξακοσίοις. Παροικήσας οὖν ἐν τούτῳ τῷ ὄρει ἐνιαυτὸν καὶ πολλὰ ὠφεληθεὶς ἀπὸ τῶν μακαρίων πατέρων Ἀρσισίου τοῦ μεγάλου καὶ Πουτουβαστοῦ καὶ Ἀσίωνος καὶ Κρονίου καὶ Σαραπίωνος, καὶ πολλοῖς διηγήμασι πατέρων παρ᾿ αὐτῶν κεντρωθείς, εἰσῆλθον εἰς τὴν ἔρημον τὴν ἐνδοτάτω. Ἐν τῷ ὄρει τούτῳ τῆς Νιτρίας ἐκκλησία ἐστὶ μεγάλη, ἐν ᾗ ἵστανται φοίνικες τρεῖς, ἕκαστος ἔχων μάστιγα κρεμαμένην. Καὶ ὁ μέν ἐστιν εἰς λόγον μοναζόντων πταιόντων, ὁ δὲ λῃστῶν, ἐάν γε ἐμπέσωσιν, ὁ δὲ τῶν περιτυχόντων· ὡς πάντας πταίοντας καὶ διελεγχομένους ὡς ἀξίους πληγῶν περιλαμβάνειν τὸν φοίνικα, καὶ λαμβάνοντας ἐπὶ νώτου ῥητὰς οὕτως ἀπολύεσθαι.

Πρόσκειται δὲ τῇ ἐκκλησίᾳ ξενοδοχεῖον, εἰς ὃ τὸν ἀπελθόντα ξένον, μέχρις οὗ ἐξέλθῃ αὐθαιρέτως, δεξιοῦνται πάντα τὸν χρόνον, κἂν ἐπὶ διετίαν ἢ τριετίαν μείνῃ· συγχωρήσαντες δὲ αὐτῷ ἑβδομάδα μίαν ἐν ἀργίᾳ, τὰς λοιπὰς ἡμέρας περισπῶσιν ἐν ἔργοις, ἢ ἐν κήπῳ ἢ ἐν ἀρτοκοπείῳ ἢ ἐν μαγειρείῳ. Εἰ δὲ ἀξιόλογος εἴη, διδόασιν αὐτῷ βιβλίον, μὴ συγχωρήσαντες αὐτῷ ἕως τῆς ὥρας μηδενὶ συντυχεῖν. Ἐν τούτῳ τῷ ὄρει καὶ ἰατροὶ διάγουσι καὶ πλακουντάριοι. Κέχρηνται δὲ καὶ οἴνῳ, καὶ πιπράσκεται οἶνος. Πάντες δὲ οὗτοι ὀθόνην ἐργάζονται ταῖς χερσίν, ὡς εἶναι πάντες ἀνενδεεῖς. Καὶ δὴ καὶ περὶ ὥραν ἐννάτην ἔστι στάντα ἀκοῦσαι πῶς ἀφ᾿ ἑκάστης μονῆς ψαλμῳδίαι ἐξέρχονται, ὡς προσδοκῆσαι μετάρσιον εἶναι ἐν τῷ παραδείσῳ. Τὴν δὲ ἐκκλησίαν σαββάτῳ καταλαμβάνουσι μόνῳ καὶ κυριακῇ. Ὀκτὼ δὲ ἀφηγούμενοι πρεσβύτεροι ταύτης τῆς ἐκκλησίας εἰσίν, ἐν ᾗ μέχρις οὗ ζῇ ὁ πρῶτος πρεσβύτερος ἄλλος οὐδεὶς προσφέρει, οὐχ ὁμιλεῖ, οὐ δικάζει, ἀλλ᾿ ἡσύχως αὐτῷ προσκαθέζονται μόνον.

Οὗτος ὁ Ἀρσίσιος καὶ ἄλλοι πολλοὶ σὺν αὐτῷ γέροντες, οὓς ἡμεῖς ἑωράκαμεν, σύγχρονοι ἦσαν τοῦ μακαρίου Ἀντωνίου. Ἐν οἷς διηγοῦντο καὶ τὸν Ἀμοῦν εἰδέναι τὸν Νιτριώτην, οὗ τὴν ψυχὴν εἶδεν ἀναλαμβανομένην ὁ Ἀντώνιος καὶ ὑπὸ ἀγγέλων ὁδηγουμένην. Οὗτος ἔλεγε καὶ Παχώμιον εἰδέναι τὸν Ταβεννησιώτην, ἄνδρα προφήτην, ἀρχιμανδρίτην ἀνδρῶν τρισχιλίων, περὶ οὗ ἐς ὕστερον διηγήσομαι.

Περὶ Ἀμοῦν τοῦ Νιτριώτου[Επεξεργασία]

Ἔλεγε δὲ τὸν Ἀμοῦν βεβιωκέναι τοιούτῳ τρόπῳ· ὅτι ὀρφανὸς ὑπάρχων, νεανίσκος ὡς ἐτῶν εἴκοσι δύο βίᾳ παρὰ τοῦ ἰδίου θείου ἐζεύχθη γυναικί· καὶ μὴ δυνηθεὶς ἀντισχεῖν τῇ τοῦ θείου ἀνάγκῃ, ἔδοξε καὶ στεφανοῦσθαι καὶ καθέζεσθαι ἐν παστῷ, καὶ πάντα ὑπομεμενηκέναι τὰ κατὰ τὸν γάμον. Μετὰ δὲ τὸ ἐξελθεῖν πάντας κοιμήσαντες αὐτοὺς ἐν τῷ παστῷ καὶ τῇ κλίνῃ, ἀναστὰς ὁ Ἀμοῦν ἀποκλείει τὴν θύραν, καὶ καθίσας προσκαλεῖται τὴν μακαρίαν αὐτοῦ σύμβιον καὶ λέγει αὐτῇ· «Δεῦρο, κυρία, λοιπὸν διηγήσομαί σοι τὸ πρᾶγμα· ὁ γάμος ὃν ἐγαμήσαμεν οὗτός ἐστι περισσὸν ἔχων οὐδέν. Καλῶς οὖν ποιήσωμεν ἐὰν ἀπὸ τοῦ νῦν ἕκαστος ἡμῶν κατ᾿ ἰδίαν καθευδήσῃ, ἵνα καὶ τῷ θεῷ ἀρέσωμεν φυλάξαντες ἄθικτον τὴν παρθενίαν». Καὶ ἐξενεγκὼν ἐκ τοῦ κόλπου αὐτοῦ βιβλιδάριον ἐκ προσώπου τοῦ ἀποστόλου καὶ τοῦ σωτῆρος ἀνεγίνωσκε τῇ κόρῃ ἀπείρῳ οὔσῃ γραφῶν, καὶ τῷ πλείστῳ μέρει πάντα προστιθεὶς τῇ ἰδίᾳ διανοίᾳ τὸν περὶ παρθενίας καὶ ἁγνείας εἰσηγεῖτο λόγον· ὡς ἐκείνην τῇ χάριτι τοῦ θεοῦ πληροφορηθεῖσαν εἰπεῖν· «Κἀγὼ πεπληροφόρημαι, κύριε· καὶ τί κελεύεις λοιπόν;» «Κελεύω, φησίν, ἵνα ἕκαστος ἡμῶν ἀπὸ τοῦ νῦν κατ᾿ ἰδίαν μείνῃ». Ἡ δὲ οὐκ ἠνέσχετο, εἰποῦσα· «Ἐν τῷ αὐτῷ οἴκῳ μείνωμεν, ἐν διαφόροις δὲ κλίναις». Ζήσας οὖν ἔτη δεκαοκτὼ μετ᾿ αὐτῆς ἐν τῷ αὐτῷ οἴκῳ, διὰ πάσης ἡμέρας ἐσχόλαζε τῷ κήπῳ καὶ τῷ βαλσαμῶνι· βαλσαμουργὸς γὰρ ἦν. Ἥτις βάλσαμος ἀμπέλου δίκην φυτεύεται, γεωργουμένη καὶ κλαδευομένη, πολὺν ἔχουσα πόνον. Ἑσπέρας οὖν εἰσερχόμενος εἰς τὸν οἶκον ἐποίει εὐχὰς καὶ ἤσθιε μετ᾿ αὐτῆς· καὶ νυκτερινὴν πάλιν ποιήσας εὐχὴν ἐξήρχετο. Τούτων οὕτως ἐπιτελουμένων, καὶ ἀμφοτέρων εἰς ἀπάθειαν ἐληλακότων, ἐνήργησαν αἱ εὐχαὶ τοῦ Ἀμοῦν, καὶ λέγει αὐτῷ τελευταῖον ἐκείνη· «Ἔχω σοί τι εἰπεῖν, κύριέ μου· ἵνα, ἐάν μου ἀκούσῃς, πληροφορηθῶ ὅτι κατὰ θεόν με ἀγαπᾷς». Λέγει αὐτῇ· «Εἰπὲ ὃ βούλει». Ἡ δὲ λέγει αὐτῷ· «Δίκαιόν ἐστι πρᾶγμα ἄνδρα σε ὄντα καὶ δικαιοσύνην ἀσκοῦντα, ὁμοίως κἀμὲ ἐζηλωκυῖαν τὴν αὐτήν σοι ὁδόν, κατ᾿ ἰδίαν μένειν. Ἄτοπον γάρ ἐστι κρύπτεσθαί σου τὴν τοιαύτην ἀρετὴν συνοικοῦντά μοι ἐν ἁγνείᾳ».

Ὁ δὲ εὐχαριστήσας τῷ θεῷ, λέγει αὐτῇ· «Οὐκοῦν ἔχε σὺ τοῦτον τὸν οἶκον· ἐγὼ δὲ ποιήσω ἐμαυτῷ ἕτερον οἶκον». Καὶ ἐξελθὼν κατέλαβε τὸ ἐνδότερον τοῦ τῆς Νιτρίας ὄρους· οὔπω γὰρ ἦν τότε μοναστήρια· καὶ ποιεῖ ἑαυτῷ δύο θόλους κελλίων. Καὶ βιώσας ἄλλα εἴκοσι δύο ἔτη ἐν τῇ ἐρήμῳ ἐτελεύτησε, μᾶλλον δὲ ἐκοιμήθη, δὶς τοῦ ἔτους ὁρῶν τὴν μακαρίαν σύμβιον αὐτοῦ.

Τούτου θαῦμα διηγήσατο ὁ μακάριος Ἀθανάσιος ὁ ἐπίσκοπος εἰς τὸν περὶ Ἀντωνίου βίον, ὅτιπερ παρερχόμενος τὸν Λύκον ποταμὸν ἅμα Θεοδώρῳ μαθητῇ αὐτοῦ, καὶ εὐλαβούμενος ἀποδύσασθαι ἵνα μὴ γυμνὸν αὐτὸν ἴδῃ, εἰς τὸ πέραν εὑρέθη δίχα πορθμείου μετενεχθεὶς ὑπὸ ἀγγέλου. Οὗτος τοίνυν ὁ Ἀμοῦν οὕτως ἐβίωσε καὶ οὕτως ἐτελειώθη ὡς τὸν μακάριον Ἀντώνιον τὴν ψυχὴν αὐτοῦ ἰδεῖν ὑπὸ ἀγγέλων ἀναγομένην. Τοῦτον τὸν ποταμὸν μετὰ δειλίας ἐγὼ πορθμείῳ παρῆλθον· διῶρυξ γάρ ἐστι τοῦ μεγάλου Νείλου.

Περὶ Ὤρ[Επεξεργασία]

Ἐν τῷ ὄρει τούτῳ τῆς Νιτρίας γέγονεν ἀνὴρ ἀσκητὴς Ὢρ ὀνόματι, ᾧ πολλὴν προσεμαρτύρει ἀρετὴν καὶ πᾶσα μὲν ἡ ἀδελφότης ἐξαιρέτως δὲ ἡ ἄνθρωπος τοῦ θεοῦ Μελάνιον, πρὸ ἐμοῦ εἰσελθοῦσα εἰς τὸ ὄρος· ἐγὼ γὰρ αὐτὸν οὐ κατείληφα ζῶντα. Καὶ τοῦτο ἔλεγον ἐν τοῖς διηγήμασιν ὅτι οὔτε ἐψεύσατό ποτε, οὔτε ὤμοσεν, οὔτε κατηρήσατό τινα, οὔτε ἐκτὸς τῆς χρείας ἐλάλησεν.

Περὶ Παμβώ[Επεξεργασία]

Τούτου τοῦ ὄρους γέγονε καὶ ὁ μακάριος Παμβώ, διδάσκαλος Διοσκόρου τοῦ ἐπισκόπου καὶ Ἀμμωνίου καὶ Εὐσεβίου καὶ Εὐθυμίου τῶν ἀδελφῶν, καὶ Ὠριγένους τοῦ ἀδελφιδοῦ Δρακοντίου ἀνδρὸς θαυμαστοῦ. Ὃς Παμβὼ εἶχε μὲν ἀνδραγαθήματα καὶ προτερήματα πλεῖστα, ἐν οἷς δὲ καὶ τοῦτο· τοσοῦτον ἦν ὑπερόπτης χρυσοῦ καὶ ἀργύρου, ὡς ἀπαιτεῖ ὁ λόγος. Διηγεῖτο γάρ μοι ἡ μακαρία Μελάνιον ὅτι «Ἐν ἀρχαῖς παραγενομένη εἰς Ἀλεξάνδρειαν ἀπὸ τῆς Ῥώμης, καὶ ἀκούσασα περὶ τῆς τούτου ἀρετῆς, Ἰσιδώρου μοι τοῦ μακαρίου διηγησαμένου καὶ ὁδηγήσαντος πρὸς αὐτὸν εἰς τὴν ἔρημον, ὅτι προσήνεγκα αὐτῷ ἀργενταρίαν τριακοσίων λιτρῶν ἀργυρίου, παρακαλοῦσα αὐτὸν ἐκ τῶν πραγμάτων μου μετασχεῖν. Ὁ δὲ καθεζόμενος καὶ πλέκων θαλλοὺς εὐλόγησέ με φωνῇ μόνῃ καὶ εἶπεν· «Ὁ θεὸς δῴη σοι τὸν μισθόν».

Καὶ λέγει τῷ οἰκονόμῳ αὐτοῦ Ὠριγένει· «Δέξαι καὶ οἰκονόμησον αὐτὸ πάσῃ τῇ κατὰ Λιβύην καὶ τὰς νήσους ἀδελφότητι· ταῦτα γὰρ τὰ μοναστήρια πένεται πλέον»· παραγγείλας αὐτῷ μηδενὶ τῶν ἐν Αἰγύπτῳ δοῦναι, διὰ τὸ εὐπορωτέραν εἶναι τὴν χώραν. Ἐγὼ δέ, φησίν, ἑστῶσα καὶ ἐκδεχομένη τιμηθῆναι ἢ δοξασθῆναι ὑπ᾿ αὐτοῦ ἐπὶ τῇ δόσει, μηδὲν παρ᾿ αὐτοῦ ἀκούσασα, εἶπον αὐτῷ· «Ἵνα οἶδας, κύριε, πόσον ἐστί, τριακόσιαι λίτραι εἰσίν».

Ὁ δὲ μηδὲ ὅλως ἀνανεύσας ἀπεκρίνατό μοι· «ᾯ ἤνεγκας αὐτά, τέκνον, σταθμοῦ χρείαν οὐκ ἔχει. Ὁ γὰρ τὰ ὄρη σταθμίζων πολλῷ μᾶλλον ἐπίσταται τὴν ποσότητα τοῦ ἀργυρίου. Εἰ μὲν γὰρ ἐμοὶ αὐτὸ ἐδίδως, καλῶς ἔλεγες· εἰ δὲ θεῷ, τῷ τοὺς δύο ὀβολοὺς μὴ παριδόντι, σιώπα». Οὕτως ᾠκονόμησε, φησίν, ὁ κύριος ἐν τῷ εἰσελθεῖν με εἰς τὸ ὄρος. Μετ᾿ ὀλίγον χρόνον κοιμᾶται ὁ ἄνθρωπος τοῦ θεοῦ ἀπύρεκτος, μὴ νοσήσας, ἀλλὰ τὴν σπυρίδα καταράπτων, ἐτῶν ὢν ἑβδομήκοντα· ὃς μεταστειλάμενός με, καὶ τοῦ τελευταίου κεντήματος πρὸς ἀπαρτισμὸν ὄντος, μέλλων ἐκλείπειν λέγει μοι· «Δέξαι ταύτην τὴν σπυρίδα ἐκ τῶν ἐμῶν χειρῶν, ἵνα μέμνησαί μου· ἄλλο γάρ σοι οὐκ ἔχω τί καταλείψω». ὋΟν ἐνταφιάσασα καὶ ὀθονίοις τὸ σῶμα ἑλίξασα κατέθετο· καὶ οὕτως ἀνεχώρησε τῆς ἐρήμου, ἕως θανάτου τὴν σπυρίδα ἔχουσα μεθ᾿ ἑαυτῆς.

Οὗτος ὁ Παμβὼ τελευτῶν, kat᾿ αὐτὴν τὴν ὥραν τοῦ ἐκλιμπάνειν παρεστῶσι Ὠριγένει τῷ πρεσβυτέρῳ καὶ οἰκονόμῳ καὶ Ἀμμωνίῳ, ἀνδράσι περιβοήτοις, καὶ λοιποῖς ἀδελφοῖς, τοῦτο λέγεται εἰρηκέναι, ὅτι «Ἀφ᾿ οὗ ἦλθον εἰς τὸν τόπον τοῦτον τῆς ἐρήμου καὶ ᾠκοδόμησά μου τὴν κέλλαν καὶ ᾤκησα, ἐκτὸς τῶν χειρῶν μου οὐ μέμνημαι «δωρεὰν ἄρτον» φαγών· οὐ μεταμεμέλημαι ἐπὶ λόγῳ ᾧ ἐλάλησα ἕως τῆς ἄρτι ὥρας· καὶ οὕτως ἀπέρχομαι πρὸς τὸν θεὸν ὡς μηδὲ ἀρξάμενος θεοσεβεῖν». Προσεμαρτύρουν δὲ αὐτῷ ἀφηγούμενοι ἡμῖν Ὠριγένης τε καὶ Ἀμμώνιος ὅτι «Οὐδέποτε ἐρωτηθεὶς λόγον γραφικὸν ἢ ἄλλον τινὰ πραγματικὸν παραυτὰ ἀπεκρίνατο, ἀλλ᾿ ἔλεγεν· «Οὐδέπω εὕρηκα». Πολλάκις δὲ παρῆλθε καὶ τρίμηνον καὶ ἀπόκρισιν οὐκ ἐδίδου, λέγων μὴ κατειληφέναι. Οὕτω μέντοι τὰς ἀποφάσεις αὐτοῦ ἐδέχοντο, γινομένας περιεσκεμμένως κατὰ θεόν, ὡς ἀπὸ θεοῦ. Ταύτην γὰρ τὴν ἀρετὴν ἐλέγετο καὶ ὑπὲρ τὸν μέγαν Ἀντώνιον καὶ ὑπὲρ πάντας ἐσχηκέναι, τὴν εἰς τὸ ἀκριβὲς τοῦ λόγου».

Φέρεται δὲ τοιαύτη πρᾶξις τοῦ Παμβώ, ὅτι Πίωρ ὁ ἀσκητὴς παραβαλὼν αὐτῷ ἴδιον ἀπήνεγκεν ἄρτον, καὶ ἐγκληθεὶς παρ᾿ αὐτοῦ· «Τίνος ἕνεκεν τοῦτο πεποίηκας;» ἀπεκρίνατο· «Ἵνα σε μὴ βαρήσω», φησίν. Ὃν σιγῇ ῥητῶς ἐπαίδευσε· μετὰ χρόνον γὰρ παραβαλὼν αὐτῷ, βρέξας τὸν ἄρτον ἐβάσταζε, καὶ ἐπερωτηθεὶς εἶπεν· «Ἵνα μή σε βαρήσω καὶ ἔβρεξα».

Περὶ Ἀμμωνίου[Επεξεργασία]

Ἀμμώνιος οὗτος ὁ μαθητὴς αὐτοῦ ἅμα τρισὶν ἀδελφοῖς ἑτέροις καὶ δυσὶν ἀδελφαῖς αὐτοῦ εἰς ἄκρον φιλοθείας ἐλάσαντες, κατειλήφασι τὴν ἔρημον, κἀκεῖναι κατ᾿ ἰδίαν ποιήσασαι μονὴν καὶ οὗτος κατ᾿ ἰδίαν, ὡς ἱκανὸν ἀπέχειν μεταξὺ ἀλλήλων. Ἐπειδὴ δὲ καθ᾿ ὑπερβολὴν φιλόλογος ἦν ὁ ἀνήρ, καὶ πόλις τις ἠράσθη αὐτοῦ εἰς λόγον ἐπισκόπου, προσῆλθον τῷ μακαρίῳ Τιμοθέῳ παρακαλέσαντες αὐτὸν χειροτονῆσαι αὐτὸν αὐτοῖς ἐπίσκοπον. Καὶ λέγει αὐτοῖς· «Ἀγάγετέ μοι αὐτὸν καὶ χειροτονῶ αὐτόν». Ὡς οὖν ἀπῆλθον μετὰ βοηθείας καὶ εἶδεν ὅτι κατελήφθη, παρεκάλεσεν αὐτοὺς καὶ διωμόσατο μὴ καταδέχεσθαι χειροτονίαν, μηδὲ ἐξέρχεσθαι τῆς ἐρήμου· καὶ οὐ συνεχώρησαν αὐτῷ. Βλεπόντων οὖν αὐτῶν λαβὼν ψαλίδα τὸ οὖς αὐτοῦ τὸ ἀριστερὸν ἕως πυθμένος ἐψάλισε, λέγων αὐτοῖς· «Κἂν ἀπὸ τοῦ νῦν πληροφορήθητε ὅτι ἀδύνατόν μοι γενέσθαι, τοῦ νόμου ἀπαγορεύοντος ὠτότμητον εἰς ἱερωσύνην μὴ ἀπάγεσθαι».

Οὕτως οὖν ἀφέντες αὐτὸν ἀνεχώρησαν, καὶ ἀπελθόντες εἶπον τῷ ἐπισκόπω. Καὶ λέγει αὐτοῖς· «Οὗτος ὁ νόμος παρὰ Ἰουδαίοις πολιτευέσθω· ἐμοὶ δὲ καὶ ῥινότμητον ἐὰν ἐνέγκητε, ἄξιον ὄντα τοῖς τρόποις, χειροτονῶ». Ἀπελθόντες οὖν πάλιν παρεκάλουν αὐτόν· καὶ διώμνυτο αὐτοῖς ὅτι «Ἐάν με ἀναγκάσητε, τὴν γλῶσσάν μου ἀποτέμνω». Οὕτως οὖν ἀφέντες αὐτὸν ἀνεχώρησαν.

Τούτου τοῦ Ἀμμωνίου φέρεται τὸ θαῦμα τοῦτο, ὅτι οὐδέποτε ἡδονῆς αὐτῷ ἐπαναστάσης τοῦ σαρκίου αὐτοῦ ἐφείσατο, ἀλλὰ σίδηρον ἐκπυρώσας προσετίθει τοῖς ἑαυτοῦ μέλεσιν, ὡς πάντοτε αὐτὸν ἡλκωμένον εἶναι. Ἡ μέντοι τράπεζα αὐτοῦ γέγονεν ἐκ νεότητος ὠμοφαγία ἕως θανάτου· οὐδὲν γὰρ ὃ διὰ πυρὸς διήρχετο ἔφαγέ ποτε ἐκτὸς ἄρτου. Παλαιὰν καὶ καινὴν γραφὴν ἀποστηθίσας καὶ ἐν συγγράμμασιν ἀνδρῶν ἐλλογίμων Ὠριγένους καὶΔιδύμου καὶ Πιερίου καὶ Στεφάνου διῆλθε μυριάδας ἑξακοσίας, ὡς μαρτυροῦσιν αὐτῷ οἱ τῆς ἐρήμου πατέρες. Παρακλητικὸς δὲ ἦν τοῖς ἐν τῇ ἐρήμῳ ἀδελφοῖς εἰ καί τις ἄλλος. Τούτῳ ψήφους ἐδίδου ὁ μακάριος Εὐάγριος ἀνὴρ πνευματοφόρος καὶ διακριτικός, λέγων ὅτι «Οὐδέποτε αὐτοῦ ἀπαθέστερον ἑώρακα ἄνθρωπον».

[Οὗτος ἐν Κωνσταντίνου πόλει ποτὲ παραγενόμενος διὰ χρείαν, ... μετ᾿ ὀλίγον χρόνον κοιμᾶται, καὶ θάπτεται ἐν τῷ μαρτυρίῳ τῷ λεγομένῳ Ῥουφινιαναῖς. Οὗ τὸ μνῆμα λέγεται θεραπεύειν πάντας τοὺς ῥιγιαζομένους.]

Περὶ Βενιαμίν[Επεξεργασία]

Ἐν τούτῳ τῷ ὄρει τῆς Νιτρίας ἀνήρ τις Βενιαμὶν οὕτω καλούμενος, βιώσας ἐπὶ ἔτη ὀγδοήκοντα καὶ εἰς ἄκρον ἀσκήσας, κατηξιώθη χαρίσματος ἰαμάτων, ὡς παντὶ ᾧ ἂν χεῖρα ἐπετίθει ἢ ἔλαιον εὐλογήσας ἐδίδου, πάσης ἀπαλλάττεσθαι ἀρρωστίας. Οὗτος τοίνυν ὁ τοιούτου χαρίσματος καταξιωθεὶς πρὸ ὀκτὼ μηνῶν τοῦ θανάτου αὐτοῦ ὑδρωπίασε, καὶ ἐπὶ τοσοῦτον ὠγκώθη αὐτοῦ τὸ σῶμα ὡς ἄλλον Ἰὼβ φαίνεσθαι. Παραλαβὼν οὖν ἡμᾶς Διόσκορος ὁ ἐπίσκοπος, τότε δὲ πρεσβύτερος ὢν τοῦ ὄρους τῆς Νιτρίας, ἐμέ τε καὶ τὸν μακάριον Εὐάγριον, λέγει ἡμῖν· «Δεῦτε, ἴδετε νέον Ἰὼβ ἐν τοσούτῳ ὄγκῳ σώματος καὶ πάθει ἀνιάτῳ ἄμετρον κεκτημένον εὐχαριστίαν». Ἀπελθόντες οὖν ἐθεασάμεθα τοσοῦτον ὄγκον σώματος ὡς μὴ δύνασθαι δάκτυλον χειρὸς αὐτοῦ περιλαμβάνειν ἄλλους δακτύλους. Μὴ δυνάμενοι δὲ ἀτενίζειν τῇ τοῦ πάθους δεινότητι τοὺς ὀφθαλμοὺς ἀπεστρέψαμεν. Τότε λέγει ἡμῖν ὁ μακάριος ἐκεῖνος Βενιαμίν· «Εὔχασθε, τέκνα, ἵνα μὴ ὁ ἔσωθέν μου ἄνθρωπος ὑδρωπιάσῃ· οὗτος γὰρ οὔτε με εὐπαθῶν ὤνησεν, οὔτε δυσπαθῶν ἔβλαψε». Τοὺς οὖν ὀκτὼ μῆνας δίφρος αὐτῷ ἔκειτο πλατύτατος ἐν ᾧ ἀδιαλείπτως ἐκαθέζετο, μηκέτι ἐν κλίνῃ ἀναπεσεῖν δυνάμενος διὰ τὰς χρείας τὰς λοιπάς. Ἐν τῷ πάθει δὲ τούτῳ ὢν ἄλλους ἰᾶτο. Ἀναγκαίως οὖν ἐξηγησάμην τὸ πάθος τοῦτο, ἵνα μὴ ξενιζώμεθα ὅταν τι περιστατικὸν ἀνδράσι δικαίοις συμβαίνῃ. Τελευτήσαντος δὲ αὐτοῦ, αἱ φλιαὶ τῆς θύρας ἐπήρθησαν καὶ αἱ παραστάδες, ἵνα δυνηθῇ τὸ σῶμα ἐξενεχθῆναι τοῦ οἴκου· τοσοῦτος ἦν ὁ ὄγκος.