Λέοντος Διακόνου Ιστορία/Ε

Από Βικιθήκη
Λέοντος Διακόνου Ιστορία
Συγγραφέας:
Βιβλίο Εʹ


Ἀλλ' οὕτω μὲν, ᾗπέρ μοι ἤδη ἐῤῥήθη, ὁ αὐτοκράτωρ Νικηφόρος Συρίαν καὶ τὰ παράκτια ταύτης καταδραμὼν, καὶ τὸ ἀντίξουν ἅπαν ἐκποδὼν ποιησάμενος, καὶ λείαν Μυσῶν θέμενος, καὶ πλεῖστα πτολίσματα καθελὼν, κἀν τοῖς ἐπικαιροτάτοις τῆς μεγάλης Ἀντιοχείας φρούριον ἐρυμνὸν δομησάμενος ἐν τρισὶν ἡμέραις καὶ πολίσας, ἐς τὸ Βυζάντιον ἐπανέζευξεν. Ἐντεῦθεν παρὰ τὸν τῶν Καρχηδονίων ἀγὸν διεκηρυκεύετο, καὶ τὸ τοῦ ἐναγεστά του καὶ ἀσεβεστάτου Μωάμεδ ξίφος δῶρον ἐξέπεμπεν, ὅπερ λάφυρον ἔκ τινος τῶν κατὰ Παλαιστίνην ἁλόντων φρουρίων ἀνείληφε, καὶ τὸν Πατρίκιον ἐξῄτει Νικήταν, ὃν συνέβη τὸ πρότερον ἐν τῷ περὶ Σικελίαν τῶν Ῥωμαίων πταίσματι δορυάλωτον ληφθέντα, τῷ τοιούτῳ τῶν Ἄφρων παραπεμφθῆναι κατάρχοντι, ὡς ὁ λόγος ἐδήλωσε. διὰ γραμμάτων οὖν ἐπέσκηπτεν, ὡς, εἰ ἐνδοιάσῃ πρὸς τὴν τοῦ Πατρικίου ἀπόδοσιν, καὶ οὐκ ἐξαυτῆς τοῦτον ἀνήσοι τε τῶν δεσμῶν, καὶ ὡς αὐτὸν παραπέμψῃ, πόλεμον ἀκήρυκτον ἤτω προσδοκῶν, καὶ πᾶσαν τὴν αὐτοῦ ἐπικράτειαν ἀνεκτριβῆναι, τοῖς Ῥωμαϊκοῖς δηϊουμένην στρατεύμασι. ταῖς τοιαύταις οὖν ὁ Καρχηδόνιος ἐκδειματωθεὶς ἀγγελίαις, ὡς ἄλλαις τισὶ, κατὰ τὴν παροιμίαν, ἀπὸ Σκυθῶν ῥήσεσι, τόν τε Πατρίκιον Νικήταν καὶ τοὺς σὺν αὐτῷ ληφθέντας δορυαλώτους, καὶ ὅσους Ῥωμαίων ἐκ διαφόρων χώρων ἐν εἱρκταῖς πεδήτας παρακατεῖχε, δῶρον τῷ βασιλεῖ Νικηφόρῳ ἐξέπεμπε· δέος γὰρ αὐτὸν ὑπεισῄει, ἐκστρατείαν καὶ ἔκπλουν τούτου ἐνωτισάμενον. τὸ γὰρ ἀκαταγώνιστον τοῦ ἀνδρὸς, κἀν ταῖς μάχαις ἀνυπόστατον καὶ ἀπρόσιτον, καὶ ὅπως εὐπετῶς τὸ ἀντίπαλον ἅπαν ὡς ἔκ τινος θείας ῥοπῆς εὐείκτως κατεστρέφετο, ἔφριττόν τε πάντα ἔθνη καὶ ἐτεθήπεσαν, καὶ οὐ πολέμιον ἔχειν, ἀλλὰ φίλον καὶ δεσπότην ἠπείγοντο. οὕτω μὲν δὴ ὁ Πατρίκιος Νικήτας καὶ οἱ λοιποὶ τῶν Ῥωμαίων αἰχμάλωτοι τῶν δεσμῶν ῥυσθέντες καὶ τῆς εἱρκτῆς, πρὸς τὸ Βυζάντιον ἐπανῄεσαν. ὁ δὲ βασιλεὺς Νικηφόρος ἥσθητε, ὡς τὸ εἰκὸς, καὶ ἡμέραν ἦγεν ἑόρτιον, καὶ τὰς εὐχαριστηρίους τῷ Θεῷ ἐπὶ τῇ τῶν ὁμοφύλων ἀπολυτρώσει ἀπεδίδου εὐχάς. ἐν ᾧ δὲ ταῦτα κατά τε τὴν Συρίαν καὶ τὸ Βυζάντιον τῷ βασιλεῖ διεπράττετο, ὁ πρὸς τοὺς Ταυροσκύθας σταλεὶς βασιλικῷ νεύματι Καλοκύρης ὁ Πατρίκιος, κατὰ τὴν Σκυθίαν γενόμενος, καὶ τῷ τῶν Ταύρων κατάρχοντι φιλιωθεὶς, δώροις τε τοῦτον διαφθείρας καὶ λόγοις καταγοητεύσας ἐπαγωγοῖς (φιλοκερδὲς δὲ ἅπαν ἐκτόπως τὸ Σκυθικὸν, καὶ λίχνον ὅτι μάλιστα, καὶ ἐπιῤῥεπὲς πρὸς λημμάτων ὑπόσχεσιν καὶ ἀνάληψιν) ἐνέπεισε στρατιὰν συναγηοχότα βαρεῖαν, ἐλαύνειν κατὰ Μυσῶν· τούτους δὲ καταγωνισάμενον ὑποποιήσασθαι μὲν τὴν χώραν καὶ ταύτην παρακατέχειν εἰς ἴδιον ἐνδιαίτημα· αὑτῷ δὲ κατὰ Ῥωμαίων συνάρασθαι, ὅπως κατάσχοι τὴν βασιλείαν, καὶ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐπιτεύξοιτο. μεγάλας δὲ καὶ ἀνεκδιηγήτους τὰς ὠφελείας αὐτῷ πράξειν καθυπισχνεῖτο, ἐκ τῶν βασιλικῶν ταμείων συνεκφορήσαντα. Τούτων τῶν λόγων ὁ Σφενδοσλάβος ἀκουτισθεὶς (τοῦτο γὰρ πρὸς τῶν Ταύρων κατωνομάζετο) οὐχ οἷός τε ἦν ἐπισχεῖν τὴν ὁρμήν· ἀλλὰ, μετέωρος ταῖς ἐλπίσι τοῦ πλούτου γενόμενος, ὀνειροπολῶν τε τὴν τῆς χώρας κατάσχεσιν τῶν Μυσῶν, καὶ ἄλλως δὲ θερμουργός τε ὢν καὶ θρασὺς, ἄλκιμός τε καὶ ῥέκτης ἀνὴρ, πᾶσαν ἡβηδὸν ἡλικίαν τῶν Ταύρων πρὸς τὴν ἐκστρατείαν κατήπειγεν. ἑξήκοντα τοιγαροῦν χιλιαδῶν ἀκμαίων ἀνδρῶν στρατιὰν συναγείρας, ἐκτὸς τοῦ θητικοῦ, ἅμα τῷ Πατρικίῳ Καλοκύρῃ, ὃν καὶ ὁμαίμονα προσήκατο φιλίας θεσμοῖς, ἐχώρει κατὰ Μυσῶν. ἄρτι δὲ παραπλέοντος τὸν Ἴστρον, καὶ πρὸς τὴν ἐπὶ τῆς ἠπείρου ἀπόβασιν ἐπειγομένου, αἰσθόμενοι τὸ δρώμενον οἱ Μυσοὶ, εἰς τρισμυρίων ἀνδρῶν συναγομένην φάλαγγα συνασπίσαντες ὑπηντίαζον. ἀλλ' ἐῤῥωμενέστατα τῶν πορθμείων ἀποβάντες οἱ Ταῦροι, τά τε σάκη προβαλόντες, καὶ τὰ ξίφη σπασάμενοι, ἐπιστροφάδην ἔπληττον τοὺς Μυσούς. οἱ δὲ, μηδὲ τὴν πρώτην ῥοπὴν ἐνεγκόντες, εἰς φυγαδείαν ἐτράποντο καὶ πρὸς τὸ ∆ορύστολον (ἐχυρὸν δὲ φρούριον τοῦτο Μυσῶν) ἀγεννῶς συνεκλείοντο. τηνικαῦτα δὴ λέγεται καὶ Πέτρον, τὸν ἡγήτορα τῶν Μυσῶν, ἄνδρα θεοφιλῆ καὶ σεβάσμιον, τῷ ἀπροσδοκήτῳ τῆς τροπῆς περιαλγήσαντα, ἐπιληψίας πάθος περιπεσεῖν, καὶ ὀλίγον ἐπιβιώσαντα, τῶν τῇδε ὑπαπελθεῖν. ἀλλὰ ταῦτα μὲν κατὰ τὴν Μυσίαν ἐπράττετο ὕστερον· ὁ δὲ τῶν Ῥωμαίων αὐτοκράτωρ Νικηφόρος, τὰ περὶ τῶν Ταύρων διαγνοὺς, καὶ ἄλλως δὲ παρὰ πᾶσαν αὑτοῦ τὴν βιοτὴν μεμεριμνημένος τις ὢν, καὶ ἐγρηγορὼς, καὶ μὴ νευστάζων, μηδέ τισιν ἡδοναῖς ὅλως δουλούμενος (οὐδὲ γὰρ ἔχοι τις λέγειν, ὡς ἴδοι τοῦτον κωμάσαντα κἂν ἐν νεότητι), τότε παντοδαπός τις ἦν, καὶ τὴν πεζικὴν στρατιὰν ἐξήρτυε, καὶ τοὺς λόχους καθώπλιζε, καὶ τὴν ἱππικὴν φάλαγγα ἐς βάθος διέταττε, καὶ πανσιδήρους ἱππότας ἀπέφαινε. τάς τε μηχανὰς τὰς ἐφετηρίους τεκταινόμενος ἐπὶ τῶν τῆς πόλεως πυργωμάτων καθίδρυε, καὶ σειρὰν βαρυτάλαντον ἐκ σιδήρου πεποιημένην ἐπὶ τὸν πύργον ἐνδησάμενος, ὃν Κεντηνάριον κικλήσκειν εἰώθασιν, ἐπὶ φιτρῶν τε μεγίστων ἐφαρμοσάμενος, κατὰ τὸν Βόσπορον ἔτεινε, καὶ πρὸς τὸ τοῦ καταντιπέρας Καστελλίου πύργωμα ἀνῆψε. δραστήριος δὲ ὢν, καὶ βαθυγνώμων, εἰ καί τις ἄλλος, ὧν ἴσμεν, ἀνὴρ, ἀξύμφορον εἶναί οἱ διελογίζετο, εἰ πρὸς ἀμφότερα τὰ ἔθνη τὴν διαμάχην ἄροιτο. ξυνοῖσον οὖν ἐδόκει εἶναι αὐτῷ, εἰ τὸ ἓν ὑποποιήσῃ τῶν ἐθνῶν. οὕτω γὰρ ἐδόκει ῥᾷστα περιέσεσθαι τοῦ ἑνὸς, καὶ αὐτὸ θᾶττον καταγωνίσασθαι. Ἐντεῦθεν, ἐπεὶ τὸ παρὰ τῶν Ταύρων ἀπεγνώκει διακηρυκεύεσθαι (ᾔδει γὰρ τὸν Πατρίκιον Καλοκύρην ἅπαξ τῆς εὐθείας ἐκκλίναντα καὶ τῆς τούτου κυρίας ἀφηνιάσαντα, καὶ μέγα παρὰ τῷ Σφενδοσλάβῳ δυνηθέντα, μὴ εὐείκτως τῷ τούτου θελήματι σπείσασθαι), πρὸς τοὺς ὁμοθρήσκους Μυσοὺς ἐβουλεύσατο μᾶλλον πρεσβείαν στείλασθαι. καὶ δῆτα πρέσβεις ὡς αὐτοὺς ἔστελλε, τόν τε Πατρίκιον Νικηφόρον, ᾧ τὸ ἐπώνυμον Ἐρωτικὸς, καὶ Φιλόθεον, τὸν τῶν Εὐχαΐτων πρόεδρον, καὶ τῆς τε θρησκείας αὐτοὺς ὑπεμίμνησκε (τὰ Χριστιανῶν γὰρ ἀναντιῤῥήτως πρεσβεύουσιν οἱ Μυσοὶ), καὶ παρθένους τοῦ βασιλικοῦ γένους ἐξῄτει, ὡς συνάψῃ ταύτας τοῖς τοῦ αὐτοκράτορος Ῥωμανοῦ παισὶ, καὶ ἀδιάῤῥηκτος ἐκ τοῦ κήδους ἥ τε πρὸς Ῥωμαίους καὶ τοὺς Μυσοὺς καταλλαγὴ καὶ φιλία ἐμπεδωθῇ. οἱ δὲ Μυσοὶ ἄσμενοι τὴν πρεσβείαν ἐδέχοντο, καὶ κόρας ἐξ αἵματος τοῦ βασιλικοῦ ἐπὶ ἁμαξῶν ἀναβιβάσαντες (εἰθισμένον δὲ γυναιξὶ Μυσῶν, ἐφ' ἁμαξῶν ὀχεῖσθαι), τῷ αὐτοκράτορι Νικηφόρῳ ἐξέπεμπον, ἀπαμῦναι σφίσιν ὅτι τάχιστα ποτνιώμενοι, καὶ τὸν τοῖς αὐχέσιν αὐτῶν ἐπικείμενον πέλεκυν τῶν Ταύρων ἀποτρέψαι καὶ κενὸν ἀπεργάσασθαι. καὶ κἂν ἐπήμυνε τούτοις, καὶ τρόπαια κατὰ τῶν Ταύρων ἐστήσατο, ἐπεὶ καὶ κατὰ πάντων, πρὸς οὓς ἂν τὴν Ῥωμαϊκὴν ἀντεπήνεγκε δύναμιν. ἀλλ' ἀπὸ μικρᾶς ῥοπῆς αἰωρούμενα τὰ ἀνθρώπινα, καὶ ὡς ἔκ τινος εἰπεῖν λεπτῆς κρόκης ἐκκρεμαννύμενα, καὶ εἰς τὸ ἐναντίον εἴωθε περιχωρεῖν. ἀνεπισφαλῶς γάρ τινες οἴονται νέμεσίν τινα θείαν καὶ φθόνον ἀνθρώπινον τοῖς ἐπισήμοις καὶ ἀλκιμωτάτοις ἀνδράσι προσίστασθαι, σφάλλοντα τούτους, καὶ περιτρέποντα, καὶ εἰς τὸ μηδὲν συνελαύνοντα. οἷα δὴ καὶ τότε τῷ αὐτοκράτορι Νικηφόρῳ, κατὰ ῥοῦν αὐτῷ φερομένων τῶν πραγμάτων, καὶ ὡς οὐκ ἄλλῳ τῶν πρὸ αὐτοῦ ἡγεμονευσάντων, συμβέβηκεν. ἐγὼ δὲ τοῦτό φημι, ὅτι ἀμηχάνῳ τοῦ κρείττονος προμηθείᾳ ἤδη τοῖς ἀνθρώποις εὐροοῦντα τὰ πράγματα εἰς τοὐναντίον ἀντιπεριΐσταται, ὡς ταύτῃ παιδευθεῖεν θνητοὶ ὄντες καὶ πρόσκαιροι, καὶ μὴ περαιτέρω φυσῷεν τοῦ προσήκοντος. ἤδη γάρ τινες εὐπραγίαις ἐπιβάντες καὶ κατὰ τὰς μάχας εὐδοκιμήσαντες, θεοὺς ἀνειπεῖν αὑτοὺς οὐκ ἐνάρκησαν, εἰς αὐτὴν τὴν πρόνοιαν ἐξυβρίσαντες. παράδειγμα τούτων οἱ τοῦ Ἀλωέως παῖδες Ὦτος καὶ Ἐφιάλτης, εἰς οὐρανοὺς κατὰτὸν μῦθον πειρώμενοι ἀνελθεῖν, καὶ Ναβουχοδονόσορ ὁ Βαβυλώνιος, εἰκόνα στησάμενος ἑαυτοῦ, καὶ ὁ Φιλίππου Ἀλέξανδρος, Ἄμμωνος υἱὸς ἀξιῶν ὀνομάζεσθαι. εἰκότως οὖν τρεπτὰ καὶ παλίντροπα καθέστηκε τοῖς ἀνθρώποις τὰ πράγματα, οἷα δὴ καὶ τότε Ῥωμαίοις συνέβαινεν, ἀποβαλοῦσι μετὰ μικρὸν ἡγεμόνα τὸν ἑαυτῶν, οἷον οὐκ ἔσχεν ἄλλον ἡ Ῥωμαϊκὴ δυναστεία τὸ πρότερον. εἰ γὰρ μὴ τῇ τούτου ἀναιρέσει εἰς τὸ ἔμπαλιν ἡ τύχη τούτοις ἀπέτρεχεν, οὐδὲν ἐνέδει, ἐπιβιοῦντος ἐκείνου, μὴ τὰ ὅρια πήξασθαι τῆς σφῶν ἐπικρατείας πρὸς ἀνίσχοντα ἥλιον κατὰ τὴν Ἰνδικὴν, καὶ αὖθις ἐπὶ δυόμενον πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ τέρματα. ἀλλὰ γὰρ ἐπανακτέον τὸν λόγον, ὅθεν ἀπέκλινε τοῦ εἱρμοῦ. Οἱ μὲν δὴ Μυσοὶ χεῖρας ἱκέτιδας ἐφήπλουν, ἐπαμῦναι σφίσι δυσωποῦντες τὸν αὐτοκράτορα. ἐν ᾧ δὲ πρὸς τὴν ἐκστρατείαν διεσκευάζετο, ἡ τῆς μεγάλης Ἀντιοχείας ἅλωσις ἐπηγγέλλετο, ἄρτι κατὰ τὰς ἐκείνου ὑποθήκας ἁλοῦσα, ἃς δὴ τοῖς καταλειφθεῖσι πρὸς αὐτοῦ εἰς τὸ ταύτην λεηλατεῖν στρατιώταις ἐπέσκηπτε. λέγεται γὰρ, ὡς, ἐπείπερ ταῖς καθ' ἡμέραν καταδρομαῖς εἰς ἀμηχανίαν καὶ σπάνιν τῶν ἀναγκαίων ἐσχάτην συνηλαύνετο, τὸν Πατρίκιον Πέτρον καὶ στρατοπεδάρχην, τομίαν μὲν ὄντα, ῥέκτην δὲ τὴν ἄλλως καὶ ῥωμαλεώτατον, κατατρέχοντα Συρίαν, ἐκεῖσε μετὰ τῆς δυνάμεως ἀφικέσθαι, καὶ Μιχαὴλ ἐκεῖνον, ἐν ταξιάρχοις τελοῦντα, ᾧ Βούρτζης ἐπώνυμον, ἐπὶ κατασκοπὴν ἐκπέμψαι τῆς πόλεως. τὸν δὲ μετὰ καὶ ἄλλων λογάδων ἀγχοῦ ταύτης γενόμενον, τὸν ἐπίβατον τοῦ τείχους περισκοπῆσαι, καὶ ὀπισθόρμητον ἀπαλλαγῆναι πρὸς τὸ στρατόπεδον, κλίμακάς τε ἀναλόγους τῷ ὕψει τῶν πύργων τεκτήνασθαι· κἀν τοῖς ἀχθοφόροις ζώοις ταύτας ἐπιφορτίσασθαι, καὶ μετὰ λεγεῶνος γενναιοτάτων στρατιωτῶν ἤδη μέσων νυκτῶν τὸν τῆς Ἀντιοχείας περίβολον αὖθις καταλαβεῖν, ἤρεμά τε ταύτας προσερεῖσαι τῷ τείχει καὶ ἀνιέναι διὰ τῶν κλιμάκων· τοὺς δὲ φύλακας τῶν Ἀγαρηνῶν, βαθεῖ τῷ ὕπνῳ καθεύδοντας, τοῖς ξίφεσι διαχρήσασθαι. ἐγκρατεῖς δὲ τῶν τειχῶν τὸν τρόπον τοῦτον Ῥωμαίους γεγενημένους καταβῆναί τε τῶν πύργων, καὶ τετραχῶς τὸ ἄστυ πυρπολεῖν· Ἀντιοχεῖς δὲ, τῷ ἀπροσδοκήτῳ καταπλαγέντας, εἰς οἰμωγὰς καὶ θρήνους τραπῆναι καὶ ἀμηχανίαν δεινὴν, διενθυμουμένους ὅ,τι καὶ δράσαιεν. ἤδη δὲ πρὸς ἀλκὴν ὁρμᾷν διαλογιζομένων, καὶ ῥωμαλέως τοῖς ἐναντίοις συστάδην ἀντικαθίστασθαι, τῆς ἕω τηλαυγῶς ὑπαυγαζούσης, προέφθασε τὴν ἐκείνων ὁρμὴν ὁ στρατοπεδάρχης Πέτρος, μετὰ τῆς δυνάμεως εἰς τὴν πόλιν διὰ τῶν πυλῶν εἰσελάσας, ἃς οἱ προκατασχόντες τὸ ἄστυ Ῥωμαῖοι αὐτῷ ἀνεπέτασαν. Ἀντιοχεῖς δὲ πρὸς τοσαύτην στρατιὰν μηδὲ ἀντωπεῖν ἐξισχύοντες, τὰ ὅπλα ῥίψαντες, εἰς ἱκετείαν ἐτράποντο. οὓς ὁ στρατοπεδάρχης ἀνδραποδισάμενος, καὶ τὴν πυρκαϊὰν ἀποσβέσας, καὶ τῶν σύλων ἐξελὼν τὰ πρωτόλεια, τήν τε πόλιν κατὰ κράτος κατεῖχε, καὶ τῶν τειχῶν τὰ ἐπισφαλῆ ἐκρατύνετο. Ἀλλ' οὕτω μὲν ἡ περιφανὴς καὶ μεγάλη Ἀντιόχεια πρὸς τῶν Ῥωμαίων ἥλω τε καὶ ἐπορθήθη. τὴν γοῦν ταύτης ὁ αὐτοκράτωρ διακούσας κατάσχεσιν, ἐγεγήθει τε, καὶ τῷ κρείττονι εὐχαριστήρια ἔθυσεν. ἔτυχε δὲ τότε τὴν τῶν Ἀσωμάτων ἀπαντῆσαι σύναξιν, ἐν ᾗ καὶ μοναχόν τινα λέγεται τῶν ἐρημικῶν ἐπιστόλιον ἐπιδόντα τῷ βασιλεῖ, ἐκποδὼν ἐξαυτῆς οἴχεσθαι. τὸν δὲ ἀνελῖξαί τε τοῦτο, καὶ τὸν νοῦν αὐτοῦ ἀναλέξασθαι· εἶναι δὲ τὴν τούτου ἔμφασιν τοιαύτην· ἐμοὶ τῷ σκώληκι παρὰ τῆς προνοίας ἀπεκαλύφθη, βασιλεῦ, μεταναστῆναί σε τῶν τῇδε τῷ μετὰ τὸν παρελθόντα Σεπτέμβριον τρίτῳ μηνί. πολλὰ τοίνυν ἀναψηλαφήσας ὁ βασιλεὺς, οὐχ εὗρε τὸν μοναχόν. ἐντεῦθεν ἐν κατηφείᾳ διῆγε καὶ σκυθρωπότητι· ἐπὶ κλίνης τε τὸ παράπαν ἔκτοτε οὐκ ἐβουλήθη διαναπαύσασθαι, ἀλλ' ἐπ' ἐδάφους ὑποστρωννύων δέρμα παρδάλεως, καὶ κοκκοβαφῆ πῖλον, ἐπὶ τούτων ἐκάθευδε, μανδύῃ τῷ τοῦ μοναχοῦ Μιχαὴλ καὶ θείου αὐτοῦ, ᾧ Μαλεΐνος ἐπώνυμον, ἄνωθεν ἐπικαλύπτων αὑτοῦ τὸ σωμάτιον· ἐν οἷς εἴθιστο καθεύδειν, ὁπηνίκα τῶν δεσποτικῶν ἑορτῶν τις εἰσήλαυνε, καὶ τῶν μυστηρίων Χριστοῦ τῶν ἀχράντων ἠβούλετο μετασχεῖν. κατὰ ταύτας δὲ τὰς ἡμέρας συνέβη καὶ τὸν Καίσαρα Βάρδαν, τὸν τοῦ αὐτοκράτορος Νικηφόρου πατέρα, τοῦ βίου μεταναστῆναι, ὑπὲρ τὰ ἐννενήκοντα ἔτη διαβιώσαντα, κἀν τοῖς στρατιωτικοῖς καταλόγοις ἐξ αὐτῆς ἥβης καταγηράσαντα, καὶ πολλὰ τρόπαια καὶ νίκας ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασιν ἀναδησάμενον. ὃν ἐπένθησεν ὁ βασιλεὺς τεθνηκότα, ὡς τὸ εἰκὸς, ἐκ τῶν ἀνακτόρων τε καὶ μέχρι τῆς ἑστίας αὐτοῦ κατὰ μεσημβρίαν κειμένης τοῦ ἄστεος, πρὸς τὸ κάταντες τῆς ἐπὶ θάλασσαν φερούσης ὁδοῦ, ἵνα ὁ τῆς Σοφίας λιμὴν ἥπλωται, τὸν τούτου νεκρὸν προέπεμψε, καὶ τῇ σορῷ περιέστειλε. μετὰ δέ τινας ἡμέρας τοῦ ἐπὶ τῷ πατρὶ πένθους τῷ βασιλεῖ ὑπολωφήσαντος, εὐκαιρίας ἡ Αὐγούστα Θεοφανὼ δραξαμένη, πρόσεισι τούτῳ καταμόνας, πολλὴν συνείρουσα λόγων πειθὼ, Ἰωάννην τε τὸν Μάγιστρον, ᾧ Τζιμισκῆς τὸ ἐπώνυμον, οὐκ ἀνίη ἐξαιτουμένη, προσλιπαροῦσά τε καὶ ποτνιωμένη. καὶ δικαίαν δῆθεν τὴν σκῆψιν προτεινομένη, καὶ, ἵνα τί πάντα μέτρῳ καὶ σταθμῷ ῥυθμίζων τὰ σὰ, βασιλεῦ, ὡς ἀκριβῆ στάθμην εἶναί σε καὶ κανόνα σωφροσύνης εὐθύτατον, παρορᾷς ἄνδρα γενναῖον οὕτω καὶ νεανικὸν, ἀριπρεπῆ τε κατὰ τὰς μάχας τυγχάνοντα καὶ ἀκαταγώνιστον, ἐγκυλινδεῖσθαι τῷ βορβόρῳ τῶν ἡδονῶν, καὶ βίον μεταδιώκειν παρεξηυλημένον καὶ ἄνετον, σφριγῶντα καὶ αὐτὴν τῆς ἡλικίας ἄγοντα τὴν ἀκμὴν, καὶ ταῦτα αὐτανεψιὸν τοῦ σοῦ πεφηνότα κράτους, λαμπράν τε τοῦ γένους ἕλκοντα τὴν σειράν; ἀλλ', εἰ δοκεῖ, κέλευε τὴν ταχίστην, τῶν χώρων ἵνα διατρίβει ἀπάραντα, ἀφικέσθαι τε πρὸς ἡμᾶς καὶ συζύγῳ τῶν εὐγενῶν ἁρμοσθῆναι. τὴν γὰρ ἤδη νόμῳ γάμου προσαρμοσθεῖσαν αὐτῷ ὁ πικρὸς, ὡς οἶσθα, καὶ λυσιμελὴς ἐξεθέρισε θάνατος. εἶξον λοιπὸν, βασιλεῦ, καὶ εἰσηγουμένῃ τὰ δέοντα πείσθητι, καὶ μὴ προκείσθω ταῖς ἀκολάστοις γλώσσαις κωμῳδία καὶ σαρκασμὸς ὁ ἐκ τοῦ σοῦ γένους ἀναδραμὼν, κἀν ταῖς τῶν πολέμων ἀνδραγαθίαις παρὰ πάντων μεγαλαυχούμενος. Τούτοις τοῖς λόγοις μετελθοῦσα τὸν αὐτοκράτορα καὶ, ὡς τὸ εἰκὸς, καταγοητεύσασα (εὔνοιαν γὰρ ὑπὲρ τὸ προσῆκον παρεῖχεν αὐτῇ, ἐκτόπως τῆς ὥρας ταύτης ἡττώμενος), ἀνέπεισεν εἰσκαλέσαι τὸν Ἰωάννην, καὶ θᾶττον ἀπαντῆσαι πρὸς τὸ Βυζάντιον. ὁ δὲ πρὸς τὴν βασιλεύουσαν εἰσελάσας καὶ τῷ βασιλεῖ παραστὰς, ἐπείπερ ἐπισκήψεις ἐδέξατο τοῖς βασιλείοις ὁσημέραι φοιτᾷν, τότε μὲν ἐφ' ἑστίας εὐθὺς ἀπηλλάττετο· μετέπειτα δὲ παρὰ τὴν βασίλειον αὐλὴν οὐ διελίμπανεν ἀνιών. ἅτε δὲ θερμουργός τις ἀνὴρ πεφυκὼς, καὶ τολμήσας εἰ καί τις ἄλλος, καὶ πράγμασιν ἐπιχειρεῖν ἀλλοκότοις παραβολώτατος, ἐξεῦρε μηχανὴν, ὥστε διά τινων ἀφανῶν εἰσόδων πρὸς τῆς Αὐγούστης ἑτοιμασθεισῶν ὑποδύεσθαί τε καὶ εἰς λόγους ταύτῃ συνέρχεσθαι, καὶ τὴν τοῦ αὐτοκράτορος Νικηφόρου τῶν ἀνακτόρων μελετῆσαι καθαίρεσιν. ἐντεῦθεν ἄνδρας ῥωμαλέους καὶ νεανικοὺς τὰ πολέμια ἐκ διαλειμμάτων πρὸς αὐτὸν ἐξέπεμπεν, οὓς ὑποδεχομένη ἐν οἰκίσκῳ σκοταίῳ παρ' αὐτῇ παρεφύλαττεν. ἐπεὶ δὲ πόνον ἡ τούτων ἐπὶ κακῷ συλλαβοῦσα συμφωνία καὶ δεινὴν ἀδικίαν ὠδίνασα, τὴν πονηρὰν τεκεῖν ἀνομίαν ἠπείγετο, συνελθόντες αὖθις ἀλλήλοις κατὰ τὸ σύνηθες, τὸν αὐτοκράτορα Νικηφόρον τῆς ἀρχῆς κατασπᾶσαι διέγνωσαν. ἐκεῖθεν ἐφ' ἑστίας ὁ Ἰωάννης ἀπαλλαγεὶς, Μιχαήλ τε, τὸν καλούμενον Βούρτζην, καὶ Λέοντα τὸν Πεδιάσιμον εἰσκαλέσας καὶ τὸ δωμάτιον κλείσας, τὴν τοῦ αὐτοκράτορος Νικηφόρου μετ' αὐτῶν ἐσκαιωρεῖτο ἀναίρεσιν. μὴν ἐφειστήκει τότε ∆εκέμβριος, δεκάτην ἐλαύνων ἡμέραν. λέγεται δὲ κατὰ τὴν ἑσπέραν παρὰ τὸν καιρὸν τῆς ὑμνῳδίας κληρικόν τινα τῆς βασιλείου αὐλῆς λίβελλον ἀναδοῦναι τῷ βασιλεῖ, ἐν ᾧ ταῦτα ἐγέγραπτο· γνωστὸν ἔστω σοι, βασιλεῦ, ὡς ὄλεθρός σοι ταύτῃ τῇ νυκτὶ ἐπικαττύεται χαλεπός. ὅτι δὲ ἀληθῆ ταῦτα, ἡ γυναικωνῖτις ἐρευνηθήτω, ἐν ᾗ ἄνδρες ἔνοπλοι καταληφθήσονται, οἱ τὴν σὴν μέλλοντες αὐτουργῆσαι σφαγήν. τὸν γοῦν λίβελλον ὁ βασιλεὺς ἀναγνοὺς, Μιχαὴλ τῷ τοῦ κοιτῶνος κατάρχοντι ἔρευναν ἀκριβῆ τῶν ἀνδρῶν ποιῆσαι παρεκελεύσατο· ὁ δὲ, εἴτε τὴν Αὐγούσταν καταιδεσθεὶς, εἴτε μελλήσει χρησάμενος, ἢ καὶ θεοβλαβείᾳ παρενεχθεὶς, παρῆκε τὸ δωμάτιον, ἐν ᾧ τὸ τῶν φόνων τῶν ἀνδρῶν καθῆστο στίφος, ἀνεξερεύνητον. ἤδη δὲ τῆς νυκτὸς ἐπελθούσης, κατὰ τὸ εἰθισμένον ἡ βασιλὶς πρὸς τὸν αὐτοκράτορα εἰσφοιτήσασα, λόγους διῄει περὶ τῶν ἐκ Μυσίας νεωστὶ ἀφιγμένων νυμφῶν, ὅτι, ἄπειμι τὰ πρὸς θεραπείαν αὐτῶν ἐπισκήψασα, ἔπειτα δὲ φοιτήσω πρὸς σέ· ἀλλ' ἠνεῳγμένος ὁ κοιτωνίσκος ἔστω, καὶ μὴ κλεισθήτω τὰ νῦν· παλινοστήσασα γὰρ ἐγὼ τοῦτον κλείσω λοιπόν. ταῦτα προσειποῦσα ἐκεῖθεν ἐξῄει. ὁ δὲ βασιλεὺς δι' ὅλης μὲν τῆς φυλακῆς τῆς νυκτὸς τὰς συνήθεις εὐχὰς ἀνέπεμπε τῷ Θεῷ, καὶ τῇ μελέτῃ τῶν θείων γραφῶν διεσχόλαζεν. ἐπεὶ δὲ τὸν ὕπνον ἡ φύσις ἀπῄτει, πρὸ τῶν σεπτῶν εἰκόνων τῆς τε θεανδρικῆς τοῦ Χριστοῦ μορφῆς, καὶ τῆς Θεομήτορος, καὶ τοῦ θείου προδρόμου καὶ κήρυκος, παρὰ τὸ παρδάλειον δέῤῥος καὶ τὸν κοκκοβαφῆ πῖλον, ἐπ' ἐδάφους διανεπαύετο. Οἱ δὲ πρὸς τῆς Αὐγούστης ὑποδεχθέντες ὑπηρέται τοῦ Ἰωάννου, τοῦ δωματίου ξιφήρεις ἐκπηδήσαντες, τὴν ἐκείνου ἄφιξιν προσεδέχοντο, περὶ τὰ ὕπαιθρα τῶν βασιλείων ὑπερῴων κατασκοπούμενοι. πέμπτην τῆς νυκτὸς ὥραν ὁ γνώμων ἤδη κατεπηγγέλλετο· δριμεῖα δέ τις βορέου αὖρα τὸ τοῦ ἀέρος ἐπεῖχε κατάστημα, καὶ χιὼν ἐχεῖτο πολλή· καὶ ὁ Ἰωάννης ἀφίκετο μετὰ τῶν συνωμοτῶν , ἐπὶ λέμβου τὸν αἰγιαλὸν παραπλέων, καὶ τῆς ἠπείρου προσεπιβαίνων, ἵνα ὁ λίθινος λέων τὸν ταῦρον ζωγρεῖ (Βουκολέοντα τὸν τόπον κέκληκεν ἡ συνήθεια)· ὃς τοῖς ἄνωθεν ἐπὶ τῶν ὑπαίθρων προκύπτουσιν ὑπηρέταις συρίττων ἐπεγινώσκετο. τοιοῦτον γὰρ τοῖς παλαμναίοις ἐδέδοτο σύνθημα. κόφινον οὖν καλωδίοις ἐξηρτημένον χαλάσαντες ἄνωθεν, καθ' ἕνα τοὺς συνωμότας πρότερον ἅπαντας ἀνιμήσαντο, ἔπειτα δὲ καὶ τὸν Ἰωάννην αὐτόν. ἀνελθόντες οὖν παρὰ πᾶσαν ἀνθρωπίνην ὑπόνοιαν, καὶ τὰ ξίφη γυμνώσαντες, εἰς τὸν βασιλικὸν εἰσελαύνουσι θάλαμον, καὶ τὴν κλίνην κατειληφότες, καὶ ταύτην εὑρόντες κενὴν καὶ μήτινα ἐν αὐτῇ διαναπαυόμενον, ἐπεπήγεσαν ἀπὸ τοῦ δέους, καὶ κατακρημνίζειν αὑτοὺς ἐπειρῶντο πρὸς θάλασσαν. ἀλλ' ἀνδράριόν τι τῶν ἐκ τῆς γυναικωνίτιδος ἰταμῶν, αὐτῶν ἡγησάμενον, ὑποδεικνύει τὸν βασιλέα καθεύδοντα, ὃν κύκλῳ περιστάντες ἔνυττον τοῖς ποσὶν ἐναλλόμενοι. διυπνισθέντα δὲ τοῦτον καὶ τὴν κεφαλὴν ἐπ' ἀγκῶνος ἐρείσαντα, ξίφει βιαίως παίει Λέων ὁ Βαλάντης ὀνομαζόμενος. ὁ δὲ περιαλγήσας τῷ τραύματι (μέχρι τῆς ὀφρύος καὶ τῆς βλεφαρίδος τὸ ξίφος καθίκετο, ἀπαράξαν μὲν τὸ ὀστοῦν, μὴ πλῆξαν δὲ τὸν ἐγκέφαλον), Θεοτόκε, βοήθει, ἐκέκραγε γεγωνοτέρᾳ φωνῇ· ἐῤῥεῖτο δὲ πανταχόθεν τῷ αἵματι καὶ κατεφοινίσσετο. ὁ δὲ Ἰωάννης, ἐπὶ τῆς βασιλικῆς καθίσας στρωμνῆς, ἑλκύειν ὡς αὑτὸν τὸν βασιλέα παρεκελεύσατο. ὃν ἑλκυσθέντα, ὀκλάζοντά τε καὶ ἐπὶ τὸ ἔδαφος διαῤῥέοντα (οὐδὲ γὰρ οἷός τε ἦν ἐπὶ γόνυ ἀνίστασθαι, καταβληθείσης αὐτῷ τῆς γιγαντώδους ἰσχύος τῇ τοῦ ξίφους πληγῇ), ἀνηρώτα τοῦτον μετὰ ἀπειλῶν, καὶ, λέγε μοι, ἀγνωμονέστατε σὺ καὶ βάσκανε τύραννε, οὐ δι' ἐμοῦ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐπέβης, καὶ τὴν τοσαύτην δυναστείαν ἀνείληφας; πῶς οὖν, τῆς τοιαύτης ἀλογήσας εὐεργεσίας, καὶ φθόνῳ καὶ μανίᾳ οἰστρηλατηθεὶς, τῆς τῶν στρατευμάτων καθαιρήσειν ἀρχῆς τὸν σὸν εὐεργέτην ἐμὲ οὐκ ἐνάρκησας; ἀλλὰ κατ' ἀγροὺς σχολάζειν διαφῆκας μετὰ τῶν γεωργῶν, ὡσεί τινα ἄτιμον μετανάστην, ἄνδρα γενναῖον οὕτω, καὶ νεανικὸν ὑπὲρ σέ· ὃν τὰ τῶν ἐναντίων φρίττει στρατόπεδα, καὶ οὗ τῶν χειρῶν οὐκ ἔστιν ὅστις σε ῥύσεται νῦν. εἰπὲ τοίνυν, εἴ τίς σοι πρὸς ταῦτα δικαιολογίας ἀντιλογία ὑπολέλειπται. Ὁ δὲ βασιλεὺς, λειποθυμῶν ἤδη καὶ μὴ ἔχων τὸν αὑτῷ ἐπαμύνοντα, τὴν Θεοτόκον ἐκάλει ἐπίκουρον. Ἰωάννης δὲ τὸν πώγωνα τούτου δραξάμενος ἀνηλεῶς ἔτιλλε, καὶ οἱ συνωμόται ταῖς λαβαῖς τῶν ξιφῶν τὰς αὐτοῦ σιαγόνας ὠμῶς καὶ ἀφιλαν θρώπως ἔνυττον, ὡς διασαλεῦσαί τε τοὺς ὀδόντας καὶ παρακινῆσαι αὐτοὺς τοῦ φατνώματος. ἐπεὶ δὲ προσκορεῖς ἦσαν τοῦτον ποινηλατούμενοι, κατὰ τῶν στέρνων ὁ Ἰωάννης παίει ποδὶ, τό τε ξίφος ἀνατείνας κατὰ μέσον διήλασε τοῦ κρανίου, πλήττειν τὸν ἄνδρα καὶ τοῖς ἄλλοις ἐγκελευσάμενος. οἱ δὲ κατεσπάθιζον τοῦτον ἀνηλεῶς, καί τις ἀκουφίῳ τὸ μετάφρενον αὐτοῦ πλήξας διαμπερὲς ἐπὶ τὰ στέρνα διήλασε. τὸ δὲ τοιοῦτον ὅπλον σιδήρειον ἐπίμηκες πέφυκεν, ἐρωδιοῦ ῥάμφει προσεοικὸς ἀτεχνῶς· παρὰ τοσοῦτον δὲ διαλλάττει τοῦ ῥάμφους κατὰ τὸν σχηματισμὸν, παρ' ὅσον ἐκεῖνο μὲν ἰθυτενὲς ἡ φύσις ἐκλήρωσε τῷ πτηνῷ, τὸ δὲ εἰς καμπὴν ἠρέμα μετρίαν ἐκτείνεται, ὀξεῖαν ἐπιεικῶς προβαλλόμενον τὴν ἀκμήν. τοιαύτην μὲν δὴ Νικηφόρος ὁ αὐτοκράτωρ τὴν τοῦ βίου εὗρε καταστροφὴν, πάντα μὲν τὸν τῆς ζωῆς χρόνον πεντήκοντα καὶ ἑπτὰ ἔτη διαβιοὺς, ἓξ δὲ καὶ μόνους ἐνιαυτοὺς πρὸς μησὶ τέσσαρσι τὴν τῆς βασιλείας ἰθύνας ἀρχήν· ἀνὴρ ἀνδρείᾳ καὶ σώματος ῥώμῃ πᾶσαν ἀδηρίτως ὑπερβαίνων τὴν κατ' αὐτὸν γενεὰν, ἐμπειρότατός τε καὶ δραστικώτατος τὰ πολέμια, καὶ πρὸς πᾶσαν ἰδέαν πόνων ἀνένδοτος, καὶ σώματος ἀμείλικτος καὶ ἀκολάκευτος ἡδοναῖς· μεγαλόφρων τε καὶ μεγαλοφυὴς τὰ πολιτικὰ, ἐννομώτατα δικάζων, καὶ νομοθετῶν ἀσφαλῶς, καὶ μηδενὸς τῶν ἐν τούτοις κατατριβέντων ἡττώμενος· ἐν δὲ ταῖς εὐχαῖς καὶ ταῖς παννύχοις πρὸς Θεὸν στάσεσιν ἄκαμπτός τε καὶ ἀδαμάντινος, ἀμετεώριστον ἐν ταῖς ὑμνῳδίαις τὸν νοῦν συντηρῶν, καὶ πρὸς τὰ μάταια μηδόλως ῥεμβόμενον. ἐλάττωμα δὲ τοῦτο προσῆπτον οἱ πολλοὶ τῷ ἀνδρὶ, ὅτι τε ἀπαρεγχείρητον ἐβούλετο πρὸς ἁπάν των συντηρεῖσθαι τὴν ἀρετὴν, καὶ μὴ παραχαράττεσθαι τὴν τοῦ δικαίου ἀκρίβειαν. διὸ καὶ ἀπαραίτητος ἦν εἰς τὴν τούτων ἐκδίκησιν, καὶ τοῖς ὀλισθαίνουσιν ἀδυσώπητος καὶ φορτικὸς ἐδόκει, καὶ ἐπαχθὴς τοῖς ἀδιάφορον ἀντλεῖν τὸν βίον ἐθέλουσιν. ἐγὼ δέ φημι, ὡς εἰ μή τις κατὰ ῥοῦν φερομένοις τοῖς πράγμασι βάσκανος νεμεσήσασα τύχη τὸν ἄνδρα τοῦτον ταχὺ τοῦ βίου ἀπήγαγε, μεγίστην ἂν ἡ τῶν Ῥωμαίων ἡγεμονία καὶ οἵαν οὐκ ἄλλοτε εὔκλειαν ἀπηνέγκατο. ἀλλὰ γὰρ ἡ πρόνοια, τὰ σκληρὰ καὶ ὑπέραυχα τῶν ἀνθρώπων ἀποστυγοῦσα φρονήματα, κολούει τε καὶ περιστέλλει καὶ εἰς τὸ μηδὲν συνωθεῖ, οἷς οἶδεν ἀνεφίκτοις κρίμασι πρὸς τὸ συμφέρον τὸ τοῦ βίου πορθμεῖον εὐθύνουσα. Ὁ δέ γε Ἰωάννης, ἐπεὶ τὸ τοιοῦτον θεοστυγὲς καὶ ἀνόσιον μῦσος εἰργάσατο, ἐπὶ τὸν λαμπρὸν οἶκον τῆς βασιλικῆς ἑστίας παρελθὼν (Χρυσοτρίκλινον τὸν δόμον κατονομάζουσι), τό τε πέδιλον τὸ ἐρυθρὸν τοῖς ποσὶν ἐνηρμόσατο, καὶ παρὰ τὸν θρόνον κεκάθικε τὸν βασιλικὸν, καὶ περὶ τῶν κοινῶν πραγμάτων ἐφρόντιζεν, ὅπως τούτων ἐγκρατής τε γένοιτο, καὶ μήτις αὑτῷ διαστασιάσοι τῶν ἐξ αἵματος προσηκόντων τῷ αὐτοκράτορι. οἱ δὲ τοῦ Νικηφόρου ὑπασπισταὶ, ὀψέ ποτε τὴν ἀναίρεσιν τούτου ἐνωτισθέντες, ὥρμησαν ἐπαμῦναι αὐτῷ, ὑποτοπάζοντες, ἐν τοῖς ζῶσιν ἔτι περιεῖναι τὸν ἄνδρα, καὶ τὰς σιδηρέας πύλας παντὶ σθένει ἀναμοχλεύειν ἐπειρῶντο. ἀλλὰ ὁ Ἰωάννης τὴν κεφαλὴν ἐνεχθῆναι τοῦ Νικηφόρου ἐνεκελεύσατο, καὶ ταύτην ὑποδειχθῆναι διὰ τρυμαλιᾶς τοῖς ἐκείνου σωματοφύλαξι. παρελθὼν δέ τις, Ἀτζυποθεόδωρος καλούμενος, ἐξέτεμέ τε τὴν κεφαλὴν, καὶ τοῖς στασιάζουσιν ὑπεδείκνυεν. οἱ δὲ, τὸ ἀλλόκοτον καὶ ἄπιστον ἀθρήσαντες θέαμα, τά τε ξίφη τῶν χειρῶν μεθῆκαν, καὶ παλινῳδίαν ᾖσαν, καὶ τὸν Ἰωάννην αὐτοκράτορα Ῥωμαίων ὁμοφώνως ἐκήρυττον. ὁ δὲ τοῦ Νικηφόρου νεκρὸς κατὰ τὸ ὕπαιθρον ἐπὶ τῆς χιόνος πανημέριος ἔκειτο· ἑνδεκάτη ἦν τοῦ ∆εκεμβρίου μηνὸς ἡμέρα, σαββάτῳ· ὃν πρὸς ἑσπέραν βαθεῖαν τῇ ὁσίᾳ παραπεμφθῆναι ὁ Ἰωάννης προσέταξε. θήκῃ οὖν σχεδιασθείσῃ ξυλίνῃ ὡς ἔτυχε περιστείλαντες, μέσον τῶν νυκτῶν λαθραίως εἰς τὸν θεῖον τῶν Ἀποστόλων σηκὸν ἐξεκόμισαν, καὶ κατὰ τὸ ἡρῷον, ἔνθα τὸ τοῦ θείου καὶ ἀοιδίμου Κωνσταντίνου σῶμα κατάκειται, ἐν μιᾷ τῶν βασιλικῶν σορῶν ἐκήδευσαν. ἀλλὰ γὰρ οὐκ ἐπενύσταξεν ἡ δίκη τῇ μιαιφονίᾳ τῶν ἀλαστόρων ἐκείνων ἀνδρῶν, μετῆλθε δὲ πάντας ποινηλατοῦσα μετέπειτα, καὶ δημευθέντες, κατὰ τὰ ἔσχατα πενητεύσαντες, κακοὶ κακῶς τοῦ ζῇν ἀπηλλάγησαν, ὅσοι τῆς ἐκείνου σφαγῆς αὐτόχειρες ἐξεγένοντο. ἀλλ' ἀποχρώντως γὰρ εἰρῆσθαί μοι δοκεῖ περὶ τῶν πεπραγμένων τῷ αὐτοκράτορι Νικηφόρῳ, καὶ τῆς αὐτοῦ βιοτῆς καὶ καταστροφῆς. τὸ δὲ πέρα τοῦ μετρίου κατατρίβειν τὸν λόγον καὶ κατατείνειν ἐκεῖ, πολυπραγμόνων ἡγοῦμαι τὸ πάθος καὶ τῆς γραφῆς ὑπερβαινόντων τὸ πλήσμιον, οἷς μηδὲ τὸ τυχὸν παρεῖται ἀνεξερεύνητον. δέον οὖν εἶναί μοι δοκεῖ, ταύτην τὴν περὶ ἐκείνου 92 καὶ τῶν αὐτῷ πραχθέντων διήγησιν περιστείλαντα, καὶ περὶ τῶν τῷ Ἰωάννῃ πραχθέντων, ὃς κατ' ἐπίκλησιν Τζιμισκῆς ἐκαλεῖτο (τοῦτο δὲ τὸ τῆς Ἀρμενίων διαλέκτου πρόσρημα ὂν, εἰς τὴν Ἑλλάδα μεθερμηνευόμενον μουζακίτζην δηλοῖ· βραχύτατος γὰρ τὴν ἡλικίαν τελῶν ἐπωνυμίαν ταύτην ἐκτήσατο), κατὰ τὸ ἐνὸν ἐξειπεῖν, ὡς ἂν μὴ λήθης βυθοῖς παραῤῥυῇ ἔργα βιωφελῆ καὶ μνήμης ἐπάξια