Λέοντος Διακόνου Ιστορία Βιβλίο Γ

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Λέοντος Διακόνου, Ιστορία, ἀρχομένη ἀπὸ τῆς τελευτῆς τοῦ αὐτοκράτορος Κωνσταντίνου, μέχρι τῆς τελευτῆς Ἰωάννου τοῦ αὐτοκράτορος, τοῦ ἐπιλεγομένου Τζιμισκῆ.
ΒΙΒΛΙΟ Γ΄

Συγγραφέας: Λέων ο Διάκονος


Ἤδη δὲ τοῦ ἦρος μεσοῦντος, καὶ τοῦ φωσφόρου πρὸς τὸν ἀρκτικὸν πόλον ἠρέμα ὑπανακάμπτοντος, καὶ περὶ τὸν ταῦρον τὴν διφρείαν ἐλαύνοντος, τοῦ Βυζαντίου ἀπάρας ὁ Νικηφόρος ἐπὶ τὴν καταντιπέραν τῆς Ἀσίας χώραν καταίρει· καὶ πρὸς τὴν Καππαδοκῶν ἀφικόμενος (Τρωγλοδῦται τὸ ἔθνος τὸ πρόσθεν κατωνομάζετο, τῷ ἐν τρώγλαις καὶ χηραμοῖς καὶ λαβυρίνθοις, ὡσανεὶ φωλεοῖς καὶ ὑπιωγαῖς, ὑποδύεσθαι), καὶ τὴν σκηνὴν ἐκεῖσε 36 πηξάμενος, πανταχόσε διαγράμματα ἔστελλε, τὸν στρατὸν πανσυδὶ ὡς αὑτὸν συνεγείρων καὶ ἐκκαλούμενος. ἐν ᾧ δὲ συνήρχετο τὰ στρατεύματα, τοὺς ἀμφ' ἑαυτὸν ἐξήσκει τὰ πολέμια, καὶ τὸν θυμὸν ἔθηγε, καὶ ἐπεῤῥώννυε ταῖς καθ' ἡμέραν μελέταις, καὶ τὴν ἐνόπλιον ἐξεπαίδευε περιδίνησιν, θαμὰ ταῖς σάλπιγξιν ἐγκελευόμενος ἐπηχεῖν, καὶ τὰ τύμπανα παταγεῖν, καὶ ἀλαλάζειν τὰ κύμβαλα, ἐφ' ἵππων τε ὑπεράλλεσθαι, καὶ τόξοις βάλλειν κατὰ σκοπὸν, καὶ ἀκοντίζειν εὐστοχώτατα· καὶ οὐδὲν ὅ,τι παρεῖτο τούτῳ τῶν πρὸς τὸ πολεμεῖν ἐξευρημένων. ἐν ᾧ δὲ ὁ στρατηγὸς ἐξεπαίδευε τὸν στρατὸν, καὶ τὴν ἄφιξιν τῆς λοιπῆς στρατιᾶς ἐξεδέχετο (δεδογμένον γὰρ ἦν αὐτῷ, κατὰ τοῦ Χαμβδᾶν καὶ τῶν Ταρσέων ἐκστρατεύειν ὡς μάλιστα), ὁ παρακοιμώμενος Ἰωσὴφ, τὸ τοῦ Νικηφόρου μεμεριμνημένον καὶ λελογισμένον ἐννοῶν, καὶ προσέτι τὸ ἀνδρικὸν αὐτοῦ καὶ γενναῖον παράστημα, ὑπειδόμενός τε, μή πως τῆς στρατιᾶς συναλισθείσης περὶ αὐτὸν νεώτερόν τι σκαιωρήσοιτο, ἐπάλλετό τε τὴν καρδίαν καὶ τῆς ἀβουλίας αὑτὸν κατεμέμφετο, ὅπως ζωγρίαν κατέχων ὡς ἐν δικτύῳ αἱμάτων ἄνδρα οὐ κατειργάσατο, ἀλλ' ἔλαθε τοσαύτῃ πανοπλίᾳ τοῦτον ὀχυρωσάμενος. συννοίας οὖν ὑπόπλεως γεγονὼς, ἠρεμεῖν οὐκ ἠνείχετο, ἀλλ' ἀβίωτον τὸν βίον ἐτίθετο. ἀνασκοποῦντι δὲ τούτῳ καὶ πολλοὺς διελίττοντι λογισμοὺς, τίνα τὸν τρόπον τῆς τοσαύτης δυναστείας μετακινήσῃ τὸν στρατηγὸν, μία τις ἐσῄει μηχανὴ, δι' ἧς ᾤετο τὴν ἐκείνου ἀρχὴν, ὡσεί τινα πέλεκυν τῷ αὐχένι προσεπικειμένην, ἀποσκευάσασθαι.

Τὸν Μαριανὸν οὖν εἰσκαλέσας, ἄνδρα μὲν τῷ τῶν πατρικίων τετιμημένον ἀξιώματι καὶ τῶν Ἰταλικῶν στρατευμάτων ἤδη κατάρξαντα, εὐρίπιστον δὲ τὴν ἄλλως καὶ θερμουργὸν, ἐξεῖπε τὸ ἀπόῤῥητον, ἐν παραβύστῳ που κοινολογησάμενος, καὶ, εἴ μοι, φησὶ, πεισθεὶς τὴν τῆς ἀνατολῆς ἀναδέξῃ ἀρχὴν, αὐτοκράτορά σε θᾶττον ἀποφανῶ, καὶ ἐπὶ τῶν βασιλικῶν θρόνων ἐπαναβιβάσω. εὐφήμει, ἔφη πρὸς τὸν λόγον ὁ Μαριανός· πίθηκον διερεθίζων καὶ προτρεπόμενος καθωπλισμένῳ γίγαντι διαμάχεσθαι, ὃν οὐ μόνον τὰ πρόσοικα φῦλα πέφρικε τῶν ἐθνῶν, ἀλλὰ καὶ ὅσα ἀνίσχων τε καὶ δυόμενος ὁ ἥλιος ἐφορᾷ. ἀλλ' εἰ δοκεῖ συνεισενεγκεῖν τινα γνώμην ἀμηχανοῦντι καὶ σκυθρωπάζοντι, αὐτίκα ἐρῶ. τὸν Ἰωάννην, ὃν κικλήσκουσι Τζιμισκῆν, οἶσθα τὸν ἄνδρα φιλότιμόν τε ὄντα καὶ λίαν φιλόνικον, καὶ ἀγαθὸν τὰ πολέμια· ὃν δεύτερον μετά γε τὸν στρατηγὸν ἡ στρατιωτικὴ φάλαγξ τίθεται καὶ τιμᾷ. τὴν τῶν στρατευμάτων οὖν, εἰ δοκεῖ, τούτῳ ἐπίστρεψον ἀντίληψιν· καὶ, οἶμαι, παραβολώτατος ὢν ὁ ἀνὴρ καὶ τολμητίας ἐπιεικῶς, ὑποστήσεται τὸ ἐγχείρημα· καὶ ᾗ ἂν ἡγοῖτο, ἕψεται ἡ πληθὺς, καὶ τὸ δοκοῦν σοι περαιωθήσεται. ἄλλως δὲ μὴ οἴου σὺ κατασείειν πύργον ἀτίνακτόν τε καὶ ἀδιάσειστον. ταύτην δεξάμενος ὁ Ἰωσὴφ τὴν εἰσήγησιν, τοὺς ἐξ αἵματος Νικηφόρῳ προσήκοντας, καὶ τοὺς ἄλλους ἀνημμένους αὐτῷ τῶν ἀξιωμάτων τε παγανοῖ, καὶ εἰς ὑπερορίαν ἐκπέμπει· γραμματεῖον δὲ σφραγῖσιν ἐνσημηνάμενος τῷ προῤῥηθέντι Ἰωάννῃ στέλλει ἐν τοῖς πατρικίοις τελοῦντι καὶ στρατηγοῦντι τῶν ἀνατολικῶν, ἀνδρὶ ῥωμαλέῳ καὶ νεανικῷ, καὶ τὴν ὁρμὴν δυσάντητον κεκτημένῳ καὶ δυσεκβίαστον. ἡ δὲ τοῦ γραμματείου ὑφήγησις ταυτὶ διηγόρευε· τὸ δύσνουν καὶ κακόηθες τοῦ Φωκᾶ ὑπειδόμενος, καὶ τὴν κακοῦργον σκέψιν, ἣν ἐκεῖνος τρέφει καθ' ἑαυτὸν, ἐκκόψαι βουλόμενος, ἔγνων ἀνακαλύψαι τὸ ἀπόῤῥητον τῇ περιφανείᾳ σου, εἴ πως τὴν ἐκείνου δυσκάθεκτον ὁρμὴν, σοῦ συνεργοῦντος, ἀναχαιτίσωμεν. βούλεται γὰρ ὅσον οὔπω τυραννήσειν, καὶ τὴν τῆς βασιλείας ἀρχὴν σφετερίσασθαι. ἀλλ' αὐτὸς τὴν ἔκσπονδον ἐκείνου ἐκκόπτων ὁρμὴν, τὴν τῶν στρατευμάτων πρόνοιαν ἐξαυτῆς ἐκείνου μὲν ἀφαιροῦμαι, τῇ δὲ σῇ ἀνατίθημι ἐνδοξότητι. μετὰ μικρὸν δὲ σὲ καὶ εἰς αὐτὴν ἀναβιβάσω τὴν τῆς βασιλείας περιωπήν. σὺ δὲ τὸν ὑπέρμαχον καὶ ἀλαζόνα Φωκᾶν δεσμώτην ἀποφηνάμενος θᾶττον παράπεμψον ὡς ἡμᾶς. Τὸ τοιοῦτον οὖν γραμματεῖον ὁ Ἰωάννης ἀπειληφώς, ἀνειλήσας τε καὶ τὴν ἐν αὐτῷ πραγματείαν ἀναλεξάμενος (τὴν τῆς ἀνατολῆς δὲ αὐτῷ δυναστείαν, καὶ αὖθις τὴν τῶν ὅλων ἀρχὴν καὶ διακατοχὴν τούτων, ὥς μοι ἤδη εἴρηται, κατεπηγγέλλετο ἡ γραφὴ, εἴ γε τῆς στρατιᾶς μετακινήσοι τὸν Νικηφόρον καὶ τοῦ πλήθους ἀποσκευάσοιτο), τῶν τόπων ἀπάρας ἐν οἷς ἀνεστρέφετο, ἠπείγετο πρὸς τὸν στρατηγόν. προελθὼν δὲ παρὰ τὴν σκηνὴν τὴν στρατήγιον, καὶ αὐτῷ παρακαθισάμενος (ἀνεψιὸς γὰρ πρὸς μητρὸς ὁ Ἰωάννης τῷ Νικηφόρῳ ἐχρημάτιζε), σὺ μὲν, ἔφη, ὦ γενναῖε, βαθὺν ὕπνον καθεύδεις, καὶ ὑπὲρ τὸν Ἐνδυμίωνα, ὥς φασιν· ὁ δὲ τῆς βασιλικῆς κατάρχων αὐλῆς, ὁ χρηστὸς Ἰωσὴφ, τὸν σὸν μανιώδει καὶ μιαιφόνῳ ῥοπῇ κατεργάζεται θάνατον, καὶ, ὅσον τὸ ἐπ' ἐκείνῳ, ὁ τῶν Ῥωμαίων ἀκαταγώνιστος ἐξείργασται στρατηγὸς, καὶ τὸ τούτου αἷμα ἐκκέχυται· καὶ ταῦτα παρ' ἀνδραρίου (ὦ πόνοι, καὶ μάχαι, καὶ ἀρετή) ἀμφιβόλου τε καὶ ἀνάνδρου, καὶ γυναίου τεχνητοῦ, καὶ πλείω τῶν ἐν τῇ γυναικωνίτιδι δρωμένων εἰδότος μηδέν. ἀλλὰ διανάστα, ὦ 'τὰν, εἰ δοκεῖ· καὶ γενοίμεθα τῶν ἡμῶν λογισμῶν, ὅπως μὴ ὡς ἀνδράποδα παραπολώμεθα, γενναῖον δέ τι καὶ ἀνδρικὸν ἐργασοίμεθα, ὡς ἂν γνῷ καὶ Ἰωσὴφ, καὶ εἴ τις ἄλλος εἴη τὰ ἐκείνου πρεσβεύων, μὴ πρὸς ἁπαλὰ καὶ σκιατραφῆ διαμιλλώμενοι γυναικάρια, πρὸς ἄνδρας δὲ ἀκαταγώνιστον κεκτημένους ἰσχὺν, καὶ οὓς ἡ βάρβαρος φρίττει καὶ τέθηπε. ταῦτα εἰπὼν, καὶ τῶν κόλπων τὸ γραμματεῖον ἐξενεγκὼν, τῷ στρατηγῷ ἐνεχείρισεν. ὁ δὲ τοῦτο μετελθὼν καὶ τὰ ἐν αὐτῷ θυμοφθόρα καὶ θυμαλγῆ ἐπιγνοὺς, μικρὸν ἐπισχὼν καὶ λειποθυμήσας (ἔτυχε γὰρ ἠρέμα νοσηλευόμενος τὸ σωμάτιον), εἶτ' αὖθις ἀνενεγκὼν καὶ, λέγε, φησὶν, ἀνδρειότατε, τί δεῖ περὶ τούτου σκοπεῖν; ὁ δὲ, καὶ αὖθις, ἔφη, σκοπεῖν λέγεις, πράττειν ὅ,τι καὶ δεῖ; οὐκ ἐκνήψεις ὀψὲ γοῦν, ὦ ἀγαθὲ, οὐδὲ τὸν τοσοῦτον κάρον ἀποτινάξῃ τῶν ὀφθαλμῶν, ἀλλ' ἐν ἀφύκτῳ κινδύνῳ περιληφθέντας ἡμᾶς ὅ,τι καὶ δεῖ δρᾷν ἐρωτᾷς; περὶ τῶν ὅλων διακινδυνεύειν φημὶ, τοσαύτην μὲν πανοπλίαν ἐπαγομένους, τοσαύτην δὲ στρατιὰν, ψυχῆς τε ἀνδρείᾳ σπαργῶσαν καὶ σώματος ῥώμῃ φλεγμαίνουσαν. ἄτοπον γὰρ ἐμοὶ καὶ οὐ φορητὸν καταφαίνεται, ὑπὸ τομίου οἰκτροῦ ἐκ τῆς Παφλαγονικῆς ἐρημίας τῇ πολιτείᾳ παρεισφθαρέντος, τοὺς τῶν Ῥωμαίων ἄγεσθαι στρατηγοὺς, καὶ τῇδε κἀκεῖσε παρέλκεσθαι τῆς ῥινὸς, ὡς ἀνδράποδα. ἀλλ' ἕπου τὴν ταχίστην, εἴ γε μὴ βούλῃ ζωγρίας ληφθεὶς τὰ πήματα δεινὰ πείσεσθα. Τοιαύτην ἀνειπόντος τοῦ Ἰωάννου παραίνεσιν, διανέστη τε πρὸς ἀλκὴν ὁ Νικηφόρος, καὶ τὰ ὅπλα καθυποδὺς τὴν ἐπὶ Καισαρείας ἅμα τῷ Ἰωάννῃ ἠπείγετο πανστρατί· καὶ τηνικαῦτα πηξάμενος χάρακα τὴν στρατιὰν ὑπεδέχετο. ἐπεὶ δὲ ἐντὸς ὀλίγων ἡμερῶν ἅπαν τὸ τῆς Ἀσίας πρὸς αὐτὸν συνήθροιστο στράτευμα, ἡμέρας ἤδη διαφαυούσης, καὶ τῶν ἡλιακῶν ἀκτίνων ὑφαπλουμένων τῇ γῇ (Ἰούλιος εἶχεν ἀρχὴν), οἱ τὰς τοῦ στρατοῦ παρειληφότες ἡγεμονίας ἅμα τῷ στρατηγῷ Ἰωάννῃ τὰ ξίφη γυμνώσαντες καὶ τὴν στρατήγιον σκηνὴν κυκλωσάμενοι (προστεταγμένον δὲ τοῦτο πρὸς τοῦ Ἰωάννου τοῖς στρατηγοῖς καὶ λοχαγοῖς ἦν, ὅς γε δεινὸν ἐποιεῖτο, εἰ ἄνδρας αἱμάτων ἀγεννὴς ἐκτομίας μετὰ νηπίων τιθηνουμένων καθυποτάσσοι, ᾗ ἂν αὐτῷ δεδογμένον εἴη), αὐτοκράτορα Ῥωμαίων καὶ κραταιὸν βασιλέα τὸν Νικηφόρον ἐφήμιζον, πολυχρόνιον κράτος αὐτῷ ἐπευχόμενοι. ὁ δὲ τὰ πρῶτα μὲν ἀπείπατο τὴν τοιαύτην ἀρχὴν, τὸ τοῦ ὕψους ἐπίφθονον εὐλαβούμενος, καὶ τὸν τῆς συνεύνου καὶ τοῦ υἱοῦ Βάρδα προϊσχόμενος θάνατον, ὃς αὑτῷ τῆς ἡλικίας τὸ βιώσιμον ἕλκων, ἄρτι πυραυγεῖ τῷ ἰούλῳ περιαστράπτων τὴν γένυν, κατὰ παιδιὰν οὐ πρὸ πολλῶν τῶν χρόνων πρὸς αὐτανεψιοῦ αὐτοῦ (Πλεύσης τὸ μειράκιον ὠνομάζετο) κοντῷ τὴν βλεφαρίδα τιτρώσκεται· ὁ δὲ Πλεύσης, δείσας ἐπὶ τῷ τραύματι, τὸν κοντὸν διαφίησι τῆς χειρός· τοῦ δὲ σαυρωτῆρος τῷ οὔδει ἐνερεισθέντος σφοδρὰν γενέσθαι συμβέβηκε τὴν ἀντέρεισιν, ὡς τὴν αἰχμὴν τὸ κρανίον ἀντιτορήσασαν διαμπερὲς διελθεῖν, καὶ αὐθωρὸν ἄναυδον τὸν Βάρδαν τοῦ ἵππου καταπεσεῖν. τοιαύτην ὁ Νικηφόρος προτεινόμενος πρόφασιν παρῃτεῖτο τὴν ἀρχὴν, καὶ Ἰωάννῃ τῷ Τζιμισκῇ παρεχώρει τῆς τοιαύτης ἐπιβῆναι τιμῆς, καὶ τῶν σκήπτρων ἀνθέξεσθαι. οὐκ ἠνείχετο δὲ τῶν τοιούτων λόγων οὔτε τις τῶν τοῦ στρατοῦ, οὔτε μὴν αὐτὸς ὁ Ἰωάννης· ἀλλ' ὁμοθυμαδὸν αὐτὸν ἐπευφήμουν, σεβάσμιόν τε καὶ βασιλέα Ῥωμαίων προσαγορεύοντες. ὁ δὲ καταδέχεται τὴν ἀρχὴν, καὶ τὸ ἐρυθρὸν πέδιλον, ὃ τῆς βασιλείας παράσημον μέγιστον πέφυκεν, ὑποδύεται, μικρὰ φροντίσας τῶν φρικωδεστάτων ὅρκων, οὓς πρός τε τὸν πατριάρχην Πολύευκτον κατέθετο καὶ τὴν σύγκλητον. τὸ γὰρ ἀστάθμητον τῆς τύχης καὶ ἄδηλον, καὶ τὸ τοῦ Ἰωσὴφ δυσμενές τε καὶ ἄσπονδον ὑπολογιζόμενος, ἠπείγετο προτερήσειν τὴν τοῦ ἀνδρὸς κακοήθειαν, ἐν τῷ τὰ κατ' αὐτὸν εὖ θέσθαι, καὶ ὡς οἷόν τε ἀσφαλίσασθαι. τῷ τοι καὶ δεύτερα τὰ φθάσαντα τῆς ἑαυτοῦ σωτηρίας ἡγούμενος, παρὰ φαῦλον τὴν ὁρκωμοσίαν ἐτίθετο. τοῦτον δὴ τὸν τρόπον τῆς βασιλείας ἀρχὴν ὁ Νικηφόρος ἀναδεξάμενος, τῆς σκηνῆς προῆλθεν, ἀκινάκην διεζωσμένος καὶ δόρατι σκηριπτόμενος· ἐξ ἀπόπτου τε καί τινος περιωπῆς κατὰ τὸ ὕπαιθρον στὰς, ἔλεξε τοιάδε· Ὅτι μὲν οὐκ ἐφέσει τυραννίδος, ὦ συστρατιῶται, τόδε τὸ σχῆμα τῆς βασιλείας ἀνείληφα, κατανάγκῃ δὲ ὑμῶν τοῦ στρατοῦ βιασθεὶς, μαρτυρεῖτέ μοι καὶ αὐτοὶ, οἵ γε καὶ ἀποτροπιαζόμενόν τε τὴν τοσαύτην φροντίδα καὶ πρόνοιαν τοῦ παντὸς, καὶ ἄκοντα κατηναγκάσατε δέξασθαι. ὅτι δὲ εὐνοίᾳ μᾶλλον ὑμῶν τε καὶ ἀσφαλείᾳ ἑαυτοῦ πρὸς τὸν τοσοῦτον ἀγῶνα ἐπέδωκα ἐμαυτὸν, εἰδέναι βούλομαι πάντας ὑμᾶς. μαρτύρομαι δὲ τὴν τὸ πᾶν διευθύνουσαν πρόνοιαν, ὡς πρόθυμός εἰμι, καὶ αὐτὴν τὴν ψυχὴν θεῖναι ὑπὲρ ὑμῶν, καὶ οὐκ ἄν μέ τι τῶν ἀηδῶν τοῦ τοιούτου ἀπαγάγοι σκοποῦ. ἐπεὶ οὖν οὐκ ἠνέγκατε τὴν τομίου ἔκσπονδον ἀπόνοιαν καὶ τὴν λυσσώδη καὶ ὀργῶσαν ἐκείνου αὐθάδειαν εἰς ἔργον χωρῆσαι, ἀλλ' ὡσανεί τινα βαρυκάρδιον ἐπιστάτην ἀποσεισάμενοι, ἐμὲ βασιλεύειν ὑμῶν ᾑρετίσασθε, ἐπὶ τῶν πραγμάτων δείξω σαφῶς, ὅτι τε ᾔδειν ἄρχεσθαι, καὶ νῦν ἄρχειν ἀνεπισφαλῶς σὺν θεῷ ἐξεπίσταμαι. εὔνοιαν οὖν ἔχων ὥς τις φιλόπαις πατὴρ, συμβουλεύω πᾶσιν ὑμῖν ὡς υἱοῖς φιλοπάτορσι, μὴ πρὸς ῥᾳστώνην καὶ τρυφὴν ἀπιδεῖν, ἀλλ' ἐγρηγορέναι καὶ νήφειν, καὶ τὰ συμπίπτοντα εὐπρεπισμένως προσδέχεσθαι. τεκμαίρομαι γὰρ, μὴ ἀναιμωτὶ διακριθῆναι τὰ πράγματα. καὶ γὰρ, ὅσον εἰς ἀνέφικτον ὕψος τῆς βασιλείας τὸ κράτος ἀνέστηκε, τοσοῦτον καὶ ὁ φθόνος καὶ ὁ πόλεμος περὶ αὐτὴν αὔξεται διαμιλλώμενα. οὐ πρὸς Κρῆτας οὖν ὑμῖν ἡ πάλη, οὐδὲ πρὸς Σκύθας καὶ Ἄραβας, οὓς τῇ σφῶν ἀρετῇ διεχειρισάμεθα, ἀλλὰ πρὸς τὴν τῶν Ῥωμαίων πολιτείαν, καθ' ἣν ἄκρατα πανταχόθεν εἰσρεῖ, καὶ ἣν οὐκ ἔνι αὐτοβοεὶ ὥς τι τῶν φρουρίων ἑλεῖν· θαλάσσῃ τε περιῤῥεόμενον καὶ εὐερκῆ οὖσαν, καὶ πυργώμασιν ἐρυμνοῖς περικλειομένην ἑκασταχοῦ, καὶ ἡβῶντι λαῷ περιπλήθουσαν, καὶ χρυσῷ καὶ πλούτῳ καὶ ἀναθήμασι πολλῷ τῆς οἰκουμένης διαφέρουσαν. δεῖ οὖν τὸ γενναῖον ἀνειληφότας παράστημα, ᾧ κεχρημένοι παρὰ τὰς μάχας τὸ ἀντίξουν ἅπαν κατηγωνίζεσθε, καὶ ὑπὲρ τὸ ἐνὸν ἄρτι μᾶλλον κατὰ τῶν ἀντιπάλων χωρεῖν. πέπεισμαι γὰρ ἕξειν ἐπὶ τουτονὶ τὸν ἀγῶνα συνεργὸν καὶ τὸν κρείττονα. τὰς γὰρ σπονδὰς καὶ τοὺς ὅρκους οὐχ ἡμεῖς, τὸ τοῦ Ἰωσὴφ δὲ διέφθειρε δυσμενὲς, ὃς τοὺς ἐμοὺς ἀγχιστεῖς ἐπὶ προφάσει μηδεμιᾷ ὑπερορίᾳ παρέπεμψεν, ἐμοὶ δὲ τούτων εἰδηκότι μηδὲν, ὠμῶς καὶ ἀφιλανθρώπως θάνατον ἐσκαιώρησε. τὰς δὲ ξυμβάσεις οὐχ οἱ πρώτως ἐπὶ τὰ ὅπλα χωροῦντες διαλύειν ᾠείθασιν, ἀλλ' οἱ ἐν σπονδαῖς τοῖς ὁμοφύλοις ἐπιβουλεύοντες. δόξαν τε τὴν ἐμὴν ἀναλογιζόμενοι, ὑφ' ἧς στρατηγούμενοι ὑπὲρ ἀριθμὸν κατωρθώσατε τρόπαια, καὶ τὴν σύντροφον ὑμῶν εἴπερ ἄλλοτέ ποτε παραθήξαντες ἀρετὴν, ἕπεσθε ἀνεπιστρόφως, ᾗ ἂν ἡ πρόνοια ἡγῆται, καὶ αὐτὸς ὁρμώ. Ταῦτα εἰς ἐπήκοον τῆς στρατιᾶς ὁ Νικηφόρος διεξελθὼν πάντων ἐπέῤῥωσε τὰ φρονήματα, καὶ προθυμίαν ἀδιήγητον ἐνεστάλαξε ταῖς ψυχαῖς, ὡς οἴεσθαι μήτινα πολέμου ῥοπὴν ἐξ ἀντιστάσεως ἀνθαμιλληθῆναι τῷ τοιούτῳ κινήματι. δαιμονίως γὰρ αὐτὸν ἔστεργε τὰ στρατεύματα, καὶ πᾶς τις αὐτοῦ τοῖς αὐχήμασιν ἐσεμνύνετο. καὶ γὰρ ἐν πολέμοις ἀναστραφεὶς ἐκ νεότητος, καὶ φοβερὸς ἀναδειχθεὶς ἐν τοῖς κατὰ τάξιν καὶ μάχας ἀνδραγαθήμασιν, οὐ μόνον τὴν ἀλκὴν ἄμαχος ἐτέλει καὶ περιδέξιος, ἀλλὰ καὶ τὴν φρένα κατηρτυμένος καὶ τὴν παντοδαπὴν ἀρετὴν ἀπαράμιλλος. εὐθὺς οὖν εἰς τὴν τῶν Καισαρέων ἐκκλησίαν νέων, ἐκεῖθεν ἐπὶ τὴν σκηνὴν ἐπανέστρεφε, καὶ τὸν Ἰωάννην τῷ τοῦ Μαγίστρου τιμήσας ἀξιώματι, ∆ομέστικον τῆς Ἀνατολῆς ἀνηγόρευσεν, ἐντάλματά τε καὶ διατάγματα πανταχοῦ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐξέπεμπε, καὶ στρατηγοὺς προχειρισάμενος ἐπὶ τὸν Εὔξεινον, καὶ τὰ παράκτια πάντα, καὶ Ἄβυδον ἔστελλεν, ἀπτέρῳ τάχει ἀπιέναι τούτοις ἐγκελευσάμενος· τοῦτο τάχα, ὡς ἔοικε, προμηθούμενος, πρὸ τοῦ διαπτῆναι τὴν φήμην τῆς ἀναῤῥήσεως, τῆς ὑγρᾶς τοὺς πορθμοὺς καὶ τοὺς πόρους προκατασχεῖν. οὕτω γὰρ ᾤετο κατὰ νοῦν αὑτῷ χωρήσειν τὰ πράγματα, καὶ μὴ ἐπινεμεσήσειν τὴν τύχην αὑτῷ, ἐπιμειδιᾶσαι δὲ μᾶλλον ἱλαρόν τι καὶ ἥμερον, εἴ γε προτερήσοι τὴν τῶν ἐπικαιροτάτων χωρίων κατάληψιν. ταῦτα ὁ Νικηφόρος διαπραξάμενος, καὶ εἰς ἀῤῥαγῆ συνασπισμὸν καταπυκνώσας τὰς φάλαγγας, καὶ ὁπλισμοῖς αὐτὰς εὐερκέσιν ἀσφαλισάμενος, τῆς Καισαρείας ἀπάρας ἐπὶ τὴν βασιλεύουσαν ἴετο· ἐπιστολήν τε χαράξας καὶ Φιλοθέῳ τῷ Εὐχαΐτων ἐπισκόπῳ ἐγχειρίσας, πρός τε τῶν ἐκκλησιαστικῶν ἐπειλημμένον οἰάκων Πολύευκτον ἔστειλε, καὶ Ἰωσὴφ τὸν τῶν τυραννείων κατάρχοντα, καὶ τὴν σύγκλητον. ὡς ἐν κεφαλαίῳ δὲ ταυτί πως διαπήγγελλεν ἡ γραφή· δέξασθαί τε αὐτὸν αὐτοκράτορα, περιφρουρήσοντα καὶ εἰς αὔξησιν ἡλικίας σωμασκήσοντα τοὺς τοῦ ἄνακτος Ῥωμανοῦ παῖδας· καὶ προσέτι τὰ μέγιστα τὴν πολιτείαν ὀνήσοντα, καὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς τὴν ἐπικράτειαν αὐξήσοντα τοῖς κατὰ πολέμους ἀνδραγαθήμασιν. εἰ δὲ μὴ τοῦτο βουληθεῖεν, αὐτοῖς μεταμελήσειν τῆς ἀβελτερίας μετέπειτα, ὁπηνίκα σιδήρῳ καὶ σφαγαῖς τὰ πράγματα διακρίνοιντο· καὶ καιρὸς οὐ μέτεστι δικαιολογίας τοῖς αἱρετισαμένοις τῶν βελτιόνων τὰ χείριστα. Ταύτην ὡσεί τινα ῥῆσιν ἀπὸ Σκυθῶν ὁ Ἰωσὴφ δεξάμενος τὴν γραφὴν, καὶ, ὥσπερ ὕσπληγί τινι ἢ μύωπι τὴν καρδίαν βληθεὶς, τὸν μὲν ἐπίσκοπον πεδήτην ἀπέφηνεν, εἱρκτῇ παραπέμψας· τὸν Μαριανὸν δὲ, καὶ τὸν Πασχάλιον, καὶ τοὺς Τορνικίους, ἐν Πατρικίοις τελοῦντας καὶ θερμουργοὺς πεφηνότας ἑταιρισάμενος, καὶ Μακεδονικὴν αὐτοῖς ἐγχειρίσας φάλαγγα, ἀντείχετο κραταιῶς, ἀποτειχίζων τῷ Νικηφόρῳ τὴν εἰς τὸ Βυζάντιον πάροδον. ἐν τούτοις οὖν τῶν πραγμάτων ᾐωρημένων, Λέων ὁ τοῦ Νικηφόρου σύναιμος, οὗ καὶ πρώην ὁ λόγος κατὰ παραδρομὴν τὰ περὶ τὰς μάχας ἐπεξηγήσατο τρόπαια, εὐκαιρίας δραξάμενος (ἔτυχε γὰρ ἐπιχωριάζων τῷ Βυζαντίῳ) τῶν τινος βαναύσων ὑποδὺς ἀμπεχόνην καὶ διὰ τῶν ὑπονόμων τοῦ τείχους ὑπολισθήσας, ἀκατίῳ προσεπιβὰς, ἐπὶ τὸν Νικηφόρον ἀπέπλευσεν, αὐτοῦ που περὶ τὰ ἐν τοῖς Ἡρίοις ἀνάκτορα εἰσελάσαντα, καὶ τὸν στρατὸν διατάττοντα. τότε καὶ Βάρδας, ὁ τούτων γενέτης, ἐν τοῖς μαγίστροις τελῶν καὶ εἰς γῆρας βαθύτατον ἐληλακὼς, τὸν ἐκ τοῦ Ἰωσὴφ κίνδυνον ὑπειδόμενος, δέει περιληφθεὶς ἱκέτης ἱεροῦ τοῦ μεγάλου καθίστατο· ἀνὴρ ἐξ αὐτῆς ἥβης ἐν πολέμοις καὶ μάχαις ἀναστραφεὶς, κἀν τῷ τοῦ ∆ομεστίκου τῶν σχολῶν ἐπὶ συχνὸν χρόνον ἐνδιαπρέψας ἀξιώματι. ὁ δὲ Μαριανὸς καὶ ὁ Πασχάλιος τὴν τῶν Μακεδόνων σπείραν κατὰ τὰς ἀγυιὰς περιφέροντες, ἐμβρενθυόμενοί τε κενῷ κόμπῳ καὶ ἐξυπτιάζοντες, νεώτερα ῥᾳδιουργεῖν οὐκ ἐνέλιπον· ὡς ἐκμανέντα τὸν δῆμον πρὸς ἀλκὴν ἀπιδεῖν, καὶ αὐτοῖς ἀντικαταστῆναι συστάδην εἰς μάχην, καὶ εἰς φυγὴν ὕπαιθρον κατακλεῖσαι, ὡσεί τινα μειράκια ἁβροδίαιτα καὶ μάχης ἀπείρατα. τηνικαῦτα λέγεται καὶ γύναιον σκεῦος κεραμοῦν χοὸς ἀνάπλεον, τῶν πρὸς κηπείαν ἐπιτηδείων, ταῖς χερσὶ τοῦ τέγους ἀράμενον ἀκοντίσαι κατὰ τοῦ Μαριανοῦ, καὶ τοῦτον κατὰ τοῦ κροτάφου βαλεῖν· οὕτω δὲ καιρίαν γενέσθαι τὴν βολὴν, ὡς καταγνύναι τε τὸ κρανίον καὶ προσαραχθῆναι αὐτῷ τὸν ἐγκέφαλον, καὶ δευτεραῖον τὸν βίον ἀπολιπεῖν. ἐκ τούτου παῤῥησίαν ὁ Βασίλειος εἰληφώς, ὃς ἐκτομίας μὲν ἦν καὶ τῷ τοῦ παρακοιμωμένου καὶ αὐτὸς ἐπὶ τῶν τοῦ αὐτοκράτορος Κωνσταντίνου καιρῶν ἐνδιέπρεψεν ἀξιώματι, νόθος υἱὸς ἐκ Σκυθίδος τῷ παλαιοτάτῳ αὐτοκράτορι Ῥωμανῷ γεννηθεὶς, δραστήριος δὲ, καὶ τὸ παριστάμενον αὑτῷ εἰς ἔργον ἐξενεγκεῖν προμηθέστατος, ἅτε τὸ γένος ἔχων ἐπίμικτον· τότε δὲ διάφορός τε, καὶ ἄλλως δύσνους τῷ Ἰωσὴφ διακείμενος, τοὺς οἰκογενεῖς θώραξι καὶ μίτραις, κράνεσί τε καὶ πέλταις, ὑσσοῖς τε καὶ ξίφεσι καθοπλίσας, ὑπὲρ τοὺς τρισχιλίους χρηματίζοντας, τῇ οἰκίᾳ τοῦ Ἰωσὴφ καὶ τῶν αὐτῷ συνεργούντων ἅμα τῷ δήμῳ ἐπιτίθεται. καὶ εἰς διαρπαγὴν καὶ προνομὴν καὶ ἐρείπωσιν ταύτας περιστήσας ἐπὶ τὰ νεώρια ὥρμησεν, ἐκεῖθέν τε τὰς πυρφόρους τριήρεις, συνευδοκοῦντος τοῦ δήμου καὶ τῆς συγκλήτου, πρὸς τὸν Νικηφόρον ὁρμίσασθαι παρεσκεύασεν. ὧν ἐπιβὰς ἐξαυτῆς ὁ Νικηφόρος τῇ τῶν Ἀβραμιτῶν, ἣν καὶ Ἀχειροποίητον ὀνομάζουσι, προσέσχε μονῇ· ἐκεῖθεν τε τοὺς παραληψομένους ἑστίαν ἐξέπεμψε τὴν βασίλειον. οὓς ὁ Ἰωσὴφ προσιόντας ἰδὼν, ὀῤῥωδήσας τε καὶ δέει ἀσχέτῳ ληφθεὶς (ἤδη γὰρ οἱ περὶ αὐτὸν φρουροὶ τῷ Νικηφόρῳ προσέθεντο), καταλιπὼν τὰ βασίλεια δρομαίως εἰς τὸ ἱερὸν ἀφίκετο. ἦν οὖν ὁρᾷν τὸν πρὸ μικροῦ σοβαρὸν καὶ τὰς ὀφρῦς ᾐρκότα ὑπὲρ τὸ μέτωπον, ἱκέτην ἐλεινὸν καὶ αὐτὰς κατεπτηχότα τὰς ἀκοὰς, καὶ δεικνύοντα ἐν αὑτῷ, μηδὲν τῶν ἀνθρωπίνων τελεῖν πάγιον ἢ ἀκίνητον, παλίντροπα δέ τινα καὶ ὠκύμορα, καὶ δίκην κύβων τῇδε κἀκεῖσε μεταῤῥιπτούμενα καὶ μεταπεττευόμενα. ἡ γοῦν τούτου πρὸς τὸ ἱερὸν προσφυγὴ τῷ τοῦ Νικηφόρου γενέτῃ Βάρδᾳ γέγονεν ἐκεῖθεν ἀπαλλαγὴ καὶ ἀνάσωσις ἐπὶ τὸν υἱόν. Ὁ δὲ Νικηφόρος, ἐπεὶ κατὰ τὸ δοκοῦν ἑαυτῷ τέλος ἐχώρει τὰ πράγματα, τὸ ἰδιωτικὸν περιελὼν καὶ ἀποσφενδονήσας χιτώνιον, τὴν αὐτοκρατορικὴν καὶ βασίλειον ἐφεστρίδα ἐμπορπη σάμενος, εἰς τὸ βασιλικώτερον ἑαυτὸν μετεσκεύασεν· ἵππου τε ἀγερώχου τῶν λευκῶν ἐπιβὰς, φαλάροις κεκοσμημένου βασιλικοῖς καὶ τάπησιν ἁλουργοῖς, διὰ τῆς χρυσῆς πύλης εἰσήλαυνεν, ὑπὸ παντὸς τοῦ δήμου καὶ τῶν ἐν τέλει κροτούμενός τε καὶ γεραιρόμενος. ἑκκαιδεκάτην ὁ Αὔγουστος ἤλαυνε μὴν, ἐπὶ τῆς ἕκτης ἰνδίκτου, ἐν τῷ ϛʹ ἔτει, ὅτε ταῦτα ἐπράττετο. ἄρτι δὲ, ἐπεὶ πρὸς τὸν τοῦ θείου περίπυστον σηκὸν εἰσεφοίτησε, καὶ ὑπὸ τοῦ τῶν ἱερέων πληρώματος ἀξιοχρέους τιμὰς ὑπεδέξατο, πρὸς τοῦ τὴν πατριαρχίαν ἰθύνοντος Πολυεύκτου τῷ βασιλικῷ διαδήματι στέφεται, ἓν καὶ πεντηκοστὸν ἔτος τῆς ἡλικίας ἐλαύνων. τὴν δὲ ἰδέαν τοιόσδε τις ἦν· ὄψις αὐτῷ πρὸς τὸ μέλαν πλέον ἢ τὸ λευκὸν ἀποκλίνουσα, κόμη δὲ βαθεῖα καὶ κυανῆ· ὀφθαλμοὶ μέλανες, ἐπὶ συννοίας πεφροντικότες, δασείαις ταῖς ὀφρύσιν ὑποκαθήμενοι· ῥὶς μέσως ἔχουσα λεπτότητος καὶ παχύτητος, ἠρέμα συμπεραινομένη γρυπότητι· ὑπήνη σύμμετρος, ἀραιὰν παρὰ τὰς γνάθους προβαλλομένη τὴν πολιάν· ἀγκυλεὸς τὴν ἡλικίαν καὶ στιβαρὸς, εὐρύτατος τὸ στέρνον καὶ ὤμους ὡς μάλιστα, τὴν μέντοι ἀνδρείαν καὶ ῥώμην κατὰ τὸν θρυλλούμενον Ἡρακλῆν· φρονήσει δὲ καὶ σωφροσύνῃ καὶ τῷ τὸ δέον ἀνεπισφαλῶς ἐπιφράσασθαι, πάντων κατευμεγέθει τῶν κατ' ἐκείνου τὴν γενεὰν γεγενημένων ἀνδρῶν. ταινιωθεὶς οὖν τῷ βασιλείῳ στέφει ἐπὶ τὴν βασίλειον αὐλὴν ἄνεισι, παρὰ τοῦ πλήθους καὶ τῶν ἐν τέλει δορυφορούμενος, καὶ δὴ παρελθὼν ἐπὶ θρόνον ἐκάθισε τὸν βασιλικόν. ἦν οὖν ὁρᾷν τὴν τύχην ἐνωραϊζομένην καὶ ἐπιγαννυμένην τοῖς τελουμένοις, καὶ πάντα ἑαυ τῆς τιθεῖσαν τὰ ἀνθρώπινα πράγματα, καὶ μηδὲν τῶν φθαρτῶν μηδενὸς καθίστασθαι ἴδιον. ὁ δὲ, ἐπεὶ τῆς βασιλείας ἐπέβη, καὶ τῶν οἰάκων ἀσφαλῶς τε καὶ ἀδεῶς ταύτης ἀντείχετο, Βάρδαν μὲν, τὸν ἑαυτοῦ πατέρα, εἰς τὴν τοῦ Καίσαρος τιμὴν προεβίβασε· τὸν δὲ συναράμενον αὑτῷ Ἰωάννην κατὰ τὴν τοῦ κινήματος ἀρχὴν, ᾧ Τζιμισκῆς τὸ ἐπίκλην, ∆ομέστικον Ἀνατολῆς καὶ Μάγιστρον ἀναδέδειχε. Λέοντα δὲ, τὸν ἴδιον σύναιμον, Κουροπαλάτην καὶ Μάγιστρον προβάλλεται· τὸν δέ γε Βασίλειον, τὸν τὸν Ἰωσὴφ, ᾗπέρ μοι ἐῤῥήθη, καταστασιάσαντα, εἰς τὸ τοῦ προέδρου κλέος ἀνεβιβάσατο.

Αὐτὸς δὲ τὴν συνήθη προσεποιεῖτο ἀπαρεγχείρητον σωφροσύνην διατηρεῖν, γυναικός τε συζυγίας ἐκκλίνων καὶ κρεωφαγίαν ἀποδιοπομπούμενος. ἀλλ' οἱ τὸν μονήρη βίον μετιόντες καὶ αὐτοῦ τὸν τρόπον δῆθεν ῥυθμίζοντες (ἐτίμα γὰρ διαφερόντως τοὺς μοναστὰς), οὐκ εἴων τὸν ἄνδρα ἐμμένειν οἷς ἔκρινε, προὐτρέποντο δὲ καὶ συζυγίαν ἀσπάσασθαι καὶ κρεωφαγίαν μὴ ὥς τι ἀπαίσιον ἀποφυγεῖν. Ἐδεδίεισαν γὰρ, μὴ τρυφαῖς καὶ κώμοις ἐπικλινὴς, ὡς εἰκὸς, γεγονὼς εἰς ἀλλοκότους ὑπολισθήσειεν ἡδονὰς, ἃς εἴωθεν αὐτοσχεδιάζειν τὸ αὐτοδέσποτον καὶ αὐτόνομον, ἐπειλημμένον δυνάμεως. ταῖς τῶν μοναστῶν οὖν καταπειθὴς γεγονὼς εἰσηγήσεσι, τὸν ἡλικιώτην μὲν καὶ συνειθισμένον βίον ἀπώσατο· τὴν δὲ τοῦ Ῥωμανοῦ ὁμευνέτιν, ἀριπρεπῆ ταῖς ὥραις καὶ αὐτόχρημα τυγχάνουσαν Λάκαιναν, πρὸς γάμον ἠγάγετο, καὶ πρὸς τὸ τῆς κρεωδαισίας ἀπὸ τῆς κεκολασμένης διαίτης μετεσκεύαστο τρυφηλότερον. ὑπεψιθυρίζετο δὲ, μὴ ἔννομον συνδραμεῖν, παράλογον δέ πως τὸ συνοικέσιον, ὡς ἀνάδοχον ἐκ τοῦ θείου λουτροῦ γεγονότα τὸν Νικηφόρον τῶν τοῦ αὐτοκράτορος Ῥωμανοῦ καὶ τῆς Θεοφανοῦς παίδων. τῆς οὖν φήμης ἀπτέρῳ τάχει εἰς τὰς ἀκοὰς τοῦ ἱεραρχοῦντος Πολυεύκτου ἐνηχηθείσης, ἀπείργειν παντὶ σθένει τῶν ἱερῶν περιβόλων ἐπειρᾶτο τὸν ἄνακτα· ζήλου γὰρ θείου περίπλεως ὢν ὁ ἀνήρ, καὶ τὴν παντοδαπὴν γνῶσιν καὶ ἀρετὴν ἀπρόσιτος, διελέγχειν καὶ βασιλεῖς οὐκ ᾐσχύνετο. ὁ δὲ βασιλεὺς, τὰ μὲν τὸν ἀρχιερέα παραιτούμενος, τὰ δὲ καὶ ἀπολογούμενος, μὴ ἀνάδοχον αὐτὸν ἐκ τοῦ βαπτίσματος τῶν παίδων εἶναι τῆς Αὐγούστης Θεοφανοῦς, ἀλλὰ Βάρδαν, τὸν αὑτοῦ γενέτην, οὕτω κατεδυσώπησε τὸν ἀρχιερέα καὶ δεινῶς κατεκήλησεν, ὡς καθιλαρευσάμενος οἰκονομῆσαι τὴν τῆς Αὐγούστης Θεοφανοῦς μετὰ τούτου συνοίκησιν. ἐπεὶ δὲ κατὰ ῥοῦν ἐχώρησε τούτῳ τὰ πράγματα, κόσμον βασιλικὸν συμφορήσας ἀμύθητον, τεμένη τε γῆς εὐδαίμονος πολύπλεθρα, χυμῶν ἰδέαις καὶ καρπῶν πλήθει παντοδαπῶν περιβρίθοντα ἀφορίσας, Θεοφανοῖ τῇ ὁμευνέτιδι καὶ βασιλίδι χαρίζεται. αὐτὸς δὲ παρὰ τὴν Κωνσταντινούπολιν διαχειμάζων, ἀγῶσιν ἱππικοῖς καὶ παντοδαποῖς θεωρίοις, φιλοτησίαις τε τοῖς αὐτοκράτορσιν εἰθισμέναις, τοὺς ἐν τέλει φιλοφρονούμενος οὐκ ἀνίη· ὅσον τε θεραπευτικὸν καὶ οἰκίδιον τούτῳ παρείπετο, ἐξήσκει τὰ πολεμικὰ ταῖς καθ' ἡμέραν μελέταις ὡς μάλιστα, τόξον τε ἀνεπισφαλῶς ἐκτείνειν, καὶ τὸν ὀϊστὸν τῷ μαζῷ ἐρύειν, εὐστόχως τε βάλλειν κατὰ σκοπὸν, καὶ δόρατα κραδαίνειν καὶ περιελίσσειν εὐπετῶς τῇδε κἀκεῖσε, ξίφη τε εὐθυβόλως κατὰ τὸν ἀέρα περιστρέφειν, καὶ ἵππων κούφως ὑπεράλλεσθαι· ὡς ἐν καιρῷ τῶν ἀγώνων μὴ φαίνοιτο τῶν ἐναντίων μειονεκτοῦν· καὶ μάλιστα προκινδυνεύειν ὀφεῖλον καὶ παρατάττεσθαι κατὰ φάλαγγα. ιʹ. Ἐπεὶ δὲ τὴν τοῦ χειμῶνος κατήφειαν ἐαριναὶ τροπαὶ πρὸς γαληνιῶσαν μετεσκεύαζον ἱλαρότητα, ἐκστρατείαν κατὰ τῶν Ἀγαρηνῶν παραγγείλας, τοῦ Βυζαντίου ἀπαίρει· καὶ τῇ Καππαδοκῶν ἐναυλιζόμενος χώρᾳ καὶ στρατιὰν συνειλοχὼς ἀξιόμαχον, ἐπὶ τὴν τῶν Ταρσέων ἤλαυνεν, ἀνδρῶν ἀρετῇ καὶ πλήθει καὶ μελέτῃ τῶν τακτικῶν τραχηλιῶσαν τότε καὶ νεανιευομένην ὑπέραυχα, καὶ πλείστας ἀναφανδὸν ἐκδρομὰς ἀνελπίστους εἰσπράττουσαν. ἐπεὶ δὲ ταύτῃ προσέσχε, καρτερὸν πηξάμενος χάρακα καὶ κυκλόθεν διειληφώς, ἐφρούρει παρακαθήμενος. οἱ δὲ ἔνδον Ἀγαρηνοὶ, δαψιλείᾳ τέως τῶν ἀναγκαίων ὄντες ὑπερκορεῖς, καὶ τῇ τοῦ πολίσματος τεθαῤῥηκότες ἐρυμνότητι (ἐς ὕψος γὰρ ἀμήχανον ᾐωρεῖτο τῶν περιβόλων τὸ δόμημα, διπλῇ περιελισσόντων αὐτό· καὶ ταφρείᾳ κυκλόθεν διείληπτο, ἐς βάθος ὅτι πλεῖστον καθικνουμένῃ, λίθων λευκῶν κατεσκευασμένῃ ξεστῶν, καὶ ἐς προμαχεῶνας συμπεραινομένῃ. εἶχε μὲν καὶ τὸν Κύδνον τὸ ἔρυμα, κατὰ μέσον αὐτὸ διατέμνοντα, ὃς ἐξ αὐτῶν τῶν πηγῶν πολυχεύμων τις, ψυχρός τε καὶ διειδὴς περινάων πρόεισιν, ἀσφάλειαν οὐ μικρὰν τῇ Ταρσῷ παρεχόμενος, καὶ γεφύραις τρισὶν ἔνδον τοῦ ἄστεος δια ζωννύμενος· ὅτε δὲ πόλεμος αὐτοῖς ἐπιβρίθει, κατὰ τῆς τάφρου αὐτὸν ἀφιᾶσι καὶ ἐν ὥρᾳ μιᾷ πλημμυροῦσαν ταύτην ἐργάζεται)· τούτοις τεθαῤῥηκότες οἱ βάρβαροι ἐτώθαζόν τε τὸν βασιλέα καὶ ὕβρεσιν αὐτὸν ἀδεῶς ἔβαλλον, ἐκδρομάς τε καὶ ἐπεξελάσεις ποιούμενοι πλείστους τῶν Ῥωμαίων ἀπεκτίννυον. ὁ δὲ αὐτοκράτωρ Νικηφόρος ἐφ' ἱκανὸν ταύτῃ χρόνον προσδιατρίψας, ἐπείπερ ἀνηνύτοις ἐπιχειρῶν ᾔσθετο, ἐκεῖθεν μεταναστάς τε καὶ παρεγκλίνας, τοῖς ἔγγιον αὐτῇ κατῳκισμένοις προσβάλλει φρουρίοις, καὶ Ἄδαναν μὲν καὶ τὴν Ἀνάβαρζαν, καὶ ἄλλα ὑπὲρ τὰ εἴκοσι φρούρια αἱρεῖ αὐτοβοεί. κἄπειτα Μοψουεστίᾳ προσβαλών τε καὶ κυκλωσάμενος, ἐκθύμως ἐπολιόρκει, ταῖς ἀφετηρίοις μηχαναῖς ἑκασταχοῦ ἀκροβολιζόμενος. οἱ δὲ ἔνδον καὶ αὐτοὶ γενναίως ἀντικαθίσταντο, πυρφόρα τε βέλη καὶ βάρη λίθων κατὰ τῶν Ῥωμαίων βάλλοντες, καὶ παντὶ σθένει ἐκ τῶν πύργων αὐτοὺς ἀμυνόμενοι. Ὁ δὲ βασιλεὺς, δραστήριός τε ὢν καὶ δεινὸς ἐν ἀμηχάνοις πορίσασθαι μηχανὴν, περιελθὼν καὶ καταστοχασάμενος τὸν χῶρον, ᾗπερ ἦν εὐεπιχείρητον, τῶν πύργων παραγαγὼν ἄνδρας ἀωρὶ τῶν νυκτῶν ἀνορύττειν ἠρέμα ἐνεκελεύσατο, ἀπὸ τῶν ὄχθων ἐναρξαμένους τοῦ ἐκεῖσε παραῤῥέοντος Πυράμου τοῦ ποταμοῦ, ὡς μὴ αἴσθοιντο οἱ βάρβαροι, καὶ εἰς κενὸν ἀποβῇ τὸ τοιοῦτον ἐπιχείρημα. οἱ δὲ ἀνώρυττόν τε καὶ τὸν χοῦν τῷ τοῦ ποταμοῦ ἐκφοροῦντες παρέπεμπον ῥεύματι. Ἐπεὶ δὲ τὸ ἔργον ἐξήνυστο, καὶ δύο τῶν πύργων μεταξὺ τοῦ συνδεδομένου τούτοις τειχίσματος εἰς τὸ ἀκριβὲς διάκενοι γεγόνασι, καὶ ἐκκρεμεῖς ὄντες ξύλοις ᾐώρηντο, τῷ μὴ τὴν σφῶν διαλυθῆναι οἰκοδομήν· ἄρτι τῆς ἡλιακῆς ἀκτῖνος τὴν περίγειον ὑπαυγαζούσης, κατὰ τὸ εἰθισμένον οἱ Ἀγαρηνοὶ λευχείμονες τῶν πύργων προκύψαντες, καὶ τὰ τόξα ἐντεινάμενοι, καὶ τὰς λοιπὰς παρασκευάσαντες μηχανὰς, ὕβρεσιν ἐδυσφήμουν τὸν ἄνακτα. ὁ δὲ τοῖς ὑπογείοις ἐρείσμασι τῶν πύργων ἐνιέναι πῦρ διακελευσάμενος, αὐτὸς ἐς τὸ ἀκριβὲς καθωπλισμένος, ἐπῄει διατάττων τὰς φάλαγγας. ῥᾳδίως δὲ τῶν στηριγμάτων κατακαέντων, ὅσον ἐκκρεμὲς ἦν τοῦ τείχους καὶ ὑπόκενον, κατασεισθὲν εἰς γῆν κατεφέρετο, συγκατασπᾶσαν καὶ τοὺς ἐπιβεβηκότας αὐτῷ τῶν Ἀγαρηνῶν, ὧν οἱ πλείους συντριβέντες αὐθωρὸν διαπεφωνήκασιν· οἱ δὲ, ζωγρίαι πρὸς τῶν Ῥωμαίων ληφθέντες, τὴν κατασχοῦσαν σφᾶς ἀπωδύροντο τύχην. ὁ δὲ αὐτοκράτωρ, ἐπεὶ τὸ τεῖχος ἐριπωθὲν πάροδον τοῖς βουλομένοις παρείχετο, πανσυδὶ τῇ Μοψουεστίᾳ προσεπιβὰς ταύτην ἠνδραποδίσατο, καὶ τοὺς παραλειφθέντας βαρβάρους δουλείᾳ παρέπεμψεν. αὐτὸς δὲ τὰ κάλλιστα τῆς λείας ὑπεξελὼν, καὶ τῷ βασιλικῷ ταμείῳ προσαναθεὶς, τὸν στρατὸν ἐκ τῆς ἁρπαγῆς τοῦ ἄστεος ἀνακαλεσάμενος, ἐπεὶ ὁ ἥλιος τὸν τοξότην παρελαύνων μετέβαινε πρὸς τὸν αἰγοκέρωτα, καὶ τὸ τοῦ χειμῶνος δεινὸν ἐπετείνετο, ἐκεῖθεν διαναστὰς ἐπὶ τὴν Ῥωμαϊκὴν ἐπικράτειαν ἀνήλαυνε. καὶ τῆς Καππαδοκῶν ἐπιβὰς τὴν πληθὺν, ὡς εἰκὸς, φιλοφρονησάμενος ἐκέλευσεν ἐπὶ τὰ οἴκοι παλινδρομεῖν, μεμνῆσθαί τε αὖθις τῆς πρὸς αὑτὸν ἐπανόδου τοῦ ἦρος προκύ πτοντος, τὰς πανοπλίας ἐπισκευασαμένους, παραθηξαμένους τε τὰ ξίφη, καὶ τῶν ἵππων ἐπιμελησαμένους ὡς μάλιστα. οὕτως μὲν ἡ πληθὺς πρὸς οἶκον ἐχώρει. αὐτὸς δὲ ἅμα τοῖς ὑπολειφθεῖσιν αὐτοῦ τε διεχείμαζε, καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο.