Κλίμαξ/Λόγος ΚΣΤ

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κλίμαξ
Συγγραφέας: Ιωάννης της Κλίμακος
Λόγος ΚϚ: Περὶ διακρίσεως λογισμῶν, καὶ παθῶν, καὶ ἀρετῶν.


ΛΟΓΟΣ ΚϚʹ.
Περὶ διακρίσεως λογισμῶν, καὶ παθῶν, καὶ ἀρετῶν.

Διάκρισίς ἐστιν ἐν μὲν τοῖς εἰσαγομένοις, ἡ τῶν καθ᾿ ἑαυτοὺς ἀληθὴς ἐπίγνωσις· ἐν τοῖς δὲ μέσοις ἡ τὸ κυρίως ἀγαθὸν ἐκ τοῦ φυσικοῦ, καὶ τοῦ ἐναντίου ἀπταίστως διακρίνουσα νοερὰ αἴσθησις· ἐν τοῖς δὲ τελείοις (1), ἡ διὰ θείας ἐλλάμψεως ἐνυπάρχουσα γνῶσις, ἥτις καὶ τὰ ἐν ἄλλοις σκοτεινῶς ἐνυπάρχοντα τῷ ἑαυτῆς λύχνῳ καταφωτίζειν ἰσχύουσα. Ἢ τάχα καθολικῶς τοῦτο καὶ ἔστι, καὶ γνωρίζεται διάκρισις, ἡ τοῦ θείου θελήματος ἀσφαλὴς κατάληψις ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι, ἥτις ἐνυπάρχει μόνοις τοῖς καθαροῖς τῇ καρδίᾳ (2), καὶ τῷ σώματι, καὶ τῷ στόματι. Ὁ μὲν τοὺς τρεῖς εὐσεβῶς καθελὼν συγκαθεῖλε (3), καὶ τοὺς πέντε· ὁ δὲ ἐκείνων ἀμελῶν οὐδέτερον νικήσει. Διάκρισίς ἐστι συνείδησις ἀμόλυντος, καὶ καθαρὰ αἴσθησις· μηδεὶς ἐν τῇ μοναδικῇ πολιτείᾳ ὑπὲρ φύσιν τινὰ ἀκούων ἢ ὁρῶν, ἐξ ἀγνωσίας εἰς ἀπιστίαν περιπέσοι· ὅπου γὰρ ἐνδημήσει ὁ ὑπὲρ φύσιν Θεὸς, ὑπὲρ φύσιν λοιπὸν τὰ πλεῖστα τῶν πραγμάτων γίνονται. Ἐν τρισὶ τούτοις γενικωτάτοις τρόποις πᾶς πόλεμος δαιμονιώδης ἐν ἡμῖν συνίσταται, ἢ ἐξ ἀμελείας, ἢ ἐξ ὑπερηφανίας, ἢ ἐκ φθόνου τῶν δαιμόνων· καὶ ἐλεεινὸς μὲν ὁ πρῶτος· πανάθλιος ὁ δεύτερος· ὁ δὲ τρίτος τρισμακάριστος. Σκοπῷ καὶ κανόνι τῷ ἡμετέρῳ κατὰ Θεὸν συνειδότι πρὸς πάντα χρησώμεθα (4), ἵνα γνόντες τὴν τῶν ἀνέμων πνοὴν πόθεν ἔρχεται, πρὸς αὐτὸ λοιπὸν, καὶ τὰ ἱστία ἀνατείνωμεν. Ἐν πάσαις ἡμῶν ταῖς κατὰ Θεὸν ἐργασίαις (5) τρεῖς ἡμῖν βοθύνους οἱ δαίμονες ὀρύσσουσι. Καὶ πρῶτον μὲν παλαίουσιν, ἵνα τὸ ἀγαθὸν κωλύσωσι γενέσθαι· δεύτερον δὲ μετὰ τὴν πρώτην αὐτῶν ἧτταν, ἵνα μὴ κατὰ Θεὸν τὸ τυχὸν γένηται. Ὅταν δὲ καὶ τούτου οἱ κλέπται τοῦ σκοποῦ ἀποτύχωσι, τότε λοιπὸν ἡσυχίως ἐπιστάντες ἐν τῇ ἡμετέρᾳ ψυχῇ μακαρίζουσιν ἡμᾶς, ὡς κατὰ Θεὸν ἐν πᾶσιν πολιτευομένους. Τοῦ μὲν προτέρου ἐχθρὸς, σπουδὴ καὶ μέριμνα θανάτου· τοῦ δὲ δευτέρου, ὑποταγὴ καὶ ἐξουδένωσις· τοῦ δὲ τρίτου, τὸ ἑαυτὸν διηνεκῶς καταμέμφεσθαι. Τοῦτο κόπος ἐστὶν ἐνώπιον ἡμῶν, ἕως οὗ εἰσέλθῃ εἰς τὸ ἁγιαστήριον ἡμῶν τὸ πῦρ τὸ τοῦ Θεοῦ. Οὐκ ἔσονται γὰρ λοιπὸν τότε προλήψεων ἐν ἡμῖν ἀνάγκαι. Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον πᾶσαν πύρωσιν καὶ κίνησιν, καὶ πρόληψιν, καὶ πώρωσιν, τὴν ἐντὸς καὶ ἐκτὸς ὁρωμένην τε καὶ νοουμένην. Οἱ δαίμονες τὸ ἐναντίον πάλιν τῶν εἰρημένων ποιεῖν πεφύκασιν. Ἐπὰν γὰρ τῆς ψυχῆς περιγένωνται, καὶ τὸ τοῦ νοὸς φῶς περιτρέψωσιν, οὐκ ἔτι ἔσται ἐν ἡμῖν τοῖς ἀθλίοις, οὐ νῆψις, οὐ διάκρισις, οὐκ ἐπίγνωσις, οὐκ ἐντροπή· ἀλλ᾿ ἀναλγησία, καὶ ἀναισθησία, καὶ ἀδιακρισία, καὶ ἀβλεψία.

Οἴδασι γὰρ τὰ εἰρημένα εὖ μάλα σαφῶς οἱ ἐκ πορνείας ἀνανήψαντες, καὶ ἐκ παῤῥησίας ὑποσταλέντες, καὶ οἱ ἐξ ἀναιδείας εἰς συναίσθησιν ἐληλυθότες· πῶς τε μετὰ τὴν νῆψιν τοῦ νοὸς, καὶ τῆς πωρώσεως, μᾶλλον δὲ πηρώσεως αὐτοῦ διάλυσιν, καὶ ἑαυτοὺς κατὰ νοῦν αἰδοῦνται, ἐφ᾿ οἷς πρώην ἐλάλουν καὶ ἔπραττον ἐν τυφλώσει διάγοντες. Εἰ μὴ ὀψίσει (6) καὶ σκοτάσει πρῶτον ἐν τῇ ἡμέρᾳ τῆς ψυχῆς, οὐ μὴ οἱ κλέπται κλέψωσι, καὶ θύσωσι, καὶ ἀπολέσωσι. Κλοπή ἐστιν ἄγνωστος αἰχμαλωσία ψυχῆς· θυσία ψυχῆς ἐστι λογικοῦ νοὸς θνῆσις ἐν πράξεσιν ἀτόποις περιπεσόντος· ἀπώλεια δὲ ἡ μετὰ τὴν ἀνομίαν ἑαυτοῦ ἀπόγνωσις. Μηδεὶς ἐπὶ ταῖς εὐαγγελικαῖς ἐντολαῖς ἀδυναμίαν προβάληται· εἰσὶ γὰρ ψυχαὶ αἳ καὶ ὑπὲρ τὴν ἐντολὴν διεπράξαντο. Πείσει σε πάντως τὸ εἰρημένον ὁ ὑπὲρ ἑαυτὸν τὸν πλησίον ἀγαπήσας, καὶ ὑπὲρ τούτου τὴν ψυχὴν προθέμενος (7), καίπερ ἐπιταγὴν Κυρίου εἰς τοῦτο μὴ κομισάμενος. Θαρσείτωσαν οἱ τεταπεινωμένοι ἐμπαθεῖς· εἰ γὰρ καὶ ἐν πᾶσι τοῖς βοθύνοις περιπέσωσι, καὶ ἐν πάσαις ταῖς παγίσι βροχισθῶσι, καὶ πᾶσαν νόσον νοσήσωσιν· ἀλλά γε μετὰ τὴν ὑγείαν πᾶσι φωστῆρες, καὶ ἰατροὶ, καὶ λύχνοι, καὶ κυβερνῆται γίνονται, ἑκάστης νόσου τοὺς τρόπους διδάσκοντες, καὶ τοὺς μέλλοντας πίπτειν, ἐκ τῆς οἰκείας πείρας διασώζοντες· εἰ μὲν ἐκ προγεγενημένων προλήψεων τυραννοῦνταί τινες (8) καὶ διδάσκειν κἀν ψιλῷ λόγῳ δύνανται, διδάξωσιν. Ἴσως γάρ ποτε κἂν τοὺς οἰκείους λόγους αἰσχυνθέντες τῆς πρακτικῆς ἄρξωνται (9) (μὴ μέντοι καὶ ἄρξωσι), καὶ γενήσεται καὶ ἐν αὐτοῖς ὅπερ ἐπίτινων ἐν βορβόρῳ κυλιομένων εἶδον γινόμενον· ἐμπεπηλωμένοι γὰρ ὑπάρχοντες τὸν τρόπον τῆς ἐκεῖσε αὐτῶν καταποντίσεως τοὺς παρερχομένους ἐδίδασκον ὑπὲρ τῆς σωτηρίας αὐτῶν τοῦτο πραγματευόμενοι, ὅπως μὴ κἀκεῖνοι τῇ αὐτῇ ὁδῷ πέσωσι· καὶ μέντοι διὰ τὴν ἑτέρων σωτηρίαν, καὶ αὐτοὺς ὁ παντοδύναμος τοῦ πηλοῦ ἐλυτρώσατο. Εἰ δέ γε οἱ ἐμπαθεῖς ἑκουσίως ἑαυτοὺς ταῖς ἡδοναῖς ἐπιῤῥίπτουσι, σιωπῇ τὴν διδασκαλίαν ἐνδείξονται. Ὧν χάριν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν.

Χαλεπὸν, ὄντως χαλεπὸν περαιούμεθα, ὦ μοναχοὶ ταπεινοὶ, πέλαγος καὶ πολλῶν πνευμάτων, καὶ σπιλάδων, καὶ ἰλίγγων, καὶ πειρατῶν, καὶ σιφώνων, καὶ βραχῶν, καὶ θηρίων, καὶ κυμάτων πεπληρωμένον. Σπιλάδα μὲν ἐπὶ ψυχῆς, τὸν ἄγριον θυμὸν καὶ αἰφνίδιον νοήσωμεν· ἴλιγγα δὲ τὴν ἀνελπιστείαν τὴν περικυκλοῦσαν τὸν νοῦν, καὶ τοῦτον αὐτὸν ἐν βυθῷ ἀπογνώσεως κατενέγκαι σπουδάζουσαν· βράχος δὲ τὴν ἄγνοιαν, τὴν τὸ κακὸν ὡς καλὸν κατέχουσαν· θηρία δὲ, τὸ βαρὺ τοῦτο καὶ ἄγριον σῶμα· πειρατὰς δὲ τοὺς τῆς κενοδοξίας χαλεπωτάτους ὑπουργοὺς τοὺς τὸν φόρτον ἡμῶν, καὶ τὸν κάματον τῶν ἀρετῶν ἀφαρπάζοντας· κῦμα δὲ τὴν πεφυσημένην καὶ ὀγκουμένην κοιλίαν (10), τὴν ἐκ τῆς ἰδίας ὁρμῆς τῷ θηρίῳ παραπέμπουσαν· σίφωνα δὲ, τὴν ἐκ τοῦ οὐρανοῦ ῥιφεῖσαν ὑπερηφανίαν, τὴν ἀναφέρουσαν ἡμᾶς λοιπὸν καὶ καταφέρουσαν ἕως τῶν ἀβύσσων.

Γνώριμα καθεστήκασι τοῖς γράμματα παιδευομένοις (11), ποῖα μὲν εἰσαγομένων, ποῖα δὲ μέσων, ποῖα δὲ διδασκάλων τυγχάνουσι τὰ μαθήματα. Πρόσχωμεν νουνεχῶς, μήπως ἐν τῇ μαθήσει χρονίσαντες ἔτι ἐν τοῖς εἰσαγωγικοῖς διατρίβωμεν ἐπαγγέλμασι· ὅπερ αἰσχύνῃ πᾶσι γνωρίζεται γηραλέον ἰδέσθαι εἰς παιδευτήριον πορευόμενον.

Ἀρίστη πᾶσιν ἀλφάβητος αὕτη (12). Α ὑπακοὴ, Β νηστεία, Γ σάκκος, Δ σποδὸς, Ε δάκρυα, Ζ ἐξομολόγησις, Η σιωπὴ, Θ ταπείνωσις, Ι ἀγρυπνία, Κ ἀνδρεία, Λ ψύχος, Μ κόπος, Ν ταλαιπωρία, Ξ ἐξουδένωσις, Ο συντριβὴ, Π ἀμνησικακία, Ρ συναδελφία (13), Σ ἠπιότης, Τ πίστις ἁπλῆ καὶ ἀπερίεργος, Υ ἀμεριμνία κόσμου, Φ μῖσος ἄμισον γονέων, Χ ἀπροσπάθεια, Ψ ἁπλότης σὺν ἀκακίᾳ, Ω ἑκούσιος εὐτέλεια. [Καλὴ τάξις ὅροι μέσων.] Κατάληψις καὶ ψῆφος προκοπτόντων, ἀκενοδοξία, ἀοργησία, εὐελπιστία, ἡσυχία, διάκρισις, κρίσεως μνήμη παγία, εὐσπλαγχνία, φιλοξενία, νουθεσία σύμμετρος, προσευχὴ ἀπαθὴς, ἀφιλαργυρία. Οὗτος ὅρος, λόγος τε καὶ νόμος πνευμάτων καὶ σωμάτων ἐν σαρκὶ εὐσεβῶς τελειουμένων· ἀναιχμαλώτιστος Α καρδία, Β τετελειωμένη ἀγάπη, Γ ταπεινοφροσύνης πηγὴ, νοὸς Δ ἐκδημία Χριστοῦ, Ε ἐνδημία φωτὸς, καὶ Ζ προσευχῆς ἀσυλία, ἐλλάμψεως Η Θεοῦ περιουσία, πόθος Θ θανάτου, μῖσος Ι ζωῆς, φυγὴ Κ σώματος, κόσμου Λ πρέσβυς, Θεοῦ Μ βιαστὴς, ἀγγέλων Ν συλλειτουργὸς, γνώσεως Ξ ἄβυσσος, μυστηρίων Ο οἶκος, ἀῤῥήτων Π φύλαξ, ἀνθρώπων Ρ σωτὴρ, δαιμόνων Σ Θεὸς, παθῶν Τ Κύριος, Δεσπότης Υ σώματος, φύσεως Φ ἐπίτροφος, ἁμαρτίας Χ ξένος, ἀπαθείας Ψ οἶκος, μιμητὴς Ω Δεσπότου, ἐκ βοηθείας Δεσπότου, οὐ μικρᾶς ἡμῖν (14), ὅτε τὸ σῶμα νοσεῖ, χρείατῆς νήψεως. Χαμαὶ γὰρ οἱ δαίμονες θεασάμενοι ἡμᾶς καὶ [κειμένους] μὴ δυναμένους τέως ἐκ τῆς ἀτονίας ἀσκήσει καθ᾿ ἑαυτὸν χρήσασθαι, χαλεπῶς τότε πολεμοῦν δοκιμάζουσιν. Ἐν μὲν τοῖς κατὰ κόσμον ὁ τοῦ θυμοῦ, ἔστι δὲ ὅτε καὶ τῆς βλασφημίας ὁ δαίμων ἐν τοῖς νοσοῦσι παρέπεται. Ἐν δὲ τοῖς ἔξω κόσμου, εἰ μὲν τῶν χρειῶν εὐποροῦσιν (15), ὁ τῆς γαστριμαργίας καὶ πορνείας· εἰ δὲ ἐν ἀπαρακλήτοις τισὶ καὶ ἀθλητικοῖς διατρίβουσι τόποις, ὁ τῆς ἀκηδίας καὶ ἀχαριστίας παρεδρεύει τύραννος (16)· ἐπεσημηνάμην τὸν τῆς πορνείας λύκον ὀδύνας προστιθέντα τῷ κάμνοντι· καὶ ἐν αὐταῖς ταῖς ὀδύναις κινήσεις αὐτῷ καὶ ἐκκρίσεις ποιοῦντα· καὶ ἦν ἔκπληκτόν τι γινόμενον ἰδέσθαι ἐν ἀλγηδόσι σφοδραῖς τὴν σάρκα σφριγῶσαν καὶ μαινομένην. Καὶ ἐπέστρεψα καὶ εἶδον κατακειμένους, καὶ ἐπὶ τῆς κλίνης αὐτῆς ὑπὸ τῆς θείας ἐνεργείας, ἢ ὑπὸ κατανύξεως παρακαλουμένους· καὶ μέντοι διὰ τῆς παρακλήσεως τὰς ὀδύνας διεκρούοντο· ὡς οὕτως διακεῖσθαι, ὡς μὴ θέλειν αὐτοὺς τῆς νόσου ἀπαλλαγῆναί ποτε. Καὶ ἐπέστρεψα, καὶ εἶδον κεκακωμένους, καὶ διὰ τῆς νόσου ὡς δι᾿ ἐπιτιμίου τινὸς πάθους ψυχικοῦ ἀπαλλαγέντας, καὶ ἐδόξασα τὸν διὰ τῆς πηλοῦ πηλὸν ἐκκαθάραντα.

Νοῦς νοερὸς πάντως καὶ νοερὰν αἴσθησιν περιβέβληται (17), ἵν᾿ ἐν ἡμῖν, καὶ οὐκ ἐν ἡμῖν οὖσαν ἐκζητοῦντες μὴ παυσώμεθα· ἐκείνης γὰρ φανερωθείσης, αἱ ἐκτὸς πάντως, τὰ οἰκεῖα ἐνεργεῖν οἰκείως παύσονται. Καὶ τοῦτό ἐστιν, ὃ γινώσκων τις σοφὸς ἔφησε, Καὶ θείαν αἴσθησιν εὑρήσεις. Βίος μοναδικὸςἐν αἰσθήσει καρδίας γινέσθω (18), ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι, καὶ κινήμασι. Εἰ δὲ μὴ, οὐ μοναδικὸς, ἵνα μὴ λέγω, ἀγγελικός. Ἄλλο πρόνοια Θεοῦ (19), καὶ ἄλλο ἀντίληψις, καὶ ἄλλο φυλακὴ, καὶ ἕτερον ἔλεος Θεοῦ, καὶ ἄλλο παράκλησις. Καὶ τὸ μὲν ἐν πάσῃ τῇ φύσει, τὸ δὲ ἐν πιστοῖς καὶ μόνον, τὸ ἕτερον ἐν πιστοῖς, πιστοῖς ἀληθῶς· τὸ τέταρτον ἐν τοῖς δουλεύουσιν αὐτῷ· τὸ δὲ ἔσχατον, ἐν τοῖς ἀγαπῶσιν αὐτὸν ἐνδείκνυται. Ἔστιν ὅτε τὸ ἑτέρου φάρμακον (20), ἑτέρου δηλητήριον γίνεται· ἔστι δὲ ὅτε καὶ τὸ αὐτὸ τῷ αὐτῷ ἐν μὲν τῷ οἰκείῳ καιρῷ προσφερόμενον, φάρμακον γίνεται· ἐν οὐ καιρῷ δὲ πάλιν δηλητήριον γίνεται. Εἶδον ἀφυῆ ἱατρὸν (21), ἄῤῥωστον συντεθλασμένον ἀτιμάσαντα, καὶ μηδὲν πλέον, εἰ μὴ τὴν ἀπόγνωσιν αὐτῷ προξενήσαντα. Καὶ εἶδον εὐφυῆ, πεφυσημένην καρδίαν δι᾿ ἀτιμίας χειρουργήσαντα, καὶ πᾶσαν αὐτῆς τὴν ὀζωδίαν κενώσαντα. Ἑώρακα τὸν αὐτὸν ἄῤῥωστον, ποτὲ μὲν διὰ κάθαρσιν ῥύπου πιόντα ὑπακοῆς ἴαμα καὶ κινούμενον, καὶ περιπατοῦντα καὶ μὴ ὑπνοῦντα· ποτὲ δὲ τὸν ὀφθαλμὸν τῆς ψυχῆς (22) νοσοῦντα καὶ ἀκίνητον καὶ ἡσυχάζοντα (23), καὶ ἐν σιωπῇ διατελοῦντα. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Τινὲς, πόθεν οὐκ οἶδα (οὐδὲ γὰρ οἰήσει Θεοῦ δῶρα ζητεῖν καὶ πολυπραγμονεῖν μεμάθηκα), φύσει, ἵν᾿ οὕτως εἴπω, περὶ τὸ ἐγκρατὲς, ἢ περὶ τὸ ἡσυχαστικὸν, ἢ καὶ ἁγνὸν, ἢ ἀπαῤῥησίαστον, ἢ πρᾶον, ἢ εὐκατάνυκτον ἐπιῤῥεπῶς ἔχουσι. Καί εἰσιν ἕτεροι αὐτὴν σχεδὸν τὴν ἑαυτῶν φύσιν πρὸς ταῦτα αὐτοῖς ἀντιπράττουσαν ἔχοντες, καὶ κατὰ δύναμιν ἑαυτοὺς βιαζόμενοι· εἰ καὶ ἐν καιρῷ ἡττῶνται, ἀλλ᾿ ὅμως ὡς βιαστὰς τῆς φύσεως (24), αὐτοὺς τῶν προτέρων μᾶλλον ἀποδέχομαι. Μὴ μεγαλαύχει ἐπὶ ἀπόνῳ πλούτῳ, ἄνθρωπε· τὴν γὰρ πολλήν σου βλάβην, καὶ ἀσθένειαν, καὶ ἀπώλειαν προγνοὺς ὁ δωροδότης τοῖς πλεονεκτήμασιν αὐτοῦ ἐκείνοις τοῖς ἀμίσθοις κἂν ποσῶς σε διέσωσε (25). Καὶ αἱ ἐκ νηπίου παιδεῖαι, καὶ ἀνατροφαὶ (26), καὶ τὰ ἐπιτηδεύματα συνέρχονται, ἢ καὶ ἀντιπράττουσιν, ἡμῖν αὐξήσασι πρὸς τὴν ἀρετήν τε καὶ πρὸς τὴν μοναδικὴν πολιτείαν· φῶς μὲν μοναχοῖς ἄγγελοι (27)· φῶς δὲ πάντων ἀνθρώπων μοναδικὴ πολιτεία. Οὐκοῦν ἐν πᾶσι τύπος ἀγαθὸς γίνεσθαι ἀγωνιζέσθωσαν, μηδενὶ πρόσκομμα ἐν μηδενὶ διδόντες, ἐν οἷς ἂν ἐργάζωνται, ἢ ἀποφθέγγωνται. Εἰ γὰρ τὸ φῶς σκότος γίνεται (28), τὸ σκότος, ἤγουν, οἱ κατὰ κόσμον, πόσον σκοτισθήσονται; Εἰ ἄρα ἐμοὶ πείθεσθε, οἱ πειθόμενοι, μᾶλλον δὲ οἱ βουλόμενοι, καλὸν ἡμᾶς μὴ ποικίλλειν ἑαυτοὺς, καὶ τὴν ἀθλίαν ἡμῶν ψυχὴν διαμερίζειν, καὶ πολεμεῖν χιλίαις χιλιάσι, καὶ μυρίαις μυριάσιν ἐχθρῶν· οὐ γὰρ ἐξαρκέσομεν πάσας αὐτῶν τὰς πανουργίας καταμαθεῖν, ἢ ὅλως εὑρεῖν. Τῇ Τριάδι· τῇ ἁγίᾳ κατὰ τῶν τριῶν (29), διὰ τῶν τριῶν ὁπλισώμεθα. Εἰ δὲ μὴ, πολλοὺς κόπους ἑαυτοῖς (30) προξενήσομεν· ὄντως ἐὰν καὶ ἐν ἡμῖν γένηται, ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, διαβήσεται πάντως καὶ ὁ ἡμῶν Ἰσραὴλ, ἤγουν νοῦς ὁρῶν Θεὸν, αὐτὴν ἀκυμάντως, καὶ ὄψεται τοὺς Αἰγυπτίους ἐν τῷ ὕδατι τῶν δακρύων ἀποπνιγέντας· ἐκείνου δὲ ἐν ἡμῖν μὴ ἐνδημοῦντος, ἤχους κυμάτων αὐτῆς, ἤγουν τῆς σαρκὸςταύτης τίς ὑποστήσεται; Ἐὰν ἀναστῇ ἐν ἡμῖν ὁ Θεὸς διὰ πράξεως (31), διασκορπισθήσονται οἱ ἐχθροὶ αὐτοῦ, καὶ ἐὰν διὰ θεωρίας προσπελάσωμεν αὐτῷ, Φεύξονται οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ καὶ ἡμῶν. Ἱδρῶτι μᾶλλον (32), καὶ μὴ ψιλῷ λόγῳ, τὰ θεῖα μανθάνειν σπουδάσωμεν. Οὐ γὰρ λόγους, ἀλλ᾿ ἔργα ἐν καιρῷ ἐξόδου χρεία ἐνδείξασθαι. Οἱ θησαυρὸν κεκρυμμένον ἀκούσαντες ἐν τῷ τόπῳ, ζητοῦσι, καὶ ἐκ τῆς ζητήσεως τὸ εὑρεθὲν μετὰ πόνου φυλάττουσιν· οἱ γὰρ ἀπόνως πλουτήσαντες σκορπίζουσι (33). Δυσχερὲς μὲν τὸ τῶν προλήψεων εὐχερῶς περιγενέσθαι (34)· οἱ δὲ ἔτι ταύταις προστιθέναι μὴ παυόμενοι, ἢ ἑαυτῶν ἀπεγνώκασιν, ἣ οὐδὲν ἐκ τῆς ὑποταγῆς ὠφελήθησαν. Πλὴν οἶδα, ὅτι ὁ Θεὸς πάντα δύναται· ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν.

Δυσδιάκριτόν μοί τινες θεώρημα ἐπηπόρησαν, καὶ τοὺς κατ᾿ ἐμὲ πάντας ὑπερβαῖνον, οὐδενὶ δὲ τῶν εἰς ἐμὲ ἐληλυθότων δέλτων περιεχόμενον λέγοντες. Ποῖοι τῶν ὀκτὼ λογισμῶν ἰδιαιρέτως ἀπόγονοι τυγχάνουσι; ἢ ποῖος τοιούτων πέντε ἐκ τῶν τριῶν τῶν προστατῶν γεννήτωρ καθέστηκεν; Ἐγὼ δὲ πρὸς τὴν ἀπορίαν ἐπαινέτην ἄγνοιαν προβαλόμενος, παρὰ τῶν πανοσίων ἀνδρῶν ἔμαθον οὕτως. Μήτηρ μὲν πορνείας γαστριμαργία, ἀκηδίας δὲ κενοδοξία· λύπη δὲ τῶν τριῶν τούτων γέννημα, ὥσπερ καὶ ὀργή· ὑπερηφανίας δὲ μήτηρ κενοδοξία. Ἐγὼ δὲ πάλιν πρὸς τοὺς ἀειμνήστους ἐκείνους ἀποκρινόμενος ἔφασκον, λιπαρῶν μανθάνειν λοιπὸν καὶ τῶν ὀκτὼ γεννήματα, καὶ ποῖον ποίου ὑπάρχει κύημα. Ἐδίδασκον δὲ εὐμενῶς οἱ ἀπαθεῖς λέγοντες, μὴ εἶναι τάξιν ἢ σύνεσιν ἐν ἀσυνέτοις· πᾶσαν δὲ ἀταξίαν καὶ ἀκαταστασίαν· καὶ πιθόντες οἱ μακάριοι πιθανοῖς ὑποδείγμασιν ἔλεγον, εἰς μέσον προενεγκόντες πιθανὰς ἀποδείξεις καὶ πλείονας, ἐξ ὧν τινα ἐν τῷ παρόντι λόγῳ συντάττομεν, ἵνα ἐξ ἐκείνων λοιπὸν καὶ περὶ τῶν λοιπῶν φωτισθῶμεν. Οἷόν τι λέγω· Ὁ γέλως, ὁ ἄκαιρος (35), ποτὲ μὲν ἐκ πορνείας δαίμονος τίκτεται, ποτὲ δὲ ἐκ κενοδοξίας, ὅταν τις ἐφ᾿ ἑαυτῷ ἔνδοθεν σεμνύνηται ἀσέμνως· ποτὲ δὲ ἐκ τρυφῆς, ὁ ὕπνος ὁ πολύς (36). Ποτὲ μὲν ἐκ τρυφῆς, ποτὲ δὲ ἐκ νηστείας, ὅταν οἱ νηστεύοντες ἐπαίρωνται· ποτὲ δὲ ἐξ ἀκηδίας, ποτὲ δὲ καὶ ἐκ φύσεως. Ἡ πολυλογία ποτὲ μὲν ἀπὸ γαστριμαργίας, ποτὲ δὲ ἀπὸ κενοδοξίας· ἡ ἀκηδία ποτὲ μὲν ἀπὸ τρυφῆς, ποτὲ δὲ ἐξ ἀφοβίας Θεοῦ· ἡ βλασφημία ἔστιν μὲν κυρίως κύημα ὑπερηφανίας· πολλάκις δὲ καὶ ἐκ τοῦ κρῖναι ἐν τῷ αὐτῷ τὸν πλησίον, ἢ καὶ ἀπὸ φθόνου ἀκαίρου τῶν δαιμόνων· ἡ σκληροκαρδία ἐστὶν ὅτε ἀπὸ κόρου, ἀπὸ ἀναισθησίας, ἀπὸ προσπαθείας· πάλιν δὲ ἡ προσπάθεια ἔστι μὲν ὅτε ἀπὸ πορνείας, ἢ φιλαργυρίας, ἢ γαστριμαργίας, ἢ κενοδοξίας, καὶ ἐξ ἑτέρων πολλῶν· ἡ πονηρία πάλιν ἀπὸ οἰήσεως καὶ ὀργῆς. Ἡ (37) ὑπόκρισις ἐξ αὐταρκείας καὶ ἰδιορυθμίας· τὰ δὲ τούτων ἐναντία ἐκ τῶν ἐναντίων γεννητόρων αὐτῶν ἀποτίκτονται. Καὶ ἵνα μὴ πολλὰ λέγω, ἐπιλείψει με γὰρ ὁ χρόνος, ἤπερ τὸ καθ᾿ ἓν ἐξετάζειν βούλομαι· κυρίως πάντων τῶν προειρημένων παθῶν ἀναιρέτις ἐστὶν ἡ ταπεινοφροσύνη, ἣν οἱ κτησάμενοι πάντα νενικήκασι. (38) Γενήτρια [al. γεννήτρια] πάντων τῶν κακῶν, ἡδονὴ καὶ πονηρία, ἃ ὁ κατέχων οὐκ ὄψεται τὸν Κύριον· οὐδὲν δὲ ἡμᾶς ἐκ τῆς προτέρας ἀποχὴ ἐκτὸς τῆς δευτέρας ὀνήσειε. Φόβου Κυρίου ὑπόδειγμα ἐξ ἀρχόντων καὶ θηρίων ληψώμεθα. Πόθου δὲ τοῦ πρὸς Θεὸν ὑπόδειγμα ὁ τῶν σωμάτων ἔρως τύπος γενέσθω σοι· οὐδὲν γὰρ τὸ κωλύον, καὶ ἐκ τῶν ἐναντίων ποιεῖσθαι ἡμᾶς τὰ τῶν ἀρετῶν ὑποδείγματα.

Πεπονήρευται χαλεπῶς ἡ παροῦσα γενεὰ, καὶ ὅλη οἰήσεως καὶ ὑποκρίσεως πεπλήρωται· κόπους μὲν σωματικοὺς κατὰ τοὺς ἀρχαίους πατέρας ἡμῶν ἴσως ἐπιδεικνυμένη· τῶν δὲ χαρισμάτων αὐτῶν οὐκ ἀξιουμένη, καίπερ οἶμαι, οὔποτε ὡς νῦν ἡ φύσις χαρισμάτων ἐδέετο· καὶ εἰκότως πεπόνθαμεν· οὐ γὰρ κόποις, ἀλλ᾿ ἁπλότητι καὶ ταπεινώσει ὁ Θεὸς ἐμφανίζεται. Εἰ καὶ ἡ δύναμις Κυρίου ἐν ἀσθενείᾳ τελειοῦται, ὅμως οὐ κωλύσει Κύριος ἐργάτην ταπεινόφρονα. Ὁπόταν τινὰ τῶν ἀθλητῶν ἡμῶν κακούμενον σωματικῶς θεασώμεθα (41), μὴ ἐκ πονηρίας τὸ κρῖμα τῆς αὐτοῦ ἀσθενείας μανθάνειν σπουδάσωμεν· μᾶλλον δὲ ἁπλῇ καὶ ἀπονήρῳ ἀγάπῃ, ὡς οἰκεῖον μέλος, καὶ ὡς στρατιώτην ἐκ τοῦ πολέμου πληγέντα δεξάμενοι θεραπεύσωμεν. Ἔστιν ἀσθένεια διὰ καθαρισμὸν πταισμάτων, καὶ ἔστι διὰ τὸ ταπεινωθῆναι τὸ φρόνημα. Ὁ ἀγαθὸς ἡμῶν καὶ πανάγαθος Δεσπότης καὶ Κύριος (42), ὁπόταν πολλάκις τινὰς ὀκνηροτέρους περὶ τὴν ἄσκησιν θεάσηται, δι᾿ ἀσθενείας λοιπὸν, ὥσπερ δι᾿ ἀνετωτέρας ἀσκήσεως τὴν σάρκα ταπεινοῖ· ἔστι δὲ ὅτε καὶ τὴν ψυχὴν λογισμῶν πονηρῶν καὶ παθῶν ἐκκαθαίρει. Πάντα ἡμῖν τὰ συμβαίνοντα (43), ἤτε ὁρατὰ, ἤτε ἀόρατα, ἔστι καὶ καλῶς, καὶ ἐμπαθῶς, καὶ μέσως καταδέξασθαι. Εἶδον τρεῖς ἀδελφοὺς ζημιωθέντας· καὶ ὁ μὲν ἠγανάκτει, ὁ δὲ ἔμεινεν ἄλυπος, ὁ δὲ πολλὴν τὴν χαρὰν προσελάβετο. Εἶδον παρὰ γεωργοῖς ἓν σπέρμα παρ᾿ ἀμφοτέροις καταβαλλόμενον, ἀλλὰ σκοπὸν οἰκεῖον ἕκαστος ἐκέκτητο· ὁ μὲν, ἵνα τὰ ἑαυτοῦ ἀποδώσει χρέη· ὁ δὲ ἵνα πλοῦτον ἑαυτῷ θησαυρίσῃ· ὁ δὲ ἵνα δώροις τὸν Δεσπότην τιμήσῃ· ὁ δὲ ἕτερος, ἵνα ἐπὶ τῇ καλοεργίᾳ τὸν παρὰ τῶν παρερχομένων ἐν τῇ ὁδῷ τοῦ βίου ἔπαινον θηράσῃ (44)· ὁ δὲ ἵνα αὐτὸν ἑαυτοῦ ἐχθρὸν ζηλώσαντα θλίψῃ (45)· ὁ δὲ, ἵνα μὴ ὡς ἀργὸς παρὰ τῶν ἀνθρώπων ὀνειδίζηται (46). Αὗται αἱ τῶν γεωργῶν τοῦ σπόρου προσηγορίαι· νηστεία, ἀγρυπνία, ἐλεημοσύνη, διακονίαι, καὶ τὰ ὅμοια. Τοὺς δὲ σκοποὺς προθύμως ἐν Κυρίῳ οἱ ἀδελφοὶ βασανίσουσιν (47), ὥσπερ ὕδωρ ἐκ πηγῶν ἀπαντλοῦντες (48), ἔστιν ὅτε λεληθότως, καὶ τὸν λεγόμενον βάτραχον συνηντλήσαμεν. Οὕτως καὶ τὰς ἀρετὰς μετερχόμενοι πολλάκις συμπεπλεγμένας αὐταῖς ἀφανῶς τὰς κακίας μετερχόμεθα· οἷόν τι λέγω· τῇ ξενοδοξία ἡ γαστριμαργία συμπέπλεκται (49)· τῇ ἀγάπῃ ἡ πορνεία· τῇ διακρίσει ἡ δεινότης (50)· τῇ φρονήσει ἡ πονηρία· τῇ πραΰτητι ἡ ὑπουλότης, καὶ νωθρότης, καὶ ὀκνηρία, καὶ ἀντιλογία, καὶ ἰδιορυθμία, καὶ ἀνηκοΐα· τῇ σιωπῇ τῆς διδασκαλίας ὁ ὄγκος· τῇ χαρᾷ οἴησις· τῇ ἐλπίδι ἡ ὀκνηρία· τῇ ἀγάπῃ πάλιν τὸ κατακρίνειν· τῇ ἡσυχίᾳ ἡ ἀκηδία καὶ ὀκνηρία· τῇ ἁγνείᾳ ἡ πικρία· τῇ ταπεινοφροσύνῃ ἡ παῤῥησία· τούτοις δὲ πᾶσιν, ὥσπερκοινὸν κολούριον, μᾶλλον δὲ δηλητήριον ἡ κενοδοξία συνέπεται. Μὴ λυπηθῶμεν αἰτούμενοι τὸν Κύριον αἰτήματα, καὶ ἐπὶ χρόνους μὴ εἰσακουόμενοι. Ἐβούλετο γὰρ Κύριος πάντας ἀνθρώπους ἐν μιᾷ καιροῦ ῥοπῇ ἀπαθεῖς γενέσθαι. Πάντες οἱ αἰτούμενοι ἐκ Θεοῦ τὰ αἰτήματα, καὶ μὴ λαβόντες, διὰ μίαν τούτων τῶν αἰτιῶν πάντως οὐ κομίζονται, ἢ ὅτι πρὸ καιροῦ αἰτοῦσιν, ἢ ὅτι ἀναξίως αἰτοῦσι, καὶ κενοδόξως, ἢ ὅτι λαμβάνοντες ἐπαρθῆναι ἔμελλον, ἢ ἀμελεῖν λοιπὸν μετὰ τὸν τοῦ αἰτήματος κτῆσιν. Ὅτι μὲν ἀναχωροῦσιν οἱ δαίμονες, καὶ τὰ πάθη ἐκ τῆς ψυχῆς, ἢ καιρῷ τινι, ἢ διηνεκῶς, οὐδεὶς ἀμφιβάλλει, οἶμαι. Τὸ δὲ ἐκ πόσων τρόπων ἡ τούτων ἀναχώρησις ἐξ ἡμῶν γίνεται ὀλίγοι ἐπίστανται. Ἀνεχώρησαν τὰ πάθη ἔκ τινων οὐ μόνον πιστῶν, ἀλλὰ καὶ ἀπίστων, ἐκτὸς ἑνὸς (51), ἐκεῖνο μόνον καταλιπόντα αὐτοῖς ὡς κακόν τι πρωτεῦον, καὶ τὸν τόπον πάντων ἀναπληροῦν, εἴπερ τοιαύτην κέκτηται τὴν βλάβην, ὡς καὶ ἐξ οὐρανοῦ κατενέγκαι. Ἀναλίσκεται ὕλη πυρὶ θείῳ δαπανωμένη (52), καὶ τῆς ψυχῆς ἐκριζουμένη. Ὑποχωροῦσι δαίμονες ἑκουσίως, ἀμεριμνῆσαι παρασκευάζοντες, καὶ αἰφνίδιον τὴν ἀθλίαν ψυχὴν ἁρπάζοντες, καὶ εἰς ἄκρον ποιωθῆναι τοῖς πάθεσι παρασκευάζοντες, ὡς ἐντεῦθεν αὐτεπίβουλον οὖσαν λοιπὸν καὶ αὐτοπολέμιον. Οἶδα καὶ ἄλλην ὑποχώρησιν τῶν θηρίων μετὰ τὸ τελείως συνηθίσαι τὴν ψυχὴν (53), καὶ ὑπόδειγμα τοῦ εἰρημένου τὰ νήπια· μετὰ γὰρ τὴν μακρὰν συνήθειαν, καὶ χωρὶς μαζοῦ, ἐκ τῶν οἰκείων δακτύλων θηλάζουσιν. Οἶδα καὶ πέμπτην ἐν τῇ ψυχῇ ἀπάθειαν, ἔτι ἐξ ἁπλότητος πολλῆς καὶ ἀκεραιότητοςἐπαινουμένους συνισταμένη. Δικαία γὰρ ἡ βοήθεια τοῖς τοιούτοις παρὰ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ, καὶ ἀνεπαισθήτως αὐτοὺς τῶν κακῶν ἀπαλλάττοντες· εἴπερ καὶ τὰ νήπια ἐκδυθέντα οὐ πάνυ γινώσκουσι. Κακία μὲν (54), ἢ πάθος φυσικῶς ἐν τῇ φύσει οὐ πέφυκεν οὐκ ἔστι γὰρ κτιστὴς παθῶν ὁ Θεός· ἀρεταὶ δὲ φύσει καὶ πολλαὶ ἐν ἡμῖν παρ᾿ αὐτοῦ γεγόνασιν, ἐξ ὧν εἰσι καὶ αὗται σαφῶς· ἡ ἐλεημοσύνη, εἴπερ καὶ Ἕλληνες συμπαθοῦσιν· ἡ ἀγάπη, εἴπερ καὶ τὰ ἄλογα ζῶα πολλάκις ἐπὶ τῇ στερήσει ἀλλήλων ἐδάκρυσαν. Ἡ πίστις· πάντες γὰρ ἐξ ἑαυτῶν ταύτην ἀποτίκτομεν· ἐλπὶς, ἐπεὶ καὶ δανειζόμενοι, καὶ πλέοντες, καὶ σπείροντες πλουτῆσαι ἐλπίζομεν.

Εἰ τοίνυν, ὡς ἀποδέδεικται, ἡ ἀγάπη φύσει καὶ ἀρετὴ ἐν ἡμῖν καθέστηκε, σύνδεσμος δὲ καὶ πλήρωμα νόμου αὕτη, οὐκοῦν οὐ πόῤῥω τῆς φύσεως αἱ ἀρεταὶ καθεστήκασι, καὶ αἰσχυνθείησαν οἱ ἀδυναμίαν ἐπὶ τῇ τούτων ἐργασίᾳ προβαλλόμενοι. Ὑπὲρ φύσιν ἁγνεία, ἀοργησία, ταπεινοφροσύνη, προσευχὴ, ἀγρυπνία, νηστεία, κατάνυξις διηνεκής. Τούτων τῶν μὲν ἄνθρωποι (55), τῶν δὲ ἄγγελοι, τῶν δὲ αὐτὸς ὁ Θεὸς Λόγος καθέστηκε διδάσκαλος καὶ δοτήρ· συγκρίσει κακῶν δεῖ ἡμᾶς τὸ κουφότερον ἐκλέξασθαι. Οἷον πολλάκις ἐν προσευχῇ παρισταμένων ἡμῶν, πρὸς ἡμᾶς ἀδελφοὶ παρεγένοντο· καὶ δυοῖν θάτερον, ἢ τὴν προσευχὴν καταλιπεῖν, ἢ τὸν ἀδελφὸν ἀναπόκριτον ἀπελθόντα λυπῆσαι. Μείζων ἀγάπη προσευχῆς· ἡ μὲν γὰρ μερικὴ, ἡ δὲ περιεκτικὴ πασῶν καθέστηκε. Πάλαι ἐν πόλει ἢ κώμῃ παραγενόμενός ποτε, ἔτινέος ὢν, ὑπὸ λογισμῶν γαστριμαργίας καὶ κενοδοξίας ὁμοθυμαδὸν ἐπὶ τραπέζης καθήμενος κατελήφθην, καὶ μέντοι τὴν ἀπόγονον τῆς κοιλιομανίας δεδοικὼς (56), τῇ κενοδοξίᾳ ἡττήθην μᾶλλον. Ἔγνων ἐγὼ τὸν τῆς γαστριμαργίας δαίμονα πολλάκις, τὸν τῆς κενοδοξίας νικήσαντα ἐν τοῖς νέοις· καὶ εἰκότως (57)· παρὰ μὲν τοῖς ἐν κόσμῳ ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία, παρὰ δὲ μοναχοῖς ἡ γαστριμαργία· ἔστι παρὰ τοῖς πνευματικοῖς πολλάκις τινὰ εὐτελέστατα πάθη ἐκ Θεοῦ οἰκονομικῶς καταλιμπανόμενα· ἵνα δι᾿ εὐτελῶν τινων, καὶ ἀναμαρτήτων ἑαυτοὺς λίαν καταμεμφόμενοι, πλοῦτον ἄσυλον ταπεινοφροσύνης κτήσωνται· οὐκ ἔστι ἐν προοιμίοις ταπείνωσιν κτήσασθαι ἀνυποτάκτως διάγοντα (58), εἴπερ πᾶς ὁ ἰδιορύθμως τέχνην μεμαθηκὼς φαντάζεται.

Ἐν δυσὶν ἁπάσαις γενικωτάταις ἀρεταῖς οἱ Πατέρες τὴν πρακτικὴν ὁρίζονται, καὶ εἰκότως. Ἡ μὲν γὰρ ἀναιρετικὴ τῶν ἡδονῶν καθέστηκεν· ἡ δὲ τὴν ἀναίρεσιν ταπεινοφροσύνη κατησφαλίσατο. Διὰ τοῦτο τὸ πένθος διπλοῦν, ὡς τῆς ἁμαρτίας ἀναιρετικὸν, καὶ τῆς ταπεινοφροσύνης ποιητικόν· εὐσεβῶν μὲν, τὸ παντὶ αἰτοῦντι διδόναι (59), εὐσεβεστέρων δὲ καὶ τῷ μὴ αἰτοῦντι. Τὸ δὲ ἀπὸ τοῦ αἴροντος μὴ ἀπαιτεῖν δυναμένους μάλιστα, τάχα τῶν ἀπαθῶν καὶ μόνων ἴδιον καθέστηκεν.

Ἐν πᾶσι τοῖς πάθεσι καὶ ταῖς ἀρεταῖς ἑαυτοὺς ἐκζητοῦντες μὴ παυσώμεθα, ποῦ τυγχάνομεν ἐν ἀρχῇ, ἐν μεσότητι, ἢ ἐν τέλει. Πάντες οἱ πρὸς ἡμᾶς δαιμόνων πόλεμοι, ἐκ τριῶν τούτων αἰτιῶν συνίστανται· ἐκ φιληδονίας, ἢ ἐκ ὑπερηφανίας, ἢ ἐκ φθόνουαὐτῶν. Οἱ μὲν ἔσχατοι μακάριοι· οἱ δὲ μέσοι πανάθλιοι· οἱ δὲ πρότεροι ἀχρεῖοι ἕως τέλους τυγχάνουσι. Ἔστι τις αἴσθησις, μᾶλλον δὲ ἕξις, φερέπονος λεγομένη, ὑφ᾿ ἧς ὁ ἁλοὺς οὐκ ἔτι δειλιάσει, ἢ ἀποστραφεῖ πόνου ποτέ· ταύτῃ τῇ ἀοιδίμῳ αἱ τῶν μαρτύρων ψυχαὶ κρατηθεῖσαι τῶν βασάνων εὐχερῶς κατεφρόνησαν. Ἄλλο φυλακὴ λογισμῶν, καὶ ἕτερον (60) νοὸς τήρησις, καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, κατὰ τοσοῦτον ὑψηλοτέρα τῆς προτέρας ἡ δευτέρα, εἰ καὶ μοχθηροτέρα ὑπάρχοι. Ἄλλο προσεύχεσθαι κατὰ λογισμῶν (61), καὶ ἄλλο ἀντιφθέγγεσθαι τούτοις· καὶ ἕτερον ἐξουθενεῖν, καὶ ὑπερτίθεσθαι τούτους. Καὶ τῷ μὲν προτέρῳ τρόπῳ μαρτυρεῖ ὁ εἰπών· Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες, καὶ τὰ ὅμοια. Τῷ δὲ δευτέρῳ ὁ φήσας· Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδιζουσίν μοι λόγον ἀντιῤῥητικόν. Καὶ πάλιν· Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν. Τοῦ δὲ τρίτου μάρτυς ὁ μελῳδήσας· Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, καὶ ἐθέμην αὐτῷ φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. Καὶ πάλιν· Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα· ἀπὸ δὲ τῆς σῆς θεωρίας ἐγὼ οὐκ ἐξέκλινα. Τούτων ὁ μὲν μέσος τῷ προτέρῳ πολλάκις κέχρηται, διὰ τὸ ἀπαρασκεύαστον· ὁ δὲ πρότερος οὔπω τῷ δευτέρῳ τρόπῳ ἰσχύει τοὺς ἐχθροὺς ἀπώσασθαι· ὁ δὲ τρίτος εἰς ἅπαν δαιμόνων κατέπτυσεν. Ἀμήχανον φυσικῶς τὸ ἀσώματον ὑπὸ τοῦ σώματος ὁρίζεσθαι· πάντα δὲ δύνατα τῷ κτισαμένῳ Θεῷ. Ὥσπερ οἱ τῇ αἰσθήσει τῆς ὀσφρήσεως ὑγιῶς διακείμενοι τὸν ἀρώματα λεληθότως κατέχοντα ἐπιγινώσκειν δύνανται (62)· οὕτως καὶ ψυχὴ καθαρὰ τὴν εὐωδίαν, ἣν καὶ αὐτὴ ἐκ Θεοῦ προσεκτήσατο, τήν τε δυσωδίαν, ἧς ἀπαλλαγεῖσα τελείως καθέστηκεν, ἐν ἑτέροις ὑπάρχουσαν γνωρίζειν, ἀνεπαισθήτως ἑτέρων, πέφυκεν. Οὐ πάντες μὲν ἀπαθεῖς γενέσθαι δυνατόν· πάντες δὲ σωθῆναι καὶ Θεῷ διαλλαγῆναι οὐκ ἀδύνατον. Μή σου κατακυριεύσωσιν οἱ ἀλλόφυλοι ἐκεῖνοι, οἱ τὰς τοῦ Θεοῦ ἀῤῥήτους οἰκονομίας ἢ ὀπτασίας ἐν τοῖς ἀνθρώποις γινομένας πολυπραγμονεῖν βουλόμενοι, καὶ προσωπολήπτην τὸν Κύριον εἶναι λεληθότως ὑποβάλλοντες· οἰήσεως γὰρ ἀπόγονοι καὶ εἰσὶ καὶ γνωρίζονται. Ἔστι δαίμων φιλαργυρίας πολλάκις ταπείνωσιν ὑποκρινόμενος (63)· καὶ ἔστι δαίμων κενοδοξίας πρὸς ἐλεημοσύνην προτρεπόμενος, ὥσπερ καὶ φιληδονίας. Ἐὰν ἀμφοτέρων τοίνυν καθαρεύσωμεν, ἐν παντὶ τόπῳ ἐλεεῖν μὴ παυσώμεθα. Τινὲς μὲν ἔφησαν δαίμονας δαίμοσιν ἀντιπράττειν· ἐγὼ δὲ ἔγνωκα πάντας τὴν ἡμῶν ζητοῦντας ἀπώλειαν.

Πάσης πνευματικῆς ἐργασίας ὁρωμένης τε καὶ νοουμένης προηγεῖται πρόθεσις οἰκεία (64), καὶ πόθος ἄριστος, μετὰ συνεργίας Θεοῦ γινόμενα. Τῶν γὰρ προτέρων μὴ καταβληθέντων, τὸ δεύτερον ἐπακολουθεῖν οὐ πέφυκεν. Εἰ καιρὸς ἐν παντὶ πράγματι τῶν ὑπὸ τὸν οὐρανὸν, καθώς φησιν ὁ Ἐκκλησιαστὴς, ἐν τοῖς πᾶσι δὲ καὶ τὰ τῆς ἡμετέρας πολιτείας ἱερᾶς καθεστήκασι πράγματα· οὐκοῦν σκοπήσωμεν, εἰ δοκεῖ, καὶ ἐν ἑκάστῳ καιρῷ τὰ τῷ καιρῷ οἰκεῖα ζητήσωμεν· καιρὸς γὰρ πάντως ἐν τοῖς ἀγωνιζομένοις ἐστὶν ἀπαθείας, διὰ τὴν τῶν ἀγωνιζομένων λέγωνηπιότητα. Καιρὸς δακρύων, καὶ καιρὸς σκληροκαρδίας· καιρὸς ὑποταγῆς, καὶ καιρὸς τοῦ ἐπιτάττειν· καιρὸς νηστείας, καὶ καιρὸς μεταλήψεως· καιρὸς πολέμου, σώματος ἐχθροῦ, καὶ καιρὸς θανάτου πυρώσεως· καιρὸς χειμῶνος ψυχῆς, καὶ καιρὸς γαλήνης νοός· καιρὸς λύπης καρδιακῆς, καὶ καιρὸς χαρᾶς πνευματικῆς· καιρὸς διδασκαλίας, καὶ καιρὸς ἀκροάσεως· καιρὸς μολυσμῶν, ἴσως διὰ τὴν οἴησιν, καιρὸς καθάρσεως, διὰ τὴν ταπείνωσιν· καιρὸς πάλης, καὶ ἀσφαλοῦς ἀνέσεως· καιρὸς ἡσυχίας, καὶ καιρὸς ἀπερισπάστου περισπασμοῦ· καιρὸς προσευχῆς ἀεννάου, καὶ καιρὸς διακονίας ἀνυποκρίτου. Μὴ τοίνυν πρὸ καιροῦ ἐξ ὑπερηφάνου προθυμίας ἀπατώμενοι τὰ τοῦ καιροῦ ζητήσωμεν· μὴ ἐν χειμῶνι τὰ τοῦ θέρους· μὴ ἐν σπόρῳ τὰ τῶν δραγμάτων, ἐπειδὴ καιρὸς τοῦ σπεῖραι πόνους, καὶ καιρὸς τοῦ θερίσαι τὰς χάριτας τὰς ἀῤῥήτους. Εἰ δὲ μή γε, οὐδὲ ἐν τῷ καιρῷ τὰ τοῦ καιροῦ οἰκεῖα κομισόμεθα (65). Τινὲς πρὸ τῶν καμάτων, τινὲς ἐν τοῖς καμάτοις, τινὲς μετὰ τοὺς καμάτους, τινὲς ἐν τῷ θανάτῳ τὰς ὁσίας ἀμοιβὰς παρὰ τοῦ Θεοῦ τῶν οἰκείων κόπων κατ᾿ οἰκονομίαν ἄῤῥητον ἐκομίσαντο. Ζητητέον τίς τούτων τοῦ ἑτέρου ταπεινότερος καθέστηκεν.

Ἔστιν ἀπόγνωσις ἐκ πλήθους ἁμαρτημάτων (66), καὶ συνειδότος βάρους, καὶ ἀφορήτου λύπης διὰ τὸ ὑπερβαπτισθῆναι τῷ πλήθει τῶν τραυμάτων τὴν ψυχὴν, καὶ τῷ βάρει αὐτῶν, εἰς τὸν ἀπογνώσεως βυθὸν καταποντίζεσθαι· καὶ ἔστιν ἀπόγνωσις ἐξ ὑπερηφανίας καὶ οἰήσεως ἡμῖν ἐπισυμβαίνουσα, λογιζόμενον ἑαυτὸν ὡς ἀνάξιον ὄντα τοῦ συμβεβηκότος πτώματος· τοῦτο δὲ ὁ παρατηρῶν ἐν ἀμφοτέροις εὑρήσει τὸ ἰδίωμα· τὸν μὲν ἐν ἀδιαφορίᾳ ἑαυτὸν λοιπὸν ἐκδεδωκότα· τὸν δὲ τῆς ἀσκήσεως ἐν ἀπογνώσει ἐχόμενον, ὅπερ ἀσύμφωνον· ἀλλὰ τὸν μὲν ἐγκράτεια, καὶ εὐελπιστία· τὸν δὲ ταπείνωσις, καὶ τὸ μηδένα κρίνειν ἰατρεύειν πεφύκασιν. Οὐ δεῖ θαμβεῖσθαι ἡμᾶς (67) ἢ ξενίζεσθαι ὁρῶντας πονηρὰ μέν τινας ἐργαζομένους ἔργα, ἀγαθοὺς δὲ λόγους προφέροντας· ἐπεὶ καὶ τὸν ἐν τῷ παραδείσῳ ὄφιν ἐκεῖνον ἡ οἴησις ἀπώλεσεν ὑψώσασα, τύπος σοι καὶ κανὼν ἔστω οὗτος ἐν πάσαις σου ταῖς ἐγχειρήσεσι, καὶ πολιτείαις, ὑποτακτικαῖς τε καὶ ἀνυποτάκτοις (68), ὁρωμέναις τε καὶ νοουμέναις, εἰ κατὰ Θεὸν κυρίως καθεστήκασι· λέγω δὴ, ὁπόταν τὸ οἱονοῦν ἐπιτηδεύωμεν (69), οἱ εἰσαγόμενοι λέγω, ἐγχείρημα, καὶ μὴ ἐκ τῆς τούτου ἐργασίας ταπείνωσιν, ἧς κεκτήμεθα, προσλαμβάνωμεν πλέον ἐν ψυχῇ, οὐ δοκεῖ μοι κατὰ Θεὸν ἡμᾶς αὐτὸ κατεργάζεσθαι, εἰ μικρὸν ἢ μέγα καθέστηκεν. Ἐν μὲν γὰρ ἡμῖν τοῖς νηπιωδεστέροις αὕτη ἡ τοῦ Κυριακοῦ θελήματος πληροφορία (70)· ἐν δὲ μέσοις, ἡ τῶν πολέμων ἴσως ἀναχώρησις· ἐν δὲ τελείοις, ἡ τοῦ θείου φωτὸς προσθήκη καὶ περιουσία. Τὰ μὲν μικρὰ παρὰ τοῖς μεγάλοις (71), ἴσως οὐ μικρά· τὰ δὲ μεγάλα παρὰ τοῖς μικροῖς οὐ πάντως τέλεια. Ἀὴρ μὲν καθαρθεὶς νεφελῶν, φαιδρὸν ὑπέδειξεν ἥλιον· καὶ ψυχὴ προλήψεων ἀφέσεως ἀξιωθεῖσα (72) πάντως θεῖον φῶς ἑώρακεν. Ἄλλο ἁμαρτία (73), καὶ ἄλλο ἀργία, καὶ ἄλλο ἀμέλεια· καὶ ἕτερον πάθος, καὶ ἄλλο πτῶμα. Ὁ δυνάμενος ἐν Κυρίῳ ζητεῖν, ζητείτω σαφῶς. Τινὲςτὸ θαυματουργικὸν καὶ ὁρώμενον ἐν τοῖς πνευματικοῖς χαρίσμασιν ὑπὲρ πάντα μακαρίζουσιν, ἀγνοοῦντες πολλὰ εἶναι τούτου ὑπέρτερα καὶ ἀπόκρυφα· διὸ καὶ μένουσιν ἄπτωτα. Ὁ μὲν τελείως καθαρθεὶς, αὐτὴν, ἢ καὶ οὐκ αὐτὴν τὴν ψυχὴν, ἐν ποίοις διάκειται τοῦ πλησίον ὁρᾷ. Ὁ δὲ προκόπτων ἔτι, διὰ τοῦ σώματος ταύτην τεκμαίρεται. Πῦρ (74) μικρὸν πολλάκις πᾶσαν τὴν ὕλην ἐκάθηρεν, ὥσπερ καὶ ὀπὴ μικρὰ ὅλον τὸν κόπον διέφθειρεν. Ἔστιν ἀνάπαυσις τῇ ἐχθρᾷ τὴν τοῦ νόου δύναμιν διυπνίζουσα, καὶ πύρωσιν μὴ διεγείρουσα· καὶ ἔστι πολλὴ κατάτηξις ἴσως, καὶ τὰς κινήσεις κινήσασα, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ ἀγνώστως τὴν ζῶσαν θανατοῦντι. Ὅταν τινὰς ἡμᾶς κατὰ Κύριον ἀγαπῶντας ὀψόμεθα (75), ἐν ἐκείνοις μάλιστα τὸ ἀπαῤῥησίαστον φυλάξωμεν· οὐδὲν γὰρ οὕτως διαλύει ἀγάπην, ὡς ἡ παῤῥησία πέφυκε, καὶ μῖσος ἐργάζεσθαι. Νοερὸν καὶ λίαν περικαλλὲς τὸ τῆς ψυχῆς ὄμμα, καὶ πᾶσαν ἰδέαν μετὰ τὰς ἀσωμάτους οὐσίας ὑπεραῖρον· ὅθεν καὶ ἐμπαθεῖς πολλάκις τὰ ἐν ἑτέραις ψυχαῖς ἐξ ἀγάπης πολλῆς τῆς πρὸς αὐτὰς νοήματα ἐπιγνῶναι ἠδυνήθησαν· καὶ μάλιστα ὅτε ὑπὸ τῆς πηλοῦ μὴ καταποντίζονται ῥυπούμενοι· εἰ οὐδὲν τῷ ἀΰλῳ φύσει ὡς τὸ ἔνυλον ἀνθέστηκεν (76)· ὁ ἀναγινώσκων νοείτω· αἱ παρατηρήσεις ἐν μὲν τοῖς κατὰ κόσμον ἀνθεστήκασι τῇ τοῦ Θεοῦ προνοίᾳ· ἐν ἡμῖν δὲ τῇ νοερᾷ γνώσει. Οἱ μὲν τῇ ψυχῇ ἀσθενεῖς ἐκ τῶν τοῦ σώματος περιστάσεων (77), καὶ κινδύνων, καὶ τῶν ἐκτὸς περισπασμῶν, τὴν πρὸς αὐτοὺς ἐπίσκεψιν τοῦ Κυρίου γνωριζέτωσαν· οἱ δὲ τέλειοι ἐκ τῆς τοῦ Πνεύματος παρουσίας, καὶ τῆς τῶν χαρισμάτων προσθήκης· ἔστι δαίμων ἐπὰν ἐν τῇ κλίνῃ ἀναπέσωμεν, πρὸς ἡμᾶς παραγενόμενος, καὶ πονηραῖς ἡμᾶς καὶ ῥυπαραῖς κατατοξεύων ἐνθυμήσεσιν, ἵνα τῇ ὀκνηρίᾳ εἰς προσευχὴν τότε κατ᾿ αὐτοῦ μὴ ὁπλισάμενοι ἐν ῥυπαραῖς ἐννοίαις ἀφυπνώσαντες, ῥυπαρὰ καὶ τὰ ἐνύπνια κτησώμεθα. Ἔστιν πνευμάτων, πρόδρομος καλούμενος, ἐξ ὕπνου ἡμᾶς εὐθέως δεχόμενος, καὶ τὴν πρωτόνοιαν ἡμῶν καταμολύνων. Δίδου σῆς ἡμέρας ἀπαρχὰς Κυρίῳ. Τοῦ γὰρ προποιοῦντος ἔσται (78).


Ἀξιάκουστόν μοι λόγον ἐργάτης ἄριστος ἔφρασεν. Ἐξ αὐτῆς γὰρ, μοὶ ἔφη, τῆς πρωΐας τὸν ἅπαντά μου δρόμον τῆς ἡμέρας προεπίσταμαι. Πολλαὶ καὶ τῆς εὐσεβείας καὶ ἀπωλείας αἱ ὁδοιπορίαι· διόπερ πολλάκις ὁ τῷ ἑτέρῳ ἀντιτασσόμενος, ἄλλῳ γνησίως συνέρχεται, καὶ ὁ τῶν ἀμφοτέρων σκοπός ἐστι Κυρίῳ εὐάρεστος (79). Παλαίουσι μὲν οἱ δαίμονες ἐπὶ τοῖς συμβαίνουσιν ἡμῖν πειρασμοῖς ἢ λέξαι ἡμᾶς ἢ πράξαι ἄτοπον. Καὶ ὅταν μὴ ἰσχύσωσιν, ἠρέμα ἐπιστάντες ὑπερήφανον ἡμῖν εὐχαριστίαν πρὸς Θεὸν ὑποτίθενται· οἱ μὲν τὰ ἄνω φρονήσαντες, χωριζόμενοι ἄνω μερικῶς ἀνέρχονται (80)· οἱ δὲ τὰ κάτω, κάτω πάλιν πορεύονται· τῶν γὰρ χωριζομένων οὐδὲν λοιπὸν μέσον ἵσταται. Ἓν τῶν κτισμάτων ἐν ἑτέρῳ καὶ οὐκ ἐν ἑαυτῷ τὸ εἶναι εἴληφε· καὶ θαῦμα πῶς ἐκτὸς τοῦ ἐν ᾧ τὸ εἶναι ἐκομίσατο, συνίστασθαι πέφυκε. Τὰς μὲν εὐσεβεῖς θυγατέρας αἱ μητέρες τίκτουσι, τὰς δὲ μητέρας ὁ Κύριος, καὶ ἐπὶ τῶν ἐναντίων τῷ προειρημένῳ κανόνι ὁρίσαι οὐκ ἄσοφον. Δειλὸς εἰς πόλεμον μὴ ἐξιέτω, Μωυσῆς, μᾶλλον δὲ Θεὸς παρακελεύεται, μήπως γένηται ἡ ἐσχάτη πλάνη τῆς ψυχῆς ὑπὲρ τὴν πρώτην πτῶσιν τοῦ σώματος, καὶ εἰκότως. Φῶς μὲν τῶν τοῦ σώματος πάντων ἄρθρων οἱ αἰσθητοὶ ὀφθαλμοί· φῶς δὲ νοερὸν ἀρετῶν τῶν θείων διάκρισις.

Περὶ διακρίσεως εὐδιακρίτου.
(Sub eodem capite et gradu XXVI.)

Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος φλεγομένη τὰ νάματα, οὕτως παρὰ μοναχοῖς ἐπιποθεῖται ἡ τοῦ θείου καὶ ἀγαθοῦ θελήματος κατάληψις· οὐ μὴν δὲ ἀλλὰ καὶ τοῦ συγκεκραμένου (1), ἔτι δὲ καὶ τοῦ ἐναντίου ἡ ἐπίγνωσις. Περὶ ὧν πολὺ ἡμῖν ὄντως ὁ λόγος καὶ δυσερμήνευτος· καὶ ποῖά τε τῶν πραγμάτων, καθ᾿ ἡμᾶς ἀνυπερθέτως ὀφείλουσι γίνεσθαι· καὶ πάσης ἀναμονῆς ὀξυτέρως, κατὰ τὸν λέγοντα· Οὐαὶ ὁ ἀναβαλλόμενος ἡμέραν ἐξ ἡμέρας, καὶ καιρὸν ἐκ καιροῦ. Ποῖα δὲ πάλιν μετὰ ἐπιεικείας καὶ περισκέψεως· ὡς παραινεῖ ὁ εἰρηκώς, Μετὰ κυβερνήσεως γίνεται πόλεμος, καὶ πάλιν· Πάντα εὐσχημόνως, καὶ κατὰ τάξιν γινέσθω. Οὐκ ἔστι γὰρ, οὐκ ἔστι τῶν τυχόντων τὰ τοιάδε δυσδιάκριτα θᾶττον εὐκρινῶς διαγνῶναι, εἴπερ καὶ ὁ θεοφόρος, καὶ τὸ πνεῦμα ἐν ἑαυτῷ λαλοῦν ἔχων, τοῦτο πολλάκις φαίνεται προσευχόμενος· καὶ ποτὲ μὲν λέγων· Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· ποτὲ δὲ πάλιν· Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου· καὶ πάλιν· Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἀπὸ πάσης μερίμνης βιωτικῆς, καὶ πάθους τὴν ψυχήν μου ἦρα καὶ ὕψωσα. Ὅσοι τὸ τοῦ Κυρίου μαθεῖν ἠβουλήθησαν θέλημα (2), ἐν αὐτοῖς θανεῖν κεχρεωστήκασιν [al. τὸ ἑαυτὸν πρότερον θανατῶσαι]· πίστει τοίνυν καὶ ἀπονήρῳ [al. ἑαυτοὺς ἀπαρνούμενοι πίστει, etc.] ἁπλότητι προσευξάμενοι, καὶ ψυχὰς πατέρων ἢ καὶ ἀδελφῶν ἐν ταπεινώσει καὶ ἀνενδοιάστῳ καρδίᾳ ἐρωτήσαντες, ὡς ἐκ Θεοῦ στόματος τὰ παρ᾿ αὐτῶν συμβουλευόμενα δεχέσθωσαν· εἰ καὶ ἐναντία τῷ ἑαυτῶν σκοπῷ τὰ εἰρημένα τυγχάνουσιν, εἰ καὶ μὴ πάνυ πνευματικοὶ οἱ ἐρωτηθέντες καθεστήκασιν· οὐκ ἔστι γὰρ ἄδικος ὁ Θεὸς ψυχὰς πίστει καὶ ἀκακίᾳ ἑαυτὰς τῇ τοῦ πλησίον συμβουλῇ καὶ κρίσει ταπεινωσάσας ἀπατῆσαι, κἂν ἄλογοι οἱ ἐρωτηθέντες τυγχάνωσιν· ἀλλ᾿ ὁ λαλῶν ἄϋλος καὶ ἀόρατος.

Πολλῆς ταπεινοφροσύνης ἀνάπλεοι καθεστήκασιν, οἱ τῷ προειρημένῳ ἡμῖν ἀνενδοιάστως στοιχοῦντες κανόνι. Εἰ γὰρ ἐν ψαλτηρίῳ (3) τὸ ἑαυτοῦ τις ἤνοιγε πρόβλημα (4), πόσον οἴεσθε λογικὸν νοῦν καὶ ψυχὴν νοερὰν ἀψύχου διαφέρειν ἀποφθέγματος; Πολλοὶ οἱ μήπω τὸ τέλειον τοῦτο καὶ κοῦφον ἀγαθὸν τὸ προειρημένον ἐξ αὐταρεσκείας κατειληφότες (5)· ἀλλ᾿ ἐξ ἑαυτῶν καὶ ἐν ἑαυτοῖς τὸ τοῦ Κυρίου καταλαβεῖν εὐάρεστον ἐπιχειρήσαντες, ποικίλας ἡμῖν λίαν καὶ πλείστας τὰς περὶ τούτου κρίσεις ὑφηγήσαντο. Ἀπέστησάν τινες τῶν συζητητῶν πάσης προσπαθείας, τὸν ἑαυτὸν λογισμὸν ἐπὶ ταῖς ἑκατέραις βουλαῖς τῆς ψυχῆς, λέγω δὴ τῇ ἐπιχειρουμένῃ καὶ τῇ ἀντιλεγούσῃ, καὶ γυμνὸν τὸν ἑαυτὸν νοῦν οἰκείου θελήματος ἐν ζεούσῃ δεήσει ἐπὶ ῥητὰς ἡμέρας παραστήσαντες τῷ Κυρίῳ τῆς ἐπιγνώσεως τοῦ θελήματος αὐτοῦ ἐπέτυχον· ἢ νοὸς νοεροῦ νοερῶς τῷ ἡμετέρῳ νοῒ συλλαλήσαντος, ἢ τῆς μιᾶς ἐννοίας τελέως τῆς ψυχῆς ἐξαφανισθείσης. Ἄλλοι ἐκ τῆς ἐπακολουθείσης τῷ ἐγχειρήματι θλίψεως καὶ διασκεδασμοῦ τοῦτο θεῖον εἶναι κατέλαβον κατὰ τὸν εἰπόντα· Ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἅπαξ, καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. Ἕτεροι τὸ ἐναντίον πάλιν ἐκ τῆς ἀπροσδοκήτου ἐν τῷ πράγματι συνεργίας τοῦτο Θεῷ εὐαπόδεκτον ᾔσθοντο, λέξαντες ἐκεῖνο, τὸ, Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεός. Ὁ Θεὸν ἐν ἑαυτῷ διὰ φωτισμοῦ κτησάμενος, καὶ ἐν τοῖς κατεπείγουσι, καὶ ἐν τοῖς ἀναμένουσι πράγμασι τῷ δευτέρῳ τρόπῳ οὐ μέντοι χρόνῳ πληροφορεῖσθαι πέφυκε. Τὸ ἐνδοιάζειν ἐν ταῖς κρίσεσι, καὶ ἀπληροφόρητον ἐπὶ πολὺ διαμένειν, ἀφωτίστου καὶ φιλοδόξου ψυχῆς τεκμήριον. Οὐκ ἔστιν ὁ Θεὸς ἄδικος, ὡς τοῖς μετὰ ταπεινώσεως κρούουσιν ἀποκλείσασθαι· ὁ σκοπὸς ἐν πᾶσι ζητεῖται παρὰ Κυρίου, καὶ ἐν τοῖς κατεπείγουσι, καὶ ἐν τοῖς ἀναβάλλεσθαι ὀφείλουσι. Πάντα γὰρ τὰ καθαρὰ προσπαθείας καὶ παντὸς μολυσμοῦ, κυρίως διὰ Κύριον, καὶ οὐ δι᾿ ἕτερόν τινα γινόμενα, εἰ καὶ οὐ πάντως ἀγαθὰ, ἀλλ᾿ ὅμως καὶ εἰς ἀγαθὸν ἡμῖν λογισθήσονται. Ἡ γὰρ ὑπὲρ ἑαυτῶν ζήτησις, οὐκ ἀκίνδυνον κέκτηται τέλος. Ἄῤῥητον τὸ περὶ ἡμᾶς τοῦ Κυρίου κρῖμα. Πολλάκις γὰρ τὸ ἑαυτοῦ θέλημα οἰκονομικῶς ἐξ ἡμῶν ἀποκρύψαι βούλεται, ἐπιστάμενος, ὡς καὶ μαθόντες αὐτὸ τούτου παρηκούομεν· καὶ λοιπὸν πλείους πληγὰς ληψόμεθα. Ἀπήλλακται εὐθὴς καρδία ποικιλίας πραγμάτων, ἀκινδύνως πλέουσα ἐν πλοίῳ ἀκακίας.

Εἰσὶν ἀνδρεῖαι ψυχαὶ ἔρωτι καὶ ταπεινότητι καρδίας ἐν ταῖς ὑπὲρ ἑαυτοὺς ἐργασίαις ἐπιχειροῦσαι· καὶ εἰσὶν ὑπερήφανοι καρδίαι τὸ αὐτὸ διαπράττουσαι. Σκοπὸς γὰρ πολλάκις τοῖς ἐχθροῖς ἡμῶν τὰ ὑπὲρ δύναμιν ἡμῖν ὑποτίθεσθαι· ἵνα δι᾿ ἐκείνων κατολιγωρήσαντες, καὶ τῶν κατὰ δύναμιν ἀποπέσωμεν, καὶ ποιήσωμεν γελοῖον τοῖς ἐχθροῖς ἡμῶν ἑαυτοὺς μέγιστον. Εἶδον καὶ ἀσθενεῖς ψυχὰς καὶ σώματα διὰ πλῆθος πταισμάτων ἐν τοῖς ὑπὲρ ἑαυτὰς ἐπιχειρησάσας, καὶ μὴ ὑπενεγκάσας, αἷς ἔγωγε ποσότητι ταπεινώσεως, καὶ οὐ καμάτων, τὴν μετάνοιαν παρὰ Θεῷ ἔφρασα κρίνεσθαι. Ἔστιν ὅταν ἡ ἀνατροφὴ τῶν ἐσχάτων κακῶν αἴτιος τυγχάνει (6)· ἔστιν ὅτε καὶ ἡ συνδιαγωγή· πλὴν πολλάκις καὶ ἡ διεστραμμένη ψυχὴ αὐταρκεῖ ἑαυτῇ πρὸς ἀπώλειαν. Ὁ χωρισθεὶς, τῶν δύο, καὶ τοῦ τρίτου ἴσως ἀπήλλακται. Ὁ δὲ τὸ τρίτον ἔχων, ἐν παντὶ τόπῳ ἀδόκιμος· οὐδεὶς γὰρ τόπος τοῦ οὐρανοῦ ἀσφαλέστερος. Ἐν τοῖς μὲν κακοθελῶς ἡμῖν μαχομένοις ἀπίστοις, ἢ κακοπίστοις μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν παυσώμεθα. Ἐν δὲ τοῖς τὴν ἀλήθειαν μαθεῖν βουλομένοις, τὸ καλὸν ποιοῦντες ἕως αἰῶνος μὴ ἐκκακῶμεν. Πλὴν καὶ πρὸς τὸν στηριγμὸν ἡμῶν τῆς καρδίας ἐν ἀμφοτέροις χρησώμεθα. Ἄλογος λίαν ὁ ὑπὲρ φύσιν ἐν τοῖς ἁγίοις ἀκούων ἀρετὰς, καὶ ἑαυτοῦ ἀπολεγόμενος. Μᾶλλον δὲ δυοῖν θάτερόν σε ἀρίστως παιδεύουσιν, ἢ πρὸς πολλὴν σεαυτοῦ ἐπίγνωσιν· καὶ τῆς ἐνούσης σοι ἀσθενείας φανέρωσιν ἐπιστρέψουσι διὰ τῆς τρισοσίου ταπεινώσεως. Εἰσὶν ἀκάθαρτοι πονηρῶν πονηρότεροι δαίμονες, οἳ τὴν ἁμαρτίαν ἡμᾶς κατεργάζεσθαι μόνους οὐ συμβουλεύουσιν· ἀλλὰ κοινωνοὺς ἡμᾶς πρὸς τὸ κακὸν, καὶ ἑτέρους ἔχειν συμβουλεύουσιν, ἵνα χαλεπωτέραν ἡμῖν τὴν κόλασιν ποιήσωσιν. Ἑώρακα συνήθειαν πονηρὰν ἐξ ἑτέρου μεμαθηκότα ἕτερον· καὶ μέντοι ὁ μὲν διδάξας εἰς συναίσθησιν ἐληλυθὼς μετανοεῖν ἤρξατο, καὶ τοῦ κακοῦ ἐπαύσατο· διὰ δὲ τῆς τοῦ μαθητοῦ ἐργασίας ἀνίσχυρος αὐτοῦ ἡ μετάνοια γέγονε. Πολλὴ, ὄντως πολλὴ καὶ δυσκατάληπτος ἡ τῶν πνευμάτων πονηρία, καὶ ὀλίγοις ὁρατή· οἶμαι δὲ οὐδὲ ὀλίγοις πᾶσα. Πῶς δὲ τρυφῶντες καὶ κορεννύμενοι ἀγρυπνοῦμεν νηφόντως. νηστεύοντες δὲ καὶ ταλαιπωροῦντες τῷ ὕπνῳ ἐλεεινῶς καταφερόμεθα, ἢ ἡσυχάζοντες σκληρυνόμεθα, καὶ συνδιάγοντες κατανυσσόμεθα; Λιμώττοντες καθ᾿ ὕπνους πειραζόμεθα, καὶ ἐμφορούμενοι ἀπείραστοι διαμένομεν· ἐν ἐνδείᾳ σκοτεινοί τινες καὶ ἀκατάνυκτοι γιγνόμεθα· ἐν οἰνοποσίᾳ δὲ ἱλαροὶ καὶ εὐκατάνυκτοι (7); πρὸς ταῦτα ὁ δυνάμενος ἐν Κυρίῳ φωτίσει ἀφωτίστους. Ἡμεῖς γὰρ ἀφώτιστοι πρὸς τὰ τοιάδε τυγχάνομεν· πλὴν ἐκεῖνο λέγομεν, ὅτι οὐ πάντοτε ἐκ δαιμόνων ἡ τοιαύτη μεταβολὴ γίνεται. Ἀλλ᾿ ἔστιν ὅτε καὶ ἐκ τῆς συγκράσεως τῆς δοθείσης μοι ταύτης, καὶ περιδεθείσης μοι, πῶς οὐκ οἶδα, ῥυπαρᾶς καὶ λιχνώδους παχύτητος. Περὶ τοῦ δυσδιακρίτου τῆς τυχούσης τῶν προειρημένων μεταπτώσεως εἰλικρινῶς καὶ ταπεινῶς τὸν Κύριον δυσωπήσωμεν· κἂν μετὰ τὴν ἱκεσίαν, καὶ τὸν ταύτης χρόνον ὡσαύτως εὕρωμεν ἐνεργοῦν τὸ γινόμενον, γνωσόμεθα ὡς οὐκ ἐκ δαιμόνων, ἀλλὰ φύσεώς ἐστι τὸ γινόμενον. Πολλάκις δὲ καὶ θεία οἰκονομία διὰ τῶν ἐναντίων εὐεργετεῖν ἡμᾶς βούλεται, διὰ πάντων τὴν οἴησιν ἡμῶν καταστέλλουσα. Χαλεπὸν μὲν τὸν περὶ κριμάτων βυθὸν περιεργάζεσθαι· ἐν πλοίῳ γὰρ οἰήσεως περίεργοι πλέουσιν.

Ἤρετό τίς τινα τῶν βλέπειν δυναμένων, τί δήποτε γινώσκων ὁ Θεός τινων τὰ πταίσματα, τούτους χαρίσμασι καὶ τέρασι κατεκόσμησεν. Ὁ δέ φησιν· Ἵνα καὶ λοιποὺς πνευματικοὺς ἀσφαλίσηται· καὶ τὸ αὐτεξούσιον δείξῃ καὶ ἀναπολογήτους ἐν τῇ κρίσει τοὺς πεπτωκότας ποιήσῃ. Ὁ μὲν νόμος ὡς ἀτελὴς (8), Πρόσεχε σεαυτῷ. Ὁ δὲ Κύριος ὡς ὑπερτελὴς, καὶ τὴν τοῦ ἀδελφοῦ ἡμῖν διόρθωσιν προσπεφώνηκεν εἰπών· Ἐὰν ἁμαρτήσει ὁ ἀδελφός σου, καὶ τὰ ἑξῆς. Εἰ μὲν καθαρός σου ὁ ἔλεγχος καὶ ταπεινὸς, μᾶλλον δὲ ὑπόμνησις, τὸ τοῦ Κυρίου ποιεῖν μὴ παραιτήσῃ, καὶ μάλιστα ἐν τοῖς δεχομένοις· εἰ δὲ οὔπω πέφθακας, κἂν τὴν νομικὴν ἄσκει λατρείαν. Μὴ θαμβοῦ καὶ τοὺς σοὺς προσφιλεῖς ἐχθραίνοντάς σοι θεώμενος (9)· δαιμόνων γὰρ ἐργαλεῖα οἱ κουφότεροι, καὶ μάλιστα ἐν τοῖς ἐχθροῖς αὐτῶν. Θαυμάζειν μοι ἐφ᾿ ἑνὶ τῶν ἐν ἡμῖν λίαν ὑπέρχεται· πῶς τε ἐπὶ ταῖς ἀρεταῖς Θεὸν τὸν παντοδύναμον, καὶ ἀγγέλους, καὶ ἁγίους εἰς συνεργίαν ἔχοντες, ἐπὶ δὲ τοῖς ἐναντίοις τὸν πονηρὸν, καὶ μόνον δαίμονα, εὐπρεπεστέρως καὶ ὀξυτέρως πρὸς τὰ πάθη καμπτόμεθα. Περὶ μὲν τούτου ἐγὼ εἰς ἀκρίβειαν λέγειν οὐ δύναμαι, οὐδὲ βούλομαι. Τὰ μὲν γεγονότα πάντα, εἰ οὕτω καθ᾿ ὃ γεγόνασι φύσεως ἔχουσι, πῶς τε εἰκών εἰμι τοῦ Θεοῦ, καὶ τῇ πηλῷ συμφύρομαι; ὥς φησιν ὁ μέγας Γρηγόριος. Εἰ δὲ ἑτέρως πώς τινα τῶν κτισθέντων παρ᾿ ὃ γέγονε καθέστηκε, πάντως τῆς ἑαυτοῦ συγγενείας ἀπλήστως ὀρέγεται; Ἐν πάσῃ τις μηχανῇ χρησάτω, ἵν᾿ οὕτως εἴπω, ὅπως ἐν τῷ θρόνῳ τοῦ Θεοῦ τὴν πηλὸν ἀνενέγκας ἐνθρονιάσῃ.

Οὐκοῦν μηδεὶς πρὸς τὴν ἀνάβασιν προφασιζέσθω· ἡ γὰρ ὁδὸς καὶ ἡ θύρα ἠνέῳκται (10)· ἡ μὲν τῶν κατορθωμάτων τῶν πνευματικῶν πατέρων ἀκρόασις τὸν νοῦν καὶ τὴν ψυχὴν πρὸς ζῆλον διυπνίζουσιν· ἡ δὲ διδασκαλικὴ ἀκρόασίς ἐστι σκοτίας λύχνος, πεπλανημένων ἐπάνοδος, μυωπαζόντων φωτισμός. Διακριτικός ἐστιν ὑγιείας εὑρετὴς, καὶ νόσου καθαιρέτης. Κατὰ δύο τρόπους πάντες οἱ λεγόμενοι μικροθαύμαστοι τοῦτο πάσχειν πεφύκασι· ἢ ἀγνωσίας ἐσχάτης χάριν, ἢ σκοπῷ ταπεινοφροσύνης τὰ τοῦ πλησίον μεγαλύνοντες καὶ ἐπαίροντες. Ἀγωνισώμεθα μὴ μόνον παλαίειν, ἀλλὰ πολεμεῖν τοὺς δαίμονας· ὁ μὲν γὰρ ποτὲ μὲν βάλλει, ποτὲ δὲ βάλλεται. Οἱ δὲ πάντοτε τὸν ἐχθρὸν διώκουσιν. Ὁ νικήσας τὰ πάθη τιτρώσκει δαίμονας· τὰ πάθη μὲν ὑποκρινόμενος ἔχειν, διὰ τούτου δὲ ἀπατῶν τοὺς ἐχθροὺς αὐτοῦ, καὶ μένων ἀπολέμητος ἐξ αὐτῶν. Ἠτιμάσθη ποτέ τις τῶν ἀδελφῶν (11), καὶ μηδ᾿ ὅλως κινηθεὶς τῇ καρδίᾳ, κατὰ νοῦν προσευξάμενος· εἶθ᾿ οὕτως ἀποδύρεσθαι ἐπὶ ταῖς ἀτιμίαις ἤρξατο δι᾿ ἐπιπλάστου πάθους τὴν ἑαυτοῦ ἀπάθειαν ἀποκρυψάμενος. Ἕτερος τῶν ἀδελφῶν εἰς προκαθεδρίαν ὢν εἰς ἅπαν ἀνόρεκτος, ὑπὲρ ταύτης τὸν πονοῦντα ὑπεκρίνατο. Πῶς δέ σοι φράσω τὴν ἐκείνου ἁγνείαν (12), τοῦ ἐν πορνείῳ τῷ δοκεῖν ἁμαρτίας ἕνεκα εἰσπηδήσαντος, τὴν δὲ πόρνην πρὸς ἄσκησιν ἀνασπάσαντος; Τίνι πάλιν τῶν ἡσυχαζόντων βότρυν τις προσκεκόμικε πρωῒ λίαν· ὁ δὲ μετὰ τὴν τοῦ προσαγηοχότος ἄφιξιν ὀξείᾳ ὁρμῇ τινι ἀνορέκτως τοῦτον βέβρωκε, τοῖς δαίμοσι γαστρίμαργον ἑαυτὸν ἐμφανίζων; ἄλλος πάλιν μικρὰ ἀπολωλεκὼς θαλλία, ἅπασαν τὴν ἡμέραν ἐποίει ἑαυτὸν ἀλγυνόμενον· πολλὴ τοῖς τοιούτοις νήψεως χρεία καθέστηκε, μήπως ἐμπαίζειν ἐπιχειρήσαντες, εἰς ἐμπαιγμὸν καταλήξωσιν (13). Οὗτοι γὰρ ὄντως περὶ ὧν τις ἔφησεν, Ὡς πλάνοι τυγχάνουσι καὶ ἀληθεῖς.

Εἵ τις σῶμα στῆσαι βούληται ἁγνὸν τῷ Κυρίῳ, καὶ καρδίαν καθαρὰν ἐπιδείξασθαι αὐτῷ, τηρησάτω ἀοργησίαν καὶ ἐγκράτειαν· τούτων γὰρ χωρὶς, πᾶς κόπος ἡμῶν ἀνόνητος. Ὥσπερ διάφορα τῶν ὀφθαλμῶν τὰ φῶτα, οὕτως πολλαὶ καὶ διάφοροι τοῦ νοητοῦ ἡλίου αἱ ἐν ψυχῇ γινόμεναι ἐπισκιάσεις· ἄλλη μὲν γὰρ, ἡ διὰ τῶν σωματικῶν δακρύων, καὶ ἄλλη ἡ διὰ τῶν ψυχικῶν· ἑτέρα ἡ διὰ τῶν τοῦ σώματος ὀφθαλμῶν, καὶ ἑτέρα διὰ τῶν νοερῶν· ἄλλη ἡ ἐξ ἀκοῆς λόγου, καὶ ἑτέρα ἡ ἰδιαιρέτως κινουμένη ἐν τῇ ψυχῇ ἀγαλλίασις· ἄλλη ἡ ἐξ ἡσυχίας, καὶ ἑτέρα ἡ ἐξ ὑπακοῆς. Πρὸς τούτοις πᾶσιν ἄλλη ἡ δι᾿ ἐκστάσεως τὸν νοῦν ἐν φωτὶ τῷ Χριστῷ παριστῶσα ἀῤῥήτως καὶ ἀφράστως. Εἰσὶν ἀρεταὶ καὶ εἰσὶ μητέρες ἀρετῶν (14). Ὁ ἐχέφρων τοίνυν ἐπὶ τῇ τῶν μητέρων μᾶλλον ἀγωνίζεται κτήσει· τῶν μὲν μητέρων Θεὸς αὐτὸς ἐν ἰδίᾳ ἐνεργείᾳ διδάσκαλος· τῶν δὲ θυγατέρων πλεῖστοι. Πρόσχωμεν μήπως τὴν τῆς τρυφῆς ἔνδειαν διὰ πολυυπνίας ἀναπληρῶμεν· ἔργον γὰρ ἀφρόνων τοῦτο, ὥσπερ καὶ τὸ ἔμπαλιν. Εἶδον ἐργάτας κατά τινα περίστασιν μικρὸν τῇ γαστρὶ ὑποχαλάσαντας· θᾶττον δὲ οἱ ἀνδρεῖοι διὰ παννυχίου στάσεως τὴν τάλαιναν ἐβασάνισαν, καὶ τὸν κόρον τοῦ λοιποῦ μετὰ χαρᾶς ἀποστρέφεσθαι ἐπαίδευσαν. Παλαίει μὲν ὁ τῆς φιλαργυρίας [δαίμων]ὀξέως τοῖς ἀκτήμοσιν· ὅταν δὲ μὴ ἰσχύσῃ, τότε λοιπὸν τοὺς πτωχοὺς εἰς ἀφορμὴν προβαλλόμενος, ὑλικοὺς πάλιν τοὺς ἀΰλους ἀνέπεισε γενέσθαι. Ἀθυμοῦντες μὲν, τῆς πρὸς τὸν Πέτρον ἐντολῆς τοῦ Κυρίου ἐννοοῦντες μὴ παυσώμεθα, τοῦ συγχωρεῖν ἑβδομηκοντάκις ἑπτὰ τῷ ἁμαρτάνοντι. Ὃς γὰρ ἑτέρῳ ἐνετείλατο, πάντως καὶ αὐτὸς πολλῷ πλέον ποιήσειεν. Ἐπαιρόμενοι δὲ, τὸ σύμπαν τοῦ εἰρηκότος μὴ παυσώμεθα ἐννοούμενοι. Ὅστις τελέσει πάντα τὸν πνευματικὸν νόμον, πταίσει δὲ ἐν ἑνὶ πάθει, τοῦτ᾿ ἔστι, ἐν ὑψηλοφροσύνῃ, γέγονε πάντων ἔνοχος. Εἰσί τινες πνευματικῶν πονηρῶν καὶ φθονερῶν καταστάσεις ἑκουσίως τῶν ἁγίων ὑποχωροῦσαι, ἵνα μὴ ἐπὶ τοῖς ἀνικήτοις πολέμοις πρόξενοι στεφάνων τοῖς ὀχλουμένοις γένωνται. Μακάριοι μὲν οἱ εἰρηνοποιοὶ (15), καὶ οὐδεὶς ὁ ἀντιλέγων. Ἐγὼ δὲ ἑώρακα καὶ ἐχθροποιοὺς μακαρίους· δύο τινὲς πρὸς ἀλλήλους σχέσιν πορνικὴν ἐκέκτηντο· τῶν δὲ γνωστικωτάτων τις ἀνὴρ δοκιμώτατος, διάκονος πρὸς ἑκατέρους μίσους ἐγένετο, ἐκείνῳ μὲν, τοῦτον διαβάλλων ὡς λοιδοροῦντα αὐτόν· τούτῳ δὲ πάλιν ἐκεῖνον ὁμοίως· καὶ ἠδυνήθη ὁ σοφὸς δαιμόνων κακίαν ἀνθρωπίνῃ πανουργίᾳ διακρούσασθαι, καὶ μῖσος ἐργάσασθαι πορνείαν λῦον (16). Ἔστιν ὁ διὰ ἐντολὴν, ἐντολὴν παρακρουόμενος. Εἶδον γὰρ κατὰ Θεὸν νέους ἑαυτοῖςπροσκειμένους· καὶ μέντοι διὰ τὴν ἑτέρων βλάβην καὶ συνείδησιν, ἀλλήλους πληροφορήσαντες, πρὸς χρόνον ἐμάκρυναν. Ὡς ἐναντία γάμος καὶ ἐξόδιον, οὕτως ἀσύμφωνα ὑπερηφανία καὶ ἀπόγνωσις. Καὶ ἔστιν ἐξ ἀκαταστασίας δαιμόνων, ἀμφότερα ὁμοθυμαδὸν θεάσασθαι. Εἰσί τινες τῶν ἀκαθάρτων δαιμόνων τὴν τῶν θείων Γραφῶν ἑρμηνείαν ἐν προοιμίοις ἡμῖν ὑφηγούμενοι· τοῦτο δὲ μάλιστα φιλοῦσι ποιεῖν ἐν ταῖς τῶν κενοδόξων καρδίαις, καὶ μάλιστα τῶν τὴν ἔξω παίδευσιν ἐξησκημένων, ἵνα κατὰ μικρὸν αὐτοὺς ἀπατῶντες εἰς αἱρέσεις καὶ βλασφημίας καταγάγωσιν. Ἐκ τῆς ἐν τῇ ψυχῇ κατὰ τὸν καιρὸν τῆς ὑφηγήσεως, ταραχῆς καὶ χαρᾶς διακεχυμένης καὶ ἀσέμνου τὴν τῶν δαιμόνων θεολογίαν, μᾶλλον δὲ θεομαχίαν ἐπιγνωσόμεθα.

Τάξιν μὲν καὶ ἀρχὴν, τινὰ δὲ καὶ τέλος παρὰ τοῦ πεποιηκότος τὰ γεγονότα ἐσχήκασιν, ἡ δὲ ἀρετὴ ἀπέραντον τὸ πέρας κέκτηται· Πάσης γὰρ, φησὶν ὁ Ὑμνῳδὸς, συντελείας εἶδον πέρας· πλατεῖα δὲ καὶ ἀπέραντος ἡ ἐντολή σου σφόδρα. Εἰ πορεύσονταί τινες καλοὶ ἐργάται ἐκ δυνάμεως πρακτικῆς εἰς δύναμιν θεωρίας, καὶ ἡ ἀγάπη οὐδέποτε λήγει· καὶ Ὁ Κύριος φυλάξει τὴν εἴσοδον τοῦ φόβου σου (17), καὶ τὴν ἔξοδον τῆς ἀγάπης σου, οὐκοῦν ἀπέραντος τὸ ταύτης πέρας, ἐν ᾗ προκόπτοντες οὐδέποτε καταλήξομεν· οὐ κατὰ τὸν παρόντα, οὐ κατὰ τὸν μέλλοντα αἰῶνα φωτὶ φῶς γνώσεως προσλαμβάνοντες· εἰ καὶ ξένον πως τοῖς πολλοῖς τὸ λεγόμενον, ὅμως κατὰ τὴν προλεχθεῖσαν ἡμῖν ἀπόδειξιν, ὦ μάκαρ, οὐδὲ γὰρ τὰς νοερὰς οὐσίας ἔγωγε ἀπροκόπους εἶναι εἴποιμι ἂν, δόξαν δὲ μᾶλλον δόξῃ ἀεὶ προσλαμβανούσας, καὶ γνῶσιν ἐπὶ γνώσει ὁρίζομαι. Μὴ θαυμάσῃς εἴπερ καὶ ἀγαθὰ ἡμῖν οἱ δαίμονες πολλάκις νοήματα ὑποβάλλουσι καὶ τούτοις νοερῶς ἀντιλέγουσι· σκοπὸς γὰρ τοῖς ἐχθροῖς ἡμῶν ἐν τούτῳ πεῖσαι ἡμᾶς, ὡς καὶ τὰ ἐγκάρδια ἡμῶν ἐνθυμήματα γινώσκουσι. Μὴ θέλε εἶναι πικρὸς δικαστὴς τῶν λόγῳ μεγάλα διδασκόντων, ὁρῶν αὐτοὺς τὴν πρακτικὴν ὀκνηροτέρους διακειμένους· πολλάκις γὰρ τὴν τοῦ ἔργου ἔλλειψιν ἀνεπλήρωσεν ἡ τοῦ λόγου ὠφέλεια. Οὐ πάντες πάντως πάντα ἐπίσης κεκτήμεθα· ἐν ἐνίοις μὲν γὰρ ὁ λόγος τὸ ἔργον· ἐν ἑτέροις δὲ πάλιν τὸ δεύτερον τὸ πρῶτον πλεονεκτεῖ. Κακὸν μὲν ὁ Θεὸς οὔτε πεποίηκεν, οὔτε δεδημιούργηκεν. Ἠπατήθησαν δέ τινες φήσαντες φυσικὰ εἶναί τινα τῶν παθῶν ἐν ψυχῇ (19), ἀγνοήσαντες ὅτι τὰ συστατικὰ τῆς φύσεως ἰδιώματα ἡμεῖς εἰς πάθη μετηνέγκαμεν. Οἷον, φύσει ἐν ἡμῖν ἡ σπορὰ διὰ τὴν τεκνογονίαν, μετεποιήσαμεν δὲ ἡμεῖς αὐτὴν εἰς πορνείαν. Φύσει ὁ θυμὸς ἐν ἡμῖν κατὰ τοῦ ὄφεως, κεχρήμεθα δὲ αὐτῷ ἡμεῖς κατὰ τοῦ πλησίον. Ἐν ἡμῖν ὁ ζῆλος διὰ τὸ τὰς ἀρετὰς ζηλοῦν, ἡμεῖς δὲ ἐπὶ τῷ κακῷ ζηλοῦμεν. Φύσει τῇ ψυχῇ τὸ τῆς δόξης ἐπιθυμεῖν, ἀλλὰ τῆς ἄνω· φύσει τὸ ὑπερηφανεύεσθαι, ἀλλὰ κατὰ τῶν δαιμόνων. Ὁμοίως ἡ χαρὰ, ἀλλὰ διὰ τὸν Κύριον καὶ τὴν τοῦ πλησίον εὐπραγίαν· εἰλήφαμεν καὶ μνησικακίαν, ἀλλὰ κατὰ τῶν ἐχθρῶν τῆς ψυχῆς. Εἰλήφαμεν ἔφεσιν τροφῆς, οὐ μέντοι ἀσωτίας. Ἄοκνος ψυχὴ ἐξήγειρε καθ᾿ ἑαυτῆς δαίμονας, πληθυνθέντων δὲ πολέμων, ἐπληθύνθησαν καὶ στέφανοι. Ὁ μὴ πληττόμενος ὑπὸ πολεμίων, οὐ πάντως στεφανωθήσεται. Ὁ δὲ ἐπὶ τοῖς συμβατικοῖς πτώμασι (20) μὴ ἀποκάμνων, ὑπὸ ἀγγέλων ὡς πολεμιστὴς εὐφημηθήσεται. Τρεῖς μέν τις νύκτας ἐν γῇ πεποιηκὼς ἀνεβίω εἰς ἅπαν· ὁ δὲ τρεῖς ὥρας νενικηκὼς οὐκ ἀποθανεῖται λοιπόν. Ἐὰν κατ᾿ οἰκονομικὴν παίδευσιν, μετὰ τὴν ἀνατολὴν αὐτοῦ ἐν ἡμῖν, Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, πάντως ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ λοιπὸν διελεύσονται πρὸς ἡμᾶς οἱ πρώην ἀναχωρήσαντες ἄγριοι σκύμνοι, καὶ πάντα τὰ θηρία τοῦ δρυμοῦ τῶν ἀκανθωδῶν παθῶν, ὠρυόμενοι ἁρπάσαι τὴν ἐν ἡμῖν ἐλπίδα, καὶ ζητοῦντες παρὰ τοῦ Θεοῦ τῶν παθῶν βρῶσιν αὐτοῖς, ἢ δι᾿ ἐννοίας, ἢ διὰ πράξεως, ἀνέτειλεν ἡμῖν διὰ σκοτεινῆς ταπεινώσεως πάλιν ὁ ἥλιος· καὶ πρὸς ἑαυτὰ τὰ θηρία συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν, ἤγουν φιληδόνους καρδίας καταστήσονται, καὶ οὐκ ἐν ἡμῖν. Τότε ἐροῦσιν ἐν τοῖς δαίμοσιν· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾿ αὐτῶν ἔλεος πάλιν· ἡμεῖς δὲ πρὸς αὐτούς· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. Ὑμεῖς δὲ διωκόμενοι· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, πάντως ψυχῆς γηΐνης πάσης ἐπιθυμίας ὑψωθείσης, καὶ ἥξει εἰς Αἰγυπτίαν, καρδίαν τὴν πρώην ἐσκοτισμένην, καὶ σεισθήσονται τὰ χειροποίητα εἴδωλα, καὶ ἐνθυμήματα τοῦ νοός. Εἰ Χριστὸς ἀπὸ Ἡρώδου σωματικῶς φεύγει, καίπερ πάντα δυνάμενος, παιδευέσθωσαν οἱ προπετεῖς, μὴ ἑαυτοὺς τοῖς πειρασμοῖς ἐπιῤῥίπτειν· Μὴ δῴης γὰρ, φησὶν, εἰς σάλον τὸν πόδα σου, καὶ οὐ νυστάξει ὁ φυλάσσων σε ἄγγελος. Συμπλέκεται τῇ ἀνδρείᾳ ἡ τύφωσις, ὥσπερ ὁ λεγόμενος σμίλαξ τῇ κυπαρίσσῳ. Ἔργον ἡμῖν ἔστω ἀένναον, μὴ ψιλῇ ἐννοίᾳ λογίζεσθαι ἡμᾶς τὸ οἱονοῦν κεκτῆσθαι ἀγαθόν· ἀλλὰ τοῦτο ἀκριβῶς ἐκζητοῦν ἰδίωμα σκοπήσωμεν, εἰ ἐν ἡμῖν ἐστι. Καὶ τότε πάντως ἐλλείποντας ἑαυτοὺς νοήσομεν· ζήτει καὶ τῶν παθῶν ἀπαύστως τὰ τεκμήρια, καὶ τότε πολλὰ ἐνόντα σοι συνήσεις, ἅπερ ἐν νόσοις μὲν ὄντες διαγνῶναι οὐ δυνάμεθα, ἢ δι᾿ ἀσθένειαν, ἢ διὰ βαθεῖαν προκατάληψιν.

Πρόθεσιν κρίνει ὁ Θεός (21). Ἐν δὲ τοῖς κατὰ δύναμιν τὴν ἐργασίαν φιλανθρώπως μέντοι ζητεῖ. Μέγας ὁ μηδὲν κατὰ δύναμιν ἐλλείπων (25)· μείζων δὲ ὁ ἐν ταπεινώσει ἐν τοῖς ὑπὲρ δύναμιν ἐπιχειρῶν. Πολλάκις οἱ δαίμονες τὰ κουφότερα, καὶ συμφέροντα ἡμᾶς κωλύουσι διαπράττεσθαι, τὰ δὲ μοχθηρότερα μετελθεῖν μᾶλλον προτρέπονται. Εὑρίσκω Ἰωσὴφ ἐκεῖνον δι᾿ ἀποστροφὴν ἁμαρτίας, καὶ οὐ δι᾿ ἔνδειξιν ἀπαθείας μακαριζόμενον. Ζητητέον ἡμῖν ἐν ποίαις καὶ πόσαις ἁμαρτίαις ἡ ἀποστροφὴ στέφανον κέκτηται. Ἄλλο τὸ ἀποστρέφεσθαι τὴν σκιάν· ὑψηλότερον δὲ τὸ προστρέχειν τῷ ἡλίῳ. Τὸ σκοτοῦσθαι αἴτιον τοῦ προσκόπτειν· τὸ δὲ προσκόπτειν τοῦ πίπτειν· τὸ δὲ πίπτειν τοῦ θνήσκειν. Ἐξ οἴνου οἱ σκοτισθέντες, ἐνίψαντο πολλάκις ὕδατι· οἱ δὲ ἐκ παθῶν σκοτισθέντες, ἐνίψαντο δάκρυσιν. Ἄλλο θόλωσις, καὶ ἄλλο ἐπίχυσις, καὶ ἕτερον τύφλωσις· καὶ τὴν μὲν προτέραν ἰάσατο ἐγκράτεια· τὴν δὲ δευτέραν ἡσυχία· τὴν δὲ τρίτην ὑπακοὴ, καὶ ὁ Θεὸς ὑπήκοος γεγονώς. Ἡμεῖς ἐκ δύο τῶν τὰ κάτω καθαιρόντων προσφυῶς τὰ δύο τῶν τὰ ἄνω φρονούντων, ὡς ἐν ὑποδείγμασιν ὑπειλήφαμεν. Κναφεῖον μὲν τὸ κατὰ Κύριον κοινόβιον· τὸ τὸν ῥύπον, καὶ τὴν παχύτητα, καὶ τὴν ἀμορφίαν τῆς ψυχῆς ἀποξέον, εἰρηκότες. Βαφεῖον δ᾿ ἂν εἴη ἡ ἀναχώρησις τοῖς τὴν λαγνείαν, καὶ μνησικακίαν, καὶ θυμὸν ἀποθεμένοις, καὶ ἐξ ἐκείνου λοιπὸν πρὸς ἡσυχίαν μετερχομένοις. Τινὲς τὸ τοῖς αὐτοῖς περιπίπτειν πτώμασιν ἐξ ἐλλείψεως τῆς ἁρμοζούσης, καὶ ἀντισηκούσης μετανοίας τῷ προτέρῳ φασί. Ζητητέον δὲ εἰ πᾶς ὁ μὴ πεσὼν τῷ ἑαυτῷ εἴδει, ἄρα καὶ ἀξίως μετενόησε. Πεπτώκασι τοῖς αὐτοῖς τινες, ἢ τῶν προτέρων ἐν λήθης βυθῷ καταχωσθέντες, ἢ τὸν Θεὸν ἐκ φιληδονίας φιλάνθρωπον ὑπολαμβάνοντες· ἢ τῆς ἑαυτῶν σωτηρίας ἀπολεγόμενοι. Οὐκ οἶδα εἰ μήπω μέ τις καταμέμφεσθαι ἤμελλεν, ἐπεὶ ἂν εἶπον, ὅτιπερ τὸν ἐχθρὸν τοῦτον λοιπὸν δῆσαι μὴ ἰσχύοντες, τῇ τῆς συνηθείας ἰσχύϊ τυραννοῦντα αὐτούς.

Ἐρευνητέον πῶς ἀσώματος οὖσα ἡ ψυχὴ, τοὺς πρὸς αὐτὴν ὁμοουσίους ἐπιδημοῦντας, ὡς ἔχουσι φύσεως ὁρᾷν οὐ πέφυκε· μήπως ἄρα διὰ τὴν ζεῦξιν, ἣν ὁ δήσας μόνος ἐπίσταται; Βουλομένῳ μαθεῖν φράζε δὴ, φράζε, τίς με γνωστικὸς ἐπύθετο, ποῖοι τῶν πνευμάτων ταπεινοῦν, ποῖοι δὲ ὑψοῦν ἐπὶ ταῖς ἁμαρτίαις πεφύκασι τὸν νοῦν. Κἀμοῦ πρὸς τὸ σκέμμα δυσχεράνατος, καὶ τὴν ἄγνοιαν βεβαιωσαμένου ὅρκῳ, ὁ μανθάνων ἐδίδαξεν. Ἐν ὀλίγοις, φησὶ, διακρίσεως ζύμην σοι δεδωκὼς καταλείψω ζητεῖν ἐμπόνως· ὁ τῶν σωμάτων, καὶ ὁ τῆς ὀργῆς, καὶ ὁ τῆς κοιλιομανίας· ὁ τῆς ἀκηδίας, ὁ ὕπνου οὐ πεφύκασί πως ἐπαίρειν τὸ τοῦ νοὸς κέρας. Ὁ δὲ τῆς φιλαργυρίας, φιλαρχίας τε καὶ πολυλογίας, καὶ ἕτεροι πλείους κακῷ κακὸν εἰώθασιν ἐπισυνάπτειν. Διὸ καὶ ὁ τοῦ κρίνειν, τούτοις παραπλήσιος καθέστηκεν. Εἴ τις πρὸς κοσμικοὺς ἢ παρεγένετο, ἢ ἐδέξατο, καὶ ἐπὶ τῷ αὐτῶν μετὰ τὴν ὥραν ἢ ἡμέραν χωρισμῷ λύπης βέλος ἐδέξατο, καὶ μὴ μᾶλλον χαρᾶς ὡς ἐμποδίου παγίδος ἀπαλλαγεὶς, οὗτος ἢ ὑπὸ κενοδοξίας ἢ ὑπὸ πορνείας ἐμπαίζεται. Τὸ πόθεν ὁ ἄνεμος πνεῖ πρὸ πάντων ζητήσωμεν· μήπως εὑρεθῶμεν ἐναντίως τὰ ἱστία ἐκτείνοντες· παρακάλει ἐξ ἀγάπης γέροντας πρακτικοὺς οἵτινες κατέτριψαν τὰ σώματα αὐτῶν ἐν ἀσκήσει (25), μικρὰν ἀνάπαυσιν αὐτοῖς παρεχόμενος. Ἀνάγκαζε νέους ἐγκρατεύεσθαι, οἵτινες κατέτριψαν τὰς ψυχὰς αὐτῶν ἐν ἁμαρτίαις, μνήμην κολάσεως αὐτοῖς διηγούμενος. Τῶν οὐκ ἐνδοχομένων ἐστὶν, ὅπερ ἐν ἑτέρῳ εἰρήκαμεν, εὐθέως ἐν προοιμίοις εἰς ἅπαν γαστριμαργίας καὶ κενοδοξίας ἡμᾶς καθαρεύειν· ἀλλὰ μὴ θελήσωμεν διὰ τρυφῆς τῇ κενοδοξίᾳ μάχεσθαι· ἧττα γὰρ γαστριμαργίας κενοδοξίαν, τοῖς εἰσαγωγικοῖς λέγω, ἀποτίκτει. Μᾶλλον δὲ δι᾿ ἐνδείας κατ᾿ αὐτῆς πρεσβεύσωμεν. Ἐλεύσεται γὰρ ὥρα, καὶ νῦν ἐστι τοῖς βουλομένοις, ἵνα ὑποτάξῃ Κύριος καὶ ταύτην ὑπὸ τοὺς πόδας ἡμῶν. Οὐ τοῖς αὐτοῖς οἱ νέοι καὶ οἱ γεγηρακότες προσερχόμενοι πολεμοῦνται πάθεσι. Πολλάκις γὰρ εἰς ἅπαν ἐναντίας τὰς νόσους κέκτηνται. Διὰ τοῦτο μακαρία, ἡ μακαρία ταπείνωσις, ὅτι νέοις καὶ γεγηρακόσιν ἀσφαλὴς καὶ δυνατὴ γίγνεται μετάνοια. Μὴ θορυβήσω ἐν τῷ λέγειν ἔρχομαι. Σπάνιοι γὰρ, πλὴν εἰσὶ ψυχαὶ εὐθεῖς καὶ ἀπόνηροι, κακίας, καὶὑποκρίσεως, καὶ κακεντρεχείας ἀπηλλαγμέναι, αἷς πάντη ἡ τῶν ἀνθρώπων συνδιατριβὴ ἀντίκειται δυναμέναις μετὰ τοῦ ὁδηγοῦντος ἐκ τῆς ἡσυχίας, ὥσπερ ἐκ λιμένος, εἰς οὐρανὸν ἀνέρχεσθαι, καὶ τῶν κοινοβιακῶν θορύβων, καὶ σκανδάλων διαμεῖναι ἀνενδεεῖς καὶ ἀπείρατοι. Λάγνους μὲν ἄνθρωποι, πονηροὺς δὲ ἄγγελοι, ὑπερηφάνους δὲ Θεὸς ἰάσασθαι πέφυκεν. Εἶδος ἀγάπης πολλάκις ἴσως γέγονε καὶ τοῦτο, τὸ τῷ πλησίον καταλιμπάνειν παραβάλλοντι πρὸς ἡμᾶς ποιεῖν, καθὼς βούλεται, ἐν ἅπασιν, ἡμῶν μέντοι ἱλαρότητα πᾶσαν ἐπιδεικνυμένων (27), ζητητέον πῶς καὶ ἕως τίνος, καὶ πότε, καὶ ἢ ἄρα ἀναλυτικὴ ἡ μεταμέλεια τῶν καλῶν, ὥσπερ τῶν κακῶν. Διακρίσει πολλῇ χρησώμεθα, πότε μὲν ἵστασθαι, καὶ ἐν ποίοις, καὶ ἕως τίνος προσπαλαίειν ταῖς τῶν παθῶν ὕλαις ὀφείλομεν. Ἔστι γὰρ καὶ φυγεῖν προκρῖναι διὰ τὴν ἀσθένειαν, ἵνα μὴ ἀποθάνωμεν. Ἴδωμεν καὶ φυλάξωμεν (ἴσως γὰρ καὶ ἐν καιρῷ διὰ πικρίας χολὴν κενῶσαι δυνάμεθα), ποῖοι μὲν τῶν δαιμόνων ὑψοῦσι, ποῖοι δὲ ταπεινοῦσι, καὶ ποῖοι σκληρύνουσι, ποῖοι δὲ παρακαλοῦσι, καὶ ποῖοι μὲν σκοτίζουσι, ποῖοι δὲ πάλιν φωτισμὸν ὑποκρίνονται, καὶ ποῖοι μὲν νωθροὺς, ποῖοι δὲ κακεντρεχεῖς, ποῖοι δὲ σκυθρωποὺς, καὶ ποῖοι ἱλαροὺς ἡμᾶς ἀπεργάζονται. Μὴ θαμβηθῶμεν ἐν τῷ σταδίῳ ἐν προοιμίοις ἑαυτοὺς ἐμπαθεστέρους τῆς ἐν τῷ κόσμῳ ἡμῶν διαγωγῆς ὁρῶντες. Δεῖ γὰρ τὰ αἴτια πάντα κινηθῆναι. Εἶθ᾿ οὕτως τὴν ὑγείαν ἡμῖν προσγενέσθαι, εἰ καὶ τάχα που τὰ θηρία κρυπτόμενα οὐκ ἐβλέποντο. Ὅτε κατά τινα σύμβασιν λοιπὸν οἱ τελειότητι πλησιάζοντες, ἔντινι ψιλῷ τοῖς δαίμοσι ἡττηθῶσι, πάσῃ μηχανῇ χρῶνται συντόμως τοῦτο ἐξ αὐτῶν ἑκατονταπλάσιον ἀφαρπάσασθαι. Ὥσπερ οἱ ἄνεμοι (28), ποτὲ μὲν τὴν ἐπιπολὴν, διὰ τὸ γαληνὸν, ποτὲ δὲ τὸν βυθὸν τῆς θαλάσσης ταράττειν εἰώθασιν· οὕτως μοι νόει καὶ ἐπὶ τῶν σκοτεινῶν ἀνέμων, τῶν μὲν γὰρ ἐμπαθῶν αὐτὴν τὴν τῆς καρδίας αἴσθησιν ταράσσειν πεφύκασι· τῷν δὲ ἤδη προκοψάντων, τὴν ἐπιπολὴν τοῦ νοός. Διὸ οὗτοι καὶ θᾶττον τῆς οἰκείας γαλήνης ἐπαισθάνονται, ἀμολύντου διαμεινάσης. Τελείων τὸ ἐπιγνῶναι ἀεὶ ἐν τῇ ψυχῇ, ποία μὲν τοῦ συνειδότος, ποία δὲ Θεοῦ, καὶ ποία δαιμόνων ἔννοια. Οὐ γὰρ πάντα ἐναντία ἐκ προοιμίων ὑποτίθενται οἱ δαίμονες. Διὸ καὶ σκοτεινὸν ὄντως τὸ πρόβλημα.

Ἐν δυσὶν ὄμμασιν αἰσθητοῖς φωτίζεται τὸ σῶμα, καὶ ἐν νοητῇ, καὶ ὁρατῇ διακρίσει ὀφθαλμοὶ τῆς καρδίας λαμπρύνονται.

Ἀνακεφαλαίωσις ἐν ἐπιτομῇ τῶν προειρημένων λόγων αὐτοῦ.
(Sub eodem capite.)

Πίστις βεβαία ἀποταγῆς μήτηρ· τὸ δὲ ἐναντίον πρόδηλον.

Ἐλπὶς ἀκλινὴς ἀπροσπαθείας θύρα· τὸ δὲ ἐναντίον πρόδηλον.

Ἀγάπη Θεοῦ, ξενιτείας ὑπόθεσις· τὸ δὲ ἐναντίον πρόδηλον.

Ὑποταγὴν ἔτεκεν ἑαυτοῦ κατάγνωσις, καὶ ὑγείας ὄρεξις.

Ἐγκράτεια μήτηρ ὑγείας· ἐγκρατείας μήτηρ, θανάτου ἔννοια καὶ μνήμη παγία χολῆς καὶ ὄξους Δεσπότου καὶ Θεοῦ.

Σωφροσύνης βοηθός ἐστι, καὶ ὑπόθεσις ἡσυχία· πυρώσεως θραῦσις νηστεία.

Λογισμῶν τε πονηρῶν καὶ αἰσχρῶν συντριμμὸς διανοίας ἀντίπαλος· πίστις καὶ ξενιτεία θάνατος φιλαργυρίας.

Συμπάθεια δὲ καὶ ἀγάπη προέδωκαν σῶμα.

Προσευχὴ ἐκτενὴς, ὄλεθρος ἀκηδίας· Μνήμη δὲ κρίσεως προθυμίας πρόξενος.

Θυμοῦ ἴαμα, ἀτιμίας ἀγάπη· ὑμνῳδία δὲ καὶ συμπάθεια καὶ ἀκτημοσύνη λύπης πνιγμοσύνη.

Ἀπροσπάθεια δὲ αἰσθητῶν, θεωρία νοητῶν.

Σιωπὴ καὶ ἡσυχία κενοδοξίας πολέμιοι. Εἰ δὲ μέσος ὑπάρχεις, ἀτιμίαν μέτελθε.

Ὑπερηφανίαν ὁρωμένην ἰάσονται σκυθρωπαὶ καταστάσεις· ἀόρατον δὲ ὁ πρὸ αἰώνων ἀόρατος.

Πάντων θηρίων αἰσυητῶν ἀναιρετικὴ ἔλαφος, νοητῶν δὲ, ἡ ταπείνωσις.

Ἔνεστι διὰ τῶν κατὰ φύσιν πάντων ἡμῶν ἐναργῶς τὰ νοητὰ παιδεύεσθαι. Ὥσπερ ὄφιν ἀδύνατον τὴν ἑαυτοῦ παλαιότητα ἐκδύσασθαι, μὴ ἐν στενῇ ὀπῇ εἰσδύντα· οὕτως καὶ ἡμᾶς τὰς παλαιὰς προλήψεις, καὶ τὴν τῆς ψυχῆς παλαιότητα, καὶ τὸν τοῦ παλαιοῦ ἀνθρώπου χιτῶνα, οὐ μὴ ἀποβάλωμεν, ἐὰν μὴ τῆς στενῆς (2), καὶ τεθλιμμένης νηστείας, καὶ ἀτιμίας ὁδὸν παρέλθωμεν.

Ὥσπερ τὰ πολύσαρκα τῶν ὀρνίθων εἰς οὐρανὸν πετασθῆναι ἀδύνατον (3)· οὕτω καὶ τὸν τὴν ἑαυτοῦ σάρκα θεραπεύοντα.

Ξηρανθεὶς βόρβορος οὐκ ἔτι χοίρους θεραπεύει, καὶ μαρανθεῖσα σὰρξ οὐκ ἔτι δαίμονας ἀναπαύει.

Ὥσπερ σχιδάκων πλῆθος πολλάκις συμπνίγει φλόγα, καὶ ἀποσβέννυσι, πλῆθος καπνοῦ ἐργασάμενον· οὕτω πολλάκις καὶ λύπη ὑπέρμετρος καπνώδη καὶ σκοτεινὴν τὴν ψυχὴν ἐργάζεται, καὶ τὸ ὕδωρ τῶν δακρύων ἀποξηραίνει.

Ὥσπερ τυφλὸς τοξότης ἀδόκιμος· οὕτως μαθητὴς ἀντίλογος ἀπόλλυται (4).

Ὥσπερ σίδηρος δόκιμος, καὶ τὸν ἀδόκιμον ὀξῦναι δύναται· οὕτως ἀδελφὸς πρόθυμος τὸν ῥᾴθυμον πολλάκις ἔσωσεν.

Ὥσπερ τὰ ὠὰ ἐν κόλπῳ θαλπόμενα ζωογονοῦνται· οὕτως καὶ λογισμοὶ μὴ φανερούμενοι, εἰς ἔργα προφαίνουσι.

Ὥσπερ ἵπποι τρέχοντες ἀλλήλοις ἁμιλλῶνται· οὕτως συνοδία ἀγαθὴ ἑαυτὴν διεγείρει.

Ὥσπερ αἱ νεφέλαι ὑποκρύπτουσι τὸν ἥλιον· οὕτως αἱ πονηραὶ ἔννοιαι σκοτίζουσι, καὶ ἀπολλύουσι τὸν νοῦν.

Ὥσπερ ὁ τὴν ἀπόφασιν εἰληφὼς, καὶ πρὸς τὴν καταδίκην πορευόμενος, οὐ λαλεῖ περὶ θεάτρων· οὕτως οὐδὲ ὁ ἐν ἀληθείᾳ πενθῶν, γαστέρα θεραπεύσει ποτέ.

Ὥσπερ πένητες θησαυροὺς βασιλικοὺς ὁρῶντες ἐπὶ πλεῖον τὴν ἑαυτῶν πτωχείαν ἐπιγινώσκουσιν· οὕτως καὶ ψυχὴ τὰς μεγάλας τῶν πατέρων ἀρετὰς ἀναγινώσκουσα, πάντως ταπεινότερον ποιεῖται τὸ ἑαυτῆς φρόνημα.

Ὥσπερ καὶ μὴ βουλόμενος ὁ σίδηρος ὑπακούει τῷ μαγνίτῃ [al. μαγνήτιδι]· οὕτω καὶ οἱ ποιωθέντες ταῖς προλήψεσι, τυραννοῦνται ὑπ᾿ αὐτῶν.

Ὥσπερ τὸ ἔλαιον καὶ μὴ βουλομένην ἡμεροῖ τὴν θάλασσαν· οὕτως καὶ ἡ νηστεία, καὶ ἀκουσίας κατασβεννύει τὰς τοῦ σώματος πυρώσεις.

Ὥσπερ στενούμενον ὕδωρ εἰς ὕψος ἀνατρέχει· οὕτω πολλάκις καὶ ψυχὴ ὑπὸ κινδύνων στενωθεῖσα πρὸς Θεὸν διὰ μετανοίας ἀνῆλθε καὶ ἐσώθη (6).

Ὥσπερ ὁ ἀρώματα βαστάζων (7), καὶ μὴ θέλων ἐκ τῆς ὀσμῆς ἐλέγχεται· οὕτως καὶ ὁ Πνεῦμα Κυρίου ἔχων, ἐκ τῶν αὐτοῦ λόγων καὶ τῆς ταπεινώσεως γνωρίζεται.

Ὥσπερ τὰ πνεύματα ταράσσουσιν ἄβυσσον· οὕτω καὶ ὁ θυμὸς πλέον πάντων ταράττει τὴν διάνοιαν.

Ὥσπερ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ σφοδρῶς ἐξ ἀκοῆς ἐπιθυμεῖ γεύσασθαι· οὕτως καὶ οἱ ἁγνοὶ τῷ σώματι, πολὺν ἐκ τούτου κουφισμὸν κέκτηνται.

Ὥσπερ ὅπλα βασιλικὰ ἐν τόπῳ κείμενα ὁρῶντες οἱ κλέπται, οὐχ, ὡς ἔτυχεν, ἐκεῖ ἐπιβαίνουσιν· οὕτως καὶ ὁ τῇ καρδίᾳ προσευχὴν προσάψας, οὐχ, ὡς ἔτυχεν, ὑπὸ τῶν νοητῶν λῃστῶν κλέπτεται.

Ὥσπερ οὐ τίκτει πῦρ χιόνα· οὕτως οὐδὲ ὁ τὴν ἐνταῦθα ζητῶν τιμὴν, τῆς ἐκεῖθεν ἀπολαύσει.

Ὥσπερ εἷς σπινθὴρ πολλάκις πυρὸς πολλὴν ὕλην κατέκαυσεν· οὕτως καὶ ἓν ἀγαθὸν εὑρίσκεται πλῆθος πταισμάτων μεγάλων ἐξαλεῖψαι.

Ὡς οὐκ ἔστι χωρὶς ὅπλου θηρία ἀπολέσαι, οὕτως οὐδὲ χωρὶς ταπεινώσεως ἀοργησίαν κτήσασθαι.

Ὡς οὐκ ἔστι ζῇν κατὰ φύσιν ἄνευ βρώσεως, οὕτως οὐκ ἔστιν ἕως ἐξόδου κἂν πρὸς ῥοπὴν ἀμελῆσαι (8).

Ὥσπερ ἀκτὶς ἡλίου δι᾿ ὀπῆς εἰσελθοῦσα ἐν οἴκῳ πάντα φωτίζει, ὡς καὶ τὸν λεπτότατον ὁρᾷν τότε κονιορτὸν πετόμενον· οὕτως καὶ ὁ φόβος Κυρίου ἐν καρδίᾳ γενόμενος πάντα αὐτῇ τὰ αὐτῆς ἁμαρτήματα ὑποδείκνυσιν.

Ὥσπερ οἱ λεγόμενοι καρκῖνοι εὐεπιχείρητοι τυγχάνουσιν, διὰ τὸ, ποτὲ μὲν ἔμπροσθεν βαίνειν, ποτὲ δὲ ὄπισθεν· οὕτως καὶ ψυχὴ, ποτὲ μὲν γελῶσα, ποτὲ δὲ πενθοῦσα, ποτὲ δὲ τρυφῶσα, οὐδὲν ὠφελῆσαι δύναται.

Ὥσπερ οἱ ὑπνώττοντες εὐχερῶς συλῶνται· οὕτως καὶ οἱ πλησίον κόσμου τὴν ἀρετὴν μετερχόμενοι.

Ὥσπερ ὁ λέοντι μαχόμενος ἐὰν ῥεφθῇ τὸ ὄμμα, εὐθέως ἀπόλλυται· οὕτως καὶ ὁ τῇ ἑαυτοῦ σαρκὶ μαχόμενος ἐὰν ταύτην ἀναπαύσῃ.

Ὥσπερ οἱ εἰς κλίμακα ἀναβαίνοντες σαθρὰν κινδυνεύουσιν· οὕτως πᾶσα τιμὴ, καὶ δόξα, καὶ δυναστεία τῇ ταπεινοφροσύνῃ ἀντίκεινται.

Ὡς ἀδύνατον τὸν πεινῶντα μὴ μνημονεύειν ἄρτου· οὕτως ἀμήχανον σωθῆναι τὸν ἐξόδου καὶ κρίσεως μὴ μνημονεύοντα.

Ὥσπερ τὸ ὕδωρ τὰ γράμματα· οὕτως τὸ δάκρυον τὰ πταίσματα ἐξαλείφειν δύναται.

Ὥσπερ τινὰ τῶν γραμμάτων, ἀποροῦντες ὕδατος, δι᾿ ἑτέρων τρόπων ἀπαλείφομεν· οὕτως εἰσὶ καὶ ψυχαὶ ἀποροῦσαι δακρύων, καὶ διὰ λύπης, καὶ στεναγμοῦ, καὶ σκυθρωπότητος πολλῆς ταῦτα ἐκλεαίνουσι, καὶ ἀποξέουσιν.

Ὥσπερ πλῆθος κόπρου πλῆθος σκωλήκων ἐργάζεται· οὕτως πλῆθος βρωμάτων πλῆθος πτωμάτων, καὶ πονηρῶν λογισμῶν, καὶ ἐνυπνίων ἐργάζεται.

Ὥσπερ ὁ τοὺς πόδας πεδηθεὶς βαδίζειν εὐχερῶς οὐ δύναται· οὕτως καὶ οἱ θησαυρίζοντες χρήματα, εἰς οὐρανὸν ἀνελθεῖν οὐκ ἰσχύουσιν.

Ὥσπερ ζεούσης τῆς πληγῆς εὐΐατος καθέστηκεν· οὕτως τὰ χρόνια τραύματα τῆς ψυχῆς τοὐναντίον πάσχουσι, καὶ δυσκόλως ἰῶνται ὅτε καὶ ἰαθήσονται.

Ὡς οὐ δυνατὸν τὸν ἀποθνήσκοντα βαδίζειν, οὕτως ἀδύνατον ἀπογνόντα σωθῆναι.

Ὁ πίστιν μὲν ὀρθὴν κεκτῆσθαι λέγων (9), ἁμαρτίας δὲ διαπραττόμενος, ὅμοιός ἐστι προσώπῳ ὀφθαλμοὺς μὴ ἔχοντι.

Ὁ πίστιν μὴ ἔχων, καλὰ δὲ ἴσως τινὰ ἐργαζόμενος, ὅμοιός ἐστι τῷ ὕδωρ ἀντλοῦντι, καὶ εἰς πίθον τετρημένον βάλλοντι.

Ὥσπερ πλοῖον, ἀγαθὸν κυβερνήτην ἔχων ἀκινδύνως εἰς λιμένα, Θεοῦ συνεργοῦντος, εἰσέρχεται· οὕτως καὶ ψυχὴ ἀγαθὸν ποιμένα ἔχουσα εὐχερῶς εἰς οὐρανὸν ἀνέρχεται, καὶ πολλὰ κακὰ διαπραξαμένη καθέστηκεν.

Ὥσπερ μὴ ἔχων ὁδηγὸν (10) εὐχερῶς ἐν τῇ ὁδῷ πλανᾶται, κἂν λίαν φρόνιμος καθέστηκεν· οὕτως καὶ ὁ αὐτεξουσίως τὴν μοναδικὴν ὁδὸν πορευόμενος, εὐχερῶς ἀπόλλυται, κἂν πᾶσαν τὴν σοφίαν τοῦ κόσμου ἐπίσταται.

Ὁπόταν τις τὸ σῶμα ἀσθενὴς ᾖ, καὶ χαλεπὰ πταίσματα πεπραχὼς, τὴν ὁδὸν τῆς ταπεινώσεως, καὶ τῶν αὐτῆς ἰδιωμάτων ὁδευέτω· ἄλλην γὰρ σωτηρίαν οὐχ εὑρήσει.

Ὡς οὐκ ἔστι τὸν μακρὰν νενοσηκότα νόσον, ἐν μιᾷ ῥοπῇ τὴν ὑγείαν κτήσασθαι· οὕτως οὐκ ἔστιν ἐξαίφνης παθῶν ἢ πάθους περιγενέσθαι.

Παντὸς πάθους, καὶ πάσης ἀρετῆς ἔχε σημεῖον τῆς ποσότητος αὐτοῦ, καὶ γνώσεις τὴν ἑαυτοῦ προκοπήν.

Ὥσπερ οἱ χρυσίῳ πηλὸν καταλλάττοντες ζημιοῦνται· οὕτως καὶ οἱ τῶν σωματικῶν χάριν τὰ πνευματικὰ θριαμβεύοντες καὶ διηγούμενοι.

Ἄφεσιν μὲν συντόμως πολλοὶ, ἀπάθειαν δὲ οὐδεὶς ἐκτήσατο· τοῦτο γὰρ χρόνου, καὶ πόθου [πόνου] πολλοῦ, καὶ Θεοῦ.

Ζητήσωμεν ποῖα μὲν ἐν τῷ σπόρῳ, ποῖα δὲ τῇ χλόῃ, ποῖα δὲ ἐν τῷ ἀμήτῳ ἡμῖν θηρία ἢ πετεινὰ ἐπιβουλεύουσιν, ἵνα καὶ τὰ θήρατρα ἁρμόζοντα στήσωμεν.

Ὥσπερ οὐ δίκαιον τὸν πυρέττοντα ἑαυτὸν διαχειρίσασθαι· οὕτως ἕως ἐσχάτης ἀναπνοῆς μὴ ἀπογνῶναί ποτε.

Ὥσπερ ἄσεμνον τὸν, τὸν ἑαυτοῦ πατέρα θάψαντα, εἶτα ἐκ τῆς κηδείας ὑποστρέψαντα, εἰς γάμον πορεύεσθαι· οὕτως ἀνοίκειον τοῖς πενθοῦσιν ἐπὶ πταίσμασι, τιμὴν ἢ ἀνάπαυσιν ἢ δόξαν ἐν τῷ παρόντι αἰῶνι ἐκζητῆσαι παρὰ ἀνθρώπων.

Ὥσπερ ἄλλα τὰ τῶν πολιτῶν, καὶ ἕτερα τὰ τῶν καταδίκων οἰκητήρια· οὕτως πάντῃ ὀφείλει ἐνηλλαγμένη εἶναι ἡ τῶν πενθούντων εὐθύνας παρὰ τοὺς ἀνευθύνους κατάστασις.

Ὥσπερ τὸν εἰς πρόσωπον ἑαυτοῦ λαβόντα πληγὰς χαλεπὰς στρατιώτην ἐν τῷ πολέμῳ, οὐ κελεύει βασιλεὺς τῆς στρατείας ῥίπτεσθαι, ἀλλὰ καὶ μᾶλλον προκόπτειν· οὕτως καὶ μοναχὸν πολλοὺς κινδύνους ἐκ δαιμόνων ὑπομένοντα ὁ ἐπουράνιος βασιλεὺς στεφανοῖ (11).

Αἴσθησις ψυχῆς ἰδίωμα αὐτῆς (12)· ἁμαρτία δὲ αἰσθήσεως κολαφισμός.

Αἴσθησις γεννᾷ κακοῦ η κατάπαυσιν, ἢ μείωσιν· συναίσθησις δὲ γέννημα συνειδήσεως. Συνείδησις δέ ἐστι λόγος καὶ ἔλεγχος τοῦ ἡμετέρου φύλακος τοῦ ἐκ βαπτίσματος παραδοθέντος ἡμῖν. Διόπερ οὐδὲ τοσοῦτον τοὺς ἀφωτίστους εὑρίσκομεν τυπτομένους ἐπὶ ταῖς κακαῖς πράξεσιν ἐν τῇ ἑαυτῶν ψυχῇ· ἀλλ᾿ ἀμυδρῶς πως.

Μείωσις μὲν κακοῦ τίκτει ἀποχὴν κακοῦ· ἀποχὴ δὲ κακοῦ (13), ἀρχὴ μετανοίας· ἀρχὴ δὲ μετανοίας ἀρχὴ σωτηρίας· ἀρχὴ δὲ σωτηρίας πρόθεσις ἀγαθή.

Πρόθεσις δὲ ἀγαθὴ γεννήτρια πόνων· πόνων δὲ ἀρχὴ, ἀρεταί· ἀρχὴ δὲ ἀρετῶν ἄνθος· ἄνθος δὲ ἀρετῆς ἐργασία· ἀρετῆς δὲ γέννημα συνέχεια· συνεχεστέρας δὲ μελέτης καρπὸς καὶ γέννημα, ἕξις· ἕξεως δὲ τόκος ποίωσις· καλοῦ δὲ ποίωσις γεννήτρια φόβου.

Φόβος δὲ τίκτει τήρησιν ἐνταλμάτων (14), ἐπουρανίων λέγω δὴ καὶ ἐπιγείων· ἐνταλμάτων φυλακὴ ἀγάπης τεκμήριον· ἀγάπης δὲ ἀρχὴ πλῆθος ταπεινώσεως.

Πλῆθος δὲ ταπεινώσεως θυγάτηρ ἀπαθείας· ταύτης δὲ κτῆσις ἀγάπης πλήρωμα· εἴτ᾿ οὖν Θεοῦ τελεία ἐνοίκησις τοῖς δι᾿ ἀπαθείας καθαροῖς τῇ καρδίᾳ· ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.