Κλίμαξ/Λόγος ΚΘ

Από Βικιθήκη
Κλίμαξ
Συγγραφέας:
Λόγος ΚΘ: Περὶ τοῦ ἐπιγείου οὐρανοῦ τῆς θεομιμήτου ἀπαθείας, καὶ τελειότητος, καὶ ἀναστάσεως ψυχῆς πρὸ τῆς κοινῆς ἀναστάσεως.


Λόγος ΚΘʹ.
Περὶ τοῦ ἐπιγείου οὐρανοῦ τῆς θεομιμήτου ἀπαθείας, καὶ τελειότητος, καὶ ἀναστάσεως ψυχῆς πρὸ τῆς κοινῆς ἀναστάσεως.

Ἰδοὺ λοιπὸν καὶ ἡμεῖς οἱ τεθέντες ἐν λάκκῳ ἀγνωσίας βαθυτάτῳ καὶ σκοτεινοῖς πάθεσι, καὶ σκιᾷ θανάτου τούτου τοῦ σώματος, περὶ τοῦ ἐπιγείου οὐρανοῦ ἐκ θρασύτητος φιλοσοφεῖν ἀρχόμεθα. Ἔχει μὲν γὰρ τὸ στερέωμα τοὺς ἀστέρας κάλλος, ἡ δὲ ἀπάθεια τὰς ἀρετὰς κόσμον· οὐδὲν γὰρ ἕτερόν τι ἔγωγε ἀπάθειαν ὑπείληφα εἶναι· ἀλλ᾿ ἢ ἐγκάρδιον νοὸς οὐρανὸν, τὰς τῶν δαιμόνων πανουργίας, ἀθύρματα λοιπὸν λογιζόμενον. Ἀπαθὴς μὲν οὖν κυρίως καὶ ὑπάρχει, καὶ γνωρίζεται, ὁ τὴν σάρκα μὲν ἄφθαρτον ποιήσας, τὸν δὲ νοῦν τῆς κτίσεως ἀνυψώσας, τὰς δὲ πάσας αἰσθήσεις τούτῳ ὑποτάξας· τῷ δὲ προσώπῳ Κυρίου τὴν ψυχὴν παραστήσας ὑπὲρ τὴν ἑαυτῆς ἰσχὺν πρὸς αὐτὸν ἀεὶ ἐπεκτεινομένης. Τινὲς δὲ πάλιν ἀπάθειαν εἶναι ὁρίζονται ἀνάστασιν ψυχῆς πρὸ τοῦ σώματος· ἄλλοι δὲ ἐπίγνωσιν Θεοῦ τελείαν, ἀγγέλων δευτέραν· αὕτη οὖν ἡ τελεία τῶν τελείων ἀτέλεστος τελειότης καθά μοί τις αὐτῆς γευσάμενος (1) ὑφηγήσατο, οὕτω λοιπὸν τὸν νοῦν ἁγιάζει, καὶ τῶν ὑλῶν ἀφαρπάζει, ὡς τὸ πολὺ τῆς ἐν σαρκὶ ζωῆς, μετὰ τὴν κατάληψιν μέντοι τοῦ οὐρανίου λιμένος, ἐν οὐρανῷ ἐξεστηκότα αὐτὸν πρὸς θεωρίαν ἀνυψοῖ (2)· περὶ οὗ καί φησί που ὁ πεῖραν ἴσως εἰληφὼς, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν· τοιοῦτον ἔγνωμεν καὶ τὸν Αἰγύπτιον, τὸν μὴ ἐῶντα τὰς ἑαυτοῦ χεῖρας ἐπὶ πολὺ τεταμένας ἐν προσευχῇ, ἡνίκα ἂν μετά τινων προσηύχετο.

Ἔστιν ἀπαθὴς (3), καὶ ἔστιν ἀπαθοῦς ἀπαθέστερος. Ὁ μὲν γὰρ ἰσχυρῶς μισεῖ τὰ πονηρὰ, ὁ δὲ ἀπλείστως πλουτεῖ ἐν ἀρεταῖς, καὶ ἡ ἁγνεία ἀπάθεια λέγεται, καὶ εἰκότως. Προοίμιον γὰρ τῆς κοινῆς ἀναστάσεως καὶ ἀφθαρσίας φθαρτῶν. Ἀπάθειαν ἔδειξεν ὁ εἰπών· Νοῦν Κυρίου κέκτημαι. Ἀπάθειαν ἔδειξεν ὁ εἰπὼν Αἰγύπτιος, μὴ φοβεῖσθαι τὸν Κύριον. Ἀπάθειαν ἔδειξεν ὁ ἀνθυποστρέψαι τὰ πάθη εὐξάμενος. Τίς πρὸ τῆς μελλούσης λαμπρότητος, ὡς ὁ Σύρος ἐκεῖνος ἀπαθείας ἠξίωται; Ὁ μὲν γὰρ Δαυῒδ ὁ περίφημος ἐν προφήταις· Ἄνες μοι, φησὶν πρὸς Κύριον, ἵνα ἀναψύξω. Ὁ δὲ τοῦ Θεοῦ ἀθλητής· Ἄνες τὰ κύματα τῆς χάριτός σου. Ἀπάθειαν ἔχει ψυχὴ, ἡ οὕτως ποιωθεῖσα ταῖς ἀρεταῖς, ὡς οἱ ἐμπαθεῖς ταῖς ἡδοναῖς. Εἰ τοῦτο ὅρος γαστριμαργίας, τὸ, καὶ μὴ ὀρεγόμενον βιάζεσθαι, τοῦτο πάντως ὅρος ἐγκρατείας, τὸ καὶ πεινῶσαν τὴν φύσιν ἀνυπεύθυνον οὖσαν ἐπικρατεῖν. Εἰ τοῦτο ὅρος λαγνείας, τὸ, καὶ ἐπὶ ζώοις καὶ ἀψύχοις μαίνεσθαι· τοῦτο ὅρος ἁγνείας, τὸ, ἐπὶ πᾶσιν ὡς ἀψύχοις τῇ αἰσθήσει διακεῖσθαι. Εἰ τοῦτο φιλαργυρίας πέρας (4), τὸ, μηδέποτε τοῦ συναθροίζειν παύεσθαι, ἢ κορέννυσθαι· τοῦτο ἀκτημοσύνης, τὸ, μηδὲ τοῦ σώματος φείσασθαι τοῦ ἰδίου. Εἰ τοῦτο ἀκηδίας πέρας, τὸ, ἐν πάσῃ ὑπάρχοντα ἀνέσει ὑπομονὴν μὴ κεκτῆσθαι· τοῦτο ὑπομονῆς, τὸ, ἐν θλίψει ὄντα, ἄνεσιν ἔχειν λογίζεσθαι. Εἰ τοῦτο ὀργῆς πέλαγος, τὸ καὶ μηδενὸς παρόντος θηριοῦσθαι· τοῦτο μακροθυμίας τοῦ ἀπόντος, τοῦ λοιδοροῦντος καὶ παρόντος ὡσαύτως γαλιᾷν [γαληνιᾷν]. Εἰ τοῦτο κενοδοξίας ὕψος, τὸ καὶ μηδενὸς παρόντος τοῦ ἐπαινεῖν ὀφείλοντος κενοδοξίας ἔργα σχηματίζεσθαι, τοῦτο πάντως ἀκενοδοξίας εἶδος, τὸ μηδέποτε ἐν παρουσίαις τὴν ἔννοιαν κλέπτεσθαι. Εἰ τοῦτο εἶδος ἀπωλείας (5), εἴγουν ὑπερηφανίας τὸ ἐν εὐτελεῖ σχήματι ἐπαίρεσθαι, τοῦτο σωτηριῶδες ταπεινώσεως τεκμήριον, τὸ ἐν ὑψηλοῖς ἐγχειρήμασι, καὶ κατορθώμασι ταπεινὸν ἔχειν φρόνημα. Καὶ εἰ τοῦτο ἐμπαθείας παντελοῦς τεκμήριον, τὸ πᾶσι τοῖς ὑπὸ δαιμόνων ὑποσπειρομένοις σχεδὸν ὀξέως ὑπείκειν. Ἐγὼ τοῦτο τῆς ἁγίας ἀπαθείας ὑπείληφα γνώρισμα, τὰ δύνασθαι ἐναργῶς λέγειν· Ἐκκλίνοντος ἀπ᾿ ἐμοῦ τοῦ πονηροῦ (6), οὐκ ἐγίνωσκον, οὐδὲ πῶς ἐλήλυθεν, οὐδὲ τίνος ἕνεκα, οὐδὲ πῶς ἀπελήλυθεν, ἀλλ᾿ ὅλος λοιπὸν ἀναισθήτως πρὸς τὰ τοιαῦτα ἔχω· ἡνωμένος ὅλος ὢν, καὶ ἀεὶ ἐσόμενος Θεῷ.

Ὁ τοιαύτης καταστάσεως ἠξιωμένος, ἔτι ὢν ἐν σαρκὶ, αὐτὸν τὸν ἐνοικοῦντα ἀεὶ ἐν ἅπασι λόγοις, καὶ ἔργοις, καὶ διανοήμασιν ἔχει κυβερνῶντα. Ὅθεν λοιπὸν καὶ ὡς φωνῆς τινος, τῆς τοῦ Κυρίου βουλήσεως ἔνδον διὰ φωτισμοῦ ἀντιλαμβάνεται, πάσης διδασκαλίας ἀνθρωπίνης ὑψηλότερος γενόμενος· Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; οὐ γὰρ φέρω λοιπὸν τοῦ πόθου τὴν ἐνέργειαν· ἀλλὰ ζητῶ, ὅπερ ἀθάνατον κάλλος πρὸ τῆς πηλοῦ μοι δέδωκας. Ὁ ἀπαθὴς, τί δεῖ πολλὰ λέγειν; ζῇ μὲν οὐκ ἔτι αὐτὸς, ζῇ δὲ ἐν αὐτῷ ὁ Χριστὸς, καθά φησιν ὁ τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ τὸν δρόμον τετελεκὼς, καὶ τὴν πίστιν τετηρηκὼς ὀρθόδοξον. Οὐ συνίσταται διάδημα βασιλέως ἐξ ἑνὸς λίθου, καὶ οὐ τελειοῦται ἀπάθεια, ἂν μιᾶς ἀρετῆς καὶ τῆς τυχούσης ἀμελήσωμεν· ἀπάθειαν μὲν νοήσεις, τὸ τοῦ ἐπουρανίου βασιλέως ἐν οὐρανοῖς παλάτιον. Πολλὰς δὲ μονὰς τὰς ἔνδον τῆς πόλεως ταύτης κατασκηνώσεις (8). Τεῖχος τὴν Ἱερουσαλὴμ, τὴν τῶν πταισμάτων ἄφεσιν. Δράμωμεν, ἀδελφοὶ, τῆς ἐν τῷ νυμφῶνι τοῦ παλατίου εἰσόδου τυχεῖν· εἰ δὲ ἔκ τινος ἢ φορτίου προλήψεως, ὢ τῆς συμφορᾶς!ἢ χρόνου προκατελήφθημεν, κἂν μονήν τινα πέριξ τοῦ νυμφῶνος προφθάσωμεν. Εἰ δὲ ἔτι ὀκλάζομεν, ἢ παρειμένοι τυγχάνομεν, κἂν ἐντὸς τοῦ τείχους παντὶ τρόπῳ γενώμεθα· ὁ γὰρ πρὸ τέλους ἐκεῖ μὴ εἰσελθὼν, μᾶλλον δὲ μὴ ὑπερβεβηκὼς ἐν ἐρημίᾳ αὐλισθήσεται. Διὰ τοῦτό τις ηὔχετο λέγων· Ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Καὶ ἕτερος ὡς ἐκ προσώπου τοῦ Θεοῦ φησιν· Οὐχ αἱ ἁμαρτίαι ὑμῶν εἰσιν αἱ διαχωρίζουσαι ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ; Διακόψωμεν, ὦ φίλοι, τὸ μεσότειχον τοῦ φραγμοῦ, ὅπερ διὰ παρακοῆς κακῶς ᾠκοδομήσαμεν· λάβωμεν ἐντεῦθεν λύσιν τοῦ χρέους, διότι οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ὁ δυνάμενος ἰάσασθαι. Σχολάσωμεν, ἀδελφοὶ, καὶ γὰρ σχολασταὶ ἀπεγράφημεν· οὐκ ἔστι πτῶμα, οὐκ ἔστι καιρὸν, οὐκ ἔστι φορτίον προφασίσασθαι· ὅσοι γὰρ ἔλαβον τὸν Κύριον διὰ λούτρου παλιγγενεσίας, ἔδωκε αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι,εἰπών· Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, καὶ ἡ ἀπάθεια. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀνιστᾷ μὲν ἀπὸ γῆς εἰς οὐρανὸν πένητα νοῦν· καὶ ἀπὸ κοπρίας παθῶν ἐγείρει πτωχὸν ἡ μακαρία ἀπάθεια· ἡ δὲ πανύμνητος ἀγάπη ποιεῖ αὐτὸν τοῦ καθίσαι μετὰ ἀρχόντων, ἁγίων ἀγγέλων, μετὰ ἀρχόντων λαοῦ Κυρίου.