Κλίμαξ/Λόγος ΙΗ

Από Βικιθήκη
Κλίμαξ
Συγγραφέας:
Λόγος ΙΗ: Περὶ ἀναισθησίας ἤγουν νεκρώσεως ψυχῆς, καὶ θανάτου νοὸς πρὸ θανάτου σώματος.


ΛΟΓΟΣ ΙΗʹ.
Περὶ ἀναισθησίας ἤγουν νεκρώσεως ψυχῆς, καὶ θανάτου νοὸς πρὸ θανάτου σώματος

Ἀναισθησία καὶ ἐπὶ σωμάτων καὶ ἐπὶ πνευμάτων ἐστὶν νενεκρωμένη αἴσθησις, ἐκ χρονίας νόσου, καὶ ἀμελείας εἰς ἀναισθησίαν καταλήξασα. Ἀναλγησία ἐστὶ πεποιωμένη ἀμέλεια, ναρκῶσα ἔννοια· προλήψεως γέννημα, προθυμίας παγὶς, ἀνδρείας βρόχος· κατανύξεως ἄγνοια· ἀπογνώσεως θύρα, λήθης μήτηρ, καὶ μετὰ τόκον μητρὸς οἰκείας μήτηρ, διάκρισις φόβου· ἀνάλγητός ἐστιν ἄφρων φιλόσοφος αὐτοκατάκριτος ἐξηγητής· αὐτεναντίος φιλολόγος, τυφλὸς διδάσκαλος τοῦ βλέπειν· περὶ τῆς τοῦ τραύματος ὑγιείας διαλέγεται, καὶ τοῦτο ἐπικνήθων οὐ παύεται, κατὰ τοῦ πάθους φθέγγεται· καὶ τὰ βλάπτοντα ἐσθίων οὐ παύεται· κατ᾿ αὐτοῦ προσεύχεται, καὶ εὐθέως ἐπὶ τὴν αὐτοῦ ἐργασίαν πορεύεται· ἐπὶ τῇ τούτου ἐργασίᾳ κατ᾿ αὐτοῦ ὀργίζεται· καὶ τοὺς ἑαυτοῦ λόγους οὐκ αἰσχύνεται ὁ τάλας. Κακῶς πράττω, βοᾷ, καὶ προθύμως ἐπίκειται· τὸ στόμα κατ᾿ αὐτοῦ προσεύχεται, καὶ τὸ σῶμα ὑπὲρ αὐτοῦ ἀγωνίζεται. Περὶ θανάτου φιλοσοφεῖ, καὶ ὡς ἀθάνατος διάκειται. Περὶ χωρισμοῦ στενάζει, καὶ ὡς αἰώνιος νυστάζει. Περὶ ἐγκρατείας διαλέγεται, καὶ περὶ γαστριμαργίας ἀγωνίζεται. Περὶ κρίσεως ἀναγινώσκει, καὶ μειδιᾷν ἄρχεται περὶ κενοδοξίας, καὶ ἐν αὐτῇ τῇ ἀναγνώσει κενοδοξεῖ· περὶ ἀγρυπνίας ἐκστηθίζει, καὶ τῷ ὕπνῳ εὐθέως ἑαυτὸν καταβαπτίζει· τὴν προσευχὴν ἐγκωμιάζει, καὶ ὡς ἀπὸ μάστιγος ταύτης φεύγει· τὴν ὑπακοὴν μακαρίζει, καὶ πρῶτος αὐτὸς παρακούει. Τοὺς ἀπροσπαθεῖς ἐπαινεῖ, καὶ διὰ ῥάκος μνησικακῶν, καὶ πολεμῶν οὐκ αἰσχύνεται. Ὀργιζόμενος πικραίνεται, καὶ ἐπὶ τῇ πικρίᾳ πάλιν ὀργίζεται, καὶ τῇ ἥττῃ ἧτταν προστιθεὶς οὐκ αἰσθάνεται· κορεσθεὶς μεταμελεῖται, καὶ μικρὸν προβὰς, πάλιν τῷ κόρῳ προσέθηκε. Τὴν σιωπὴν μακαρίζει, καὶ διὰ πολυλογίας αὐτὴν ἐγκωμιάζει. Περὶ πραότητος διδάσκει, καὶ ἐν αὐτῇ τῇ διδασκαλίᾳ πολλάκις ὀργίζεται, καὶ ἐπὶ τῇ πικρίᾳ πάλιν ὀργίζεται· ἀνανήψας ἐστέναξε, καὶ τὴν κεφαλὴν κινήσας πάλιν τοῦ πάθους ἔχεται. Τὸν γέλωτα ψέγει, καὶ μειδιῶν περὶ πένθους διδάσκει. Ἑαυτὸν ὡς κενόδοξον ἐπί τινων καταμέμφεται, καὶ διὰ τοῦ ψόγου δόξαν ἑαυτῷ πραγματεύεται. Ἐμπαθῶς εἰς πρόσωπον βλέπει, καὶ περὶ σωφροσύνης διαλέγεται. Τοὺς ἡσυχάζοντας ἐν κόσμῳ διατρίβων ἐπαινεῖ, καὶ ἑαυτὸν αἰσχύνων οὐ κατανοεῖ. Τοὺς ἐλεήμονας δοξάζει, καὶ τοὺς πτωχοὺς ὀνειδίζει. Πάντοτε ἑαυτοῦ κατήγορος γίνεται, καὶ εἰς συναίσθησιν ἐλθεῖν οὐ βούλεται, ἵνα μὴ εἴπω οὐ δύναται.

Ἑώρακα ἐγὼ τοιούτους πολλοὺς περὶ ἐξόδου καὶ φοβερῶν κριτηρίων ἀκηκοότας καὶ δακρύοντας, καὶ ἔτι τῶν δακρύων ἐν ὀφθαλμοῖς ὑπαρχόντων σπουδαίως ἐπὶ τὴν τράπεζαν ἐβάδιζον. Καὶ τεθαύμακα πῶς καὶ πένθος αὕτη ἡ δέσποινα καὶ ὀζοθήκη τροπώσασθαι ἠδυνήθη ἐξ ἀναλγησίας πολλῆς κρατυνομένη. Κατὰ τὴν δύναμιν τὴν ψιλὴν τὴν προσοῦσάν μοι τῆς λιθώδους ταύτης, καὶ ἀκροτόμου μαινάδος, καὶ μωρᾶς τοὺς δόλους, καὶ μώλωπας γεγύμνωκα. Ἐπὶ πολὺ γὰρ φιλολογεῖν πρὸς αὐτὴν οὐκ ἀνέχομαι· ὁ δὲ δυνάμενος ἐν Κυρίῳ ἐκπειρασθῆναι τοῖς μώλωψι τὰ φάρμακα, μὴ κατοκνήσει· οὐ γὰρ αἰσχύνομαι πρὸς ταῦτα ἀδυναμίαν προβαλλόμενος ὡς ὑπὸ ταύτης ἰσχυρῶς κατεχόμενος, οὐδέ γε τοὺς δόλους αὐτῆς καὶ μηχανὰς ἐξ ἑαυτοῦ καταλαβέσθαι ἴσχυσα, εἰ μή γε αὐτήν που κατειληφὼς βίᾳ κεκράτηκε. Καὶ τὰ προλεχθέντα βασανίσας αὐτὴν ὁμολογῆσαι πεποίηκα, μάστιγι φόβου Κυρίου, καὶ ἀδιαλείπτου προσευχῆς μαστιγώσας αὐτήν. Διὸ καὶ ἔλεγεν ἡ τυραννὶς καὶ κακοῦργος· Οἱ ἐμοὶ ὑπόσπονδοι νεκροὺς ὁρῶντες γελῶσιν· ἐν προσευχῇ παριστάμενοι, λιθώδεις ὅλοι καὶ σκληροὶ καὶ σκοτεινοὶ τυγχάνουσι· πρὸς τὴν ἱερὰν τράπεζαν παριστάμενοι ἀναισθητοῦσι τοῦ δώρου μεταλαμβάνοντες ὡς ψιλοῦ ἄρτου ἐπιγεύσει διάκεινται· ἐγὼ κατανυσσομένους ὁρῶσα μυκτηρίζω. Πάντα τὰ τικτόμενα ἐξ ἀνδρείας καὶ πόθου ἀγαθὰ ἐγὼ ἀποκτείνειν ὑπὸ τοῦ ἐμὲ γεγεννηκότος πατρὸς μεμάθηκα. Ἐγὼ γέλωτος μήτηρ· ἐγὼ ὕπνου τροφός· ἐγὼ κόρου φίλη· ἐγὼ ψευδευλαβείᾳ συμπλέκομαι· ἐγὼ ἐλεγχομένη οὐ πονῶ· ἐγὼ οὖν ὁ τάλας τῆς μαινάδος τὸ λόγιον θαμβηθεὶς, ἠρώτων τοῦ ταύτην γεγεννηκότος τὸ ὄνομα μανθάνειν θέλων. Ἡ δέ· Γέννησιν μίαν οὐ κέκτημαι· μικτὴ δέ πως καὶ ἄστατος ἡ ἐμὴ καθέστηκα κύησις· ἐμὲ κρατύνει κόρος, ἐμὲηὔξησε χρόνος, ἐμὲ πεπαγίωκε συνήθεια πονηρὰ, ἐκείνην ὁ κατέχων οὐκ ἐλευθερωθήσεταί μου. Ἐπίμενε μελετῶν ἐν ἀγρυπνίᾳ πολλῇ κρίσιν αἰωνίαν, ἴσως μικρὸν ὑποχαλάσω σοι. Ὅρα τὴν ἐμὴν αἰτίαν πόθεν ἐν σοὶ τίκτομαι· καὶ κατὰ τῆς ἐμῆς ἀγωνίζου μητρός· οὐ γὰρ μίαν ἐν πᾶσι κέκτημαι. Ἐν σοροῖς προσεύχου πυκνά· εἰκόνα τούτων ἀνεξάλειπτον ζωγραφῶν ἐν σῇ καρδίᾳ· ταύτης γὰρ μὴ γραφείσης γραφείῳ νηστείας, οὐ μή με νικήσῃς εἰς τὸν αἰῶνα.