Κατομυομαχία

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κατομυομαχία
Συγγραφέας: Θεόδωρος Πρόδρομος



Πρόλογος[Επεξεργασία]

ΑΡΙΣΤΟΒΟΥΛΟΣ ΑΠΟΣΤΟΛΙΟΣ ΙΕΡΟΔΙΑΚΟΝΟΣ ΤΟΙΣ ΕΝΤΕΥΞΟΜΕΝΟΙΣ ΧΑΙΡΕΙΝ.

Ὅμηρος μὲν τῶν ποιητῶν γονιμώτατος τῶν τοῦ Χίου παιδῶν ἑαυτῶι παρατεθέντων παιδεύεσθαι Βατραχομυομαχίαν τε καὶ Ἐπικιχλίδας, καθάπερ Ἡρόδοτος ἱστορεῖ, καὶ ἄλλα ὅσα παιγνίων ἀνάμεστα τοῖς τε παισὶν ἐκείνου καὶ τοῖς ἐπιγιγνομένοις χαριζόμενος συνετίθετο, ἵνα τῶν μαθημάτων ἀρχόμενοι τούτων ἥδιον ἀκροῶνται καὶ μὴ τῶν τὰ παίδων ὦτα διακναίειν φιλούντων. τῶν μεταγενεστέρων δέ τις τὸν ποιητὴν ἀπομιμεῖσθαι βουλόμενος πόλεμόν τινα γαλῆς πλασάμενος καὶ μυῶν εἰς κωμωιδίας τάξιν παρήγαγε μέτρωι ἰαμβείωι χρησάμενος. τούτου δέ μοι ταῖς χερσὶν ἐμπεσόντος ἔδοξεν ἅμα μὲν τοῖς φιλομαθέσι τῶν νέων ἔργον ἀπεργάσασθαι καταθύμιον, εἰ τοῦτον ὥσπερ τινὰ νέαν ἀοιδὴν τυπώσαντες ἀποπέμψομεν, ἅμα δὲ καὶ οἷόν τινα κήρυκα προεκπέμψαι τῆς οὐ μετ᾽ οὐ πολὺ τυπωθησομένης ἰωνιᾶς, ἐφ᾽ ἣν πολλὴν σπουδὴν ὁ ἐμὸς πατὴρ κατεβάλετο. [...] τὴν μὲν οὖν Γαλεωμυομαχίαν, ἣν ὁ συνθείς, ὅστις ἂν ἦν, καλῶς πάνυ καὶ ἀστείως συνέθετο, τανῦν τοῖς φιλομαθέσιν ἐκπέμπομεν, [...] παρ᾽ ἧς οὐχ ὅπως εὐφροσύνην, ἀλλὰ καὶ μεγίστην ὠφέλειαν οἱ σπουδαῖοι καρπώσονται.

Ὑπόθεσις[Επεξεργασία]

Τοῦ Προδρόμου.

Τοῦ μυῶν κυριεύοντος ἐν ὀπῆι τινὶ ζοφώδει καὶ κατεσκιασμένηι προσμένοντος Κρείλλου κατωνομασμένου, καὶ τῆς κάτης τῆιδε κἀκεῖσε δρομαίως περιπλεπούσης καὶ τὸν τοῦδε συνήθη δρόμον ἀνιχνευομένης, ὁ Κρείλλος μὴ φέρων τὴν ταύτης διηνεκῆ περισκόπευσιν τῶι τούτου ὁμαίμονι προσελθών, ὃς τὴν τοῦ Τυροκλέπτου ἀξίαν ἑαυτῶι περιέφερε, καὶ τούτωι συμβούλωι χρησάμενος ὧιτινι τρόπωι ταύτην κατατροπώσεται, πόλεμον ἄσπονδον κατ᾽ αὐτῆς δεδρακέναι μεμελετηκότες καὶ πλεῖστον μυῶν ἄθροισμα συνηθροικότες ἀμφότεροι καὶ τοῦτο νενουθηκότες ἀπείριτα καὶ πάμπλειστα παροξύναντες ἡβηδὸν παρευθὺ πρὸς αὐτὴν ἀντεξήιεσαν. καὶ δὴ προσκεκρουκότες ἑκάτεροι τὸν τοῦ Κρείλλου υἱὸν ἡ κάτα κρατήσασα καὶ τοῖς ὄνυξι ταύτης ἀγρίως σπαράξασα παραυτίκα τὸν νεανίαν εἰσβέβρωκεν. ἄγγελος τῶν μυῶν καθεωρακὼς τὸ γινόμενον εὐθέως πρὸς τὴν δάμαρτα τοῦ Κρείλλου ὑπέστρεψε, μηνύσων αὐτῆι τὸν τοῦ προσφιλεστάτου παιδὸς χαλεπώτατον θάνατον. τούτων τοίνυν ἐπὶ πολὺ μαχομένων ξύλον κατελθὸν σεσημμένον ἐξ ὑπερτάτης στέγης τὰ νεῦρα τῆς κάτης κατατέθλακε, καὶ νικέται τῆς μάχης οἱ μύες ἑωράθησαν.

Τὰ τοῦ δράματος πρόσωπα[Επεξεργασία]

  • Κρείλλος
  • Τυροκλέπτης
  • κῆρυξ
  • χορὸς θεραπαινῶν
  • ὁμευνέτις Κρείλλου
  • ἄγγελος

προλογίζει ὁ Κρείλλος.

Κατομυομαχία[Επεξεργασία]

Κρείλλος
Τί τὸν τοσοῦτον ἀνδρικώτατοι χρόνον
μένοντες εἴσω τῶν ὀπῶν ἀεννάως
δείμωι σύνεσμεν καὶ φρίκηι καὶ δειλίαι
καὶ δυσμόρως δίμεν οἰκεῖον βίον,
μηδὲ προκύψαι τῆς ὀπῆς ἡιρημένοι,
ἀλλ᾽ οἰκτρότατοι καὶ φόβου πεπλησμένοι
βίον σκοτεινὸν ἀθλίως μυωξίαις
ζῶμεν, καθώσπερ οἱ πεφυλακισμένοι,
καὶ νύκτα τὸν σύμπαντα τοῦ χρόνου δρόμον
μακρὰν δοκοῦνεν καὶ σκιὰν τοῦ θανάτου,
ὡς οἱ ζοφώδεις Κιμμέριοι τοῦ λόγου,
οἳ Ποντικῶν ἔχοντες ἀμβλυωπίαν
ζόφωσιν ἑξάμηνον εἷλκον τοῦ βίου;
Τυροκλέπτης
κἂν μὴ θέλωμεν, ἐσμὲν ἐν μυωξίαις.
εί γὰρ προελθεῖν, ὡς λέγεις, θαρραλέως
τολμήσομεν βαίνοντες ἀσχέτωι δρόμωι,
τάχιστ᾽ ἂν ἐμπέσοιμεν αἰπεῖ κινδύνωι,
καὶ προὐμμάτων ἴδοιμεν οἰκείων μόρον,
καὶ τὸν σκοτεινὸν Ἀιδωνέως τόπον
λάβωμεν ἀντίποινον ἀκρατωσύνης.
Κρείλλος
πῶς γοῦν παρεμπέσοιμεν ὡς φὴς κινδύνωι,
καὶ τὸν βίον λίποιμεν ἀθλίωι μόρωι;
Τυροκλέπτης
ληφθέντες εἴσω τῶν φρικωδῶν χειλέων
τῆς ἅρπαγος, Κρείλλε, τῆς δολοπλόκου.
Κρείλλος
τίς ἔστιν αὕτη; μὴ φθονήσηις τοῦ λέγειν·
οὐ γὰρ προχείρως τῶι σκόπωι περιστρέφω.
Τυροκλέπτης
ἣν κάταν ὠνόμασεν ἀνθρώπων γένος.
αὕτη γὰρ ἀεὶ χηραμοὺς περιβλέπει,
καὶ μῦς ἐρευνᾶι καὶ καθώσπερ οἱ κύνες
ἰχνηλατοῦσι τοὺς λαγωοὺς ποικίλως,
τὸν αὐτὸν αὕτη σκανδαλοπλόκως τρόπον
ἡμᾶς διιχνεῖ λυγγικὸν βλέπουσά τι.
Κρείλλος
οἶδ᾽ ἥνπερ ἡρμήνευσας ἠκριβωμένως.
καὶ γὰρ πρὸ καιροῦ τὴν ἐμὴν θυγατέρα
(Λυχνογλύφον δέ φημι τὴν πεφιλμένην)
οἰκτρῶς κατημάλαψε φεῦ μοι προὐμμάτων.
Τυροκλέπτης
κἀμοῦ τὸ τέκνον τὴν φίλην Λαρδοκόπον
καὶ τὸν ποθεινὸν Σιτοδάπτην καὶ φίλον
εἰς ἐκδίκησιν τῆς ἀδελφῆς ἡκότα.
Κρείλλος
τί γοῦν; κατοκνήσωμεν ὡς θηλυδρίαι
καὶ παρίδωμεν τὸν φόνον τῶν φιλτάτων;
Τυροκλέπτης
καὶ τί προσῆκον ἐργάσασθαι τυγχάνει;
Κρείλλος
εἰς ἀντάμυναν ἀπιδεῖν τῆς παμφάγου
καὶ τῶν θανόντων ἐκδικῆσαι τὸν μόρον.
Τυροκλέπτης
ποίωι τρόπωι; κάτειπε σὺν σαφηνίσει.
Κρείλλος
μόθον πρὸς αὐτὴν ἀτρόμως τετευχότες.
Τυροκλέπτης
δέδοικα ναὶ δέδοικα μὴ πεφασμένοι
χἠμεῖς φανῶμεν καὶ κακῶς βεβρωμένοι,
καὶ κύρμα κάτης φεὺ γενώμεθα ξένον.
Κρείλλος
καὶ τοῦτο δεῖν ἕκητι τῶν τεθνηκότων·
καὶ γὰρ γινώσκεις τοὺς γραφαῖς αἰνουμένους
τῶν συγγενῶν ἕκητι καὶ τῶν γνωρίμων,
παίδων ἀδελφῶν συζύγων φυτοσπόρων,
θανόντας ἀπλήρωτον ἕλκοντας κλέος.
Τυροκλέπτης
ἴσημαι πάντως· ἀλλὰ δεινὸν τυγχάνει
λιπεῖν τὸ λαμπρὸν στάδιον τῆς ἡμέρας
καὶ τῶι σκοτεινῶι συγκαλυφθῆναι τάφωι.
Κρείλλος
οὐκ οἶδας; ἢν μέγιστον ἄρωμεν κράτος
καὶ πικροτάτωι τήνδε δώσομεν μόρωι.
Τυροκλέπτης
ὅτωι τρόπωι σύναιμε σαφήνιζέ μοι.
Κρείλλος
αὐτῆι μαχησμὸν συστάδην δεδρακότες.
Τυροκλέπτης
κρεῖττον δοκεῖ μοι συμβαλεῖν λαθριδίως.
Κρείλλος
ποία δ᾽ ὄνησις λάθρα τοῦ προσιέναι;
Τυροκλέπτης
εἰ γὰρ προγνώσηι τῶι δόλοις προσανέχειν
ὡς εἰς μαχησμὸν αἱρετὸν συνεστάναι,
καὶ συμμάχων ὅμιλον εἰς αὐτὴν λάβοι,
καὶ συμβαλοῦσα τηνικαῦτα τὸ στέφος
ἀρεῖ πριππεύσασα τὴν ἡμῶν ἴλην.
Κρείλλος
χἠμεῖς κατ᾽ ἶσον συμμάχων ὁμηγύρεις
λάβωμεν εἰς ἄρηξιν ὡς εἰθισμένον.
Τυροκλέπτης
οὐκ οἶσθα πῶς πρὶν συνιστῶντες τὸν μόθον
πρὸς τὸ στράτευμα τῶν γαλῶν καὶ βατράχων,
καὶ συμμάχων κράτιστον εἴχομεν νέφος;
Κρείλλος
ἴσημι πῶς κάκιστον εἴδομεν μόρον
παίδων ὁμεύνων γνωρίμων φυτοσπόρων·
μικροῦ δ᾽ ἀπωλώλειμεν ἡμεῖς τῶι τότε.
Τυροκλέπτης
δέδοικα καὶ νῦν μὴ θάνωμεν τῶι μόθωι.
Κρείλλος
οὔ, νὴ θεῶν πλήρωμα τῶν οὐρανίων.
εὔελπίς εἰμι καὶ γὰρ ἐξ ὀνειράτων.
Τυροκλέπτης
τί γοῦν; ὄνειρον ἐμφανῶς ἑωράκεις;
Κρείλλος
ὁ Ζεὺς γὰρ ὤφθη κατ᾽ ὄναρ κνώσσοντί μοι,
καὶ θάρσος ἐντέθεικε τἠμῆι καρδίαι,
καὶ προσπεφώνηκε .
Τυροκλέπτης
τίνι προσωμοίωτο; καὶ τοῦτο φράσον.
Κρείλλος
τῶι Τυρολείχωι τῶι φρονίμωι πρεσβύτηι.
Τυροκλέπτης
πῶς δ᾽ οὐκ ἐπ᾽ ἄλλων ὡράθη σοι τῶν χρόνων;
Κρείλλος
ἐμαῖς ἀπειλαῖς ὡράθη πτοιαλέος.
Τυροκλέπτης
τί γοῦν; ἐπηπείληκας αὐτῶι τῶι πόλον
οἰκοῦντι καὶ λέγοντι τοῖς ἀθανάτοις
σειρὰν μεγίστην ἐξανάψειν τοῦ πόλου
καὶ πάντας ἕλξειν χειρὶ πανσθενεστάτηι;
Κρείλλος
ναὶ τῆτες ἠπείληκα τούτωι μυρία.
καὶ γὰρ καθ᾽ αὐτὸν ἱστορῶν μου τὸν βίον,
ὅπως μένων ἔσωθεν οἰκτρῶς γωνίας
ὅλος σκοτεινός εἰμι καὶ ζόφου γέμων
καὶ δεῖμα δεινὸν ἐνδέδειγμαι καὶ τρέμω
ζῶιον πενιχρὸν ἔμπλεων ἀηδίας,
ὤιμωζον ὠλόλυζον ἠθύμουν μέγα,
ἔκοπτον ἐσπάραττον οἰκείαν γένυν,
καὶ τὸν θεῶν ὕπατον ὕβριζον Δία,
καὶ προστέθεικα τοῖς στεναγμοῖς σὺν χόλωι
δεινὰς ἀπειλὰς παντελῶς δειμαλέας.
Τυροκλέπτης
τί γοῦν; ἐπηπείληκας; εἰπὲ καὶ τόδε.
Κρείλλος
ὡς εἴπερ οὐ θήσει με νικητὴν μέγαν
καὶ παγκράτιστον τῆι μάχηι στεφανίτην,
τάχυ προσελθὼν εἰς ναὸν τῶν θυμάτων
ἅπαντα θήσω πρὸς τροφὴν τῆς κοιλίας.
Τυροκλέπτης
κἀγὼ συνέλθω σὺν συνεύνωι καὶ τέκνοις.
ἀλλ᾽ ὡς ἔοικε τὸν μόθον καθιστόρει.
Κρείλλος
ναὶ δῆτα, καὶ σύμπαντας ἀρτίως μύας
κεκληκέναι προύμελλον εἰς ἐκκλησίαν.
Τυροκλέπτης
οὐκοῦν ἐπεὶ δέδοκτο τῶι φυταλμίωι
ἀπαλλαγῆναι τοῦ σκοτοκρύπτου βίου
ἐλευθερωθῆναί τε κατῶν τοῦ φόβου,
τοὺς μῦς ἅπαντας ἀρτίως συγκλητέον.
καὶ πρῶτον εἰς κάταρξιν ἰτέον λόγων
ἐπιτρεπόντων προσφέρειν εὐτολμίαν.
εἶτα στρατηγοὺς τῶν στρατῶν εἰργακότες
καὶ ταξιάρχας καὶ λοχαγούς, ὡς θέμις,
λογχηφόρους τε καὶ κραταιοὺς ὁπλίτας
ἀντεξίωμεν εἰς μόθον τεταγμένοι.
Κρείλλος
καλῶς ἔφησας καὶ σοφῶς καὶ κοσμίως
(καὶ γὰρ τὸ γῆρας νουθετεῖ) καὶ σωφρόνως.
κήρυξ ἴτω δὲ καὶ καλείτω τοὺς μύας.
κῆρυξ
ἰδοὺ πάρεισι μύαρχοι ξυνηγμένοι
καὶ σῶι παρεστήκασιν βουλευτηρίωι.
Κρείλλος
ἐγὼ μέν, ὦ σύνταγμα γενναίων φίλων
εὔεικτον εὐόμιλον, ἐκ πολλοῦ χρόνου
πολλὴν καταγνοὺς τῶν πάλαι πεφυκότων
τὴν ἀσθένειαν καὶ κακίστην δειλίαν
ἀνθ᾽ ὧνπερ εἴσω φωλεῶν μυχαιτάτων
μένοντες οὐκ εὔτολμον εἶχον καρδίαν
ἀλλ᾽ ὡς κλινήρεις καὶ μέλη παρειμένοι
ἔπτησσον ἐλθεῖν εἰς μάχην ἐναντίων.
ἤδη στρατεύειν ἱστορῶ θαρραλέως.
οὐ γὰρ προσῆκόν μοι δέδοκτο καὶ φίλον
σθένος φέροντι καὶ κρατοῦντι μυρίων,
πομπὰς τελοῦντι καὶ κρότοις ἠινημένωι
τρέμειν προελθεῖν τῆς ἐμῆς μυωξίας.
ὑμεῖς δ᾽ ἑτοίμως τὸν λόγον δεδεγμένοι,
ὡς εὐγενῶν πέλοντες ἐκ φυτοσπόρων
καὶ πανσθενῶς ἔχοντες αὐτῶν τοῦ τόνου,
μὴ νωχελεῖς γένησθε πρὸς τὰ πρακτέα,
μηδ᾽ ὀκλάσητε μηδαμῶς, ὦ γεννάδαι,
ἀλλ᾽ ὡς ἐνόν ἅπαντες, ὦ θεῖοι μύες,
ἴτε προθύμως πρὸ νέαν στρατηγίαν,
ζῆλον λαβόντες τῆς ἐμῆς ἐξουσίας.
ἐγὼ γὰρ οὐκ ὤκνησα πώποτ᾽ εἰς μόθον,
ἀλλ᾽ ὡς ἀληθῶς ἐκ νέας ἡλικίας
εἰς τὸ στρατηγεῖν ἀνδρικῶς ἐτραπόμην,
πάσαις δὲ πάντη προσβολαῖς ἐπεκράτουν.
γένος γὰρ ἐκφὺς εὐγενοῦς ἐξ ὀσφύος
(ὡς ἴστε πάντες τοὺς πάλαι θρυλλουμένους
ἐπὶ δυνάμει καὶ φρενῶν γερουσίαι
ἐμοὺς γονεῖς ἕλκοντας ἄπλετον κλέος·
τοὺς Χαρτοδάπτας ὠνομασμένους λέγω)
οὐκ ἠθέλησα ζῆν τὸν ἄπονον βίον,
ἀλλ᾽ εἰς μάθησιν τῶν στρατηγικωτάτων
ἀπεῖδον εὐθὺς ἐκ νέου μειρακίου.
ἤσκησα κόντον καὶ σπάθην σὺν ἀσπίδι,
βαίνειν ἐφ᾽ ἵππους καὶ στρέφεσθαι ποικίλως,
βάλλειν τὸν ἐχθρὸν εὐστόχως καὶ καιρίως,
τείνειν τὸ τόξον καὶ τὸν ἰὸν ἱέναι,
καὶ πᾶσαν ἁπλῶς τῆς στρατηγίας τέχνην
μεθῆλθον ὡς ἅπαντες οἱ στρατηλάται.
μόθων δὲ πολλῶν ἐγκρατὴς δεδειγμένος
καὶ πλεῖστα δοῦλα τῆς ἐμῆς ἐμπειρίας
ἔθνη δεδειχὼς ἦλθον εἰς μυαρχίαν,
πάντων ἄριστος καὶ μέγας κεκριμένος.
καὶ νῦν δὲ παγκάκιστον ἔγνων τυγχάνειν
τὸν ἀνθάμιλλον τοῦ Διὸς τοῦ τῆς Ῥέας
ζῶιον τρέμειν τι μικρὸν ἠθλιωμένον.
τοίνυν κελεύω τοὺς ἐμοὶ πεφιλμένους
ἅπαντας εἰς σύνταξιν ἐλθεῖν τῆς μάχης
στερρῶς κραταιῶς εὐσθενῶς εὐκαρδίως
σοφῶς ἐνεργῶς εὐφυῶς ὡπλισμένους.
τὰ νῦν δὲ λοιπὸν ἴτε πρὸς τὰς οἰκίας.
τὴν αὔριον δ᾽ ἕωθεν, ὦ στρατηλάται,
πάντας κινῆσαι βούλομαι θαρραλέως·
δοκεῖ γὰρ οὕτω συμφέρειν πρὸς τὸ πράγος.
Τυροκλέπτης
ἐπείπερ ἤδη πάντες εἰς τὰς οἰκίας
ἀπῆλθον ὥραι τοῦ καθευδῆσαι κλίνηι,
ἄπειμι κἀγὼ πρὸς κλίνην τὴν ἰδίαν.
Κρείλλος
εἴρηκας ὀρθῶς· τοιγαροῦν πειρατέον.
χορός
ὢ ποῖον ἄλγος νῦν κρατεῖ με καὶ θλίβει.
ὦ Ζεῦ, τί τοῦτο τῆς παρούσης ἡμέρας.
δεινὸς λογισμὸς ἔσχε μου τὸν δεσπότην
κάτηι προσάψαι μῶλον οὐ λαθριδίως.
δοκῶ γὰρ αὐτὸν σὺν πάσηι στρατηγίαι
θανεῖν, λιπόντα τὸνφαεσφόρον λύχνον.
Ἄπολλον, ἁγνόμαντι, Φοῖβε Λοξία,
τί τοῦτο τοῦτο; φεῦ παπαῖ φεῦ μοι πάλιν.
ἰαταταιάξ, ὢ πόνων ἰαλέμων.
αἶ αἶ ἰοὺ ἰοὺ κακῶν πονημάτων.
ἡμίχορος
ἴσως κρατήσει τὴν μάχην κατὰ κράτος.
ἡμίχορος
ἄπιστ᾽ ἄπιστα καινὰ καινά μοι λέγεις.
τὸ τοῦ Διὸς θέλημα νῦν ὑπαρξάτω.
Τυροκλέπτης
ὁρῶ θέουσαν ἐξ ὑέλλων ἡμέραν.
Κρείλλος
καὶ μὴν κἀγὼ δέδορκα τὴν λαμπηδόνα.
Τυροκλέπτης
καὶ τοιγαροῦν λίπωμεν ὕπνον καὶ κλίνην,
ὄις δὲ καὶ βοῦς τοῖς θεοῖς τεθυκότες
πρὸς τὸν μαχησμὸν ἐξίωμεν ἀτρόμως·
δεῖ γὰρ πρὸ πάντων ἱλεοῦν τοῦς ἐν πόλωι.
Κρείλλος
ἰδοὺ θύσαντες ἐκκαλοῦμεν τὸν Δία
καὶ τὴν Ἀθηνᾶν καὶ τὸν Ἑρμῆν καὶ Πάνα
καὶ τὸν Ποσειδῶ καὶ τὸν ἁγνὸν Λοξίαν,
Ἥραν σὺν αὐτοῖς Ἄρτεμίν τ᾽ ὀρειβάτιν,
Πλούτονα Λητώ, σὺν Ἄιδηι Περσεφόνην
καὶ πάντας ἄλλους, καὶ πτεροῦμεν τὸν πόδα.
χορός
ὦ πάντες ὦ σύμπαντες ὦ θεοὶ μόνοι,
ὅσοι τ᾽ ἄνωθεν καὶ κάτω κληρουχίαν
ἔχοντές ἐστε, τῶν καλῶν χορηγέται,
πρόστητε ναὶ πρόστητε καρτερωτάτως
τῶν δεσπότων μου τῶν νέαν στρατηγίαν
κατῶν τελούντων πρὸς τὸ πάμφαγον γένος.
ὁμευνέτις Κρείλλου
ὡς εἴθε νικήσειεν, ὦ Ζεῦ, τῶι μόθωι
οὑμοὶ στρατηγοὶ καὶ σύνευνος καὶ τέκνον.
χορός
καλὸν τὸ νικᾶν, ἀλλὰ δειλία μ᾽ ἔχει.
ὁμευνέτις Κρείλλου
κἀγὼ δέδοικα καὶ τρέμω κατὰ κράτος.
χορός
δεινὸν γάρ ἐστι δυσμενῶν εὐανδρία.
ὁμευνέτις Κρείλλου
ὦ Ζεῦ βασιλεῦ, χρηστὸν ἔργασαι μόθον.
χορός
ἀεὶ τὸ θεῖον τῶν καλῶν ἅπαν νέμει.
ὁμευνέτις Κρείλλου
εἰ μὲν κρατήσει τῶν μυῶν αἱ πληθύες
ἐξισχύσουσι τῆς ἐναντιουμένης,
εὖ ἂν τὸ λοιπὸν ἀνύσαιμεν τοῦ βίου
καὶ τὸν φόβον ῥίψαιμεν ὡς πορρωτάτω.
χορός
ναὶ δὴ γένοιτο τοῦτο, σὺν θεῶι λέγω.
ὁμευνέτις Κρείλλου
εἰ δ᾽ ἥττονες γένοιτο τῆς ἐναντίας
καὶ πρὸς φυγὴν βλέψωσιν ὡς τετραμμένοι,
ἅπαντα φροῦδα προσγενήσεται τάχα.
χορός
ὡς εἴθε μὴ γένοιτο μηδ᾽ ἔσοιτό μοι.
ὁμευνέτις Κρείλλου
καὶ πᾶς γένηται δοῦλος αἰχμαλωσίαι.
χορός
οὔκ, ἀλλὰ δεινὸν βρῶμα τῆς ἐναντίας.
ὁμευνέτις Κρείλλου
κἀγὼ δὲ δούλη παισὶ σὺν τοῖς φιλτάτοις
ἡ πρὶν κυρία προσφανήσομαι τάχα.
χορός
ἥκιστα δούλη σὺ γενήσηι σὺν τέκνοις,
ἀλλ᾽ ὡς ἀληθῶς βρῶμα τῆς ἀδηφάγου.
ὁμευνέτις Κρείλλου
τί γοῦν; προλίπω τὸ γλυκύτατον φάος
καὶ συγκαλυφθῶ τῆι κόνει καὶ τῶι τάφωι;
χορός
σίγα σίγα, δέσποινα, δεινόν τι βλέπω.
καὶ μὴν ὁρῶ θέοντά τιν᾽ ἐψευσμένον
καὶ πυκνὸν ἀσθμαίνοντα καὶ πεπληγμένον.
ἄγγελος
κυρία ποῦ πάρεστί τις δηλωσάτω.
χορός
ἔξεστί σοι θέλοντι ταύτην εἰσβλέπειν.
ἄγγελος
τάλαινα παντάλαινα καὶ τρισαθλία,
πέπτωκε τρωθεὶς ὁ Ψιχάρπαξ ἐν βέλει.
ὁμευνέτις Κρείλλου
ὢ τοῦ ποθεινοῦ καὶ πεφιλμένου τέκνου.
πέπτωκεν ἡμὴ τοῦ γήρως βακτηρία.
ὢ τῶν πόνων, ὢ τῶν πόνων ἰαλέμων.
παπαῖ, τὰ πάντα δεινὰ τῶν ἀγγελμάτων.
ἰοὺ θανοῦμαι. τίς γενωμαι; ποῦ φύγω;
πᾶι βῶ; παρεῖμαι τῶν μελῶν εὐρωστίας.
ὦ παῖ παπαῖ παῖ, φιλτάτη θεωρία.
χορός
τέτλαθί μοι τέτλαθι, παῦσαι τῶν γόων.
ὁμευνέτις Κρείλλου
ὦ Ζεῦ ταναώδιφρε τιτανοτρέπον.
χορός
αἶ αἶ τάλαινα μῆτερ ἠθλιωμένη,
ἐπίσχες ἄρτι τοὺς ἀπειρίτους στόνους.
ὁμευνέτις Κρείλλου
ἄπιστ᾽ ἄπιστα δεινὰ δεινά μοι λέγεις.
χορός
κατάσχε μικρὸν τοὺς ἀπειρίτους γόους.
ὁμευνέτις Κρείλλου
ὦ φιλτάτη πρόσοψις, ὦ παῖ μοι φίλε.
χορός
φέρειν πρέπον σε τὴν ἄπειρον ἀνίαν,
μαθεῖν δὲ λοιπὸν τἀπίλοιπα τοῦ μόθου.
ὁμευνέτις Κρείλλου
ἀλλ᾽ οὐ σθένω σχεῖν τοῦ πόνου τὴν πικρίαν.
χορός
τίς γοῦν ὄνησις ἐκ γόων ἀμετρίας;
ὁμευνέτις Κρείλλου
αὐτὴν διαχρήσαιμι καὶ τάχει θάνω.
χορός
μὴ δῆτα τοῦτο, μηδὲ σὺ στρέφειν θέλε.
ὁμευνέτις Κρείλλου
καὶ πῶς ἀνεκτὸν μὴ πεφύρθαι καὶ στένειν;
χορός
τί δὲ στένουσα τοὺς λογισμοὺς κουφίζεις;
οὐδεὶς θανόντας ἐξεγείρει τοῦ τάφου.
ὁμευνέτις Κρείλλου
παυσθεῖσα τί πράξαιμι τῶν στεναγμάτων;
χορός
μαθεῖν θέλησον τἀπίλοιπα τοῦ μόθου.
ὁμευνέτις Κρείλλου
καὶ τίς κατείπηι ταῦτα καὶ σαφηνίσει;
χορός
ὁ τῶν παρόντων ἄγγελος ἀγγελμάτων.
ὁμευνέτις Κρείλλου
καὶ ποῦ πάρεστιν;
χορός
εἰσορᾶν ἔξεστί σοι.
ὁμευνέτις Κρείλλου
ἐκ τοῦ πάθους ὄλωλα καὶ συνετρίβην,
καὶ τὰς κόρας ἤμβλυνα τὰς τῶν ὀμμάτων.
χορός
ἅπαν διευκρίνησον, ἀγγεληφόρε,
ὅπως μὲν ἔστι τῆς μάχης ἡ τραχύτης,
καὶ πῶς ὁ παῖς πέπτωκε καὶ παρερρύη.
ἄγγελος
εἴπω καθεζῆς ἢ τέμω τὰς ἐμφάσεις;
χορός
ἑξῆς ἅπαν ἔξειπε συμβὰν τῆι μάχηι,
αὐτῆς ἀπ᾽ ἀρχῆς τὸν λόγον διεννέπων.
ἄγγελος
εἴπω τὰ πάντα· τοιγαροῦν ἀκουστέον.
ἐπεὶ γὰρ εἰς σύμμιξιν ἦλθον τῆς μάχης,
πρῶτον μὲν ὁ κράτιστος ἐθνοσατράπης,
ὁ Ψιχολείχης, συμβαλὼν τῆι παμφάγωι
ἥττητο καὶ πέπτωκεν, οἰκτρά τις θέα,
καὶ πᾶσα τούτου στρατιὰ διεφθάρη.
ἔπειτ᾽ ἐπῆλθεν ἄλλος ἀρχισατράπης,
ὃς πᾶσιν ὠνόμαστο Κωλυκοκλόπος,
καὶ ταὐτὸν αὐτῶι πτῶμα πέπτωκε ξένον,
οὐδ᾽ ὑπομείνας προσβολὴν βραχυτάτην.
ὡς γοῦν ἑώρα τοὺς κραταιοὺς σατράπας
ἤδη πεσόντας ὁ Ψιχάρπαξ καὶ βόσιν
οἰκτρὰν φανέντας σὺν στρατῶι τῆι παμφάγωι,
ὀργῆς ἐπλήσθη καὶ χόλου βαρυτάτου
(θυμοῦ γὰρ οὐδέν ἐστιν ἄλλο πικρία,
εἰ μὴ ζέσις τις αἵματος πρὸς καρδίαν),
λαβὼν δὲ κοντὸν χερσὶν ἐστομωμένον
ἐπῆλθεν αὐτῆι τοῦ τεθανατωκέναι.
ἣ δ᾽ εἰσιδοῦσα τοῦτον ἡτοιμασμένον
ἐκ τοῦ σύνεγγυς πρὸς σφαγὴν ἑστηκότα
καὶ κοντὸν ἐκτείνοντα καρτερωτάτως,
ὥρμησεν αὐτὸν συλλαβεῖν παραυτίκα,
καὶ δὴ κατέσχε τοῖς ὄνυξιν ἀγρίως,
καὶ σὺν τάχει βέβρωκε τὸν νεανίαν.
χορός
καὶ ταῦτ᾽ ἐπ᾽ ὄψει τοῦ φίλου φυτοσπόρου;
ὁμευνέτις Κρείλλου
τὸ μεῖζον αὐτὸ τυγχάνει μοι τοῦ πάθους.
ἄγγελος
ἐγὼ δ᾽ ἐπεὶ δέδορκα τοῦτο τὸ πράγος,
προσῆλθον ὦ πότνιά σοι πεφρακέναι.
χορός
ὡς εἴθε μηδ᾽ ἐπῆλθες, ἀγγεληφόρε.
ὁμευνέτις Κρείλλου
μέγιστον ἦν μοι μηδ᾽ ὅλως προσιέναι·
οὐκ ἂν γὰρ ἀκμὴν τῶι πάθει συνεσχέθην.
ἄγγελος
ἐγὼ μὲν οὖν ἄπειμι τὴν ὀπισθίαν.
χορός
ἔλθοις κακῶν ἥκιστα μηνυτὴς πάλιν.
ὁμευνέτις Κρείλλου
κακὸς κακῶς ὄλοιτο νῦν ὁ πυρφόρος.
χορός
δέδοικεν ἡμᾶς δυσφορούσας τῶι λόγωι.
ὁμευνέτις Κρείλλου
ὢ ποῖον ἄνθος τῶν μυῶν ἀπεκρύβη.
χορός
ἐμοὶ δοκεῖ κάλλιστον εἶναι καὶ πρέπον
σύνθρηνον ἆισαι παιδὶ τῶι πεπτωκότι.
ὁμευνέτις Κρείλλου
καλῶς ἔφησας· τοιγαροῦν θρηνητέον.
χορός
πρώτιστα σὺ κρότησον ἀρχὴν τοῦ πάθους.
ὁμευνέτις Κρείλλου
ἆ ἆ παπαῖ, παῖ παῖ, παπαῖ παῖ πολλάκις.
χορός
παῖ παῖ Κρείλλε, παῖ παπαῖ παῖ δέσποτα.
ὁμευνέτις Κρείλλου
ἆ ἆ πόθι, παῖ, ποῦ ποτ᾽ ἀπέβης, τέκνον;
χορός
ποῖ ποῖ καλυφθεὶς ἐξαπέπτης τοῦ βίου;
ὁμευνέτις Κρείλλου
ὢ ὢ πόθι, παῖ τῶν πόνων ἰαλέμων.
χορός
ἰαλέμων, ὢ καὶ πάλιν ἰαλέμων.
ὁμευνέτις Κρείλλου
ἆ ἆ λέλοιπας τὸν λύχνον τῆς ἡμέρας.
χορός
ἅπανθ᾽ ἅπαντα τοῦ βίου τέφρα κόνις,
ἁπαξάπαντα τοῦ βίου σκιὰ μόνον.
ὁμευνέτις Κρείλλου
οἶ οἶ, παρῆλθες, ὦ Ψιχάρπαξ, ὦ τέκνον.
χορός
ἀρκεῖ. τὸ λοιπὸν βαῖνε μὴ περαιτέρω·
ἤδη βλέπω γὰρ ἄγγελον ταχυδρόμον.
ὁμευνέτις Κρείλλου
δέδοικα μὴ πάλιν τι δεινόν μοι φράσηι.
χορός
οὔκ, ὦ σεβαστή.
ὁμευνέτις Κρείλλου
πῶς ἄρ᾽ οἶδας, πῶς ἄρα;
χορός
φαιδρῶι προσώπωι τὸν δρόμον διατρέχει.
ὁμευνέτις Κρείλλου
ὡς εἴθε χρηστὸν ἄγγελον Ζεῦ μοι πρόες.
ἄγγελος
ἡ δεσπότις πέφυκε ποῦ τις εἰπάτω.
χορός
ἰδοὺ πάρεστι, καὶ θέλεις εἴπερ βλέπε.
ἄγγελος
πάγχρυσε, φαιδρὰ μὴ τεθλιμμένη γίνου,
κἀμοὶ βράβευε δῶρα τῶν ἀγγελμάτων.
ὁμευνέτις Κρείλλου
ἔξειπε, μὴ χλεύαζε κομπορρημόνως.
ἄγγελος
ἤν μοι νέμηις πρωτίστα δῶρα τοῦ λόγου.
ὁμευνέτις Κρείλλου
εἰπόντι δώσω καὶ παράσχω συντόμως.
ἄγγελος
τέθνηκεν ἡ τάλαινα κάτα τῶι μόθωι.
χορός
ἆ ἆ κροτήσω καὶ χαρήσομαι πλέον·
νικησάτο γὰρ ἡ χαρὰ τὴν ἀνίαν.
ὁμευνέτις Κρείλλου
ὑφ᾽ ἡδονῆς μέγιστον ὀρχοῦμαι πάνυ.
χορός
τὰ τοῦ μόθου πρῶτόν σε μαθεῖν νῦν θέον,
καὶ πῶς τέθνηκε δυσμενὴς ἡ παμφάγος.
ὁμευνέτις Κρείλλου
ἐξειπάτω δὴ πᾶσαν ἀγγεληφόρος
τὴν συγκρότησιν τῆς μάχης καὶ τὸν μόρον
τῆς ἀγριωποῦ καὶ κακῆς μυοκτόνου.
χορός
ἡ δεσπότις λέλακε· τὴν γλῶτταν κρότει.
ἄγγελος
ἰδοὺ τὸν εἱρμὸν εὐτρεπίζω τοῦ λόγου.
ὑμεῖς δ᾽ ἐτοίμως ὠσὶν οὖσιν ὀρθίοις
ἐνωτίσασθε τῶν ἐφηρμηνευμένων.
ὡς γοῦν ὁ δεινὸς σωματοφθόρος μόθος
ἔσχηκεν ἀρχὴν προσβολῆς εὐκοσμίαι
καὶ πρῶτα μὲν πέπτωκεν ἐθνοσατράπης
ὁ Ψιχολείχης, εἶθ᾽ ὁ Κωλυκοκλόπος,
ἔπειθ᾽ ὁ παῖς τοῦ καλοῦ μου δεσπότου,
ἤλγησεν οὗτος τῶι πάθει τὴν καρδίαν,
ἰδὼν τὸν υἱὸν τὸν φίλον τεθνηκότα.
καὶ τὴν ὑπ᾽ αὐτὸν στρατιὰν παροτρύνας
ἐπῆλθεν ἀπτὼς τῆι φθόρωι καὶ παμφάγωι,
καὶ πρὸς ἅμιλλαν ἀτρόμως συνεπλάκη.
πλεῖστον δὲ καιρὸν ἀνθυπηγωνισμένων
καὶ μηδενὸς φεύγοντος ἀλλ᾽ ἑστηκότος,
ξύλον κατελθὸν τῆς ὑπερτάτης στέγης
ἔτει παλαιὸν καὶ χρόνωι τεθραυσμένον
ἔπληξεν αὐτὴν ἐν μέσωι μεταφρένωι,
καὶ νεῦρα συντέθλακεν αὐτῆς αὐτίκα,
καὶ πρὸς βάθη πέπτωκεν Ἀιδωνέως.
καὶ τὴν πρὶν ἡμῖν δυσμενῆ κατὰ κράτος
ἄσπονδον ἀμείλικτον ἠγριωμένην
ἔδειξεν ἄπνουν ἐκτάδην ἡπλωμένην.
χορός
ζώοις ἀλύπως εὐθαλέως εὐκαρδίως
εἰς λυκάβαντας μήποτε πληρουμένους
ἀνθ᾽ ὧνπερ ἦλθες ἄγγελος ποθουμένων
καὶ τὸν φόνον προύφηνας ἡμῖν τῆς φθόνου.
ἤδη γὰρ εἶδον πᾶν ποθουμένον τέλος
εἰληφὸς ἄρτι καὶ καλῶς ἠνυσμένον.