Μετάβαση στο περιεχόμενο

Κατά Επικράτους

Από Βικιθήκη
Κατὰ Ἐπικράτους καὶ τῶν συμπρεσβευτῶν ἐπίλογος [ὡς Θεόδωρος]
Συγγραφέας:
Lysias. Lysias with an English translation by W.R.M. Lamb, M.A. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1930.


κατηγόρηται μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Ἐπικράτους ἱκανὰ καὶ τῶν συμπρεσβευτῶν: ἐνθυμεῖσθαι δὲ χρὴ ὅτι πολλάκις ἠκούσατε τούτων λεγόντων, ὁπότε βούλοιντό τινα ἀδίκως ἀπολέσαι, ὅτι, εἰ μὴ καταψηφιεῖσθε ὧν αὐτοὶ κελεύουσιν, ἐπιλείψει ὑμᾶς ἡ μισθοφορά. [2] καὶ νῦν οὐδὲν ἧττον ἐνδεῖ: ὥστε τὸ μὲν πάθος καὶ ἡ αἰσχύνη διὰ τούτων ὑμῖν γίγνεται, ἡ δ᾽ ὠφέλεια τούτοις: πεπείρανται γὰρ ὅτι, ὁπόταν οὗτοι καὶ οἱ τούτων λόγοι δοκῶσιν αἴτιοι εἶναι ψηφιεῖσθαι ὑμᾶς παρὰ τὸ δίκαιον, ῥᾳδίως παρὰ τῶν ἀδικούντων χρήματα λαμβάνουσι. καίτοι τίνα χρὴ ἐλπίδα ἔχειν σωτηρίας, [3] ὁπόταν ἐν χρήμασιν ᾖ καὶ σωθῆναι τῇ πόλει καὶ μή, ταῦτα δὲ οὗτοι, φύλακες ὑφ᾽ ὑμῶν καταστάντες, οἱ τῶν ἀδικούντων κολασταί, κλέπτωσί τε καὶ καταδωροδοκῶσι; καὶ οὐ νῦν πρῶτον ὤφθησαν ἀδικοῦντες, ἀλλὰ καὶ πρότερον ἤδη δώρων ἐκρίθησαν. [4] <ὃ> καὶ ὑμῖν ἔχω ἐπικαλέσαι ὅτι τοῦ αὐτοῦ ἀδικήματος Ὀνομάσαντος μὲν κατεψηφίσασθε, τούτου δὲ ἀπεψηφίσασθε, τοῦ αὐτοῦ ἀνδρὸς ἁπάντων κατηγοροῦντος καὶ τῶν αὐτῶν καταμαρτυρούντων, οἳ οὐχ ἑτέρων ἤκουσαν, ἀλλ᾽ αὐτοὶ ἦσαν οἱ περὶ τῶν χρημάτων καὶ τῶν δώρων πρὸς τούτους πράττοντες. [5] καίτοι τοῦτο ἅπαντες ἐπίστασθε, ὅτι οὐχ ὅταν τοὺς μὴ δυναμένους λέγειν κολάζητε, τότε ἔσται παράδειγμα τοῦ μὴ ὑμᾶς ἀδικεῖν, ἀλλ᾽ ὁπόταν παρὰ τῶν δυναμένων δίκην λαμβάνητε, τότε πάντες παύσονται ἐπιχειροῦντες εἰς ὑμᾶς ἐξαμαρτάνειν. [6] νῦν δ᾽ ἀσφαλῶς αὐτοῖς ἔχει τὰ ὑμέτερα κλέπτειν. ἐὰν μὲν γὰρ λάθωσιν, ἀδεῶς αὐτοῖς ἕξουσι χρῆσθαι: ἐὰν δὲ ὀφθῶσιν, ἢ μέρει τῶν ἀδικημάτων τὸν κίνδυνον ἐξεπρίαντο, ἢ εἰς ἀγῶνα καταστάντες τῇ αὑτῶν δυνάμει ἐσώθησαν. νῦν τοίνυν, ὦ ἄνδρες δικασταί, παράδειγμα ποιήσατε τοῖς ἄλλοις δικαίοις εἶναι, παρὰ τούτων δίκην λαβόντες. [7] ἥκουσι δὲ πάντες οἱ τὰ τῆς πόλεως πράττοντες οὐχ ἡμῶν ἀκροασόμενοι, ἀλλ᾽ ὑμᾶς εἰσόμενοι ἥντινα γνώμην περὶ τῶν ἀδικούντων ἕξετε. ὥστ᾽ εἰ μὲν ἀποψηφιεῖσθε τούτων, οὐδὲν δεινὸν δόξει αὐτοῖς εἶναι ὑμᾶς ἐξαπατήσαντας ἐκ τῶν ὑμετέρων ὠφελεῖσθαι: ἐὰν δὲ καταψηφισάμενοι θανάτου τιμήσητε, τῇ αὐτῇ ψήφῳ τούς τε ἄλλους κοσμιωτέρους ποιήσετε ἢ νῦν εἰσι, καὶ παρὰ τούτων δίκην εἰληφότες ἔσεσθε. [8] ἡγοῦμαι δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδ᾽ εἰ μὴ προθέντες αὐτοῖς κρίσιν, ἢ ἀπολογουμένων μὴ ἐθελήσαντες ἀκοῦσαι, καταψηφισάμενοι τῶν ἐσχάτων τιμήσαιτε, οὐκ ἂν ἀκρίτους αὐτοὺς ἀπολωλέναι, ἀλλὰ τὴν προσήκουσαν δίκην δεδωκέναι. οὐ γὰρ οὗτοι ἄκριτοί εἰσι, περὶ ὧν ἂν ὑμεῖς εἰδότες τὰ πραχθέντα ψηφίσησθε, ἀλλ᾽ οἵτινες ἂν ὑπὸ τῶν ἐχθρῶν διαβληθέντες περὶ ὧν ὑμεῖς μὴ ἴστε, ἀκροάσεως μὴ τύχωσι. τούτων δὲ τὰ μὲν πράγματα κατηγορεῖ, ἡμεῖς δὲ καταμαρτυροῦμεν: καὶ οὐ τοῦτο δέδοικα, [9] ὡς ἐὰν ἀκροᾶσθε αὐτῶν ἀποψηφιεῖσθε: ἀλλ᾽ οὐκ ἂν ἡγοῦμαι αὐτοὺς δίκην ἀξίαν δεδωκέναι, εἰ ἀκροασάμενοι αὐτῶν καταψηφίσαισθε. πῶς γάρ, ὦ ἄνδρες δικασταί, οἷς οὐδὲ ταὐτὰ καὶ ὑμῖν συμφέρει; οὗτοι μὲν γὰρ ἐν τῷ πολέμῳ ἐκ πενήτων πλούσιοι γεγόνασιν ἐκ τῶν ὑμετέρων, ὑμεῖς δὲ διὰ τούτους πένητες. [10] καίτοι οὐ ταῦτα ἀγαθῶν δημαγωγῶν ἐστι, τὰ ὑμέτερα ἐν ταῖς ὑμετέραις συμφοραῖς λαμβάνειν, ἀλλὰ τὰ ἑαυτῶν ὑμῖν διδόναι. καὶ γάρ τοι εἰς τοσοῦτον ἥκομεν, ὥσθ᾽ οἳ πρότερον ἐν τῇ εἰρήνῃ οὐδὲ σφᾶς αὐτοὺς ἐδύναντο τρέφειν, νῦν ὑμῖν εἰσφορὰς εἰσφέρουσι καὶ χορηγοῦσι καὶ οἰκίας μεγάλας οἰκοῦσι. [11] καίτοι ἑτέροις ὑμεῖς ἔστιν ὅτε τὰ πατρῷα κεκτημένοις ταῦτα ποιοῦσιν ἐφθονεῖτε: νῦν δ᾽ οὕτως ἡ πόλις διάκειται, ὥστε οὐκέτι ὧν οὗτοι κλέπτουσιν ὀργίζεσθε, ἀλλ᾽ ὧν αὐτοὶ λαμβάνετε χάριν ἴστε, ὥσπερ ὑμεῖς τὰ τούτων μισθοφοροῦντες, ἀλλ᾽ οὐ τούτων τὰ ὑμέτερα κλεπτόντων.

[12] τὸ δὲ πάντων ὑπερφυέστατον, ὅτι ἐν μὲν τοῖς ἰδίοις <οἱ> ἀδικούμενοι δακρύουσι καὶ ἐλεινοί εἰσιν, ἐν δὲ τοῖς δημοσίοις οἱ μὲν ἀδικοῦντες ἐλεινοί, ὑμεῖς δ᾽ οἱ ἀδικούμενοι ἐλεεῖτε. καὶ νῦν ἴσως ποιήσουσιν ἅπερ καὶ πρότερον ἦσαν εἰθισμένοι καὶ δημόται καὶ φίλοι, κλαίοντες ἐξαιτεῖσθαι αὐτοὺς παρ᾽ ὑμῶν. [13] ἐγὼ δ᾽ οὕτως ἀξιῶ γενέσθαι: εἰ μὲν ἀδικεῖν τούτους μηδὲν νομίζουσιν, ἀποδείξαντας ὡς ψευδῆ τὰ κατηγορημένα, οὕτως πείθειν ὑμᾶς ἀποψηφίσασθαι: εἰ δὲ νομίσαντες ἀδικεῖν αἰτήσονται, δῆλον ὅτι τοῖς ἀδικοῦσιν εὐνούστεροί εἰσιν ἢ ὑμῖν τοῖς ἀδικουμένοις, ὥστ᾽ οὐ χάριτος ἄξιοι τυχεῖν ἀλλὰ τιμωρίας, [14] ὁπόταν ὑμεῖς δύνησθε. ἔτι δὲ τοὺς αὐτοὺς ἡγεῖσθαι χρὴ καὶ τῶν κατηγόρων σφόδρα δεδεῆσθαι, νομίζοντας πολὺ ἂν θᾶττον παρ᾽ ἡμῶν ὀλίγων ὄντων ταύτην τὴν χάριν λαμβάνειν ἢ παρ᾽ ὑμῶν, ἔτι δὲ ῥᾷον ἄλλους τινὰς <τὰ> ὑμέτερα καταχαρίζεσθαι ἢ ὑμᾶς αὐτούς γε. [15] ἡμεῖς μὲν τοίνυν οὐκ ἠθελήσαμεν προδοῦναι, ἀξιοῦμεν δὲ μηδ᾽ ὑμᾶς, ἐνθυμουμένους ὅτι σφόδρ᾽ ἂν ἡμῖν ὠργίζεσθε καὶ ἐτιμωρεῖσθε, ὅπου παρεπίπτομεν, ὡς εἰκὸς τοὺς ἀδικοῦντας, εἰ ἡμεῖς παρὰ τούτων ἢ χρήματα λαβόντες ἢ ἄλλῳ τινὶ τρόπῳ διηλλάγημεν. καίτοι εἰ τοῖς μὴ δικαίως ἐπεξιοῦσιν ὀργίζεσθε, ἦ που σφόδρα χρὴ αὐτοὺς τοὺς ἀδικοῦντας τιμωρεῖσθαι. [16] νῦν τοίνυν, ὦ ἄνδρες δικασταί, καταψηφισάμενοι Ἐπικράτους τῶν ἐσχάτων τιμήσατε, καὶ μή, ὥσπερ ἐν τῷ τέως χρόνῳ εἰθισμένοι ἐστέ, ἐπειδὰν καταψηφισάμενοι ἐξελέγξητε τοὺς ἀδικοῦντας, ἐν τῷ τιμήματι ἀζημίους ἀφίετε, ἔχθραν, οὐ δίκην παρὰ τῶν ἀδικούντων λαμβάνοντες, ὥσπερ τοῦ ὀνείδους ἀλλ᾽ οὐ τῆς ζημίας αὐτοῖς μέλον, εὖ εἰδότες ὅτι ἐν μὲν τῇ ψήφῳ οὐδὲν ἄλλο ποιεῖτε ἢ ὀνειδίζετε τοῖς ἀδικοῦσιν, ἐν δὲ τῷ τιμήματι τιμωρεῖσθε τοὺς ἐξαμαρτάνοντας.