Κατά Δημοσθένους υπέρ των Αρπαλείων
Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων Συγγραφέας: |
Hyperides. Minor Attic Orators in two volumes, 2, with an English translation by J. O. Burtt, M.A. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1962. Το κείμενο σώζεται αποσπασματικά. |
ἀλλ᾽ ἐγώ, ὦ [ἄνδρες] δικασταί, [ὅπερ καὶ] πρὸς τοὺ[ς παρακαθη]μένους [ἀρτίως ἔλ]εγον, θαυ[μάζω] τουτὶ τὸ πρᾶ[γμα, εἰ δ]ὴ νὴ Δία κατὰ [Δημ]οσθένους μό[νου τ]ῶν ἐν τῇ πόλει [μήτε] οἱ νόμοι ἰσχύου[σιν, οἱ] κελεύοντες κύ[ρια εἶν]αι ὅσα ἄν τις [αὐτ]ὸς καθ᾽ αὑτοῦ διάθηται, μήτε τὰ ψηφίσματα τοῦ δήμου, καθ᾽ ἃ ὑμεῖς μὲν ὀμωμόκατε τὴν ψῆφον οἴσειν, ἔγραψεν δὲ αὐτὰ οὐδεὶς τῶν ἐχθρῶν τῶν Δημοσθένους, ἀλλ᾽ αὐτὸς οὗτος, ἐψηφίσατο δὲ ὁ δῆμος [το]ύτου κελεύο[ντο]ς [καὶ μόνον] οὐχ ἑκου[σίως αὑτὸν ἀπο]λλύ[οντος] [καίτοι τὸ] δίκαιον, ὦ ἄνδρες δικασταί, ἁπλοῦν ὑπολαμβάνω ἡμῖν εἶναι πρὸς Δημοσθένη. ὥσπερ γὰρ ἐπὶ τῶν ἰδίων ἐγκλημάτων πολλὰ διὰ προκλήσεων κρίνεται, οὕτως καὶ τουτὶ τὸ πρᾶγμα κέκριται. σκέψασθε γάρ, ὦ ἄνδρες δικασταί, οὑτωσί. ᾐτιάσατό σε, ὦ Δημόσθενες, ὁ δῆμος εἰληφ[έναι] εἴκοσι τάλαντ[α ἐπὶ] τῇ πολιτείᾳ κ[αὶ τοῖς] νόμοις. ταῦτα ς[ὺ ἔ]ξαρνος ἐγένου μὴ λαβεῖν, καὶ πρόκλησιν γράψας ἐν ψηφίσματι προσήνεγκας τῷ δήμῳ, ἐπιτρέπων ὑπὲρ ὧν τὴν αἰτίαν ἔσχες τῇ βουλῇ τῇ ἐξ Ἀρείου πά[γου] [καὶ συκοφαντεῖς τὴν βουλήν, προκλήσεις ἐκτιθεὶς καὶ ἐρωτῶν ἐν ταῖς προκλήσεσιν, πόθεν ἔλα]βε[ς τὸ χρυσίον, καὶ τίς] ἦν σο[ι ὁ] δούς, καὶ ποῦ. τελευτῶν δ᾽ ἴσως ἐρωτήσεις καὶ ὅτι ἐχρήσω λαβὼν τῷ χρυσίῳ, ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλῆς ἀπαιτῶν. ἐγὼ δ[ὲ τ]οὐναντίον [ἡδέως ἂ]ν παρὰ σοῦ [πυθοίμ]ην, τίνος [ἂν ἕν]εκα ἡ ἐξ Ἀρείου [πάγου βου]λὴ ἔφη ... ις ἀδίκ[ως] ... τατοχρυ ... φησι του ... ωτατις. ... ε δικαστ ... ἂν ἐνοι ... εσθαι ἐμ ... [δι]καίως τω ... ι ... τὰς ἀποφάσεις.
οὐκ ἔστι ταῦτα, ἀλλὰ πάντων φανήσον[τα]ι μάλιστα δημο[τικώ]τατα τῷ πράγμα[τι κ]εχρημένοι: τοὺς [μὲ]ν γὰρ ἀδικοῦντας [ἀπ]έφηναν, καὶ ταῦ[τ᾽ οὐ]χ ἑκόντες, ἀλλ᾽ ὑπὸ [τοῦ δ]ήμου πολλάκις [ἀναγ]καζόμενοι: τὸ [δὲ κο]λάσαι τοὺς ἀδι[κοῦντα]ς οὐκ ἐφ᾽ αὑτοῖς [ἐποί]ησαν, ἀλλ᾽ ὑμῖν [ἀπέδ]οσαν τοῖς κυρίοις. Δ[ημοσθένης] δ᾽ οὐ μόνον ἐπὶ τοῦ αὑτοῦ ἀγῶνος οἴεται δεῖν ὑμᾶς παρακρούσασθαι διαβαλὼν τὴν ἀπόφασιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἀγῶνας ἅπαντας ἀφελέσθαι ζητεῖ τοὺς τῆς πόλεως: ὑπὲρ οὗ δεῖ ὑμᾶς νυνὶ βουλεύσασθαι προσέχοντας τὸν νοῦν, καὶ μὴ τῷ λόγῳ ὑπὸ τούτου ἐξαπατηθῆναι. τὰς γὰρ ἀποφάσεις ταύτας τὰς ὑπὲρ τῶν χρημάτων Ἁρπάλου πάσας ὁμοίως ἡ βουλὴ πεποίηται καὶ τὰς αὐτὰς κατὰ πάντων, καὶ οὐδεμιᾷ προσγέγραφεν διὰ τί ἕκαστον ἀπο[φαί]νει, ἀλλὰ ἐπὶ κεφαλαίου γράψασα ὁπόσον ἕκαστος εἴληφεν χρυσίον, τοῦτ᾽ οὖν [ὀφε]ιλέτω. [ἢ] ἰσχύ[σει Δημοσθ]ένης παρ᾽ ὑμ[ῖν τῆς κατ᾽ αὐτοῦ] ἀπο[φάσεως μεῖζον]; οὐκ ἐς ... ἀπογι ... ἀπόφα ... ἔλαβεν ... σι καὶ οἱ ἄ[λλοι πάντες:] οὐ γὰρ δή[που Δημο]σθένει [μόνῳ τοῦ]το ἰσχυρὸ[ν ἔσται, τοῖς] δ᾽ ἄλλοις ο[ὔ. καὶ γὰρ] οὐχ ὑπὲρ [εἴκοσι τα]λάντων δ[ικάζετε], ἀλλὰ ὑπὲρ τ[ετρακο]σίων, οὐδ᾽ ὑ[πὲρ ἑνὸς] ἀδικήμ[ατ]ο[ς, ἀλλ᾽ ὑ]πὲρ ἁπάντ[ων. ἡ γὰρ] σὴ ἀπόνο[ια, ὦ Δημό]σθενες, ὑπ[ὲρ ἁπάντων] τῶν ἀδικούντων νῦν προκινδυνεύει καὶ προαναισχ[υν]τεῖ. ἐγὼ δ᾽ ὅτι μὲν ἔλαβες τὸ χρυσίον ἱκανὸν οἶμαι εἶν[αι] σημεῖον τοῖς δικασταῖς τὸ τὴν βουλήν σου καταγνῶναι, [ᾗ σαυτὸν ἐ]πέτρεψας: [τίνων δὲ ἕ]νεκα ἔλαβες, [καὶ ἐπὶ τί]σιν αἰτίαις [πᾶσαν τὴ]ν πόλιν κα ... ενος ... χρυσί ... τος τοὺς ... [ὥς]περ εἰ ... [φανερ]ὸν ποι[ήσω. ἐπ]ειδὴ γὰρ ἦλ[θεν, ὦ ἄν]δρες δικα[σταί, Ἅρπα]λος εἰς τὴν [Ἀττική]ν, καὶ οἱ πα[ρὰ Φιλοξέ]νου ἐξαι[τοῦντες αὐ]τὸν ἅμα [προσήχθης]αν πρὸς [τὸν δῆμον, τότε παρελθὼν Δημ]οσθένης [διεξῆλθεν] μακρὸν [λόγον, φά]σκων οὔτε [τοῖς παρ]ὰ Φιλοξέ[νου ἐλθο]ῦσι καλῶς [ἔχειν τὸν] Ἅρπαλον [ἐκδοῦναι τ]ὴν πόλιν, [οὔτε δεῖν] αἰτίαν οὐ[δεμίαν τ]ῷ δήμῳ [δι᾽ ἐκεῖνο]ν παρ᾽ Ἀ[λεξάνδρο]υ καταλείπεσθαι, ἀσφαλέστατον δ᾽ εἶναι τ[ῇ πόλει] τά τε χρήματα [καὶ τὸν] ἄνδρα φυλάτ[τειν], καὶ ἀναφέρει[ν τὰ χρή]ματα ἅπα[ντα] εἰς [τὴν] ἀκρόπολιν, ἃ ἦλθ[εν] ἔχων Ἅρπαλος εἰ[ς τὴν] Ἀττικήν, ἐν τῇ αὔρι[ον] ἡμέρᾳ: Ἅρπαλο[ν δ᾽ ἤ]δη ἀποδεῖξαι τὰ [χρή]ματα, ὁπόσα ἐστ[ίν]: οὐχ ὅπως πύθο[ιτο] τὸν ἀριθμὸν αὐτῶν, ὡς ἔοικεν, ὁπόσα ἦν, ἀλλ᾽ ἵνα εἰδῇ ἀφ᾽ ὅσων αὐτὸν δεῖ τὸν μισθὸν πράττεσθαι.
καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατομῇ, οὗπερ [εἴω]θε κα[θῆς]θ[αι], ἐκέλευ[ε Μνης]ίθεον τὸν χορευτὴν ἐρωτῆσαι τὸν Ἅρπαλον, ὁπόσα εἴη τὰ χρήματα τὰ ἀνοισθησόμενα εἰς τὴν ἀκρόπολιν. ὁ δ᾽ ἀπεκρίνατο ὅτι ἑπτα[κόσια τάλαντα] [τὰ χρήματα εἶναι τη]λικ[αῦτα] αὐτὸς ἐν τῷ δ[ήμῳ] πρὸς ὑμᾶς ε[ἰπών], ἀναφερομέν[ων τρια]κοσίων ταλά[ντων] καὶ πεντ[ήκοντα ἀν]θ᾽ ἑπτακοσίων, λ[αβὼν] τὰ εἴκοσι τάλα[ντα οὐ]δένα λόγον ἐπ[οιήσα]το ἐν τῷ δήμῳ ἑ[πτα]κόσια φήσας εἶν[αι] τάλαντα, νῦν τὰ ἡ[μί]ση ἀναφέρεις, κα[ὶ] ... ω ὅτι τοῦ ... [ἀν]ενεχθῆναι ... εἰς ἀκρόπολιν ... [τα]ῦτα τὰ πρά[γματα] ... ονλι ... ἔκρινον τ[ὸν] ... [οὔτ᾽] ἂν ἐπρί[ατο Ἅρπαλ]ος τὰς φε ... [ο]ὔτ᾽ ἂν ἡ πόλις [ἐν αἰτίαις] καὶ διαβο[λαῖς ἦν.] ἀλλὰ πάν[τω]ν τούτων, ὦ Δημό[σθενες] ... ἐστίν ... μως ἐγ ... στους ... [α]ἰσχυν ... νει ... [χρ]υσίον ... γὰρ ὅτι ... νοιω ... του ... πεν ... [ ς]τατῆρας ἔλαβε: σὺ δ᾽ ὁ τῷ ψηφίσματι τοῦ σώματος αὐτοῦ τὴν φυλακὴν καταστήσας καὶ οὔτ᾽ ἐκλειπομένην ἐπανορθῶν οὔτε καταλυθείσης τοὺς αἰτίους κρίνας, προῖκα δηλονότι τὸν καιρὸν τοῦτον τεταμίευσαι; καὶ τοῖς μὲν ἐλάττοσι ῥήτορσιν ἀπέτινεν ὁ Ἅρπαλος χρυσίον, τοῖς θορύβου μόνον καὶ κραυγῆς κυρίοις, σὲ δὲ τὸν τῶν ὅλων πραγμάτων ἐπιστάτην παρεῖδεν; καὶ τῷ τοῦτο πιστόν; τοσοῦτον δ᾽, ὦ ἄνδρες δικασταί, τοῦ πράγματος καταπεφρόνηκεν Δημοσθένης, μᾶλλον δέ, εἰ δεῖ μετὰ παρρησίας εἰπεῖν, ὑμῶν καὶ τῶν νόμων, ὥστε τὸ μὲν πρῶτον, ὡς [ἔοι]κεν, ὁμο[λογεῖν μὲν εἰληφέ]ναι τὰ χρήματ[α, ἀλλὰ] κατακεχρῆσθαι αὐτὰ ὑμῖν προδεδανεισμένος δεδανεισμένος εἰς τὸ θεωρικόν: καὶ περιὼν Κνωσίων καὶ οἱ ἄλλοι φίλοι αὐτοῦ ἔλεγον ὅτι ἀναγκάσουσι τὸν ἄνθρωπον οἱ αἰτιώμενοι εἰς τὸ φανερὸν ἐνεγκεῖν ἃ οὐ βούλεται, καὶ εἰπεῖν ὅτι τῷ δήμῳ προδεδάνειστ[αι] τὰ χρήματα εἰς τὴν διοίκησιν. ἐπειδὴ δ᾽ ὑμῶν οἱ ἀκούσαντες πολλῷ μᾶλλον ἠγανάκτουν ἐπὶ τοῖς κατὰ τοῦ πλήθους τοῦ ὑμετέρου λόγοις, εἰ μὴ μόνον ἱκανὸν εἴη αὐτῷ ἰδίᾳ δεδωροδοκηκέναι, [ἀλλὰ καὶ τὸν δῆμο]ν [οἴοιτο δεῖν ἀνα]πιμ[πλάναι ] λέγων καὶ αἰτιώ[με]νος, ὅτι Ἀλεξάνδρῳ χαριζομένη ἡ βουλὴ ἀνελεῖν αὐτὸν βούλεται: ὥσπερ οὐ πάντας ὑμᾶς εἰδότας, ὅτι οὐδεὶς τὸν τοιοῦτον ἀναιρεῖ, ὃν ἔστιν πρίασθαι, ἀλλ᾽ ὅντινα μήτε πεῖσαι ἔστιν μήτε χρήμασιν διαφθεῖραι, τοῦτον δ[ὴ ς]κοποῦσιν ὅπω[ς ἐ]κ παντὸς τρόπ[ου ἐκ]ποδὼν ποιήσουσιν. κίνδυνος δ᾽ ὡς ἔ[οι]κεν ἐστίν, μὴ σύ, ὦ Δημόσθενες, ἀπαραίτητος καὶ ἄπειστος εἶ πρὸς δωροδ[οκίαν];
μὴ νομίζ[ετε δὲ διὰ] τῆς τούτω[ν δωρο]δοκίας τὰ τυ[χόντα τῶν] πραγμάτω[ν ἁλίς]κεσθαι. ο[ὐ γὰρ ἄδηλόν] ἐστιν ὅτι [πάντες] οἱ ἐπιβουλεύοντες τοῖς Ἑλληνικοῖς πράγμασιν τὰς μὲν μικρὰς πόλεις τοῖς ὅπλοις συσκευάζονται, τὰς δὲ μεγάλας τοὺς δυναμένους ἐν αὐταῖς ὠνούμε[νοι, ο]ὐδ᾽ ὅτι Φίλιππος [τηλικ]οῦτος ἐγένετο [ἐξ ἀρχ]ῆς χρήματα δια[πέμψα]ς εἰς Πελο[πόννη]σον καὶ Θετ[ταλίαν] καὶ τὴν ἄλλην [Ἐλλάδα], καὶ τοὺς ἐν [δυνάμει] ὄντας ἐν [ταῖς πόλε]σιν καὶ προ[εστῶτας] [τερα]τεύῃ, καὶ οὐχ ἅπασιν οἴει φανερὸν εἶναι ὅτι φάσκων ὑπὲρ τοῦ [δήμου] λέγειν ὑπὲρ [Ἀλεξά]νδρου φανερῶς [ἐδημηγ]όρεις; ἐγὼ γὰρ [οἶμαι καὶ] ἔμπροσθεν [γνῶναι] ἅπαντας ὅτι [τοῦτ᾽ ἐ]ποίησας καὶ περὶ Θη[βαί]ων καὶ περὶ τῶν [ἄλ]λων ἁπάντων, καὶ ὅτι χρήματα εἰς [ταῦτα] δοθέντα ἐκ τῆς [Ἀσίας αὐ]τὸς σαυτῷ [ἰδίᾳ περιπ]οιησάμε[νος κατανήλω]σας τὰ [πολλά, καὶ νῦν δὲ ναυ]τικοῖς ἐργάζῃ χ[ρήμα]σιν καὶ ἐκδόσεις δί[δως], καὶ πριάμενος ο[ἰκί]αν ... μο ... υπα ... ν τω ... ρωι, οὐκ οἰκεῖς ἐ[ν Π]ειραιεῖ, ἀλλ᾽ ἐξορμεῖς ἐκ τῆς πόλεως.
δεῖ δὲ τὸν δίκαιον δημαγωγὸν [σω]τῆρα τῆς [ἑαυτοῦ πατρίδος εἶναι, μὴ δραπέτην. ἐπειδὴ δὲ νῦν Ἅρπαλος οὕτως ἐξαίφνης] πρὸς τὴν Ἑλλάδα προσέπεσεν ὥστε μηδένα προαισθέσθαι, τὰ δ᾽ ἐν Πελοποννήσῳ καὶ τῇ ἄλλῃ Ἑλλάδι οὕτως ἔχοντα κατέλαβεν ὑπὸ τῆς ἀφίξεως τῆς Νικάνορος καὶ τῶν ἐπιταγμάτων ὧν ἧκεν φέρων παρ᾽ Ἀλεξάνδρου περί τε τῶν φυγάδων καὶ περὶ τοῦ τοὺς κοινοὺς συλλόγους Ἀχαιῶν τε καὶ Ἀρκάδων [καὶ Β]οιωτῶν ταῦτα σὺ πα[ρεσκεύ]ακας τῷ ψηφ[ίσματι], συλλαβὼν τὸ[ν Ἅρπα]λον, καὶ τοὺς μὲ[ν Ἕλ]ληνας ἅπαντας [πρες]βεύεσθαι πεπ[οίη]κας ὡς Ἀλέξανδ[ρον], οὐκ ἔχοντας ἄλλ[ην] οὐδεμίαν ἀπος[τρο]φήν, τοὺς δὲ ς[ατράπας], οἳ αὐτοὶ ἂν ἧκο[ν ἑκόν]τες πρὸς ταύτη[ν τὴν] δύναμιν, ἔχοντες τὰ χρήματα καὶ τοὺς στρατιώτας ὅσους ἕκαστος αὐτῶν εἶχεν, τούτους σύμπαντας οὐ μόνον κεκώλυκας ἀποστῆναι ἐκείνου τῇ συλλήψει τῇ Ἁρπάλου, ἀλλὰ καὶ ... [ἕ]καστον [αὐτῶν]. [ὑπὸ Δη]μοσθένο[υς ἀπο]σταλείς, παρὰ [δ᾽ Ὀλυμ]πιάδι Καλλίας ὁ [Χαλ]κιδεύς, ὁ Ταυροσθένους ἀδελφός: τούτους γὰρ ἔγραψε Δημοσθένης Ἀθηναίους εἶναι καὶ χρῆται τούτοις πάντων μάλιστα. καὶ οὐδὲν θαυμαστόν: οὐδέποτε γὰρ οἶμαι ἐπὶ τῶν αὐτῶν μένων εἰκότως φί[λους] τοὺς ἀπ᾽ Εὐρίπου κέκτηται. εἶτα σὺ περὶ [φιλ]ίας πρὸς ἐμὲ τολ[μήσεις αὐτίκα μά]λα [λέγειν] [ταύτην τὴν φιλίαν διέ]λυσας αὐ[τό]ς, ὅ[τε χρ]υσίον κατὰ τῆς [πατρ]ίδος ἔλαβες καὶ [μετ]εβάλο[υ].
καὶ κατα[γέλα]στον μὲν σαυ[τὸν] ἐποίησας, κατῄ[σχυν]ας δὲ τοὺς ἐκ τῶν [ἔμπρ]οσθεν χρόνων [τῶν α]ὐτῶν τί σοι προ[ελομέ]νους: καὶ ἐξὸν [ἡμῖν] λαμπροτάτοις [εἶναι] παρὰ τῷ δήμῳ [καὶ τὸ]ν ὑπόλοιπον [βίον ὑ]πὸ δόξης χρη[στῆς πα]ραπεμφθῆ[ναι, ἅπα]ντα ταῦτα ἀνέτρ[εψας, κα]ὶ οὐκ αἰσχύνει νυνὶ τηλικοῦτ[ος] ὢν ὑπὸ μειρακίων κρινόμενος περὶ δωροδοκίας. καίτοι ἔδει τοὐναντίον ὑφ᾽ ὑμῶν παιδεύεσθαι τοὺς νεωτέρους τῶν ῥητόρων, καὶ [εἴ] τι προπετέστερον ἔπραττον ἐπιτιμᾶσθαι καὶ κολάζεσθαι. νῦν δὲ τοὐναντίον οἱ νέοι τοὺς ὑπὲρ ἑξήκοντα ἔτη σωφρονίζουσιν. διόπερ, ὦ ἄνδρες δ[ικα]σταί, δικαίως ἂν ὀργίζοι[σθ]ε Δημοσθένει, εἰ καὶ δόξης ἱκανῆς [καὶ] πλούτου πολλοῦ δ[ι᾽ ὑ]μᾶς μετεσχηκὼς μηδ᾽ ἐπὶ γήρως [ὀ]δῷ κήδεται τῆς πατρίδος. ἀλλ᾽ ὑμεῖς μὲν ᾐσχύνεσθε ἐπὶ ... ης ... υ τοὺς περιεστηκότας [τῶ]ν Ἑλλήνων, ὅτε [τινῶ]ν κατεχειρο[τον]εῖτε, εἰ τοιούτο[υς καὶ] δημαγωγοὺς κα[ὶ στρ]ατηγοὺς καὶ φύλα[κα]ς τῶν πραγμ[άτων] οὐ γάρ ἐστιν ὁμοίως [δεινό]ν, εἴ τις ἔλα[βεν], ἀλλ᾽ εἰ ὅθεν μὴ [δεῖ, ο]ὐδέ γ᾽ ὁμοίως [ἀδι]κοῦσιν οἱ ἰδιῶται [οἱ λαβ]όντες τὸ χρυσίον [καὶ] οἱ ῥήτορες καὶ οἱ [στρατ]ηγοί. διὰ τί; ὅτι τοῖς [μὲν] ἰδιώταις Ἅρπα[λος ἔ]δωκεν φυλάτ[τειν τ]ὸ χρυσίον, οἱ δὲ [στρατη]γοὶ καὶ οἱ ῥήτο[ρες πρ]άξεων ἕνεκα [εἰλή]φασιν. οἱ δὲ νό[μοι τ]οῖς μὲν ἀδικοῦ[σιν ἁπλ]ᾶ, τοῖς δὲ δω[ροδοκοῦσι]ν δεκαπλᾶ [τὰ ὀφλ]ήματα προστάτ[τουσιν] ἀποδιδόναι: [ὥσπερ οὖ]ν τὸ τίμη[μα τιμῆ]σαι ἔστιν ἐκ [τῶν νό]μων τούτοις ... ς, οὕτω καὶ ... αι παρ᾽ ὑμῶν ... σι κατ᾽ αὐτῶν ... αι.
ὅπερ γὰρ [καὶ ἐν τ]ῷ δήμῳ εἶ[πον, π]ολλὰ ὑμεῖς, ὦ [ἄνδρ]ες δικασταί, δί[δοτε ἑ]κόντες τοῖς στρατηγοῖς καὶ τοῖς ῥήτορσιν ὠφελεῖσθαι, οὐ τῶν νόμων αὐτοῖς δεδωκότων τοῦτο ποιεῖν, ἀλλὰ τῆς ὑμετέρας πραότητος καὶ φιλανθρωπίας: ἓν μόνον παραφυλάττοντες, ὅπως δι᾽ ὑμᾶς καὶ μὴ καθ᾽ ὑμῶν ἔσται τὸ λαμβανόμενον. καὶ Δημοσθένη καὶ Δημάδην ἀπ᾽ αὐτῶν τῶν ἐν τῇ πόλει ψηφισμάτων καὶ προξενιῶν οἶμαι πλείω ἢ ἑξήκοντα τάλαντα ἑκάτερον εἰληφέναι, ἔξω τῶν βασιλικῶν καὶ τῶν παρ᾽ Ἀλεξάνδρον. οἷς δὲ μήτε ταῦτα ἱκανά ἐστιν μήτ᾽ ἐκεῖνα, ἀλλ᾽ ἤδη ἐπ᾽ αὐτῷ τῷ σώματι τῆς πόλεως δῶρα εἰλήφασι, πῶς οὐκ ἄξιον τούτους κολ[άζ]ειν ἐστίν; ἀλλὰ τῶν μὲν ἰδιωτῶν ὑμῶν ἐάν τις ἀρχήν τιν[α ἄρχων] δι᾽ ἄγνοιαν ἢ [δι᾽ ἀπει]ρίαν ἁμάρτῃ τ[ι, οὗτος] ὑπὸ τούτων κ[αταρρη]τορευθεὶς ἐν τῷ [δικα]στηρίῳ ἢ ἀπο[θανεῖ]ται ἢ ἐκ τῆς πατ[ρίδος] ἐκπεσεῖται: αὐτ[οὶ δὲ] τηλικαῦτα ἀδικ[ήσαν]τες τὴν πόλιν οὐδεμιᾶς τιμωρία[ς τεύ]ξονται;
καὶ Κόν[ων] μὲν ὁ Παιανιεύς, [ὅτι] ὑπὲρ τοῦ ὑοῦ ἔλαβ[εν] τὸ θεωρικὸν ἀπ[οδη]μοῦντος, πέντ[ε δρα]χμῶν ἕνεκεν [ἱκε]τεύων ὑμᾶς τάλαντον ὦφλεν ἐν τῷ δικαστηρίῳ, τούτων κατηγορούντων: καὶ Ἀριστόμαχος ἐπιστάτης γενόμενος τῆς Ἀκαδημείας, ὅτι σκαφεῖον ἐκ τῆς παλαίστρας μετενεγκὼν εἰς τὸν κῆπον τὸν αὑτοῦ πλησίον ὄντα ἐχρῆτο καὶ ἐφη [οὐ μέντοι] ἡμᾶς ὁ δῆμ[ος ἐν τῷ] μετὰ ταῦτα χρ[όνῳ] οὐκ εἴα προς[ιέναι] αὑτῷ οὐδὲ δια[λέγε]σθαι, ἀλλὰ καὶ συ[μβούλοις ἐχ]ρῆτο καὶ ς[υνηγόροις] [ τοῦ δ]ὲ ἐπιόν[τος] ... [ἐ]πὶ τὴν δι[οίκησιν τῶ]ν αὑτοῦ ἅπασαν [ταμ]ίαν ἐχειροτόνης[εν, ὑπ]ολαμβάνων χάριν αὐτῷ παρ᾽ ἡμῶν ὀφείλεσθαι, ὅπερ δίκαιον ἦν. καὶ πρὸς τούτοις ἀγώνων ἡμῖν ὕστερον πολλῶν γεγενημένων [ἐξ ἐ]κείνων τῶν [πραγ]μάτων [καὶ αὐτοῦ τοῦ π]ολέμου, οὐδε[πώποτε ἡ]μ[ῶ]ν οὗτοι [κατε]ψηφίσαντο, ἀλλ᾽ ἐκ πάντων ἔσωσαν, [ὅπερ μ]έγιστον καὶ [ἀξιοπι]στότατον τῆς [τοῦ δήμ]ου [εὐ]νοίας [σημεῖον. καὶ γρά]ψαι, ὦ [Δημόσθενες] [ὑ]πὸ το[ῦ ψη]φίσματος [ἡλωκέ]ναι σε αὐτόμ[ατον, οὐ]κ ἐποίησαν ... γενομεν [ὁ δῆ]μος ἐποίησεν, ὥστ᾽ αὐτὸς ὑπὸ τῆς τύχης ἀφαιρεθεὶς τὸν στέφανον, ἡμῶν ὃν ἔδωκεν οὐκ ἀφείλετο. οὕτως οὖν ἡμῖν τοῦ δήμου προσενηνεγμένου, οὐ πάντα <τὰ> δί[κα]ι᾽ ἂν αὐτῷ ἡμεῖς [ὑπη]ρετοῖμεν καὶ εἰ δ[έοι ἀ]ποθνῄσκοιμεν [ὑπὲρ] αὐτοῦ; ἐγὼ [μὲν οἶμαι: ἀλλὰ ς]ὺ κατὰ [τοῦ δήμου] [ς]θαι εὐεργετήματα: οὐ γὰρ τὴν ἑτέρων πατρίδα εὖ ποιεῖν [αὐ]τοὺς ἀλλὰ τὴν ἑαυ[τῶν, ο]ὐδὲ αν καὶ λόγου δύναμιν ἀποδεικνύμενος διατετέλεκας: καὶ ὅτε μὲν ἡγοῦ τὴν βουλὴν ἀποφανεῖν τοὺς ἔχοντας τὸ χρυσίον, πολεμικὸς ὢν καὶ ταράττων τὴν πόλιν, ἵνα τὴν ζήτησιν ἐκκρούοις: ἐπειδὴ δὲ ἀναβάλοιτο τὸ ἀποφῆναι ἡ βουλή, οὔπω φάσκουσα εὑρηκέναι, τότ᾽ ἐν τῷ δήμῳ συγχωρῶν Ἀλεξάνδρῳ καὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος εἶ[ναι εἰ βούλ]οιτο, [κα]ὶ ἀφι[κομένου] οστους ... ἐβούλετ[ο] ... στῆσαι εἰκό[να Ἀλεξάν]δρου βασιλ[έως τοῦ ἀνι]κήτου θε[οῦ] ... και ... [ἀγ]γελίαν ... [Ὀλυμ]πίας.
... ἀπήγ[γειλε τῷ δή]μῳ [τῶν ἐγ]κλημάτων, καὶ κήρυγμα περὶ [τού]των ἐποιήσατο: οἱ δ᾽ [ἀντὶ] τοῦ ἀποδόντες ἃ ἔλαβον ἀπηλλάχθαι τιμωρίας καθ᾽ αὑτῶν καὶ ζητήσεις ἔγραφον. τοὺς δὴ τὸ μὲν ἐξ ἀρχῆς ἀδικήσαντας καὶ δωροδοκήσαντας, ἀδείας δ᾽ αὐτοῖς δοθείσης μὴ ἀποδόντας τὸ χρυσίον τί χρὴ ποιεῖν; ἐᾶν ἀτιμωρήτους; ἀλλ᾽ αἰσχρόν, ὦ ἄνδρες δικαστ[αί, ἰ]δίων ἕνεκα ἐγκ[λη]μάτων πόλεως σωτηρίαν κιν[δυ]νεύειν: οὐ γὰρ ἔ[στι]ν ὑμᾶς τούτων [ἀπ]οψηφίσασθαι, μὴ [ἐθέλοντας] ἀναδέξα[σθαι καὶ τὰ ἀδική]μα[τα] μ[ὴ τοίνυν, ὦ ἄνδρες] δικας[ταί, προτιμᾶτε] τὴν τούτω[ν πλεο]νεξίαν τ[ῆς ὑμετέ]ρας αὐτῶν [σωτηρί]ας: μηδὲ λη[μμάτων] αἰσχρῶν ἕν[εκα τὸν] πόλεμον, ἀλ[λὰ πρα]γμάτων ἀξιω[τέρων καὶ] μεταλ[λ]α[γῆς ἀμείνονος] ποιή[σησθε] εσαλε ... [ὑ]πὲρ αὐτῶν ε ... οις τὴν εἰρή[νην ἐπ]οιησάμεθα ... βουλευω ... ων χρη ... εν χε αὐτῷ παρ᾽ ἑκάστου ἡμῶν γίγνεσθαι, καὶ τὸ μὲν κατηγορεῖν ἐν τῷ δικαστηρίῳ καὶ ἐξελέγχειν τοὺς εἰληφότας τὰ χρήματα καὶ δεδωροδοκηκότας κατὰ τῆς πατρίδος ἡ[μῖν] προς[έτ]αξεν [τοῖς ᾑρημένοις] κατη[γόροις]: τὸ δ᾽ ἀ[ποφῆναι τοὺς ε]ἰληφότας [ἀπέδωκεν τ]ῇ βουλῇ [τῇ ἐξ Ἀρείου] πάγου, ἣ [τούτους εἰς τ]ὸν δῆ[μον ἀπέδει]ξεν: τὸ [δὲ κολάσαι τ]οὺς [ἀδικοῦντας ὑμῖν] [ἐξ Ἀρείου] πάγου. ἐὰν δὲ ἡ ψῆφος μὴ ἀκόλουθος γένηται τοῖς νόμοις καὶ τοῖς δικαίοις, τοῦτο δή, ὦ ἄνδρες δικασταί, παρ᾽ ὑμῖν ἔσται καταλελειμμένον. διόπερ δεῖ πάντας ὑμᾶς [τὴ]ν σωτη[ρίαν τῆς π]όλεως καὶ τὴν ἄλ[λη]ν ⟦τὴν⟧ εὐδαιμονίαν τὴν ὑπάρχουσαν ὑμῖν ἐν τῇ χώρᾳ καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑνὶ ἑκάστῳ, καὶ εἰς τοὺς τάφους τοὺς τῶν προγόνων, τιμωρήσασθαι τοὺς ἀδικοῦντας ὑπὲρ ἁπάσης τῆς πόλεως, καὶ μήτε λόγου παράκλησιν [τοὺς εἰληφό]τας δῶ[ρα κατὰ τῆς] πατρίδος καὶ τ[ῶν] νόμων: μηδ[ὲ τοῖς] δακρύοις τοῖς Ἁγ[νω]νίδου προσέχετε [τὸν] νοῦν, ἐκεῖνο λο[γιζό]μενοι, ὅτι ἀτυχ[ήσαν]τι μὲν οὗτος δ᾽ ἂν [κλαίων] οὐ δίκαια ποιής[ειεν], ὥσπερ καὶ οἱ λ[ῃσταὶ] οἱ ἐπὶ τοῦ τροχ[οῦ κλαί]οντες, ἐξὸν αὐ[τοῖς] μὴ ἐμβαίνε[ιν εἰς] τὸ πλοῖον.
οὕτω καὶ Δη[μο]σθένης τί προς[ῆκον] κλαιήσει, ἐ[ξὸν αὐτῷ] μὴ λαμ[βάνειν]... . ἀλλὰ τοὺς νεωτέρους ἐπὶ βοήθειαν καλεῖς, οὓς ὕβριζες καὶ ἐλοιδοροῦ ἀκρατοκώθωνας ἀποκαλῶν; Athenaeus x. dεἰ μέν τις ἀκρατέστερον ἔπιεν, ἐλύπει σε. παραγραφή οὐδὲ μέχρι παραγραφῆς... , ἄνανδρος.