Ικέτιδες (Ευριπίδης)
| Ἱκέτιδες Συγγραφέας: Εὐριπίδου Τραγῳδία |
Αἴθρα
Δήμητερ ἑστιοῦχʼ Ἐλευσῖνος χθονὸς
τῆσδʼ, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς,
εὐδαιμονεῖν με Θησέα τε παῖδʼ ἐμὸν
πόλιν τʼ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα,
ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν 5
Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος
Αἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν.
ἐς τάσδε γὰρ βλέψασʼ ἐπηυξάμην τάδε
γραῦς, αἳ λιποῦσαι δώματʼ Ἀργείας χθονὸς
ἱκτῆρι θαλλῷ προσπίτνουσʼ ἐμὸν γόνυ, 10
πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας
Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων
ἄπαιδές εἰσιν, οὕς ποτʼ Ἀργείων ἄναξ
Ἄδραστος ἤγαγʼ, Οἰδίπου παγκληρίας
μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων 15
γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ
θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ
εἴργουσιν οἱ κρατοῦντες οὐδʼ ἀναίρεσιν
δοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν.
κοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆς 20
Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε
κεῖται, τό τʼ ἔγχος τήν τε δυστυχεστάτην
στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων·
ὅς μʼ ἐξοτρύνει παῖδʼ ἐμὸν πεῖσαι λιταῖς
νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς 25
ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον,
μόνον τόδʼ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ
πόλει τʼ Ἀθηνῶν. τυγχάνω δʼ ὑπὲρ χθονὸς
ἀρότου προθύουσʼ, ἐκ δόμων ἐλθοῦσʼ ἐμῶν
πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται 30
φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.
δεσμὸν δʼ ἄδεσμον τόνδʼ ἔχουσα φυλλάδος
μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν
Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν
πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων, 35
σέβουσα δʼ ἱερὰ στέμματʼ. οἴχεται δέ μοι
κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,
ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός,
ἢ τάσδʼ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς
ὅσιόν τι δράσας· πάντα γὰρ διʼ ἀρσένων 40
γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί.
Χορός
— ἱκετεύω σε, γεραιά,
γεραιῶν ἐκ στομάτων, πρὸς
γόνυ πίπτουσα τὸ σόν·
— ἄνομοι⋯— τέκνα λῦσαι. — φθιμένων 45
νεκύων οἳ καταλείπουσι μέλη
θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν·
Χορός
— ἐσιδοῦσʼ οἰκτρὰ μὲν ὄσσων
δάκρυʼ ἀμφὶ βλεφάροις, ῥυ-
σὰ δὲ σαρκῶν πολιᾶν 50
καταδρύμματα χειρῶν· τί γάρ; ἃ
φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις
προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.
Χορός
— ἔτεκες καὶ σύ ποτʼ, ὦ πότνια, κοῦρον
φίλα ποιησαμένα λέ- 55
κτρα πόσει σῷ· μετά νυν
δὸς ἐμοὶ σᾶς διανοίας,
μετάδος δʼ, ὅσσον ἐπαλγῶ μελέα ʼγὼ
φθιμένων οὓς ἔτεκον·
παράπεισον δὲ σόν, ὤ, λισσόμεθʼ, ἐλθεῖν 60
τέκνον Ἰσμηνὸν ἐμάν τʼ ἐς χέρα θεῖναι
νεκύων θαλερᾷ σώματʼ ἀλαίνοντʼ ἄταφα.
Χορός
— ὁσίως οὔχ, ὑπʼ ἀνάγκας δὲ προπίπτου-
σα προσαιτοῦσʼ ἔμολον δε- 64
ξιπύρους θεῶν θυμέλας· 64α
ἔχομεν δʼ ἔνδικα, καὶ σοί 65
τι πάρεστι σθένος ὥστʼ εὐτεκνίᾳ δυσ-
τυχίαν τὰν παρʼ ἐμοὶ
καθελεῖν· οἰκτρὰ δὲ πάσχουσʼ ἱκετεύω
σὸν ἐμοὶ παῖδα ταλαίνᾳ ʼν χερὶ θεῖναι
νέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ. 70
Χορός
— ἀγὼν ὅδʼ ἄλλος ἔρχεται γόων γόων
διάδοχος, ἀχοῦσι προσπόλων χέρες.
ἴτʼ ὦ ξυνῳδοὶ κτύποι,
ἴτʼ ὦ ξυναλγηδόνες,
χορὸν τὸν Ἅιδας σέβει, 75
διὰ παρῇδος ὄνυχα λευκὸν
αἱματοῦτε χρῶτά τε φόνιον·
τὰ γὰρ φθιτῶν 78
τοῖς ὁρῶσι κόσμος. 78α
Χορός
— ἄπληστος ἅδε μʼ ἐξάγει χάρις γόων
πολύπονος, ὡς ἐξ ἀλιβάτου πέτρας 80
ὑγρὰ ῥέουσα σταγὼν
ἄπαυστος αἰεί· γόων,
τὸ γὰρ θανόντων τέκνων
ἐπιπονόν τι κατὰ γυναῖκας
ἐς γόους πέφυκε πάθος. ἒ ἔ. 85
θανοῦσα τῶνδʼ 86
ἀλγέων λαθοίμαν. 86α
Θησεύς
τίνων γόων ἤκουσα καὶ στέρνων κτύπον
νεκρῶν τε θρήνους, τῶνδʼ ἀνακτόρων ἄπο
ἠχοῦς ἰούσης; ὡς φόβος μʼ ἀναπτεροῖ
μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδί, 90
χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον.
ἔα· 92
τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων· 92α
μητέρα γεραιὰν βωμίαν ἐφημένην
ξένους θʼ ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸν
κακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίων 95
ὄσσων ἐλαύνουσʼ οἰκτρὸν ἐς γαῖαν δάκρυ,
κουραί τε καὶ πεπλώματʼ οὐ θεωρικά.
τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί,
ἡμῶν δʼ ἀκούειν· προσδοκῶ τι γὰρ νέον.
Αἴθρα
ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων 100
τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας
ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις
φρουροῦσί μʼ, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον.
Θησεύς
τίς δʼ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε;
Αἴθρα
Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ. 105
Θησεύς
οἱ δʼ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα;
Αἴθρα
οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι.
Θησεύς
τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί;
Αἴθρα
οἶδʼ· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον.
Θησεύς
σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ. 110
λέγʼ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον·
πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.
Ἄδραστος
ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ,
Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.
Θησεύς
τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων; 115
Ἄδραστος
οἶσθʼ ἣν στρατείαν ἐστράτευσʼ ὀλεθρίαν.
Θησεύς
οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα.
Ἄδραστος
ἐνταῦθʼ ἀπώλεσʼ ἄνδρας Ἀργείων ἄκρους.
Θησεύς
τοιαῦθʼ ὁ τλήμων πόλεμος ἐξεργάζεται.
Ἄδραστος
τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν. 120
Θησεύς
κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς;
Ἄδραστος
κἄπειτά γʼ οἱ κτανόντες οὐκ ἐῶσί με.
Θησεύς
τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν;
Ἄδραστος
τί δʼ; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν.
Θησεύς
ξύμβουλον οὖν μʼ ἐπῆλθες; ἢ τίνος χάριν; 125
Ἄδραστος
κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων.
Θησεύς
τὸ δʼ Ἄργος ἡμῖν ποῦ ʼστιν; ἢ κόμποι μάτην;
Ἄδραστος
σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δʼ ἥκομεν.
Θησεύς
ἰδίᾳ δοκῆσάν σοι τόδʼ ἢ πάσῃ πόλει;
Ἄδραστος
πάντες σʼ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς. 130
Θησεύς
ἐκ τοῦ δʼ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;
Ἄδραστος
δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.
Θησεύς
τῷ δʼ ἐξέδωκας παῖδας Ἀργείων σέθεν;
Ἄδραστος
οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.
Θησεύς
ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας; 135
Ἄδραστος
Τυδεῖ γε Πολυνείκει τε τῷ Θηβαιγενεῖ.
Θησεύς
τίνʼ εἰς ἔρωτα τῆσδε κηδείας μολών;
Ἄδραστος
Φοίβου μʼ ὑπῆλθε δυστόπαστʼ αἰνίγματα.
Θησεύς
τί δʼ εἶπʼ Ἀπόλλων παρθένοις κραίνων γάμον;
Ἄδραστος
κάπρῳ με δοῦναι καὶ λέοντι παῖδʼ ἐμώ. 140
Θησεύς
σὺ δʼ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;
Ἄδραστος
ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας —
Θησεύς
τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα.
Ἄδραστος
Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θʼ ἅμα.
Θησεύς
ἦ τοῖσδʼ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν; 145
Ἄδραστος
μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.
Θησεύς
ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθʼ ὅρους;
Ἄδραστος
Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.
Θησεύς
ὁ δʼ Οἰδίπου τί, τίνι τρόπῳ Θήβας λιπών;
Ἄδραστος
ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι. 150
Θησεύς
σοφήν γʼ ἔλεξας τήνδʼ ἑκούσιον φυγήν.
Ἄδραστος
ἀλλʼ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.
Θησεύς
οὔ πού σφʼ ἀδελφὸς χρημάτων νοσφίζεται;
Ἄδραστος
ταύτῃ δικάζων ἦλθον· εἶτʼ ἀπωλόμην.
Θησεύς
μάντεις δʼ ἐπῆλθες ἐμπύρων τʼ εἶδες φλόγα; 155
Ἄδραστος
οἴμοι; διώκεις μʼ ᾗ μάλιστʼ ἐγὼ ʼσφάλην.
Θησεύς
οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν.
Ἄδραστος
τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.
Θησεύς
οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης;
Ἄδραστος
νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με. 160
Θησεύς
εὐψυχίαν ἔσπευσας ἀντʼ εὐβουλίας.
Ἄδραστος
ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.
ἀλλʼ, ὦ καθʼ Ἑλλάδʼ ἀλκιμώτατον κάρα,
ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω
πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί, 165
πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος·
ὅμως δʼ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.
σῶσον νεκρούς μοι, τἀμά τʼ οἰκτίρας κακὰ
καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,
αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν, 170
ἐλθεῖν δʼ ἔτλησαν δεῦρο καὶ ξένον πόδα
θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,
πρεσβεύματʼ οὐ Δήμητρος ἐς μυστήρια,
ἀλλʼ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν
κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν. 175
σοφὸν δὲ πενίαν τʼ εἰσορᾶν τὸν ὄλβιον,
πένητά τʼ εἰς τοὺς πλουσίους ἀποβλέπειν
ζηλοῦνθʼ, ἵνʼ αὐτὸν χρημάτων ἔρως ἔχῃ,
τά τʼ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι. 179
⋯ 179α
τόν θʼ ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέλη 180
χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχῃ τόδε,
οὔτοι δύναιτʼ ἂν οἴκοθέν γʼ ἀτώμενος
τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει.
τάχʼ οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα
πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον; 185
ἐγὼ δίκαιός εἰμʼ ἀφηγεῖσθαι τάδε.
Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους,
τὰ δʼ ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ
μόνη δύναιτʼ ἂν τόνδʼ ὑποστῆναι πόνον·
τά τʼ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν 190
ἔχει σὲ ποιμένʼ ἐσθλόν· οὗ χρείᾳ πόλεις
πολλαὶ διώλοντʼ, ἐνδεεῖς στρατηλάτου.
Χορός
κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω,
Θησεῦ, διʼ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.
Θησεύς
ἄλλοισι δὴ ʼπόνησʼ ἁμιλληθεὶς λόγῳ 195
τοιῷδʼ. ἔλεξε γάρ τις ὡς τὰ χείρονα
πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων·
ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω,
πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς·
εἰ μὴ γὰρ ἦν τόδʼ, οὐκ ἂν ἦμεν ἐν φάει. 200
αἰνῶ δʼ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου
καὶ θηριώδους θεῶν διεσταθμήσατο,
πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δʼ ἄγγελον
γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα,
τροφήν τε καρποῦ τῇ τροφῇ τʼ ἀπʼ οὐρανοῦ 205
σταγόνας ὑδρηλάς, ὡς τά γʼ ἐκ γαίας τρέφῃ
ἄρδῃ τε νηδύν· πρὸς δὲ τοῖσι χείματος
προβλήματʼ, αἶθρον ἐξαμύνασθαι θεοῦ,
πόντου τε ναυστολήμαθʼ, ὡς διαλλαγὰς
ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ. 210
ἃ δʼ ἔστʼ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν,
ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς
μάντεις προσημαίνουσιν οἰωνῶν τʼ ἄπο.
ἆρʼ οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳ
δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε; 215
ἀλλʼ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν
ζητεῖ, τὸ γαῦρον δʼ ἐν φρεσὶν κεκτημένοι
δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.
ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς,
ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς 220
ξένοισιν ὧδʼ ἔδωκας ὡς ζώντων θεῶν,
λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸν
ἥλκωσας οἴκους· χρῆν γὰρ οὐδὲ σώματα
ἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι,
εὐδαιμονοῦντας δʼ ἐς δόμους κτᾶσθαι φίλους. 225
κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος
τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσε
τὸν συννοσοῦντα κοὐδὲν ἠδικηκότα.
ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,
μάντεων λεγόντων θέσφατʼ, εἶτʼ ἀτιμάσας 230
βίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,
νέοις παραχθείς, οἵτινες τιμώμενοι
χαίρουσι πολέμους τʼ αὐξάνουσʼ ἄνευ δίκης,
φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῇ,
ὁ δʼ ὡς ὑβρίζῃ δύναμιν ἐς χεῖρας λαβών, 235
ἄλλος δὲ κέρδους οὕνεκʼ, οὐκ ἀποσκοπῶν
τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.
τρεῖς γὰρ πολιτῶν μερίδες· οἳ μὲν ὄλβιοι
ἀνωφελεῖς τε πλειόνων τʼ ἐρῶσʼ ἀεί·
οἳ δʼ οὐκ ἔχοντες καὶ σπανίζοντες βίου 240
δεινοί, νέμοντες τῷ φθόνῳ πλέον μέρος,
ἐς τοὺς ἔχοντας κέντρʼ ἀφιᾶσιν κακά,
γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι·
τριῶν δὲ μοιρῶν ἡ ʼν μέσῳ σῴζει πόλεις,
κόσμον φυλάσσουσʼ ὅντινʼ ἂν τάξῃ πόλις. 245
κἄπειτʼ ἐγώ σοι σύμμαχος γενήσομαι;
τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;
χαίρων ἴθʼ· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς,
αὐτὸς πιέζειν τὴν τύχην, ἡμᾶς δʼ ἐᾶν.
Χορός
ἥμαρτεν· ἐν νέοισι δʼ ἀνθρώπων τόδε 250
ἔνεστι· συγγνώμην δὲ τῷδʼ ἔχειν χρεών.
ἀλλʼ ὡς ἰατρὸν τῶνδʼ, ἄναξ, ἀφίγμεθα.
Ἄδραστος
οὔτοι δικαστήν σʼ εἱλόμην ἐμῶν κακῶν
οὐδʼ, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι,
τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ, 255
ἀλλʼ ὡς ὀναίμην. εἰ δὲ μὴ βούλῃ τάδε,
στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω;
ἄγʼ, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην
αὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇ
θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν 260
Δήμητρα θέμεναι μάρτυρʼ ἡλίου τε φῶς,
ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν. 262
Χορός
⋯ 262α
ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δʼ ἡμεῖς χθονὸς
ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα.
τί δρᾷς; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς 265
γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;
μὴ δῆτʼ· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,
δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν
ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς
οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν. 270
Χορός
βᾶθι, τάλαινʼ, ἱερῶν δαπέδων ἄπο Περσεφονείας,
βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,
τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ʼγώ,
οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους.
ἰώ μοι· λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς. 275
πρός σε γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι,
⋯
⋯
ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία·
οἴκτισαι ἀμφὶ τέκνων μʼ ἱκέταν ἤ τινʼ ἀλάταν 280
οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν.
μηδʼ ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶν
παῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω.
βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσι
γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι. 285
Θησεύς
μῆτερ, τί κλαίεις λέπτʼ ἐπʼ ὀμμάτων φάρη
βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους
κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι.
ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει
σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη. 290
Αἴθρα
αἰαῖ. 291
Θησεύς
τὰ τούτων οὐχὶ σοὶ στενακτέον. 291β
Αἴθρα
ὦ τλήμονες γυναῖκες. 292
Θησεύς
οὐ σὺ τῶνδʼ ἔφυς. 292β
Αἴθρα
εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;
Θησεύς
ὡς πολλά γʼ ἐστὶ κἀπὸ θηλειῶν σοφά.
Αἴθρα
ἀλλʼ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει. 295
Θησεύς
αἰσχρόν γʼ ἔλεξας, χρήστʼ ἔπη κρύπτειν φίλοις.
Αἴθρα
οὔτοι σιωπῶσʼ εἶτα μέμψομαί ποτε
τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς,
οὐδʼ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν
δείσασʼ ἀφήσω τῷ φόβῳ τοὐμὸν καλόν. 300
ἐγὼ δέ σʼ, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν
σκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας·
τἄλλʼ εὖ φρονῶν γάρ, ἐν μόνῳ τούτῳ ʼσφάλης.
πρὸς τοῖσδε δʼ, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν
τολμηρὸν εἶναι, κάρτʼ ἂν εἶχον ἡσύχως· 305
νῦν δʼ ἴσθι σοί τε τοῦθʼ ὅσην τιμὴν φέρει,
κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον,
ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς
τάφου τε μοίρας καὶ κτερισμάτων λαχεῖν
ἐς τήνδʼ ἀνάγκην σῇ καταστῆσαι χερί, 310
νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος
παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις
τοῦτʼ ἔσθʼ, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς.
ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ χερῶν,
πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν, 315
δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου
ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον,
οὗ δʼ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν
χρῆν ἐκπονῆσαι, δειλὸς ὢν ἐφηυρέθης.
μὴ δῆτʼ ἐμός γʼ ὤν, ὦ τέκνον, δράσῃς τάδε. 320
ὁρᾷς, ἄβουλος ὡς κεκερτομημένη
τοῖς κερτομοῦσι γοργὸν ὄμμʼ ἀναβλέπει
σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται·
αἱ δʼ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις
σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι. 325
οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις
προσωφελήσων, ὦ τέκνον, κεχρημέναις;
ὡς οὔτε ταρβῶ σὺν δίκῃ σʼ ὁρμώμενον,
Κάδμου θʼ ὁρῶσα λαὸν εὖ πεπραγότα,
ἔτʼ αὐτὸν ἄλλα βλήματʼ ἐν κύβοις βαλεῖν 330
πέποιθʼ· ὁ γὰρ θεὸς πάντʼ ἀναστρέφει πάλιν.
Χορός
ὦ φιλτάτη μοι, τῷδέ τʼ εἴρηκας καλῶς
κἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε.
Θησεύς
ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι
ὀρθῶς ἔχουσʼ ἐς τόνδε, κἀπεφηνάμην 335
γνώμην ὑφʼ οἵων ἐσφάλη βουλευμάτων·
ὁρῶ δὲ κἀγὼ ταῦθʼ ἅπερ με νουθετεῖς,
ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις
φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ
ἔθος τόδʼ εἰς Ἕλληνας ἐξελεξάμην, 340
ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.
οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.
τί γάρ μʼ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν,
ὅθʼ ἡ τεκοῦσα χὑπερορρωδοῦσʼ ἐμοῦ
πρώτη κελεύεις τόνδʼ ὑποστῆναι πόνον; 345
δράσω τάδʼ· εἶμι καὶ νεκροὺς ἐκλύσομαι
λόγοισι πείθων· εἰ δὲ μή, βίᾳ δορὸς
ἤδη τόδʼ ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν.
δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε.
δόξει δʼ ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγου 350
προσδοὺς ἔχοιμʼ ἂν δῆμον εὐμενέστερον.
καὶ γὰρ κατέστησʼ αὐτὸν ἐς μοναρχίαν
ἐλευθερώσας τήνδʼ ἰσόψηφον πόλιν.
λαβὼν δʼ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων
ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε, 355
λεκτοὺς ἀθροίσας δεῦρʼ Ἀθηναίων κόρους
ἥξω· παρʼ ὅπλοις θʼ ἥμενος πέμψω λόγους
Κρέοντι νεκρῶν σώματʼ ἐξαιτούμενος.
ἀλλʼ, ὦ γεραιαί, σέμνʼ ἀφαιρεῖτε στέφη
μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω, 360
φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ
δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων —
κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται
παίδων παρʼ αὑτοῦ τοιάδʼ ἃν τοκεῦσι δῷ.
Χορός
— ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον, 365
ἐκλύετε τάδʼ, ἐκλύετε
ἄνακτος ὅσια περὶ θεοὺς
καὶ μεγάλα Πελασγίᾳ 368
καὶ κατʼ Ἄργος. 368α
Χορός
— εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν
ἱκόμενος ἔτι ματέρος 370
ἄγαλμα φόνιον ἐξέλοι,
γᾶν δὲ φίλιον Ἰνάχου 372
θεῖτʼ ὀνήσας. 372α
Χορός
— καλὸν δʼ ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος
χάριν τʼ ἔχει τὰν ἐς αἰεί.
τί μοι πόλις κρανεῖ ποτʼ; ἆρα φίλιά μοι 375
τεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα;
Χορός
— ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος,
νόμους βροτῶν μὴ μιαίνειν.
σύ τοι σέβεις δίκαν, τὸ δʼ ἧσσον ἀδικίᾳ
νέμεις, δυστυχῆ τʼ ἀεὶ πάντα ῥύῃ. 380
Θησεύς
τέχνην μὲν αἰεὶ τήνδʼ ἔχων ὑπηρετεῖς
πόλει τε κἀμοί, διαφέρων κηρύγματα·
ἐλθὼν δʼ ὑπέρ τʼ Ἀσωπὸν Ἰσμηνοῦ θʼ ὕδωρ
σεμνῷ τυράννῳ φράζε Καδμείων τάδε·
Θησεύς σʼ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς, 385
συγγείτονʼ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν,
φίλον τε θέσθαι πάντʼ Ἐρεχθειδῶν λεών.
κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος
στεῖχʼ· ἢν δʼ ἀπιστῶσʼ, οἵδε δεύτεροι λόγοι·
Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον. 390
στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν
Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.
— καὶ μὴν ἑκοῦσά γʼ ἀσμένη τʼ ἐδέξατο
πόλις πόνον τόνδʼ, ὡς θέλοντά μʼ ᾔσθετο.
ἔα· λόγων τίς ἐμποδὼν ὅδʼ ἔρχεται; 395
Καδμεῖος, ὡς ἔοικεν οὐ σάφʼ εἰδότι,
κῆρυξ. ἐπίσχες, ἤν σʼ ἀπαλλάξῃ πόνου
μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.
Κῆρυξ
τίς γῆς τύραννος; πρὸς τίν᾽ ἀγγεῖλαί με χρὴ
λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς 400
Ἐτεοκλέους θανόντος ἀμφ᾽ ἑπταστόμους
πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο;
Θησεύς
πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,
ζητῶν τύραννον ἐνθάδ᾽· οὐ γὰρ ἄρχεται
ἑνὸς πρὸς ἀνδρὸς ἀλλ᾽ ἐλευθέρα πόλις. 405
δῆμος δ᾽ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει
ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς
τὸ πλεῖστον ἀλλὰ χὠ πένης ἔχων ἴσον.
Κῆρυξ
ἓν μὲν τόδ᾽ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως
κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμ᾽ ἄπο 410
ἑνὸς πρὸς ἀνδρὸς οὐκ ὄχλῳ κρατύνεται·
οὐδ᾽ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις
πρὸς κέρδος ἴδιον ἄλλοτ᾽ ἄλλοσε στρέφει,
τὸ δ᾽ αὐτίχ᾽ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν
ἐσαῦθις ἔβλαψ᾽, εἶτα διαβολαῖς νέαις 415
κλέψας τὰ πρόσθε σφάλματ᾽ ἐξέδυ δίκης.
ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους
ὀρθῶς δύναιτ᾽ ἂν δῆμος εὐθύνειν πόλιν;
ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους
κρείσσω δίδωσι. γαπόνος δ᾽ ἀνὴρ πένης, 420
εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο
οὐκ ἂν δύναιτο πρὸς τὰ κοίν᾽ ἀποβλέπειν.
ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,
ὅταν πονηρὸς ἀξίωμ᾽ ἀνὴρ ἔχῃ
γλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν. 425
Θησεύς
κομψός γ᾽ ὁ κῆρυξ καὶ παρεργάτης λόγων.
ἐπεὶ δ᾽ ἀγῶνα καὶ σὺ τόνδ᾽ ἠγωνίσω,
ἄκου᾽· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
οὐδὲν τυράννου δυσμενέστερον πόλει,
ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι 430
κοινοί, κρατεῖ δ᾽ εἷς τὸν νόμον κεκτημένος
αὐτὸς παρ᾽ αὑτῷ· καὶ τόδ᾽ οὐκέτ᾽ ἔστ᾽ ἴσον.
γεγραμμένων δὲ τῶν νόμων ὅ τ᾽ ἀσθενὴς
ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει,
ἔστιν δ᾽ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις 435
τὸν εὐτυχοῦντα ταὔθ᾽ ὅταν κλύῃ κακῶς,
νικᾷ δ᾽ ὁ μείων τὸν μέγαν δίκαι᾽ ἔχων.
τοὐλεύθερον δ᾽ ἐκεῖνο· «τίς θέλει πόλει
χρηστόν τι βούλευμ᾽ ἐς μέσον φέρειν ἔχων;»
καὶ ταῦθ᾽ ὁ χρῄζων λαμπρός ἐσθ᾽, ὁ μὴ θέλων 440
σιγᾷ. τί τούτων ἔστ᾽ ἰσαίτερον πόλει;
καὶ μὴν ὅπου γε δῆμος εὐθυντὴς χθονὸς
ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις·
ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε,
καὶ τοὺς ἀρίστους οὕς ‹τ᾽› ἂν ἡγῆται φρονεῖν 445
κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.
πῶς οὖν ἔτ᾽ ἂν γένοιτ᾽ ἂν ἰσχυρὰ πόλις
ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν
τομαῖς ἀφαιρῇ κἀπολωτίζῃ νέους;
κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις 450
ὡς τῷ τυράννῳ πλείον᾽ ἐκμοχθῇ βίον;
ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,
τερπνὰς τυράννοις ἡδονὰς ὅταν θέλῃ,
δάκρυα δ᾽ ἑτοιμάζουσι; μὴ ζῴην ἔτι
εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται. 455
καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα.
ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;
κλαίων γʼ ἂν ἦλθες, εἴ σε μὴ πεμψεν πόλις,
περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν
λέξανθʼ ὅσʼ ἂν τάξῃ τις ὡς τάχος πάλιν 460
χωρεῖν. τὸ λοιπὸν δʼ εἰς ἐμὴν πόλιν Κρέων
ἧσσον λάλον σου πεμπέτω τινʼ ἄγγελον.
Χορός
φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῷ
καλῶς, ὑβρίζουσʼ ὡς ἀεὶ πράξοντες εὖ.
Κῆρυξ
λέγοιμʼ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων 465
σοὶ μὲν δοκείτω ταῦτʼ, ἐμοὶ δὲ τἀντία.
ἐγὼ δʼ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς
Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι·
εἰ δʼ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας,
λύσαντα σεμνὰ στεμμάτων μυστήρια 470
τῆσδʼ ἐξελαύνειν, μηδʼ ἀναιρεῖσθαι νεκροὺς
βίᾳ, προσήκοντʼ οὐδὲν Ἀργείων πόλει.
κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν
σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων
ἡμῖν τε καὶ σοὶ συμμάχοις τʼ ἔσται δορός. 475
σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος
λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων,
σφριγῶντʼ ἀμείψῃ μῦθον ἐκ βραχιόνων·
ἐλπὶς γάρ ἐστʼ ἄπιστον, ἣ πολλὰς πόλεις
συνῆψʼ, ἄγουσα θυμὸν εἰς ὑπερβολάς. 480
ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ,
οὐδεὶς ἔθʼ αὑτοῦ θάνατον ἐκλογίζεται,
τὸ δυστυχὲς δὲ τοῦτʼ ἐς ἄλλον ἐκτρέπει·
εἰ δʼ ἦν παρʼ ὄμμα θάνατος ἐν ψήφου φορᾷ,
οὐκ ἄν ποθʼ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο. 485
καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν
τὸν κρείσσονʼ ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά,
ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς·
ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη,
Ποιναῖσι δʼ ἐχθρά, τέρπεται δʼ εὐπαιδίᾳ, 490
χαίρει δὲ πλούτῳ. ταῦτʼ ἀφέντες οἱ κακοὶ
πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα
δουλούμεθʼ, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.
σὺ δʼ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς,
θάπτων κομίζων θʼ ὕβρις οὓς ἀπώλεσεν; 495
οὔ τἄρʼ ἔτʼ ὀρθῶς Καπανέως κεραύνιον
δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας
ὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλιν
πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ;
οὐδʼ ἥρπασεν χάρυβδις οἰωνοσκόπον, 500
τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,
ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται
πέτροις καταξανθέντες ὀστέων ῥαφάς;
ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός,
ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι. 505
φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,
ἔπειτα τοκέας πατρίδα θʼ, ἣν αὔξειν χρεὼν
καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασύς·
νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός.
καὶ τοῦτʼ ἐμοὶ τἀνδρεῖον, ἡ προμηθία. 510
Χορός
ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος,
ὑμᾶς δʼ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδʼ ὕβριν.
Ἄδραστος
ὦ παγκάκιστε — 513
Θησεύς
σῖγʼ, Ἄδραστʼ, ἔχε στόμα, 513β
καὶ μὴ ʼπίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους
θῇς· οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε, 515
ἀλλʼ ὡς ἔμʼ· ἡμᾶς κἀποκρίνασθαι χρεών.
καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτʼ ἀμείψομαι.
οὐκ οἶδʼ ἐγὼ Κρέοντα δεσπόζοντʼ ἐμοῦ
οὐδὲ σθένοντα μεῖζον, ὥστʼ ἀναγκάσαι
δρᾶν τὰς Ἀθήνας ταῦτʼ· ἄνω γὰρ ἂν ῥέοι 520
τὰ πράγμαθʼ οὕτως, εἰ ʼπιταξόμεσθα δή.
πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,
ὃς οὐδὲ σὺν τοῖσδʼ ἦλθον ἐς Κάδμου χθόνα·
νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν
οὐδʼ ἀνδροκμῆτας προσφέρων ἀγωνίας, 525
θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον
σῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;
εἰ γάρ τι καὶ πεπόνθατʼ Ἀργείων ὕπο,
τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,
αἰσχρῶς δʼ ἐκείνοις, χἡ δίκη διοίχεται. 530
ἐάσατʼ ἤδη γῇ καλυφθῆναι νεκρούς,
ὅθεν δʼ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο,
ἐνταῦθʼ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,
τὸ σῶμα δʼ ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα
ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον, 535
κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.
δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;
ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε,
εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν
ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει 540
τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος.
κἀμοὶ μὲν ἦλθες δείνʼ ἀπειλήσων ἔπη,
νεκροὺς δὲ ταρβεῖτʼ, εἰ κρυβήσονται χθονί;
τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν
ταφέντες ὑμῶν; ἢ τέκνʼ ἐν μυχῷ χθονὸς 545
φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;
σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,
φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.
ἀλλʼ, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά·
παλαίσμαθʼ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ 550
οἳ μὲν τάχʼ, οἳ δʼ ἐσαῦθις, οἳ δʼ ἤδη βροτῶν,
τρυφᾷ δʼ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς,
ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται,
ὅ τʼ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν
ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε 555
ἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρειν
ἀδικεῖν τε τοιαῦθʼ οἷα μὴ βλάψαι πόλιν.
πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς
θάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.
ἢ δῆλα τἀνθένδʼ· εἶμι καὶ θάψω βίᾳ. 560
οὐ γάρ ποτʼ εἰς Ἕλληνας ἐξοισθήσεται
ὡς εἰς ἔμʼ ἐλθὼν καὶ πόλιν Πανδίονος
νόμος παλαιὸς δαιμόνων διεφθάρη.
Χορός
θάρσει· τὸ γάρ τοι τῆς Δίκης σῴζων φάος
πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους. 565
Κῆρυξ
βούλῃ συνάψω μῦθον ἐν βραχεῖ σέθεν;
Θησεύς
λέγʼ, εἴ τι βούλῃ· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
Κῆρυξ
οὐκ ἄν ποτʼ ἐκ γῆς παῖδας Ἀργείων λάβοις.
Θησεύς
κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν.
Κῆρυξ
κλύοιμʼ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος. 570
Θησεύς
θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.
Κῆρυξ
ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον.
Θησεύς
πολλοὺς ἔτλην δὴ χἁτέρους ἄλλους πόνους.
Κῆρυξ
ἦ πᾶσιν οὖν σʼ ἔφυσεν ἐξαρκεῖν πατήρ;
Θησεύς
ὅσοι γʼ ὑβρισταί· χρηστὰ δʼ οὐ κολάζομεν. 575
Κῆρυξ
πράσσειν σὺ πόλλʼ εἴωθας ἥ τε σὴ πόλις.
Θησεύς
τοιγὰρ πονοῦσα πολλὰ πόλλʼ εὐδαιμονεῖ.
Κῆρυξ
ἔλθʼ, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ.
Θησεύς
τίς δʼ ἐκ δράκοντος θοῦρος ἂν γένοιτʼ Ἄρης;
Κῆρυξ
γνώσῃ σὺ πάσχων· νῦν δʼ ἔτʼ εἶ νεανίας. 580
Θησεύς
οὔτοι μʼ ἐπαρεῖς ὥστε θυμῶσαι φρένας
τοῖς σοῖσι κόμποις· ἀλλʼ ἀποστέλλου χθονός,
λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών.
περαίνομεν γὰρ οὐδέν. 584
ὁρμᾶσθαι χρεὼν 584β
πάντʼ ἄνδρʼ ὁπλίτην ἁρμάτων τʼ ἐπεμβάτην, 585
μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα
ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα.
χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας
αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων 590
αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν,
Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχας
τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα
στρατηλατήσω καινὸς ἐν καινῷ δορί.
ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν, ὅσοι 595
δίκην σέβονται· ταῦτα γὰρ ξυνόνθʼ ὁμοῦ
νίκην δίδωσιν. ἁρετὴ δʼ οὐδὲν λέγει
βροτοῖσιν, ἢ μὴ τὸν θεὸν χρῄζοντʼ ἔχῃ.
Χορός
— ὦ μέλεαι μελέων ματέρες λοχαγῶν,
ὥς μοι ὑφʼ ἥπατι χλωρὸν δεῖμα θάσσει —
— τίνʼ αὐδὰν τάνδε προσφέρεις νέαν; 600
— στράτευμα πᾷ Παλλάδος κριθήσεται;
— διὰ δορὸς εἶπας, ἢ λόγων ξυναλλαγαῖς;
— γένοιτʼ ἂν κέρδος· εἰ δʼ ἀρείφατοι
φόνοι μάχαι στερνοτυπεῖς τʼ ἀνὰ πτόλιν
κτύποι φανήσονται, τάλαι- 605
να, τίνα λόγον, τίνʼ ἂν τῶνδʼ αἰτία λάβοιμι;
⋯
Χορός
— ἀλλὰ τὸν εὐτυχίᾳ λαμπρὸν ἄν τις αἱροῖ
μοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει.
— δικαίους δαίμονας σύ γʼ ἐννέπεις. 610
— τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;
— διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.
— φόβῳ γὰρ τῷ πάρος διόλλυσαι·
δίκα δίκαν δʼ ἐκάλεσε καὶ φόνος φόνον,
κακῶν δʼ ἀναψυχὰς θεοὶ 615
⋯
βροτοῖς νέμουσι, πάντων τέρμʼ ἔχοντες αὐτοί.
Χορός
— τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθʼ ἄν,
Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι —
— ποτανὰν εἴ σέ τις θεῶν κτίσαι. 620
— διπόταμον ἵνα πόλιν μόλω.
— εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας.
— τίς ποτʼ αἶσα, τίς ἄρα πότμος
ἐπιμένει τὸν ἄλκιμον
τᾶσδε γᾶς ἄνακτα; 625
Χορός
— κεκλημένους μὲν ἀνακαλούμεθʼ αὖ θεούς·
— ἀλλὰ φόβων πίστις ἅδε πρώτα.
— ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος
παιδογόνε πόριος Ἰνάχου.
— πόλει μοι ξύμμαχος γενοῦ τᾷδʼ εὐμενής. 630
— τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα
πόλεος, ἐκκομίζομαι
πρὸς πυρὰν ὑβρισθέν.
Ἄγγελος
γυναῖκες, ἥκω πόλλʼ ἔχων λέγειν φίλα,
αὐτός τε σωθείς· ᾑρέθην γὰρ ἐν μάχῃ, 635
ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοι
ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα·
νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε
μακροῦ ἀποπαύσω· Καπανέως γὰρ ἦ λάτρις,
ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ. 640
Χορός
ὦ φίλτατʼ, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν
τήν τʼ ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸς
σῶς ἐστʼ Ἀθηνῶν, πάντʼ ἂν ἀγγέλλοις φίλα.
Ἄγγελος
σῶς, καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν
πρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπʼ Ἰνάχου 645
στείλας ἐπεστράτευσε Καδμείων πόλιν.
Χορός
πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος
ἔστησεν οἵ τε συμμετασχόντες δορός;
λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς.
Ἄγγελος
λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής, 650
ἔβαλλε γαῖαν· ἀμφὶ δʼ Ἠλέκτρας πύλας
ἔστην θεατὴς πύργον εὐαγῆ λαβών.
ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων·
τευχεσφόρον μὲν λαὸν ἐκτείνοντʼ ἄνω
Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος, 655
αὐτόν τʼ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,
καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένους
κέρας, παλαιᾶς Κεκροπίας τʼ οἰκήτορας, 658
ἴσους ἀριθμόν· ἁρμάτων δʼ ὀχήματα 662
αὐτόν τε Πάραλον ἐστολισμένον δορὶ 659
κρήνην παρʼ αὐτὴν Ἄρεος· ἱππότην δʼ ὄχλον 660
πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον. 661
Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων, 664
νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτʼ ἀγών, 665
ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος. 663
ἱππεῦσι δʼ ἱππῆς ἦσαν ἀνθωπλισμένοι 666
τετραόροισί τʼ ἀντίʼ ἅρμαθʼ ἅρμασιν.
κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε·
Σιγᾶτε, λαοί· σῖγα, Καδμείων στίχες,
ἀκούσαθʼ· ἡμεῖς ἥκομεν νεκροὺς μέτα, 670
θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον
σῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.
κοὐδὲν Κρέων τοῖσδʼ ἀντεκήρυξεν λόγοις,
ἀλλʼ ἧστʼ ἐφʼ ὅπλοις σῖγα. ποιμένες δʼ ὄχων
τετραόρων κατῆρχον ἐντεῦθεν μάχης· 675
πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους,
παραιβάτας ἔστησαν ἐς τάξιν δορός.
χοἳ μὲν σιδήρῳ διεμάχονθʼ, οἳ δʼ ἔστρεφον
πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.
ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ 680
ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον,
οἵ τʼ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν,
συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.
λεύσσων δὲ ταῦτα κοὐ κλύων — ἐκεῖ γὰρ ἦ
ἔνθʼ ἅρματʼ ἠγωνίζεθʼ οἵ τʼ ἐπεμβάται — 685
τἀκεῖ παρόντα πολλὰ πήματʼ, οὐκ ἔχω
τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν
κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,
ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους
ἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς, 690
τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων
ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ
πρὸς ἁρμάτων τʼ ἀγαῖσι λειπόντων βίον;
νικῶντα δʼ ἵπποις ὡς ὑπείδετο στρατὸν
Κρέων τὸν ἐνθένδʼ, ἰτέαν λαβὼν χερὶ 695
χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν. 696
καὶ συμπατάξαντες μέσον πάντα στρατὸν 699
ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων 700
κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ· 701
Θεῖνʼ· ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ. 702
καὶ μὴν τὰ Θησέως γʼ οὐκ ὄκνῳ διεφθάρη, 697
ἀλλʼ ἵετʼ εὐθὺς λάμπρʼ ἀναρπάσας ὅπλα· 698
λόχος δʼ ὀδόντων ὄφεος ἐξηνδρωμένος 703
δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας 704
τὸ λαιὸν ἡμῶν· δεξιοῦ δʼ ἡσσώμενον 705
φεύγει τὸ κείνων· ἦν δʼ ἀγὼν ἰσόρροπος.
κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν·
οὐ γὰρ τὸ νικῶν τοῦτʼ ἐκέρδαινεν μόνον,
ἀλλʼ ᾤχετʼ ἐς τὸ κάμνον οἰκείου στρατοῦ.
ἔρρηξε δʼ αὐδήν, ὥσθʼ ὑπηχῆσαι χθόνα· 710
Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ
σπαρτῶν τόδʼ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.
θάρσος δʼ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ.
αὐτός θʼ ὅπλισμα τοὐπιδαύριον λαβὼν
δεινῆς κορύνης διαφέρων ἐσφενδόνα 715
ὁμοῦ τραχήλους κἀπικείμενον κάρα,
κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ.
μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.
ἐγὼ δʼ ἀνηλάλαξα κἀνωρχησάμην
κἄκρουσα χεῖρας. οἳ δʼ ἔτεινον ἐς πύλας. 720
βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν
νέων γερόντων, ἱερά τʼ ἐξεπίμπλασαν
φόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν,
Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν
μολεῖν ἔφασκεν, ἀλλʼ ἀπαιτήσων νεκρούς. 725
τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών,
ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος
μισεῖ θʼ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς
ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα
ζητῶν ἀπώλεσʼ ὄλβον ᾧ χρῆσθαι παρῆν. 730
Χορός
νῦν τήνδʼ ἄελπτον ἡμέραν ἰδοῦσʼ ἐγὼ
θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς
ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην.
Ἄδραστος
ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς
φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα 735
δρῶμέν τε τοιαῦθʼ ἃν σὺ τυγχάνῃς θέλων.
ἡμῖν γὰρ ἦν τό τʼ Ἄργος οὐχ ὑποστατόν,
αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν·
Ἐτεοκλέους τε σύμβασιν ποιουμένου,
μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν, 740
κἄπειτʼ ἀπωλόμεσθα. ὁ δʼ αὖ τότʼ εὐτυχής,
λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,
ὕβριζʼ, ὑβρίζων τʼ αὖθις ἀνταπώλετο
Κάδμου κακόφρων λαός. ὦ καιροῦ πέρα
τὸ τόξον ἐντείνοντες· ὦ κενοὶ βροτῶν, 745
καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά,
φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν·
πόλεις τʼ, ἔχουσαι διὰ λόγου κάμψαι κακά,
φόνῳ καθαιρεῖσθʼ, οὐ λόγῳ, τὰ πράγματα.
ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν, 750
πῶς ἐξεσώθης· εἶτα τἄλλʼ ἐρήσομαι.
Ἄγγελος
ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί,
πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός.
Ἄδραστος
ὧν δʼ οὕνεχʼ ἁγὼν ἦν, νεκροὺς κομίζετε;
Ἄγγελος
ὅσοι γε κλεινοῖς ἕπτʼ ἐφέστασαν δόμοις. 755
Ἄδραστος
πῶς φῄς; ὁ δʼ ἄλλος ποῦ κεκμηκότων ὄχλος;
Ἄγγελος
τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.
Ἄδραστος
τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δʼ ἔθαψέ νιν;
Ἄγγελος
Θησεύς, σκιώδης ἔνθʼ Ἐλευθερὶς πέτρα.
Ἄδραστος
οὓς δʼ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών; 760
Ἄγγελος
ἐγγύς· πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται.
Ἄδραστος
ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;
Ἄγγελος
οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ. 763
Ἄδραστος
⋯ 763α
Ἄγγελος
φαίης ἄν, εἰ παρῆσθʼ ὅτʼ ἠγάπα νεκρούς.
Ἄδραστος
ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς; 765
Ἄγγελος
κἄστρωσέ γʼ εὐνὰς κἀκάλυψε σώματα.
Ἄδραστος
δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον.
Ἄγγελος
τί δʼ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;
Ἄδραστος
οἴμοι· πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον.
Ἄγγελος
ἄκραντʼ ὀδύρῃ ταῖσδέ τʼ ἐξάγεις δάκρυ. 770
Ἄδραστος
δοκῶ μέν, αὐταί γʼ εἰσὶν αἱ διδάσκαλοι.
ἀλλʼ εἶἑν· αἴρω χεῖρʼ ἀπαντήσας νεκροῖς
Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους,
φίλους προσαυδῶν, ὧν λελειμμένος τάλας
ἔρημα κλαίω· τοῦτο γὰρ μόνον βροτοῖς 775
οὐκ ἔστι τἀνάλωμʼ ἀναλωθὲν λαβεῖν,
ψυχὴν βροτείαν· χρημάτων δʼ εἰσὶν πόροι.
Χορός
— τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.
πόλει μὲν εὐδοξία
καὶ στρατηλάταις δορὸς 780
διπλάζεται τιμά·
ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη
πικρόν, καλὸν θέαμα δʼ, εἴπερ ὄψομαι,
τὰν ἄελπτον ἁμέραν
ἰδοῦσα, πάντων μέγιστον ἄλγος. 785
Χορός
— ἄγαμόν μʼ ἔτι δεῦρʼ ἀεὶ
Χρόνος παλαιὸς πατὴρ
ὤφελʼ ἁμερᾶν κτίσαι.
τί γάρ μʼ ἔδει παίδων;
τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι 790
πάθος περισσόν, εἰ γάμων ἀπεζύγην,
νῦν δʼ ὁρῶ σαφέστατον
κακόν, τέκνων φιλτάτων στερεῖσα.
Χορός
ἀλλὰ τάδʼ ἤδη σώματα λεύσσω
τῶν οἰχομένων παίδων· μελέα 795
πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις
κοινὸν ἐς Ἅιδην καταβᾶσα;
Ἄδραστος
στεναγμόν, ὦ ματέρες,
τῶν κατὰ χθονὸς νεκρῶν
ἀύσατʼ ἀπύσατʼ ἀντίφωνʼ ἐμῶν 800
στεναγμάτων κλύουσαι.
Χορός
— ὦ παῖδες, ὦ πικρὸν φίλων
προσηγόρημα ματέρων,
προσαυδῶ σε τὸν θανόντα.
Ἄδραστος
ἰὼ ἰώ. 805
Χορός
τῶν γʼ ἐμῶν κακῶν ἐγώ. 805β
Ἄδραστος
αἰαῖ. 806
Χορός
⋯ 806β
Ἄδραστος
ἐπάθομεν ὤ ⋯ 807
Χορός
τὰ κύντατʼ ἄλγη κακῶν. 807β
Ἄδραστος
ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;
Χορός
— ὁρῶσι κἀμὲ τὰν τάλαι-
ναν, τέκνων ἄπαιδα. 810
Ἄδραστος
προσάγετε τῶν δυσπότμων
σώμαθʼ αἱματοσταγῆ,
σφαγέντας οὐκ ἄξιʼ οὐδʼ ὑπʼ ἀξίων,
ἐν οἷς ἀγὼν ἐκράνθη.
Χορός
— δόθʼ, ὡς περιπτυχαῖσι δὴ 815
χέρας προσαρμόσασʼ ἐμοῖς
ἐν ἀγκῶσι τέκνα θῶμαι.
Ἄδραστος
ἔχεις ἔχεις. 818
Χορός
— πημάτων γʼ ἅλις βάρος. 818β
Ἄδραστος
αἰαῖ. 819β
Χορός
τοῖς τεκοῦσι δʼ οὐ λέγεις; 819β
Ἄδραστος
ἀίετέ μου. 820
Χορός
στένεις ἐπʼ ἀμφοῖν ἄχη. 820β
Ἄδραστος
εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.
Χορός
— ἐμὸν δὲ μήποτʼ ἐζύγη
δέμας ἐς ἀνδρὸς εὐνάν.
Ἄδραστος
ἴδετε κακῶν πέλαγος, ὦ
ματέρες τάλαιναι τέκνων. 825
Χορός
— κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲ
σποδὸν κάρᾳ κεχύμεθα.
Ἄδραστος
ἰὼ ἰώ μοί μοι·
κατά με πέδον γᾶς ἕλοι,
διὰ δὲ θύελλα σπάσαι, 830
πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι.
⋯
Χορός
— πικροὺς ἐσεῖδες γάμους,
πικρὰν δὲ Φοίβου φάτιν·
ἔρημά σʼ ἁ πολύστονος Οἰδιπόδα 835
δώματα λιποῦσʼ ἦλθʼ Ἐρινύς.
Θησεύς
μέλλων σʼ ἐρωτᾶν, ἡνίκʼ ἐξήντλεις στρατῷ
γόους, ἀφήσω· τοὺς ἐκεῖ μὲν ἐκλιπὼν
⋯
εἴασα μύθους, νῦν δʼ Ἄδραστον εἰσορῶ· 840
πόθεν ποθʼ οἵδε διαπρεπεῖς εὐψυχίᾳ
θνητῶν ἔφυσαν; εἰπέ γʼ ὡς σοφώτερος
νέοισιν ἀστῶν τῶνδʼ· ἐπιστήμων γὰρ εἶ.
εἶδον γὰρ αὐτῶν κρείσσονʼ ἢ λέξαι λόγῳ
τολμήμαθʼ, οἷς ἤλπιζον αἱρήσειν πόλιν. 845
ἓν δʼ οὐκ ἐρήσομαί σε, μὴ γέλωτʼ ὄφλω,
ὅτῳ ξυνέστη τῶνδʼ ἕκαστος ἐν μάχῃ
ἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο.
κενοὶ γὰρ οὗτοι τῶν τʼ ἀκουόντων λόγοι
καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχῃ βεβὼς 850
λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς
σαφῶς ἀπήγγειλʼ ὅστις ἐστὶν ἁγαθός.
οὐκ ἂν δυναίμην οὔτʼ ἐρωτῆσαι τάδε
οὔτʼ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν·
μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖʼ ὁρᾶν 855
δύναιτʼ ἂν ἑστὼς πολεμίοις ἐναντίος.
Ἄδραστος
ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοι
δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι
φίλων ἀληθῆ καὶ δίκαιʼ εἰπεῖν πέρι.
ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο; 860
Καπανεὺς ὅδʼ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς,
ἥκιστα δʼ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲ
οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,
φεύγων τραπέζαις ὅστις ἐξογκοῖτʼ ἄγαν
τἀρκοῦντʼ ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾷ 865
τὸ χρηστὸν εἶναι, μέτρια δʼ ἐξαρκεῖν ἔφη.
φίλοις τʼ ἀληθὴς ἦν φίλος, παροῦσί τε
καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς.
ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,
ἄκραντον οὐδὲν οὔτʼ ἐς οἰκέτας ἔχων 870
οὔτʼ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω
Ἐτέοκλον, ἄλλην χρηστότητʼ ἠσκηκότα·
νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής,
πλείστας δὲ τιμὰς ἔσχʼ ἐν Ἀργείᾳ χθονί.
φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων 875
οὐκ εἰσεδέξατʼ οἶκον ὥστε τοὺς τρόπους
δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.
τοὺς δʼ ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλιν
ἤχθαιρʼ· ἐπεί τοι κοὐδὲν αἰτία πόλις
κακῶς κλύουσα διὰ κυβερνήτην κακόν. 880
ὁ δʼ αὖ τρίτος τῶνδʼ Ἱππομέδων τοιόσδʼ ἔφυ·
παῖς ὢν ἐτόλμησʼ εὐθὺς οὐ πρὸς ἡδονὰς
Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,
ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς
ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τʼ ἄγρας ἰὼν 885
ἵπποις τε χαίρων τόξα τʼ ἐντείνων χεροῖν,
πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.
ὁ τῆς κυναγοῦ δʼ ἄλλος Ἀταλάντης γόνος
παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,
Ἀρκὰς μὲν ἦν, ἐλθὼν δʼ ἐπʼ Ἰνάχου ῥοὰς 890
παιδεύεται κατʼ Ἄργος. ἐκτραφεὶς δʼ ἐκεῖ
πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους,
λυπηρὸς οὐκ ἦν οὐδʼ ἐπίφθονος πόλει
οὐδʼ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς
μάλιστʼ ἂν εἴη δημότης τε καὶ ξένος. 895
λόχοις δʼ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς
ἤμυνε χώρᾳ, χὡπότʼ εὖ πράσσοι πόλις,
ἔχαιρε, λυπρῶς δʼ ἔφερεν, εἴ τι δυστυχοῖ.
πολλοὺς δʼ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας
ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν. 900
Τυδέως δʼ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν·
οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλʼ ἐν ἀσπίδι
δεινὸς σοφιστής, πολλά τʼ ἐξευρεῖν σοφά.
γνώμῃ δʼ ἀδελφοῦ Μελεάγρου λελειμμένος,
ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός, 905
εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι·
φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ
ἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις, ἴσον.
ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων,
Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν. 910
τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει·
αἰσχύνεται δὲ τἀγάθʼ ἀσκήσας ἀνὴρ
κακὸς γενέσθαι πᾶς τις. ἡ δʼ εὐανδρία
διδακτός, εἴπερ καὶ βρέφος διδάσκεται
λέγειν ἀκούειν θʼ ὧν μάθησιν οὐκ ἔχει. 915
ἃ δʼ ἂν μάθῃ τις, ταῦτα σῴζεσθαι φιλεῖ
πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε.
Χορός
ἰὼ τέκνον, δυστυχῆ σʼ
ἔτρεφον, ἔφερον ὑφʼ ἥπατος
πόνους ἐνεγκοῦσʼ ἐν ὠδῖσι· καὶ 920
νῦν Ἅιδας τὸν ἐμὸν
ἔχει μόχθον ἀθλίας,
ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσʼ
ἁ τάλαινα παῖδα.
Θησεύς
καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον 925
θεοὶ ζῶντʼ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς
αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς·
τὸν Οἰδίπου τε παῖδα, Πολυνείκην λέγω,
ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθʼ ἄν.
ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν 930
φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος.
ἀλλʼ οἶσθʼ ὃ δρᾶσαι βούλομαι τούτων πέρι;
Ἄδραστος
οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.
Θησεύς
τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ ⋯
Ἄδραστος
ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις; 935
Θησεύς
ναί· τοὺς δέ γʼ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ.
Ἄδραστος
ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας;
Θησεύς
αὐτοῦ παρʼ οἴκους τούσδε συμπήξας τάφον.
Ἄδραστος
οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.
Θησεύς
ἡμῖν δέ γʼ οἵδε· στειχέτω δʼ ἄχθη νεκρῶν. 940
Ἄδραστος
ἴτʼ, ὦ τάλαιναι μητέρες, τέκνων πέλας.
Θησεύς
ἥκιστʼ, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.
Ἄδραστος
πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;
Θησεύς
ὄλοιντʼ ἰδοῦσαι τούσδʼ ἂν ἠλλοιωμένους.
Ἄδραστος
πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν. 945
Θησεύς
τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;
Ἄδραστος
νικᾷς. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ
Θησεύς· ὅταν δὲ τούσδε προσθῶμεν πυρί,
ὀστᾶ προσάξεσθε. ὦ ταλαίπωροι βροτῶν,
τί κτᾶσθε λόγχας καὶ κατʼ ἀλλήλων φόνους 950
τίθεσθε; παύσασθʼ, ἀλλὰ λήξαντες πόνων
ἄστη φυλάσσεθʼ ἥσυχοι μεθʼ ἡσύχων.
σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴ
ὡς ῥᾷστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.
Χορός
— οὐκέτʼ εὔτεκνος, οὐκέτʼ εὔ- 955
παις, οὐδʼ εὐτυχίας μέτε-
στίν μοι κουροτόκοις ἐν Ἀργείαις·
οὐδʼ Ἄρτεμις λοχία
προσφθέγξαιτʼ ἂν τὰς ἀτέκνους.
δυσαίων δʼ ὁ βίος, 910
πλαγκτὰ δʼ ὡσεί τις νεφέλα
πνευμάτων ὑπὸ δυσχίμων ἀίσσω.
Χορός
— ἑπτὰ ματέρες ἑπτὰ κού-
ρους ἐγεινάμεθʼ αἱ ταλαί-
πωροι κλεινοτάτους ἐν Ἀργείοις· 915
καὶ νῦν ἄπαις ἄτεκνος
γηράσκω δυστανοτάτως,
οὔτʼ ἐν φθιμένοις
οὔτʼ ἐν ζωοῖσιν ἀριθμουμένη,
χωρὶς δή τινα τῶνδʼ ἔχουσα μοῖραν. 970
Χορός
— ὑπολελειμμένα μοι δάκρυα·
μέλεα παιδὸς ἐν οἴκοις
κεῖται μνήματα, πένθιμοι
κουραὶ καὶ στέφανοι κόμας, 974
λοιβαί τε νεκύων φθιμένων, 974α
ἀοιδαί θʼ ἃς χρυσοκόμας 975
Ἀπόλλων οὐκ ἐνδέχεται·
γόοισι δʼ ὀρθρευομένα
δάκρυσι νοτερὸν ἀεὶ πέπλων
πρὸς στέρνῳ πτύχα τέγξω.
Χορός
— καὶ μὴν θαλάμας τάσδʼ ἐσορῶ δὴ 980
Καπανέως ἤδη τύμβον θʼ ἱερὸν
μελάθρων τʼ ἐκτὸς
Θησέως ἀναθήματα νεκροῖς,
κλεινήν τʼ ἄλοχον τοῦ καπφθιμένου
τοῦδε κεραυνῷ πέλας Εὐάδνην, 985
ἣν Ἶφις ἄναξ παῖδα φυτεύει.
τί ποτʼ αἰθερίαν ἕστηκε πέτραν,
ἣ τῶνδε δόμων ὑπερακρίζει,
τήνδʼ ἐμβαίνουσα κέλευθον;
Εὐάδνη
τί φέγγος, τίνʼ αἴγλαν 990
ἐδίφρευε τόθʼ ἅλιος
σελάνα τε κατʼ αἰθέρα,
λαμπάδʼ ἵνʼ ὠκυθόαι νύμφαι,
ἱππεύουσι διʼ ὀρφναίας,
ἁνίκα γάμων γάμων 995
τῶν ἐμῶν πόλις Ἄργους
ἀοιδάς, εὐδαιμονίας,
ἐπύργωσε καὶ γαμέτα
χαλκεοτευχοῦς, αἰαῖ, Καπανέως.
πρός σʼ ἔβαν δρομὰς ἐξ ἐμῶν 1000
οἴκων ἐκβακχευσαμένα,
πυρᾶς φῶς τάφον τε
βατεύσουσα τὸν αὐτόν,
ἐς Ἅιδαν καταλύσουσʼ ἔμμοχθον
βίοτον αἰῶνός τε πόνους· 1005
ἥδιστος γάρ τοι θάνατος
συνθνῄσκειν θνῄσκουσι φίλοις,
εἰ δαίμων τάδε κραίνοι.
Χορός
καὶ μὴν ὁρᾷς τήνδʼ ἧς ἐφέστηκας πέλας
πυράν, Διὸς θησαυρόν, ἔνθʼ ἔνεστι σὸς 1010
πόσις δαμασθεὶς λαμπάσιν κεραυνίοις.
Εὐάδνη
ὁρῶ δὴ τελευτάν,
ἵνʼ ἕστακα· τύχα δέ μοι
ξυνάπτοι ποδός· ἀλλὰ τᾶς
εὐκλεΐας χάριν ἔνθεν ὁρ- 1015
μάσω τᾶσδʼ ἀπὸ πέτρας πη-
δήσασα πυρὸς ἔσω,
σῶμά τʼ αἴθοπι φλογμῷ
⋯
πόσει συμμείξασα, φίλον 1020
χρῶτα χρωτὶ πέλας θεμένα,
Φερσεφονείας ἥξω θαλάμους,
σὲ τὸν θανόντʼ οὔποτʼ ἐμᾷ
προδοῦσα ψυχᾷ κατὰ γᾶς.
ἴτω φῶς γάμοι τε· 1025
ἴθʼ αἵτινες εὐναὶ
δικαίων ὑμεναίων ἐν Ἄργει
φανῶσιν τέκνοις· ὅσιος δʼ
ὅσιος εὐναῖος γαμέτας
συντηχθεὶς αὔραις ἀδόλοις 1030
γενναίας ψυχᾶς ἀλόχοιο. 1030α
Χορός
καὶ μὴν ὅδʼ αὐτὸς σὸς πατὴρ βαίνει πέλας
γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους,
οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων.
Ἶφις
ὦ δυστάλαιναι, δυστάλας δʼ ἐγὼ γέρων,
ἥκω διπλοῦν πένθημʼ ὁμαιμόνων ἔχων, 1035
τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ
Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν,
ζητῶν τʼ ἐμὴν παῖδʼ, ἣ δόμων ἐξώπιος
βέβηκε πηδήσασα Καπανέως δάμαρ,
θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν 1040
τὸν πρόσθʼ ἐφρουρεῖτʼ ἐν δόμοις· ἐπεὶ δʼ ἐγὼ
φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς,
βέβηκεν. ἀλλὰ τῇδέ νιν δοξάζομεν
μάλιστʼ ἂν εἶναι· φράζετʼ εἰ κατείδετε.
Εὐάδνη
τί τάσδʼ ἐρωτᾷς; ἥδʼ ἐγὼ πέτρας ἔπι 1045
ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς
δύστηνον αἰώρημα κουφίζω, πάτερ.
Ἶφις
τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν
δόμων ὑπεκβᾶσʼ ἦλθες ἐς τήνδε χθόνα;
Εὐάδνη
ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων 1050
κλύων· ἀκοῦσαι δʼ οὔ σε βούλομαι, πάτερ.
Ἶφις
τί δʼ; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι;
Εὐάδνη
κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς.
Ἶφις
σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας;
Εὐάδνη
θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ. 1055
Ἶφις
ὡς οὐκ ἐπʼ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν.
Εὐάδνη
ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.
Ἶφις
κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας;
Εὐάδνη
ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.
Ἶφις
νικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν. 1060
Εὐάδνη
πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.
Ἶφις
ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ;
Εὐάδνη
ἀρετῇ· πόσει γὰρ συνθανοῦσα κείσομαι.
Ἶφις
τί φῄς; τί τοῦτʼ αἴνιγμα σημαίνεις σαθρόν;
Εὐάδνη
ᾄσσω θανόντος Καπανέως τήνδʼ ἐς πυράν. 1065
Ἶφις
ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς.
Εὐάδνη
τοῦτʼ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν.
Ἶφις
ἀλλʼ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε.
Εὐάδνη
ὅμοιον· οὐ γὰρ μὴ κίχῃς μʼ ἑλὼν χερί.
καὶ δὴ παρεῖται σῶμα — σοὶ μὲν οὐ φίλον, 1070
ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει.
Χορός
ἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω.
Ἶφις
ἀπωλόμην δύστηνος, Ἀργείων κόραι.
Χορός
ἒ ἔ, σχέτλια τάδε παθών,
τὸ πάντολμον ἔργον ὄψῃ τάλας. 1075
Ἶφις
οὐκ ἄν τινʼ εὕροιτʼ ἄλλον ἀθλιώτερον.
Χορός
ἰὼ τάλας·
μετέλαχες τύχας Οἰδιπόδα, γέρον,
μέρος καὶ σὺ καὶ πόλις ἐμὰ τλάμων.
Ἶφις
οἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε, 1080
νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν;
ἀλλʼ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ,
γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα,
αἰῶνα δʼ οὐκ ἔξεστιν. εἰ δʼ ἦμεν νέοι
δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε, 1085
διπλοῦ βίου λαχόντες ἐξωρθούμεθʼ ἄν.
ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους
παίδων ἐραστὴς ἦ πόθῳ τʼ ἀπωλλύμην.
εἰ δʼ ἐς τόδʼ ἦλθον κἀξεπειράθην τέκνων
οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων, 1090
οὐκ ἄν ποτʼ ἐς τόδʼ ἦλθον εἰς ὃ νῦν κακόν·
ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν
ἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι.
εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν;
στείχειν πρὸς οἴκους; κᾆτʼ ἐρημίαν ἴδω 1095
πολλῶν μελάθρων, ἀπορίαν τʼ ἐμῷ βίῳ;
ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω;
ἥδιστα πρίν γε δῆθʼ, ὅτʼ ἦν παῖς ἥδε μοι.
ἀλλʼ οὐκέτʼ ἔστιν, ἥ γʼ ἐμὴν γενειάδα
προσήγετʼ αἰεὶ στόματι καὶ κάρα τόδε 1100
κατεῖχε χειρί· πατρὶ δʼ οὐδὲν ἥδιον
γέροντι θυγατρός· ἀρσένων δὲ μείζονες
ψυχαί, γλυκεῖαι δʼ ἧσσον ἐς θωπεύματα.
οὐχ ὡς τάχιστα δῆτά μʼ ἄξετʼ ἐς δόμους;
σκότῳ δὲ δώσετʼ· ἔνθʼ ἀσιτίαις ἐμὸν 1105
δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ.
τί μʼ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;
ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σʼ ἔχων,
μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον,
βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι 1110
παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν·
οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,
θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.
Χορός
— ἰὼ ἰώ· 1114
τάδε δὴ παίδων καὶ δὴ φθιμένων 1114α
ὀστᾶ φέρεται. λάβετʼ, ἀμφίπολοι, 1115
γραίας ἀμενοῦς — οὐ γὰρ ἔνεστιν
ῥώμη παίδων ὑπὸ πένθους —
πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ
καταλειβομένης τʼ ἄλγεσι πολλοῖς.
τί γὰρ ἂν μεῖζον τοῦδʼ ἔτι θνητοῖς 1120
πάθος ἐξεύροις
ἢ τέκνα θανόντʼ ἐσιδέσθαι;
Παῖδες
— φέρω φέρω,
τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη,
βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ, 1125
ἐν δʼ ὀλίγῳ τἀμὰ πάντα συνθείς.
Χορός
— ἰὼ ἰώ,
πᾶ φέρεις δάκρυα φίλᾳ
ματρὶ τῶν ὀλωλότων;
σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων 1130
εὐδοκίμων δήποτʼ ἐν Μυκήναις;
Παῖδες
— ἄπαις, ἄπαις· 1132
ἐγὼ δʼ ἔρημος ἀθλίου πατρὸς τάλας 1132α
ἔρημον οἶκον ὀρφανεύσομαι λαβών,
οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος.
Χορός
— ἰὼ ἰώ· 1135
ποῦ δὲ πόνος ἐμῶν τέκνων, 1135α
ποῦ λοχευμάτων χάρις;
τροφαί τε ματρὸς ἄυπνά τʼ ὀμμάτων τέλη,
καὶ φίλιαι προσβολαὶ προσώπων;
Παῖδες
— βεβᾶσιν, οὐκέτʼ εἰσίν· οἴμοι πάτερ·
βεβᾶσιν. 1140
Χορός
αἰθὴρ ἔχει νιν ἤδη, 1140β
πυρὸς τετακότας σποδῷ·
ποτανοὶ δʼ ἤνυσαν τὸν Ἅιδαν.
Παῖδες
— πάτερ, μῶν σῶν κλύεις τέκνων γόους;
ἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτάσσομαι
σὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν; 1145
Παῖδες
— ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα
πατρῷος· 1147
Χορός
οὔπω κακὸν τόδʼ εὕδει. 1147β
αἰαῖ γόων· ἅλις τύχας,
ἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστι.
Παῖδες
— ἔτʼ Ἀσωποῦ με δέξεται γάνος 1150
χαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν,
τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.
Παῖδες
— ἔτʼ εἰσορᾶν σε, πάτερ, ἐπʼ ὀμμάτων δοκῶ ⋯
Χορός
— φίλον φίλημα παρὰ γένυν τιθέντα σόν.
Παῖδες
— λόγων δὲ παρακέλευσμα σῶν 1155
ἀέρι φερόμενον οἴχεται.
Χορός
— δυοῖν δʼ ἄχη, ματρί τʼ ἔλιπεν —
σέ τʼ οὔποτʼ ἄλγη πατρῷα λείψει.
Παῖδες
— ἔχω τοσόνδε βάρος ὅσον μʼ ἀπώλεσεν.
Χορός
— φέρʼ, ἀμφὶ μαστὸν ὑποβάλω φίλαν σποδόν. 1160
Παῖδες
— ἔκλαυσα τόδε κλύων ἔπος
στυγνότατον· ἔθιγέ μου φρενῶν.
Χορός
— ὦ τέκνον, ἔβας· οὐκέτι φίλον
φίλας ἄγαλμʼ ὄψομαί σε ματρός.
Θησεύς
Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος, 1165
ὁρᾶτε παῖδας τούσδʼ ἔχοντας ἐν χεροῖν
πατέρων ἀρίστων σώμαθʼ ὧν ἀνειλόμην·
τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα.
ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους
σῴζειν, ὁρῶντας ὧν ἐκύρσατʼ ἐξ ἐμοῦ, 1170
παισίν θʼ ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους,
τιμᾶν πόλιν τήνδʼ, ἐκ τέκνων ἀεὶ τέκνοις
μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε.
Ζεὺς δὲ ξυνίστωρ οἵ τʼ ἐν οὐρανῷ θεοὶ
οἵων ὑφʼ ἡμῶν στείχετʼ ἠξιωμένοι. 1175
Ἄδραστος
Θησεῦ, ξύνισμεν πάνθʼ ὅσʼ Ἀργείαν χθόνα
δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν,
χάριν τʼ ἀγήρων ἕξομεν· γενναῖα γὰρ
παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.
Θησεύς
τί δῆτʼ ἔθʼ ὑμῖν ἄλλʼ ὑπουργῆσαί με χρή; 1180
Ἄδραστος
χαῖρʼ· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.
Θησεύς
ἔσται τάδʼ· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.
Ἀθήνα
ἄκουε, Θησεῦ, τούσδʼ Ἀθηναίας λόγους,
ἃ χρή σε δρᾶσαι, δρῶντα δʼ ὠφελεῖν τάδε.
μὴ δῷς τάδʼ ὀστᾶ τοῖσδʼ ἐς Ἀργείαν χθόνα 1185
παισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς,
ἀλλʼ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων
πρῶτον λάβʼ ὅρκον. τόνδε δʼ ὀμνύναι χρεὼν
Ἄδραστον· οὗτος κύριος, τύραννος ὤν,
πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν. 1190
ὁ δʼ ὅρκος ἔσται, μήποτʼ Ἀργείους χθόνα
ἐς τήνδʼ ἐποίσειν πολέμιον παντευχίαν,
ἄλλων τʼ ἰόντων ἐμποδὼν θήσειν δόρυ.
ἢν δʼ ὅρκον ἐκλιπόντες ἔλθωσιν, πάλιν
κακῶς ὀλέσθαι πρόστρεπʼ Ἀργείων χθόνα. 1195
ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σʼ, ἄκουέ μου.
ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων,
ὃν Ἰλίου ποτʼ ἐξαναστήσας βάθρα
σπουδὴν ἐπʼ ἄλλην Ἡρακλῆς ὁρμώμενος
στῆσαί σʼ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν. 1200
ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν
ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει,
κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει,
μνημεῖά θʼ ὅρκων μαρτύρημά θʼ Ἑλλάδι.
ᾗ δʼ ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνον 1205
ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς
κρύψον παρʼ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν·
φόβον γὰρ αὐτοῖς, ἤν ποτʼ ἔλθωσιν πόλιν,
δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν.
δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς. 1210
τεμένη δʼ, ἵνʼ αὐτῶν σώμαθʼ ἡγνίσθη πυρί,
μέθες παρʼ αὐτὴν τρίοδον Ἰσθμίας θεοῦ·
σοὶ μὲν τάδʼ εἶπον· παισὶ δʼ Ἀργείων λέγω·
πορθήσεθʼ ἡβήσαντες Ἰσμηνοῦ πόλιν,
πατέρων θανόντων ἐκδικάζοντες φόνον, 1215
σύ τʼ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης
νέος καταστάς, παῖς τʼ ἀπʼ Αἰτωλῶν μολὼν
Τυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ.
ἀλλʼ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν
καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν 1220
ἑπτάστολον πύργωμα Καδμείων ἔπι·
πικροὶ γὰρ αὐτοῖς ἥξετʼ, ἐκτεθραμμένοι
σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες.
κοὐκ ἔστιν ἄλλως· Ἔκγονοι δʼ ἀνʼ Ἑλλάδα
κληθέντες ᾠδὰς ὑστέροισι θήσετε· 1225
τοῖον στράτευμα σὺν θεῷ πορεύσετε.
Θησεύς
δέσποινʼ Ἀθάνα, πείσομαι λόγοισι σοῖς·
σὺ γάρ μʼ ἀνορθοῖς, ὥστε μὴ ʼξαμαρτάνειν·
καὶ τόνδʼ ἐν ὅρκοις ζεύξομαι· μόνον σύ με
ἐς ὀρθὸν ἵστη· σοῦ γὰρ εὐμενοῦς πόλει 1230
οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν.
Χορός
στείχωμεν, Ἄδρασθʼ, ὅρκια δῶμεν
τῷδʼ ἀνδρὶ πόλει τʼ· ἄξια δʼ ἡμῖν
προμεμοχθήκασι σέβεσθαι. 1234