Μετάβαση στο περιεχόμενο

Ηρακλής μαινόμενος

Από Βικιθήκη


Ἡρακλῆς μαινόμενος




Ἀμφιτρύων
Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν,
Ἀργεῖον Ἀμφιτρύων᾽, ὃν Ἀλκαῖός ποτε
ἔτιχθ᾽ ὁ Περσέως, πατέρα τόνδ᾽ Ἡρακλέους;
ὃς τάσδε Θήβας ἔσχον, ἔνθ᾽ ὁ γηγενὴς
σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης    5
ἔσωσ᾽ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν
τεκνοῦσι παίδων παισίν· ἔνθεν ἐξέφυ
Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός.
Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ,
ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε    10
λωτῶι συνηλάλαξαν ἡνίκ᾽ εἰς ἐμοὺς
δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο.
λιπὼν δὲ Θήβας, οὗ κατωικίσθην ἐγώ,
Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς
Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν    15
ὠρέξατ᾽ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν
Ἠλεκτρύωνα. συμφορὰς δὲ τὰς ἐμὰς
ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων
καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν,
ἐξημερῶσαι γαῖαν, εἴθ᾽ Ἥρας ὕπο    20
κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.
καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,
τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα
βέβηκ᾽ ἐς Ἅιδου τὸν τρισώματον κύνα
ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν.    25
γέρων δὲ δή τις ἔστι Καδμείων λόγος
ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος
τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,
τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς
Ἀμφίον᾽ ἠδὲ Ζῆθον, ἐκγόνω Διός.    30
οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος,
Καδμεῖος οὐκ ὢν ἀλλ᾽ ἀπ᾽ Εὐβοίας μολών,
κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,
στάσει νοσοῦσαν τήνδ᾽ ἐπεσπεσὼν πόλιν.
ἡμῖν δὲ κῆδος ἐς Κρέοντ᾽ ἀνημμένον    35
κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.
τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς
ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος
τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει
κτανὼν δάμαρτά ‹θ᾽›, ὡς φόνωι σβέσηι φόνον,    40
κἄμ᾽ (εἴ τι δὴ χρὴ κἄμ᾽ ἐν ἀνδράσιν λέγειν,
γέροντ᾽ ἀχρεῖον), μή ποθ᾽ οἵδ᾽ ἠνδρωμένοι
μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην.
ἐγὼ δέ (λείπει γάρ με τοῖσδ᾽ ἐν δώμασιν
τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς    45
μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός)
σὺν μητρί, τέκνα μὴ θάνωσ᾽ Ἡρακλέους,
βωμὸν καθίζω τόνδε σωτῆρος Διός,
ὃν καλλινίκου δορὸς ἄγαλμ᾽ ἱδρύσατο
Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος.    50
πάντων δὲ χρεῖοι τάσδ᾽ ἕδρας φυλάσσομεν,
σίτων ποτῶν ἐσθῆτος, ἀστρώτωι πέδωι
πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι
δόμων καθήμεθ᾽ ἀπορίαι σωτηρίας.
φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους,    55
οἱ δ᾽ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν.
τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία·
ἧς μήποθ᾽ ὅστις καὶ μέσως εὔνους ἐμοὶ
τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.
Μεγάρα
ὦ πρέσβυ, Ταφίων ὅς ποτ᾽ ἐξεῖλες πόλιν    60
στρατηλατήσας κλεινὰ Καδμείων δορός,
ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.
ἐγὼ γὰρ οὔτ᾽ ἐς πατέρ᾽ ἀπηλάθην τύχης,
ὃς οὕνεκ᾽ ὄλβου μέγας ἐκομπάσθη ποτὲ
ἔχων τυραννίδ᾽, ἧς μακραὶ λόγχαι πέρι    65
πηδῶσ᾽ ἔρωτι σώματ᾽ εἰς εὐδαίμονα,
ἔχων δὲ τέκνα· κἄμ᾽ ἔδωκε παιδὶ σῶι,
ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας.
καὶ νῦν ἐκεῖνα μὲν θανόντ᾽ ἀνέπτατο,
ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνήισκειν, γέρον,    70
οἵ θ᾽ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς
σώιζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένους.
οἱ δ᾽ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων
Ὦ μῆτερ, αὐδᾶι, ποῖ πατὴρ ἄπεστι γῆς;
τί δρᾶι, πόθ᾽ ἥξει; τῶι νέωι δ᾽ ἐσφαλμένοι    75
ζητοῦσι τὸν τεκόντ᾽, ἐγὼ δὲ διαφέρω
λόγοισι μυθεύουσα. θαυμάζων δ᾽ ὅταν
πύλαι ψοφῶσι πᾶς ἀνίστησιν πόδα,
ὡς πρὸς πατρῶιον προσπεσούμενοι γόνυ.
νῦν οὖν τίν᾽ ἐλπίδ᾽ ἢ πόρον σωτηρίας    80
ἐξευμαρίζηι, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω.
ὡς οὔτε γαίας ὅρι᾽ ἂν ἐκβαῖμεν λάθραι
(φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατ᾽ ἐξόδους)
οὔτ᾽ ἐν φίλοισιν ἐλπίδες σωτηρίας
ἔτ᾽ εἰσὶν ἡμῖν. ἥντιν᾽ οὖν γνώμην ἔχεις    85
λέγ᾽ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ἦι.
χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς.
ΑΜ. ὦ θύγατερ, οὔτοι ῥάιδιον τὰ τοιάδε
φαύλως παραινεῖν σπουδάσαντ᾽ ἄνευ πόνου·
ΜΕ. λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος;    90
ΑΜ. καὶ τῶιδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας.
ΜΕ. κἀγώ· δοκεῖν δὲ τἀδόκητ᾽ οὐ χρή, γέρον.
ΑΜ. ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστ᾽ ἄκη.
ΜΕ. ὁ δ᾽ ἐν μέσωι γε λυπρὸς ὢν δάκνει χρόνος.
ΑΜ. γένοιτο μέντἄν, θύγατερ, οὔριος δρόμος    95
ἐκ τῶν παρόντων τῶνδ᾽ ἐμοὶ καὶ σοὶ κακῶν
ἔλθοι τ᾽ ἔτ᾽ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός.
ἀλλ᾽ ἡσύχαζε καὶ δακρυρρόους τέκνων
πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις,
κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως.    100
κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί,
καὶ πνεύματ᾽ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει,
οἵ τ᾽ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς·
ἐξίσταται γὰρ πάντ᾽ ἀπ᾽ ἀλλήλων δίχα.
οὗτος δ᾽ ἀνὴρ ἄριστος ὅστις ἐλπίσιν    105
πέποιθεν αἰεί· τὸ δ᾽ ἀπορεῖν ἀνδρὸς κακοῦ.
Χορός
ὑψόροφα μέλαθρα καὶ γεραι- [στρ.]
ὰ δέμνι᾽ ἀμφὶ βάκτροις
ἔρεισμα θέμενος ἐστάλην
ἰηλέμων γέρων ἀοι-    110
δὸς ὥστε πολιὸς ὄρνις,
ἔπεα μόνον καὶ δόκημα νυκτερω-
πὸν ἐννύχων ὀνείρων,
τρομερὰ μὲν ἀλλ᾽ ὅμως πρόθυμ᾽,
ὦ τέκεα τέκεα πατρὸς ἀπάτορ᾽,    115
ὦ γεραιὲ σύ τε τάλαινα μᾶ-
τερ, ἃ τὸν ‹ἐν› Ἀίδα δόμοις
πόσιν ἀναστενάζεις.

†μὴ προκάμητε πόδα† βαρύ τε κῶ- [ἀντ.]
λον ὥστε πρὸς πετραῖον    120
λέπας †ζυγηφόρον πῶλον
ἀνέντες ὡς βάρος φέρον
τροχηλάτοιο πώλου†.
λαβοῦ χερῶν καὶ πέπλων, ὅτου λέλοι-
πε ποδὸς ἀμαυρὸν ἴχνος.    125
γέρων γέροντα παρακόμιζ᾽,
τὸ πάρος ἐν ἡλίκων πόνοις
ὧι ξύνοπλα δόρατα νέα νέωι
ξυνῆν ποτ᾽, εὐκλεεστάτας
πατρίδος οὐκ ὀνείδη.    130

ἴδετε πατέρος ὡς γορ-
γῶπες αἵδε προσφερεῖς
ὀμμάτων αὐγαί,
τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων
οὐδ᾽ ἀποίχεται χάρις.
Ἑλλὰς ὦ ξυμμάχους    135
οἵους οἵους ὀλέσασα
τούσδ᾽ ἀποστερήσηι.
ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε δωμάτων πέλας
Λύκον περῶντα, τῆσδε κοίρανον χθονός.

Ἐπεισόδιον πρῶτον
Λύκος
τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον,    140
εἰ χρή μ᾽, ἐρωτῶ· χρὴ δ᾽, ἐπεί γε δεσπότης
ὑμῶν καθέστηχ᾽, ἱστορεῖν ἃ βούλομαι.
τίν᾽ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον;
τίν᾽ ἐλπίδ᾽ ἀλκήν τ᾽ εἰσορᾶτε μὴ θανεῖν;
ἦ τὸν παρ᾽ Ἅιδηι πατέρα τῶνδε κείμενον    145
πιστεύεθ᾽ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν
τὸ πένθος αἴρεσθ᾽, εἰ θανεῖν ὑμᾶς χρεών,
σὺ μὲν καθ᾽ Ἑλλάδ᾽ ἐκβαλὼν κόμπους κενοὺς
ὡς σύγγαμός σοι Ζεὺς τέκνου τε κοινεών,
σὺ δ᾽ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ.    150
τί δὴ τὸ σεμνὸν σῶι κατείργασται πόσει,
ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν
ἢ τὸν Νέμειον θῆρ᾽, ὃν ἐν βρόχοις ἑλὼν
βραχίονός φησ᾽ ἀγχόναισιν ἐξελεῖν;
τοῖσδ᾽ ἐξαγωνίζεσθε; τῶνδ᾽ ἄρ᾽ οὕνεκα    155
τοὺς Ἡρακλείους παῖδας οὐ θνήισκειν χρεών;
ὁ δ᾽ ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας
θηρῶν ἐν αἰχμῆι, τἄλλα δ᾽ οὐδὲν ἄλκιμος,
ὃς οὔποτ᾽ ἀσπίδ᾽ ἔσχε πρὸς λαιᾶι χερὶ
οὐδ᾽ ἦλθε λόγχης ἐγγὺς ἀλλὰ τόξ᾽ ἔχων,    160
κάκιστον ὅπλον, τῆι φυγῆι πρόχειρος ἦν.
ἀνδρὸς δ᾽ ἔλεγχος οὐχὶ τόξ᾽ εὐψυχίας
ἀλλ᾽ ὃς μένων βλέπει τε κἀντιδέρκεται
δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.
ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον,    165
ἀλλ᾽ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν
Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.
οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὶ
χρήιζω λιπέσθαι, τῶν δεδραμένων δίκην.
ΑΜ. τῶι τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει    170
παιδός· τὸ δ᾽ εἰς ἔμ᾽, Ἡράκλεις, ἐμοὶ μέλει
λόγοισι τὴν τοῦδ᾽ ἀμαθίαν ὑπὲρ σέθεν
δεῖξαι· κακῶς γάρ σ᾽ οὐκ ἐατέον κλύειν.
πρῶτον μὲν οὖν τἄρρητ᾽ (ἐν ἀρρήτοισι γὰρ
τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες)    175
σὺν μάρτυσιν θεοῖς δεῖ μ᾽ ἀπαλλάξαι σέθεν.
Διὸς κεραυνὸν ἠρόμην τέθριππά τε
ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν
Γίγασι πλευροῖς πτήν᾽ ἐναρμόσας βέλη
τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν·    180
τετρασκελές θ᾽ ὕβρισμα, Κενταύρων γένος,
Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων,
ἐροῦ τίν᾽ ἄνδρ᾽ ἄριστον ἐγκρίνειαν ἄν·
ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φὴις εἶναι δοκεῖν;
Δίρφυν τ᾽ ἐρωτῶν ἥ σ᾽ ἔθρεψ᾽ Ἀβαντίδα,    185
οὐκ ἄν ‹σ᾽› ἐπαινέσειεν· οὐ γὰρ ἔσθ᾽ ὅπου
ἐσθλόν τι δράσας μάρτυρ᾽ ἂν λάβοις πάτραν.
τὸ πάνσοφον δ᾽ εὕρημα, τοξήρη σαγήν,
μέμφηι· κλύων νυν τἀπ᾽ ἐμοῦ σοφὸς γενοῦ.
ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων    190
θραύσας τε λόγχην οὐκ ἔχει τῶι σώματι
θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον·
καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς
αὐτὸς τέθνηκε δειλίαι τῆι τῶν πέλας.
ὅσοι δὲ τόξοις χεῖρ᾽ ἔχουσιν εὔστοχον,    195
ἓν μὲν τὸ λῶιστον, μυρίους οἰστοὺς ἀφεὶς
ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν,
ἑκὰς δ᾽ ἀφεστὼς πολεμίους ἀμύνεται
τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν
τὸ σῶμά τ᾽ οὐ δίδωσι τοῖς ἐναντίοις,    200
ἐν εὐφυλάκτωι δ᾽ ἐστί. τοῦτο δ᾽ ἐν μάχηι
σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς
σώιζειν τὸ σῶμα, μὴ ᾽κ τύχης ὡρμισμένον.
λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν
γνώμην ἔχουσι τῶν καθεστώτων πέρι.    205
παῖδας δὲ δὴ τί τούσδ᾽ ἀποκτεῖναι θέλεις;
τί σ᾽ οἵδ᾽ ἔδρασαν; ἕν τί σ᾽ ἡγοῦμαι σοφόν,
εἰ τῶν ἀρίστων τἄκγον᾽ αὐτὸς ὢν κακὸς
δέδοικας. ἀλλὰ τοῦθ᾽ ὅμως ἡμῖν βαρύ,
εἰ δειλίας σῆς κατθανούμεθ᾽ οὕνεκα,    210
ὃ χρῆν σ᾽ ὑφ᾽ ἡμῶν τῶν ἀμεινόνων παθεῖν,
εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.
εἰ δ᾽ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδ᾽ αὐτὸς θέλεις,
ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός·
βίαι δὲ δράσηις μηδὲν ἢ πείσηι βίαν    215
ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχηι.
φεῦ·
ὦ γαῖα Κάδμου (καὶ γὰρ ἐς σ᾽ ἀφίξομαι
λόγους ὀνειδιστῆρας ἐνδατούμενος),
τοιαῦτ᾽ ἀμύνεθ᾽ Ἡρακλεῖ τέκνοισί τε;
Μινύαις ὃς εἷς ἅπασι διὰ μάχης μολὼν    220
Θήβας ἔθηκεν ὄμμ᾽ ἐλεύθερον βλέπειν.
οὐδ᾽ Ἑλλάδ᾽ ἤινεσ᾽ (οὐδ᾽ ἀνέξομαί ποτε
σιγῶν) κακίστην λαμβάνων ἐς παῖδ᾽ ἐμόν,
ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα
φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων    225
χέρσου τ᾽ ἀμοιβὰς ὧν †ἐμόχθησας χάριν†.
τὰ δ᾽, ὦ τέκν᾽, ὑμῖν οὔτε Θηβαίων πόλις
οὔθ᾽ Ἑλλὰς ἀρκεῖ· πρὸς δ᾽ ἔμ᾽ ἀσθενῆ φίλον
δεδόρκατ᾽, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.
ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν,    230
γήραι δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.
εἰ δ᾽ ἦ νέος τε κἄτι σώματος κρατῶν,
λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους
καθηιμάτωσ᾽ ἄν, ὥστ᾽ Ἀτλαντικῶν πέραν
φεύγειν ὅρων ἂν δειλίαι τοὐμὸν δόρυ.    235
ΧΟ. ἆρ᾽ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ
θνητῶν ἔχουσι, κἂν βραδύς τις ἦι λέγειν;
ΛΥ. σὺ μὲν λέγ᾽ ἡμᾶς οἷς πεπύργωσαι λόγοις,
ἐγὼ δὲ δράσω σ᾽ ἀντὶ τῶν λόγων κακῶς.
ἄγ᾽, οἱ μὲν Ἑλικῶν᾽, οἱ δὲ Παρνασοῦ πτυχὰς    240
τέμνειν ἄνωχθ᾽ ἐλθόντες ὑλουργοὺς δρυὸς
κορμούς· ἐπειδὰν δ᾽ ἐσκομισθῶσιν πόλει
βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα
ἐμπίμπρατ᾽ αὐτῶν κἀκπυροῦτε σώματα
πάντων, ἵν᾽ εἰδῶσ᾽ οὕνεκ᾽ οὐχ ὁ κατθανὼν    245
κρατεῖ χθονὸς τῆσδ᾽ ἀλλ᾽ ἐγὼ τὰ νῦν τάδε.
ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι
γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε
τοὺς Ἡρακλείους παῖδας ἀλλὰ καὶ δόμου
τύχας, ὅταν πάσχηι τι, μεμνήσεσθε δὲ    250
δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.
ΧΟ. ὦ γῆς λοχεύμαθ᾽, οὓς Ἄρης σπείρει ποτὲ
λάβρον δράκοντος ἐξερημώσας γένυν,
οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
ἀρεῖτε καὶ τοῦδ᾽ ἀνδρὸς ἀνόσιον κάρα    255
καθαιματώσεθ᾽, ὅστις οὐ Καδμεῖος ὢν
ἄρχει κάκιστος τῶν ἐμῶν ἔπηλυς ὤν;
ἀλλ᾽ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτὲ
οὐδ᾽ ἁπόνησα πόλλ᾽ ἐγὼ καμὼν χερὶ
ἕξεις. ἀπέρρων δ᾽ ἔνθεν ἦλθες ἐνθάδε    260
ὕβριζ᾽. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε
τοὺς Ἡρακλείους παῖδας· οὐ τοσόνδε γῆς
ἔνερθ᾽ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.
ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,
ὁ δ᾽ ὠφελήσας ἀξίων οὐ τυγχάνει·    265
κἄπειτα πράσσω πόλλ᾽ ἐγὼ φίλους ἐμοὺς
θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;
ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,
ἐν δ᾽ ἀσθενείαι τὸν πόθον διώλεσας.
ἐπεί σ᾽ ἔπαυσ᾽ ἂν δοῦλον ἐννέποντά με    270
καὶ τάσδε Θήβας εὐκλεῶς ὠνήσαμεν,
ἐν αἷς σὺ χαίρεις. οὐ γὰρ εὖ φρονεῖ πόλις
στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν·
οὐ γάρ ποτ᾽ ἂν σὲ δεσπότην ἐκτήσατο.
ΜΕ. γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα    275
ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών.
ἡμῶν δ᾽ ἕκατι δεσπόταις θυμούμενοι
πάθητε μηδέν. τῆς δ᾽ ἐμῆς, Ἀμφιτρύων,
γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.
ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ    280
ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν
δεινὸν νομίζω· τῶι δ᾽ ἀναγκαίωι τρόπωι
ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτῶν.
ἡμᾶς δ᾽, ἐπειδὴ δεῖ θανεῖν, θνήισκειν χρεὼν
μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων    285
διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.
ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά·
σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,
ὥστ᾽ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σ᾽ ὕπο,
οὑμὸς δ᾽ ἀμαρτύρητος εὐκλεὴς πόσις,    290
ὃς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι
δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς
κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ·
ἐμοί τε μίμημ᾽ ἀνδρὸς οὐκ ἀπωστέον.
σκέψαι δὲ τὴν σὴν ἐλπίδ᾽ ἧι λογίζομαι·    295
ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;
καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;
ἀλλ᾽ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;
ἥκιστα· φεύγειν σκαιὸν ἄνδρ᾽ ἐχθρὸν χρεών,
σοφοῖσι δ᾽ εἴκειν καὶ τεθραμμένοις καλῶς·    300
ῥᾶιον γὰρ αἰδοῖ σ᾽ ὑποβαλὼν φίλ᾽ ἂν τέμοις.
ἤδη δ᾽ ἐσῆλθέ μ᾽ εἰ παραιτησαίμεθα
φυγὰς τέκνων τῶνδ᾽· ἀλλὰ καὶ τόδ᾽ ἄθλιον
πενίαι σὺν οἰκτρᾶι περιβαλεῖν σωτηρίαν,
ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις    305
ἓν ἦμαρ ἡδὺ βλέμμ᾽ ἔχειν φασὶν μόνον.
τόλμα μεθ᾽ ἡμῶν θάνατον, ὃς μένει σ᾽ ὅμως.
προκαλούμεθ᾽ εὐγένειαν, ὦ γέρον, σέθεν·
τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας
πρόθυμός ἐστιν, ἡ προθυμία δ᾽ ἄφρων·    310
ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.
ΧΟ. εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
ἦν τίς σ᾽ ὑβρίζων, ῥαιδίως ἔπαυσά τἄν·
νῦν δ᾽ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
ὅπως διώσηι τὰς τύχας, Ἀμφιτρύων.    315
ΑΜ. οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος
θανεῖν ἐρύκει μ᾽, ἀλλὰ παιδὶ βούλομαι
σῶσαι τέκν᾽· ἄλλως δ᾽ ἀδυνάτων ἔοικ᾽ ἐρᾶν.
ἰδού, πάρεστιν ἥδε φασγάνωι δέρη
κεντεῖν φονεύειν ἱέναι πέτρας ἄπο.   320
μίαν δὲ νῶιν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·
κτεῖνόν με καὶ τήνδ᾽ ἀθλίαν παίδων πάρος,
ὡς μὴ τέκν᾽ εἰσίδωμεν, ἀνόσιον θέαν,
ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
πατρός τε πατέρα. τἄλλα δ᾽, εἰ πρόθυμος εἶ,    325
πρᾶσσ᾽· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.
ΜΕ. κἀγώ σ᾽ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,
‹ἡμῖν› ἵν᾽ ἀμφοῖν εἷς ὑπουργήσηις διπλᾶ·
κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,
δόμους ἀνοίξας (νῦν γὰρ ἐκκεκλήιμεθα),    330
ὡς ἀλλὰ ταῦτά γ᾽ ἀπολάχωσ᾽ οἴκων πατρός.
ΛΥ. ἔσται τάδ᾽· οἴγειν κλῆιθρα προσπόλοις λέγω.
κοσμεῖσθ᾽ ἔσω μολόντες· οὐ φθονῶ πέπλων.
ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν
ἥξω πρὸς ὑμᾶς νερτέραι δώσων χθονί.    335
ΜΕ. ὦ τέκν᾽, ὁμαρτεῖτ᾽ ἀθλίωι μητρὸς ποδὶ
πατρῶιον ἐς μέλαθρον, οὗ τῆς οὐσίας
ἄλλοι κρατοῦσι, τὸ δ᾽ ὄνομ᾽ ἔσθ᾽ ἡμῶν ἔτι.
ΑΜ. ὦ Ζεῦ, μάτην ἄρ᾽ ὁμόγαμόν σ᾽ ἐκτησάμην,
μάτην δὲ παιδὸς κοινεῶν᾽ ἐκλήιζομεν·    340
σὺ δ᾽ ἦσθ᾽ ἄρ᾽ ἧσσον ἢ ᾽δόκεις εἶναι φίλος.
ἀρετῆι σε νικῶ θνητὸς ὢν θεὸν μέγαν·
παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους.
σὺ δ᾽ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,
τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών,    345
σώιζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.
ἀμαθής τις εἶ θεὸς ἢ δίκαιος οὐκ ἔφυς.

Στάσιμον πρῶτον
ΧΟ. αἴλινον μὲν ἐπ᾽ εὐτυχεῖ [στρ. α]
μολπᾶι Φοῖβος ἰαχεῖ
τὰν καλλίφθογγον κιθάραν    350
ἐλαύνων πλήκτρωι χρυσέωι·
ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τ᾽
ἐς ὄρφναν μολόντα παῖδ᾽,
εἴτε Διός νιν εἴπω
εἴτ᾽ Ἀμφιτρύωνος ἶνιν,    355
ὑμνῆσαι στεφάνωμα μό-
χθων δι᾽ εὐλογίας θέλω.
γενναίων δ᾽ ἀρεταὶ πόνων
τοῖς θανοῦσιν ἄγαλμα.
πρῶτον μὲν Διὸς ἄλσος
ἠρήμωσε λέοντος,    360
πυρσῶι δ᾽ ἀμφεκαλύφθη
ξανθὸν κρᾶτ᾽ ἐπινωτίσας
δεινοῦ χάσματι θηρός.

τάν τ᾽ ὀρεινόμον ἀγρίων [ἀντ. α]
Κενταύρων ποτὲ γένναν    365
ἔστρωσεν τόξοις φονίοις,
ἐναίρων πτανοῖς βέλεσιν.
ξύνοιδε Πηνειὸς ὁ καλ-
λιδίνας μακραί τ᾽ ἄρου-
ραι πεδίων ἄκαρποι    370
καὶ Πηλιάδες θεράπναι
σύγχορτοί θ᾽ Ὁμόλας ἔναυ-
λοι, πεύκαισιν ὅθεν χέρας
πληροῦντες χθόνα Θεσσάλων
ἱππείαις ἐδάμαζον.
τάν τε χρυσοκάρανον    375
δόρκα ποικιλόνωτον
συλήτειραν ἀγρωστᾶν
κτείνας θηροφόνον θεὰν
Οἰνωᾶτιν ἀγάλλει.
τεθρίππων τ᾽ ἐπέβα [στρ. β]    380
καὶ ψαλίοις ἐδάμασσε πώ-
λους Διομήδεος, αἳ φονίαισι φάτ-
ναις ἀχάλιν᾽ ἐθόαζον
κάθαιμα γένυσι σῖτα,
χαρμοναῖσιν ἀνδροβρῶσι    385
δυστράπεζοι· πέραν
δ᾽ ἀργυρορρύτων Ἕβρου
διεπέρασεν ὄχθων,
Μυκηναίωι πονῶν τυράννωι.
ἄν τε Μηλιάδ᾽ ἀκτὰν
Ἀναύρου παρὰ παγὰς    390
Κύκνον ξεινοδαΐκταν
τόξοις ὤλεσεν, Ἀμφαναί-
ας οἰκήτορ᾽ ἄμεικτον.

ὑμνωιδούς τε κόρας [ἀντ. β]
ἤλυθεν ἑσπέριόν ‹τ᾽› ἐς αὐ-    395
λὰν χρύσεον πετάλων ἄπο μηλοφό-
ρων χερὶ καρπὸν ἀμέρξων,
δράκοντα πυρσόνωτον,
ὅς ‹σφ᾽› ἄπλατον ἀμφελικτὸς
ἕλικ᾽ ἐφρούρει, κτανών·
ποντίας θ᾽ ἁλὸς μυχοὺς    400
εἰσέβαινε, θνατοῖς
γαλανείας τιθεὶς ἐρετμοῖς.
οὐρανοῦ θ᾽ ὑπὸ μέσσαν
ἐλαύνει χέρας ἕδραν,
Ἄτλαντος δόμον ἐλθών,    405
ἀστρωπούς τε κατέσχεν οἴ-
κους εὐανορίαι θεῶν.
τὸν ἱππευτάν τ᾽ Ἀμαζόνων στρατὸν [στρ. γ]
Μαιῶτιν ἀμφὶ πολυπόταμον
ἔβα δι᾽ ἄξεινον οἶδμα λίμνας,    410
τίν᾽ οὐκ ἀφ᾽ Ἑλλανίας
ἄγορον ἁλίσας φίλων,
κόρας Ἀρείας †πέπλων
χρυσεόστολον φάρος†
ζωστῆρος ὀλεθρίους ἄγρας·    415
τὰ κλεινὰ δ᾽ Ἑλλὰς ἔλαβε βαρ-
βάρου κόρας λάφυρα καὶ
σώιζεται Μυκήναις.
τάν τε μυριόκρανον
πολύφονον κύνα Λέρνας    420
ὕδραν ἐξεπύρωσεν,
βέλεσί τ᾽ ἀμφέβαλ᾽ ‹ἰόν›,
τὸν τρισώματον οἷσιν ἔ-
κτα βοτῆρ᾽ Ἐρυθείας.

δρόμων τ᾽ ἄλλων ἀγάλματ᾽ εὐτυχῆ [ἀντ. γ]    425
διῆλθε τόν ‹τε› πολυδάκρυον
ἔπλευσ᾽ ἐς Ἅιδαν, πόνων τελευτάν,
ἵν᾽ ἐκπεραίνει τάλας
βίοτον οὐδ᾽ ἔβα πάλιν.
στέγαι δ᾽ ἔρημοι φίλων,    430
τὰν δ᾽ ἀνόστιμον τέκνων
Χάρωνος ἐπιμένει πλάτα
βίου κέλευθον ἄθεον ἄδι-
κον· ἐς δὲ σὰς χέρας βλέπει
δώματ᾽ οὐ παρόντος.    435
εἰ δ᾽ ἐγὼ σθένος ἥβων
δόρυ τ᾽ ἔπαλλον ἐν αἰχμᾶι
Καδμείων τε σύνηβοι,
τέκεσιν ἂν προπαρέσταν
ἀλκᾶι· νῦν δ᾽ ἀπολείπομαι    440
τᾶς εὐδαίμονος ἥβας.

Ἐπεισόδιον δεύτερον
ΧΟ. ἀλλ᾽ ἐσορῶ γὰρ τούσδε φθιμένων
ἔνδυτ᾽ ἔχοντας,
τοὺς τοῦ μεγάλου δή ποτε παῖδας
τὸ πρὶν Ἡρακλέους, ἄλοχόν τε φίλην    445
†ὑπὸ σειραίοις ποσὶν† ἕλκουσαν
τέκνα καὶ γεραιὸν πατέρ᾽ Ἡρακλέους.
δύστηνος ἐγώ,
δακρύων ὡς οὐ δύναμαι κατέχειν
γραίας ὄσσων ἔτι πηγάς.    450
ΜΕ. εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων;
ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;
ἕτοιμ᾽ ἄγειν τὰ θύματ᾽ εἰς Ἅιδου τάδε.
ὦ τέκν᾽, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,
ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.    455
ὦ μοῖρα δυστάλαιν᾽ ἐμή τε καὶ τέκνων
τῶνδ᾽, οὓς πανύστατ᾽ ὄμμασιν προσδέρκομαι.
ἐτέκομεν ὑμᾶς, πολεμίοις δ᾽ ἐθρεψάμην
ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.
φεῦ·
ἦ πολύ γε δόξης ἐξέπεσον εὐέλπιδος,    450
ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτ᾽ ἤλπισα.
σοὶ μὲν γὰρ Ἄργος ἔνεμ᾽ ὁ κατθανὼν πατήρ,
Εὐρυσθέως δ᾽ ἔμελλες οἰκήσειν δόμους
τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,
στολήν τε θηρὸς ἀμφέβαλλε σῶι κάραι    465
λέοντος, ἧιπερ αὐτὸς ἐξωπλίζετο.
σὺ δ᾽ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ
ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,
ὡς ἐξέπειθες τὸν κατασπείραντά σε,
ἐς δεξιάν τε σὴν ἀλεξητήριον    470
ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.
σοὶ δ᾽ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ
τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
τρεῖς δ᾽ ὄντας ‹ὑμᾶς› τριπτύχοις τυραννίσιν
πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίαι.    475
ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην
κήδη συνάψουσ᾽ ἔκ τ᾽ Ἀθηναίων χθονὸς
Σπάρτης τε Θηβῶν θ᾽, ὡς ἀνημμένοι κάλωις
πρυμνησίοισι βίον ἔχοιτ᾽ εὐδαίμονα.
καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δ᾽ ἡ τύχη    480
νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκ᾽ ἔχειν,
ἐμοὶ δὲ δάκρυα λουτρὰ δυστήνωι φέρειν.
πατὴρ δὲ πατρὸς ἑστιᾶι γάμους ὅδε,
Ἅιδην νομίζων πενθερόν, κῆδος πικρόν.
ὤμοι, τίν᾽ ὑμῶν πρῶτον ἢ τίν᾽ ὕστατον    485
πρὸς στέρνα θῶμαι; τῶι προσαρμόσω στόμα;
τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος
μέλισσα συνενέγκαιμ᾽ ἂν ἐκ πάντων γόους,
ἐς ἓν δ᾽ ἐνεγκοῦσ᾽ ἀθρόον ἀποδοίην δάκρυ;
ὦ φίλτατ᾽, εἴ τις φθόγγος εἰσακούεται    490
θνητῶν παρ᾽ Ἅιδηι, σοὶ τάδ᾽, Ἡράκλεις, λέγω·
θνήισκει πατὴρ σὸς καὶ τέκν᾽, ὄλλυμαι δ᾽ ἐγώ,
ἣ πρὶν μακαρία διὰ σ᾽ ἐκληιζόμην βροτοῖς.
ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι.
ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ·    495
κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.
ΑΜ. σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι·
ἐγὼ δὲ σ᾽, ὦ Ζεῦ, χεῖρ᾽ ἐς οὐρανὸν δικὼν
αὐδῶ, τέκνοισιν εἴ τι τοισίδ᾽ ὠφελεῖν
μέλλεις, ἀμύνειν, ὡς τάχ᾽ οὐδὲν ἀρκέσεις.    500
καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·
θανεῖν γάρ, ὡς ἔοικ᾽, ἀναγκαίως ἔχει.
ἀλλ᾽, ὦ γέροντες, σμικρὰ μὲν τὰ τοῦ βίου,
τοῦτον δ᾽ ὅπως ἥδιστα διαπεράσατε
ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.    505
ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται
σώιζειν, τὸ δ᾽ αὑτοῦ σπουδάσας διέπτατο.
ὁρᾶτ᾽ ἔμ᾽ ὅσπερ ἦ περίβλεπτος βροτοῖς
ὀνομαστὰ πράσσων, καί μ᾽ ἀφείλεθ᾽ ἡ τύχη
ὥσπερ πτερὸν πρὸς αἰθέρ᾽ ἡμέραι μιᾶι.    510
ὁ δ᾽ ὄλβος ὁ μέγας ἥ τε δόξ᾽ οὐκ οἶδ᾽ ὅτωι
βέβαιός ἐστι. χαίρετ᾽· ἄνδρα γὰρ φίλον
πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
ΜΕ. ἔα·
ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατ᾽, ἢ τί φῶ;
ΑΜ. οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμ᾽ ἔχει.    515
ΜΕ. ὅδ᾽ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,
ΑΜ. εἰ μή γ᾽ ὄνειρον ἐν φάει τι λεύσσομεν.
ΜΕ. τί φημί; ποῖ᾽ ὄνειρα κηραίνουσ᾽ ὁρῶ;
οὐκ ἔσθ᾽ ὅδ᾽ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
δεῦρ᾽, ὦ τέκν᾽, ἐκκρίμνασθε πατρώιων πέπλων,    520
ἴτ᾽ ἐγκονεῖτε, μὴ μεθῆτ᾽, ἐπεὶ Διὸς
σωτῆρος ὑμῖν οὐδέν ἐσθ᾽ ὅδ᾽ ὕστερος.
Ἡρακλῆς
ὦ χαῖρε μέλαθρον πρόπυλά θ᾽ ἑστίας ἐμῆς,
ὡς ἄσμενός σ᾽ ἐσεῖδον ἐς φάος μολών.
ἔα· τί χρῆμα; τέκν᾽ ὁρῶ πρὸ δωμάτων    525
στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα
ὄχλωι τ᾽ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον
πατέρα τε δακρύοντα συμφορὰς τίνας;
φέρ᾽ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς·
γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;    530
ΜΕ. ὦ φίλτατ᾽ ἀνδρῶν ‹ΑΜ.› ὦ φάος μολὼν πατρί
‹ΜΕ.› ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;
ΗΡ. τί φήις; τίν᾽ ἐς ταραγμὸν ἥκομεν, πάτερ;
ΜΕ. διωλλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι,
εἰ πρόσθεν ἥρπασ᾽ ἃ σὲ λέγειν πρὸς τόνδ᾽ ἐχρῆν·    535
τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,
καὶ τἄμ᾽ ἔθνηισκε τέκν᾽, ἀπωλλύμην δ᾽ ἐγώ.
ΗΡ. Ἄπολλον, οἵοις φροιμίοις ἄρχηι λόγου.
ΜΕ. τεθνᾶσ᾽ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.
ΗΡ. πῶς φήις; τί δράσας ἢ μόρου ποίου τυχών;    540
ΜΕ. Λύκος σφ᾽ ὁ καινὸς γῆς ἄναξ διώλεσεν.
ΗΡ. ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός;
ΜΕ. στάσει· τὸ Κάδμου δ᾽ ἑπτάπυλον ἔχει κράτος.
ΗΡ. τί δῆτα πρὸς σὲ καὶ γέροντ᾽ ἦλθεν φόβος;
ΜΕ. κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα.    545
ΗΡ. τί φήις; τί ταρβῶν ὀρφάνευμ᾽ ἐμῶν τέκνων;
ΜΕ. μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.
ΗΡ. κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;
ΜΕ. θανάτου τάδ᾽ ἤδη περιβόλαι᾽ ἐνήμμεθα.
ΗΡ. καὶ πρὸς βίαν ἐθνήισκετ᾽; ὦ τλήμων ἐγώ.    550
ΜΕ. φίλων ‹γ᾽› ἔρημοι· σὲ δὲ θανόντ᾽ ἠκούομεν.
ΗΡ. πόθεν δ᾽ ἐς ὑμᾶς ἥδ᾽ ἐσῆλθ᾽ ἀθυμία;
ΜΕ. Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.
ΗΡ. τί δ᾽ ἐξελείπετ᾽ οἶκον ἑστίαν τ᾽ ἐμήν;
ΜΕ. βίαι, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους    555
ΗΡ. κοὐκ ἔσχεν αἰδὼς τὸν γέροντ᾽ ἀτιμάσαι;
ΜΕ. αἰδώς; ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.
ΗΡ. οὕτω δ᾽ ἀπόντες ἐσπανίζομεν φίλων;
ΜΕ. φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;
ΗΡ. μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;    560
ΜΕ. ἄφιλον, ἵν᾽ αὖθίς σοι λέγω, τὸ δυστυχές.
ΗΡ. οὐ ῥίψεθ᾽ Ἅιδου τάσδε περιβολὰς κόμης
καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου
φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;
ἐγὼ δέ, νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός,    565
πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους
καινῶν τυράννων, κρᾶτα δ᾽ ἀνόσιον τεμὼν
ῥίψω κυνῶν ἕλκημα· Καδμείων δ᾽ ὅσους
κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ
τῶι καλλινίκωι τῶιδ᾽ ὅπλωι χειρώσομαι,    570
τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασιν
νεκρῶν ἅπαντ᾽ Ἰσμηνὸν ἐμπλήσω φόνου,
Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.
τῶι γάρ μ᾽ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ
καὶ παισὶ καὶ γέροντι; χαιρόντων πόνοι·    575
μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.
καὶ δεῖ μ᾽ ὑπὲρ τῶνδ᾽, εἴπερ οἵδ᾽ ὑπὲρ πατρός,
θνήισκειν ἀμύνοντ᾽· ἢ τί φήσομεν καλὸν
ὕδραι μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε
Εὐρυσθέως πομπαῖσι, τῶν δ᾽ ἐμῶν τέκνων    580
οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρ᾽ Ἡρακλῆς
ὁ καλλίνικος ὡς πάροιθε λέξομαι.
ΧΟ. δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα
πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.
ΑΜ. πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις ‹τ᾽› εἶναι φίλον    585
τά τ᾽ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ᾽πείγου λίαν.
ΗΡ. τί δ᾽ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ;
ΑΜ. πολλοὺς πένητας, ὀλβίους δὲ τῶι λόγωι
δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,
οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν    590
ἐφ᾽ ἁρπαγαῖσι τῶν πέλας, τὰ δ᾽ ἐν δόμοις
δαπάναισι φροῦδα διαφυγόνθ᾽ ὑπ᾽ ἀργίας.
ὤφθης ‹δ᾽› ἐσελθὼν πόλιν· ἐπεὶ δ᾽ ὤφθης, ὅρα
ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσηις.
ΗΡ. μέλει μὲν οὐδὲν εἴ με πᾶσ᾽ εἶδεν πόλις·    595
ὄρνιν δ᾽ ἰδών τιν᾽ οὐκ ἐν αἰσίοις ἕδραις
ἔγνων πόνον τιν᾽ ἐς δόμους πεπτωκότα,
ὥστ᾽ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.
ΑΜ. καλῶς· παρελθών νυν πρόσειπέ θ᾽ Ἑστίαν
καὶ δὸς πατρώιοις δώμασιν σὸν ὄμμ᾽ ἰδεῖν.    600
ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα
ἕλξων φονεύσων κἄμ᾽ ἐπισφάξων ἄναξ.
μένοντι δ᾽ αὐτοῦ πάντα σοι γενήσεται
τῆι τ᾽ ἀσφαλείαι κερδανεῖς· πόλιν δὲ σὴν
μὴ πρὶν ταράξηις πρὶν τόδ᾽ εὖ θέσθαι, τέκνον.    605
ΗΡ. δράσω τάδ᾽· εὖ γὰρ εἶπας· εἶμ᾽ ἔσω δόμων.
χρόνωι δ᾽ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν
Ἅιδου Κόρης ‹τ᾽› ἔνερθεν οὐκ ἀτιμάσω
θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.
ΑΜ. ἦλθες γὰρ ὄντως δώματ᾽ εἰς Ἅιδου, τέκνον;    610
ΗΡ. καὶ θῆρά γ᾽ ἐς φῶς τὸν τρίκρανον ἤγαγον.
ΑΜ. μάχηι κρατήσας ἢ θεᾶς δωρήμασιν;
ΗΡ. μάχηι· τὰ μυστῶν δ᾽ ὄργι᾽ εὐτύχησ᾽ ἰδών.
ΑΜ. ἦ καὶ κατ᾽ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;
ΗΡ. Χθονίας νιν ἄλσος Ἑρμιών τ᾽ ἔχει πόλις.    615
ΑΜ. οὐδ᾽ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντ᾽ ἄνω;
ΗΡ. οὐκ οἶδ᾽, ἵν᾽ ἐλθὼν τἀνθάδ᾽ εἰδείην πάρος.
ΑΜ. χρόνον δὲ πῶς τοσοῦτον ἦσθ᾽ ὑπὸ χθονί;
ΗΡ. Θησέα κομίζων ἐχρόνισ᾽ ‹ἐξ› Ἅιδου, πάτερ.
ΑΜ. καὶ ποῦ ᾽στιν; ἦ γῆς πατρίδος οἴχεται πέδον;    620
ΗΡ. βέβηκ᾽ Ἀθήνας νέρθεν ἄσμενος φυγών.
ἀλλ᾽ εἶ᾽ ὁμαρτεῖτ᾽, ὦ τέκν᾽, ἐς δόμους πατρί·
καλλίονές τἄρ᾽ εἴσοδοι τῶν ἐξόδων
πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε
καὶ νάματ᾽ ὄσσων μηκέτ᾽ ἐξανίετε,    625
σύ τ᾽, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ
τρόμου τε παῦσαι, καὶ μέθεσθ᾽ ἐμῶν πέπλων·
οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους.
ἆ,
οἵδ᾽ οὐκ ἀφιᾶσ᾽ ἀλλ᾽ ἀνάπτονται πέπλων
τοσῶιδε μᾶλλον· ὧδ᾽ ἔβητ᾽ ἐπὶ ξυροῦ;    630
ἄξω λαβών γε τούσδ᾽ ἐφολκίδας χεροῖν,
ναῦς δ᾽ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι
θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα·
φιλοῦσι παῖδας οἵ τ᾽ ἀμείνονες βροτῶν
οἵ τ᾽ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι·    635
ἔχουσιν, οἱ δ᾽ οὔ· πᾶν δὲ φιλότεκνον γένος.

Στάσιμον δεύτερον
ΧΟ. ἁ νεότας μοι φίλον· ἄ- [στρ. α]
χθος δὲ τὸ γῆρας αἰεὶ
βαρύτερον Αἴτνας σκοπέλων
ἐπὶ κρατὶ κεῖται, βλεφάρων    640
σκοτεινὸν φάος ἐπικαλύψαν.
μή μοι μήτ᾽ Ἀσιήτιδος
τυραννίδος ὄλβος εἴη,
μὴ χρυσοῦ δώματα πλήρη    645
τᾶς ἥβας ἀντιλαβεῖν,
ἃ καλλίστα μὲν ἐν ὄλβωι,
καλλίστα δ᾽ ἐν πενίαι.
τὸ δὲ λυγρὸν φόνιόν τε γῆ-
ρας μισῶ· κατὰ κυμάτων δ᾽    650
ἔρροι μηδέ ποτ᾽ ὤφελεν
θνατῶν δώματα καὶ πόλεις
ἐλθεῖν, ἀλλὰ κατ᾽ αἰθέρ᾽ αἰ-
εὶ πτεροῖσι φορείσθω.

εἰ δὲ θεοῖς ἦν ξύνεσις [ἀντ. α]    655
καὶ σοφία κατ᾽ ἄνδρας,
δίδυμον ἂν ἥβαν ἔφερον,
φανερὸν χαρακτῆρ᾽ ἀρετᾶς
ὅσοισιν μέτα, καὶ θανόντες    660
εἰς αὐγὰς πάλιν ἁλίου
δισσοὺς ἂν ἔβαν διαύλους,
ἁ δυσγένεια δ᾽ ἁπλοῦν ἂν
εἶχε ζόας βίοτον,
καὶ τῶιδ᾽ ἂν τούς τε κακοὺς ἦν    665
γνῶναι καὶ τοὺς ἀγαθούς,
ἴσον ἅτ᾽ ἐν νεφέλαισιν ἄ-
στρων ναύταις ἀριθμὸς πέλει.
νῦν δ᾽ οὐδεὶς ὅρος ἐκ θεῶν
χρηστοῖς οὐδὲ κακοῖς σαφής,    660
ἀλλ᾽ εἱλισσόμενός τις αἰ-
ὼν πλοῦτον μόνον αὔξει.
οὐ παύσομαι τὰς Χάριτας [στρ. β]
ταῖς Μούσαισιν συγκαταμει-
γνύς, ἡδίσταν συζυγίαν.    675
μὴ ζώιην μετ᾽ ἀμουσίας,
αἰεὶ δ᾽ ἐν στεφάνοισιν εἴην·
ἔτι τοι γέρων ἀοιδὸς
κελαδῶ Μναμοσύναν,
ἔτι τὰν Ἡρακλέους    680
καλλίνικον ἀείδω
παρά τε Βρόμιον οἰνοδόταν
παρά τε χέλυος ἑπτατόνου
μολπὰν καὶ Λίβυν αὐλόν.
οὔπω καταπαύσομεν    685
Μούσας αἵ μ᾽ ἐχόρευσαν.

παιᾶνα μὲν Δηλιάδες [ἀντ. β]
‹ναῶν› ὑμνοῦσ᾽ ἀμφὶ πύλας
τὸν Λατοῦς εὔπαιδα γόνον,
εἱλίσσουσαι καλλίχοροι·    690
παιᾶνας δ᾽ ἐπὶ σοῖς μελάθροις
κύκνος ὣς γέρων ἀοιδὸς
πολιᾶν ἐκ γενύων
κελαδήσω· τὸ γὰρ εὖ
τοῖς ὕμνοισιν ὑπάρχει.    695
Διὸς ὁ παῖς· τᾶς δ᾽ εὐγενίας
πλέον ὑπερβάλλων ‹ἀρετᾶι›
μοχθήσας τὸν ἄκυμον
θῆκεν βίοτον βροτοῖς
πέρσας δείματα θηρῶν.    700

Ἔπεισόδιον τρίτον
ΛΥ. ἐς καιρὸν οἴκων, Ἀμφιτρύων, ἔξω περᾶις·
χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις
κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.
ἀλλ᾽ εἶα παῖδας καὶ δάμαρθ᾽ Ἡρακλέους
ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων,    705
ἐφ᾽ οἷς ὑπέστητ᾽ αὐτεπάγγελτοι θανεῖν.
ΑΜ. ἄναξ, διώκεις μ᾽ ἀθλίως πεπραγότα
ὕβριν θ᾽ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·
ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.
ἐπεὶ δ᾽ ἀνάγκην προστίθης ἡμῖν θανεῖν,    710
στέργειν ἀνάγκη· δραστέον δ᾽ ἃ σοὶ δοκεῖ.
ΛΥ. ποῦ δῆτα Μεγάρα; ποῦ τέκν᾽ Ἀλκμήνης γόνου;
ΑΜ. δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι
ΛΥ. τί χρῆμα; δόξης τίνος ἔχεις τεκμήριον;
ΑΜ. ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις    715
ΛΥ. ἀνόνητά γ᾽ ἱκετεύουσαν ἐκσῶσαι βίον.
ΑΜ. καὶ τὸν θανόντα γ᾽ ἀνακαλεῖν μάτην πόσιν.
ΛΥ. ὁ δ᾽ οὐ πάρεστιν οὐδὲ μὴ μόληι ποτέ.
ΑΜ. οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.
ΛΥ. χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.    720
ΑΜ. μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.
ΛΥ. ἡμεῖς ‹δ᾽›, ἐπειδὴ σοὶ τόδ᾽ ἔστ᾽ ἐνθύμιον,
οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν
σὺν μητρὶ παῖδας. δεῦρ᾽ ἕπεσθε, πρόσπολοι,
ὡς ἂν σχολὴν λεύσσωμεν ἄσμενοι πόνων.    725
ΑΜ. σὺ δ᾽ οὖν ἴθ᾽, ἔρχηι δ᾽ οἷ χρεών· τὰ δ᾽ ἄλλ᾽ ἴσως
ἄλλωι μελήσει. προσδόκα δὲ δρῶν κακῶς
κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν
στείχει, βρόχοισι δ᾽ ἀρκύων κεκλήισεται
ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν    730
ὁ παγκάκιστος. εἶμι δ᾽, ὡς ἴδω νεκρὸν
πίπτοντ᾽· ἔχει γὰρ ἡδονὰς θνήισκων ἀνὴρ
ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.
ΧΟ. μεταβολὰ κακῶν· μέγας ὁ πρόσθ᾽ ἄναξ [στρ.]
πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.
ἰὼ
δίκα καὶ θεῶν παλίρρους πότμος.
ἦλθες χρόνωι μὲν οὗ δίκην δώσεις θανών,    740
ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.
χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς·
πάλιν ἔμολεν,
ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισ᾽ ἂν    745
παθεῖν, γᾶς ἄναξ.
ἀλλ᾽, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω
σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.
ΛΥ. (ἔσωθεν)
ἰώ μοί μοι.
ΧΟ. τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν    750
φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.
βοᾶι
φόνου φροίμιον στενάζων ἄναξ.
ΛΥ. (ἔσωθεν)
ὦ πᾶσα Κάδμου γαῖ᾽, ἀπόλλυμαι δόλωι. [ἀντ.]
ΧΟ. καὶ γὰρ διώλλυς· ἀντίποινα δ᾽ ἐκτίνων    755
τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.
τίς ὁ θεοὺς ἀνομίαι χραίνων, θνατὸς ὤν,
ἄφρονα λόγον
†οὐρανίων μακάρων† κατέβαλ᾽ ὡς ἄρ᾽ οὐ
σθένουσιν θεοί;
γέροντες, οὐκέτ᾽ ἔστι δυσσεβὴς ἀνήρ.    760
σιγᾶι μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.
φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.

Στἀσιμον τρίτον
χοροὶ χοροὶ [στρ. α]
καὶ θαλίαι μέλουσι Θή-
βας ἱερὸν κατ᾽ ἄστυ.
μεταλλαγαὶ γὰρ δακρύων,    765
μεταλλαγαὶ συντυχίας
‹ › ἔτεκον ἀοιδάς.
βέβακ᾽ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος
κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον.    770
δοκημάτων ἐκτὸς ἦλθεν ἐλπίς.

θεοὶ θεοὶ [ἀντ. α]
τῶν ἀδίκων μέλουσι καὶ
τῶν ὁσίων ἐπάιειν.
ὁ χρυσὸς ἅ τ᾽ εὐτυχία
φρενῶν βροτοὺς ἐξάγεται    775
δύνασιν ἄδικον ἐφέλκων.
†χρόνου γὰρ οὔτις ἔτλα τὸ πάλιν εἰσορᾶν†·
νόμον παρέμενος ἀνομίαι χάριν διδοὺς
ἔθραυσεν ὄλβου κελαινὸν ἅρμα.    780

Ἰσμήν᾽ ὦ στεφαναφόρει [στρ. β]
ξεσταί θ᾽ ἑπταπύλου πόλεως
ἀναχορεύσατ᾽ ἀγυιαὶ
Δίρκα θ᾽ ἁ καλλιρρέεθρος,
σύν τ᾽ Ἀσωπιάδες κόραι    785
πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοὶ
Νύμφαι τὸν Ἡρακλέους
καλλίνικον ἀγῶνα.
Πυθίου δενδρῶτι πέτρα    790
Μουσᾶν θ᾽ Ἑλικωνίδων δώματα,
αὔξετ᾽ εὐγαθεῖ κελάδωι
ἐμὰν πόλιν, ἐμὰ τείχη,
σπαρτῶν ἵνα γένος ἐφάνθη,
χαλκασπίδων λόχος, ὃς γᾶν    795
τέκνων τέκνοις μεταμείβει,
Θήβαις ἱερὸν φῶς.

ὦ λέκτρων δύο συγγενεῖς [ἀντ. β]
εὐναί, θνατογενοῦς τε καὶ
Διός, ὃς ἦλθεν ἐς εὐνὰν    800
νύμφας τᾶς Περσηίδος· ὡς
πιστόν μοι τὸ παλαιὸν ἤ-
δη λέχος, ὦ Ζεῦ, σὸν ἐπ᾽ οὐκ ἐλπίδι φάνθη.
λαμπρὰν δ᾽ ἔδειξ᾽ ὁ χρόνος    805
τὰν Ἡρακλέος ἀλκάν·
ὃς γᾶς ἐξέβας θαλάμων
Πλούτωνος δῶμα λιπὼν νέρτερον.
κρείσσων μοι τύραννος ἔφυς
ἢ δυσγένει᾽ ἀνάκτων,    810
ἃ νῦν ἐσορῶντι φαίνει
ξιφηφόρων ἐς ἀγώνων
ἅμιλλαν εἰ τὸ δίκαιον
θεοῖς ἔτ᾽ ἀρέσκει.

Ἐπεισόδιον τέταρτον
ΧΟ. — ἔα ἔα·    815
ἆρ᾽ ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου,
γέροντες, οἷον φάσμ᾽ ὑπὲρ δόμων ὁρῶ;
— φυγῆι φυγῆι
νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα.
— ὦναξ Παιάν,    820
ἀπότροπος γένοιό μοι πημάτων.

Ἴρις
θαρσεῖτε Νυκτὸς τήνδ᾽ ὁρῶντες ἔκγονον
Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν
Ἶριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος,
ἑνὸς δ᾽ ἐπ᾽ ἀνδρὸς δώματα στρατεύομεν,    825
ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τ᾽ ἄπο.
πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς,
τὸ χρή νιν ἐξέσωιζεν οὐδ᾽ εἴα πατὴρ
Ζεύς νιν κακῶς δρᾶν οὔτ᾽ ἔμ᾽ οὔθ᾽ Ἥραν ποτέ·
ἐπεὶ δὲ μόχθους διεπέρασ᾽ Εὐρυσθέως,    830
Ἥρα προσάψαι κοινὸν αἷμ᾽ αὐτῶι θέλει
παῖδας κατακτείναντι, συνθέλω δ᾽ ἐγώ.
ἀλλ᾽ εἶ᾽ ἄτεγκτον συλλαβοῦσα καρδίαν,
Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε,
μανίας τ᾽ ἐπ᾽ ἀνδρὶ τῶιδε καὶ παιδοκτόνους    835
φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα
ἔλαυνε κίνει, φόνιον ἐξίει κάλων,
ὡς ἂν πορεύσας δι᾽ Ἀχερούσιον πόρον
τὸν καλλίπαιδα στέφανον αὐθέντηι φόνωι
γνῶι μὲν τὸν Ἥρας οἷός ἐστ᾽ αὐτῶι χόλος,    840
μάθηι δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ,
τὰ θνητὰ δ᾽ ἔσται μεγάλα, μὴ δόντος δίκην.

Λύττα
ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος
πέφυκα, Νυκτὸς Οὐρανοῦ τ᾽ ἀφ᾽ αἵματος·
†τιμάς τ᾽ ἔχω τάσδ᾽ οὐκ ἀγασθῆναι φίλοις†    845
οὐδ᾽ ἥδομαι φοιτῶσ᾽ ἐπ᾽ ἀνθρώπων φίλους.
παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν,
Ἥραι θέλω σοί τ᾽, ἢν πίθησθ᾽ ἐμοῖς λόγοις.
ἁνὴρ ὅδ᾽ οὐκ ἄσημος οὔτ᾽ ἐπὶ χθονὶ
οὔτ᾽ ἐν θεοῖσιν, οὗ σύ μ᾽ ἐσπέμπεις δόμους·    850
ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν
ἐξημερώσας θεῶν ἀνέστησεν μόνος
τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο.
ὥστ᾽ οὐ παραινῶ μεγάλα βουλεῦσαι κακά.
ΙΡ. μὴ σὺ νουθέτει τά θ᾽ Ἥρας κἀμὰ μηχανήματα.    855
ΛΥ. ἐς τὸ λῶιον ἐμβιβάζω σ᾽ ἴχνος ἀντὶ τοῦ κακοῦ.
ΙΡ. οὐχὶ σωφρονεῖν γ᾽ ἔπεμψε δεῦρό σ᾽ ἡ Διὸς δάμαρ.
ΛΥ. Ἥλιον μαρτυρόμεσθα δρῶσ᾽ ἃ δρᾶν οὐ βούλομαι.
εἰ δὲ δή μ᾽ Ἥραι θ᾽ ὑπουργεῖν σοί τ᾽ ἀναγκαίως ἔχει,
τάχος ἐπιρροιβδεῖν ὁμαρτεῖν θ᾽ ὡς κυνηγέτηι κύνας.    860
εἶμί γ᾽· οὔτε πόντος οὕτω κύμασι στένων λάβρος
οὔτε γῆς σεισμὸς κεραυνοῦ τ᾽ οἶστρος ὠδῖνας πνέων
οἷ᾽ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους·
καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ,
τέκν᾽ ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεται    865
παῖδας οὓς ἔτικτεν ἐναρών, πρὶν ἂν ἐμὰς λύσσας ἀφῆι.
ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο
καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας,
ἀμπνοὰς δ᾽ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολήν,
δεινὰ μυκᾶται δέ. Κῆρας ἀνακαλῶ τὰς Ταρτάρου    870
τάχα σ᾽ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβωι.
στεῖχ᾽ ἐς Οὔλυμπον πεδαίρουσ᾽, Ἶρι, γενναῖον πόδα·
ἐς δόμους δ᾽ ἡμεῖς ἄφαντοι δυσόμεσθ᾽ Ἡρακλέους.

Χορικόν
ΧΟ. ὀτοτοτοῖ, στέναξον· ἀποκείρεται    875
σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος.
μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν
ἀποβαλεῖς, ὀλεῖς μανιάσιν λύσσαις
χορευθέντ᾽ ἀναύλοις.
βέβακεν ἐν δίφροισιν ἁ πολύστονος,    880
ἅρμασι δ᾽ ἐνδίδωσι
κέντρον ὡς ἐπὶ λώβαι
Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις
ὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός.
ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων,    885
ταχὺ δὲ πρὸς πατρὸς τέκν᾽ ἐκπνεύσεται.
ἰώ μοι μέλεος,
ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα
λυσσάδες ὠμοβρῶτες ἄδικοι δίκαι
κακοῖσιν ἐκπετάσουσιν. ἰὼ στέγαι.    890
κατάρχεται χόρευμα τυμπάνων ἄτερ,
οὐ βρομίωι κεχαρισμένα θύρσωι,
ἰὼ δόμοι.
πρὸς αἵματ᾽, οὐχὶ τᾶς Διονυσιάδος
βοτρύων ἐπὶ χεύμασι λοιβᾶς.    895
φυγῆι, τέκν᾽, ἐξορμᾶτε· δάιον τόδε
δάιον μέλος ἐπαυλεῖται.
κυναγετεῖ τέκνων διωγμόν·
οὔποτ᾽ ἄκραντα δόμοισι Λύσσα βακχεύσει.
αἰαῖ κακῶν.    900
αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω
πατέρα τάν τε παιδοτρόφον, ἇι μάταν
τέκεα γεννᾶται.
ἰδοὺ ἰδού,
θύελλα σείει δῶμα, συμπίπτει στέγη.    905
ἢ ἢ τί δρᾶις, ὦ Διὸς παῖ; μελάθρων
τάραγμα ταρτάρειον ὡς
ἐπ᾽ Ἐγκελάδωι ποτέ, Παλλάς, ἐς δόμους πέμπεις.

Ἐπεισόδιον πέμπτον
Ἄγγελος
ὦ λευκὰ γήραι σώματ᾽ ‹ΧΟ.› ἀνακαλεῖς με τίνα    910
βοάν; ΑΓ. ἄλαστα τἀν δόμοισι. ‹ΧΟ.› μάντιν οὐχ
ἕτερον ἄξομαι.
ΑΓ. τεθνᾶσι παῖδες. ‹ΧΟ.› αἰαῖ.
‹ΑΓ.› στενάζεθ᾽ ὡς στενακτά. ‹ΧΟ.› δάιοι φόνοι,
δάιοι δὲ τοκέων χέρες.    915
ΑΓ. οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν.
ΧΟ. πῶς παισὶ στενακτὰν ἄταν ἄταν
πατέρος ἀμφαίνεις;
λέγε τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ μέλα-
θρα κακὰ τάδε ‹ › τλάμονάς    920
τε παίδων τύχας.
ΑΓ. ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς
καθάρσι᾽ οἴκων, γῆς ἄνακτ᾽ ἐπεὶ κτανὼν
‹ἐξέβαλε› τῶνδε δωμάτων Ἡρακλέης·
χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων    925
πατήρ τε Μεγάρα τ᾽, ἐν κύκλωι δ᾽ ἤδη κανοῦν
εἵλικτο βωμοῦ, φθέγμα δ᾽ ὅσιον εἴχομεν.
μέλλων δὲ δαλὸν χειρὶ δεξιᾶι φέρειν,
ἐς χέρνιβ᾽ ὡς βάψειεν, Ἀλκμήνης τόκος
ἔστη σιωπῆι. καὶ χρονίζοντος πατρὸς    930
παῖδες προσέσχον ὄμμ᾽· ὁ δ᾽ οὐκέθ᾽ αὑτὸς ἦν,
ἀλλ᾽ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος
ῥίζας τ᾽ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν
ἀφρὸν κατέσταζ᾽ εὔτριχος γενειάδος.
ἔλεξε δ᾽ ἅμα γέλωτι παραπεπληγμένωι·    935
Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα
καθάρσιον πῦρ καὶ πόνους διπλοῦς ἔχω;
ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε.
ὅταν δ᾽ ἐνέγκω δεῦρο κρᾶτ᾽ Εὐρυσθέως
ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας.    940
ἐκχεῖτε πηγάς, ῥίπτετ᾽ ἐκ χειρῶν κανᾶ.
τίς μοι δίδωσι τόξα; τίς ‹δ᾽› ὅπλον χερός;
πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν
μοχλοὺς δικέλλας θ᾽ ὥστε Κυκλώπων βάθρα
φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα    945
στρεπτῶι σιδήρωι συντριαινῶσαι πάλιν.
ἐκ τοῦδε βαίνων ἅρματ᾽ οὐκ ἔχων ἔχειν
ἔφασκε δίφρου τ᾽ εἰσέβαινεν ἄντυγα
κἄθεινε, κέντρωι δῆθεν ὡς θείνων, χερί.
διπλοῦς δ᾽ ὀπαδοῖς ἦν γέλως φόβος θ᾽ ὁμοῦ,    950
καί τις τόδ᾽ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών·
Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται;
ὁ δ᾽ εἷρπ᾽ ἄνω τε καὶ κάτω κατὰ στέγας,
μέσον δ᾽ ἐς ἀνδρῶν᾽ ἐσπεσὼν Νίσου πόλιν
ἥκειν ἔφασκε, δωμάτων τ᾽ ἔσω βεβὼς    955
κλιθεὶς ἐς οὖδας ὡς ἔχει σκευάζεται
θοίνην. διελθὼν δ᾽ ὡς βραχὺν χρόνον μονῆς
Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.
κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων
πρὸς οὐδέν᾽ ἡμιλλᾶτο κἀκηρύσσετο    960
αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,
ἀκοὴν ὑπειπών. δεινὰ δ᾽ Εὐρυσθεῖ βρέμων
ἦν ἐν Μυκήναις τῶι λόγωι. πατὴρ δέ νιν
θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε·
Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως    965
τῆσδ᾽; οὔ τί που φόνος σ᾽ ἐβάκχευσεν νεκρῶν
οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν
πατέρα προταρβοῦνθ᾽ ἱκέσιον ψαύειν χερὸς
ὠθεῖ, φαρέτραν δ᾽ εὐτρεπῆ σκευάζεται
καὶ τόξ᾽ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως    970
δοκῶν φονεύειν. οἱ δὲ ταρβοῦντες φόβωι
ὤρουον ἄλλος ἄλλοσ᾽, ἐς πέπλους ὁ μὲν
μητρὸς ταλαίνης, ὁ δ᾽ ὑπὸ κίονος σκιάν,
ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξ᾽ ὕπο.
βοᾶι δὲ μήτηρ· Ὦ τεκών, τί δρᾶις; τέκνα    975
κτείνεις; βοᾶι δὲ πρέσβυς οἰκετῶν τ᾽ ὄχλος.
ὁ δ᾽ ἐξελίσσων παῖδα κίονος κύκλωι
τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους
ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.    980
ὁ δ᾽ ἠλάλαξε κἀπεκόμπασεν τάδε·
Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
ἔχθραν πατρώιαν ἐκτίνων πέπτωκέ μοι.
ἄλλωι δ᾽ ἐπεῖχε τόξ᾽, ὃς ἀμφὶ βωμίαν
ἔπτηξε κρηπῖδ᾽ ὡς λεληθέναι δοκῶν.    985
φθάνει δ᾽ ὁ τλήμων γόνασι προσπεσὼν πατρὸς
καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλὼν
Ὦ φίλτατ᾽, αὐδᾶι, μή μ᾽ ἀποκτείνηις, πάτερ·
σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
ὁ δ᾽ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,    990
ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος
μυδροκτύπον μίμημ᾽ ὑπὲρ κάρα βαλὼν
ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,
ἔρρηξε δ᾽ ὀστᾶ. δεύτερον δὲ παῖδ᾽ ἑλὼν
χωρεῖ τρίτον θῦμ᾽ ὡς ἐπισφάξων δυοῖν.    995
ἀλλὰ φθάνει νιν ἡ τάλαιν᾽ ἔσω δόμων
μήτηρ ὑπεκλαβοῦσα καὶ κλήιει πύλας.
ὁ δ᾽ ὡς ἐπ᾽ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν
σκάπτει μοχλεύει θύρετρα κἀκβαλὼν σταθμὰ
δάμαρτα καὶ παῖδ᾽ ἑνὶ κατέστρωσεν βέλει.    1000
κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·
ἀλλ᾽ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο
Παλλάς, κραδαίνουσ᾽ ἔγχος †ἐπὶ λόφω κέαρ†,
κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,
ὅς νιν φόνου μαργῶντος ἔσχε κἀς ὕπνον    1005
καθῆκε· πίτνει δ᾽ ἐς πέδον πρὸς κίονα
νῶτον πατάξας, ὃς πεσήμασι στέγης
διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
ἡμεῖς δ᾽ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα
σὺν τῶι γέροντι δεσμὰ σειραίων βρόχων    1010
ἀνήπτομεν πρὸς κίον᾽, ὡς λήξας ὕπνου
μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.
εὕδει δ᾽ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα
παῖδας φονεύσας καὶ δάμαρτ᾽. ἐγὼ μὲν οὖν
οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.    1015

Χορικόν
ΧΟ. ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα
τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι
τῶν Δαναοῦ παίδων·
τάδε δ᾽ ὑπερέβαλεν παρέδραμεν τὰ τότε
κακὰ τάλανι διογενεῖ κόρωι.    1020
μονότεκνον Πρόκνης φόνον ἔχω λέξαι
θυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγον᾽, ὦ
δάιε, τεκόμενος
λυσσάδι συγκατειργάσω μοίραι.
αἰαῖ, τίνα στεναγμὸν    1025
ἢ γόον ἢ φθιτῶν ὠιδὰν ἢ τίν᾽ Ἅι-
δα χορὸν ἀχήσω;
φεῦ φεῦ·
ἴδεσθε, διάνδιχα κλῆιθρα
κλίνεται ὑψιπύλων δόμων.    1030
ἰώ μοι·
ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς
ἄθλια κείμενα δυστάνου,
εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου,
περὶ δὲ δεσμὰ καὶ πολύβροχ᾽ ἁμμάτων    1035
ἐρείσμαθ᾽ Ἡράκλειον
ἀμφὶ δέμας τάδε λαΐνοις
ἀνημμένα κίοσιν οἴκων.

Ἔξοδος
ὁ δ᾽ ὥς τις ὄρνις ἄπτερον καταστένων
ὠδῖνα τέκνων πρέσβυς ὑστέρωι ποδὶ    1040
πικρὰν διώκων ἤλυσιν πάρεσθ᾽ ὅδε.
ΑΜ. Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ-
γα τὸν ὕπνωι παρειμένον ἐάσετ᾽ ἐκ-
λαθέσθαι κακῶν;
ΧΟ. κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ    1045
τέκεα καὶ τὸ καλλίνικον κάρα.
ΑΜ. ἑκαστέρω πρόβατε, μὴ
κτυπεῖτε, μὴ βοᾶτε, μὴ
τὸν εὔδι᾽ ἰαύονθ᾽
ὑπνώδεά τ᾽ εὐνᾶς    1050
ἐγείρετε. ΧΟ. οἵμοι,
φόνος ὅσος ὅδ᾽ ΑΜ. ἆ ἆ, διά μ᾽ ὀλεῖτε. ‹ΧΟ.› κεχυ-
μένος ἐπαντέλλει.
‹ΑΜ.› οὐκ ἀτρεμαῖα θρῆνον αἰ-
άξετ᾽, ὦ γέροντες;
ἢ δέσμ᾽ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν,    1055
ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταρρήξει.
ΧΟ. ἀδύνατ᾽ ἀδύνατά μοι.
ΑΜ. σῖγα, πνοὰς μάθω· φέρε, πρὸς οὖς βάλω.    1060
ΧΟ. εὕδει; ΑΜ. ναί, εὕδει ‹γ᾽› ὕπνον ἄυπνον ὀλόμε-
νον ὃς ἔκανεν ἄλοχον, ἔκανε δὲ ψαλμῶι
τέκεα τοξήρει.
ΧΟ. στέναζέ νυν ΑΜ. στενάζω.
‹ΧΟ.› τέκνων ὄλεθρον ΑΜ. ὤμοι.    1065
‹ΧΟ.› σέθεν τε παιδός ‹ΑΜ.› αἰαῖ.
‹ΧΟ.› ὦ πρέσβυ. ΑΜ. σῖγα σῖγα·
παλίντροπος ἐξεπεγειρόμενος στρέφεται· φέρε,
ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω.    1070
ΧΟ. θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῶι.
ΑΜ. ὁρᾶθ᾽ ὁρᾶτε. τὸ φάος ἐκ-
λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ
φεύγω τάλας, ἀλλ᾽ εἴ με κανεῖ πατέρ᾽ ὄντα,    1075
πρὸς δὲ κακοῖς κακὰ μήσε-
ται πρὸς Ἐρινύσι θ᾽ αἷμα
σύγγονον ἕξει.
ΧΟ. τότε θανεῖν σ᾽ ἐχρῆν ὅτε δάμαρτι σᾶι
φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας,
Ταφίων περίκλυστον ἄστυ πέρσας.    1080
ΑΜ. φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων
διώκετε· φεύγετε μάργον
ἄνδρ᾽ ἐπεγειρόμενον.
‹ἢ› τάχα φόνον ἕτερον ἐπὶ φόνωι βαλὼν    1085
ἀν᾽ αὖ βακχεύσει Καδμείων πόλιν.
ΧΟ. ὦ Ζεῦ, τί παῖδ᾽ ἤχθηρας ὧδ᾽ ὑπερκότως
τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδ᾽ ἤγαγες;
ΗΡ. ἔα·
ἔμπνους μέν εἰμι καὶ δέδορχ᾽ ἅπερ με δεῖ,
αἰθέρα τε καὶ γῆν τόξα θ᾽ ἡλίου τάδε.    1090
ὡς ‹δ᾽› ἐν κλύδωνι καὶ φρενῶν ταράγματι
πέπτωκα δεινῶι καὶ πνοὰς θερμὰς πνέω
μετάρσι᾽, οὐ βέβαια πλευμόνων ἄπο.
ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος
νεανίαν θώρακα καὶ βραχίονα    1095
πρὸς ἡμιθραύστωι λαΐνωι τυκίσματι
ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων;
πτερωτὰ δ᾽ ἔγχη τόξα τ᾽ ἔσπαρται πέδωι,
ἃ πρὶν παρασπίζοντ᾽ ἐμοῖς βραχίοσιν
ἔσωιζε πλευρὰς ἐξ ἐμοῦ τ᾽ ἐσώιζετο.    1100
οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν,
Εὐρυσθέως δίαυλον ἐξ Ἅιδου μολών;
ἀλλ᾽ οὔτε Σισύφειον εἰσορῶ πέτρον
Πλούτωνά τ᾽ οὐδὲ σκῆπτρα Δήμητρος κόρης.
ἔκ τοι πέπληγμαι· ποῦ ποτ᾽ ὢν ἀμηχανῶ;    1105
ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν,
δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;
σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.
ΑΜ. γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;
ΧΟ. κἄγωγε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς.    1110
ΗΡ. πάτερ, τί κλαίεις καὶ συναμπίσχηι κόρας,
τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;
ΑΜ. ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.
ΗΡ. πράσσω δ᾽ ἐγὼ τί λυπρὸν οὗ δακρυρροεῖς;
ΑΜ. ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι.    1115
ΗΡ. μέγας γ᾽ ὁ κόμπος, τὴν τύχην δ᾽ οὔπω λέγεις.
ΑΜ. ὁρᾶις γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.
ΗΡ. παπαῖ, τόδ᾽ ὡς ὕποπτον ἠινίξω πάλιν.
ΑΜ. καί σ᾽ εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ.
ΗΡ. εἴπ᾽ εἴ τι καινὸν ὑπογράφηι τὠμῶι βίωι.    1120
ΑΜ. εἰ μηκέθ᾽ Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν.
ΗΡ. οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας.
ΑΜ. λύσω, γέροντες, δεσμὰ παιδός, ἢ τί δρῶ;
ΗΡ. καὶ τόν γε δήσαντ᾽ εἴπ᾽· ἀναινόμεσθα γάρ.
ΑΜ. τοσοῦτον ἴσθι τῶν κακῶν, τὰ δ᾽ ἄλλ᾽ ἔα.    1125
ΗΡ. ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι;
ΑΜ. ὦ Ζεῦ, παρ᾽ Ἥρας ἆρ᾽ ὁρᾶις θρόνων τάδε;
ΗΡ. ἀλλ᾽ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν;
ΑΜ. τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά.
ΗΡ. ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά.    1130
ΑΜ. ἰδού, θέασαι τάδε τέκνων πεσήματα.
ΗΡ. οἴμοι· τίν᾽ ὄψιν τήνδε δέρκομαι τάλας;
ΑΜ. ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις.
ΗΡ. τί πόλεμον εἶπας; τούσδε τίς διώλεσεν;
ΑΜ. σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος.    1135
ΗΡ. τί φήις; τί δράσας; ὦ κάκ᾽ ἀγγέλλων πάτερ.
ΑΜ. μανείς· ἐρωτᾶις δ᾽ ἄθλι᾽ ἑρμηνεύματα.
ΗΡ. ἦ καὶ δάμαρτός εἰμ᾽ ἐγὼ φονεὺς ἐμῆς;
ΑΜ. μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε.
ΗΡ. αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος.    1140
ΑΜ. τούτων ἕκατι σὰς καταστένω τύχας.
ΗΡ. ἦ γὰρ συνήραξ᾽ οἶκον †ἢ βάκχευσ᾽ ἐμόν†;
ΑΜ. οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά.
ΗΡ. ποῦ δ᾽ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν;
ΑΜ. ὅτ᾽ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί.    1145
ΗΡ. οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς
τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς;
οὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα
ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας
τέκνοις δικαστὴς αἵματος γενήσομαι,    1150
ἢ σάρκα †τὴν ἐμὴν† ἐμπρήσας πυρὶ
δύσκλειαν ἣ μένει μ᾽ ἀπώσομαι βίου;
ἀλλ᾽ ἐμποδών μοι θανασίμων βουλευμάτων
Θησεὺς ὅδ᾽ ἕρπει συγγενὴς φίλος τ᾽ ἐμός.
ὀφθησόμεσθα καὶ τεκνοκτόνον μύσος    1155
ἐς ὄμμαθ᾽ ἥξει φιλτάτωι ξένων ἐμῶν.
οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν
εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών;
φέρ᾽, ἀμφὶ κρατὶ περιβάλω σκότον ‹ ›.
αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς,    1160
καὶ τῶιδε προστρόπαιον αἷμα προσβαλὼν
οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω.
Θησεύς
ἥκω σὺν ἄλλοις, οἳ παρ᾽ Ἀσωποῦ ῥοὰς
μένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι,
σῶι παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ.    1165
κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλιν
ὡς σκῆπτρα χώρας τῆσδ᾽ ἀναρπάσας Λύκος
ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται.
τίνων δ᾽ ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆς
σώσας με νέρθεν ἦλθον, εἴ τι δεῖ, γέρον,    1170
ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων.
ἔα· τί νεκρῶν τῶνδε πληθύει πέδον;
οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν
ὕστερος ἀφῖγμαι; τίς τάδ᾽ ἔκτεινεν τέκνα;
τίνος γεγῶσαν τήνδ᾽ ὁρῶ ξυνάορον;    1175
οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας,
ἀλλ᾽ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν.
ΑΜ. ὦ τὸν ἐλαιοφόρον ὄχθον ἔχων ‹ἄναξ›
ΘΗ. τί χρῆμά μ᾽ οἰκτροῖς ἐκάλεσας προοιμίοις;
ΑΜ. ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν.    1180
ΘΗ. οἱ παῖδες οἵδε τίνος ἐφ᾽ οἷς δακρυρροεῖς;
ΑΜ. ἔτεκε μέν ‹νιν› οὑμὸς ἶνις τάλας,
τεκόμενος δ᾽ ἔκανε φόνιον αἷμα τλάς.
ΘΗ. τί φήις; τί δράσας; ΑΜ. μαινομένωι πιτύλωι πλαγχθεὶς
ἑκατογκεφάλου βαφαῖς ὕδρας.
ΘΗ. ὦ δεινὰ λέξας. ΑΜ. οἰχόμεθ᾽ οἰχόμεθα πτανοί.
ΘΗ. εὔφημα φώνει. ΑΜ. βουλομένοισιν ἐπαγγέλληι.    1185
ΘΗ. Ἥρας ὅδ᾽ ἁγών· τίς δ᾽ ὅδ᾽ οὑν νεκροῖς, γέρον;
ΑΜ. ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ‹ὃς› ἐπὶ    1190
δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ-
σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς.
ΘΗ. φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ;    1195
ΑΜ. οὐκ ἂν εἰδείης ἕτερον
πολυμοχθότερον πολυπλαγκτότερόν τε θνατῶν.
ΘΗ. τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα;
ΑΜ. αἰδόμενος τὸ σὸν ὄμμα
καὶ φιλίαν ὁμόφυλον    1200
αἷμά τε παιδοφόνον.
ΘΗ. ἀλλ᾽ εἰ συναλγῶν γ᾽ ἦλθον; ἐκκάλυπτέ νιν.
ΑΜ. ὦ τέκνον, πάρες ἀπ᾽ ὀμμάτων
πέπλον, ἀπόδικε, ῥέθος ἀελίωι δεῖξον.
βάρος ἀντίπαλον δακρύοις συναμιλλᾶται·    1205
ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ
γόνυ καὶ χέρα σὰν προπίτνων πολιὸν
δάκρυον ἐκβαλών· ἰὼ παῖ, κατά-    1210
σχεθε λέοντος ἀγρίου θυμόν, ὧι
δρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγηι
κακὰ θέλων κακοῖς συνάψαι, τέκνον.
ΘΗ. εἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδρας
αὐδῶ φίλοισιν ὄμμα δεικνύναι τὸ σόν.    1215
οὐδεὶς σκότος γὰρ ὧδ᾽ ἔχει μέλαν νέφος
ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν.
τί μοι προσείων χεῖρα σημαίνεις φόβον;
ὡς μὴ μύσος με σῶν βάληι προσφθεγμάτων;
οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς·    1220
καὶ γάρ ποτ᾽ εὐτύχησ᾽. ἐκεῖσ᾽ ἀνοιστέον
ὅτ᾽ ἐξέσωσάς μ᾽ ἐς φάος νεκρῶν πάρα.
χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων
καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει,
συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ.    1225
ἀνίστασ᾽, ἐκκάλυψον ἄθλιον κάρα,
βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν
φέρει †τὰ τῶν θεῶν γε† πτώματ᾽ οὐδ᾽ ἀναίνεται.
ΗΡ. Θησεῦ, δέδορκας τόνδ᾽ ἀγῶν᾽ ἐμῶν τέκνων;
ΘΗ. ἤκουσα καὶ βλέποντι σημαίνεις κακά.    1230
ΗΡ. τί δῆτά μου κρᾶτ᾽ ἀνεκάλυψας ἡλίωι;
ΘΗ. τί δ᾽; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν.
ΗΡ. φεῦγ᾽, ὦ ταλαίπωρ᾽, ἀνόσιον μίασμ᾽ ἐμόν.
ΘΗ. οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων.
ΗΡ. ἐπήινεσ᾽· εὖ δράσας δέ σ᾽ οὐκ ἀναίνομαι.    1235
ΘΗ. ἐγὼ δὲ πάσχων εὖ τότ᾽ οἰκτίρω σε νῦν.
ΗΡ. οἰκτρὸς γάρ εἰμι τἄμ᾽ ἀποκτείνας τέκνα;
ΘΗ. κλαίω χάριν σὴν ἐφ᾽ ἑτέραισι συμφοραῖς.
ΗΡ. ηὗρες δέ γ᾽ ἄλλους ἐν κακοῖσι μείζοσιν;
ΘΗ. ἅπτηι κάτωθεν οὐρανοῦ δυσπραξίαι.    1240
ΗΡ. τοιγὰρ παρεσκευάσμεθ᾽ ὥστε κατθανεῖν.
ΘΗ. δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν;
ΗΡ. αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ.
ΘΗ. ἴσχε στόμ᾽, ὡς μὴ μέγα λέγων μεῖζον πάθηις.
ΗΡ. γέμω κακῶν δὴ κοὐκέτ᾽ ἔσθ᾽ ὅπηι τεθῆι.    1245
ΘΗ. δράσεις δὲ δὴ τί; ποῖ φέρηι θυμούμενος;
ΗΡ. θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο.
ΘΗ. εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους.
ΗΡ. σὺ δ᾽ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς.
ΘΗ. ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;    1250
ΗΡ. οὔκουν τοσαῦτά γ᾽· ἐν μέτρωι μοχθητέον.
ΘΗ. εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος;
ΗΡ. οἱ δ᾽ οὐδὲν ὠφελοῦσί μ᾽, ἀλλ᾽ Ἥρα κρατεῖ.
ΘΗ. οὐκ ἄν ‹σ᾽› ἀνάσχοιθ᾽ Ἑλλὰς ἀμαθίαι θανεῖν.
ΗΡ. ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις    1255
πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι
ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν.
πρῶτον μὲν ἐκ τοῦδ᾽ ἐγενόμην, ὅστις κτανὼν
μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν
ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ.    1260
ὅταν δὲ κρηπὶς μὴ καταβληθῆι γένους
ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.
Ζεὺς δ᾽, ὅστις ὁ Ζεύς, πολέμιόν μ᾽ ἐγείνατο
Ἥραι (σὺ μέντοι μηδὲν ἀχθεσθῆις, γέρον·
πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σ᾽ ἐγώ),    1265
ἔτ᾽ ἐν γάλακτί τ᾽ ὄντι γοργωποὺς ὄφεις
ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς
ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.
ἐπεὶ δὲ σαρκὸς περιβόλαι᾽ ἐκτησάμην
ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν;    1270
ποίους ποτ᾽ ἢ λέοντας ἢ τρισωμάτους
Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ
κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;
τήν τ᾽ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα
ὕδραν φονεύσας μυρίων τ᾽ ἄλλων πόνων    1275
διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην,
Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος
ὅπως πορεύσαιμ᾽ ἐντολαῖς Εὐρυσθέως.
τὸν λοίσθιον δὲ τόνδ᾽ ἔτλην τάλας πόνον,
παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς.    1280
ἥκω δ᾽ ἀνάγκης ἐς τόδ᾽· οὔτ᾽ ἐμαῖς φίλαις
Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω,
ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων
εἶμ᾽; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.
ἀλλ᾽ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν;    1285
φέρ᾽ ἀλλ᾽ ἐς ἄλλην δή τιν᾽ ὁρμήσω πόλιν;
κἄπειθ᾽ ὑποβλεπώμεθ᾽ ὡς ἐγνωσμένοι,
γλώσσης πικροῖς κέντροισι †κληιδουχούμενοι†·
Οὐχ οὗτος ὁ Διός, ὃς τέκν᾽ ἔκτεινέν ποτε
δάμαρτά τ᾽; οὐ γῆς τῆσδ᾽ ἀποφθαρήσεται;    1290
[κεκλημένωι δὲ φωτὶ μακαρίωι ποτὲ
αἱ μεταβολαὶ λυπηρόν· ὧι δ᾽ ἀεὶ κακῶς
ἔστ᾽, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.]
ἐς τοῦτο δ᾽ ἥξειν συμφορᾶς οἶμαί ποτε·
φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με    1295
μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν
πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον
Ἰξίον᾽ ἐν δεσμοῖσιν ἐκμιμήσομαι.
[καὶ ταῦτ᾽ ἄριστα μηδέν᾽ Ἑλλήνων μ᾽ ὁρᾶν,
ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι.]    1300
τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν
βίον γ᾽ ἀχρεῖον ἀνόσιον κεκτημένοι;
χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ
†κρόουσ᾽ Ὀλυμπίου Ζηνὸς ἀρβύληι πόδα†.
ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο    1305
ἄνδρ᾽ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις
ἄνω κάτω στρέψασα. τοιαύτηι θεῶι
τίς ἂν προσεύχοιθ᾽; ἣ γυναικὸς οὕνεκα
λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας
Ἑλλάδος ἀπώλεσ᾽ οὐδὲν ὄντας αἰτίους.    1310
ΘΗ. οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε
ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδ᾽ αἰσθάνηι.
παραινέσαιμ᾽ ἂν μᾶλλον ἢ πάσχειν κακῶς.
οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος,
οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι.    1315
οὐ λέκτρ᾽ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος,
συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδα
πατέρας ἐκηλίδωσαν; ἀλλ᾽ οἰκοῦσ᾽ ὅμως
Ὄλυμπον ἠνέσχοντό θ᾽ ἡμαρτηκότες.
καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς    1320
φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή;
Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν,
ἕπου δ᾽ ἅμ᾽ ἡμῖν πρὸς πόλισμα Παλλάδος.
ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος
δόμους τε δώσω χρημάτων τ᾽ ἐμῶν μέρος.    1325
ἃ δ᾽ ἐκ πολιτῶν δῶρ᾽ ἔχω σώσας κόρους
δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών,
σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς
τεμένη δέδασται· ταῦτ᾽ ἐπωνομασμένα
σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται    1330
ζῶντος· θανόντα δ᾽, εὖτ᾽ ἂν εἰς Ἅιδου μόληις,
θυσίαισι λαΐνοισί τ᾽ ἐξογκώμασιν
τίμιον ἀνάξει πᾶσ᾽ Ἀθηναίων πόλις.
καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο
ἄνδρ᾽ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν.    1335
κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας
τήνδ᾽ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων.
[θεοὶ δ᾽ ὅταν τιμῶσιν οὐδὲν δεῖ φίλων·
ἅλις γὰρ ὁ θεὸς ὠφελῶν ὅταν θέληι.]
ΗΡ. οἴμοι· πάρεργα ‹. . .› τάδ᾽ ἔστ᾽ ἐμῶν κακῶν·    1340
ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρ᾽ ἃ μὴ θέμις
στέργειν νομίζω δεσμά τ᾽ ἐξάπτειν χεροῖν
οὔτ᾽ ἠξίωσα πώποτ᾽ οὔτε πείσομαι
οὐδ᾽ ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστ᾽ ὀρθῶς θεός,    1345
οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὢν
μὴ δειλίαν ὄφλω τιν᾽ ἐκλιπὼν φάος·
ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται
οὐδ᾽ ἀνδρὸς ἂν δύναιθ᾽ ὑποστῆναι βέλος.    1350
ἐγκαρτερήσω βίοτον· εἶμι δ᾽ ἐς πόλιν
τὴν σήν, χάριν τε μυρίαν δώρων ἔχω.
ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην,
ὧν οὔτ᾽ ἀπεῖπον οὐδέν᾽ οὔτ᾽ ἀπ᾽ ὀμμάτων
ἔσταξα πηγάς, οὐδ᾽ ἂν ὠιόμην ποτὲ    1355
ἐς τοῦθ᾽ ἱκέσθαι, δάκρυ᾽ ἀπ᾽ ὀμμάτων βαλεῖν.
νῦν δ᾽, ὡς ἔοικε, τῆι τύχηι δουλευτέον.
εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾶις,
ὁρᾶις δὲ παίδων ὄντα μ᾽ αὐθέντην ἐμῶν.
δὸς τούσδε τύμβωι καὶ περίστειλον νεκροὺς    1360
δακρύοισι τιμῶν (ἐμὲ γὰρ οὐκ ἐᾶι νόμος)
πρὸς στέρν᾽ ἐρείσας μητρὶ δούς τ᾽ ἐς ἀγκάλας,
κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας
διώλεσ᾽ ἄκων. γῆι δ᾽ ἐπὴν κρύψηις νεκροὺς
οἴκει πόλιν τήνδ᾽ ἀθλίως μὲν ἀλλ᾽ ὅμως    1365
[ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά].
ὦ τέκν᾽, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ
ἀπώλεσ᾽, οὐδ᾽ ὤνασθε τῶν ἐμῶν καλῶν,
ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίου
εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.    1370
σέ τ᾽ οὐχ ὁμοίως, ὦ τάλαιν᾽, ἀπώλεσα
ὥσπερ σὺ τἀμὰ λέκτρ᾽ ἔσωιζες ἀσφαλῶς,
μακρὰς διαντλοῦσ᾽ ἐν δόμοις οἰκουρίας.
οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δ᾽ ἐμοῦ,
ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι    1375
τέκνων γυναικός τ᾽. ὦ λυγραὶ φιλημάτων
τέρψεις, λυγραὶ δὲ τῶνδ᾽ ὅπλων κοινωνίαι.
ἀμηχανῶ γὰρ πότερ᾽ ἔχω τάδ᾽ ἢ μεθῶ,
ἃ πλευρὰ τἀμὰ προσπίτνοντ᾽ ἐρεῖ τάδε·
Ἡμῖν τέκν᾽ εἷλες καὶ δάμαρθ᾽· ἡμᾶς ἔχεις    1380
παιδοκτόνους σούς. εἶτ᾽ ἐγὼ τάδ᾽ ὠλέναις
οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων
ξὺν οἷς τὰ κάλλιστ᾽ ἐξέπραξ᾽ ἐν Ἑλλάδι
ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;
οὐ λειπτέον τάδ᾽, ἀθλίως δὲ σωστέον.    1385
ἕν μοί τι, Θησεῦ, σύγκαμ᾽· ἀγρίου κυνὸς
κόμιστρ᾽ ἐς Ἄργος συγκατάστησον μολών,
λύπηι τι παίδων μὴ πάθω μονούμενος.
ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς,
κείρασθε, συμπενθήσατ᾽, ἔλθετ᾽ ἐς τάφον    1390
παίδων. ἅπαντας δ᾽ ἑνὶ λόγωι πενθήσετε
νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν
Ἥρας μιᾶι πληγέντες ἄθλιοι τύχηι.
ΘΗ. ἀνίστασ᾽, ὦ δύστηνε· δακρύων ἅλις.
ΗΡ. οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου.    1395
ΘΗ. καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι.
ΗΡ. φεῦ·
αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν.
ΘΗ. παῦσαι· δίδου δὲ χεῖρ᾽ ὑπηρέτηι φίλωι.
ΗΡ. ἀλλ᾽ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις.
ΘΗ. ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι.    1400
ΗΡ. παίδων στερηθεὶς παῖδ᾽ ὅπως ἔχω σ᾽ ἐμόν.
ΘΗ. δίδου δέρηι σὴν χεῖρ᾽, ὁδηγήσω δ᾽ ἐγώ.
ΗΡ. ζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής.
ὦ πρέσβυ, τοιόνδ᾽ ἄνδρα χρὴ κτᾶσθαι φίλον.
ΑΜ. ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος.    1405
ΗΡ. Θησεῦ, πάλιν με στρέψον ὡς ἴδω τέκνα.
ΘΗ. ὡς δὴ τί; φίλτρον τοῦτ᾽ ἔχων ῥάιων ἔσηι;
ΗΡ. ποθῶ, πατρός τε στέρνα προσθέσθαι θέλω.
ΑΜ. ἰδοὺ τάδ᾽, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα.
ΘΗ. οὕτω πόνων σῶν οὐκέτι μνήμην ἔχεις;    1410
ΗΡ. ἅπαντ᾽ ἐλάσσω κεῖνα τῶνδ᾽ ἔτλην κακά.
ΘΗ. εἴ σ᾽ ὄψεταί τις θῆλυν ὄντ᾽ οὐκ αἰνέσει.
ΗΡ. ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ.
ΘΗ. ἄγαν γ᾽· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν.
ΗΡ. σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν;    1415
ΘΗ. ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ.
ΗΡ. πῶς οὖν †ἔτ᾽ εἴπης† ὅτι συνέσταλμαι κακοῖς;
ΘΗ. πρόβαινε. ΗΡ. χαῖρ᾽, ὦ πρέσβυ. ΑΜ. καὶ σύ μοι, τέκνον.
ΗΡ. θάφθ᾽ ὥσπερ εἶπον παῖδας. ΑΜ. ἐμὲ δὲ τίς, τέκνον;
ΗΡ. ἐγώ. ΑΜ. πότ᾽ ἐλθών; ΗΡ. ἡνίκ᾽ ἂν †θάψηις τέκνα†.    1420
ΑΜ. πῶς; ΗΡ. εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο.
ἀλλ᾽ ἐσκόμιζε τέκνα, δυσκόμιστ᾽ ἄχη·
ἡμεῖς δ᾽ ἀναλώσαντες αἰσχύναις δόμον
Θησεῖ πανώλεις ἑψόμεσθ᾽ ἐφολκίδες.
ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλων    1425
ἀγαθῶν πεπᾶσθαι βούλεται κακῶς φρονεῖ.
Χορός
στείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι,
τὰ μέγιστα φίλων ὀλέσαντες.