Ορφικοί ύμνοι/Ζεφύρου

Από Βικιθήκη
(Ανακατεύθυνση από Ζεφύρου)
Ὀρφικοὶ ὕμνοι
Ζεφύρου, θυμίαμα λίβανον


Αὖραι παντογενεῖς Ζεφυριτίδες, ἠεροφοῖτοι,
ἡδυπνοοι ψιθυραί, θανάτου ἀνάπαυσιν ἔχουσαι,
εἰαριναί, λειμωνιάδες, πεποθημέναι ὅρμοις,
σύρουσαι ναυσὶ τρυφερον ὅρμον, ἠέρα κοῦφον·
ἔλθοιτ’ εὐμενέουσαι, ἐπιπνείουσαι ἀμεμφεῖς,
ἠέριαι, ἀφανεῖς, κουφόπτεροι, ἀερόμορφοι. 5