Μετάβαση στο περιεχόμενο

Ερμηνεία εις τό κατά Ματθαίον Ευαγγέλιον (Θεοφύλακτος)

Από Βικιθήκη
Ἑρμηνεία εἰς τό κατά Ματθαίον Ευαγγέλιον
Συγγραφέας:


ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ.
ΒΙΟΣ ΤΟΥ ΑΥΤΟΥ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΜΑΤΘΑΙΟΥ ΚΑΤΑ ΣΩΦΡΟΝΙΟΝ.

Ματθαῖος, ὁ καὶ Λευῒς, ἀπόστολος ἀπὸ τελωνῶν, ἐν τῇ Ἰουδαίᾳ πρῶτος διὰ τοὺς ἐκ περιτομῆς πιστεύσαντας Εὐαγγέλιον τοῦ Χριστοῦ, γράμμασιν καὶ ῥήμασιν Ἑβραϊκοῖς συνέταξεν, ἀγνοουμένου τοῦ μετὰ ταῦτα εἰς Ἑλληνικὸν τοῦτο μεταφράσαντος. Τὸ δὲ Ἑβραϊκὸν ἄχρι τήμερόν ἐστιν ἐν τῇ Βιβλιοθήκῃ Καισαρείας τῆς παρὰ Παμφίλου μάρτυρος περισπουδάστως κατασκευασθείσης. Ἐμοὶ δὲ παρὰ τῶν Ναζωραίων τῶν ἐν Βεροίᾳ τῆς Συρίας τούτῳ κεχρημένων, ἄδεια παρεσχέθη τῆς τούτου μεταγραφῆς. δι’ οὗ ἔστιν ἀκριβῶς πεισθῆναι, ὡς ἔνθα ἂν ὁ Εὐαγγελιστής, εἴτε ἐκ προσώπου οἰκείου, εἴτε ἐκ προσώπου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Σωτῆρος ταῖς μαρτυρίαις κατακέχρηται τῶν Παλαιῶν Γραφῶν, μὴ ἀκολουθεῖν τῇ αὐθεντίᾳ τῶν Ἑβδομήκοντα Ἑρμηνευτῶν, ἀλλὰ τῇ Ἑβραϊκῇ, ἀφ’ ὧν τὰ δύο ἐστὶν ἐκεῖνα· « Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου »· καὶ ὅτι « Ναζωραῖος κληθήσεται. »

ΤΑ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ.
αʹ. Περὶ γενεαλογίας τοῦ Χριστοῦ.
βʹ. Περὶ τῶν Μάγων καὶ τῶν ἀναιρεθέντων παίδων.
γʹ. Πρῶτος Ἰωάννης ἐκήρυξε βασιλείαν τῶν οὐρανῶν.
δʹ. Περὶ πειρασμοῦ τοῦ Χριστοῦ. Περὶ τῆς τοῦ Πέτρου, καὶ Ἀνδρέου, καὶ τῶν υἱῶν τοῦ Ζεβεδαίου κλήσεως.
εʹ. Περὶ τῶν μακαρισμῶν. Περὶ τοῦ μὴ φιλονεικεῖν πρὸς τὸν πλησίον. Περὶ τοῦ μὴ μοιχεύειν. Περὶ τοῦ μὴ ἀπολύειν τὴν γυναῖκα. Περὶ τοῦ μὴ ὀμόσαι ὅλως. Περὶ τοῦ τὰς ὕβρεις ἀνέχεσθαι, καὶ ἀντιστῆναι τῷ πονηρῷ. Περὶ τοῦ ἀγαπᾶν τοὺς ἐχθρούς.
ϛʹ. Περὶ ἐλεημοσύνης, προσευχῆς, καὶ νηστείας. Περὶ τοῦ καταφρονεῖν τῶν τοῦ κόσμου.
ζʹ. Περὶ τοῦ κρίνειν μηδένα. Περὶ τοῦ αἰτεῖν καὶ ζητεῖν. Περὶ τοῦ προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν.
ηʹ. Περὶ τοῦ λεπροῦ. Περὶ τοῦ ἑκατοντάρχου. Περὶ τῆς πενθερᾶς Πέτρου. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. Περὶ τῶν δαιμονιζομένων, ὧν τὰ δαιμόνια εἰς τὴν ἀγέλην τῶν χοίρων ἀπελήθησαν.
θʹ. Περὶ τοῦ παραλυτικοῦ. Περὶ τοῦ Ματθαίου. Περὶ τοῦ Σωτῆρος μετὰ τῶν τελωνῶν ἐσθίοντος. Περὶ τῆς θυγατρὸς ἀρχισυναγώγου. Περὶ τῆς αἱμορροούσης. Περὶ τῶν δύο τυφλῶν. Περὶ τοῦ δαιμονιζομένου κωφοῦ.
ιʹ. Περὶ τῆς τῶν ἀποστόλων διαταγῆς.
ιαʹ. Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννου.
ιβʹ. Περὶ τῶν μαθητῶν τοῖς Σάββασι τιλόντων στάχυας. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. Περὶ τοῦ δαιμονιζομένου τυφλοῦ καὶ κωφοῦ. Περὶ τῶν αἰτούντων σημεῖον. Περὶ μητρὸς καὶ ἀδελφῶν.
ιγʹ. Περὶ τῶν παραβολῶν τοῦ σπείραντος καὶ τῆς βασιλείας τῶν οὐρανῶν.
ιδʹ. Περὶ Ἰωάννου καὶ Ἡρώδου. Περὶ τῶν εʹ ἄρτων καὶ τῶν βʹ ἰχθύων. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου τοῦ Ἰησοῦ.
ιεʹ. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ διὰ τὴν παράδοσιν τῶν ἀνθρώπων. Περὶ τῆς Χαναναίας. Περὶ τῶν θεραπευθέντων ὄχλων. Περὶ τῶν ἑπτὰ ἄρτων.
ιϛʹ. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. Περὶ τῆς ἐπιτιμήσεως τοῦ Πέτρου, ὅπως μὴ Χριστὸς πάθῃ.
ιζʹ. Περὶ τῆς μεταμορφώσεως τοῦ Χριστοῦ. Περὶ τοῦ σεληνιαζομένου. Περὶ τῶν αἰτούντων τὰ δίδραχμα.
ιηʹ. Περὶ τῶν λεγόντων, τίς μείζων. Περὶ τοῦ μὴ σκανδαλίζειν. Περὶ τῶν ρ' προβάτων παραβολή. Περὶ τῆς ἐλέγξεως τοῦ πλησίον. Περὶ τῆς δυνάμεως τοῦ δεῖν καὶ λύειν. Περὶ τοῦ ὀφείλοντος μυρία τάλαντα.
ιθʹ. Περὶ τῶν ἐπερωτώντων, εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυναῖκα. Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν.
κʹ. Περὶ τῶν μισθουμένων ἐργατῶν. Περὶ τῶν υἱῶν τοῦ Ζεβεδαίου. Περὶ τῶν δύο τυφλῶν.
καʹ. Περὶ τῆς ὄνου καὶ τοῦ πώλου. Περὶ τῶν χωλῶν καὶ τυφλῶν. Περὶ τῆς ξηρανθείσης συκῆς. Περὶ τῶν ἐπερωτώντων τὸν Κύριον ἀρχιερέων καὶ πρεσβυτέρων. Περὶ τῶν δύο υἱῶν παραβολή. Περὶ τοῦ ἀμπελῶνος.
κβʹ. Περὶ τῶν καλουμένων εἰς τὸν γάμον. Περὶ τῶν ἐπερωτησάντων διὰ τὸν κῆνσον. Περὶ τῶν Σαδδουκαίων. Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ. Περὶ τῶν τοῦ Κυρίου ἐπερωτήσεων.
κγʹ. Περὶ τοῦ ταλανισμοῦ τῶν Φαρισαίων.
κδʹ. Περὶ τῆς συντελείας, ἡμέρας καὶ ὥρας.
κεʹ. Περὶ τῶν δέκα παρθένων. Περὶ τῶν τὰ τάλαντα λαβόντων. Περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ.
κϛʹ. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Περὶ τοῦ Πάσχα. Περὶ τοῦ μυστικοῦ δείπνου. Περὶ τῆς παραδόσεως τοῦ Χριστοῦ. Περὶ τῆς ἀρνήσεως τοῦ Πέτρου.
κζʹ. Περὶ τοῦ ἡγεμόνος Πιλάτου. Περὶ τῆς Ἰούδα μεταμελείας. Περὶ τοῦ αἰκισμοῦ καὶ τιμωριῶν τοῦ Χριστοῦ, καὶ σταυρώσεως. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου, καὶ φυλάκων τοῦ τάφου.
κηʹ. Περὶ τῆς τοῦ Κυρίου ἀναστάσεως. Περὶ τῶν φυλάκων τοῦ τάφου, μαρτύρων τῆς ἀναστάσεως. Περὶ τῆς ἐμφανίσεως τοῦ Χριστοῦ τοῖς ἀποστόλοις καὶ γυναιξὶν ἐν Γαλιλαίᾳ.