Επιτάφιος (Υπερείδης)

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση
Ἐπιτάφιος
Συγγραφέας: Υπερείδης
Hyperides. Minor Attic Orators in two volumes, 2, with an English translation by J. O. Burtt, M.A. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1962.

Το κείμενο σώζεται αποσπασματικά.


1. τῶν μὲν λόγων τ[ῶν μελ]λόντων ῥηθήσες[θαι ἐπὶ] τῷδε τῷ τάφῳ [περί τε] Λεωσθένους τοῦ στ[ρατη]γοῦ καὶ περὶ τῶν ἄ[λλων] τῶν μετ᾽ ἐκείνου [τετελ]ευτηκότων ἐν τ[ῷ πολ]έμῳ, ὡς ἦσαν ἄν[δρες ἀ]γαθοί, μά[ρτυς αὐτὸς ὁ χ]ρόνος ὁ ς ... ωι τὰς πρ[άξεις] ... ς ἀνθρω[π] ... [ν] πω κα ... [ἑ]ώρακε ωρ ... [ἐν τῷ π]αντὶ αἰῶ[νι] ... [γ]εγενη ... [οὔτε] ἄνδρας [ἀμείνους τῶν] τετελευτ[ηκότων] οὔτε πρ[άξεις μεγαλ]οπρεπεστ[έρας.

2. διὸ] καὶ μάλιστα [νῦν φοβοῦ]μαι, μή μοι συμ[βῇ τὸν λ]όγον ἐλάττ[ω φαίν]εσθαι τῶν ἔρ[γων] τῶν γεγενη[μέ]νων. πλὴν κατ᾽ [ἐκεῖ]νό γε πάλιν θα[ρρῶ ὅ]τι τὰ ὑπ᾽ ἐμοῦ <ἐ>κ[λει]πόμενα ὑμεῖς οἱ ἀκούοντες προσθήσετε: οὐ γὰρ ἐ<ν> τοῖς τυχοῦσιν οἱ λόγοι ῥηθήσονται, ἀλλ᾽ ἐν αὐτοῖς τοῖς μάρτυσι τῶν <ἐκ>είνοι[ς π]επραγμένων.

3. ἄξιον δέ [ἐς]τιν ἐπαινεῖν <τ>ὴν μὲν [πό]λιν ἡμῶν <τ>ῆς προαιρέ[σεω]ς ἕνεκεν, τὸ προε[λέσθ]αι ὅμοια καὶ ἔτι σε[μνό]τερα καὶ καλλίω τῶν [πρότ]ερον αὐτῇ πεπρα[γμέ]νων, τοὺς δὲ τετε[λευ]τηκότας τῆς ἀνδρείας τῆς ἐν τῷ πολέμῳ, τὸ μὴ καταισχῦναι τὰς τῶν προγόνων ἀρετάς, τὸν δὲ στρατηγὸν Λεωσθένη διὰ ἀμφότερα: τῆς τε γὰρ προαιρέσεως εἰσηγητὴς τῇ πόλει ἐγένετο, καὶ τῆς στρατείας ἡγεμὼν τοῖς πολίταις κατέστη.

4. περὶ μὲν οὖν τῆς πόλεως διεξιέναι τὸ καθ᾽ ἕκαστον ὧν πρό[τε]ρον πᾶσαν τὴν Ἑλλά[δα] <εὐεργέτηκεν> οὔτε ὁ χρόνος ὁ παρὼν ἱκανός, οὔτε ὁ και[ρὸς] ἁρμόττων τῷ μα[κρ]ολογεῖν, οὔτε ῥᾴδι[ον] ἕνα ὄντα τοσαύ[τας] καὶ τηλικαύτας πρά[ξεις] [ἐπ]ελθεῖν καὶ μνη[μο]νεῦσαι: ἐπὶ κεφαλαί[ου δ]ὲ οὐκ ὀκνήσω εἰπεῖν [περ]ὶ αὐτῆς.

5. ὥσπερ [γὰρ] ὁ ἥλιος πᾶσαν τὴν οἰκουμ[ένη]ν ἐπέρχεται, τὰ[ς μὲν] ὥρας διακρίνων [εἰς τὸ π]ρέπον καὶ καλῶ[ς πάντα καθ]ιστάς, τοῖς δὲ ς[ώφροσι καὶ ἐπ]ιεικέσι τ[ῶν ἀνθρώπ]ων ἐπιμ[ελούμενος κ]αὶ γεν[έσεως καὶ τροφῆ]ς καὶ [καρπ]ῶν κ[αὶ τῶν ἄ]λλων ἁ[πά]ντων τῶν εἰς τὸν β[ίο]ν χρησίμων, οὕτως καὶ ἡ πόλις ἡμῶν διατελε[ῖ το]ὺς μὲν κακοὺς κολάζο[υσα, τοῖς] δὲ δικαίοις β[οηθοῦσα], τὸ δὲ ἴσον ἀν[τὶ τῆς ἀδι]κίας ἅπασιν [ἀπονέμουσα, τ]οῖς δὲ ἰδί[οις κινδύνοις κα]ὶ δαπάναι[ς κοινὴν ἄδει]αν τοῖς Ἕλλη[σιν παρασκευ]άζουσα.

6. [περὶ μὲν οὖ]ν τῶν κοινῶ[ν ἔργων τῆς πόλ]εως ὥσπερ [προεῖπον φρά]σαι <παρ>αλείψω, πε[ρὶ δὲ Λεωσθέν]ους καὶ τῶν ἄ[λλων τοὺς λόγ]ους ποιήσομ[αι. νῦ]ν δὲ πόθεν ἄρξωμα[ι λέγων], ἢ τίνος πρῶτον μνησθῶ; πότερα περὶ τοῦ γένους αὐτῶν ἑκάστου διεξέλθω;

7. ἀλλ᾽ εὔηθες εἶναι ὑπολαμβάνω: τὸ<ν> μὲν <γὰρ> ἄλλους τινὰς ἀνθρώπους ἐγκωμιάζοντα, οἳ πολλαχόθεν εἰς μίαν πόλιν συνεληλυθότες οἰκοῦσι γένος ἴδιον ἕκαστος συνεισενεγκάμενος, τοῦτον μὲν δεῖ κατ᾽ ἄνδρα γενεαλογεῖν ἕκαστον: περὶ δὲ Ἀθηναίων ἀνδρῶν τοὺ<ς> λόγου<ς> ποιούμενον, οἷς ἡ κοινὴ γένεσις α[ὐτόχ]θοσιν οὖσιν ἀνυπέρβλητ[ον] τὴν εὐγένειαν ἔχει, περίεργον ἡγοῦμαι εἶναι ἰδίᾳ [τὰ] γένη ἐγκωμιάζειν.

8. ἀλλὰ [πε]ρὶ τῆς παιδείας αὐτῶν ἐπι[μνη]σθῶ, καὶ ὡς ἐν πολλῇ ς[ωφρο]σύνῃ παῖδες ὄντ[ες ἐτρά]φησαν καὶ ἐπαιδε[ύθησαν] ὅπερ εἰώθασίν [τινες ποι]εῖν; ἀλλ᾽ οἶμαι π[άντας] εἰδέναι ὅτι τούτο[υ ἕνεκα] τοὺ<ς> παῖδας παιδεύο[μεν], ἵνα ἄνδρες ἀγαθοὶ γ[ένων]ται: τοὺς δὲ γεγενημ[ένους] ἐν τῷ πολέμῳ ἄνδρ[ας] ὑπερβάλλοντας τῇ ἀ[ρετῇ], πρόδηλόν ἐστιν ὅτι πα[ῖδες] ὄντες καλῶς ἐπαιδε[ύθη]σαν.

9. ἁπλούστατον ο[ὖν ἡ]γοῦμαι εἶναι τὴν ἐν τῷ πολέμῳ διεξελθεῖν ἀρετήν, καὶ ὡς πολλῶν ἀγαθῶν αἴτιοι γεγένη<ν>ται τῇ πατρίδι καὶ τοῖς ἄλλοις Ἕλλησιν. ἄρξομαι δὲ πρῶτον ἀπὸ τοῦ στρατηγοῦ: καὶ γὰρ δίκαιον.

10. Λεωσθένης γὰρ ὁρῶν τὴν Ἑλλάδα πᾶσαν τεταπεινωμένην καὶ ... ἐπτη[χυ]ῖαν, κατεφθαρμένην ὑπὸ [τῶν] δωροδοκούντων παρὰ Φι[λίπ]που καὶ Ἀλεξάνδρου κατὰ [τῶν] πατρίδων τῶν αὑτῶν, [καὶ τ]ὴν μὲν πόλιν ἡμῶν [δεομέ]νην ἀνδρός, τὴν δ᾽ Ἑλλά[δα πᾶ]σαν πόλεως, ἥτις προστῆ[ναι δυν]ήσεται τῆς ἡγεμονίας, [ἐπέδ]ωκεν ἑαυτὸν μὲν τῇ [πατρί]δι, τὴν δὲ πόλιν τοῖς Ἕλλη[σιν] εἰς τὴν ἐλευθερίαν:

11. καὶ ξενικὴν μὲν δύναμιν <συ>στησάμενος, τῆς δὲ πολιτικῆς ἡγεμὼν καταστάς, τοὺς πρώτους ἀντιταξαμένους τῇ τῶν Ἑλλήνων ἐλευθερίᾳ Βοιωτοὺς καὶ Μακεδόνας καὶ Εὐβοέας καὶ τοὺς ἄλλους συμμάχους αὐτῶν ἐνίκησε μαχόμενος ἐν τῇ Βοιωτίᾳ.

12. ἐντεῦθεν δ᾽ ἐλθὼν εἰς Πύλας καὶ καταλαβὼν τὰς [πα]ρόδους, δι᾽ ὧν καὶ πρότερον ἐ[πὶ τ]οὺς Ἕλληνας οἱ βάρβαροι ἐ[πο]ρεύθησαν, τῆς μὲν ἐπὶ [τὴν] Ἑλλάδα πορείας Ἀντίπατρον ἐκώλυσεν, αὐτὸν δὲ [κα]ταλαβὼν ἐν τοῖς τόποις τού[τοι]ς καὶ μάχῃ νικήσας, ἐπολι[όρ]κει κατακλείσας εἰς Λαμίαν.

13. Θετταλοὺς δὲ καὶ Φωκέας καὶ [Αἰ]τωλοὺς καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐν τῷ τόπῳ συμμάχους ἐποιήσατο, καὶ ὧν Φίλιππος καὶ Ἀλέξανδρος ἀκόντων ἡγούμενοι ἐσεμνύνοντο, τούτων Λεωσθένης ἑκόντων τὴν ἡγεμονίαν ἔλαβεν. συνέβη δ᾽ αὐτῷ τῶν μὲν πραγμάτων ὧν προείλετο κρατῆσαι, τῆς δὲ εἱ[μαρ]μένης οὐκ ἦν περιγενέ[σθαι.]

14. δίκαιον δ᾽ ἐστὶν μὴ μ[όνον] ὧν ἔπραξεν Λεωσθέν[ην ἀε]ὶ χάριν ἔχειν αὐτῷ πρ[ώτῳ, ἀ]λλὰ καὶ τῆς ὕστερον [γενομέν]ης μάχης μετὰ τ[ὸν ἐκείνο]υ θάνατον, καὶ τῶν [ἄλλων ἀγ]αθῶν τῶν ἐν τῇ ς[τρατείᾳ τ]αύτῃ συμβάντων [τοῖς Ἕλ]λησιν: ἐπὶ γὰρ τοῖς ὑπὸ [Λε]ωσθένους <τε>θεῖσιν θεμελίοις οἰκοδομοῦσιν οἱ νῦν τὰς ὕστερον πράξεις.

15. καὶ μηδεὶς ὑπολάβῃ με τῶν ἄλλων πολιτῶν [μη]δένα λόγον ποιεῖσθαι, [ἀλλὰ] Λεωσθένη μόν<ον> ἐγκω[μιάζ]ειν. συμβαίνει γὰρ [τὸν Λε]ωσθένους ἔπαινον [ἐπὶ ταῖ]ς μάχαις ἐγκώμιον [τῶν ἄλ]λων πολιτῶν εἶναι: το[ῦ μὲν] γὰρ βουλεύεσθαι καλ[ῶς ὁ στρα]τηγὸς αἴτιος, τοῦ δὲ νι[κᾶν μαχ]ομένους οἱ κινδυν[εύειν ἐθ]έλοντες τοῖς σώμας[ιν: ὥστ]ε ὅταν ἐπαιν[ῶ τὴν γ]εγονυῖαν νίκην, ἅμα τ[ῇ Λε]ωσθένους ἡγεμονίᾳ καὶ [τὴν τ]ῶν ἄλλων ἀρετὴν ἐγκωμ[ιάς]ω.

16. τίς γὰρ οὐκ ἂν δικα[ίως] ἐπαινοίη τῶν πολιτῶ[ν το]ὺς ἐν τῷδε τῷ πολέμῳ [τε]λευτήσαντας, οἳ τὰς ἑα[υτῶ]ν ψυχὰς ἔδωκαν ὑπὲρ τῆ[ς τῶ]ν Ἑλλήνων ἐλευθερίας, [φα]νερωτάτην ἀπόδειξιν τ[αύτ]ην ἡγούμενοι εἶναι τοῦ [βούλ]εσθαι τῇ Ἑλλάδι [τὴν] ἐλε[υθερ]ίαν περιθεῖναι, τὸ μαχομ[ένους] τελευτῆσαι ὑπὲρ αὐτῆ[ς.

17. μ]έγα δ᾽ αὐτοῖς συνεβάλετ[ο εἰ]ς τὸ προθύμως ὑπὲρ τῆς [Ἑλλά]δος ἀγωνίσασθαι τὸ ἐν τῇ [Βοιω]τίᾳ τὴν μάχην τὴν π[ροτέραν] γενέσθαι. ἑώρων γὰ[ρ τὴν μὲν π]όλιν τῶν Θηβαίων οἰκτ[ρῶς ἠφα]νισμένην ἐξ ἀνθρώπων, [τὴν δὲ ἀ]κρόπολιν αὐτῆς φρουρου[μένην] ὑπὸ τῶν Μακεδόνων, τὰ δὲ σώματα τῶν ἐνοικούντων ἐξηνδραποδισμένα, τὴν δὲ χώραν ἄλλους διανεμομένους, ὥστε πρὸ ὀφθαλμῶν ὁρώμενα αὐτοῖς τὰ δεινὰ ἄοκνον π[αρ]εῖχε τόλμα<ν> εἰς τὸ κινδυνεύειν [πρ]οχείρως.

18. ἀλλὰ μὴν τήν γε π[ερὶ Π]ύλας καὶ Λαμίαν μάχην γεν[ομέν]ην οὐχ ἧττον αὐτοῖς ἔνδο[ξον γεν]έσθαι συμβέβηκεν ἧς [ἐν Βοιω]τοῖς ἠγωνίσαντο, οὐ μόνον [τῷ μαχο]μένους νικᾶν Ἀντίπατρον [καὶ τοὺς ς]υμμάχους, ἀλλὰ καὶ τῷ τόπῳ [τῷ ἐ]νταυθοῖ γεγενῆσθαι τὴν μ[άχην.] ἀφικνούμενοι γὰρ οἱ Ἕλλη[νες ἅπα]ντες δὶς τοῦ ἐνιαυτοῦ εἰς [τὴν Πυλ]αίαν, θεωροὶ γενήσοντ[αι] τῶν ἔργων τῶν π[επρα]γμένων αὐτοῖς: ἅμα γὰρ εἰς τὸ[ν τό]πον ἁθροισθήσονται καὶ τῆ[ς το]ύτων ἀρετῆς μνησθήσοντ[αι.

19. ο]ὐδένες γὰρ πώποτε τῶν γεγονότων οὔτε περὶ καλλιόνων οὔτε πρὸς ἰσχυροτέρους οὔτε μετ᾽ ἐλαττόνων ἠγωνίσαντο, τὴν ἀρετὴν ἰσχὺν καὶ τὴν ἀνδρείαν πλῆθος, ἀλλ᾽ οὐ τὸν πολὺν ἀριθμὸν τῶν σωμάτων εἶναι κρίνοντες. καὶ τὴν μὲν ἐλευθερίαν εἰς τὸ κοινὸν πᾶσιν κατέθεσαν, τὴν δ᾽ εὐδοξίαν <τὴν> ἀπὸ τῶν πράξεων ἴδιον στέφανον τῇ πατρίδ[ι περι]έθηκαν.

20. ἄξιον τοίνυν συλλογίσασθαι καὶ τί ἂν συμβῆναι νομίζομεν μὴ κατὰ τρόπον τούτων ἀγωνισαμένων. ἆρ᾽ οὐκ ἂν ἑνὸς μὲν δεσπότου τὴν οἰκουμένην ὑπήκοον ἅπασαν εἶναι, νόμῳ δὲ τῷ τούτου τρόπῳ ἐξ ἀνάγκης χρῆσθαι τὴν Ἑλλάδα; συνελόντα δ᾽ εἰπεῖν, τὴν Μακεδόνων ὑπερηφανίαν καὶ μὴ τὴν τοῦ δικαίου δύναμιν ἰσχύειν παρ᾽ ἑκάστοις, ὥστε μήτε γυναικῶν μήτε παρθένων μήτε παίδων ὕβρεις ... ἀνεκλείπτους ἑκάστοις καθεστάναι.

21. φανερὸν δ᾽ ἐξ ὧν ἀναγκαζόμεθα καὶ νῦν ἔτι: θυσίας μὲν ἀνθρώποις γ[ιγνο]μένας ἐφορᾶν, ἀγάλμ[ατα δὲ] καὶ βωμοὺς καὶ ναοὺς τοῖ[ς μὲν] θεοῖς ἀμελῶς, τοῖς δὲ ἀνθρώ[ποις] ἐπιμελῶς συντελούμενα, καὶ τοὺς <τού>των οἰκέτας ὥσπερ ἥρωας τιμᾶν ἡμᾶς ἀναγκαζομένους.

22. ὅπου δὲ τὰ πρὸς <τοὺς> θεοὺς ὅσια διὰ τὴν Μακεδόνων τόλμαν ἀνῄρηται, τί τὰ πρὸς τοὺς ἀνθρώπους χρὴ νομίζειν; ἆρ᾽ οὐκ ἂν παντελῶς καταλελύσθαι; ὥστε ὅσῳ δεινότερα τὰ προ<ς>δοκώμεν᾽ ἂν γενέσθαι κρίνομεν, τοσούτῳ μειζόνων ἐπαίνων τοὺς τετελευτηκότας ἀξίους χρὴ νομίζειν.

23. οὐδεμία γὰρ στρατεία τὴν <τῶν> στρατευομένων ἀρετὴν ἐνεφάνισεν μᾶλλον τῆς νῦν γεγενημένης, ἐν ᾗ γε παρατάττεσθαι μὲν ὁσημέραι ἀναγκαῖον ἦ<ν>, πλείους δὲ μάχας ἠγωνίσθαι διὰ μιᾶς στρατ[είας] ἢ τοὺς ἄλλους πάντας πληγὰς λαμβάνειν ἐν τῷ παρεληλυθότι χρόνῳ, χειμώνων δ᾽ ὑπερβολὰς καὶ τῶν καθ᾽ ἡμέ[ρα]ν ἀναγκαίων ἐνδείας τος[αύ]τας καὶ τηλικαύτας οὕτως [ἐγ]κρατῶς ὑπομεμ<ε>νηκένα[ι, ὥς]τε καὶ τῷ λόγῳ χαλεπὸν [εἶν]αι φράσαι.

24. τὸν δὴ τοιαύτας καρτερίας ἀόκνως ὑπομεῖναι τοὺ<ς> πολίτας προτρεψάμενον Λεωσθένη, καὶ τοὺς τῷ τοιούτῳ στρατηγῷ προθύμως συναγωνιστὰς σφᾶς αὐτοὺς παρασχόντας, ἆρ᾽ οὐ διὰ τὴν τῆς ἀρετῆς ἀπόδειξιν εὐτυχεῖς μᾶλλον ἢ διὰ τὴν τοῦ ζῆν ἀπόλειψιν ἀτυχεῖς νομιστέον; οἵτινες θνητοῦ σώματος ἀθάνατον δόξαν ἐκτήσαντο, καὶ διὰ τὴν ἰδίαν ἀρετὴν τὴν κοινὴν ἐλ[ευ]θερίαν τοῖς Ἕλλησιν ἐβεβαίωσαν.

25. φέρει γὰρ πᾶσαν εὐδαιμονίαν ... ἄνευ τῆς αὐτονομίας. ο<ὐ> γὰρ ἀνδρὸς ἀπειλήν, ἀλλὰ νόμου φωνὴν κυριεύειν δεῖ τῶν εὐδαιμόνων, οὐδ᾽ αἰτίαν φοβερὰν εἶναι τοῖς ἐλευθέροις, ἀλλ᾽ ἔλεγχον, οὐδ᾽ ἐπὶ τοῖς κολακεύουσιν τοὺς δυνάστας καὶ διαβάλλουσιν τοὺ<ς> πολίτας τὸ τῶν πολιτῶν ἀσφαλές, ἀλλ᾽ ἐπὶ τῇ τῶν νόμων πίστει γενέσθαι.

26. ὑπὲρ ὧν ἁπάντων οὗτοι πόνους πόνων διαδόχους ποιούμενοι, καὶ τοῖς καθ᾽ ἡμέραν κινδύνοις τοὺ<ς> εἰς τὴν ἅπαντα χρόνον φόβους τῶν πολιτῶν καὶ τῶν Ἑλλήνων παραιρούμενοι, τὸ ζῆν ἀνήλωσαν εἰς τὸ τοὺς ἄλλους καλῶς ζῆν.

27. διὰ τούτους πατέρες ἔνδοξοι, μητέρες περίβλε<π>τοι τοῖς πολίταις γεγόνασι, ἀδελφαὶ γάμων τῶν προσηκόντων ἐννόμως τετυχήκασι καὶ τεύξονται, παῖδες ἐφόδιον εἰς τὴν πρὸς τὸν δῆμον ε[ὔνοι]αν τὴν τῶν οὐκ ἀπολωλότων ἀρετήν, οὐ γὰρ θεμιτὸν τούτου τοῦ ὀνόματος τυχεῖν τοὺς οὕτως ὑπὲρ καλῶν τὸ<ν> βίον ἐκλιπόντας, ἀλλὰ τῶν τὸ ζῆν <ε>ἰς αἰώνιον τάξιν μετηλλα[χό]των ἕξουσιν.

28. εἰ γὰρ [ὁ τοῖ]ς ἄλλοις ὢν ἀνιαρ[ότ]ατος θάνατος τούτοις ἀρχηγὸς μεγάλων ἀγαθῶν γέγονε, πῶς τούτους ο<ὐ>κ εὐτυχεῖς κρίνειν δίκαιον, ἢ πῶς ἐκλελοιπέναι τὸν βίον, ἀλλ᾽ οὐκ ἐξ ἀρχῆς γεγονέναι καλλίω γένεσιν τῆς πρώτης ὑπαρξάσης; τότε μὲν γὰρ παῖδες ὄντες ἄφρονες ἦσαν, νῦν δ᾽ ἄνδρες ἀγαθοὶ γεγόνασιν.

29. καὶ τότε μὲν <ἐν> πολλῷ χρόνῳ καὶ διὰ πολλῶν κινδύνων τὴν ἀρετὴν ἀπέδειξαν: νῦν δ᾽ ἀπὸ ταύτης ἀρξα<μένους ὑπάρχει> γνωρίμους πᾶσι καὶ μνημονευτοὺς διὰ ἀνδραγαθίαν γεγονέναι.

30. τίς <γὰρ> κα<ι>ρὸς ἐν ᾧ τῆς τούτων ἀρετῆς οὐ μνημονεύσομεν; τίς τόπος ἐν ᾧ ζήλου καὶ τῶν ἐντιμοτάτων ἐπαίνων τυγχάνοντας οὐκ ὀψόμεθα; πότερον οὐκ ἐν τοῖς τῆς πόλεως ἀγαθοῖς; ἀλλὰ τὰ διὰ τούτους γεγονότα τ[ίνας] ἄλλους ἢ τούτους ἐπαινεῖσθ[αι] καὶ μνήμης τυγχάνειν ποιήσει; ἀλλ᾽ οὐκ ἐν ταῖς ἰδίαις εὐπραξίαις; ἀλλ᾽ ἐν τῇ τούτων ἀρετῇ βεβαίως αὐτῶν ἀπολαύσομεν.

31. παρὰ ποίᾳ δὲ τῶν ἡλικιῶν οὐ μακαριστοὶ γενήσο[νται; πότερον οὐ πα]ρὰ τοῖς π[ρεσβυτέροις, οἳ ἄ]φοβον ἄ[ξειν τὸν λοιπὸν] βίον κα[ὶ ἐν τῷ ἀσφαλεῖ] γεγενῆς[θαι νομίζουσι] διὰ τούτ[ους; ἀλλ᾽ οὐ παρὰ τοῖς] ἡλικιώτ[αις;] ... τελευτὴ φ ... καλῶς ὠ ... παρὰ πο ... αι γεγον ... [ἀλλ᾽ οὐ παρὰ τοῖς] νεωτέρο[ις καὶ παισίν;

32. ἔπει]τα οὐ τὸν [θάνατον ζηλώσου]σιν αὐτ[ῶν, καὶ αὐτοὶ σπου]δάσουσιν [μιμεῖσθαι ὡς πα]ράδειγμ[α τὸν τούτων βίον, ἀνθ᾽] οὗ τὴν ἀ[ρετὴν καταλελοί]πασι;

33. οὐκ[οῦν ἄξιον εὐδαιμονί]ζειν αὐ[τοὺς ἐπὶ τοσαύτῃ τι]μῇ; ἢ τίνε[ς] ... φοι λει ... Ἑλλην ... τῶν πε ... παρὰ πο ... [τῆς] Φρυγῶν κ[ρατησάσης στρα]τείας ἐγ[κωμιασθήσεται;] ... δὲ τῆς ἐλ ... τάτοις ε ... ἅπασιν κ[αὶ λόγοις καὶ ᾠ]δαῖς ἐπα[ιν] ...

34. [ἀμφό]τερα γὰρ ε ... περὶ Λεως[θένους] ... καὶ τῶν τ[ελευτησάντων] ἐν τῷ πολ[έμῳ. εἰ μὲν γὰρ] ἡδονῆς ἕν[εκεν μνημονεύ]ουσιν τὰς τ[οιαύτας καρ]τερίας, τί γέ[νοιτ᾽ ἂν τοῖς Ἕλ]λησιν ἥδι[ον ἢ ἔπαινος τῶν] τὴν ἐλευθερί[αν παρασκευα]σάντων ἀ[πὸ τῶν Μακεδό]νων; εἰ δὲ [ὠφελείας ἕνε]κεν ἡ τοια[ύτη μνήμη] γίγνεται, τίς ἂν λόγος ὠφελήσειεν μᾶλλον τὰς τῶν ἀκουσόντων ψυχὰς τοῦ τὴν ἀρετὴν ἐγκωμιάσοντος καὶ τοὺς ἀγαθοὺς ἄνδρας;

35. ἀλλὰ μὴν ὅτι παρ᾽ ἡμῖν καὶ τοῖς λοιποῖς πᾶσιν εὐδοκιμεῖν αὐτοὺς ἀναγκαῖον, ἐκ τούτων φανερόν ἐστιν: ἐν Ἅιδου δὲ λογίσασθαι ἄξιον, τίνες οἱ τὸν ἡγεμόνα δεξιωσόμενοι τὸν τούτων. ἆρ᾽ οὐκ ἂν οἰόμεθα ὁρᾶν Λεωσθένη δεξιουμένους καὶ θαυμάζοντας τῶν ἡμιθέων καλουμένων τοὺς ἐπὶ Τροίαν στρατεύσαντας, ὧν οὗτος ἀδελφὰς πράξεις ἐνστησάμενος τοσοῦτον διήνεγκε, ὥστε οἱ μὲν μετὰ πάσης τῆς Ἑλλάδος μίαν πόλιν εἷλον, ὁ δὲ μετὰ τῆς ἑαυτοῦ πατρίδος μόνης πᾶσαν τὴν τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἄρχουσαν δύναμιν ἐταπείνωσεν.

36. κἀκεῖνοι μὲν ἕνεκα μιᾶς γυναικὸς ὑβρισθείσης ἤμυναν, ὁ δὲ πασῶν τῶν Ἑλληνίδων τὰς ἐπιφερομένας ὕβρεις ἐκώλυσεν, μετὰ τῶν συνθαπτομένων νῦν αὐτῷ ἀνδρῶν.

37. τῶν <δὲ> μετ᾽ ἐκείνους μὲν γεγενημένων, ἄξια δὲ τῆς ἐκείνων ἀρετῆς διαπεπραγμένων, λέγω δὴ τοὺς περὶ Μιλτιάδην καὶ Θεμιστοκλέα καὶ τοὺς ἄλλους, οἳ τὴν Ἑλλάδα ἐλευθερώσαντες ἔντιμον μὲν τὴν πατρίδα κατέστησαν,

38. ἔνδοξον <δὲ> τὸν αὑτῶν βίον ἐποίησαν, ὧν οὗτος τοσοῦτον ὑπερέσχεν ἀνδρείᾳ καὶ φρονήσει, ὅσον οἱ μὲν ἐπελθοῦσαν τὴ<ν> τῶν βαρβάρων δύναμιν ἠμύναντο, ὁ δὲ μηδ᾽ ἐπελθεῖν ἐποίησεν. κἀκεῖνοι μὲν ἐν τῇ οἰκ<ε>ίᾳ τοὺς ἐχθ<ρ>οὺς ἐπεῖδον ἀγωνιζομένους, οὗτος δὲ ἐν τῇ τῶν ἐχθρῶν περιεγένετο τῶν ἀντιπάλων.

39. οἶμαι δὲ καὶ <τοὺς> τὴν πρὸς ἀλλήλους φιλίαν τῷ δήμῳ βεβαιότατα ἐνδειξαμένους, λέγω δὲ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὐθένας οὕτως αὑτοῖς οἰκειοτέρους ὑμῖν εἶναι νομίζειν ὡς Λεωσθέ<ν>η καὶ τοὺς ἐκείνῳ συναγωνισαμένους, οὐδ᾽ ἔστιν οἷς ἂν μᾶλλον ἢ τούτοις πλησιάσειαν ἐν Ἅιδου. εἰκότως: οὐκ ἐλάττω γὰρ ἐκείνων ἔργα διεπράξαντο, ἀλλ᾽ εἰ δέον εἰπεῖν, καὶ μείζω. οἱ μὲν γὰρ τοὺς τῆς πατρίδος τυράννους [κα]τέλυσαν, οὗτοι δὲ τοὺς τῆς Ἑλλάδος ἁπάσης.

40. ὢ καλῆς μὲν καὶ παραδόξου τόλμης τῆς πραχθείσης ὑπὸ τῶνδε τῶν ἀνδρῶν, ἐνδόξου δὲ καὶ μεγαλοπρεποῦς προαιρέσεως ἧς προείλοντο, ὑπερβαλλούσης δὲ ἀρετῆς καὶ ἀνδραγαθίας τῆς ἐν τοῖς κινδύνοις, ἣν οὗτοι παρασχόμενοι εἰς τὴν κοινὴν ἐλευθερίαν τῶν Ἑλλήνων ...

41. χαλεπὸν μὲν ἴσως ἐστὶ τοὺς ἐν τοῖς τοιούτοις ὄντας πάθεσι παραμυθεῖσθαι. τὰ γὰρ πένθη οὔτε λόγῳ οὔτε νόμῳ κοιμίζεται, ἀλλ᾽ ἡ φύσις ἑκάστου καὶ φιλία πρὸς τὸν τελευτήσαντα <τὸν> ὁρισμὸν ἔχει τοῦ λυπεῖσθαι. ὅμως δὲ χρὴ θαρρεῖν καὶ τῆς λύπης παραιρεῖν εἰς τὸ ἐνδεχόμενον, καὶ μεμνῆσθαι μὴ μόνον τοῦ θανάτου τῶν τετελευτηκότων, ἀλλὰ καὶ τῆς ἀρετῆς ἧς καταλελοίπασιν.

42. εἰ γὰρ θρήνων ἄξια πεπόνθασιν, ἀλλ᾽ ἐπαίνων μεγάλων πεποιήκασιν. εἰ δὲ γήρως θνητοῦ μὴ μετέσχον, ἀλλ᾽ εὐδοξίαν ἀγήρατον εἰλήφασιν, εὐδαίμονές τε γεγόνασι κατὰ πάντα. ὅσοι μὲν γὰρ αὐτῶν ἄπαιδες τετελευτήκασιν, οἱ παρὰ τῶν Ἑλλήνων ἔπαινοι παῖδες αὐτῶν ἀθάνατοι ἔσονται. ὅσοι δὲ παῖδας καταλελοίπασιν, ἡ τῆς πατρίδος εὔνοια ἐπίτροπος αὐτοῖς τῶν παίδων καταστήσεται.

43. πρὸς δὲ τούτοις, εἰ μέν ἐστι τὸ ἀποθανεῖν ὅμοιον τῷ μὴ γενέσθαι, ἀπηλλαγμένοι εἰσὶ νόσων καὶ λύπης καὶ τῶν ἄλλων τῶν προσπιπτόντων εἰς τὸν ἀνθρώπινον βίον: εἰ δ᾽ ἔστιν αἴσθησις ἐν Ἅιδου καὶ ἐπιμέλεια παρὰ τοῦ δαιμονίου, ὥσπερ ὑπολαμβάνομεν, εἰκὸς τοὺς ταῖς τιμαῖς τῶν θεῶν καταλυομέναις βοηθήσαντας πλείστης κηδεμονίας ὑπὸ τοῦ δαιμονίου τυγχάνειν ...